---
title: Alcestis
title_greek: Ἄλκηστις
author: Euripides
eul_wid: cbm-aq
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-alcestis-cbm-aq"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Alcestis

*Ἄλκηστις*

**Author:** Euripides

**eul_wid:** `cbm-aq` · [HTML page](https://eulogikon.org/works/euripides-alcestis-cbm-aq)

## Text

### 1

ΑΠΟΛΛΩΝ

### 1.1

Ὦ δώματ’ Ἀδμήτει’, ἐν οἷς ἔτλην ἐγὼ

### 1.2

θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.

### 1.3

Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος

### 1.4

Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·

### 5.1

οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς

### 5.2

κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ

### 5.3

θνητῶι παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν.

### 5.4

ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένωι

### 5.5

καὶ τόνδ’ ἔσωιζον οἶκον ἐς τόδ’ ἡμέρας.

### 10.1

ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον

### 10.2

παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,

### 10.3

Μοίρας δολώσας· ἤινεσαν δέ μοι θεαὶ

### 10.4

Ἄδμητον Ἅιδην τὸν παραυτίκ’ ἐκφυγεῖν,

### 10.5

ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.

### 15.1

πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους,

### 15.2

[πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα,]

### 15.3

οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν

### 15.4

θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος·

### 15.5

ἣν νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται

### 20.1

ψυχορραγοῦσαν· τῆιδε γάρ σφ’ ἐν ἡμέραι

### 20.2

θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.

### 20.3

ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχηι, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.

### 20.4

ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,

### 25.1

ἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους

### 25.2

μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο,

### 25.3

φρουρῶν τόδ’ ἦμαρ ὧι θανεῖν αὐτὴν χρεών.

### 25.4

ΘΑΝΑΤΟΣ

### 28.1

ἆ ἆ·

### 28.2

τί σὺ πρὸς μελάθροις; τί σὺ τῆιδε πολεῖς,

### 30.1

Φοῖβ’; ἀδικεῖς αὖ τιμὰς ἐνέρων

### 30.2

ἀφοριζόμενος καὶ καταπαύων;

### 30.3

οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου

### 30.4

διακωλῦσαι, Μοίρας δολίωι

### 30.5

σφήλαντι τέχνηι; νῦν δ’ ἐπὶ τῆιδ’ αὖ

### 35.1

χέρα τοξήρη φρουρεῖς ὁπλίσας,

### 35.2

ἣ τόδ’ ὑπέστη, πόσιν ἐκλύσας’

### 35.3

αὐτὴ προθανεῖν Πελίου παῖς;

### 35.4

Απ. θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.

### 35.5

Θα. τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;

### 40.1

Απ. σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.

### 40.2

Θα. καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν.

### 40.3

Απ. φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.

### 40.4

Θα. καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;

### 40.5

Απ. ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν ς’ ἀφειλόμην.

### 45.1

Θα. πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;

### 45.2

Απ. δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.

### 45.3

Θα. κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.

### 45.4

Απ. λαβὼν ἴθ’· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε. Θα. κτείνειν γ’ ὃν ἂν χρῆι; τοῦτο γὰρ τετάγμεθα. Απ. οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν.

### 45.5

Θα. ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.

### 45.6

Απ. ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;

### 45.7

Θα. οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.

### 45.8

Απ. οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.

### 55.1

Θα. νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.

### 55.2

Απ. κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.

### 55.3

Θα. πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.

### 55.4

Απ. πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;

### 55.5

Θα. ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.

### 60.1

Απ. οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;

### 60.2

Θα. οὐ δῆτ’· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.

### 60.3

Απ. ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.

### 60.4

Θα. οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.

### 60.5

Απ. ἦ μὴν σὺ πείσηι καίπερ ὠμὸς ὢν ἄγαν·

### 65.1

τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ

### 65.2

Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ

### 65.3

ὄχημα Θρήικης ἐκ τόπων δυσχειμέρων,

### 65.4

ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις

### 65.5

βίαι γυναῖκα τήνδε ς’ ἐξαιρήσεται.

### 70.1

κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις

### 70.2

δράσεις θ’ ὁμοίως ταῦτ’ ἀπεχθήσηι τ’ ἐμοί.

### 70.3

Θα. πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·

### 70.4

ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.

### 70.5

στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει·

### 75.1

ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσηι τρίχα.

### 75.2

ΧΟΡΟΣ

### 77.1

τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων;

### 77.2

τί σεσίγηται δόμος Ἀδμήτου;

### 77.3

—ἀλλ’ οὐδὲ φίλων πέλας 〈ἔστ’〉 οὐδείς,

### 80.1

ὅστις ἂν εἴποι πότερον φθιμένην

### 80.2

χρὴ βασίλειαν πενθεῖν ἢ ζῶς’

### 80.3

ἔτι φῶς λεύσσει Πελίου τόδε παῖς

### 80.4

Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη

### 80.5

δόξασα γυνὴ

### 85.1

πόσιν εἰς αὑτῆς γεγενῆσθαι.

### 85.2

—κλύει τις ἢ στεναγμὸν ἢ

### 85.3

χειρῶν κτύπον κατὰ στέγας

### 85.4

ἢ γόον ὡς πεπραγμένων;

### 85.5

—οὐ μὰν οὐδέ τις ἀμφιπόλων

### 90.1

στατίζεται ἀμφὶ πύλας.

### 90.2

εἰ γὰρ μετακοίμιος ἄτας,

### 90.3

ὦ Παιάν, φανείης.

### 90.4

—οὔ τἂν φθιμένας γ’ ἐσιώπων. —οὐ γὰρ δὴ φροῦδός γ’ ἐξ οἴκων νέκυς ἤδη.

*[crux: οὐ γὰρ δὴ φροῦδός γ’ ἐξ οἴκων νέκυς ἤδη.]*

### 95.1

—πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;

### 95.2

—πῶς ἂν ἔρημον τάφον Ἄδμητος

### 95.3

κεδνῆς ἂν ἔπραξε γυναικός;

### 95.4

—πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ

### 95.5

πηγαῖον ὡς νομίζεται χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις.

### 95.6

—χαίτα τ’ οὔτις ἐπὶ προθύροις

### 95.7

τομαῖος, ἃ δὴ νεκύων

*[crux: ἃ]*

### 95.8

πένθει πίτνει, οὐδὲ νεολαία

### 95.9

δουπεῖ χεὶρ γυναικῶν.

### 105.1

—καὶ μὴν τόδε κύριον ἦμαρ

### 105.2

—τί τόδ’ αὐδᾶις;

*[crux: τί τόδ’ αὐδᾶις;]*

### 105.3

—ὧι χρή σφε μολεῖν κατὰ γαίας.

### 105.4

—ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.

### 105.5

—χρὴ τῶν ἀγαθῶν διακναιομένων

### 110.1

πενθεῖν ὅστις

### 110.2

χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται.

### 110.3

ἀλλ’ οὐδὲ ναυκληρίαν

### 110.4

ἔσθ’ ὅποι τις αἴας στείλας, ἢ Λυκίαν

### 115.1

εἴτ’ ἐπὶ τὰς ἀνύδρους

### 115.2

Ἀμμωνιάδας ἕδρας,

*[crux: Ἀμμωνιάδας ἕδρας]*

### 115.3

δυστάνου παραλύσαι

### 115.4

ψυχάν· μόρος γὰρ ἀπότομος

### 115.5

πλάθει. θεῶν δ’ ἐπ’ ἐσχάραν

### 120

οὐκέτ’ ἔχω τίνα μηλοθύταν πορευθῶ.

### 122.1

μόνα δ’ ἄν, εἰ φῶς τόδ’ ἦν

### 122.2

ὄμμασιν δεδορκὼς

### 122.3

Φοίβου παῖς, προλιποῦς’

### 125.1

ἦλθ’ ἂν ἕδρας σκοτίους

### 125.2

Ἅιδα τε πύλας·

### 125.3

δμαθέντας γὰρ ἀνίστη,

### 125.4

πρὶν αὐτὸν εἷλε διόβολον

### 125.5

πλῆκτρον πυρὸς κεραυνίου.

### 130-131

νῦν δὲ βίου τίν’ ἔτ’ ἐλπίδα προσδέχωμαι;

### 132.1

[πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσιν,

*[crux: τετέλεσται βασιλεῦσιν]*

### 132.2

πάντων δὲ θεῶν ἐπὶ βωμοῖς

### 132.3

αἱμόρραντοι θυσίαι πλήρεις,

### 135.1

οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.]

### 135.2

—ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται

### 135.3

δακρυρροοῦσα· τίνα τύχην ἀκούσομαι;

### 135.4

πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,

### 135.5

συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ

### 140.1

εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν.

### 140.2

ΘΕΡΑΠΑΙΝΑ

### 141.1

καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.

### 141.2

Χο. καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;

### 141.3

Θε. ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.

### 146.1

Χο. ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σώιζεσθαι βίον;

### 146.2

Θε. πεπρωμένη γὰρ ἡμέρα βιάζεται.

### 146.3

Χο. οὔκουν ἐπ’ αὐτῆι πράσσεται τὰ πρόσφορα;

### 146.4

Θε. κόσμος γ’ ἕτοιμος, ὧι σφε συνθάψει πόσις.

### 144

Χο. ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.

### 145.1

Θε. οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθηι. Χο. ἴστω νυν εὐκλεής γε κατθανουμένη

### 145.2

γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίωι μακρῶι.

### 145.3

Θε. πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;

### 145.4

τί χρὴ λέγεσθαι τὴν ὑπερβεβλημένην

### 145.5

γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις

### 155.1

πόσιν προτιμῶς’ ἢ θέλους’ ὑπερθανεῖν;

### 155.2

καὶ ταῦτα μὲν δὴ πᾶς’ ἐπίσταται πόλις·

### 155.3

ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων. ἐπεὶ γὰρ ἤισθεθ’ ἡμέραν τὴν κυρίαν

### 155.4

ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα

### 160.1

ἐλούσατ’, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων

### 160.2

ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,

### 160.3

καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·

### 160.4

Δέσποιν’, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,

### 160.5

πανύστατόν σε προσπίτνους’ αἰτήσομαι

### 165.1

τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίλην

### 165.2

σύζευξον ἄλοχον, τῆι δὲ γενναῖον πόσιν·

### 165.3

μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦς’ ἀπόλλυμαι

### 165.4

θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας

### 165.5

ἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον.

### 170.1

πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,

### 170.2

προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,

### 170.3

πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,

### 170.4

ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν

### 170.5

κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.

### 175.1

κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος

### 175.2

ἐνταῦθα δὴ ’δάκρυσε καὶ λέγει τάδε·

### 175.3

Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυς’ ἐγὼ

### 175.4

κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνήισκω πάρος,

### 175.5

χαῖρ’· οὐ γὰρ ἐχθαίρω ς’· ἀπώλεσας δέ με

### 180.1

μόνον· προδοῦναι γάρ ς’ ὀκνοῦσα καὶ πόσιν

### 180.2

θνήισκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,

### 180.3

σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.

### 180.4

κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον

### 180.5

ὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι.

### 185.1

ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,

### 185.2

στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,

### 185.3

καὶ πολλὰ θαλάμων ἐξιοῦς’ ἐπεστράφη

### 185.4

κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.

### 185.5

παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι

### 190.1

ἔκλαιον· ἡ δὲ λαμβάνους’ ἐς ἀγκάλας

### 190.2

ἠσπάζετ’ ἄλλοτ’ ἄλλον ὡς θανουμένη.

### 190.3

πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας

### 190.4

δέσποιναν οἰκτίροντες· ἡ δὲ δεξιὰν

### 190.5

προύτειν’ ἑκάστωι κοὔτις ἦν οὕτω κακὸς

### 195.1

ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.

### 195.2

τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.

### 195.3

καὶ κατθανών τἂν ὤιχετ’, ἐκφυγὼν δ’ ἔχει

### 195.4

τοσοῦτον ἄλγος, οὔποθ’ οὗ λελήσεται.

### 195.5

Χο. ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς, ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;

### 195.6

Θε. κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων

### 195.7

καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα

### 195.8

ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσωι.

### 195.9

παρειμένη δέ, χειρὸς ἄθλιον βάρος,

### 205.1

ὅμως δέ, καίπερ σμικρόν, ἐμπνέους’ ἔτι,

### 205.2

βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου

### 205.3

[ὡς οὔποτ’ αὖθις ἀλλὰ νῦν πανύστατον

### 205.4

ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται].

### 205.5

ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·

### 210.1

οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,

### 210.2

ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι· σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.

### 210.3

Χο.

### 213.1

—ἰὼ Ζεῦ, τίς ἂν πᾶι πόρος κακῶν

### 213.2

γένοιτο καὶ λύσις τύχας

### 214

ἃ πάρεστι κοιράνοις;

### 215

—〈αἰαῖ〉·

### 215.1

ἔξεισί τις ἢ τέμω τρίχα

*[crux: ἔξεισί τις]*

### 215.2

καὶ μέλανα στολμὸν πέπλων

### 215.3

ἀμφιβαλώμεθ’ ἤδη;

### 215.4

—δεινὰ μέν, φίλοι, δεινά γ’, ἀλλ’ ὅμως

### 215.5

θεοῖσιν εὐξόμεσθα·

### 220

θεῶν γὰρ δύναμις μεγίστα.

### 220.1

—ὦναξ Παιάν,

### 220.2

ἔξευρε μηχανάν τιν’ Ἀδμήτωι κακῶν.

### 220.3

—πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ

### 220.4

τοῦδ’ ἐφεῦρες καὶ νῦν

*[crux: τοῦδ’ ἐφεῦρες]*

### 220.5

λυτήριος ἐκ θανάτου γενοῦ,

### 225.1

φόνιον δ’ ἀπόπαυσον Ἅιδαν.

### 225.2

—παπαῖ 〈 〉

### 226.1

ὦ παῖ Φέρητος, οἷ’ ἔπρα‐

### 226.2

ξας δάμαρτος σᾶς στερείς.

### 226.3

—αἰαῖ·

### 228.1

ἄξια καὶ σφαγᾶς τάδε

### 228.2

καὶ πλέον ἢ βρόχωι δέραν

### 229

οὐρανίωι πελάσσαι.

### 230.1

—τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν

### 230.2

γυναῖκα κατθανοῦσαν

### 230.3

ἐν ἄματι τῶιδ’ ἐπόψηι.

### 230.4

—ἰδοὺ ἰδού·

### 233.1

ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.

### 233.2

—βόασον ὦ στέναξον ὦ Φεραία

### 235.1

χθὼν τὰν ἀρίσταν

### 235.2

γυναῖκα μαραινομέναν νόσωι

### 235.3

κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.

### 235.4

οὔποτε φήσω γάμον εὐφραίνειν

### 235.5

πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν

### 240.1

τεκμαιρόμενος καὶ τάσδε τύχας

### 240.2

λεύσσων βασιλέως, ὅστις ἀρίστης

### 240.3

ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον

### 240.4

τὸν ἔπειτα χρόνον βιοτεύσει.

### 240.5

ΑΛΚΗΣΤΙΣ

### 244

Ἅλιε καὶ φάος ἁμέρας

### 245

οὐράνιαί τε δῖ‐

### 245.1

ναι νεφέλας δρομαίου.

### 245.2

ΑΔΜΗΤΟΣ

### 246.1

ὁρᾶι σε κἀμέ, δύο κακῶς πεπραγότας, οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῆι.

### 246.2

Αλ. γαῖά τε καὶ μελάθρων στέγαι

### 246.3

νυμφίδιοί τε κοῖ‐

### 249.1

ται πατρίας Ἰωλκοῦ. Αδ. ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῶις·

### 249.2

λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.

### 249.3

Αλ. ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν

### 249.4

λίμναι· νεκύων δὲ πορθμεὺς

### 249.5

ἔχων χέρ’ ἐπὶ κοντῶι Χάρων

### 255.1

μ’ ἤδη καλεῖ· Τί μέλλεις;

### 255.2

ἐπείγου· σὺ κατείργεις. τάδε τοί με

### 256.1

σπερχόμενος ταχύνει.

### 256.2

Αδ. οἴμοι· πικράν γε τήνδε μοι ναυκληρίαν

### 256.3

ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.

### 256.4

Αλ. ἄγει μ’ ἄγει τις, ἄγει μέ τις (οὐχ

### 260.1

ὁρᾶις;) νεκύων ἐς αὐλάν,

### 260.2

ὑπ’ ὀφρύσι κυαναυγέσι

### 260.3

βλέπων πτερωτὸς Ἅιδας.

### 260.4

τί ῥέξεις; ἄφες. οἵαν ὁδὸν ἁ δει‐

### 263.1

λαιοτάτα προβαίνω.

### 263.2

Αδ. οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ

### 265.1

καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῶι τόδε.

### 265.2

Αλ. μέθετε μέθετέ μ’ ἤδη·

### 265.3

κλίνατ’, οὐ σθένω ποσίν. πλησίον Ἅιδας, σκοτία

### 265.4

δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.

### 270.1

τέκνα τέκν’, οὐκέτι δὴ

### 270.2

οὐκέτι μάτηρ σφῶιν ἔστιν.

### 270.3

χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῶιτον.

### 270.4

Αδ. οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούειν

### 270.5

καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.

### 275.1

μὴ πρός 〈σε〉 θεῶν τλῆις με προδοῦναι,

### 275.2

μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,

### 276.1

ἀλλ’ ἄνα, τόλμα.

### 276.2

σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην,

### 276.3

ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·

### 276.4

σὴν γὰρ φιλίαν σεβόμεσθα.

### 280.1

Αλ. Ἄδμηθ’, ὁρᾶις γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,

### 280.2

λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.

### 280.3

ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς

### 280.4

ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν

### 280.5

θνήισκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,

### 285.1

ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον

### 285.2

καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.

### 285.3

οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ

### 285.4

σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην

### 285.5

ἥβης, ἔχους’ ἐν οἷς ἐτερπόμην ἐγώ.

### 290.1

καίτοι ς’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,

### 290.2

καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,

### 290.3

καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν. μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν

### 290.4

σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.

### 295.1

κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,

### 295.2

κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες

### 295.3

καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν

### 295.4

θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.

### 295.5

εἶἑν· σύ νύν μοι τῶνδ’ ἀπόμνησαι χάριν· αἰτήσομαι γάρ ς’ ἀξίαν μὲν οὔποτε

### 295.6

(ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον),

### 295.7

δίκαια δ’, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς

### 295.8

οὐχ ἧσσον ἢ ’γὼ παῖδας, εἴπερ εὖ φρονεῖς.

### 295.9

τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων

### 305.1

καὶ μὴ ’πιγήμηις τοῖσδε μητρυιὰν τέκνοις,

### 305.2

ἥτις κακίων οὖς’ ἐμοῦ γυνὴ φθόνωι

### 305.3

τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.

### 305.4

μὴ δῆτα δράσηις ταῦτά γ’, αἰτοῦμαί ς’ ἐγώ·

### 305.5

ἐχθρὰ γὰρ ἡ ’πιοῦσα μητρυιὰ τέκνοις

### 310.1

τοῖς πρόσθ’, ἐχίδνης οὐδὲν ἠπιωτέρα.

### 310.2

καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν

### 310.3

[ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]·

### 310.4

σὺ δ’, ὦ τέκνον μοι, πῶς κορευθήσηι καλῶς;

### 310.5

ποίας τυχοῦσα συζύγου τῶι σῶι πατρί;

### 315.1

μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα

### 315.2

ἥβης ἐν ἀκμῆι σοὺς διαφθείρηι γάμους.

### 315.3

οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ

### 315.4

οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,

### 315.5

παροῦς’, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.

### 320.1

δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,

*[crux: μηνὸς]*

### 320.2

ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.

### 320.3

χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,

### 320.4

γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,

### 325.1

ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.

### 325.2

Χο. θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·

### 325.3

δράσει τάδ’, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.

### 325.4

Αδ. ἔσται τάδ’, ἔσται, μὴ τρέσηις· ἐπεί ς’ ἐγὼ

### 325.5

καὶ ζῶσαν εἶχον καὶ θανοῦς’ ἐμὴ γυνὴ

### 330.1

μόνη κεκλήσηι, κοὔτις ἀντὶ σοῦ ποτε

### 330.2

τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.

### 330.3

οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς

### 330.4

οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.

### 330.5

ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι

### 335.1

θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.

### 335.2

οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σὸν

### 335.3

ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχηι, γύναι,

### 335.4

στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν

### 335.5

πατέρα· λόγωι γὰρ ἦσαν οὐκ ἔργωι φίλοι.

### 340.1

σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα

### 340.2

ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα

### 340.3

τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;

### 340.4

παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας

### 340.5

στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.

### 345.1

οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι

### 345.2

οὔτ’ ἂν φρέν’ ἐξάραιμι πρὸς Λίβυν λακεῖν

### 345.3

αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.

### 345.4

σοφῆι δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν

### 345.5

εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται, ὧι προσπεσοῦμαι καὶ περιπτύσσων χέρας

### 345.6

ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις

### 345.7

δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·

### 345.8

ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος

### 345.9

ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασιν

### 355.1

φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους

### 355.2

κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῆι χρόνον.

### 355.3

εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,

### 355.4

ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν

### 355.5

ὕμνοισι κηλήσαντά ς’ ἐξ Ἅιδου λαβεῖν,

### 360.1

κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων

### 360.2

οὔθ’ οὑπὶ κώπηι ψυχοπομπὸς ἂν Χάρων

### 360.3

ἔσχ’ ἄν, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.

### 360.4

ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μ’, ὅταν θάνω,

### 360.5

καὶ δῶμ’ ἑτοίμαζ’, ὡς συνοικήσουσά μοι.

### 365.1

ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις

### 365.2

σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας

### 365.3

πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε

### 365.4

σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.

### 365.5

Χο. καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλωι

### 370.1

λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.

### 370.2

Αλ. ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε

### 370.3

πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ

### 370.4

γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.

### 370.5

Αδ. καὶ νῦν γέ φημι καὶ τελευτήσω τάδε.

### 375.1

Αλ. ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.

### 375.2

Αδ. δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.

### 375.3

Αλ. σύ νυν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.

### 375.4

Αδ. πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις. Αλ. ὦ τέκν’, ὅτε ζῆν χρῆν μ’, ἀπέρχομαι κάτω.

### 380.1

Αδ. οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;

### 380.2

Αλ. χρόνος μαλάξει ς’· οὐδέν ἐσθ’ ὁ κατθανών.

### 380.3

Αδ. ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.

### 380.4

Αλ. ἀρκοῦμεν ἡμεῖς οἱ προθνήισκοντες σέθεν.

### 380.5

Αδ. ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.

### 385.1

Αλ. καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.

### 385.2

Αδ. ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.

### 385.3

Αλ. ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.

### 385.4

Αδ. ὄρθου πρόσωπον, μὴ λίπηις παῖδας σέθεν.

### 385.5

Αλ. οὐ δῆθ’ ἑκοῦσά γ’· ἀλλὰ χαίρετ’, ὦ τέκνα.

### 390.1

Αδ. βλέψον πρὸς αὐτούς, βλέψον. Αλ. οὐδέν εἰμ’ ἔτι.

### 390.2

Αδ. τί δρᾶις; προλείπεις; Αλ. χαῖρ’. Αδ. ἀπωλόμην

### 391.1

τάλας.

### 391.2

Χο. βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.

### 391.3

ΠΑΙΣ

### 393.1

ἰώ μοι τύχας. μαῖα δὴ κάτω

### 393.2

βέβακεν, οὐκέτ’ ἔστιν, ὦ

### 395

πάτερ, ὑφ’ ἁλίωι,

### 396-397

προλιποῦσα δ’ ἐμὸν βίον ὠρφάνισεν τλάμων.

### 398.1

ἴδε γὰρ ἴδε βλέφαρον καὶ

*[crux: ἴδε γὰρ ἴδε βλέφαρον καὶ]*

### 398.2

παρατόνους χέρας. ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.

### 398.3

ἐγώ ς’ ἐγώ, μᾶτερ,

### 398.4

καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτ‐ νων στόμασιν νεοσσός.

*[crux: καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτ‐ νων]*

### 398.5

Αδ. τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ

### 405.1

καὶ σφὼ βαρείαι συμφορᾶι πεπλήγμεθα.

### 405.2

Πα. νέος ἐγώ, πάτερ, λείπομαι φίλας

### 405.3

μονόστολός τε ματρός· ὦ

### 405.4

σχέτλια δὴ παθὼν

### 409-410

ἐγὼ ἔργ’, ἃ σὺ σύγκασί μοι συνέτλας κούρα.

### post 410

〈

### 411.1

〉 ὦ πάτερ,

### 411.2

ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας οὐδὲ γήρως

### 411.3

ἔβας τέλος σὺν τᾶιδ’·

### 411.4

ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,

### 415.1

μᾶτερ, ὄλωλεν οἶκος.

### 415.2

Χο. Ἄδμητ’, ἀνάγκη τάσδε συμφορὰς φέρειν·

### 415.3

οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν

### 415.4

γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ

### 415.5

ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.

### 420.1

Αδ. ἐπίσταμαί τοι, κοὐκ ἄφνω κακὸν τόδε

### 420.2

προσέπτατ’· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι.

### 420.3

ἀλλ’, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,

### 420.4

πάρεστε καὶ μένοντες ἀντηχήσατε

### 420.5

παιᾶνα τῶι κάτωθεν ἄσπονδον θεῶι.

### 425.1

πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ

### 425.2

πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω

### 425.3

κουρᾶι ξυρήκει καὶ μελαμπέπλωι στολῆι·

### 425.4

τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας πώλους, σιδήρωι τέμνετ’ αὐχένων φόβην.

### 430.1

αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος

### 430.2

ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας.

### 430.3

οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν

### 430.4

τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμ’· ἀξία δέ μοι

### 430.5

τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.

### 435.1

Χο. ὦ Πελίου θύγατερ,

### 435.2

χαίρουσά μοι εἰν Ἀίδα δόμοισιν

### 435.3

τὸν ἀνάλιον οἶκον οἰκετεύοις.

### 435.4

ἴστω δ’ Ἀίδας ὁ μελαγχαί‐

### 435.5

τας θεὸς ὅς τ’ ἐπὶ κώπαι

### 440.1

πηδαλίωι τε γέρων

### 440.2

νεκροπομπὸς ἵζει

### 440.3

πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν

### 440.4

λίμναν Ἀχεροντίαν πορεύ‐

### 440.5

σας ἐλάται δικώπωι.

### 445.1

πολλά σε μουσοπόλοι

### 445.2

μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν

### 445.3

χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις,

### 445.4

Σπάρται κυκλὰς ἁνίκα Καρνεί‐

### 445.5

ου περινίσεται ὥρα μηνός, ἀειρομένας

### 445.6

παννύχου σελάνας, λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις.

### 445.7

τοίαν ἔλιπες θανοῦσα μολ‐

### 445.8

πὰν μελέων ἀοιδοῖς.

### 455.1

εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη,

### 455.2

δυναίμαν δέ σε πέμψαι

### 455.3

φάος ἐξ Ἀίδα τεράμνων

### 455.4

καὶ Κωκυτοῖο ῥεέθρων

### 455.5

ποταμίαι νερτέραι τε κώπαι.

### 460.1

σὺ γάρ, ὦ μόνα ὦ φίλα γυναικῶν,

### 460.2

σὺ τὸν αὑτᾶς

### 461.1

ἔτλας 〈ἔτλασ〉 πόσιν ἀντὶ σᾶς ἀμεῖψαι

### 461.2

ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι

### 461.3

χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι

### 461.4

καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν

### 465

ἔμοιγ’ ἂν εἴη στυγη‐

### 465.1

θεὶς τέκνοις τε τοῖς σοῖς.

### 465.2

ματέρος οὐ θελούσας

### 465.3

πρὸ παιδὸς χθονὶ κρύψαι

### 465.4

δέμας οὐδὲ πατρὸς γεραιοῦ

### post 468

〈〉

### 469

ὃν ἔτεκον δ’, οὐκ ἔτλαν ῥύεσθαι,

### 470.1

σχετλίω, πολιὰν ἔχοντε χαίταν.

### 470.2

σὺ δ’ ἐν ἥβαι

### 471.1

νέαι νέου προθανοῦσα φωτὸς οἴχηι. τοιαύτας εἴη μοι κῦρσαι

### 471.2

συνδυάδος φιλίας ἀλόχου· τὸ γὰρ

### 471.3

ἐν βιότωι σπάνιον μέρος· ἦ γὰρ ἂν

### 475

ἔμοιγ’ ἄλυπος δι’ αἰ‐

### 475.1

ῶνος ἂν ξυνείη.

### 475.2

ΗΡΑΚΛΗΣ

### 476.1

ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,

### 476.2

Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;

### 476.3

Χο. ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.

### 476.4

ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα

### 480.1

πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.

### 480.2

Ηρ. Τιρυνθίωι πράσσω τιν’ Εὐρυσθεῖ πόνον.

### 480.3

Χο. καὶ ποῖ πορεύηι; τῶι συνέζευξαι πλάνωι;

### 480.4

Ηρ. Θρηικὸς τέτρωρον ἅρμα Διομήδους μέτα.

### 480.5

Χο. πῶς οὖν δυνήσηι; μῶν ἄπειρος εἶ ξένου;

### 485.1

Ηρ. ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.

### 485.2

Χο. οὐκ ἔστιν ἵππων δεσπόσαι ς’ ἄνευ μάχης.

### 485.3

Ηρ. ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί.

### 485.4

Χο. κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.

### 485.5

Ηρ. οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.

### 490.1

Χο. τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις;

### 490.2

Ηρ. πώλους ἀπάξω κοιράνωι Τιρυνθίωι.

### 490.3

Χο. οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.

### 490.4

Ηρ. εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.

### 490.5

Χο. ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.

### 495.1

Ηρ. θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.

### 495.2

Χο. φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας. Ηρ. τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;

### 495.3

Χο. Ἄρεος, ζαχρύσου Θρηικίας πέλτης ἄναξ.

### 495.4

Ηρ. καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις (σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται),

### 495.5

εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο

### 495.6

μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι

### 495.7

αὖθις δὲ Κύκνωι, τόνδε δ’ ἔρχομαι τρίτον

### 495.8

ἀγῶνα πώλοις δεσπότηι τε συμβαλῶν.

### 505.1

ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον

### 505.2

τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.

### 505.3

Χο. καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς

### 505.4

Ἄδμητος ἔξω δωμάτων πορεύεται.

### 505.5

Αδ. χαῖρ’, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.

### 510.1

Ηρ. Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.

### 510.2

Αδ. θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα ς’ ἐξεπίσταμαι.

### 510.3

Ηρ. τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις;

### 510.4

Αδ. θάπτειν τιν’ ἐν τῆιδ’ ἡμέραι μέλλω νεκρόν.

### 510.5

Ηρ. ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.

### 515.1

Αδ. ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυς’ ἐγώ.

### 515.2

Ηρ. πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.

### 515.3

Αδ. κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ’, Ἡράκλεις.

### 515.4

Ηρ. οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;

### 515.5

Αδ. διπλοῦς ἐπ’ αὐτῆι μῦθος ἔστι μοι λέγειν.

### 520.1

Ηρ. πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;

### 520.2

Αδ. ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δέ με.

### 520.3

Ηρ. οὐδέν τι μᾶλλον οἶδ’· ἄσημα γὰρ λέγεις.

### 520.4

Αδ. οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;

### 520.5

Ηρ. οἶδ’, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.

### 525.1

Αδ. πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ἤινεσεν τάδε;

### 525.2

Ηρ. ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.

### 525.3

Αδ. τέθνηχ’ ὁ μέλλων κἀνθάδ’ ὢν οὐκ ἔστ’ ἔτι.

### 525.4

Ηρ. χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.

### 525.5

Αδ. σὺ τῆιδε κρίνεις, Ἡράκλεις, κείνηι δ’ ἐγώ.

### 530.1

Ηρ. τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;

### 530.2

Αδ. γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.

### 530.3

Ηρ. ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;

### 530.4

Αδ. ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.

### 530.5

Ηρ. πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;

### 535.1

Αδ. πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.

### 535.2

Ηρ. φεῦ.

### 536.1

εἴθ’ ηὕρομέν ς’, Ἄδμητε, μὴ λυπούμενον.

### 536.2

Αδ. ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;

### 536.3

Ηρ. ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.

### 536.4

Αδ. οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.

### 540.1

Ηρ. λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.

### 540.2

Αδ. τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους.

### 540.3

Ηρ. αἰσχρόν 〈γε〉 παρὰ κλαίουσι θοινᾶσθαι ξένους.

### 540.4

Αδ. χωρὶς ξενῶνές εἰσιν οἷ ς’ ἐσάξομεν.

### 540.5

Ηρ. μέθες με καί σοι μυρίαν ἕξω χάριν.

### 545.1

Αδ. οὐκ ἔστιν ἄλλου ς’ ἀνδρὸς ἑστίαν μολεῖν.

### 545.2

ἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους ξενῶνας οἴξας τοῖς τ’ ἐφεστῶσιν φράσον

### 545.3

σίτων παρεῖναι πλῆθος, εὖ δὲ κλήισατε

### 545.4

θύρας μεταύλους· οὐ πρέπει θοινωμένους κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.

### 545.5

Χο. τί δρᾶις; τοσαύτης συμφορᾶς προσκειμένης,

### 545.6

Ἄδμητε, τολμᾶις ξενοδοκεῖν; τί μῶρος εἶ;

### 545.7

Αδ. ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα

### 545.8

ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπήινεσας;

### 555.1

οὐ δῆτ’, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν

### 555.2

μείων ἐγίγνετ’, ἀξενώτερος δ’ ἐγώ.

### 555.3

καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν,

### 555.4

δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.

### 555.5

αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,

### 560.1

ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα.

### 560.2

Χο. πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,

### 560.3

φίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις;

### 560.4

Αδ. οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,

### 560.5

εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν.

### 565.1

καὶ τῶι μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ

### 565.2

οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται

### 565.3

μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.

### 565.4

Χο. ὦ πολύξεινος καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ’

### 565.5

οἶκος,

### 570.1

σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων

### 570.2

ἠξίωσε ναίειν,

### 573.1

ἔτλα δὲ σοῖσι μηλονόμας

### 573.2

ἐν νομοῖς γενέσθαι,

### 575.1

δοχμιᾶν διὰ κλειτύων

### 575.2

βοσκήμασι σοῖσι συρίζων

### 575.3

ποιμνίτας ὑμεναίους.

### 575.4

σὺν δ’ ἐποιμαίνοντο χαρᾶι μελέων βαλιαί τε

### 575.5

λύγκες,

### 580.1

ἔβα δὲ λιποῦς’ Ὄθρυος νάπαν λεόντων

### 580.2

ἁ δαφοινὸς ἴλα·

### 583.1

χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,

### 583.2

Φοῖβε, ποικιλόθριξ

### 585.1

νεβρὸς ὑψικόμων πέραν

### 585.2

βαίνους’ ἐλατᾶν σφυρῶι κούφωι,

### 585.3

χαίρους’ εὔφρονι μολπᾶι.

### 585.4

τοιγὰρ πολυμηλοτάταν

### 585.5

ἑστίαν οἰκεῖ παρὰ καλλίναον

### 590.1

Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν

### 590.2

καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν

### 590.3

ἀελίου κνεφαίαν

### 590.4

ἱππόστασιν αἰθέρα τὰν Μολοσ‐

*[crux: αἰθέρα τὰν]*

### 590.5

σῶν 〈 〉 τίθεται,

### 595.1

πόντιον δ’ Αἰγαῖον ἐπ’ ἀκτὰν

### 595.2

ἀλίμενον Πηλίου κρατύνει.

### 595.3

καὶ νῦν δόμον ἀμπετάσας

### 595.4

δέξατο ξεῖνον νοτερῶι βλεφάρωι,

### 595.5

τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς ἐκφέρεται πρὸς αἰδῶ.

### 595.6

ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνε‐

### 595.7

στιν· σοφίας ἄγαμαι.

### 595.8

πρὸς δ’ ἐμᾶι ψυχᾶι θράσος ἧσται

### 605.1

θεοσεβῆ φῶτα κεδνὰ πράξειν.

### 605.2

Αδ. ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,

### 605.3

νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι

### 605.4

φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·

### 605.5

ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,

### 610.1

προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν.

### 610.2

Χο. καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῶι ποδὶ

### 610.3

στείχοντ’, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῆι

### 610.4

κόσμον φέροντας, νερτέρων ἀγάλματα.

### 610.5

ΦΕΡΗΣ

### 614

ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·

### 615.1

ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος

### 615.2

γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν

### 615.3

φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.

### 615.4

δέχου δὲ κόσμον τόνδε καὶ κατὰ χθονὸς

### 615.5

ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,

### 620.1

ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,

### 620.2

καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ

### 620.3

στερέντα γήραι πενθίμωι καταφθίνειν,

### 620.4

πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον

### 620.5

γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.

### 625.1

ὦ τόνδε μὲν σώσας’, ἀναστήσασα δὲ

### 625.2

ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους

### 625.3

λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.

### 625.4

Αδ. οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον

### 630.1

οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω.

### 630.2

κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται·

### 630.3

οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.

### 630.4

τότε ξυναλγεῖν χρῆν ς’ ὅτ’ ὠλλύμην ἐγώ·

### 630.5

σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλωι θανεῖν

### 635.1

νέωι γέρων ὢν τόνδ’ ἀποιμώξηι νεκρόν;

### 635.2

οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ,

### 635.3

οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη

### 635.4

μήτηρ μ’ ἔτικτε, δουλίου δ’ ἀφ’ αἵματος

### 635.5

μαστῶι γυναικὸς σῆς ὑπεβλήθην λάθραι.

### 640.1

ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,

### 640.2

καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.

### 640.3

ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίαι,

### 640.4

ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου

### 640.5

οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν

### 645.1

τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε

### 645.2

γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα

### 645.3

καὶ πατέρ’ ἂν ἐνδίκως ἂν ἡγοίμην μόνην.

### 645.4

καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω

### 645.5

τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.

### 645.6

[κἀγώ τ’ ἂν ἔζων χἤδε τὸν λοιπὸν χρόνον,

### 645.7

κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.]

### 645.8

καὶ μὴν ὅς’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα

### 645.9

πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,

### 655.1

παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,

### 655.2

ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.

### 655.3

οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν

### 655.4

γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων

### 660.1

πρὸς ς’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν

### 660.2

τοιάνδε καὶ σὺ χἠ τεκοῦς’ ἠλλαξάτην.

### 660.3

τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,

### 660.4

οἳ γηροβοσκήσουσι καὶ θανόντα σε

### 660.5

περιστελοῦσι καὶ προθήσονται νεκρόν.

### 665.1

οὐ γάρ ς’ ἔγωγε τῆιδ’ ἐμῆι θάψω χερί·

### 665.2

τέθνηκα γὰρ δὴ τοὐπὶ ς’. εἰ δ’ ἄλλου τυχὼν

### 665.3

σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω

### 665.4

καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.

### 665.5

μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,

### 670.1

γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·

### 670.2

ἢν δ’ ἐγγὺς ἔλθηι θάνατος, οὐδεὶς βούλεται

### 670.3

θνήισκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.

### 670.4

Χο. παύσασθ’, ἅλις γὰρ ἡ παροῦσα συμφορά·

### 670.5

ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνηις φρένας.

### 675.1

Φε. ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα

### 675.2

κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;

### 675.3

οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ

### 675.4

πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;

### 675.5

ἄγαν ὑβρίζεις καὶ νεανίας λόγους

### 680.1

ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.

### 680.2

ἐγὼ δέ ς’ οἴκων δεσπότην ἐγεινάμην

### 680.3

κἄθρεψ’, ὀφείλω δ’ οὐχ ὑπερθνήισκειν σέθεν·

### 680.4

οὐ γὰρ πατρῶιον τόνδ’ ἐδεξάμην νόμον,

### 680.5

παίδων προθνήισκειν πατέρας, οὐδ’ Ἑλληνικόν.

### 685.1

σαυτῶι γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς

### 685.2

ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν ἔχεις.

### 685.3

πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας

### 685.4

λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα.

### 685.5

τί δῆτά ς’ ἠδίκηκα; τοῦ ς’ ἀποστερῶ;

### 690.1

μὴ θνῆισχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ.

### 690.2

χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;

### 690.3

ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι

### 690.4

χρόνον, τὸ δὲ ζῆν σμικρὸν ἀλλ’ ὅμως γλυκύ.

### 690.5

σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν

### 695.1

καὶ ζῆις παρελθὼν τὴν πεπρωμένην τύχην,

### 695.2

ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν

### 695.3

λέγεις, γυναικός, ὦ κάκισθ’, ἡσσημένος,

### 695.4

ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;

### 695.5

σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε, εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ

### 695.6

γυναῖχ’ ὑπὲρ σοῦ· κἆιτ’ ὀνειδίζεις φίλοις

### 695.7

τοῖς μὴ θέλουσι δρᾶν τάδ’, αὐτὸς ὢν κακός;

### 695.8

σίγα· νόμιζε δ’, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς

### 695.9

ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς

### 705.1

ἐρεῖς, ἀκούσηι πολλὰ κοὐ ψευδῆ κακά.

### 705.2

Χο. πλείω λέλεκται νῦν τε καὶ τὸ πρὶν κακά·

### 705.3

παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.

### 705.4

Αδ. λέγ’, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων

### 705.5

τἀληθές, οὐ χρῆν ς’ εἰς ἔμ’ ἐξαμαρτάνειν.

### 710.1

Φε. σοῦ δ’ ἂν προθνήισκων μᾶλλον ἐξημάρτανον.

### 710.2

Αδ. ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν; Φε. ψυχῆι μιᾶι ζῆν, οὐ δυοῖν, ὀφείλομεν.

### 710.3

Αδ. καὶ μὴν Διός γε μείζονα ζώηις χρόνον.

### 710.4

Φε. ἀρᾶι γονεῦσιν οὐδὲν ἔκδικον παθών;

### 715.1

Αδ. μακροῦ βίου γὰρ ἠισθόμην ἐρῶντά σε.

### 715.2

Φε. ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις;

### 715.3

Αδ. σημεῖα τῆς σῆς γ’, ὦ κάκιστ’, ἀψυχίας.

### 715.4

Φε. οὔτοι πρὸς ἡμῶν γ’ ὤλετ’· οὐκ ἐρεῖς τόδε.

### 715.5

Αδ. φεῦ·

### 719

εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.

### 720.1

Φε. μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.

### 720.2

Αδ. σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.

### 720.3

Φε. φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.

### 720.4

Αδ. κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.

### 720.5

Φε. οὐκ ἐγγελᾶις γέροντα βαστάζων νεκρόν.

### 725.1

Αδ. θανῆι γε μέντοι δυσκλεής, ὅταν θάνηις.

### 725.2

Φε. κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.

### 725.3

Αδ. φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.

### 725.4

Φε. ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα.

### 725.5

Αδ. ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.

### 730.1

Φε. ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς,

### 730.2

δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι·

### 730.3

ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,

### 730.4

εἰ μή ς’ ἀδελφῆς αἷμα τιμωρήσεται.

### 730.5

Αδ. ἔρρων νυν αὐτὸς χἠ ξυνοικήσασά σοι,

### 735.1

ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,

### 735.2

γηράσκετ’· οὐ γὰρ τῶιδ’ ἔτ’ ἐς ταὐτὸν στέγος

### 735.3

νεῖσθ’· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο

### 735.4

τὴν σὴν πατρώιαν ἑστίαν, ἀπεῖπον ἄν.

### 735.5

ἡμεῖς δέ, τοὐν ποσὶν γὰρ οἰστέον κακόν.

### 740.1

στείχωμεν, ὡς ἂν ἐν πυρᾶι θῶμεν νεκρόν.

### 740.2

Χο. ἰὼ ἰώ. σχετλία τόλμης,

### 740.3

ὦ γενναία καὶ μέγ’ ἀρίστη,

### 740.4

χαῖρε· πρόφρων σε χθόνιός θ’ Ἑρμῆς

### 740.5

Ἅιδης τε δέχοιτ’. εἰ δέ τι κἀκεῖ

### 745.1

πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχους’

### 745.2

Ἅιδου νύμφηι παρεδρεύοις.

### 745.3

ΘΕΡΑΠΩΝ

### 747.1

πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς

### 747.2

ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους,

### 747.3

οἷς δεῖπνα προύθηκ’· ἀλλὰ τοῦδ’ οὔπω ξένου κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην.

### 747.4

ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν

### 747.5

ἐσῆλθε κἀτόλμης’ ἀμείψασθαι πύλας.

### 747.6

ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο

### 747.7

τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,

### 755.1

ἀλλ’, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.

### 755.2

ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν

*[crux: ἐν χείρεσσι]*

### 755.3

πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,

### 755.4

ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ

### 755.5

οἴνου. στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις,

### 760.1

ἄμους’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν· ὁ μὲν γὰρ ἦιδε, τῶν ἐν Ἀδμήτου κακῶν

### 760.2

οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν

### 760.3

δέσποιναν, ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένωι

### 760.4

τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.

### 765.1

καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ

### 765.2

ξένον, πανοῦργον κλῶπα καὶ ληιστήν τινα,

### 765.3

ἡ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην

### 765.4

οὐδ’ ἐξέτεινα χεῖρ’ ἀποιμώζων ἐμὴν

### 765.5

δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν

### 770.1

μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,

### 770.2

ὀργὰς μαλάσσους’ ἀνδρός. ἆρα τὸν ξένον

### 770.3

στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;

### 770.4

Ηρ. οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;

### 770.5

οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον

### 775.1

εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρωι φρενί.

### 775.2

σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν

### 775.3

στυγνῶι προσώπωι καὶ συνωφρυωμένωι

### 775.4

δέχηι, θυραίου πήματος σπουδὴν ἔχων.

### 775.5

δεῦρ’ ἔλθ’, ὅπως ἂν καὶ σοφώτερος γένηι.

### 780.1

τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν;

*[crux: οἶδας]*

### 780.2

οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.

### 780.3

βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,

### 780.4

κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται

### 780.5

τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·

### 785.1

τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,

### 785.2

κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνηι. ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα

### 785.3

εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν

### 785.4

βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.

### 790.1

τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν

### 790.2

Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.

### 790.3

τὰ δ’ ἄλλ’ ἔασον πάντα καὶ πιθοῦ λόγοις

### 790.4

ἐμοῖσιν, εἴπερ ὀρθά σοι δοκῶ λέγειν.

### 790.5

οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς

### 795.1

πίηι μεθ’ ἡμῶν [τάσδ’ ὑπερβαλὼν τύχας,

### 795.2

στεφάνοις πυκασθείς]; καὶ σάφ’ οἶδ’ ὁθούνεκα

### 795.3

τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν

### 795.4

μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.

### 795.5

ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών· ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις

### 795.6

ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῆι,

### 795.7

οὐ βίος ἀληθῶς ὁ βίος ἀλλὰ συμφορά.

### 795.8

Θε. ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν

### 795.9

οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.

### 805.1

Ηρ. γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν

### 805.2

πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.

### 805.3

Θε. τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;

### 805.4

Ηρ. εἰ μή τι σός με δεσπότης ἐψεύσατο.

### 805.5

Θε. ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.

### 810.1

Ηρ. οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;

### 810.2

Θε. ἦ κάρτα μέντοι καὶ λίαν ὀθνεῖος ἦν.

### 810.3

Ηρ. μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;

### 810.4

Θε. χαίρων ἴθ’· ἡμῖν δεσποτῶν μέλει κακά.

### 810.5

Ηρ. ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.

### 815.1

Θε. οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην ς’ ὁρῶν.

### 815.2

Ηρ. ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;

### 815.3

Θε. οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.

### 815.4

[πένθος γὰρ ἡμῖν ἐστι· καὶ κουρὰν βλέπεις

### 815.5

μελαμπέπλους στολμούς τε. Ηρ. τίς δ’ ὁ κατθανών;]

### 820.1

〈Ηρ.〉 μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;

### 820.2

Θε. γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.

### 820.3

Ηρ. τί φήις; ἔπειτα δῆτά μ’ ἐξενίζετε;

### 820.4

Θε. ἠιδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.

### 820.5

Ηρ. ὦ σχέτλι’, οἵας ἤμπλακες ξυναόρου.

### 825.1

Θε. ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.

### 825.2

Ηρ. ἀλλ’ ἠισθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν

### 825.3

κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με

### 825.4

λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.

### 825.5

βίαι δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας

### 830.1

ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,

### 830.2

πράσσοντος οὕτω. κἆιτα κωμάζω κάρα

### 830.3

στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,

### 830.4

κακοῦ τοσούτου δώμασιν προσκειμένου.

### 830.5

ποῦ καί σφε θάπτει; ποῖ νιν εὑρήσω μολών;

### 835.1

Θε. ὀρθὴν παρ’ οἶμον ἣ ’πὶ Λαρίσαν φέρει

### 835.2

τύμβον κατόψηι ξεστὸν ἐκ προαστίου.

### 835.3

Ηρ. ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,

### 835.4

νῦν δεῖξον οἷον παῖδά ς’ ἡ Τιρυνθία ἐγείνατ’ Ἠλεκτρύωνος Ἀλκμήνη Διί.

### 840.1

δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως

### 840.2

γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον

### 840.3

Ἄλκηστιν Ἀδμήτωι θ’ ὑπουργῆσαι χάριν.

### 840.4

ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπτερον νεκρῶν

### 840.5

Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ

### 845.1

πίνοντα τύμβου πλησίον προσφαγμάτων.

### 845.2

κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς

### 845.3

μάρψω, κύκλον γε περιβαλὼν χεροῖν ἐμαῖν,

### 845.4

οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται

### 845.5

μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῆι. ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας καὶ μὴ μόληι

### 845.6

πρὸς αἱματηρὸν πελανόν, εἶμι τῶν κάτω

### 845.7

Κόρης ἄνακτός τ’ εἰς ἀνηλίους δόμους,

### 845.8

αἰτήσομαί τε καὶ πέποιθ’ ἄξειν ἄνω

### 845.9

Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,

### 855.1

ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασεν,

### 855.2

καίπερ βαρείαι συμφορᾶι πεπληγμένος,

### 855.3

ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.

### 855.4

τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,

### 855.5

τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν

### 860.1

εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.

### 860.2

Αδ. ἰώ,

### 861

στυγναὶ πρόσοδοι, στυγναὶ δ’ ὄψεις

### 861.1

χήρων μελάθρων.

### 861.2

ἰώ μοί μοι, αἰαῖ 〈αἰαῖ〉.

### 861.3

ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή; πῶς ἂν ὀλοίμην;

### 865.1

ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.

### 865.2

ζηλῶ φθιμένους, κείνων ἔραμαι,

### 865.3

κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.

### 865.4

οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν

### 865.5

οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·

### 870.1

τοῖον ὅμηρόν μ’ ἀποσυλήσας

### 870.2

Ἅιδηι Θάνατος παρέδωκεν.

### 870.3

Χο. πρόβα πρόβα, βᾶθι κεῦθος οἴκων.

### 872.1

Αδ. αἰαῖ.

### 872.2

Χο. πέπονθας ἄξι’ αἰαγμάτων.

### 873.1

Αδ. ἒ ἔ.

### 873.2

Χο. δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα.

### 874

Αδ. φεῦ φεῦ.

### 875

Χο. τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς ...

### 875.1

Αδ. ἰώ μοί μοι.

### 875.2

Χο. τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου

### 875.3

πρόσωπόν ς’ ἔσαντα λυπρόν.

### 875.4

Αδ. ἔμνησας ὅ μου φρένας ἥλκωσεν·

### 875.5

τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν

### 880.1

πιστῆς ἀλόχου; μήποτε γήμας

### 880.2

ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.

### 880.3

ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·

### 880.4

μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν

### 880.5

μέτριον ἄχθος.

### 885.1

παίδων δὲ νόσους καὶ νυμφιδίους

### 885.2

εὐνὰς θανάτοις κεραϊζομένας

### 885.3

οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους

### 885.4

ἀγάμους τ’ εἶναι διὰ παντός.

### 885.5

Χο. τύχα τύχα δυσπάλαιστος ἥκει.

### 889

Αδ. αἰαῖ.

### 890

Χο. πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης.

### 890.1

Αδ. ἒ ἔ.

### 890.2

Χο. βαρέα μὲν φέρειν, ὅμως δὲ ...

### 891.1

Αδ. φεῦ φεῦ.

### 891.2

Χο. τλᾶθ’· οὐ σὺ πρῶτος ὤλεσας ...

### 892.1

Αδ. ἰώ μοί μοι.

### 892.2

Χο. γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα

### 892.3

πιέζει φανεῖσα θνατῶν.

### 895.1

Αδ. ὦ μακρὰ πένθη λῦπαί τε φίλων

### 895.2

τῶν ὑπὸ γαίας.

### 895.3

τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου

### 895.4

τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης

### 895.5

τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον; δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς

### 895.6

τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ

### 895.7

χθονίαν λίμνην διαβάντε.

### 895.8

Χο. ἐμοί τις ἦν

### 895.9

ἐν γένει, ὧι κόρος ἀξιόθρη‐

### 905.1

νος ὤλετ’ ἐν δόμοισιν μονόπαις· ἀλλ’ ἔμπας

### 905.2

ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,

### 909

πολιὰς ἐπὶ χαίτας

### 910.1

ἤδη προπετὴς ὢν

### 910.2

βιότου τε πόρσω.

### 910.3

Αδ. ὦ σχῆμα δόμων, πῶς εἰσέλθω,

### 910.4

πῶς δ’ οἰκήσω, μεταπίπτοντος

### 910.5

δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·

### 915.1

τότε μὲν πεύκαις σὺν Πηλιάσιν

### 915.2

σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω

### 915.3

φιλίας ἀλόχου χέρα βαστάζων,

### 915.4

πολυάχητος δ’ εἵπετο κῶμος

### 915.5

τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων

### 920.1

ὡς εὐπατρίδαι κἀπ’ ἀμφοτέρων

### 920.2

ὄντες ἀριστέων σύζυγες εἶμεν·

### 920.3

νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος

### 920.4

λευκῶν τε πέπλων μέλανες στολμοὶ

### 920.5

πέμπουσί μ’ ἔσω

### 925.1

λέκτρων κοίτας ἐς ἐρήμους.

### 925.2

Χο. παρ’ εὐτυχῆ

### 925.3

σοι πότμον ἦλθεν ἀπειροκάκωι

### 925.4

τόδ’ ἄλγος· ἀλλ’ ἔσωσας

### 925.5

βίοτον καὶ ψυχάν.

### 930

ἔθανε δάμαρ, ἔλιπε φιλίαν·

### 932.1

τί νέον τόδε; πολλοὺς

### 932.2

ἤδη παρέλυσεν θάνατος δάμαρτος.

### 935.1

Αδ. φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον

### 935.2

τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως.

### 935.3

τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,

### 935.4

πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.

### 935.5

ἐγὼ δ’, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον

### 940.1

λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.

### 940.2

πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;

### 940.3

τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο

### 940.4

τερπνῆς τύχοιμ’ ἂν εἰσόδου; ποῖ τρέψομαι;

### 940.5

ἡ μὲν γὰρ ἔνδον ἐξελᾶι μ’ ἐρημία,

### 945.1

γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς

### 945.2

θρόνους τ’ ἐν οἷσιν ἷζε καὶ κατὰ στέγας

### 945.3

αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασιν

### 945.4

πίπτοντα κλαίηι μητέρ’, οἱ δὲ δεσπότιν

### 945.5

στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν. τὰ μὲν κατ’ οἴκους τοιάδ’· ἔξωθεν δέ με

### 945.6

γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι

### 945.7

γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι

### 945.8

λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.

### 945.9

ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·

### 955.1

Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθ’, ὃς οὐκ ἔτλη θανεῖν

### 955.2

ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίαι

### 955.3

πέφευγεν Ἅιδην· κἆιτ’ ἀνὴρ εἶναι δοκεῖ;

### 955.4

στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων

### 955.5

θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα

### 960.1

ἕξω. τί μοι ζῆν δῆτα κύδιον, φίλοι,

### 960.2

κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;

### 960.3

Χο. ἐγὼ καὶ διὰ μούσας καὶ μετάρσιος ἦιξα, καὶ

### 960.4

πλείστων ἁψάμενος λόγων

### 965.1

κρεῖσσον οὐδὲν Ἀνάγκας

### 965.2

ηὗρον οὐδέ τι φάρμακον

### 965.3

Θρήισσαις ἐν σανίσιν, τὰς

### 965.4

Ὀρφεία κατέγραψεν

### 965.5

γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀ‐

### 970.1

σκληπιάδαις ἔδωκε

### 970.2

φάρμακα πολυπόνοις

### 970.3

ἀντιτεμὼν βροτοῖσιν.

### 970.4

μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς

### 970.5

ἐλθεῖν οὔτε βρέτας θεᾶς

### 975.1

ἔστιν, οὐ σφαγίων κλύει.

### 975.2

μή μοι, πότνια, μείζων

### 975.3

ἔλθοις ἢ τὸ πρὶν ἐν βίωι.

### 975.4

καὶ γὰρ Ζεὺς ὅτι νεύσηι

### 975.5

σὺν σοὶ τοῦτο τελευτᾶι.

### 980.1

καὶ τὸν ἐν Χαλύβοις δαμά‐

### 980.2

ζεις σὺ βίαι σίδαρον,

### 980.3

οὐδέ τις ἀποτόμου

### 980.4

λήματός ἐστιν αἰδώς.

### 980.5

καί ς’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.

### 986

τόλμα δ’· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν

### 988.1

κλαίων τοὺς φθιμένους ἄνω.

### 988.2

καὶ θεῶν σκότιοι φθίνου‐

### 990.1

σι παῖδες ἐν θανάτωι. φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν,

### 990.2

φίλα δὲ θανοῦς’ ἔτ’ ἔσται,

### 990.3

γενναιοτάταν δὲ πασᾶν

### 990.4

ἐζεύξω κλισίαις ἄκοιτιν.

### 995

μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω

### 997.1

τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως

### 997.2

τιμάσθω, σέβας ἐμπόρων. καί τις δοχμίαν κέλευ‐

### 997.3

θον ἐμβαίνων τόδ’ ἐρεῖ·

### 997.4

Αὕτα ποτὲ προύθαν’ ἀνδρός,

### 997.5

νῦν δ’ ἔστι μάκαιρα δαίμων·

### 997.6

χαῖρ’, ὦ πότνι’, εὖ δὲ δοίης.

### 1005.1

τοῖαί νιν προσεροῦσι φῆμαι.

### 1005.2

—καὶ μὴν ὅδ’, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,

### 1005.3

Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.

### 1005.4

Ηρ. φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,

### 1005.5

Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν

### 1010.1

σιγῶντ’. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν

### 1010.2

ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·

### 1010.3

σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν

### 1010.4

γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις,

### 1010.5

ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.

### 1015.1

κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην

### 1015.2

σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.

### 1015.3

καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε·

### 1015.4

οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι. ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν

### 1020.1

λέξω· γυναῖκα τήνδε μοι σῶσον λαβών,

### 1020.2

ἕως ἂν ἵππους δεῦρο Θρηικίας ἄγων

### 1020.3

ἔλθω, τύραννον Βιστόνων κατακτανών.

### 1020.4

πράξας δ’ ὃ μὴ τύχοιμι (νοστήσαιμι γάρ)

### 1020.5

δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.

### 1025.1

πολλῶι δὲ μόχθωι χεῖρας ἦλθεν εἰς ἐμάς·

### 1025.2

ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς

### 1025.3

τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,

### 1025.4

ὅθεν κομίζω τήνδε νικητήρια

### 1025.5

λαβών. τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν

### 1030.1

ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα

### 1030.2

νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·

### 1030.3

γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετ’· ἐντυχόντι δὲ

### 1030.4

αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.

### 1030.5

ἀλλ’, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·

### 1035.1

οὐ γὰρ κλοπαίαν ἀλλὰ σὺν πόνωι λαβὼν

### 1035.2

ἥκω· χρόνωι δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.

### 1035.3

Αδ. οὔτοι ς’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς

### 1035.4

ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίους τύχας.

### 1035.5

ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,

### 1040.1

εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου·

### 1040.2

ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.

### 1040.3

γυναῖκα δ’, εἴ πως ἔστιν, αἰτοῦμαί ς’, ἄναξ,

### 1040.4

ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ

### 1040.5

σώιζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι

### 1045.1

ξένοι Φεραίων· μή μ’ ἀναμνήσηις κακῶν.

### 1045.2

οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον

### 1045.3

προσθῆις· ἅλις γὰρ συμφορᾶι βαρύνομαι.

### 1045.4

ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή; νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμωι πρέπει.

### 1045.5

πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;

### 1045.6

καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη

### 1045.7

ἔσται; τὸν ἡβῶνθ’, Ἡράκλεις, οὐ ῥάιδιον

### 1045.8

εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.

### 1055.1

ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;

### 1055.2

καὶ πῶς ἐπεσφρῶ τήνδε τῶι κείνης λέχει;

### 1055.3

διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,

### 1055.4

μή τίς μ’ ἐλέγξηι τὴν ἐμὴν εὐεργέτιν

### 1055.5

προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,

### 1060.1

καὶ τῆς θανούσης (ἀξία δέ μοι σέβειν)

### 1060.2

πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δ’, ὦ γύναι,

### 1060.3

ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχους’ Ἀλκήστιδι

### 1060.4

μορφῆς μέτρ’ ἴσθι, καὶ προσήϊξαι δέμας.

### 1060.5

οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων

### 1065.1

γυναῖκα τήνδε, μή μ’ ἕληις ἡιρημένον.

### 1065.2

δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν

### 1065.3

ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων

### 1065.4

πηγαὶ κατερρώγασιν. ὦ τλήμων ἐγώ,

### 1065.5

ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.

### 1070.1

Χο. ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην·

### 1070.2

χρὴ δ’, ἥτις ἐστί, καρτερεῖν θεοῦ δόσιν. Ηρ. εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν

### 1070.3

ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων

### 1070.4

γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.

### 1075.1

Αδ. σάφ’ οἶδα βούλεσθαί ς’ ἄν. ἀλλὰ ποῦ τόδε;

### 1075.2

οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.

### 1075.3

Ηρ. μή νυν ὑπέρβαλλ’ ἀλλ’ ἐναισίμως φέρε.

### 1075.4

Αδ. ῥᾶιον παραινεῖν ἢ παθόντα καρτερεῖν.

### 1075.5

Ηρ. τί δ’ ἂν προκόπτοις, εἰ θέλεις ἀεὶ στένειν;

### 1080.1

Αδ. ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.

### 1080.2

Ηρ. τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.

### 1080.3

Αδ. ἀπώλεσέν με κἄτι μᾶλλον ἢ λέγω.

### 1080.4

Ηρ. γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;

### 1080.5

Αδ. ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίωι.

### 1085.1

Ηρ. χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει, κακόν.

### 1085.2

Αδ. χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.

### 1085.3

Ηρ. γυνή σε παύσει καὶ νέοι γάμοι πόθου.

### 1085.4

Αδ. σίγησον· οἷον εἶπας. οὐκ ἂν ὠιόμην.

### 1085.5

Ηρ. τί δ’; οὐ γαμεῖς γὰρ ἀλλὰ χηρεύσηι λέχος;

### 1090.1

Αδ. οὐκ ἔστιν ἥτις τῶιδε συγκλιθήσεται.

### 1090.2

Ηρ. μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾶις;

### 1090.3

Αδ. κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.

### 1090.4

Ηρ. αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.

### 1090.5

[Αδ. ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.

### 1095.1

Ηρ. ἐπήινες’ ἀλόχωι πιστὸς οὕνεκ’ εἶ φίλος.]

### 1095.2

Αδ. θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.

### 1095.3

Ηρ. δέχου νυν εἴσω τήνδε γενναίως δόμων.

### 1095.4

Αδ. μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.

### 1095.5

Ηρ. καὶ μὴν ἁμαρτήσηι γε μὴ δράσας τάδε. Αδ. καὶ δρῶν γε λύπηι καρδίαν δηχθήσομαι.

### 1095.6

Ηρ πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.

### 1095.7

Αδ. φεῦ·

### 1102.1

εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ’λαβές ποτε.

### 1102.2

Ηρ. νικῶντι μέντοι καὶ σὺ συννικᾶις ἐμοί.

### 1102.3

Αδ. καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.

### 1105.1

Ηρ. ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.

### 1105.2

Αδ. χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.

### 1105.3

Ηρ. εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.

### 1105.4

Αδ. νίκα νυν· οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.

### 1105.5

Ηρ. ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.

### 1110.1

Αδ. κομίζετ’, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.

### 1110.2

Ηρ. οὐκ ἂν μεθείην σοῖς γυναῖκα προσπόλοις.

### 1110.3

Αδ. σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγ’, εἰ δοκεῖ, δόμους.

### 1110.4

Ηρ. ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.

### 1110.5

Αδ. οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.

### 1115.1

Ηρ. τῆι σῆι πέποιθα χειρὶ δεξιᾶι μόνηι.

### 1115.2

Αδ. ἄναξ, βιάζηι μ’ οὐ θέλοντα δρᾶν τάδε.

### 1115.3

Ηρ. τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης. Αδ. καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.

### 1115.4

[Ηρ. ἔχεις; Αδ. ἔχω, ναί. Ηρ. σῶιζέ νυν καὶ τὸν Διὸς

### 1120.1

φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.]

### 1120.2

βλέψον πρὸς αὐτήν, εἴ τι σῆι δοκεῖ πρέπειν

### 1120.3

γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.

### 1120.4

Αδ. ὦ θεοί, τί λέξω; θαῦμ’ ἀνέλπιστον τόδε·

### 1120.5

γυναῖκα λεύσσω τὴν ἐμὴν ἐτητύμως,

### 1125.1

ἢ κέρτομός μ’ ἐκ θεοῦ τις ἐκπλήσσει χαρά;

### 1125.2

Ηρ. οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾶις δάμαρτα σήν.

### 1125.3

Αδ. ὅρα δὲ μή τι φάσμα νερτέρων τόδ’ ἧι.

### 1125.4

Ηρ. οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.

### 1125.5

Αδ. ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;

### 1130.1

Ηρ. σάφ’ ἴσθ’· ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχηι.

### 1130.2

Αδ. θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;

### 1130.3

Ηρ. πρόσειπ’· ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.

### 1130.4

Αδ. ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,

### 1130.5

ἔχω ς’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.

### 1135.1

Ηρ. ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.

### 1135.2

Αδ. ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,

### 1135.3

εὐδαιμονοίης καί ς’ ὁ φιτύσας πατὴρ

### 1135.4

σώιζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.

### 1135.5

πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;

### 1140.1

Ηρ. μάχην συνάψας δαιμόνων τῶι κυρίωι.

### 1140.2

Αδ. ποῦ τόνδε Θανάτωι φὴις ἀγῶνα συμβαλεῖν;

### 1140.3

Ηρ. τύμβον παρ’ αὐτόν, ἐκ λόχου μάρψας χεροῖν. Αδ. τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;

### 1140.4

Ηρ. οὔπω θέμις σοι τῆσδε προσφωνημάτων

### 1145.1

κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις

### 1145.2

ἀφαγνίσηται καὶ τρίτον μόληι φάος.

### 1145.3

ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν

### 1145.4

τὸ λοιπόν, Ἄδμητ’, εὐσέβει περὶ ξένους.

### 1145.5

καὶ χαῖρ’· ἐγὼ δὲ τὸν προκείμενον πόνον Σθενέλου τυράννωι παιδὶ πορσυνῶ μολών.

### 1145.6

Αδ. μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.

### 1145.7

Ηρ. αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.

### 1145.8

Αδ. ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δρόμον.

### 1145.9

ἀστοῖς δὲ πάσηι τ’ ἐννέπω τετραρχίαι

### 1155.1

χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι

### 1155.2

βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.

### 1155.3

νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον

### 1155.4

τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.

### 1155.5

Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,

### 1160.1

πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·

### 1160.2

καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,

### 1160.3

τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-aq`.
