---
title: "Great Etymological Work: Letter Ζ"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Ζ"
author: Great Etymologicon
eul_wid: xie-aaf
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-zeta-xie-aaf"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:4c2e699c373f346555f3a888d52df16881ac6dde73efad17eba4134e41c5016e"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Ζ

*Ἐτυμολογικὸν τὸ Μέγα, Ζ*

**Author:** Great Etymologicon

**eul_wid:** `xie-aaf` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-zeta-xie-aaf)

## Text

<!-- 406 -->

ζ.

ζῆτα τὸ στοιχεῖον, ἀπὸ τοῦ Ζήτου τοῦ Βορέου· οὗ μέμνηται Ἀπολλώνιος. Ζαβάλλω: Τὸ ἐξαπατῶ. Ζαλαίνω: Τὸ μωραίνω. Ζαβουλών: Παρὰ τὸ ΖΑ ἐπιτατικὸν μόριον καὶ τὸ βουλὴ γίνεται Ζαβουλὼν, ὁ πάνυ βουλευτικώτατος. Ζαγρεύς: Ὁ Διόνυσος, παρὰ τοῖς ποιηταῖς. Δοκεῖ γὰρ ὁ Ζεὺς μιγῆναι τῇ Περσεφόνῃ· ἐξ ἧς. χθόνιος ὁ Διόνυσος. Καλλίμαχος,

  
Υἷα Διώνυσον Ζαγρέα γειναμένη.  
Παρὰ τὸ ΖΑ, ἵνʼ ᾖ ὁ πάνυ ἀγρεύων. Τινὲς τὸν αὐτὸν φασὶν εἶναι τῷ Πλούτωνι. Ζάγκλον: Τὸ δρέπανον. Ὥς φησι Καλλίμαχος,

  
Κέκρυπται γυνὴ ζάγκλον ὑποχθονίη.  
Παρὰ τὸ ΖΑ ἐπιτατικὸν καὶ τὸ ἀγκύλον, ζάγκυλον· καὶ κατὰ συγκοπὴν, ζάγκλον, τὸ λίαν ἀγκύλον. Ζαής: Ὁ σφοδρὸς ἄνεμος. Ὅμηρος,

  
Ὦρσε δʼ ἐπὶ ζαὴν ἄνεμον.  
Τὸν σφοδρῶς πνέοντα. Ἀπὸ τοῦ ΖΑ καὶ τοῦ ἄω, τὸ πνέω, γίνεται ζαεής· καὶ ἐν συναλοιφῇ, ζαής. Ἢ <!-- 407 -->ὡς παρὰ τὸ πέτω γίνεται πέτην, οὕτως καὶ παρὰ τὸ ἄω, ἄην· καὶ ζάην, μετὰ τοῦ ΖΑ. Τὸ γὰρ τέλειον, ζάηνα, ὡς πέτηνα, εἰ μὴ κατʼ ἔκθλιψιν γέγονε. Ζάθεος: Ἅγιος, εὐδαίμων, μεγαλότιμος, εὐώδης. Ἢ ὁ πάνυ θεῖος καὶ θειότατος. Παρὰ τὸ θεὸς καὶ τὸ α ἐπιτατικὸν, ἄθεος· καὶ πλεονασμῷ τοῦ ζ, ζάθεος. Ἢ Αἰολικῶς γέγονεν. Αἰολεῖς γὰρ τὸ ΔΙΑ, ΖΑ φασί· καὶ τὸν διάπλουτον, ζάπλουτον. Ἢ παρὰ τὸ ΖΑ ἐπιτατικὸν καὶ τὴν θέαν, ἵνʼ ᾖ ὁ ἀξιοθέατος, ὡς καὶ ἠγάθεος, ὁ ἄγαν τῆς θέας μετέχων, ὁ θαυμαστός. Τὸ δὲ ΖΑ, τὸ μέγα καὶ ἰσχυρὸν καὶ πολὺ σημαίνει. Ζαθέην: Ἐκ τοῦ ΖΑ καὶ τοῦ θεὸς γίνεται ζαθέα· καὶ Ἰωνικῇ τροπῇ τοῦ α εἰς η, ζαθέη·

  
Κίλλαν τε ζαθέην,  
τὴν ἄγαν θείαν καὶ θαυμαστήν. Ζαθερές: Τὸ μεσημβρινὸν καῦμα. Ζάκοτος: Ὁ ἄγαν ὀργίλος, ὁ μεγαλόκοτος· κότος γὰρ ἡ ὀργή. Ἡ διὰ πρόθεσις ἔστιν ὅτε ἐπίτασιν σημαίνει· καὶ τρεπομένη ὑπὸ Αἰολέων γίνεται ΖΑ, ὡς τὸ διαφλεγὴς, ζαφλεγής· καὶ ἁπλῶς τὸ ΔΙΑ, εἴτε πρόθεσιν σημαίνει, εἴτε μόνας συλλαβὰς, τρέπεται εἰς ΖΑ. Καὶ γὰρ τὴν καρδίαν, καρζάν φασι· καὶ τὸ διαμενὴς, ζαμενής. Ζάκορος: Νεωκόρος, ἤγουν ἡ διακονοῦσα περὶ τὸ ἱερόν. Μένανδρος,

  
Ζάκορος ἡ κοσμοῦσα τὸν ναὸν τέκνον.  
Καὶ ὁ ὑπηρέτης. Λευκαδία,

  
Ἐπίθες τὸ πῦρ ἡ ζάκορος οὑτωσὶ καλῶς.  
Ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν κοσμῶν καὶ σαρῶν. Κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. Τὸ δὲ ΖΑ, οὐκ ἔστιν ἐνταῦθα ἐπιτατικὸν, ἀλλʼ ἀντὶ τῆς διὰ προθέσεως, ἵνʼ ᾖ διάκορος, καὶ Ἀττικῶς, καὶ Αἰολικῶς. Ζάλη: Τὴν σύνομβρον πνοὴν, ἢ τὴν μεγάλην ἄελλαν, καὶ τὴν ταραχὴν τῆς θαλάσσης ἢ τοῦ ἀέρος· ἀπὸ τοῦ σφόδρα ἁλίζεσθαι. Παρὰ τὸ ΖΑ καὶ τὴν ἄελλαν. Πλάτων,

  
Εἴτε ζάλῃ πνεύματος ὑπὸ ἀέρος φερομένῃ καταληφθείη  
Συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν. Τινὲς, ἄνεμος λάβρος, πνεῦμα θορυβῶδες. Κλήμης, δύναται ζάλη τις εἶναι, μεγάλη συστροφὴ ἀνέμου. Τινὲς ζάλην τὴν χάλαζαν. Ἢ παρὰ τὸ ζέειν τὴν ἅλα, ἤγουν κορυφοῦσθαι ὑπὸ τῶν ἀνέμων, ἡ ζέουσα ἅλα. Κυρίως γὰρ ἐπὶ τῆς θαλάσσης· παρὰ τὸ ζέειν τὴν ἅλα. Ζαμενής: Εὔψυχος, μέγα μένος ἔχων, τουτέστι ψυχικὴν προθυμίαν· ἢ ὁ ἄγαν ὀργίλος. Παρὰ τὸ μένος, ὃ σημαίνει τὴν ὀργὴν καὶ τὸν θυμόν. Ζάμολξις: Πυθαγόρᾳ δουλεύσας· ὡς Ἡρόδοτος τετάρτῃ, Σκύθης· ὃς ἐπανελθὼν ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν. Μνασέας δὲ παρὰ Γέταις τὸν χρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξον. Ἑλλάνικος δὲ ἐν τοῖς Βαρβαρικοῖς Νόμοις φησὶν, ὅτι Ἑλληνικός τε γεγονὼς, τελετὰς κατέδειξε Γέταις τοῖς ἐν Θρᾴκῃ, καὶ ἔλεγεν ὅτι οὔτʼ ἂν αὐτὸς ἀποθάνοι, οὔθʼ οἱ μετὰ τούτου, ἀλλʼ ἕξουσι πάντα ἀγαθά. Ἅμα δὲ ταῦτα λέγων, ᾠκοδόμει οἴκημα κατάγαιον· ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρακῶν, ἐν τούτῳ διῃτᾶτο. Οἱ δὲ Γέται ἐπόθουν αὐτόν. Τετάρτῳ δὲ ἔτει πάλιν φαίνεται· καὶ οἱ Θρᾶκες αὐτῷ πάντα ἐπίστευσαν. Λέγουσι δέ τινες, ὡς ὁ Ζάμολξις <!-- 408 -->ἐδούλευσε Πυθαγόρᾳ, καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο. Ἀλλὰ πολὺ πρότερόν μοι δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι. Ἀθανατίζουσι δὲ καὶ Τέριζοι καὶ Κρόβυζοι· καὶ τοὺς ἀποθανόντας ὡς Ζάμολξιν φασὶν οἴχεσθαι, ἥξειν δὲ αὖθις. Καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν. Θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. Ῥητορική. Ζάραξ: Λυκόφρων,

  
Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ.  
Ζάραξ καὶ Ὀφέλτα, ὄρη Εὐβοίας, περὶ ἃ γέγονε τὰ ναυάγια τῶν Ἑλλήνων. Ζάραξ δὲ ὠνόμασται ἀπὸ Ζάρακος τοῦ Πετραίου υἱοῦ Καρύστου. Ζατῶ: Τὸ φράζω· καὶ ζατῶσαι, τὸ φράσαι. Ζατρεύω: Κυρίως τὸ ἐν μύλωνι βασανίζω· ἀπὸ τοῦ ζητρείου, ὃ σημαίνει κατὰ Ἴωνας τὸ βασανιστήριον. Ζατρεφέων: Ἐκ τοῦ ΖΑ καὶ τοῦ τρέφω, ἄγαν εὐτραφῶν. Ζαφλεγές: Πολύφλογον· παρὰ τὸ ἄγαν φλέγειν. Ζάφελος:

  
Ἐπιζάφελος χόλος,  
ἀντὶ τοῦ ἄγαν ηὐξημένος· καὶ,

  
ἐπιζαφελῶς χαλεπαίνει,  
ἀντὶ τοῦ ἐπιμόνως, ηὐξημένως, Ἰλιάδος ιʹ. Παρὰ τὸ ΖΑ καὶ τὸ ὀφέλλω, τὸ αὔξω, γίνεται ζαόφελος· καὶ συγκοπῇ, ζάφελος, ὁ ἐπηυξημένος καὶ σφοδρὸς καὶ θυμώδης καὶ ἰσχυρός. Ἢ παρὰ τὸ ὠφελῶ· καὶ σημαίνει τὸν μεγάλως ὠφελημένον, ἢ ἐπιμόνως ηὐξημένον. Καὶ τὸ μὲν ζάφελος βαρύνεται· ἐπειδὴ τὰ εἰς ΟΣ λήγοντα συγκείμενα παρὰ τὸ ΖΑ προπαροξύνεται, ζάκοτος, ζάθεος· τὸ δὲ ζαφελῶς περισπᾶται· τὰ γὰρ διὰ τοῦ ΛΩΣ ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπιτοπλεῖστον φιλεῖ περισπᾶσθαι, εὐτελῶς, ἐπιμελῶς. Πρόσκειται, «ὡς ἐπιτοπλεῖστον,» διὰ τὸ εὐτραπέλως, εἰκέλως. Ζαχρειής: Ζαχρειὲς ἐστὶ κυρίως τὸ βιαίως ταῖς χερσὶ πραττόμενον· παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις ζαχερὴς, καὶ ὑπερθέσει, ζαχρεὴς καὶ ζαχρειής. Ἢ, ὡς λέγει Ὦρος, ἔστι ῥῆμα χρῶ, τὸ πλησιάζω, παρὰ τὸν χρῶτα· παράγωγον χραύω, ὡς ψαύω· ὄνομα ῥηματικὸν, χρής· καὶ πλεονασμῷ τοῦ ε, μετὰ τοῦ ΖΑ, γίνεται ζαχρεής· καὶ πλεονασμῷ τοῦ ι. Σημαίνει τὸν ἄγαν χρειώδη, ἢ τὸν σφοδρόν· καὶ ζαχρειῶν ἀνέμων, ἰσχυρῶν, εὐχρήστων, ἐξαπιναίων, ἢ μεγάλως πνεόντων. Ζέμα: Τὸ θερμόν· παρὰ τὸ ζέω. Ζεύω: Τὸ γεύω· καὶ ζεύσασθαι, γεύσασθαι. Ζέλεια: Ὠνόμασται ἀπὸ Ζέλυός τινος· ἢ διὰ τὸ τὸν ἥλιον ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ζέλλω: Τὸ βάλλω· ἐξ οὗ ζέλλειν, τὸ βάλλειν. Ζέφυρος: Ὁ ἀπὸ δυσμῶν πνέων ἄνεμος, ὁ καὶ λὶψ καλούμενος. Παρὰ τὸ ζωὴ καὶ τὸ φέρω, ὁ τὸ ζῆν πᾶσι φέρων καὶ παρέχων, ζήφυρος, ζέφυρος· καὶ τί μετέχει τοῦ ζῆν; τῷ γὰρ θέρει πνέοντος αὐτοῦ οἱ καρποὶ αὔξονται· ζωοφόρος τὶς ὢν, ὁ τὰ πρὸς ζωὴν φέρων· ἐπειδὴ τὰ φυτὰ κυΐσκειν ποιεῖ. Ὅμηρος,

  
αὔρη  
  
ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.  
Ἢ παρὰ τὸ ζόφος, ζόφυρος καὶ ζέφυρος, ὁ ἐκ ζόφου ῥέων. Ὁ αὐτὸς καὶ λὶψ καλεῖται. Ζεύς: Ὁ θεός. Κορνοῦτος ἐν τῷ περὶ Ἑλληνικῆς θεολογίας φησὶν, ὅτι ψυχή ἐστι τοῦ παντὸς κόσμου, παρὰ τὸ ζωὴ καὶ αἰτία εἶναι τοῖς ζῶσι τοῦ ζῆν· καὶ διὰ τοῦτο βασιλεὺς λέγεται τῶν ὅλων, ὡς καὶ ἐν ἡμῖν ἡ ψυχή. Ἢ ὅτι ἔζησε μόνος τῶν τοῦ Κρόνου παίδων, καὶ οὐ κατεπόθη. Ἢ ἀπὸ τοῦ ζῆν καὶ τοῦ ἄω· τὸ γὰρ ζωοποιόν ἐστι πνεῦμα. <!-- 409 -->Ἢ παρὰ τὸ ΖΑ καὶ τὸ αὔω, τὸ βοῶ, ὁ μεγάλως αὔων. Ἢ παρὰ τὸ δέος· φοβερὸς γάρ. Ἢ παρὰ τὸ δεύω, τὸ βρέχω, δεύσω, Δεὺς καὶ Ζεύς· ὑέτιος γὰρ ὁ θεός. Ἢ παρὰ τὴν ζέσιν· θερμότατος γὰρ ὁ ἀήρ. Ἢ παρὰ τὸ ζέω, Ζεὺς, ὡς τρέω Τρεὺς, καὶ Ἀτρεύς. Σημαίνει δὲ τέσσαρα· τὸν θεὸν, ἢ τὸν οὐρανὸν, ὡς τὸ,

  
Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶας·  
σημαίνει καὶ τὸν Ποσειδῶνα, ὡς τὸ,

  
Ζεὺς δὲ κατὰ πόντον ἐτάραξεν  
σημαίνει καὶ τὸν καταχθόνιον θεὸν, ὡς τὸ,

  
Ζεύς τε καταχθόνιος.  
Ὁ Πλούτων, Ἰλιάδος ιʹ. σημαίνει καὶ τὸν ἥλιον,

  
ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.  
Διός· ὁ κανών· δύο κανόνες εἰσὶν οἱ μαχόμενοι· ὁ μὲν εἷς λέγει, ὅτι πᾶν ὄνομα μονοσύλλαβον ὀξύτονον μακροκατάληκτον εἰς σ λῆγον διὰ καθαροῦ τοῦ ΟΣ κλινόμενον τὸν χρόνον τῆς εὐθείας φυλάττει καὶ ἐν τῇ γενικῇ· οἷον, δμὼς, δμωός· θὼς, θωός· καὶ ὤφειλεν εἶναι Ζεὺς, Ζευός· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ εἰς εὺς διὰ τοῦ έος κλίνονται· καὶ ὤφειλεν εἶναι Ζεὺς, Ζέος. Τῶν οὖν δύο κανόνων μαχομένων, εἰσῆλθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, καὶ ἐγένετο Ζεὺς Διός. Ζεύς με μέγα: Αἱ ὀξυνόμεναι λέξεις, αἱ διὰ τὴν συνέπειαν τρέπουσαι τὴν ὀξεῖαν εἰς βαρεῖαν, ἐπιφερομένου τοῦ ἐγκλιτικοῦ μορίου τὴν ἰδίαν τάσιν φυλάττουσι. Τὸ ἐμὲ δὲ πρωτότυπός ἐστιν ἀντωνυμία. Αἱ δὲ πρωτότυποι ἀντωνυμίαι ἐγκλίνονται· καὶ αἱ ἐγκλινόμεναι ἀποβάλλουσι τὸ φωνῆεν. Ζεῦξαι: Τὸ βόας ἢ ἡμιόνους ἑνῶσαι ὑπὸ τὸν αὐτὸν ζυγόν. Καὶ ζεύξειν τὸ πρᾶγμα, παρὰ τὸ Ζεύς· αὐτὸς γὰρ πρῶτος ἔζευξεν ἡμιόνους ἐπὶ σπορᾷ καρπῶν. Ζευξιδία: Ἡ Ἥρα οὕτως τιμᾶται ἐν Ἄργει. Φασὶ γὰρ, ὅτι Ἄπις μεταναστὰς ἀπὸ τοῦ Ἄργους εἰς Αἴγυπτον ἔπεμψε βόας τῷ ἐν Ἄργει βασιλεύοντι, καὶ τὴν τοῦ σπόρου ἐργασίαν ἐδίδαξεν· ὁ δὲ, ζεύξας ἐπὶ τῷ σπόρῳ τὰς βοῦς, Ἥρας ἱερὸν ἀνέθηκεν. Ὅτε δὲ τοὺς στάχυς συνέβαινε βλαστάνειν καὶ ἀνθεῖν, ἄνθεα Ἥρας ἐκάλεσε. Ζεῦγος ἡμιονικὸν ἢ βοϊκόν ζεύξαντες τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρῳ, τὴν τῆς νύμφης μέθοδον ποιοῦνται. Παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρῴας ἑστίας ἐπὶ τὴν ἅμαξαν ἄγουσιν εἰς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς. Κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης· μέση μὲν ἡ νύμφη· ἐξ ἑκατέρου δὲ ὁ νυμφίος καὶ ὁ πάροχος· οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. Ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα λέγεται, ὁ ἐκ τρίτου παροχούμενος πάροχος ἐκλήθη. Ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοί τινες μετίωσι κόρην, ὁ τρίτος συμπαρὼν πάροχος λέγεται. Ζεῦγος: Οὐ μόνον τὸ ἐκ δυοῖν τινῶν ζευγνύμενον, ἀλλὰ καὶ τὸ ἐκ πλειόνων. Καὶ γὰρ καὶ Ἰσοκράτης τέθριππον ζεῦγος εἶπε, καὶ Αἰσχύλος. Ὥστε κἂν ἐκ τεσσάρων, κἂν ἐκ πέντε ᾖ, ζεῦγος αὐτὸ καλεῖται. Γίνεται δὲ παρὰ τὸ ζεύγω, ὡς τεύχω τεῦχος. Ζεῦγμα: Οὐ τὸ σχοινίον, ἀλλʼ ἡ ἐζευγμένη σχεδία ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ. Καὶ Θουκυδίδης ἑβδόμῃ,

  
Τὸ ζεῦγμα τοῦ λιμένος.  
Ζεύγλη: Τὸ ἄκρον τοῦ ζυγοῦ, καθʼ ὃ ἐντίθενται τοὺς τραχήλους τὰ ζῷα· ἢ τὸ τοῦ τραχήλου μέρος, καθʼ ὃ ὁ ζυγός. Ἀπὸ τοῦ ζεύξω, ζεύγλη, ὡς ἀπὸ τοῦ ἀΐξω, αἴγλη. Εἰς τὸ πεπάλη. <!-- 410 -->Ζευγίσιον: Ὃ ἐτέλει ὁ ζευγίτης. Τρεῖς δὲ τάξεις Ἀθήνῃσιν ἦσαν· πεντακοσιομέδιμνοι, οἱ πλουσιώτατοι· ἱππεῖς, οἱ ἱππάδα τελοῦντες· καὶ τὸ θητικόν. Ζείδωρος ἄρουρα: Παρὰ τὸ ζῆν ζήδωρος, ἡ τὰ πρὸς τὸ ζῆν δωρουμένη, τοῦ η εἰς τὴν ΕΙ δίφθογγον τραπέντος Βοιωτικῶς, ὡς οὐτήσω, οὐτειλή βιόδωρος. Ἢ παρὰ τὶ τὰς ζειὰς δωρεῖσθαι, ζειόδωρος. Ἢ παρὰ τὸ ζέω ζέεις καὶ ζέει, ἀποβολῇ τοῦ ι, ζεέδωρος, ὡς μένει, Μενέλαος· καὶ συναιρέσει ἢ κράσει γίνεται ζείδωρος· καὶ γὰρ τὸ ζῶ ζέω λέγεται, ἡ τὸ ζῆν δωρουμένη. Ζειαί: Αἱ ὀλύραι· κατὰ δὲ ἑτέρους αὐτὴ ἡ κριθή· πλεονασμῷ τοῦ ζ, εἰαί τινες οὖσαι. Εἰαὶ γὰρ αἱ τροφαί· οἷον,

  
Θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται.  
Ὅτι ζῴων εἰαί εἰσιν. Ἢ παρὰ τὸ ζέω, ζεαὶ καὶ ζειαὶ, αἱ τοῦ ζῆν αἴτιαι. Ἢ ἀπὸ τοῦ Ζεὺς, ὅτι Διὸς εὕρημα ἐστὶ κατὰ τὸν μῦθον. Τὰ εἰς ἄλφα τῇ ΕΙ διφθόγγῳ παραληγόμενα ἢ τῷ ι, ἐπὶ μὲν οὐσίας, ὀξύνεται, ζειὰ, φειὰ, χειά· ἐπὶ δὲ πράγματος, βαρύνεται· οἷον, μνεία, χρεία. Ζειραί: Χιτῶνες ἀνακεκολπωμένοι, ἢ ἀνάκωλοι. Ξενοφῶν,

  
Καὶ ζειρὰς μέχρι τῶν ποδῶν ἐπὶ τῶν ἵππων ἔχουσιν,  
  
Ἀλλʼ οὐ χλαμύδας.  
Οὕτως εἰς τὸ Ῥητορικόν. Ἄλλοι δὲ ζώνην καὶ χλαμύδα σημαίνειν τὴν λέξιν φασί· παρὰ τὸ εἴρειν, πλεονασμῷ τοῦ ζ, ἡ ἐνειρμένη· τινὲς δὲ παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν, δειρὰ, καὶ ζειρὰ, κατὰ μετάθεσιν τοῦ δέλτα εἰς ζ. Τινὲς δὲ παρὰ τὴν δέσιν, δειρὰ, ἱμάτιον, ἢ ἐφαπτὶς, ἢ διάδημα, ἢ πορφυροῦν ἔνδυμα. Ζέω καὶ ζεῖν: Εἴρηται κατὰ μίμησιν τοῦ κατὰ τὴν θερμασίαν τῶν ὑδάτων ἤχου· ἢ ἀπὸ τοῦ ΖΑ καὶ τοῦ ἄω, τὸ πνέω, ζάω καὶ ζέω. Ζῶ καὶ ζῆν: Τὸ τῆς ζωῆς σημαντικὸν ῥῆμα, ἀπὸ τοῦ ζέω κατὰ μεταφοράν· ἀναπνέομεν γὰρ, ἕως πάρεστιν ἐν ἡμῖν τὸ θερμὸν καὶ ἡ ζέσις τοῦ αἵματος. Ἢ ἀπὸ τοῦ ἄω, τὸ πνέω, πλεονασμῷ τοῦ ζῆτα ἢ τοῦ ΖΑ, γίνεται ζάω· εἶτα κατὰ κρᾶσιν, ζῶ. Παθητικὰ οὐκ ἔχει· τὰ γὰρ οὐδέτερα ῥήματα, μήτε ἐνέργειαν μήτε πάθος δηλοῦντα, παθητικὰ οὐκ ἔχει· οἷον ζῶ, πλουτῶ, ὑγιαίνω, ὑπάρχω. Τοῦ ζῆμι κίνησις οὐχ εὕρηται. Ἀπὸ τοῦ ζάω, ζάεις, ζάει, κατὰ κρᾶσιν Δωρικὴν τοῦ ΑΕ εἰς η, γίνεται ζῇς, καὶ ζῇ. Οὐ γὰρ ἀπὸ τοῦ ζάεις ζᾷς συνῃρημένον γέγονε τὸ ζῇς καὶ ζῇ. Ζῆθι: Ἔστιν εἰς τὸ βοῆς. Ὁ παρατατικὸς, ἔζαον ἔζων, ἔζαες ἔζης, ἔζαε ἔζη· καὶ τὸ προστακτικὸν ζῆ, ὡς παρʼ Εὐριπίδῃ ἐν Ἰφιγενείᾳ,

  
Ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.  
Καὶ ἐν Φρίξῳ,

  
Διʼ ἐλπίδος ζῆ, καὶ διʼ ἐλπίδος τρέφου.  
Τὸ γὰρ ζῆθι κατʼ ἐπέκτασιν ἔχει τὴν ΘΙ συλλαβήν· καὶ μετὰ τῆς σὺν προθέσεως, σύζηθι. Τινὲς λέγουσι τὸ ζῆς ζῆ μὴ ἔχειν τὸ ι προσγεγραμμένον, κατασκευάζοντες ἀπὸ τοῦ εἰς ΜΙ τοῦ ζῆμι· οἵτινες οὐκ ἀκριβῶς λέγουσιν. Εἰ γὰρ ἀπὸ τοῦ εἰς ΜΙ, ὤφειλεν εἶναι ἡ μετοχὴ ζὰς, ὥσπερ στάς· καὶ τὸ θηλυκὸν, ζᾶσα, ὥσπερ στᾶσα· νῦν δὲ ζῶν ἐστὶν ἡ μετοχή· καὶ τὸ θηλυκὸν, ζῶσα. Καὶ εἰ ἀπὸ τοῦ εἰς ΜΙ, ὤφειλεν εἶναι τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν, ὥσπερ φαμέν· νυνὶ δὲ ζῶμεν ἐστὶν, ὥσπερ βοῶμεν. Ἄρα οὐκ ἔστιν ἀπὸ τῶν εἰς ΜΙ. Ζητῶ: Συζυγίας πρώτης. Ἐκ τοῦ ΖΑ ἐπιτατικοῦ καὶ τοῦ αἰτῶ γίνεται ζαετῶ· καὶ συγκοπῇ, ζατῶ· καὶ τροπῇ τοῦ ἄλφα εἰς η, ζητῶ. <!-- 411 -->Ζητηταί: Ἀρχή τις ἦν Ἀθήνῃσι κατὰ καιροὺς καθισταμένη, πρὸς ἣν ἐμηνύοντο οἱ ὀφείλοντες χρήματα τῇ πόλει καὶ μὴ ἀποδεδωκότες. Ζήτης: Ὁ υἱὸς Βορρᾶ· οἷον,

  
Ζήτης αὖ Κάλαΐς τε Βορήϊοι υἷες ἱκέσθην,  
Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τοῖς Ἀργοναυτικοῖς. Ζαήτης, παρὰ τὸ ΖΑ καὶ τὸ ἀήτης, ὁ μεγάλως πνέων· υἱὸς γάρ ἐστι τοῦ Βορρᾶ. Ζῆθος: Ἀπολλώνιος,

  
Ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιὼ,  
  
Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη  
  
κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους  
  
ἱέμενοι.  
Εἴρηται παρὰ τὸν ζήσω μέλλοντα Ζῆθος, ὡς ἐρίσω ἔριθος. Ἢ ὅτι ἡ μήτηρ αὐτοῦ ἐζήτησεν εὐμαρῶς τεκεῖν αὐτὸν, ὥς φησιν Εὐριπίδης,

  
Τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ  
  
τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.  
Ζῆλος: Ὁ φθόνος. Παρὰ τὸ ζέω καὶ τὸ λίαν γίνεται ζέλος καὶ ζῆλος· θερμὸς γάρ ἐστι λίαν. Ἢ παρὰ τὸ ζέειν, ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι τὴν ψυχὴν ποιῶν· φλέγει γὰρ ἐν τῷ βάθει. Ἢ ὁ ἐκ τῆς ζέσεως τοῦ θυμοῦ γινόμενος. Ἢ ἀπὸ τοῦ ζάλη, ζάλος καὶ ζῆλος· ὁ γὰρ ζῆλος ζάλην βάλλει εἰς τὸν ἄνθρωπον. Ἢ ὁ ζητῶν πρός τινα ἄλλον ζῆν· οἷον,

  
ζηλοῖ δέ τε γείτονα γείτων.  
Τὰ δὲ παρʼ αὐτοῦ συγκείμενα, εἴτε κατʼ ἀρχὰς εἴτε κατὰ τὸ τέλος, τὴν αὐτὴν φυλάττει γραφήν· οἷον, πολύζηλος, δύσζηλος, ὁ φθονερὸς, παρὰ τὸ ζέειν ὅλος. Ζημία: Ἡ τῶν ὄντων πρὸς τὸ ζῆν μείωσις, ἡ τοῦ κέρδους καὶ τῆς ὠφελείας ἄτη, ἡ τὰ πρὸς τὸ ζῆν μειοῦσα, ἡ τὴν ζωὴν μειοῦσα, τουτέστι τὴν περιουσίαν· παρὰ τὴν ζέσιν τὴν γινομένην ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκτίνειν τὰ ἐπαγόμενα. Ἢ δημία τὶς οὖσα, ἡ πολιτική. Ζηρυνθία: Ἀφροδίτη ἐν Θρᾴκῃ. Ζήρυνθον γὰρ ἄντρον ἐν Θρᾴκῃ. Οὐ γὰρ μόνον Ἄρεως ἱερά ἐστιν ἐν Θρᾴκῃ, ἀλλὰ καὶ Ἀφροδίτης. Λυκόφρων. Ζήτρειον: Σημαίνει τὸ τῶν δούλων δεσμωτήριον, ἤγουν τὸν μύλωνα, παρὰ Χίοις καὶ Ἀχαιοῖς· ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. Εὔπολις,

  
Ὥσπερ γὰρ εἰς ζήτρειον ἐμπεσών.  
Καὶ Θεόπομπος,

  
ὥς μοι δοκεῖν  
  
εἶναι τὸ πρόθυρον τοῦτο βασανιστήριον,  
  
τὴν δʼ οἰκίαν ζήτρειον, ἢ κακὸν μέγα.  
Σύνθετον δέ ἐστιν ἐκ τοῦ ΖΑ καὶ τοῦ τρέω, τὸ φοβοῦμαι, ζάτρεον καὶ ζήτρειον. Ἢ παρὰ τὸ δεῖν, τὸ δεσμεύειν, καὶ τὸ τρέω γίνεται δήτρειον, καὶ ζήτρειον κατὰ τροπὴν εἰς ΕΙ διφθόγγου εἰς τὸ η· ἐν ᾧ δεῖσθαι τρέουσιν. Εὕρηται δὲ καὶ διὰ τοῦ ι συνεσταλμένον. Καὶ παρὰ Ἡρώδῃ,

  
Ἄγε αὐτὸν εἰς τὸ ζήτρειον.  
Ἔστι δὲ χωλίαμβον τὸ μέτρον. Τοῦτο δὲ ὁ μὲν Ὦρος προπαροξύνει, ὡς τὸ γήτειον· ὁ δὲ Ὠριγένης προπερισπᾶ. Χοιροβοσκός. Ζιζάνιον: Τὸ ἄνευ σπορᾶς συμπαραφυόμενον τῷ σίτῳ. Καὶ γίνεται παρὰ τὸ σῖτος καὶ τὸ σίνω, τὸ βλάπτω, σισάνιον καὶ ζιζάνιον, τὸ βλάπτον τὸν σῖτον. Ἢ παρὰ τὸ σῖτος καὶ τὸ ἱζάνω, τὸ κάθημαι, σιτοΐζανον, τὸ τῷ σίτῳ παρεδρεῦον καὶ συναυξάνον. Ζίω: Τὸ ζητῶ· ἐξ οὗ καὶ ζίεται, τὸ ζητεῖται. Ζιγνῶ: Τὸ σκυθρωπάζω· καὶ ζιγνῶσαι, τὸ σκυθρωπάσαι. Ζυγός: Παρὰ τὸ δύο ἄγειν, δυαγός· καὶ ἐν συγκοπῇ, δυγὸς καὶ ζυγός· οἱ γὰρ Δωριεῖς τὸ δ εἰς ζ τρέπουσιν. Ἢ παρὰ τὸ ἄγεσθαι καὶ ἐφέλκεσθαι ὑπʼ αὐτοῦ, δυγὸς καὶ ζυγός. Ἰστέον δὲ ὅτι τὸ ζ διαλύουσιν οἱ Δωριεῖς εἰς σ καὶ δ· <!-- 412 -->οἷον, ζυγὸς, σδυγός· ζευκτῆρες, σδευκτῆρες· θερίζω, θερίσδω· συρίζω, συρίσδω. Θεόκριτος,

  
Ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται.  
Ἤγουν μελίζεται καὶ ἠχεῖ καὶ ἀποτελεῖ μελῳδίαν. Σημαίνει τρία· τὸ ἅρμα τῶν ἵππων, ὡς τὸ,

  
Ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο·  
καὶ τὸν τῆς κιθάρας πῆχυν, ὡς τὸ,

  
ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν.  
Σημαίνει δὲ καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας. Εἴρηται καὶ ἐπὶ τῶν ἁμαξῶν, καὶ ἐπὶ ἁρμάτων, καὶ πλοίων. Καὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν τάλαντον, ἤγουν ἡ τρυτάνη, δυαγὸν, τὸ δύο ἄγον, καὶ ζυγόν. Λέγεται ζυγὸς καὶ ὁ τῆς κιθάρας πῆχυς καὶ ᾧ ἔγκεινται οἱ κόλλαβοι· οὕτω δὲ λέγονται οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι. Ἰλιάδος ἰῶτα. Ζυγομαχεῖν: Στασιάζειν, ὡς οἱ βόες ἐζευγμένοι. Μετῆκται δὲ ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης μὴ συμφώνως ἐργαζομένων· ἐκεῖνοι γὰρ πολλάκις ὅταν ἕλκωσι κάμνοντες, ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους· κέχρηται Ὑπερίδης. Ἢ ἀπὸ μεταφορᾶς τῶν εἰς τὸν σταθμὸν φιλονεικούντων, ἢ τῶν πωλούντων σταθμῷ καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους· ἢ ἀπὸ τῶν ὑποζυγίων, ἢ βοῶν, ἢ ἵππων, ἤ τινων τοιούτων· ὡς Ἡσίοδος,

  
Οὐκ ἂν τώγʼ ἐρίσαντες ἐν αὔλακι καμμὲν ἄροτρον  
  
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.  
Ὁ δὲ Ἡρόδοτος ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυγῶν δύνασθαι φησὶν εἶναι τὴν λέξιν, ἐπεὶ περὶ τῶν καθεδρῶν διαφέρονται οἱ ἐρέσσοντες. Ζύγαστρον: Τὸ κιβώτιον, ὥς φησι Σοφοκλῆς,

  
Κοίλῳ ζυγάστρῳ.  
Κυρίως ἡ ξυλίνη σορός· παρὰ τὸ ἐνεζεῦχθαι καὶ ἐνδεδέσθαι ἀλλήλαις τὰς σανίδας. Παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλάκιον. Ῥητορικὴ ἡ λέξις. Ζύμη: Τὸ σταῖς τὸ συμπεφθὲν εἰς ὄπτησιν. Παρὰ τὸ ζέω, ζύμη, ὡς λύω, λύμη· δύω, δύμη τὸ ζέον σταῖς· ἢ παρὰ τὸ ζωῆς οἶμον εἶναι. Ζέω, ζύω, ὡς ξέω, ξύω· χέω, χύω· ζύμη, καὶ ζύμωμα· ἐκ τοῦ ζέσαντος, ζεστὸς, ἢ σταῖς τι γεγονός. Ἐκ τοῦ ζύμη ζυμήτης, ἄρτος ποιός· οἷον,

  
ἄρτοι ζυμῆται οἱ μεγάλοι.  
Ζόφος: Σκότος, ἀχλύς. Παρὰ τὸ νέφος νόφος, καὶ μετὰ τοῦ ΖΑ, ζάνοφος· καὶ συγκοπῇ, ζόφος. Ἢ παρὰ τὸ φάος κατὰ προσέλευσιν τοῦ ο, ὄφαος· καὶ πλεονασμῷ τοῦ ζ, ζόφος, κατὰ ἀποβολὴν τοῦ α. Ἢ ἀπὸ τοῦ γνόφος, δνόφος καὶ ζόφος, δηλονότι ἀποβολῇ τοῦ ν. Σημαίνει δὲ δύο· τὸν ἐν ᾅδου τόπον, οἷον ὁμιχλώδη· καὶ τὸν εἰς δύσιν, ὡς τὸ,

  
Εἴτʼ ἐπʼ ἀριστερὰ τοίγε ποτὶ ζόφον ἠερόεντα.  
Ζωάγρια: Τὰ ὑπὲρ τοῦ ζῆν διδόμενα ἄποινα. Ζώγρει:

  
Ζώγρει Ἀτρέος υἱέ.  
Ἀντὶ τοῦ ζῶντα λάμβανε. Παρὰ τὸ ζῶ καὶ τὸ ἀγρεύειν, ζωγρῶ, τὸ τὰ ζῶντα ἀγρεύω. Ζωγράφος: Θεόκριτος,

  
Ποῖοι ζωογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.  
Οὐχ ὅτι γράμματι χρῆται, ἀλλʼ ὅτι τῇ γραφίδι προσκαταξύει· γράψαι γὰρ τὸ ξύσαι. Οὐκ ἔχει δὲ τὸ ι προσγεγραμμένον. Ἔστι γὰρ ζῷον ζῴου ζῳογράφος· καὶ ἐπειδὴ οὐδέποτε μεταξὺ τοῦ ι ὄντος ἢ τοῦ υ ἢ συμφώνου κρᾶσις γίνεται, ἀλλὰ πρῶτον ἀποβάλλει αὐτὸ, καὶ οὕτω γίνεται ἡ κρᾶσις, <!-- 413 -->βελτίονα, βελτίω· τῷ ἐμῷ, τὠμῷ· τοῦ ἀνθρώπου, τἀνθρώπου· καὶ τὸ ἄνθρωπος, τἄνθρωπος· τούτου χάριν καὶ τὸ ζῳογράφος πρῶτον ἀποβάλλει τὸ ι, καὶ οὕτω ποιεῖ τὴν κρᾶσιν τοῦ ω καὶ ο εἰς ω, χωρὶς τοῦ ι. Ζωπυρεῖν: Κυρίως τοὺς ἄνθρακας φυσᾶν·

  
Ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας.  
Καὶ ζωπυρῆσαι. Ἀπὸ μεταφορᾶς τοῦ πυρὸς λέγεται καὶ ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρρωννυμένους. Καὶ ἔζην·

  
Κἄγωγʼ ἂν ἔζην καὶ σὺ τὸν λοιπὸν χρόνον.  
Ὤφειλεν εἶναι ἔζων. Κοινῶς μὲν, ἔζας ἔζα· οἱ Δωριεῖς δὲ τὸ α ε εἰς η συναιροῦσιν, ἔζαες ἔζης λέγοντες, καὶ ἔζαε ἔζη. Πλάνης οὖν γινομένης, ἐγένετο πρῶτον πρόσωπον ἔζην, προσθέσει τοῦ ν, ἀπὸ τοῦ τρίτου προσώπου. Ζῴδιον: Σὺν τῷ ἰῶτα, ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Ἄρατος,

  
Ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν.  
Ἢ ἐπειδή ἐστι ζῷον ζῴου, ὅπερ ἔχει προσγεγραμμένον τὸ ἰῶτα· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῶν πρωτοτύπων ἀπὸ φωνήεντος ἄρχεται, γίνεται ζωΐδιον, ὡς εἴρηται, τοῦ ι ἀπὸ τοῦ πρωτοτύπου ὄντος. Τὸ γενικὸν ὄνομα, παρὰ τὸ ζῶ, τὸ τοῦ ζῆν δεκτικόν. Ἢ ἀπὸ τῆς ζωῆς, τὸ ζωὴν ἔχον, ἢ ζέσιν ἔχον καὶ θερμότητα, πρὸς ἀντιδιαστολὴν τῶν μὴ ζωῶν· ὅθεν καὶ ζεστὸν ἄνθρωπον φαμὲν, τὸν εὐκίνητον καὶ θερμόν. Γράφεται δὲ μετὰ τοῦ ἰῶτα, ἐπειδὴ εὕρηται κατὰ διάστασιν καὶ παρὰ Σιμωνίδῃ, οἷον

  
τόδʼ ἡμῖν ἑρπετὸν παρέπτατο  
  
ζώϊον κάκιστον.  
Καὶ διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ΩΟΝ. Τὰ γὰρ διὰ τοῦ ΩΟΝ οὐδέτερα μονογενῆ θέλει ἔχειν τὸ ἰῶτα· οἷον, Πτῷον, ὄνομα ὄρους· προστῷον, περιστῷον, ὑπερῷον. Οὕτω καὶ ζῷον σὺν τῷ ι. Ζῶς: Ἀξιοῖ ὁ Ἀσκαλωνίτης περισπᾶσθαι· οὐχ ὑγιῶς· μόνον γάρ ἐστι τὸ σῶς περισπώμενον μονοσύλλαβον ἀρσενικὸν εἰς ΩΣ λῆγον, εἴτε ἀπὸ τοῦ σῶος, ἢ ἀπὸ τοῦ σάος· ὅπερ ἄμεινον. Εἰ δὲ ἐκ τοῦ ζωὸς ἀξιοῖ αὐτὸ περισπᾶσθαι, ἴστω ὅτι τὰ ἐξ ὀξείας καὶ βαρείας πάλιν βαρύνονται. Εἰ μέντοι κλίνει αὐτὸ, ἰσοσύλλαβον εὑρεθήσεται. Γίνεται δὲ ἐκ τοῦ ζώω, ζωὸς ζώς· ἢ ἀπὸ τοῦ ζῶ, ζῶς. Ζῴη: Ἐκ τοῦ ἄω καὶ τοῦ ΖΑ γίνεται ζάω ζῶ· οἱ γὰρ ζῶντες πάνυ ἐμπνέουσιν. Ὁ ζάων, ὁ ζῶν· τοῦ ζάοντος, τοῦ ζῶντος. Τὸ εὐκτικὸν, ζάοιμι ζῷμι· τὸ δεύτερον, ζάοις, ζῷς· ζάοι, ζῷ· καὶ ἐν τῷ τρίτῳ προσώπῳ οἱ Ἀττικοὶ προστιθέασι τὸ η, καὶ γίνεται ζῴη. Ἀπὸ δὲ τρίτου ποιοῦσι τὸ δεύτερον, προσθέσει τοῦ σ, ζῴης· καὶ τροπῇ τοῦ σ εἰς ν, τὸ πρῶτον, ζῴην, ὡς ἀγαπῴην. Ζωή: Ἀπὸ τοῦ ζῶ γίνεται ζωὴ κατὰ πρόσληψιν συλλαβῆς. Ἢ ὥσπερ παρὰ τὸ ῥέω γίνεται ῥοὴ, καὶ χέω χοὴ, οὕτω καὶ ἀπὸ τοῦ ζέω, ζοή· καὶ τροπῇ τοῦ ο εἰς ω ζωή. Τὰ γοῦν παρʼ αὐτοῦ συγκείμενα τὴν αὐτὴν φυλάττει γραφὴν, ζωηφόρος, ζωοτόκος, ἀείζωος. Ζωμός: Κυρίως τὸ ἐπὶ τοῖς κρέασι τῶν ζῴων ἄρτυμα ζωμὸς καλεῖται· ζῶμα δὲ, τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι· ἢ τὸν θώρακα. Ζώννυσθαι: Τὸ καθοπλίζεσθαι· συνεκδοχικῶς ἀπὸ μέρους. Τὸ περιεζωσμένον ἐκ τοῦ ζώω βαρυτόνου· εἰ γὰρ ἦν ἀπὸ τοῦ ζῶ ζώσω, οὐκ ὤφειλε προσλαμβάνει τὸ σ· τοῦ δὲ ζῶ ἐπὶ τῆς ζωῆς ὁ μέλλων, ζήσω. Ἔχει δὲ τὸ ζωννύω πρὸς τὸ ζῶ συγγένειάν τινα· ἐπειδὴ τὸ ζῆν ἐπὶ τοῦ θερμοῦ λαμβάνεται, παρὰ <!-- 414 -->τὸ ζέω, διὰ τὴν ἐν αὐτῷ θερμασίαν, ὥσπερ καὶ κατὰ περίφρασιν ἀλίβας ὁ νεκρός· ἀπὸ δὲ μεταφορᾶς τοῦ ζῆν καὶ τὸ ζωννύω· ἐπειδὴ κατʼ ἐκεῖνον τὸν τόπον ζωννύμεθα, ἐν ᾧ ἐστι τὸ τοῦ σώματος θερμὸν, ἡ καρδία. Ζώνη: Τὸ τοῦ σώματος μέρος· παρὰ τὸ ζῶ· ἐν ᾧ μάλιστα τὸ τοῦ ζῴου ἐστὶ ζωτικόν· καὶ τὸ περὶ αὐτὸ ὕφασμα ζώνη ὁμωνύμως λέγεται, ὡς καὶ θώραξ τὸ μέρος τοῦ σώματος, καὶ τὸ περιτιθέμενον ὅπλον. Ἢ παρὰ τὸ δεῖν, δώνη καὶ ζώνη, ἡ περιδεομένη καὶ δεσμοῦσα ἡμᾶς· διὸ καὶ τὰ παρʼ αὐτοῦ συγκείμενα, διὰ τοῦ ω μεγάλου, οἷον ἄζωνος, βαθύζωνος, εὔζωνος. Σημαίνει δὲ τρία· τὸ μέρος τοῦ σώματος, ὡς τὸ,

  
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι,  
Ἰλιάδος βʹ. Παρὰ τὸ ζῶ, τὸ ζωογονῶ, τὸ παρὰ τὴν καρδίαν μέρος κείμενον, ἐν ᾧ μάλιστα ἐστὶ τὸ τοῦ ζῆν δεκτικόν. Σημαίνει καὶ τὸ ἐν συνηθείᾳ λεγόμενον, ὡς τὸ,

  
Ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν.  
Σημαίνει καὶ τὸν συνουσιασμὸν, ὡς τὸ,

  
Λῦσε δὲ παρθενίην ζώνην.  
Ζωστήρ: Θώραξ, ζώνη· καὶ τόπος τῆς Ἀττικῆς. Εὐφορίων,

  
Οὗτος μὲν Ζωστὴρ, Φοίβου πέδον.  
Καὶ Ζώστριος Ἀπόλλων, παρὰ Ἀθηναίοις τιμώμενος. Καὶ,

  
ἥδʼ ἐπαπειλήσασα ζωστηρίῳ Ἀπόλλωνι.  
Φασὶ γὰρ, τὴν Λητὼ ὠδίνουσαν ἐκεῖσε τὴν ζώνην λῦσαι. Ζωστήρ: Ὁ ἐπάνω τοῦ θώρακος, ᾧ χρῶνται·

  
Λῦσε δέ οἱ ζωστῆρα παναίολον.  
ζῶμα δὲ καὶ αὐτὸς ὁ θώραξ κατὰ Ἀρίσταρχον, ἀντίγραφον οὖν φησὶ,

  
Διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο.  
Λέγεται ζῶμα καὶ τὸ περίζωμα·

  
Ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν· αὐτὰρ ἔπειτα  
  
θῆκεν ἱμάντας ἐϋδμήτους.  
Ζωρότερον:

  
Ζωρότερον δὲ κέραιρε,  
Ἰλιάδος ιʹ· ζωτικώτερον, ἀκρατότερον, ἐνεργές· οἱ δὲ, θερμότερον· παρὰ τὸ ζωρὸς, ὁ ἄκρατος· καὶ οὐδέτερον, ζωρόν· καὶ ζωρότερον ποτόν. Ἀπὸ τοῦ ζῆν, ἢ ζεῖν, γίνεται ζωότερον, καὶ πλεονασμῷ τοῦ ρ· ἐν ᾧ ὁ οἶνος οὐκ ἠφάνισται, ἀλλʼ ἔτι ζῇ· ἢ ζεῖ καὶ θερμός ἐστιν· ἀπὸ δὲ τούτου τὸ ἀκρατότερον καὶ ἰσχυρὸν ἐμφαίνει. Ἢ ἀπὸ τοῦ ΖΑ καὶ τοῦ ὦρον, ὃ σημαίνει τὸν ἐνιαυτὸν, γίνεται ζάωρος, καὶ ζωρὸς, ὁ πολυετὴς καὶ παλαιὸς οἶνος, καὶ εὔποτος ὑπὲρ τὸν νέον. Ζώτειον: Προπαροξυτόνως ὁ μύλων· παρὰ τὰς ζειὰς, αἳ καὶ ζεαὶ καλοῦνται· ὅπου αἱ ζειαὶ ἐκόπτοντο, οἱονεὶ ζεόντειον. Οἱ δὲ, τόπου ὄνομα, ὅπου ἐκολάζοντο οἱ οἰκέται. Ἀριστοφάνης Βαβυλωνίοις, ζώστειον, ὡς Ὦρος ὁ Μιλήσιος εἴρηκεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aaf`.
