---
title: "Great Etymological Work: Letter Υ"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Υ"
author: Etymologicum Magnum
eul_wid: xie-aat
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-upsilon-xie-aat"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:4f18c77f054e4e3ba41eb3dcd818e5cfbb04827167ae272b41f6e08c991e5eb8"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Υ

*Ἐτυμολογικὸν τὸ Μέγα, Υ*

**Author:** Etymologicum Magnum

**eul_wid:** `xie-aat` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-upsilon-xie-aat)

## Text

<!-- 773 -->

υ.

Υ τὸ στοιχεῖον· ὅτι αἱ ὑάδες τὸ πρόσωπον τοῦ ταύρου· ὃ ἐπιπλατυνόμενον ἀπὸ τοῦ μετώπου λεπτύνεται ἐξ ἀμφοτέρων ἀπὸ τῶν κάτω, ὥσπερ καὶ τὸ γράμμα. <!-- 774 -->Ὑάδες: Οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες· παρὰ τὸ ὕειν· ὑετοῦ γὰρ παρασκευαστικαί εἰσι δύνουσαι. Ἢ παρὰ τὸ τῷ υ στοιχείῳ ἀπεικάζεσθαι. Ὕαλος: Διὰ τοῦ α, οὐχ ὕελος· καὶ θηλυκῶς, ἡ ὕαλος· καὶ ὑάλινον, ἀντὶ τοῦ ὕαλον. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ὕειν, καθʼ ὁμοιότητα τῆς γινομένης συστάσεως καὶ πήξεως τοῦ ὕδατος, ὑάλῳ ὁμοίως. Ὑβός: Ὁ κυρτός· καὶ ὑβόν. Ἔστι κῦφον· καὶ ἀποβολῇ τοῦ κ, καὶ τροπῇ τοῦ φ εἰς β· ὅθεν καὶ ὕβωσις, ἡ λόρδωσις. Εἰσὶ δὲ πάθη λόρδωσις, ἢ λέδορσις· ἔστι δὲ τὸ ἔμπροσθεν. Ὕβωσις, τὸ κατὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος· κύρτωσις δὲ, τὸ μέσον τῆς ῥάχεως. Ὕβρις: Ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας αἰκία· αἰκία δὲ, πληγαὶ μόνον. Λυσίας ἐν τῷ περὶ αἰκίας πρὸς Ἰσοκράτην, Καίτοι τὶς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἐστὶ μόνον τιμῆσαι· τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν. Ῥητορική. Παρὰ τὸ ὑφαιρῶ ὕφρις· καὶ τροπῇ, ὕβρις· οἷον ὑπόβαρίς τις οὖσα. Ἢ παρὰ τὸ ὑβάλλω, τὸ ἐμποδίζω, ὕβαλις· καὶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ λ εἰς ρ, ὕβρις. Ὕβριστις: Παρώνυμόν ἐστιν, ἀπὸ τοῦ ὑβριστής. Ὑβάδαι: Δῆμος τῆς Λεοντίδος. Ὑγεία Ἀθηνᾶ: Ἐπίθετόν ἐστιν Ἀθηνᾶς· καλεῖται γὰρ καὶ νίκη καὶ ἱππία καὶ ἐργάνη. Ὑγιής: Ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἷον ὑγριής· ὅθεν διερὸς, ὁ ζῶν· καὶ ἀλίβας, ὁ νεκρός. Οὕτως Ἡρωδιανός. Ἐγὼ δὲ οἶμαι παρὰ τὸ εὖ εἶναι τὸ σῶμα, ἢ παρὰ τὸ εὖ ἰαίνεσθαι, ἀντὶ τοῦ εὐφραίνεσθαι. Ἰστέον ὅτι τὰ εἰς ΗΣ καθαρὸν ὀξύτονα τῷ ι παραληγόμενα δύο εἰσὶ, χαριὴς καὶ ὑγιής· ἐξ οὗ συγκριτικὸν, χαριέστερος καὶ ὑγιέστερος. Ὥσπερ δὲ παρὰ τὸ εὐσεβὴς εὐσέβεια, οὕτω καὶ παρὰ τὸ ὑγιὴς γίνεται ὑγίεια· καὶ κατὰ κράσιν, ὑγεία, ὥσπερ τὰ Ἀπολλωνίεια, τὰ Ἀπολλώνεια. Οἱ δὲ Ἀθηναῖοι ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον, καὶ φυλάττουσι τὴν αὐτὴν γραφὴν, ὑγιεία, ὥσπερ τὸ ἱερεία. Ἰστέον δὲ ὅτι τὸ ὑγεία τρισύλλαβον οὕτως ἐν τῇ κωμῳδίᾳ, οὕτως ἐν τῇ τραγῳδίᾳ αὐτὸ εὕρηται· καὶ οἱ ῥήτορες δὲ τετρασυλλάβως προφέρουσι. Χοιροβοσκός. Ἰστέον δὲ ὅτι ὑγίειαν καλοῦσιν οἱ Ἀττικοὶ τὰ πεφυραμένα οἴνῳ καὶ ἐλαίῳ ἄλφιτα, καὶ πᾶν ὅ τι ἐξ ἱεροῦ φέρει, οἷον θαλλόν τινα ἢ ἄλειμμα. Ζήτει τὸ παρὰ Σώφρονι, «ὑγιώτερον κολοκύντας,» πῶς οὐ λέγει «ὑγιέστερον;» Ῥητέον οὖν, ὅτι ἑκοντὶ ἥμαρτε, τὸ ἄκακον τῆς γυναικείας ἑρμηνείας μιμούμενος· ὃν τρόπον κἀκεῖ ἐσολοίκισε, «τατώμενα τοῦ κιτῶνος,» ἀντὶ τοῦ, «ἐνέχυρα θείς.» «Ὁ τόκος νιν ἀλιφθερώκει.» Φιλόξενος. Ὑγρόν: Ὕδωρ τὶ ὂν, οἷον ἔνυδρον· ἢ παρὰ τὸ ὕω ὕσω ὑρός· καὶ πλεονασμῷ τοῦ γ, ὑγρός. Ὑγρὸν ἔλαιον: Διὰ τὸ μὴ πήγνυσθαι καθὼς τὸ ὕδωρ, ὅτι πολὺ ἔχει τὸ θερμόν. Ὕδωρ: Παρὰ τὸ ὕω, τὸ βρέχω, ὕωρ· καὶ πλεονασμῷ τοῦ δ. Καὶ ὕδωρ αὐτοπαγὲς, τὸ συνεστηκὸς ἐν τοῖς ἱεροῖς, ἢ τὸ αὐτομάτας πηγὰς ἔχον. Ὑδρία: Κυρίως τὸ εἰς ὕδωρ εὔθετον ἀγγεῖον. Ὑδροφορία: Ἑορτὴ πένθιμος Ἀθήνῃσι ἐπὶ τοῖς ἐν τῷ κατακλυσμῷ ἀπολομένοις. <!-- 775 -->Ὑετός: Παρὰ τὸ ὕω, τὸ βρέχω, ὕτος· καὶ πλεονασμῷ τοῦ ε. Ὕης: Ἐπίθετον Διονύσου, ὡς Κλείδημος, ἐπειδὴ ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ καθʼ ὃν ὁ θεὸς ὕει χρόνον· ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέγει· καὶ τὰς τοῦ Διονύσου τροφοὺς, Ὕαδας. Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸν Ὕην. Ῥητορική. Ἢ ὅτι ὕσεν ὁ θεὸς ἐπὶ τὴν γέννησιν αὐτοῦ. Ὑηνεῖς: Ὑϊκόν τι καὶ ὀζῶδες ποιεῖς· καὶ ὑηνία, σκαιότης καὶ ἀμαθία· καὶ ὑηνῶν, σκαιῶν καὶ ἀμαθῶν. Ὕθλος: Ἡ φλυαρία, ἢ ἡ μωρία. Ἐκ τοῦ φλῶ, παράγωγον φλέω καὶ φλύω, ὡς ῥέω ῥύω· ὑπερθέσει, ὕφλος, καὶ ὕθλος. Ὑϊκόν: Ὑὸς ἴδιον, χοίρου ἔργον. Ξενοφῶν Ἀπομνημονεύμασι. Υἱός: Παρὰ τὸ ὕω, τὸ βρέχω, ὁ τοῦ πατρὸς καὶ τῆς μητρὸς ὢν εὐφρασία. Υἱεὺς υἱέος, διὰ τοῦ ο· οὐ γίνεται δὲ παρὰ Ἀθηναίοις διὰ τοῦ ε καὶ ω, ἀλλὰ διὰ τοῦ ο, οἷον,

  
Ὦ υἱεῖς Πριάμοιο,  
Ἰλιάδος εʹ. Γίνεται δὲ υἱὸς ἀπὸ τοῦ φύω, τὸ γεννῶ, φυὸς καὶ υἱός. Ἔστι καὶ ὕϊς, ὃ σημαίνει τὸν υἱόν· κλίνεται ὕϊος· καὶ κατὰ συναίρεσιν, υἷος· ἡ δοτικὴ, υἷϊ· ἡ αἰτιατικὴ, υἷα· ἡ εὐθεῖα τῶν πληθυντικῶν, υἷες· καὶ ἡ αἰτιατικὴ,

  
υἷας Ἀχαιῶν·  
τοῦ ὕϊς ἡ εὐθεῖα οὐ συναιρεῖται· οὐδέποτε γὰρ μετὰ τὴν ΥΙ δίφθογγον ἐπάγεται σύμφωνον· ἡ δὲ γενικὴ μετάγεται εἰς εὐθεῖαν, καὶ γίνεται υἱὸς υἱοῦ, ὡς ἀπὸ τοῦ κῆρυξ κήρυκος καὶ κήρυκος κηρύκου. Υἱωνός: Υἱοῦ υἱὸς, ὅ ἐστιν ἔκγονος. Ὑώσεις: Αἱ υἱοθεσίαι· καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποίησε· καὶ υἱῶσαι. Ἡ χρῆσις παρὰ Αἰολεῦσιν. Ὑϊκὸν δέρμα: Οὐχ εὕρηται ἐν χρήσει, εἰ μὴ παρὰ Ἀξιονίκῳ. Ἡμάρτηται δέ· οὐδέποτε γὰρ λέξις σημαίνουσα μέρος σώματος ἔχει εἰς ΚΟΝ κτητικὸν, ἀλλὰ διὰ καθαροῦ τοῦ ΟΝ· οὐ γὰρ λέγομεν χοιρικὸν κρέας, ἀλλὰ χοίρειον· οὐδὲ ἀνθρωπικὸς ποὺς, ἀλλʼ ἀνθρώπειος πούς· οὕτως οὐ δεῖ λέγειν ὑϊκὸν, ἀλλʼ ὕειον δέρμα. Ἀποροῦσι δὲ τινὲς λέγοντες, διατί Αἰάντειος υἱὸς λέγεται, Αἰάντειος δὲ ἀδελφὸς οὐ λέγεται. Καὶ ἔστιν εἰπεῖν, ὅτι τῶν κτητικῶν ἀντωνυμιῶν καὶ πρὸς μείζονας λαμβάνεται ἡ σχέσις, καὶ πρὸς ἶσον, καὶ πρὸς ἥττονα. Πρὸς μείζους μὲν, οἷον ὁ ἐμὸς δεσπότης· πρὸς ἶσον δὲ, οἷον ὁ ἐμὸς ἀδελφός· πρὸς ἥττονα δὲ, οἷον ὁ ἐμὸς δοῦλος. Ἐπὶ δὲ τῶν κτητικῶν ὀνομάτων οὐδέν τι τοιοῦτον εὕρηται· ἀεὶ γὰρ πρὸς ἥττονα θέλει εἶναι ἡ σχέσις, καὶ οὔτε πρὸς μείζονα, οὔτε πρὸς ἶσον· οὐδεὶς γὰρ λέγει Ἀριστάρχειος πατὴρ ἢ φίλος, Ἀριστάρχειος δὲ ἀγρὸς λέγεται. Τούτου χάριν Αἰάντειος μὲν υἱὸς λέγεται, ἐπειδὴ πρὸς ἥττονα ἐστὶν ἡ σχέσις· Αἰάντειος δὲ ἀδελφὸς οὐ λέγεται· πρὸς ἶσον γὰρ ἡ σχέσις. Ὑδροφόρος: Παροξυτόνως μὲν σημαίνει ἐνέργειαν· προπαροξυτόνως δὲ, πάθος· τὸ μὲν γάρ ἐστιν ὁ φέρων τὸ ὕδωρ· τὸ δὲ, τὸ ἀπὸ ὕδατος φερόμενον. Ἆρα καὶ ἐν πᾶσι τοῖς ἀπὸ ῥημάτων συντιθεμένοις ταυτὸν εἶναι εὑρίσκομεν; Φαμὲν ὅτι ἐπίπαν· ὅτι δὲ ἔνια μόρια παραβαίνοντα τὸν λόγον, ὡς αἱ προθέσεις καὶ τὸ ζὰ ἐπιτατικὸν, οἷον ἐπίσκοπος καὶ ζάχρυσος, ἐνέργειαν σημαίνει, οὐ πάθος, καὶ προπαροξύνεται· καὶ τὰ ὅμοια· ὥσπερ τὸ ναύβατος παροξυτόνως μὲν, παθητικός· προπαροξυτόνως δὲ, ἐνεργητικός· τὸ μὲν γὰρ δηλοῖ τὸν ἐμβαίνοντα ἐπὶ τὴν ναῦν· <!-- 776 -->τὸ δὲ, τὸν ὑπὸ τῆς νηὸς βαινόμενον. Ἆρα καὶ τὰ λοιπὰ τὸν αὐτὸν λόγον φυλάττει; Λέγομεν πάλιν ὡς ἐπίπαν· Ἰδοὺ γὰρ ἀτερπὴς μῦθος, ὁ μὴ τέρπων, ὀξύνεται ἐνεργητικός· καὶ ἀνηλεὴς, ὁ μὴ ἐλεῶν· καὶ φιλομειδὴς, ἡ φιλοῦσα τὸν γέλωτα· καὶ ἀνεμοσκεπὴς χλαῖνα, ἡ ἐκ τοῦ ἀνέμου σκέπουσα· καὶ δυσαὴς, ὁ δεινῶς πνέων. Τοὐναντίον δὲ τριήρης ναῦς, ἡ ὑπὸ τριῶν τάξεων ἐρεσσομένη· ἐν γὰρ τοῖς παροξυτόνοις ἐστὶ παθητικόν. Ὁμοίως καὶ ἁλιήρης, καὶ πανώλης καὶ ἐξώλης, τὸ ἀπόλλυσθαι παθητικῶς ἐγκείμενον. Ὑδνῶ: Τὸ τρέφω· καὶ ὑδνεῖν, τὸ τρέφειν. Ὑδῶ: Τὸ ὑμνῶ καὶ λέγω· ἐξ οὗ ὕδειν, τὸ ὑμνεῖν καὶ λέγειν. Ὕδωρ: Τὸ υ διφορεῖται κατὰ τὸν χρόνον· ἀλλὰ τὸ μὲν συστελλόμενον, ἀνάλογον· τὸ δὲ ἐκτεινόμενον, ποιητικόν. Κλίνεται ὕδατος· σεσημείωται γὰρ, ὅτι ἔστιν ἑτερόκλιτον· ἡ γὰρ κλίσις αὐτοῦ ὡς ἀπὸ τῶν εἰς ΑΣ ἐστὶ τοῦ ὕδας ὕδατος, ὡς γῆρας γήρατος. Διατί; Πᾶν οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἀπαθὲς, χωρὶς τῶν παρὰ τὸ ποὺς καὶ τῶν εἰς ΩΡ καταλήξεων, διὰ τὸ τέκμωρ τέκμωρος βραχείᾳ καταλήγειν θέλει. Ὑλακόμωροι: Ὑλακτικοὶ, οἱ περὶ τὸ ὑλακτεῖν πονούμενοι. Τινὲς δὲ τοὺς ὀξυφώνους, ὡς καὶ ἐγχεσιμώρους, διὰ τὴν ὀξύτητα τῶν δοράτων· μόρον γὰρ λέγουσι Κύπριοι τὸ ὀξύ. Βέλτιον δὲ οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, διὰ τὸ ἐγρηγορέναι· ἢ τῇ ὑλακῇ ὠροῦντες, ὅ ἐστιν ὀξείᾳ χρώμενοι ὑλακῇ. Ὑλάστριαι καὶ ὑλαζόμενοι: Οἱ ξύλα συλλέγοντες· καὶ ὑληφόροι, οἱ ξυληφόροι· καὶ ὑλουργοὶ, οἱ ὑλοτόμοι. Ὕλις ὕλιος, μεταπλασμός ἐστιν, ἀπὸ τοῦ ὕλη τοῦ μακροῦ. Γίνεται παρὰ τὸ ὕεσθαι, ὅ ἐστι βρέχεσθαι· ἡ διʼ ὑγροῦ αὐξανομένη. Εἰς τὸ ἰλύς. Ὕλη: Σημαίνει δὲ τρία· τὰ ξύλα, ὡς τὸ,

  
ὕλην τʼ ἀξέμεναι·  
καὶ τὸν σύνδενδρον τόπον, ὡς τὸ,

  
Ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ·  
ἔστι καὶ ὄνομα πόλεως. Ὑλομανούντων: Μεμηνότων περὶ τὴν ὕλην, τῇ ὕλῃ χαιρόντων. Ὑλλήων: Γενικὴ πληθυντικῶν παρὰ Ἀπολλωνίῳ. ὑλλεῖς, ἔθνος Κελτικόν· ἀπὸ Ὕλλου βασιλέως αὐτῶν, υἱοῦ Μελίτης καὶ Ἡρακλέους. Ὑμέναιος: Γαμικὸς ὕμνος, παρὰ τὸ ὁμοῦ ναίειν· ὅτε οὖν συνοικίζεται ἀνὴρ γυναικί. Οἱ δὲ, παρὰ τὸ ὕμνος· ἀλλʼ οὐ πᾶς ὕμνος ὑμεναῖος καλεῖται. Καὶ ῥῆμα ὑμεναιῶ, πρώτης συζυγίας· ἀλλὰ καὶ ἐπὶ τρίτης συζυγίας εἴρηται. Καὶ ὑμεναιοῦν, τὸ ᾄδειν τὸν ὑμέναιον καὶ συνάπτειν γάμῳ. Ἢ ὑμέναιος, ὁ ἐπιθαλάμιος ὕμνος· ἀπὸ τοῦ ὁμονοεῖν τοὺς νυμφίους ὁμόσε ναίοντας· τροπῇ Αἰολικῇ. Ἢ ἀπό τινος Ὑμεναίου, ὅν φασι γήμαντα δοξασθῆναι. Ὑμενῶδες: Λεπτότατον καὶ οἷον εἰπεῖν ἀερῶδες. Ὁ δὲ ὑμὴν ὑφήν τις ἐστιν, ἀπὸ τοῦ ὡς ὕφασμα εἶναι λεπτὸν ὑμένα. Ὑμήν: Ὑμετέραν, ἀπὸ τοῦ ὑμῶν, τροπῇ τοῦ ω εἰς η· ἢ συγκοπὴ γίνεται τῶν τεσσάρων στοιχείων ἀπὸ τοῦ ὑμετέρα, καὶ γίνεται ὕμη, ὡς ἐν Ἰλιάδος ηʹ, ὡς τὸ ὑμέτερον, ὑμόν· ἢ ἀπὸ τοῦ ὑμῶν κατὰ τροπήν. Ὑμήττιον μέλι: Τὸ εὔχρηστον πρὸς ἰατρείαν. ὑμηττὸς γὰρ τόπος Ἀττικῆς, ἐν ᾧ λέγεται εὔχρηστον μέλι γίνεσθαι. <!-- 777 -->Ὕμνος: Κατὰ συγκοπὴν, ὑπόμονός τις ὢν, καθὸ εἰς ὑπομονὴν καὶ μνήμην ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις καὶ ἀρετάς. Κεχώρισται δὲ ἐγκωμίων καὶ προσῳδιῶν καὶ παιάνων, οὐχ ὡς κἀκείνων μὴ ὄντων ὕμνων· γράφεται δὲ γὰρ ὕμνος προσῳδίας προσῳδιῶν ὕμνος ἐγκωμίου, ὕμνος παιᾶνος, καὶ τὰ ὅμοια· διαστέλλεται ὡς εἴδη ἀπὸ γένους· ἀλλʼ ὅτι τὰ ἄλλα ἀντιδιαστέλλονται προσῴδια γὰρ, καθὰ κέκληται, προσιόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον· τὸν δὲ ὕμνον, πρὸς κιθάραν. Οὕτως Δίδυμος ἐν τῷ περὶ Λυρικῶν Ποιητῶν. Ὑμνηπολείτω: Ἀντὶ τοῦ ὑμνείτω. Καὶ ὑμνούντων ψιλῶς, ἀντὶ τοῦ λεγόντων, Πλάτων Νόμων ἕκτῳ. Καὶ ὑμνεῖν, ὀδύρεσθαι, μέμφεσθαι, λοιδορεῖν, κατʼ εὐφημισμὸν, ὡς ἐν πρώτῳ Πολιτείας. Ὕνις: Τὸ γεωργικὸν ἐργαλεῖον, ἀποβολῇ τοῦ δ, δύνις τὶς οὖσα· ἐπεὶ κατὰ τῆς γῆς δύνει. Ὑοσκύαμος: Ὃν οἱ πίνοντες μαίνονται. Καὶ ὑοσκυαμᾶν, τὸ μεμηνέναι καὶ παραπαίειν, ὡς Φερεκράτης Κοριαννοῖ. Ὑπαγωγεύς: Ἐργαλεῖον οἰκοδομικόν. Ὑπάγει: Ἐξαπατᾷ. Καὶ ὑπαγωγαὶ, αἱ ἀπάται. Καὶ ὑπαγωγὴ, ἡ ὑποχώρησις. Καὶ ὑπαγωγὰς, τὰς ἀναχωρήσεις.

  
Διώξεις τε καὶ ὑπαγωγὰς,  
Θουκυδίδης φησί. Καὶ ὑπαγωγὴ δὲ λέγεται ἡ ταῖς ναυσὶ σκέπη καὶ προσόρμησις, οἷον ὕφορμός τις. Ὑπακτέον: Πορευτέον. Ἐκ τοῦ ἄγω, ἀκτέον καὶ ὑπακτέον. Ὕπαρ: Ἐγρήγορσις, ὀπτασία ἀληθὴς, οὐκ ἐν ὀνείρῳ· ἀλήθεια, οὐκ ὄνειρος· οἷον,

  
Ὕπαρ οὐκ ὄναρ φαινόμενον·  
ἔστι ῥῆμα ὦ, σημαῖνον τὸ ὑπάρχω· ἀφʼ οὗ ῥηματικὸν, ὄνομα ΑΡ, ὡς θένω, θέναρ· καὶ μετὰ τῆς ὑπὸ προθέσεως, ὑπόναρ· καὶ ὑπερθέσει καὶ ἀποκοπῇ, ὕπαρ. Ὑπαρκτά: Μόνιμα, ὑπάρχοντα· παρὰ τὸ ὑπάρχω. Ὑπάρχων: Προκατάρχων· καὶ τὸ ὑπάρχειν, οὐχ ἁπλῶς τὸ εἶναι σημαίνει, ἀλλὰ τὸ πάλαι εἶναι καὶ προϋπεῖναι. Ὑπασπισταί: Δορυφόροι· παρὰ τὴν ἀσπίδα. Ὑπάτη: Ἀνωτάτη· παρὰ τὸ ὕπατος, ὃ σημαίνει τὸν ὑπερέχοντα καὶ ὑψηλόν. Παρὰ τὴν ὑπὸ πρόθεσιν δηλοῦσαν τὸ ὑπεράνω, ὑπότατος· καὶ συγκοπῇ, ὕπατος. Ὕπαιθα λιάσθη: Ἰλιάδος οʹ, ἀντὶ τοῦ εἰς πλάγιον ἐξέκλινεν, ἢ εἰς τοὔμπροσθεν. Ὑπαίθριον: Ὑπὸ τὸν ἀέρα· καὶ ὕπαιθρον, ὁμοίως. Ὑπεμνήμυκε:

  
Πάντα δʼ ὑπεμνήμυκεν,  
Ἰλιάδος χʹ. Ἔστιν ἠμύω, τὸ ἐπικλίνω καὶ καταπίπτω· ὁ παρακείμενος, ἤμυκα· καὶ ὁ Ἀττικὸς ὤφειλεν ἠμήμυκα εἶναι· ἀλλʼ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος ἀεὶ ἀπὸ βραχείας ἄρχεται, συνεστάλη τὸ η εἰς ε, καὶ ἐγένετο ἐμήμυκα· καὶ πλεονασμῷ τοῦ ν διὰ χρείαν ποιητικὴν, γίνεται ἐμνήμυκε καὶ ὑπεμνήμυκε. Ὑπεξαιρῆσαν: Ἀντὶ τοῦ ὑπεξελόν· ἀνελλήνιστόν ἐστι· τοῦ γὰρ ἀορίστου μὴ ὄντος, λέγω δὴ τοῦ ᾕρησα, οὐδὲ ἡ μετοχὴ αἱρήσας, οὐδὲ οὐδέτερον τὸ αἱρῆσαν. Καθόλου γὰρ τὰ διὰ τοῦ ΑΙΡΩ περισπᾶται· οἷον διαιρῶ· καὶ τῶν ὁμοίων ἐκλέλοιπεν ὁ αʹ ἀόριστος καὶ τὰ τούτου κινήματα. <!-- 778 -->Ὑπεξῃρήσθωσαν: Αἱρῶ, αἱρήσω, ᾕρηκα, ᾕρημαι, ᾑρήμην, ᾕρησο. Καὶ τὸ προστακτικὸν, ᾕρησο· τὸ πληθυντικὸν, ᾕρησθε ᾑρήσθωσαν· καὶ μετὰ τῆς ὑπὸ καὶ ἐξ, ὑπεξῃρήσθωσαν. Ὑπελύσαο: Λύω, λύσω, ἔλυσα, ἐλυσάμην, ἐλύσω· καὶ κατὰ διάλυσιν Ἰωνικὴν, ἐλύσαο. Ὑπεὶρ ἅλα: Ὑπὲρ ἦν· καὶ πλεονασμῷ γίνεται ὑπεὶρ, ὡς τὸ,

  
ὑπείρεχον Ἡφαίστοιο  
ὁμοίως ὑπείροχον, ὑπερέχοντα, προὔχοντα. Εἰς τὸ ὑπερβασία. Ὑπέρα: Τὸ ἐξηρτημένον τοῦ κέρατος τοῦ ἱστοῦ σχοινίον, ᾧ ἀνίεται καὶ τείνεται τὸ σχοινίον· παρὰ τὸ ὑπεράνω εἶναι. Ὑπεραέϊ ἶσος ἀέλλῃ: Τῇ ἄγαν πνεούσῃ συστροφῇ τοῦ ἀνέμου. Παρὰ τὸ ἄω, τὸ πνέω, ὄνομα ὑπεραὴς ὑπεραέος· ἡ δοτικὴ, ὑπεραέϊ· ἡ αἰτιατικὴ, ὑπεραέα ὑπεραῆ. Ἰλιάδος λʹ. Ὑπερβασία: Παραβασία, ἀδικία, καὶ τὸ ὑπὲρ τὸ δίκαιον πράττειν. Γίνεται παρὰ τὸν βέβαμαι παρακείμενον, βέβασαι, βασία· καὶ ὑπερβασία, κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ὅρους· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς ὑπερηφανίας· δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τι ὑπὲρ ἑαυτούς. Ὑπείρεχον: Ἔστι ῥῆμα ἔχω· ὁ παρατατικὸς, ἔχον, ποιητικῶς· μετὰ τῆς προθέσεως, ὑπέρεχον· καὶ πλεονασμῷ τοῦ ι, ὑπείρεχον. Ὤφειλε δὲ ἐν τῷ τέλει εἶναι ὁ πλεονασμὸς, ἵνʼ ᾖ ὑπερίεχον· αἱ γὰρ προθέσεις κατὰ τὸ τέλος πλεονάζουσιν· οἷον, ἐν, ἐνί· πρὸς, προσί. Ἀλλʼ ἐπειδὴ παρέπεται ταῖς προθέσεσι τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι, τούτου χάριν οὐ πλεονάζει, ἵνα μὴ εὑρεθῇ τρισύλλαβος ἡ πρόθεσις. Διατί ἀναβιβάζει τὸν τόνον; Πᾶς παρῳχημένος χρόνος, τὸν προσγινόμενον αὐτῷ χρόνον ἀποβαλὼν, ἐν τῇ συνθέσει προπαροξύνεται· οἷον, εἶχον, κάτεχον. Ὑπέρβιον: Ὑπερβιῶς, οἷον ἄγαν βιαίως, ἢ ὑπερβαλλόντως τῇ βίᾳ, ὑπερήφανον. Ὑπερβολήν: Τὴν ἀναβολὴν καὶ ὑπέρθεσιν· καὶ ἐν τῷ Περὶ Στεφάνου Δημοσθένης. Ὑπερδεᾶ δῆμον ἔχοντα: Ὑπερβαλλόντως ἐνδεᾶ, οἷον πάνυ ἐλάσσονα κατὰ δύναμιν· γίνεται δὲ ἀπὸ τοῦ ὑπερδεὴς ὑπερδεοῦς, ἡ αἰτιατικὴ, ὑπερδεέα· καὶ συγκοπῇ, ὑπερδεᾶ. Ὑπερδέξιον χωρίον: Οἷον χαλεπώτατον· Ξενοφῶν. Ὑπέρδικον: Τὸν ἀκροδίκαιον, καὶ σφόδρα δίκαιον. Ὑπερήμεροι: Οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέραν λαβόντες καὶ μὴ διαλυσάμενοι. Οἱ δίκην ὀφείλοντες ὁποιανοῦν, τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις, ὑπερήμεροι ἐκαλοῦντο. Τὸ δὲ πρᾶγμα, ὑπερημερία. Ὑπέρθυμος: Μεγαλόψυχος, γενναῖος. Ὑπερηφανέω ὑπερηφανῶ, καὶ ὑπερηφανεύω· ἐκ τοῦ ὑπερήφανος· τοῦτο ἐκ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ φῶ, τὸ φαίνω, ὑπέρφανός τις ὢν, ὁ ὑπεράνω πάντων φαινόμενος. Ὑπερίδης: Παρὰ τὴν ὑπὲρ πρόθεσιν γίνεται Ὕπερος καὶ Ὑπερίδης, ὡς Ὕλλος Ὑλλίδης. Ὑπερηνορεόντων: Ἤτοι τῶν ὑπερεχόντων τῇ ἠνορέῃ, τουτέστιν ἀνδρείων, ἢ τῶν ὑπὲρ δύναμιν φρονούντων, ὑπερηφάνων. <!-- 779 -->Ὑπερίων: Ὁ ἥλιος· ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος· ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ· ἢ ὁ ὑπεράνω ἡμῶν ἰὼν, καὶ περιπολῶν τὸν κόσμον· διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται. Ὑπέρινος: Ὑπερκεκαθαρμένος. Ὑπέρινον: Τὸ σφόδρα λεπτόν· ἰνῶ ἐστι ῥῆμα τὸ ἐκκενῶ καὶ λεπτύνω καὶ ὀξύνω· ὅθεν καὶ ὑπέρινον ἄνδρα λέγομεν τὸν λεπτὸν καὶ κενόσαρκον. Ὑπερικταίνοντο:

  
Πόδες δʼ ὑπερικταίνοντο  
Κράτης ἄγαν ἐπάλλοντο, ὑπερακταίνοντο· Λυσανίας ἐπὶ τοῦ τρέμειν φησὶ τετάχθαι. Ἢ δασύνεται, ὥστε εἶναι ὑπερικνοῦντο· ἢ ψιλοῦται· οἱ δὲ πόδες διϊκνοῦντο διὰ τὴν χαρὰν ὑπὲρ τὸ μέτρον τῆς δυνάμεως. Ὑπερθετικόν: Εἰ ἐγένετο παρὰ τὴν σύγκρισιν καὶ ὑπέρθεσιν, ἐλέγετʼ ἂν συγκρισικὸν καὶ ὑπερθεσικὸν, ὡς παρὰ τὸ φθίσις φθισικόν· παρὰ μέντοι τὸ σύγκριτος καὶ ὑπέρθετος ἦν συγκρίτης καὶ ὑπερθέτης· ἐξ ὧν συγκριτικὸν καὶ ὑπερθετικόν. Ὑπερκύδαντας: Ἄγαν ὑπερενδόξους. Τὰ εἰς ΔΑΣ ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κατὰ ἀποβολὴν τοῦ σ κλίνεται, Ἀκάδας, Ἀκάδα· Ἰούδας, Ἰούδα· Τιμαχίδας, Τιμαχίδα· Λεωνίδας, Λεωνίδα· χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γίνοιτο· οἷον οἶδα, Οἴδας Οἴδαντος· μείδω, Μείδας Μείδαντος· φείδομαι, Ἀφείδας Ἀφείδαντος. Οὕτως καὶ τὸ ὑπερκύδαντας, ἀπὸ τοῦ ὑπερκυδαίνω, ὑπερκυδήεις ὑπερκυδήεντος καὶ ὑπερκύδαντος. Λέγουσι δέ τινες, ὅτι ἐν τοῖς Ἐπιμερισμοῖς Ἡρωδιανὸς λέγει, ὅτι μετοχή ἐστι· κυδαίνω, ἐκύδανα, κυδάναντος· καὶ κατὰ συγκοπὴν καὶ συνθέσει, ὑπερκύδαντος. Ἐν δὲ τῷ Ὀνοματικῷ λέγει, ὅτι ὄνομά ἐστι· καὶ μᾶλλον ὄνομα δεῖ λέγειν ἤπερ μετοχήν· τὸ γὰρ Ὀνοματικὸν αὐτοῦ ὡμολόγηται εἶναι, οἱ δὲ Ἐπιμερισμοὶ οὐκ εἰσὶν αὐτοῦ πάντες, ἀλλʼ εἰσὶ καὶ ψευδεπίγραφοι. Ὑπέρμορα: Ἐπίρρημα μεσότητος, φύσει ἢ θέσει. Τὰ εἰς α λήγοντα οὐδέτερα, εἰ μὲν μετὰ ὀνόματος συντεθῇ, ὀνόματά εἰσιν· οἷον, καλὰ γράμματα· εἰ δὲ μετὰ ῥήματος, ἐπιρρήματά εἰσιν· οἷον, καλὰ γράφει, ἀντὶ τοῦ καλῶς. Οὕτως καὶ ὑπέρμορα, ἀντὶ τοῦ ὑπὲρ τὸ προσῆκον, ὑπὲρ τὴν εἱμαρμένην. Καὶ ὃν τρόπον τὸ καλὸν καὶ τὰ καλὰ εἰσὶν ὀνόματα ἀλλὰ καὶ ἐπιρρήματα, οὕτως καὶ τοῦτο εἰς σύνταξιν ἐπιρρηματικὴν λαμβάνεται. Ἢ ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ὑπέρμορον κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ,

  
Ὑπὲρ μοῖραν δόμον ἄϊδος·  
ἢ οὐ κατὰ διάστασιν· ἀντὶ γὰρ τοῦ ὑπερμόρως εἴληπται· ἐκ γὰρ τοῦ μόρος γίνεται ὑπέρμορος· ἐξ αὐτοῦ τὸ οὐδέτερον· καὶ τὰ πληθυντικὰ, ὑπέρμορα. Ὕπερον: Παρὰ τὴν ὑπὲρ πρόθεσιν παρῆκται. Ὑπεροπλία: Ἡ ὑπερηφανία· γίνεται ἀπὸ τοῦ ὑπερόπλιος· μεταφορικὴ δέ ἐστιν ἡ λέξις, ἀπὸ τῶν ὑπὲρ ἑαυτοὺς τὰ ὅπλα φερόντων. Καὶ ὑπέροπλον, τὸ ὑπερήφανον. Ἀπὸ τοῦ ὑπέροπλος γίνεται ὑπερόπλειος, κτητικῷ τύπῳ· ἐξ οὗ τὸ θηλυκὸν ὑπεροπλεία, διὰ διφθόγγου, ἢ ἀπὸ τοῦ ὑπερόπλης· ὅθεν τὸ ὑπεροπληέστατος παρʼ Ἀπολλωνίῳ, ἀντὶ τοῦ ὑπερηφανότατος ὡς Σοφοκλῆς, Σοφόκλειος. Καὶ τὸ,

  
οὐκ ἄν τις μιν ἀνὴρ ὑπεροπλίσσαιτο·  
ἀντὶ τοῦ ὑπερηφάνως ἴδοι καὶ νεανικῶς ὑπερβαίη, ἀπὸ τῶν ὅπλων. <!-- 780 -->Ὑπέρτατος: Μεγαλώτατος, Ἰλιάδος μʹ· καὶ, ὑπέρτερον εὖχος, Ἰλιάδος λʹ, ὑψηλότερον, μεγαλώτερον. Ὑπερφίαλος: Παρὰ τὸ φῶ, τὸ φαίνω, ὁ ὑπερφαίνοντα τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι· εἰ δὲ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος· ὁποῖον λέγει Ὅμηρος Ὑψαγόρην: οἶμαι δὲ καὶ παρὰ τὸ πίω πίαλος, καὶ ὑπερφίαλος, ὁ ὑπέρσπονδος. Λαμβάνεται δὲ καὶ ἐπὶ ἐγκωμίου. Ἢ ὑπερήφανος καὶ ἄθεος, καὶ παραβαίνων τοὺς διὰ φιαλῶν γινομένους ὅρκους. Ἢ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ, ὡς τῆς φιάλης ἀμέτρου οὔσης· καὶ ὑπερφίαλον λέγεται τὸ πολὺ καὶ ἄμετρον. Ὑπερώα: Ὁ οὐρανίσκος· παρὰ τὸ ὑπʼ αὐτοῦ ὁρμᾶσθαι τὴν τροφήν· ἐρωὴ γὰρ ἡ ὁρμή. Ἢ μετενήνεκται ἀπὸ τῶν ὑπερῴων οἰκοδομημάτων καὶ τῶν μετεωρισμένων ὑπὲρ τὴν ἔραν τὴν γῆν. Ἡ αὐτὴ δὲ ἐτυμολογία καὶ ἐπὶ τοῦ ὑπερώου. Ὑπερῶον γὰρ τὸ μετέωρον, τὸ ὑπὲρ τὴν ἔραν καὶ τὸ ἐπίπεδον, τὸ ὑπεράνω μόνον οἴκημα. Ἔχει δὲ καὶ τὸ ι προσγεγραμμένον. Καὶ ὑπερῷος οἶκος, κτητικόν. Ὑπερῷον: Ὑπερώϊόν τι ὂν, τὸ ὑπεράνω τοῦ κάτω ἰόν· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι. Ὑπερώησαν δὲ οἱ ἵπποι: Ὑπεχώρησαν, ὑπερώρμησαν. Ὑπετέθυπτο: Ὑπεκαίετο, καὶ κέκνιστο. Ὑπεψηνισμένοι: Ἀκμαῖοι πρὸς τόκον· ἀπὸ τῶν σύκων τῶν διὰ τοὺς ψῆνας πεπείρων. Ὑπηνέμιοι: Ὑπὸ τὸν ἄνεμον. Καὶ ὑπηνέμια ὠιὰ, δίχα τοῦ ὀχευθῆναι γεννώμενα. Ὑπήνη: Αἱ ὑποκάτω τοῦ γενείου τρίχες· ἀπὸ τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. Ἢ ἀπὸ τοῦ ἴημι ἤσω ἤνη καὶ ὑπήνη· παρὰ τὴν ἕσιν τῶν τριχῶν. Οὐκ ἔδει δὲ ψιλοῦσθαι. Ὦρος. Ἐν δὲ τῷ Ῥητορικῷ Λεξικῷ εὗρον σημαίνειν τὴν λέξιν, μύστακα, γένειον, πώγωνα· ἡ τοῦ ἄνω χείλους τρίχωσις. Ταῦτα εἰς τὸ Μέγα Ἐτυμολογικόν. Εἰς δὲ τὸ αἱμωδεῖν εἶχεν οὕτως· ὑπηνήτης, ἀκμαῖος, ἀρτιγενειῶν· ὑπήνη γὰρ λέγεται ἡ τοῦ ἄνω χείλους τρίχωσις, ὑπάνη τὶς οὖσα· παρὰ τὸ ἄνω ὑπεῖναι. Μύσταξ δὲ λέγεται ἡ ἀπὸ τῶν μυκτήρων τρίχωσις. Ζήτει εἰς τὸ ἴουλος. Ὑπηρέτης: Ἐκ τῆς ὑπὸ προθέσεως καὶ τοῦ ἐρέσσειν, τὸ κωπηλατεῖν, γίνεται ὑποερέτης· ἐκβολῇ τοῦ ο, καὶ τροπῇ τοῦ ε εἰς η, ὑπηρέτης· κυρίως γὰρ ὁ ναύτης. Καὶ ῥῆμα, ὑπηρετῶ. Ὑπηρέσιον: Ὁ διδόμενος μισθὸς τοῖς ὑπηρετοῦσι, τοῖς στρατευομένοις, καὶ ἐρέσσουσι καὶ δουλεύουσιν· ἀπὸ τοῦ ὑπηρετῶ. ὑπηρέσιον κυρίως, ἐφʼ οὗ καθίζουσιν οἱ ἐρέται· ἀπὸ τοῦ ἐρέσσω. Καὶ ὑπηρέσια κυρίως, ἐπὶ τῶν ὑπηρετῶν, ἐφʼ ὧν καθέζονται ἐρέττοντες ὑπηρέσιά τινα ὄντα. Οὕτως Εἰρηναῖος ὁ Ἀττικιστής. Ὦρος. Ἔστι δὲ καὶ ὄνομα πόλεως. Ὑπισχόμενος: Εἰς τὸ ὑποσχόμενος. Ὕπιος: Εἰς τὸ ἄμφιος· ὡς παρὰ τὴν ἀνὰ Ἄνιος. Ὕπνος: Παρὰ τὸ ὑπονοστεῖν, ἤγουν ὑποχωρεῖν· ἐν αὐτῷ γὰρ αἱ τοῦ ἀνθρώπου αἰσθήσεις ὑποχωροῦσιν. Ἢ παρὰ τὴν ὑπὸ πρόθεσιν καὶ τὸ νοῦς νοὸς, ὑπόνοος· καὶ συγκοπῇ, ὕπνος· ἐν γὰρ τῷ ὕπνῳ αἱ φρένες καὶ ὁ νοῦς ὑποχωρεῖ. Ἢ παρὰ τὸ λύειν τοὺς πόνους, λύπονός τις ὤν· <!-- 781 -->καὶ συγκοπῇ καὶ ἀφαιρέσει τοῦ λ, ὕπνος. Σημαίνει τέσσαρα· τὸν θεὸν, ὡς τὸ,

  
Ὕπνε ἄναξ πάντων·  
καὶ τὸν διὰ σιδήρου θάνατον, ὡς τὸ,

  
Ὣς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον·  
καὶ τὸν κοινῶς λεγόμενον ὕπνον, ὡς τὸ,

  
Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος·  
καὶ τὸ πάθος ἀνθρώπων, ὡς τὸ,

  
Ὕπνῳ καὶ φιλότητι δαμείς·  
τουτέστι τῇ συνουσίᾳ. Ὑποβλήδην: Ὑποβαλὼν λόγον ὑποκρουστικῶς, ἔτι λέγοντός τινος, ὡς ἐπὶ τοῦ Ἀγαμέμνονος ὁ Ἀχιλλεὺς, ἐν Ἰλιάδος αʹ. Ἐκ τοῦ βλῶ βλήσω γίνεται βλήδην, καὶ ὑποβλήδην. Διαφέρει δὲ τοῦ παραβλήδην· παραβλήδην μὲν γάρ ἐστι, τὸ παραβαλεῖν τινὰ καὶ προσαγαγεῖν λόγον, ἐκείνου τὸν λόγον καὶ τὴν ὁμιλίαν πρότερον διελθόντος· ὡς τὸ,

  
Μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν.  
ὑποβλήδην δὲ, τὸ ὑποβαλεῖν λόγον, μηδέπω τοῦ διαλεγομένου τὴν ὁμιλίαν καὶ τὸν λόγον τελέσαντος. Καὶ δεῖ γινώσκειν, ὅτι τὸ παραβλήδην παρὰ μὲν Ἀπολλωνίῳ ἀντὶ τοῦ παραβάλλων καὶ παρηγορῶν τοῖς λόγοις ἐστί· παρὰ μέντοι Ὁμήρῳ, τὸ κατὰ ἀπάτην λέγειν, ὡς τὸ,

  
Μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπε.  
παραβλήδην ἔστιν ἐπίρρημα ποιότητος. Ἐκ πόσων μερῶν τοῦ λόγου γίνεται τὰ εἰς ΔΗΝ ἐπιρρήματα; Ἐκ δύο, ὀνόματος καὶ ῥήματος. Καὶ ἀπὸ μὲν ὀνόματος, τῷ α παραλήγεται· οἷον λόγος, λογάδην· σπόρος, σποράδην· τρόχος, τροχάδην· ἀπὸ δὲ ῥήματος, τῷ β, γράφω, γράβδην· λείβω, λείβδην· κρύπτω, κρύβδην· ἀπὸ δὲ τῶν εἰς ΞΩ μελλόντων, τῷ γ, μίξω, μίγδην· λίξω, λίγδην· ἀπὸ δὲ τῶν εἰς ΣΩ, τῷ η, ῥήσω, ῥήδην· σημαίνει τὸ φανερῶς τμῶ τμήσω, τμήδην. Ἀπὸ δὲ τῶν εἰς ΜΙ, ἀπὸ μὲν τῆς πρώτης συζυγίας, τῷ ε παραλήγεται, ἀνίημι, ἀνήσω, ἀνέδην· ἀπὸ δὲ τῆς δευτέρας, τῷ α παραλήγεται, βίβημι, βήσω, βάδην, ἀντὶ τοῦ ἀργῶς, ὡς τὸ,

  
Τοῦ δὲ ἠρέμα βάδην ἀπιόντος.  
Ὑπόβολον: Ὑποκείμενον πρὸς δάνειον καὶ τόκον. Ὑποβολιμαῖοι: Ὑποβαλλόμενοι καὶ εἰσποίητοι, ἤτοι ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες, ἀντὶ τοῦ νόθοι, ἀλλότριοι. Ὑποβρύχιον: Ὑπὸ τὸ ὕδωρ βυθισθὲν, παρὰ τὸ βρέχω. Ὑπόδρα:

  
Τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν,  
Ἰλιάδος αʹ, σημαίνει δεινὸν καὶ ὀργίλον ὑποβλεψάμενος. Ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ γίνεται ἠρέμα, καὶ σιγῶ σίγα, οὕτως ἐκ τοῦ ὁρῶ καὶ τῆς ὑπὸ προθέσεως, ὑπόρα· καὶ πλεονασμῷ, ὑπόδρα, τὸ ὑφορᾶσθαι. Ἢ ἐκ τοῦ δέρκω, τὸ βλέπω, γίνεται συγκοπῇ δρῶ, τὸ ὁρῶ· ὑποδρώμενος, ἀντὶ τοῦ ὑφορώμενος. Δρῶ οὖν, δρά· καὶ συνθέσει, ὑπόδρα, τὸ ὑποβλέπειν. Ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ ὑποδρὰξ γίνεται ὀξυτόνου. Τὰ γὰρ εἰς ξ λήγοντα ἐπιρρήματα ὀξύνεται, εὐρὰξ, ἐναλλὰξ, ἀπρὶξ, πρίξ· χωρὶς εἰ μὴ παρὰ προθέσεως γίνεται· διὰ τὸ πέριξ. Τὸ παρὲξ, ὅτε ὀξύνεται, οὐ φασὶν εἶναι ἐπίρρημα, ἀλλὰ βʹ προθέσεις. Σεσημείωται τὸ ἅπαξ· καίτοι ὅπερ ὤφειλε δέξασθαι ἐν τῇ ἁπλότητι, ἐδέξατο ἐν τῇ συνθέσει, ἁπαξαπλῶς. Τὸ δὲ ὑποδρὰξ, ἀποβαλὸν τὸ σύμφωνον, ἀνεβίβασε τὸν τόνον, ὡς ἀνυστὴς, ἀνύτης· δεσποστὴς, δεσπότης. Ὑπόγυιον: Παρὰ τὸ γυῖον, ὃ σημαίνει τὸ μέλος, οἷον τὸ ἐγγὺς τῶν μελῶν. Ἢ ἀπὸ τοῦ γυῖα, ὃ σημαίνει τὰς χεῖρας· διὰ γὰρ τῶν χειρῶν ἀποτελοῦνται τὰ ἔργα. <!-- 782 -->Ἢ παρὰ τὸ γύη, ὃ σημαίνει τὴν γῆν. Ὁ μὲν οὖν ἀγὼν ὑπόγυος, καὶ συνεστήκασι τῶν ῥητόρων οἱ δεινότατοι· σημαίνει τὸ παραυτίκα μέλλον γίνεσθαι. Ὑπογραμμός: Προγραμμός τις ὤν· ἡ γὰρ ὑπὸ ἀντὶ τῆς πρὸ, ὡς καὶ ἐν Βατράχοις Ἀριστοφάνης,

  
Ὑμεῖς δὲ ταῖς Μούσαις τὶ μέλος ὑπᾴσατε·  
ἀντὶ τοῦ προᾴσατε. Ὑπογράφω: Καταβάλλομαι, σκιαγραφῶ, βεβαιῶ. Ὑπόγραμμα: Τὸ Ἁρματίου ὑπόμνημα, ᾧ τοὺς ὀφθαλμοὺς ὑπογράφουσι· καὶ ὑπογεγραμμένη, ἐστιβισμένη, Ἀριστοφάνης. Ὑπογενειάζων: Λιτανεύων, ἀπὸ τοῦ γενείου ἁπτόμενος. Ὑπόδημα: Ἐκ τοῦ δέω δῶ δήσω τὸ δεσμεύω δῆμα καὶ ὑπόδημα. Ὑποδεξίη: Ἰλιάδος ιʹ, σημαίνει τὸ ὑποδέχεσθαι. Ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία, οὕτως ὑπόδεκτος ὑποδεξία. Ἕνεκα μέτρου ἐξέτεινε τὸ ι. Ὑποδερὶς ὑποδερίδος, ὁρμίσκος, πλόκιον, γυναικεῖος κόσμος· οἷον δείραιον· καὶ ὑποδέραια, περιτραχήλια. Ὑποδιδάσκαλος: Ὁ τῷ χορῷ καταλέγων· διδάσκαλος γὰρ αὐτὸς ὁ ποιητής. Ὑποζυγιώδης ἄνθρωπος: Ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαιρέσεως καὶ προθυμίας τὶ πράττων, ἀλλʼ ἐκ τῆς ἑτέρων κελεύσεως, ὥσπερ καὶ τὰ ὑποζύγια. Εἴποις δʼ ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα. Ἀριστοφάνης. Ὑποθησόμεθα: Συμβουλευσόμεθα. Ἰλιάδος φʹ. Καὶ ὑποτίθεται, συμβουλεύει. Ὑποικουροῦν:

  
Λεληθός τι μῖσος ὑποικουροῦν·  
ἀντὶ τοῦ ὑποστρεφόμενον καὶ ἐνδομυχοῦν. Ὑποκαθεῖναι τὰς ὀφρῦς: Οἷον παύσασθαι χαλεπαίνοντα· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς ὀργῆς ἐστι σημεῖον. Ὑποκηρυξάμενος: Τὸ ὑπὸ τῷ κήρυκι τῷ δημοσίῳ στῆναι καὶ ποιῆσαί τι διὰ τοῦ κήρυκος φανερῶς. Ὑποκορίζεται: Κολακεύει, ὑποκρίνεται. Ὑποκοριζόμενοι: Ξενοφῶν, ἀντὶ τοῦ διασύροντες. Ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες, καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες, ἐν τῷ περὶ Παραπρεσβείας. Ὑποκοριστικόν: Ἐλαττώσεως ῥῆμα. Καὶ ὑποκορισμὸς, μείωσις μεγέθους. Εἴρηται δὲ ἀπὸ τοῦ κόραις ἐοικέναι· αὗται γὰρ φιλοῦσιν ἐκλύτῳ φύσει κεχρημέναι εἰς κολακείας τρόπον πάντας μικροπρεπῶς προάγειν, εἰς νεότητος κομιδῇ ἔνδειξιν. Πολλὰ τοιαῦτα παίζεται ἐν κωμῳδίᾳ, μέχρι καὶ αὐτῶν τῶν ὀνομάτων, καὶ μάλιστα εἰ τύχοι ἑταιρῶν προφέρεσθαι ὀνόματα, ὡς ἡ Κλωνάριον, καὶ Μουσάριον, καὶ Λεόντιον, καὶ τὰ τοιαῦτα. Ὑποκριτής: Ἡ ὑπὸ ἀντὶ τῆς ἀπὸ κεῖται, οἷον ἀποκριτής· τὴν γὰρ ἀπόκρισιν οἱ παλαιοὶ ὑπόκρισιν κεκλήκασιν. Ἰλιάδος ηʹ.

  
ὥς τοι ὑποκρίνονται  
ἀντὶ τοῦ ἀποκρίνονται ἐστίν. Ἢ χρόνον σημαίνει ἐν τῷ ἴσως τὸ μετὰ τὸν χρόνον ἀποκρίνεσθαι. Καὶ ὑποκρίνεσθαι, τὸ ἀποκρίνεσθαι· καὶ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ἑβδόμῃ. Ὑπόκυκλα: Τινὲς ὑφʼ ἓν ἀναγινώσκουσιν, ὡς ὑπότροχα. Ἡ ὑπὸ ἐφαρμόζεται τρισὶ πλαγίαις πτώσεσιν· ἐναντία δὲ ἐστὶ κατὰ σχέσιν τῇ ἐπὶ καὶ τῇ ὑπέρ. Ἔστι καὶ τῷ ἀναστρεφομένῳ ἐξαίρετόν τι πεπονθός· ὅτι ἅμα τῷ πλεονασμῷ τοῦ ι ἡ τροπὴ ἐγένετο τοῦ ο εἰς α, ὑπὸ, ὑπαί· <!-- 783 -->διὸ καὶ ἐτόλμησαν τινὲς φάναι, μὴ ἄρα Αἰολικὸς τῆς ὑπαὶ ὁ πλεονασμός· οὓς ἐλέγχει τὸ πνεῦμα. Ὑπολαβών: Ὑπονοήσας, ἢ ἀποκριθεὶς, ἢ ἀντειπὼν, ἀντικρούσας. Ἀπὸ τοῦ λήβω δὲ ἀμφότερα. Ὑπὸ μάλης: Τὸ μὲν ὄνομα κεῖται παρὰ τοῖς ῥήτορσι· ὅταν μὲν οὖν ἑνικῶς λέγεται, οὕτως αὐτὸ τάττουσι μετὰ τῆς προθέσεως· ὅταν δὲ πληθυντικῶς, οὐ μάλας λέγουσιν, ἀλλὰ μασχάλας. Ὑπομηλαφῆσαι: Ὑποψηλαφῆσαι. Ὑπονομεύοντες: Ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες. Ὑπόνοια καὶ ὑπονοεῖν: Ἡ ὑπὸ πρόθεσις ἐντελοῦς διανοίας ἔλλειψιν δηλοῖ. Ὑπονοεῖν οὖν, τὸ μὴ τελέως νοεῖν τὸ προκείμενον. Ὑπόξυλος: Ὁ κίβδηλος, ὡς ὑπόχαλκος. Οὕτως Ἀριστοφάνης. Ὑπόρρηνον: Ὕπαρνον· ῥῆνες γὰρ τὰ πρόβατα. Ὑποπτέρων ὀνείρων: Διονύσιος ὁ Σιδώνιος πρῶτος ταύτῃ τῇ ἐπιβολῇ ἐχρήσατο, ᾗπερ χρῶνται οἱ γραμματικοὶ, ὡς τύμβος τυμβίδιος, παῦρος παυρίδιος, σχίδος σχίδιος· πτερὸν, πτερίδιον. Ἐχρῆν οὖν εἰπεῖν καὶ τῶν ὑποπτέρων ὀνείρων τῶν ὑποπτεριδίων, ὑπερθέσει τῶν ὑποπετεριδίων. Οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. Ὑποσακίζειν: Ὑπεξαίρειν, ἀναλογοῦν· καὶ ὑποσακίζειν τῆς ὁδοῦ φασὶν, ἤτοι τὸ προκόπτειν καὶ ἀναλογοῦν. Ῥητορική. Ὑποσιώπησις: Ἔστιν ὅταν μέλλῃ τὶς ἐπιφέρειν τραχύ τι καὶ λοιδορίας ἐχόμενον, μὴ βούλοιτο δὲ διὰ τὸ ἐπαχθὲς αὐτὸ λέγειν, ἀλλὰ διʼ αἰνιγμάτων σημαίνειν. Ὑποσμύχονται ὀπωπαί: Ὑποτύφονται. Ἔστι δὲ ὑποσμύχειν, τὸ ἠρέμα ὑπολάμπειν. Ὑποσμύχουσιν: Ἀπὸ τοῦ σμυχοῦ τοῦ σκοτεινοῦ τόπου καὶ ἀφεγγοῦς· ἢ τὸ τυφλώττειν καὶ μεμυκέναι. Ὑποσμύχουσα: Ἐνδιερεθίζουσα, ὑποκαίουσα, θλίβουσα, καταπονοῦσα. Ῥητορική. Ὑπόσπονδος: Ὑπὸ φιλίαν ὑποτεταγμένος· παρὰ τὸ σπένδω. Ὑποστειλάμενος: Ὑποκρυψάμενος, φοβηθείς. Καὶ ὑπεστειλάμην, παρῃτησάμην, ὑπεκρυψάμην. Καὶ ὑποστέλλεται, ἀναδύεται, ὑποκρίνεται, φεύγει, δολιεύεται. Ὑποσταίη: Ὑπόσχοιτο. Ὑπόσχεο: Ἀντὶ τοῦ συγκατάθου· μέσος ἀόριστος δεύτερος παθητικὸς, ἀπὸ τοῦ σχοῦ· καὶ ὑποσχόμενος, τὸ ἐπαγγειλάμενος· καὶ ὑπισχόμενος, διαβεβαιούμενος, ἐπαγγελλόμενος· ἀπὸ τοῦ ἴσχω. Ἰλιάδος ιʹ,

  
ὑπισχόμενοι μέγα δῶρον.  
Ὑποστήτω μοι: Παραχωρησάτω, ὑπειξάτω. Ἰλιάδος ιʹ. Ὑπέσχετο: Ἔχω, ὁ μέλλων, ἕξω· ὁ παρατατικὸς, εἶχον· καὶ ὁ δεύτερος ἀόριστος, ἵνα μὴ συνεμπέσῃ τῷ παρατατικῷ, προσέλαβεν ἀντὶ τοῦ ι τὸ σ, καὶ ἐγένετο ἔσχον, ἐσχόμην ἔσχου ἔσχετο, καὶ ὑπέσχετο. Ὑποτεμνόμενος τὸν πλοῦν: Ἀντὶ τοῦ διὰ <!-- 784 -->τῶν συντομωτάτων πλέων, ἵνα καταλάβῃ τὸν διωκόμενον. Οὕτως Ξενοφῶν. Ὑποτείνουσιν: Ὑποβάλλουσιν, ἢ προτείνονται. Ὑποτίτθιος: Εἰς τὸ τυτθός. Ὑποτοπάζειν: Τὸ στοχάζεσθαι καὶ ἐνθυμεῖσθαι. Καὶ ὑπετόπαζεν, ἀντὶ τοῦ ὑπενόει· ἀπὸ τοῦ ὑποτυποῦσθαι ἐν τῷ νοΐ. Ἔστιν οὖν τύπος τυπῶ τυπάζω· καὶ τροπῇ, ὑποτοπάζω· καὶ ὑποτύπωσις, χαρακτὴρ λόγου. Ὑπότριμμα: Ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων· ἀπὸ τῆς γινομένης ἐν αὐτοῖς τρίψεως. Ὑπότροπος: Ἐξ ὑποστροφῆς ἐπανεληλυθὼς, παλινόρμητος. Ὕπουλος ἄνθρωπος: Ἀπὸ μεταφορᾶς τῶν τραυμάτων ὑπονεμομένης οὐλῆς· οἷον ὁ μὴ προφανὴς πονηρός· ὑπόουλος γὰρ, ὁ ἐγγὺς τοῦ ὑγιανθῆναι μώλωψ. Ὕπουλος: Δόλιος, φαινόμενος δῆθεν εἰρηνικὸς, ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις· ἐξ οὗ καὶ ἐπὶ τῶν προσποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώπων, ὄντων δὲ μοχθηρῶν, ἐλέχθη οὗτος ὁ λόγος. Ῥητορική. Ὕπουλα γόνατα, καὶ ὕπουλον πόδα, καὶ ὕπουλον χεῖρα καὶ σῶμα, τὸ φλεγμαῖνον διά τινας πληγὰς, καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν. Ῥητορική. Ὑποφῆται: Ἱερεῖς, προφῆται, χρησμολόγοι. Ὑπόφορος: Ὑπεύθυνος, ὑπὸ κίνσον, ὑπὸ τέλος. Ὑποφόνια: Τὰ ἐπὶ τῷ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος, ἵνα μὴ ἐπεξίωσιν. Ὑποφύσεις: Παραφυάδες φαύλων λογισμῶν ἔξωθεν φυόμεναι. Ὑποχυτῆρες: Τρυβλία, διʼ ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπιχέουσι. Ὑποχόνδρια: Τὰ ἀκροσπάθια, τὰ ὑπὸ τὴν λαγόνα. Ὑπόψιος: Παρὰ τὸ ὕποπτος ὑπόπτιος· τροπῇ τοῦ τ εἰς σ, καὶ κράσει τοῦ π σ εἰς ψ, ὑπόψιος· ἵνʼ ᾖ ὑποπτεύεσθαι ὑπὸ τῶν λοιπῶν πάντων καὶ μισεῖσθαι ἄξιος. Ἡ δὲ διὰ τοῦ ε γραφή ἐστιν Ἀριστοφάνους. Ἢ φανερὸν ἐπὶ κακῷ. Ὕπτιος: Ἐπὶ νῶτον κείμενος. Παρὰ τὸ ὄπτω ὄπτιος καὶ ὕπτιος· τὰ γὰρ ὕπτια εὐθεώρητα. Ὑπωμοσία: Τὸ ὑπερτίθεσθαι δίκην καὶ ἀναβάλλεσθαι προφάσει χρώμενον ἀποδημίᾳ ἢ νόσῳ ἤ τινι τῶν παραπλησίων μεθʼ ὅρκου οὕτως ἐλέγετο· καὶ τὸ ποιεῖν τοῦτο, ὑπόμνυσθαι. Ῥητορική. Ὑπώρεια: Ἡ ὑπὸ τὸ ὄρος πεδιάς. Ὑπώπια: Τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα· ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πύα· ὦπες γὰρ οἱ ὀφθαλμοί. Σημαίνει δὲ καὶ τὴν ὄψιν, ὡς Ὅμηρος Ἰλιάδος μʹ, περὶ τοῦ Ἕκτορος. Ὑπωρόφιοι: Ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι συγγενεῖς· καὶ ὑπώροφον, τὸ ὑπὸ τὴν στέγην· καὶ ὑπωρόφιον, τὸ ὑπόστεγον. Ὕρια: Ὄνομα πόλεως ἀπὸ Ὑριέως. Ὕρτακος: Ὠνόμασται ἀπὸ τοῦ ῥύτακος. Ὑσμίνη: Παρὰ τὸ ὑπομένω γίνεται ὑπομένη· συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ, ὑσμίνη· δεῖ γὰρ ὑπομονῆς ἐν τῷ πολέμῳ. Ἢ παρὰ τὸ δυσμενής τις εἶναι. Ὕσπληξ: Φραγγέλιον, ἀφετηρία, βούκεντρον, ἢ μύωψ ὁ πλήσσων τοὺς βοῦς. <!-- 785 -->Ὕσπληξ οὖν λέγεται, παρὰ τὸ ἀπὸ τῶν τριχῶν τῶν ὑῶν τουτέστι τῶν χοίρων γίνεσθαι τὴν μάστιγα. Οἶμαι δὲ καὶ ἡ ἀφετηρία, ἐκ τοῦ ἐκεῖσε πλήττεσθαι τῇ μάστιγι τοὺς ἵππους. Οὕτως ἐγώ· Ὠρίων δὲ, παρὰ τὴν ὑπὸ πρόθεσιν, ὑπόπληξ· συγκοπῇ τῆς ΠΟ συλλαβῆς, καὶ πλεονασμῷ τοῦ σ, ὕσπληξ. Ὑσσάκους: Τοὺς πασσάλους λέγομεν. Ὑσσός: Ἐμβόλιον, ἀκόντιον· ἢ καὶ τὸ ἐξέχον τοῦ ὀμφαλοῦ τῆς ἀσπίδος σιδηροῦν κέντρον, ἤτοι πασσάλιον. Ὕστατος: Ἔσχατος· ἀπὸ τοῦ ὕστερος συγκριτικοῦ, τὸ ὑπερθετικὸν, ὕστατος. Ἐκ τῆς ὑπὸ προθέσεως, ὑπότερος, ὡς παρὰ τὴν πρὸ πρότερος· καὶ συγκοπῇ, ὕτερος· καὶ πλεονασμῷ τοῦ σ· προόντος γάρ τινος ἑτέρου λέγει τὶς ὕστερος. Ἢ ἐκ τοῦ ὑπότερος, συγκοπῇ, ὕπτερος· καὶ τροπῇ τοῦ π εἰς σ, ὕστερος. Τὸ δὲ ὕστατα ἔστιν εὐθείας οὐδετέρου τῶν πληθυντικῶν, καὶ μετενήνεκται εἰς ἐπιρρηματικὴν σύνταξιν, καὶ γίνεται ἐπίρρημα μεσότητος. Οὐ γίνεται δὲ ἐπίρρημα μεσότητος εἰ μή ἐστιν ἀπὸ ἀρσενικοῦ θηλυκοῦ καὶ οὐδετέρου· διὰ τοῦτο λέγονται μεσότητος ἐπιρρήματα. Ὑστέρα δεκάτη: Ἡ ἐξ εἰκάδος ἡμέρα καλεῖται ὑπὸ τῶν Ἀττικῶν· ἣν ἡμεῖς πρώτην καὶ εἰκοστὴν καλοῦμεν. Ὑστέρα: Ἐπὶ τῆς μήτρας· ἀπὸ τῆς θέσεως, ἢ ἀπὸ τοῦ μὴ εὐθὺς ἀλλʼ ὕστερον ἀποδιδόναι τὰς οἰκείας ἐνεργείας. Ὕστριξ: Ὕστριχος, ἡ ἐκ τῶν τριχῶν τῶν ὑῶν μάστιξ. Ὕφα: Ὑφαίνω, ὕφασμα· ἢ ὑφάζω ὕφασμα ὑφασία, ὕφα. Ἡρωδιανὸς περὶ Παθῶν. Τὸ δὲ ὑφαίνω ἀπὸ τοῦ ὕφος· τοῦτο παρὰ τὴν ὑπὸ πρόθεσιν καὶ τὸ ὅς· ὅθεν καὶ ὑφὴ, ὁ ἱστός. Ἢ παρὰ τὸ εἷς γέγονεν αἴνω· καὶ μετὰ τῆς ὑπὸ προθέσεως ἐν συνθέσει, ὑφαίνω· οἱ γὰρ ὑφαίνοντες τὰ διῃρημένα καὶ κεχωρισμένα εἰς ἓν ἄγειν μάλιστα σπεύδουσιν. Οὕτω Θεόγνωστος. Ὑφαίνειν ἤρχετο μύθους: Ἀντὶ τοῦ κατασκευάζειν· καὶ ὕφαινεν, ἀντὶ τοῦ κατεσκεύαζεν. Ἔστι δὲ ἡ μεταφορὰ ἀπὸ ἀψύχων εἰς ἔμψυχα. Ζητεῖται, διατί ἀπὸ τοῦ πλύνω οὐ φασὶ πλύντης, καὶ κρίνω κριντὴς, ὡς ὑφάντης ἀπὸ τοῦ ὑφαίνω, καὶ ξαίνω ξάντης, καὶ μιαίνω μιάντης; Λύσις. Ὅτι τὰ μὲν ἐν τῷ παρακειμένῳ ἐφύλαξαν τὸ ν, ὕφαγκα, μεμίαγκα, ἔξαγκα· τὸ δὲ πλύνω καὶ κρίνω ἀπέβαλον αὐτό· πέπλυκα γὰρ καὶ κέκρικα λέγομεν· ὅθεν καὶ τὰ ὀνόματα χωρὶς τοῦ ν γέγονεν. Ὕψιστος: Ὁ ἐν τῷ ὕψει ἐστώς. Ὕφαλοι: Ὑποθαλάσσιοι κεκρυμμέναι πέτραι. Ὅθεν καὶ ὕφαλος ἄνθρωπος λέγεται ὡς ἐγᾦμαι ὁ κεκρυμμένος καὶ πανοῦργος. Ῥητορική. Ὑφύφασται: Ἀπὸ τοῦ ὑφάζω, ὑφάσω, ὕφακα, ὕφασμαι, ὕφασται· καὶ ὁ Ἀττικὸς, ὑφύφασται. Ἢ ἀπὸ τοῦ ὑφαίνω, ὕφασμαι καὶ ὑφύφασμαι. Ζηνόδοτος. Ὑφορῶμαι: Ἀντὶ τοῦ κρυπτῶς βλέπω. Ὑψηχέες ἵπποι: Παρὰ τὸ εἰς ὕψος ἀναφέρειν τὸν ἦχον τῶν ποδῶν· ἢ μεγαλόφωνοι, ἢ ὑψαύχενες, Ἰλιάδος εʹ. Ὑψήγορος: Ἐκ τοῦ ὕψος καὶ τοῦ ἀγορῶ γίνεται ὑψάγορος, καὶ τροπῇ ὑψήγορος, ὁ τὰ ὑψηλὰ καὶ μεγάλα δημηγορῶν. Ὑψηλός: Ὑψηρός τις ὢν, ὁ εἰς ὕψος ᾐρμένος. Ὑψιπέτηλον: Ὑψηλόν. Ὕσσωπον: Ἐκ τοῦ ὕω ὕσω, καὶ τὸ ὢψ ὠπὸς τὸ πρόσωπον, πλεονασμῷ ἑτέρου σ, τὸ ἐπὶ τὴν ὦπα χεόμενον. <!-- 786 -->Ἔστι δὲ βοτάνη καθαρτικὴ, ὁμοία σαμψύχῳ. Ὑψιβρεμέτης: Ὁ ἐν ὕψει ἠχῶν, ὅ ἐστι βροντῶν. Ὑψίζυγος: Ὁ Ζεὺς, ἤτοι ὁ ἐν ὕψει ἔχων τὴν καθέδραν, καὶ πάντων ὢν κυβερνήτης· ἢ ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ταλαντεύων τὰς μοίρας· ἢ ὁ ὑφʼ ἑαυτῷ ὑπεζευχὼς πάντα. Ὦρος. Ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνε, εὑρὼν τὸ, ὠκυπέτα Ζεύς· ὥσπερ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπώλα. Τινὲς μὲν ἐτόλμησαν περισπᾶν τὸ ὑψιπετῆς, εὑρόντες τὸ ὑψιπετήεις, ὡς τιμήεις τιμῆς. Ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικὴν,

  
καὶ χρυσὸν τιμῆντα·  
ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτον. Ὅθεν ἐπείσθημεν Ἀριστάρχῳ. Ὕψιστος: Παρὰ τὸ ὕψος ὑψίων ὕψιστος γίνεται· ἢ παρὰ τὸ ἐν ὕψει ἱζάνειν, ὅ ἐστι καθῆσθαι. Ὕψος: Παρὰ τὸ ὄπτω, τὸ βλέπω, ὄψος· καὶ τροπῇ ὕψος· ἀφʼ οὗ ἐστιν ὁρᾶν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aat`.
