---
title: "Great Etymological Work: Letter Λ"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Λ"
author: Great Etymologicon
eul_wid: xie-aak
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-lambda-xie-aak"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:06c488d015a52fcf2cfea1f24cf857867b3422b38ebcb1cc5101bf2799405fe4"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Λ

*Ἐτυμολογικὸν τὸ Μέγα, Λ*

**Author:** Great Etymologicon

**eul_wid:** `xie-aak` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-lambda-xie-aak)

## Text

<!-- 552 -->

λ.

Λάμβδα: Τὸ στοιχεῖον, οἱονεὶ λάβα τὶ ὄν· παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέτροις, καὶ ἀσθενὲς εἶναι πρὸς τὸ μηκύνειν τὰς συλλαβάς. Λάας: Σημαίνει δύο, τὸ κύριον ὄνομα, καὶ τὸ προσηγορικὸν, τουτέστι τὸν λίθον· διαφέρει δὲ κατὰ δύο τρόπους, κατὰ χρόνον καὶ κατὰ κλίσιν. Πῶς οὖν τὸ μὲν κύριον Λάας μακρὸν ἔχει τὸ α, τὸ δὲ προσηγορικὸν, βραχύ; Καὶ τὸ μὲν κύριον ἰσοσυλλάβως κλίνεται· ἀποβολῇ γὰρ τοῦ σ ποιεῖ τὴν γενικὴν, οἷον, ὁ Λάας τοῦ Λάα· τὸ δὲ προσηγορικὸν, περιττοσυλλάβως, οἷον, λάας λάαος; Καὶ ἐπεὶ τὸ κύριον μακροκατάληκτον καὶ δισύλλαβόν ἐστι καὶ πάντα φυλάττει τὰ τοῦ κανόνος, ὥσπερ τὸ Αἴας, διατί οὐκ ἐκλίθη διὰ τοῦ ΝΤ; Ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν· καὶ γὰρ ἀπὸ τοῦ λάας τοῦ προσηγορικοῦ γίνεται τὸ κύριον· καὶ γὰρ ἐκεῖνος λιθογλύφος ἦν· διὰ τοῦτο ἀπὸ μεταφορᾶς τοῦ προσηγορικοῦ κέκλιται τὸ κύριον. Ἐκ γοῦν τῆς λάαος γενικῆς γίνεται εὐθεῖα ἑτέρα, λάαος· καὶ κλίνεται λαάου, ὥσπερ Καππάδοξ Καππάδοκος, ὁ Καππάδοκος τοῦ Καππαδόκου· τὸ γὰρ Καππαδόκης, μεταπλασμός· καὶ ὁ Θεολόγος «Τοὺς ἐμοὺς Καππαδόκας» φησί. καὶ ὥσπερ Μενέλαος Μενέλας, καὶ Πτερέλαος Πτερέλας, οὕτως ἀπὸ τῆς λάαος εὐθείας γίνεται λάας κράσει τοῦ ΑΟ εἰς α μακρὸν, καὶ κλίνεται λάου. Καὶ ἐπεὶ τὴν κλίσιν τοῦ ἐντελοῦς ἐφύλαξε, διατί μὴ καὶ τὴν κατάληξιν αὐτοῦ; Ἐπειδὴ τὸ ὄνομα Δωρικόν ἐστιν· οἱ δὲ Δωριεῖς εἰς α περατοῦσι τὴν γενικὴν, τοῦ Παπία καὶ τοῦ Ἑρμεία. Καὶ πάλιν ἐκ τῆς λάαος τρισυλλάβου γενικῆς γίνεται τρίτῃ κράσει τῶν δύω ΑΑ εἰς α μακρὸν, λᾶος· καὶ Ὅμηρος Ἰλιάδος μʹ,

  
Λᾶος ὑπὸ ῥιπῆς.  
<!-- 553 -->Τουτέστιν, ὑπὸ τῆς τοῦ λίθου φορᾶς. Αὕτη πάλιν ἡ λᾶος γενικὴ μετάγεται εἰς εὐθεῖαν· καὶ κιρνωμένη γίνεται Λᾶς, καὶ κλίνεται Λᾶ· σημαίνει δὲ τοῦτο καὶ ποταμὸν, καὶ πόλιν, καὶ λίθον. Λαός: Οἱ ὄχλοι. Λᾶες κατὰ διάλεκτον οἱ λίθοι λέγονται. Ζήτει τὴν ἱστορίαν ἐν τῷ Λεξικῷ τῆς α Ἰλιάδος· Προμηθέως παῖς Δευκαλίων γίνεται ..... Λαός: Ὄνομα ἀρσενικὸν, εἴδους παραγώγου, ῥηματικόν· εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι περιληπτικοῦ. Γίνεται παρὰ τὸ λαλῶ λαλὸς καὶ λαός. Ἢ παρὰ τὸ λάας, ὃ σημαίνει λίθον, ἡ γενικὴ, λάαος· καὶ κράσει, λάος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ ὀξύνεται. Διατί; Αἱ γὰρ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους· οἷον, ὕϊς ὕϊος, υἱὸς υἱοῦ. Οὕτως οὖν καὶ λάας λάαος λᾶος λαός. Καὶ ἄλλως. Τὰ εἰς ΟΣ λήγοντα καθαρὰ μονογενῆ μακρᾷ παραληγόμενα προπερισπᾶται· ὅσα δὲ μὴ κύρια, μηδὲ ἔχοντα οὐδετέρου παρασχηματισμὸν, ὀξύνεται· οἷον λαὸς, κριός· τὸ δὲ πρᾶος καὶ Χῖος οὐκ εἰσὶ προσηγορικά. Τὸ δὲ λάας τὸ προσηγορικὸν, καὶ τὸ μέγας τὸ ἐπίθετον, συστέλλει τὸ α· σεσημείωται γὰρ τὸ μέγας λάας. Τὰ δὲ κύρια ἰσοσυλλάβως κλίνεται, καὶ ἔχει τὸ α μακρόν· οἷον, ὁ Μέγας τοῦ Μέγα, ὁ Λάας τοῦ Λάα. Τὸ δὲ λάας τὸ προσηγορικὸν, καὶ τὸ μέγας τὸ ἐπίθετον, διὰ καθαροῦ τοῦ ΟΣ κλίνεται· ἐναλλάξαντα γὰρ κατὰ τὸν τόνον, ἐνήλλαξαν καὶ κατὰ τὴν κλίσιν· οἷον, ὁ λάας τοῦ λάαος, ὁ μέγας τοῦ μέγαος· ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλιτός ἐστιν, ὡς ἀπὸ τῆς μεγάλος εὐθείας. Ἐξέλειψε δὲ πάλιν ἡ μεγάλος εὐθεῖα· ἐπειδὴ γὰρ τὰ διὰ τοῦ ΑΛΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ὡς τὸ ὀμφαλὸς, Ἰταλός· ἢ προπαροξύνεται, ὡς τὸ κεκρύφαλος, Ἄτταλος· τὸ μεγάλος μόνον παροξυνόμενον, διὰ τὸ ἀχαρακτήριστον τοῦ τόνου ἐξέλειψεν. Ὅτι δὲ παροξύνεται τὸ μεγάλος, δείκνυται ἐκ τῆς εὐθείας τῶν πληθυντικῶν· οἱ μεγάλοι γὰρ φαμέν. Διὰ τοῦτο κλίνεται ἑτεροκλίτως· οἷον, ὁ μέγας τοῦ μεγάλου. Τὸ μέντοι μέγας τὸ ἐπίθετον συστέλλει τὸ α, ὡς ἔχει καὶ τὸ οὐδέτερον τὸ μέγα. Καὶ τὰ εἰς σ λήγοντα μετὰ διχρόνου, ἀποβολῇ τοῦ σ τὸ οὐδέτερον ποιοῦντα, συνεσταλμένον ἔχει τὸ δίχρονον. Τὸ δὲ λάας τὸ προσηγορικὸν ἔχει ὁμοίως βραχὺ τὸ α, διʼ αἰτίαν τοιαύτην· τὰ εἰς ΑΣ καθαρὰ ὀνόματα δισύλλαβα ἀρσενικὰ οὐδέποτε εἰσὶ προσηγορικά· ἀλλʼ ἢ κύρια, ὡς τὸ Θόας, Δρύας· ἢ ἐθνικὰ, ὡς τὸ Ὕας Ὕαντος· Ὕαντες γὰρ λέγονται οἱ κατοικοῦντες τὴν Βοιωτίαν· ἢ ἐπίθετα, ὡς τὸ εὔας εὔαντος· ἔστι δὲ ἐπίθετον τοῦ Διονύσου· ἐπειδὴ οὖν τὸ λάας προσηγορικόν ἐστιν, ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. Τὸ δὲ λαὸς μακρὸν ἔχει τὸ α· ἢ ὅτι ἀπὸ κράσεως, ἢ ὅτι τὰ εἰς ΟΣ ὀξύτονα ἀρσενικὰ δισύλλαβα καθαρὰ διχρόνῳ παραληγόμενα ἐκτείνει αὐτὸ, οἷον ναὸς, λαὸς, κριὸς, ἰὸς, βιός. Ἔνθεν καὶ ὅμαδος εἴρηται τὸ πλῆθος, οἷον ὅμαδός τις ὤν. Ἄλλοι δὲ παρὰ τοὺς λίθους. Λάβρος: Ὁ ἀδηφάγος. Ἐκ τοῦ βορὰ ὃ σημαίνει τὴν τροφὴν καὶ τοῦ ΛΑ ἐπιτατικοῦ μορίου. Ἔστι δὲ καὶ ἀπὸ τοῦ βορέας, ὃ σημαίνει τὸν ἄνεμον, ὡς τὸ,

  
Λάβρος ἐπαιγίζων.  
<!-- 554 -->Σφοδρὸς ἐπικαταπνέων. Ἢ παρὰ τὸ ΛΑ καὶ τὸ βῶ, τὸ βαίνω. Λάβραξ: Ἐκ τοῦ βορὰ γίνεται λάβορος· καὶ συγκοπῇ, λάβρος. καὶ λάβραξ παρώνυμον, ὡς λίθος λίθαξ. Ἔστιν οὖν παρὰ τὸ λάβρως ἐσθίειν· ἀδηφάγον γὰρ ἐστὶ τὸ ζῷον, ὡς ἱστορεῖ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς. Λαβραγόρην: Προπετῆ ἐν τῷ λέγειν, οἷον λάβρον καὶ θρασύν. Λαβή: Ἀφορμὴ, μέμψις. Λαγανόν: Ὡς λαγαρόν· ἐκκεκένωται γὰρ αὐτοῦ τὸ πάχος εἰς πλάτος· καὶ λειανθὲν, ἀσθενέστερον γίνεται· παρὰ τὸ λήγω. Λαγγών: Ὁ εὐθέως λανθάνων τοῦ ἀγῶνος καὶ φόβου. Λαγαρία: Πόλις Ἰταλίας· ἀπὸ Λαγάριδος τινὸς νομέως. Λάγυνος: Ἡ πάνυ δεκτική· παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ γῶ, τὸ χωρῶ. Λαγνεία: Λαγυνεία τὶς οὖσα· παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὴν γυναῖκα. Λαγώς: Παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ ὦς ὠτὸς Δωρικῶς γίνεται, ὁ μεγάλα ὦτα ἔχων. Ἢ τὸ λάειν, ὅ ἐστι βλέπειν· λέγεται γὰρ μὴ μύειν κοιμώμενος. Ἐκ τοῦ λαγὼς γίνεται λαγῷος τὸ ἐπίθετον· καὶ λαγῷα κρέα. Λαβύρινθος: Ἐν τῇ Κρήτῃ νήσῳ ἐστὶν ὄρος, ἐν ᾧ ἐστὶ σπήλαιον ἀντρῶδες, δύσκολον περὶ τὴν κάθοδον, καὶ δυσχερὲς περὶ τὴν ἄνοδον· ἐν ᾧ λέγεται ὁ Μινώταυρος ἐμβληθῆναι. Ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆναι τοὺς Λαβυρίνθους, λαμβάνεται ἐπὶ τῶν ἀφύκτων λόγων, οὓς οὐδεὶς δύναται ἐκφυγεῖν. Λαδρέοντι: Παρὰ τὸ ΛΑ καὶ τὸ ῥέω, λαρέοντι, μεγάλως ῥέοντι· καὶ πλεονασμῷ τοῦ δ. Λαερτιάδης: Πατρωνυμικὸν ἐκ τοῦ Λαέρτιος· τὰ γὰρ εἰς ΟΣ ὀνόματα, εἰ μὲν καθαρὰ, διὰ τοῦ άδης ποιοῦσι τὸ πατρωνυμικόν· οἷον, Νηλήϊος, Νηληϊάδης· Θυέστιος, Θυεστιάδης· εἰ δὲ μὴ καθαρὰ, διὰ τοῦ ίδης, Κρόνος, Κρονίδης, Λαγὸς, Λαγίδης. Ἰστέον ὅτι οὐ ποιοῦσιν ἀπὸ προσηγορικοῦ πατρωνυμικά· τὰ γὰρ προσηγορικὰ κοινά εἰσι καὶ κατὰ πολλῶν λέγονται. Εἰ οὖν ἄνθρωπος ἀνθρωπίδης εἴπωμεν, ἐδηλώσαμεν τινὰ ἐκ πολλῶν γεγενῆσθαι· ὅπέρ ἐστιν ἄτοπον. Μόνον δὲ λέγουσι γεγενῆσθαι τὸν Πᾶνα παρὰ πολλῶν· ὅθεν καὶ αὐτὴν εἴληφε τὴν ὀνομασίαν. Λαέρτιος: Ὥσπερ δὲ λέγεται Βούσιρις, οὕτως καὶ Λαέρτης Λαέρτιος· παρὰ τὸ δύνασθαι λᾶας ἀερτάζειν, ἤγουν κουφίζειν λίθους. Λάϊγγες: Παρὰ τὴν λᾶος γενικὴν γίνεται λάϊξ· καὶ πλεονασμῷ τοῦ γ, λάϊγξ· κλίνεται λάϊγγος· ὥσπερ καὶ παρὰ τὸ ψῆφος γίνεται ψῆφιξ, καὶ ψᾶφιξ, καὶ ψᾶφιγξ. Λάζετο:

  
Λάζετο δʼ ἔγχος.  
Ἐκράτει. Ἐκ τοῦ λήβω, τὸ λαμβάνω, ὁ δεύτερος ἀόριστος, ἔλαβον· ἐξ αὐτοῦ ῥῆμα λαβάζω· καὶ συγκοπῇ, λάζω· λάζομαι, ἐλαζόμην, ἐλάζου, ἐλάζετο· καὶ συναρχομένως, λάζετο. Λάθιος: Κρήνη περὶ τὴν Οἴτην· ἥτις οὕτως <!-- 555 -->ὠνόμασται, διὰ τὸ τὸν Ἡρακλέα πιόντα ἐξ αὐτῆς ἐπιλαθέσθαι τῶν ἐν ἀνθρώποις κακῶν. Λαθικηδής: Παρὰ τὸ κήδω ὅθεν κήδομαι, τὸ λυποῦμαι, καὶ τοῦ λήθω γίνεται, ὁ ἄλυπος. Ὀξύνεται δὲ, ὅτι παρὰ ῥῆμα ἐστὶ βαρύτονον τὸ λήθω, κήδω. Εἰ γὰρ ἦν παρὰ τὸ κῆδος, ἐβαρύνετο ἂν, ὡς παρὰ τὸ μῆκος εὐμήκης.

  
Λαθικηδέα μαζόν.  
Τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων. Ἰλιάδος χʹ. Λάκκος: Ἀπὸ τοῦ λακίζω λακίσω, ὃ σημαίνει τὸ διακόπτω, ὁ δεύτερος ἀόριστος, ἔλακον· καὶ ἐξ αὐτοῦ λάκκος πλεονασμῷ ἑτέρου κ· ἢ παρὰ τὸ λαχαίνω. Λακέρεια: Ὄνομα πόλεως· παρὰ τὸ ΛΑ καὶ τὸ ῥέειν, οἱονεὶ ἡ μεγάλως ἐπιρρεομένη. Λακίνιον: Ὄρος Κρότωνος· ἀπὸ ἥρωος Λακινίου ὠνόμασται. Λακινία πόλις, ἀπὸ τοῦ Λακῖνος· ὅθεν καὶ τὸ ΝΙ ι. Λάκτιν: Σημαίνει ἡ λέξις σκυτάλην, τορύνην. Καλλίμαχος,

  
Αὖθις ἀπαιτίζουσαν ἔκνον εὐεργέα λάκτιν.  
Λαμπρός: Παρὰ τὸ λάμπω· τοῦτο παρὰ τὸ λίαν καὶ τὸ φῶ, τὸ φαίνω, γίνεται λιάνφω, καὶ τροπῇ, λάμπω. Ἐτυμολογεῖται δὲ λαμπρὸς παρὰ τὸ λύειν τὴν πήρωσιν. Λακεδαίμων ἀνήρ: Ἀπὸ τῆς πόλεως· καὶ ἡ Λακεδαίμων πόλις, λαχεδαίμων τὶς οὖσα· ἐν αὐτῇ γὰρ οἱ θεοὶ πρῶτοι ἔλαχον καὶ ἐκληρώσαντο τὰς πόλεις. Λακέρυζα κορώνη: Ἡσίοδος. Ἐκ τοῦ κρῶ κρύζω, ὄνομα κρύζα· πλεονασμῷ τοῦ ε, κέρυζα· καὶ μετὰ τοῦ ΛΑ ἐπιτατικοῦ μορίου, λακέρυζα, ἡ μεγάλως κράζουσα· ἐξ οὗ καὶ ῥῆμα λακερύζω. Τοῦ λακεῖν ἡ λέξις πεποίηται ἀπὸ τοῦ ἤχου. Λαλῶ: Πρώτης συζυγίας τῶν περισπωμένων. Παρὰ τὸ λῶ, τὸ θέλω, γίνεται κατὰ ἀναδιπλασιασμὸν, λαλῶ· ἃ γάρ τις θέλει, ταῦτα καὶ λαλεῖ. Τὸ δὲ λῶ σημαίνει καὶ τὸ ἀπολαύω· ἐξ οὗ καὶ λάρυγξ. Ἔστι παράγωγον τοῦ λῶ, λάσω· καὶ πλεονασμῷ τοῦ κ, λάσκω. Ὅθεν Εὐριπίδης,

  
Τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους.  
Λακίδες: Ἐπισχίσματα ἱματίου· παρὰ τὸ λακεῖν καὶ ψοφεῖν ἠρέμα ἐν τῷ σχίζεσθαι. Λαλιά: Παρὰ τὸ λῶ, τὸ λαλῶ. Ὀξύνεται· τὰ σημαίνοντα ἄθροισιν, ἢ περιεκτικὰ τινῶν προσηγορικῶν, ὀξύνεται· οἷον, ἀχυρμιὰ, πυρκαϊά. Λάλαξ: Ἀπὸ τοῦ λαλαγὴ τοῦ σημαίνοντος τὸν θόρυβον. Λάλλαι: Ἐκ τοῦ λαλῶ γίνεται ῥηματικὸν ὄνομα λάλη, καὶ πλεονασμῷ τοῦ λ, λάλλη. Λάλλαι δέ εἰσιν αἱ ψῆφοι αἱ παραθαλάσσιαι, αἱ ὑπὸ τῶν κυμάτων κινούμεναι καὶ ψόφον τινὰ ἀποτελοῦσαι. Λάμια: Θηρίον. Ἀπὸ τοῦ ἔχειν μέγαν λαιμὸν, λαίμια, καὶ λάμια. Λαμία, πόλις· οἱ μὲν, ἀπὸ Λαμίου τοῦ Ἡρακλέους ὀνομάζουσιν· οἱ δὲ, ἀπὸ γυναικὸς Λαμίας, ἥτις ἐβασίλευσε Τραχινίων. Ἔστι καὶ προσηγορικὸν καὶ σημαίνει τὰ χάσματα. Λάμυρος: Ὁ λάλος, ὁ στωμύλος· καὶ λαμυρία, ἡ στωμυλία, ἢ ἡ ἀλόγιστος ἀνδρεία· καὶ λαμυρὸν, τὸ πολὺ καὶ ἄθρουν· καὶ λαμυρὴν, τὴν θάλασσαν, οἷον πολλήν. <!-- 556 -->Λαμπετῶ: Ὥσπερ ἀπὸ τοῦ εὔχω γίνεται εὐχέτης, καὶ βάλλω βελέτης καὶ ἑκατηβελέτης, οὕτως καὶ παρὰ τὸ λάμπω, λαμπετής· καὶ ἐκ τούτου λαμπετῶ. Ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ οἱ ποιηταὶ ἐπὶ τῆς δευτέρας συζυγίας ἔθος ἔχουσι πλεονάζειν τὸ ο· καὶ γίνεται λαμπετόω· ἡ μετοχὴ, λαμπετόων λαμπετόωντος λαμπετόωντι. Λάμψακος: ὅτι τοῖς Λαμψακηνοῖς χρησμὸς ἐδόθη, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι. Ἀστραπῆς οὖν γενομένης, εἶδον τὸν τόπον, καὶ ἔκτισαν τὴν πόλιν, Λάμψακον ταύτην προσαγορεύσαντες· καὶ οὕτω τοὺς πολεμοῦντας αὐτοῖς βαρβάρους λόχον ποιήσαντας, διὰ τῆς ἀστραπῆς ἰδόντες, κατέκοψαν. Λάξ: Ἀπὸ τοῦ λήγω ῥήματος, ὁ μέλλων, λήξω· λὴξ καὶ λὰξ, τὸ τῷ λήγοντι μέρει τοῦ ποδὸς τουτέστι τῷ ἄκρῳ πλήττειν. Καὶ Ὅμηρος Ἰλιάδος κʹ,

  
Λὰξ ποδὶ κινήσας.  
Εὐτόνως τῷ μεγάλῳ δακτύλῳ τοῦ ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομήδους ποδὸς, ὡς δῆλον ἐκ τῶν ἐπιφερομένων,

  
Ὄτρυνέ τε νείκεσέ τʼ ἄντην.  
Ὁ Νέστωρ δηλονότι. Λάξις: Ὅ ἐστιν οἰκοδόμημα αἱμασιᾶς· οἱ δὲ Ἀττικοὶ, λίθους ἐκλέγοντες, ἀνῳκοδόμουν. Λαοδίκη: Ὄνομα κύριον· ἐκ τοῦ λαὸς καὶ τοῦ δίκη. Τὰ δὲ εἰς ΟΣ ὀκταχῶς συντίθενται. Ζήτει εἰς τὸ θ. Λαομεδοντιάδης: Εἴδους τῶν παραγώγων πατρωνυμικοῦ. Τὸ ΤΙ ι· πᾶσα γενικὴ εἰς ΟΣ διὰ τοῦ ΙΔΗΣ ποιεῖ τὸ πατρωνυμικόν· Λαομέδοντος, Λαομεδοντίδης· καὶ ὥσπερ Τελαμὼν Τελαμῶνος Τελαμωνίδης, καὶ πλεονασμῷ τοῦ α, Τελαμωνιάδης, οὕτως καὶ Λαομέδων Λαομέδοντος Λαομεδοντιάδης. Ἡ κλητικὴ, ὦ Λαομέδον. Λαοσσόος: Τὸν Ἀμφιάρηον τὸν διὰ μαντικὴν σώζοντα τοὺς ἀνθρώπους. Ἢ λαοσσόος ἡ Ἀθηνᾶ, καθὸ σώζει καὶ παρορμᾷ τοὺς λαούς. Λάπαθος: Ἡ κενωτικὴ τῆς γαστρὸς βοτάνη· παρὰ τὸ λειαίνειν τὰ πάθη· παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ πάθος· ἡ ἀπελαύνουσα τὸ πάθος. Ἢ ἀπὸ τοῦ λαπάσσειν· ἔστι γὰρ τὸ λάχανον εὔθετον εἰς γαστέρα· ἁπαλύνει γάρ. Οἱ δὲ Ἀττικοὶ λάπαθον λέγουσι τὰ ὀρύγματα τῶν θηρίων, ὅτι λανθάνει τοὺς θεωροῦντας· οἵτινες, μὴ εἰδότες, ἔρχονται εἰς τὸ παθεῖν ΤΙ. Καὶ ὑπολαπάξας, τὸ ὑποκενώσας ὁμοίως. Λαξευτήριον: Παρὰ τὸ λάας ὃ σημαίνει τὸν λίθον καὶ τὸ ξύω γίνεται λαξευτήριον, τὸ τοὺς λίθους ξύον. Ἢ ξέω, καὶ πλεονασμῷ τοῦ υ μετὰ τοῦ ΛΑ ἐπιτατικοῦ, λαξεύω τὸ πάνυ ξέω. ὅθεν καὶ λαξευτήριον. Λαπάρα: Τὸ ΡΑ μακρόν. Τὰ εἰς ΡΑ θηλυκὰ βραχεῖα ἢ βραχυνόμενα· βραχύ ἐστι ἢ βραχυνόμενον· βραχέα δύο, ε ο· τρία βραχυνόμενα, α ι υ. Γίνεται ἐκ τοῦ λαπάζω, ὃ σημαίνει τὸ κενῶ· ὅθεν καὶ τὸ ἐξαλαπάξας· καὶ λαπάξαι, τὸ κενῶσαι· παρὰ τὸ λάπαθον τὴν βοτάνην, κενωτικὴν οὖσαν γαστρός· ὅθεν καὶ λάφυρα, ἀπὸ τῆς κενώσεως τῆς πόλεως. Καὶ,

  
Λάπτοντες γλώσσαις.  
Οἶον κενοῦντες καὶ ἐξαντλοῦντες, Ἰλιάδος πʹ· καὶ οἷον ταῖς γλώσσαις προσκείμενοι τῷ ὕδατι. Τί δέ ἐστι λαπάρα; Ὁ κενὸς τῶν ὀστέων τόπος, ὁ ὑποκάτω τῶν πλευρῶν κείμενος. Λαπιδόρχας: Ὁ μεγάλους ὄρχεις ἔχων. Λαπίζειν: Ἀλαζονεύεσθαι. Λάρναξ: Κυρίως ἡ διὰ λάων ὅ ἐστι λίθων <!-- 557 -->κατασκευασθεῖσα θήκη· ἢ παρὰ τὸ λίαν νάσσεσθαι τὸν ἐκτιθέμενον. λάρισσα πόλις, ἀπὸ Λαρίσσης τινὸς κληθεῖσα. λάρος τὸ ὄρνεον, τὸ ἀπολαυστικὸν ἔχον τὸν νοῦν,

  
Λάρῳ ὄρνιθι ἐοικώς.  
Λαρόν: Τὸ ἡδὺ πόμα. Παρὰ τὸ ἰλαρὸν, λαρόν· ἢ παρὰ τὸ λῶ, τὸ θέλω, τὸ κατὰ γεῦσιν ἢ κατʼ ὄψιν θελητόν. Ἢ παρὰ τὸ λίαν γέγονε. Λέγεται καὶ ἐπὶ τοῦ ἁπαλοῦ· Ἡσίοδος,

  
Οὐκέτι δὴ βαίνουσι λαροῖς ποσίν.  
Ἐκ τούτου τὸ λαρινός. Ἢ παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τοῦ ῥινός. Λάρυγξ: Παρὰ τὸ λαρύσσω λαρύξω, λάρυγξ· τὸ δὲ λαρύσσω, παρὰ τὸ λῶ, τὸ ἀπολαύω· ἐξ οὗ καὶ τὸ λεῖον· διὰ γὰρ τοῦ λαιμοῦ καὶ τοῦ φάρυγγος τὴν ἀπόλαυσιν ἔχομεν τῶν τροφῶν· ἢ παρὰ τὸ λῶ, τὸ λαλῶ· καὶ γὰρ τρεῖς πόροι εἰσὶ τοῦ τραχήλου, λάρυγξ, φάρυγξ, καὶ ὁ νωτιαῖος μυελός. Λάρυγξ μὲν, διʼ οὗ λαλοῦμεν καὶ ἀναπνέομεν· φάρυγξ δὲ, διʼ οὗ ἐσθίομεν καὶ πίνομεν· ὁ δὲ νωτιαῖος μυελὸς, διʼ οὗτινος τὰ νεῦρα ἐκφύονται. Λαρυγγίζειν, εἰς τὸ λαχανίζειν. Λάσιος: Ὁ δασύς. Ἐκ τοῦ ΛΑ ἐπιτατικοῦ, καὶ τοῦ σεύω, τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται τὰ διὰ τοῦ νοήματος· ἡ γὰρ θέρμη αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν· νῦν δὲ περὶ τοῦ θερμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν, ἀφʼ ὧν λέγεται,

  
Στήθεσσιν λασίοισιν.  
Τουτέστι θερμοῖς· ἡ γὰρ θέρμη ἐν τοῖς δασέσι καὶ συνετοῖς τόποις. Ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστι τὸ πυρῶδες ἢ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Λάσιοι οὖν, πολύτριχες ἢ συνετοί. Λάσανον: Ἐφʼ οὗ οἱ δασεῖς τόποι ἰζοῦσιν. Ὡς,

  
Λαισήϊά τε πτερόεντα.  
δασέα δὲ, τὰ περὶ τὸν ὄρρον. Λάσταυρος: Παρὰ τὸ λᾶς· οἴδαμεν γὰρ τί σημαίνει παρὰ τοῖς Ἀττικοῖς. Λάταυρος: Τὸ ἱμάτιον· ἀναλογεῖ γὰρ τῇ λωπίᾳ τῷ δέρματι. Λάτρις: Ὁ ἐπὶ μισθῷ δουλεύων· λάτρον γὰρ ὁ μισθός· ἢ παρὰ τὸ ΛΑ ἐπιτατικὸν μόριον, καὶ τὸ τρεῖν τὸ φοβεῖσθαι. Ἔστι δὲ ἀρσενικὸν καὶ θηλυκόν. Λατρεία: Ἐκ τοῦ λατρεύω· τοῦτο, ἐκ τοῦ λάτρις, ὃ σημαίνει τὸν μίσθιον δοῦλον· τοῦτο, ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν μισθόν· τοῦτο, ἐκ τοῦ τηρῶ, τὸ βλέπω, καὶ τοῦ ΛΑ ἐπιτατικοῦ, λατήριον· καὶ συγκοπῇ, λάτρον, πρὸς ὃ ἀποβλέπει ὁ μισθωτός. Λαῦρα: Ἡ πλατεῖα ῥύμη· οἷον,

  
Ἦν ὁδὸς ἐς λαύρην.  
Παρὰ τὸ λίαν ἔχειν αὖραν· ἢ διʼ ἧς ὁ λαὸς ῥεῖ εἰς τὴν ὁδόν. Λαύρας, τὰς ὁδοὺς, ἢ τὰ ἄμφοδα, ἢ τὰς πλατείας ῥύμας, ἢ παρὰ τὸ διʼ αὐτῶν τὸν λαὸν ὀρούειν, τουτέστιν ὁρμᾶν. Λατῷος: Ποταμὸς οὕτως ὠνόμασται, ἀπὸ τοῦ τὴν Λητὼ ἐκεῖ ἀποκυῆσαι. Λαφύστιος: Ὁ Διόνυσος· ἀπὸ τοῦ ἐν Βοιωτίᾳ Λαφυστίου ὄρους. Λάσκω: Σημαίνει τὸ λαλῶ. Εὐριπίδης,

  
Τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους.  
Λάταξ: Παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ στάζω στάξω στὰξ καὶ λάταξ· τὴν μεγάλην σταγόνα σημαίνει. Λάχεια: Σημαίνει τὴν καλῶς ἐσκαμμένην γῆν· <!-- 558 -->παρὰ τὸ ΛΑ ἐπιτατικόν. Ὡς ἀπὸ τοῦ χαίρω χάρεια, καὶ ἀνθῶ ἄνθεια, καὶ κρατῶ κράτεια, οὕτως καὶ παρὰ τὸ λαχῶ λάχεια· τὰ γὰρ ἀπὸ ἐνεστῶτος γινόμενα προπαροξύτονα διὰ διφθόγγου γράφεται, μήδω, Μήδεια· θέρω, θέρεια. Λαχαίνειν: Τὸ σκάπτειν· ἤτοι παρὰ τὸ λάχειαν γίνεσθαι τὴν γῆν θρυπτομένην· ἢ παρὰ τὸ σφόδρα χαίνειν αὐτὴν σκαπτομένην. Καὶ λάχανον ἐντεῦθεν, παρὰ τὸ δεῖσθαι τοῦ σκάπτεσθαι. Καὶ λάχεια νῆσος, ἀπὸ τοῦ σκάπτεσθαι εἰς βάθος δύνασθαι· οἱ δὲ λέγουσιν αὐτὴν ἐλάχειαν εἶναι, ὅ ἐστι σμικράν· ἀλλʼ ἐκ τοῦ περιεχομένου ἐλέγχονται·

  
Παρὲκ λιμένος τετάνυσται.  
Πῶς γὰρ παρατέταται, μικρὰ οὖσα; Λαχανίζεσθαι: Ἀντὶ τοῦ λάχανα συλλέγειν. Λαρυγγίζειν: Τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλʼ ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι. Λάχνη: Ἡ τρίχωσις. Ἐκ τοῦ ΛΑ ἐπιτατικοῦ καὶ τοῦ ἔχω, τὸ κρατῶ, γίνεται λαέχνη, καὶ κατὰ κρᾶσιν, λάχνη, ἧς ἐστιν ἔχεσθαι καὶ λαβέσθαι. Ἢ τὸ πάνυ κεκρατημένον· ἡ γὰρ τρίχωσις εὔληπτος. Παράγεται δὲ παρὰ τὸ λάζω, τὸ κρατῶ· ὁ μέλλων, λάξω· καὶ ἐξ αὐτοῦ, λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός. Λαχμῷ: Τῷ δασεῖ τῶν ἐρίων· παρὰ τὸ λίαν ἔχεσθαι. Ἀντίμαχος δὲ τῶν ἵππων τὸν λακτισμόν· οἷον,

  
λαχμὸν δʼ οὐ δείδιεν ἵππων.  
Σέλευκος δὲ ἀξιοῖ διὰ τοῦ ν γράφεσθαι λάχνῳ, ὃ σημαίνει λάχνην. Λαχόην: Ἔστι λάχοιμι λάχοις λάχοι· τοῦτο γίνεται κατὰ πλεονασμὸν τοῦ η Ἀττικῶς, λαχοίη· εἶτα προσθέσει τοῦ σ, λαχοίης· καὶ τροπῇ τοῦ σ εἰς ν, γίνεται τὸ πρῶτον· καὶ ἀποβολῇ Αἰολικῇ τοῦ ι, λαχόην. Λαυκανίη: Ὁ λαιμός· ἀπὸ τῆς ἀπολαύσεως. Λαιμός: Παρὰ τὸ λίαν μᾶν· ἢ παρὰ τὸ λάπτω, ὃ σημαίνει τὸ κατὰ δίψης φλέγομαι. Ἢ παρὰ τὸ λάειν, ὅ ἐστιν ἀπολαύειν. Εἰς τὸ λῆμμα. Λαιδρός: Ὁ θρασύς. Παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ δρῶ, τὸ πράττω. Λαίθαργος κύων: Ὁ λαθραία δάκνων· ἐκ τοῦ λήθω. Λαίσκαπρος: Ὁ λάγνος καὶ λάμυρος· παρὰ τὸ ΛΑ ἐπιτατικὸν, πλεονασμῷ τοῦ ι, ὡς ἐν τῷ μαιστροπὸς, ἀντὶ τοῦ μαστροπός. Λαισήϊά τε πτερόεντα: Μικρὰ ἀσπιδίσκια ὠμοβύρσια· ἔστι δὲ βαρβαρικὸν ὅπλον. Γίνεται παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ σεύω, τὸ ὁρμῶ. Ἢ παρὰ τὸ ἐν τῇ λαιᾷ βαστάζεσθαι· ἢ παρὰ τὸ λάσιον· ἀπὸ τοῦ ὠμαῖς βύρσαις περιβεβλῆσθαι. Λαιὰ χείρ: Ἡ ἀριστερά· ἀπὸ τοῦ λελιάσθαι καὶ κεχωρίσθαι τῶν πράξεων. Λαῖφος: Λινοϋφὲς ἅρμενον· ἢ παρὰ τὸ λῶπος, λάφος καὶ λαῖφος, ὡς γλῶσσα γλάσσα. Λαῖτμα: Τὸ χάσμα, καὶ μέγα πέλαγος. Ἢ τὸ οἴδημα τῆς θαλάσσης. Λαίλαψ: Παρὰ τὸ λάπτω λάψω λάψ, καὶ κατὰ ἀναδιπλασιασμὸν, λαίλαψ· δηλοῖ δὲ τὴν σφοδρὰν καὶ ἐπιτεταμένην λαβρότητα τοῦ πνεύματος. Τὸ δὲ λάπτω, ἐκ τοῦ ΛΑ ἐπιτατικοῦ, καὶ σημαίνει τὸ λίαν ἅπτεσθαι. Λέα: Ἡ ἐν τοῖς ἱστίοις λίθος· ὅτι λίθους ἐξήρτουν. <!-- 559 -->Λεβηρίς: Τὸ τοῦ ὄφεως γῆρας. Λέβης: Τὸ χέρνιβον, ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι· ἢ ὁ χυτρόπους, εἰς ὃν λείβεται καὶ ἐμβάλλεται τὸ ὕδωρ. Σημαίνει δʹ· ἐπὶ μὲν τοῦ παρʼ ἡμῖν λεγομένου χέρνιβος,

  
Χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα,  
  
καλῇ, χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος.  
Ἐπὶ δὲ τῆς λεκάνης,

  
Γρηῦς δὲ λέβητʼ ἕλε παμφανόωντα,  
  
τῷ πόδας ἐξαπενίζοντο.  
Ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους,

  
Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ.  
Ἐπὶ δὲ τῶν ἀναθεματικῶν,

  
Αἴθωνας δὲ λέβητας ἐείκοσι.  
Λεγεών: Τὸ στῖφος τὸ ἐκλεκτόν· ἀπὸ τοῦ λέγω, τὸ συλλέγω. Τὸ δὲ λέγω σημαίνει ἕξ· καὶ γίνεται παρὰ τὸ λῶ, τὸ θέλω. Λέγω, τὸ λαλῶ, ἐξ οὗ καὶ λόγος· λέγω, τὸ μετρῶ, ἐξ οὗ καὶ ὡρολόγιον, τὸ τὰς ὥρας μετροῦν· λέγω, τὸ κοιμῶμαι, ἐξ οὗ καὶ λέχος ἡ κοίτη· λέγω, τὸ φροντίζω, ἐξ οὗ καὶ ἀλέγω· λέγω, τὸ συλλέγω, ὡς τὸ,

  
ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.  
Λέγω, τὸ λαγχάνω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος, λέλογχα, ὡς τὸ,

  
τιμὴν δὲ λελόγχασιν ἴσα θεοῖσιν.  
Λέγω: Τὸ ΛΕ ψιλόν. Διατί; Τὰ διὰ τοῦ ΕΓΩ ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, φλέγω, ψέγω· ἢ καὶ τὰ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖς ὀνόμασιν, ἔχουσι τὸ ε ἀντιπαρακείμενον ἐν τοῖς ῥήμασιν. Ὁ δεύτερος ἀόριστος, ἔλεγον· καὶ ὤφειλεν εἶναι ἔλαγον, κατὰ τὸν λέγοντα κανόνα, «Κἄν που τύχῃ τὸ ε σὺν ἀμεταβόλῳ, εἰς α αὐτὸ τρέπει ὁ δεύτερος ἀόριστος.» Ἀλλὰ σεσημείωται τὸ λέγω, ἔλεγον· φλέγω, ἔφλεγον· καὶ ἀείρω, ἤερον· καὶ ὀφείλω, ὤφελον. Τὸ λεγόμεθα καὶ φερόμεθα οἱ Αἰολεῖς εἰς ε ποιοῦσι λεγόμεθεν καὶ φερόμεθεν, μετὰ τοῦ ν. Ἀλλὰ καὶ τὰ εἰς ΘΕΝ λήγοντα ἐπιρρήματα εἰς α ποιοῦσιν, ὄπισθεν, ὄπισθα· ἄτερθεν, ἄτερθα, χωρὶς τοῦ ν. Ὅτε γὰρ ἦν εἰς ε τὰ ἐπιρρήματα, τότε καὶ τὸ ν· ὅτε δὲ εἰς α, ἀφίσταται τὸ ν, ὥσπερ καὶ τὸ λεγόμεθα, φερόμεθα· εἶτα λεγόμεθεν, ἐπλεόνασε τὸ ν. Λῶ: Σημαίνει δʹ· τὸ λαλῶ· λῶ, τὸ ἀπολαύω· λῶ, τὸ βλέπω, ἐξ οὗ καὶ λέων· λῶ, τὸ ἐπιθυμῶ, ἐξ οὗ τὸ,

  
λιλαιόμενα χροὸς ἆσαι.  
Λεηλατῶ: Παρὰ τὸ λεὼς καὶ τὸ ἀτῶ, τὸ βλάπτω, γίνεται λεωλατῶ, πλεονασμῷ τοῦ λ· εἶτα τρέπεται τὸ ω εἰς η· καὶ σημαίνει τὸν λαὸν βλάπτω· καὶ ἐλεηλάτει, ᾐχμαλώτευεν, ἐλῄστευεν, ἥρπαζε. Λεκάνη: Ἧς τὸ χάσμα ἐστὶ λεῖον· πεπλάτυται γάρ. Λειοχάνη οὖν ἡ ἐτυμολογία, καὶ λεκάνη. Λελῆσθαι: Πρὸς διάφορον σημαινόμενον διάφορον ἔχει καὶ τὴν γραφήν. Εἰ μὲν ἀπὸ τοῦ λήθω, τὸ λανθάνω ἐστὶν, οὐκ ἔχει τὸ ι· εἰ δὲ ἀπὸ τοῦ ληΐζω, ληΐσω, λελήϊκα, λελήϊσμαι, λελήϊσται, λεληΐσθαι καὶ λελῇσθαι κατὰ συναίρεσιν. Λελογχώς: Ἀπὸ τοῦ λήχω, ἔλογχα, καὶ λέλογχα· καὶ λέληκας. Ζήτει εἰς τὸ λεπτός. Λελῦντο: Προπερισπᾶται τὸ εὐκτικόν. Λελυμασμένος: Παρὰ τὸ λύμη, λυμαίνω· ὁ παρακείμενος, λελύμαγκα, λελύμαμμαι, λελυμαμμένος· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς σ γίνεται, ὡς παρὰ τὸ ἡδύνω, ἥδυγκα, ἥδυμμαι, καὶ ἥδυσμαι, ἐξ οὗ καὶ ἥδυσμα. Ἔστι δὲ καὶ λυμάζω, λυμάσω, λελύμακα, λελύμασμαι. <!-- 560 -->Λελίηκα: Ἀπὸ τοῦ λίω, τοῦ σημαίνοντος τὸ προθυμοῦμαι, περισπώμενον λιῶ, λιήσω, λελίηκα. Λελιημένος: Προθυμούμενος· παρὰ τὸ μένος, ἢ παρὰ τὸ λίαν τεθραμμένος. Ἢ ἔστι ῥῆμα λῶ σημαῖνον τὸ θέλω καὶ προθυμοῦμαι. Ἐκ τοῦ λῶ γίνεται λιλῶ· καὶ κατὰ παραγωγὴν, λιλαίω· τοῦ λιλῶ ὁ παρακείμενος, λελίληκα· ὁ παθητικὸς, λελίλημαι, λελιλημένος· καὶ κατὰ ἀποβολὴν τοῦ λ, λελιημένος. Λέληκα: Οὐκ ἀπὸ τοῦ λέγω, ἀλλʼ ἀπὸ τοῦ λαλῶ, λαλήσω, λελάληκα, καὶ συγκοπῇ τοῦ ΛΑ. Λεξείδιον: Εἰ μὲν ἀπὸ τῆς λέξις λέξεως, διὰ τῆς ΕΙ διφθόγγου· εἰ δὲ ἀπὸ τῆς λέξις λέξιος Ἰωνικῶς, διὰ τοῦ ι· ὡς καὶ ἀπὸ τῆς ῥήσεως, ῥησείδιον· ἀπὸ δὲ τῆς ῥήσιος γενικῆς Ἰωνικῶς, ῥησίδιον· καὶ τὰ ὅμοια. Χοιροβοσκός. Λέξασθαι: Τὸ κοιμηθῆναι· παρὰ τὸ λέχριον πεσεῖν. Κυρίως οὖν ἐπὶ ἀνθρώπων, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀλόγων. Σημαίνει δὲ καὶ τὸ ἐπιλέξασθαι, ὅ ἐστι λεχθῆναι, καταριθμηθῆναι. Λεοντοκόμος: Ὁ τὸν λέοντα ἐπιμελούμενος· ἐκ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, καὶ τοῦ λέων· τὸ δὲ λέων, παρὰ τὸ λάω, τὸ θεωρῶ· ὀξυδερκέστατον γὰρ τὸ θηρίον, ὥς φησιν ὁ Μανέθων ἐν τῷ πρὸς Ἡρόδοτον, ὅτι οὐδέποτε καθεύδει ὁ λέων. Τοῦτο δὲ ἀπίθανον· οὐκ ἐνδέχεται γὰρ ἀεί τινα ἐγρηγορέναι· ἀλλʼ ἴσως ὡς ἡ δορκὰς ἀνεῳγμένους ἐν τῷ καθεύδειν τοὺς ὀφθαλμοὺς ἔχει, καὶ λοιπὸν ὑπόνοιαν παρέχει τοῦ μὴ καθεύδειν, οὕτως καὶ ὁ λέων ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς· ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων, τὸ ἐπικείμενον δέρμα τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι, καὶ οὐ δύναται σκεπάσαι αὐτούς. Λεώς: Ἐὰν μὲν ὀξύνηται, Ἀττικόν ἐστιν, ἀπὸ τοῦ λαός· εἰ δὲ βαρύνεται, ἀποβολή ἐστι τοῦ τελέως· ὃν γὰρ τρόπον προσέρχεται ἡ τε ἐν τῷ τέτρομος, ἀφαιρεῖται ἐν τῷ τελέως, λέως. Λεωκόριον: Ἱερὸν Ἀθήνῃσι τῶν Λεὼ θυγατέρων· ὁ δὲ Λεὼς, υἱὸς Ὀρφέως. Λέντιον: Παρὰ τὸ λειαίνω, τὸ καθαίρω, λελείαμμαι λελείανται, γίνεται λειάντιον· καὶ συγκοπῇ, λέντιον. Λέπαδνα: Οἱ κατὰ τῶν ἱππίων στηθῶν ἱμάντες, οἱ μασχαλιστῆρες. Πλεονάζει δὲ τὸ δ. Ὡς γὰρ κόπτω κόπανον, οὕτως λέπω λέπανον καὶ λέπαδνον. Λεπτός: Παρὰ τὸ λείπω λεπτὸς, ὁ λείπων καὶ ἐνδέων· ἢ λέπτω λεπτὸς, ὁ ἐξελεπτισμένος· ἢ παρὰ τὸ λέπος· τοῦτο παρὰ τὸ λέπω, τὸ λεπίζω· ὁ μέλλων, λέψω· ὁ παθητικὸς παρακείμενος, λέλεμμαι, λέλεψαι, λέλεπται, λεπτός. Λέλογχα: Ἀπὸ τοῦ λήχω, ὁ μέλλων, λήξω· ὁ παρακείμενος, λέληχα· πλεονασμῷ τοῦ ν, λέληγχα· καὶ τροπῇ τοῦ η εἰς ο, λέλογχα. Τὸ δὲ λέληκα, οὐκ ἀπὸ τοῦ λέγω, ἀλλʼ ἀπὸ τοῦ λαλῶ, λαλήσω· ὁ παρακείμενος, λελάληκα· καὶ συνεκόπη ἡ ΛΑ συλλαβή. Λέπτυνιν: Αἰτιατική ἐστι παρὰ Λυκόφρονι. Οἱ μὲν τὸν ᾅδην· οἱ δὲ, τὴν Περσεφόνην, οἷον τὴν λεπτύνουσαν τὰ σώματα τῶν ἀποθνησκόντων· οἱ δὲ τὴν ψυχήν· λεπτομερέστατον γάρ ἐστι. Λέμβος: Τὸ ἐφόλκιον· παρὰ τὸ λίαν βαίνειν ὅ ἐστι πορεύεσθαι διὰ σμικρότητα· καὶ λέμβαρχοι, οἱ ἐν ἐφολκίῳ πλέοντες. <!-- 561 -->Λέκτρον: Ἡ κοίτη· πλεονασμῷ τοῦ ρ· ἀπὸ τοῦ κατακλίνεσθαι καὶ λήγειν ἡμᾶς εἰς αὐτό. Λεπρός: Παρὰ τὸ λέπος λεπαρὸς, καὶ συγκοπῇ, λεπρός· καὶ λέπρα, σημαίνει τὸν ἐλεφαντιασμὸν, παρὰ τὸ λέπος, ὃ σημαίνει τὸ δέρμα, γίνεται λέπηρα· καὶ συγκοπῇ, λέπρα. Εἰς γὰρ τὴν ἐπιφάνειαν τοῦ σώματος γίνεται ὁ ἐλεφαντιασμός. Ἔστι δὲ ἐλεφαντιασμὸς, ὁ δίκην ἐλέφαντος τινὰ μὲν λευκὰ, τινὰ δὲ μελάντερα τοῦ σώματος ἔχων. Ἢ παρὰ τὸ λέπος καὶ τὸ ῥαίω, τὸ φθείρω, ἡ διεφθαρμένη σάρξ. Λέσχη: Λέσχαι παρὰ Βοιωτοῖς τὰ κοινὰ δειπνητήρια· τινὲς δὲ τὰ φρύγια καὶ τοὺς ἀλεεινοὺς τόπους λέσχας καλοῦσι· συμβαίνει γὰρ τοὺς ἐν ταῖς οἰκίαις ταύταις χάριν θέρμης καθεζομένους λόγους συναίρειν. Γίνεται παρὰ τὸ λέγω· ὁ παρακείμενος, λέλεχα. Ἐξ αὐτοῦ λέσχη, κατὰ πλεονασμὸν τοῦ σ. Λεσχάραι: Οἷον αἱ σχολαί· ἀπὸ τοῦ λέξαι τί· ἐκεῖ γὰρ ὡμίλουν. Λέχος: Σημαίνει τὴν κοίτην· παρὰ τὸ λεχρίους ἡμᾶς ἤγουν πλαγίους ποιεῖν· ἢ παρὰ τὸ λέγω, τὸ κοιμῶμαι· καὶ λεχεποίην Ὅμηρος ἐπὶ τοῦ ποταμοῦ, λεχοποίην καὶ λεχεποίην, κατὰ τροπὴν, ἐν ᾧ ἐστι λέχος ποιῆσαι, ὅ ἐστι κοίτην· ἢ λοχεῦσαι, τουτέστιν ἐνεδρεῦσαι. Εἰ δὲ τὸ ἔχειν ἔγκειται, πλεονασμός ἐστι τοῦ λ, καὶ σημαίνει τὴν ἔχουσαν πολλὴν πόαν, ὅ ἐστι δάση. Λευγαλέον: Τὸ ὑγρόν· Σοφοκλῆς,

  
Μύρῳ λευγαλέῳ·  
καὶ Ὅμηρος Ἰλιάδος φʹ,

  
Νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι,  
τουτέστι τῷ διʼ ὕδατος· ἢ χαλεπῷ, ἀδόξῳ· παρὰ τὸ χεύω, χευαλέον. Σημαίνει δὲ καὶ τὸ ὀλέθριον, παρὰ τὸ λοιγὸν λοιγαλέον· καὶ μεταθέσει τῶν στοιχείων, λευγαλέον. Λευκός: Παρὰ τὸ λεύσσω, τὸ βλέπω, λευκὸς, ὁ διαφανὴς καὶ λαμπρὸς καὶ εὐσύνοπτος καὶ εὐειδής· ἐξ οὗ καὶ λευκὸν λέγεται χρῶμα διακριτικὸν ὄψεως· τὸ μὲν γὰρ λευκὸν διακρίνει καὶ διαχέει τὴν ὄψιν· μέλαν δὲ λέγεται χρῶμα συγκριτικὸν ὄψεως· τὸ δὲ μέλαν συγκρίνει καὶ συγχέει τὴν ὄψιν. Λευκή: Νῆσος ἐν Πόντῳ, διὰ τὸ πλῆθος τῶν λευκῶν ὀρνέων τῶν ἐνδιαιτωμένων αὐτῇ. Λευκανοί: Ἀπό τινος Λευκίου προσαγορευθέντες. Λεύκιμμα: Πίναξ γυψώδης εἰλημμένος, πρὸς γράμματα πολιτικὰ γραφόμενα ἐπιτήδειος. Λευκοθέα: Ἡ Ἰνώ· ὅτι ἐμμανὴς γενομένη, διὰ τοῦ λευκοῦ πεδίου θέουσα ὅ ἐστι περὶ τὴν Μεγαρίδα ἑαυτὴν εἰς τὴν θάλασσαν ἔρριψε. Μυρσῖνος δὲ οὐ μόνον τὴν Λευκοθέαν Ἰνὼ φησὶν, ἀλλὰ καὶ τὰς Νηρηΐδας Λευκοθέας ὀνομάζει. Λεῦκτρα: Τόπος τῆς Θεσπικῆς, ἀπό τινος ἐγχωρίου Λεύκτρου. Λευστῆρα: Τὸν λιθοβόλον. Λυκόφρων. Λευρόν: Τὸ λεῖον καὶ πλατύ· ἀπὸ τοῦ λίαν εὐρύ· ἢ λελιθολευμένον· λεύειν γὰρ τὸ λίθους βάλλειν. Λευκαρίων: Καθʼ ὑπέρθεσιν Δευκαλίων· καὶ Λευκάδιον, τροπῇ τοῦ δ εἰς ρ, Λευκάριον. λευκανία: Στόμαχος, λαιμὸς, τὸ ἀπηρτισμένον τοῦ γαργαρεῶνος· παρὰ τὸ λευκὸν εἶναι φύσει· ἢ ὅτι λίαν κέχηνεν· <!-- 562 -->ἢ παρὰ τὸ χεύω χευαλία, καὶ λευκανία· καὶ διαιρεθείσης αὐτῆς, ὁ τῆς τροφῆς ἀφανίζεται πόρος. Λεύσσω: Τὸ βλέπω. Ἔστι ῥῆμα βλέπτω· ὅθεν καὶ ἀποβλεπτῶ ὅπερ Αἰολικῶς γίνεται βλέσσω, ὡς ὄπτω, ὄσσω· καὶ κατὰ ἀποβολὴν τοῦ β, καὶ πλεονασμῷ τοῦ υ, γίνεται λεύσσω. Λεύσσετε: Ὁρᾶτε. Ἄλλοι διʼ ἑνὸς σ γράφουσιν, ὡς ἀπὸ τοῦ λεύσω μέλλοντος· ὥσπερ καὶ τὸ,

  
Ἄξετε δὲ Πριάμοιο βίην·  
καὶ,

  
Οἴσετε δʼ ἄρνʼ·  
καὶ,

  
καταβήσεο δίφρου.  
Λεαίνω: Ἐκ τοῦ λειαίνω, τὸ οἱονεὶ ἀποσπογγίζω καὶ ἐκμάσσω· οὗ ὁ μέλλων, λειανῶ, ἐλείηνα·

  
Λείηναν δὲ χορόν.  
Τοῦτο ἐκ τοῦ λεῖον, ὃ σημαίνει τὸ ὁμαλόν· τοῦτο ἐκ τοῦ λαύω, ὃ σημαίνει τὸ ἀπολαύω· τοῦτο ἐκ τοῦ λῶ, τὸ θέλω, γίνεται λαύω· καὶ ῥηματικὸν ὄνομα, λαῦος· καὶ τροπῇ τοῦ α εἰς ε, τοῦ δὲ υ εἰς ι, γίνεται λεῖος, οὗ πᾶς τις ἐφίεται· τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν. Λείαξ: Παρὰ τὸ λεῖον. Λειόβατος: Εἶδος ἰχθύος· παρὰ τὸ λεῖον. Λειώδης: Ὄνομα κύριον· οἱ μὲν, ἀπὸ τοῦ λεῖον λέγουσι· λεῖος γὰρ ἦν· ὡς καὶ ὁ ποιητὴς δηλοῖ, λέγων,

  
ὁ δʼ ἐπεὶ κάμε χεῖρας ἀνέλκων  
  
ἀτρίπτους ἁπαλάς.  
Οἱ δὲ, παρὰ τὸ λεῷ ἅδειν, ἤγουν ἀρέσκειν, οἷον Λεώδης καὶ Λειώδης· ἐμίσει γὰρ φησὶ τὰς μάχας· ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων,

  
ἀτασθαλίαι δὲ οἱ οἴῳ  
  
ἐχθραὶ ἦσαν.  
Κρεῖττον δὲ λέγεσθαι παρὰ τὸ λεῖον. Ζήτει εἰς τὸ ἀκτῖνα. Λειμών: Ὁ παράδεισος· διὰ τῆς ΕΙ διφθόγγου γράφεται· παρὰ τὸ λείβω, τὸ καταστάζω, λειβὼν καὶ λειμών. Ἔστι δὲ καὶ περιεκτικὸν, ὡς καὶ τὸ χειμὼν, καὶ φυλάττει. Λείμαξ: Ὁ λειμών· παρὰ τὸν λειμῶνα γίνεται. Λείριον: Τὸ ἄνθος· παρὰ τὸ λεῖον λείριον, πλεονασμῷ τοῦ ρ, ὡς ἔγχος ἔγχει ἐγχείδιον· καὶ πλεονασμῷ τοῦ ρ, ἐγχειρίδιον. Ἐκ τούτου λειριόεις· καὶ λειριόεσσα, γλυκεῖα, ἐπιθυμητὴ, ἡδεῖα. Λειρόφθαλμος: Εἰ μὲν σημαίνει τὴν προσηνῆ, διὰ τῆς εἰ διφθόγγου γράφεται, καὶ γίνεται παρὰ τὰ λείρια, τὰ ἄνθη· εἰ δὲ σημαίνει τὸν ἀναιδῆ, διὰ τοῦ ι γράφεται· καὶ γίνεται παρὰ τὸ λιρὸς, ὃ σημαίνει τὸν ἀναιδῆ, παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν· ἢ παρὰ τὸ λίαν προσρυῆναι. Λεῖκνον: Σημαίνει τὸ πτυάριον, διφορούμενον· καὶ εἰ μὲν διὰ τῆς ΕΙ διφθόγγου, σχηματίζεται οὕτως· ἐκ τοῦ λέχος γίνεται λέχνον καὶ λέκνον· καὶ πλεονασμῷ τοῦ ι, λεῖκνον· καὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖς πτυαρίοις ἐποίουν τοὺς οἰκείους υἱοὺς καθεύδειν διὰ τὸ πολύγονον. Εἰ δὲ διὰ τοῦ ι, οὕτως· ἔστι λικμᾶν· ὃ γίνεται παρὰ τὸ λίαν καμεῖν· ἐξ οὗ γίνεται λίκμον· καὶ μεταθέσει τοῦ μ εἰς ν, λίκνον. Τινὲς λεῖπον αὐτὸ λέγουσι· καταλείπει γὰρ τὰ χρήματα, καὶ τὰ ἄχυρα ἀποβάλλει. Λειτουργός: Ὁ τοῖς διοικηταῖς ὑπουργῶν καὶ διακονῶν· τὸ γὰρ πρυτανεῖον, ἤγουν τὸ δημόσιον, λήϊτον ἐκαλεῖτο. Ἐκ τοῦ λήϊτον οὖν καὶ τὸ ἔργον γίνεται κατὰ συστολὴν λεϊτουργός· καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ΕΙ δίφθογγον· καὶ λειτουργεῖν, τὸ ὑπηρετεῖν. Λειχήν: Παρὰ τὸ λείχω· καὶ γάρ φασιν ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. <!-- 563 -->Ἢ παρὰ τὸ λεῖον, κατὰ ἀντίφρασιν, τὸ μὴ ὂν λεῖον· τραχύνει γὰρ τὸ σῶμα, ὡς τὸ,

  
Ἁπαλοῖο διʼ αὐχένος.  
Καίτοι παρὰ τὸν αὐχμὸν αὐχὴν, καὶ τράχηλος, παρὰ τὸ τραχύ. Λείψανον: Παρὰ τὸ λείπω λείψω· λείψανα γάρ εἰσι τὰ ἐγκαταλείμματα. Ἢ παρὰ τὸ λείβω λείψω· καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεώτων. Λειψύδριον: Τόπος τῆς Ἀττικῆς· παρὰ τὸ λείβω καὶ τὸ ὕδωρ. Λήϊα: Τὰ σιτοφόρα χωρία· καὶ συναιρέσει, λῇα. Ἐτυμολογεῖται παρὰ τὸ ΛΑ ἐπιτατικὸν, καὶ τὸ ἰέναι, λάϊον, καὶ λήϊον· παρὰ τὸ λίαν ἰέναι καὶ αὔξεσθαι τὸ σιτοφόρον πεδίον· ὅθεν καὶ λεῖα, ἡ τῶν τετραπόδων κτῆσις ἡ νεμομένη τὰ λήϊα. Λεῖα: Ἡ λαφυραγωγία, ἡ πραῖδα· καὶ ἐν διαιρέσει, ληΐς. Ληϊάδες καὶ ληϊτίδες: Ἐπὶ τῶν γυναικῶν αἱ αἰχμάλωτοι, λαφυραγωγοὶ, πολεμικαί. Ληϊστοί: Οἱ ἐκ λείας καὶ λῃστείας κτητοί· ἀπὸ τοῦ ληΐζω, τὸ πραιδεύω. Ληΐζεσθαι δὲ κυρίως, τὸ τὰ σιτοφορούμενα χωρία ἐκκόπτειν. Ληϊστὴς οὖν ἐκεῖθεν· καὶ συναιρέσει, λῃστής. Ληϊστὴς κυρίως, ὁ τὰ τετράποδα ἀπελαύνων· λεῖα γὰρ ἡ τούτων κτῆσις, διὰ τὸ ἐν τοῖς ληΐοις βόσκεσθαι· καταχρηστικῶς δὲ ληΐζεσθαι καὶ ἐπὶ τῶν ἀπὸ πολέμου κτηθέντων· ἔνθεν,

  
Οὕς μοι ληΐσατʼ Ὀδυσσεύς.  
καὶ,

  
Ληϊστοὶ μὲν γάρ τε βόες.  
Ἀπὸ τίνος γὰρ ἂν τὸ λήϊον ὀνομάζοιτο, ἢ ἀπὸ τῶν ἐξ αὐτοῦ τρεφομένων λαῶν; λήϊα γὰρ λέγονται τὰ ἐκ πολέμου λάφυρα, ἢ τὰ ἀπὸ λῃστείας. Λήδιον: Φιλήμων φησὶ σημαίνειν εὐτελὲς χιτώνιον, ἢ χλανίδα παλαιάν. Ζήτει εἰς τὸ ἀκτῖνα. ληδάριον, ἱμάτιον. Λήθαργος: Ἔστιν ἐκ τοῦ ἀργός. Λήκυθος: Ἀγγεῖον ἐλαιοδόχον· ἢ τὸ λεγόμενον λαγύνιον· λάχυτός τις οὖσα, παρὰ τὸ μεγάλως χωρεῖν. Ἢ παρὰ τὸ κύτος λάκυτος, ἡ μεγαλόκυτος. Ἢ λεῖον κύτος ἔχουσα· ἢ τὸ προχούδιον, παρὰ τὸ ἔλαιον κεύθειν. Λῆμα καὶ Λῆμμα: Οἷον τὸ θέλημα. Ταύτῃ δὲ διαστέλλεσθαι χρὴ εὐλόγως τὸ λῆμμα τοῦ λήματος. Τὸ μὲν γὰρ τίθεται ἐπὶ ψυχικοῦ παραστήματος· τὸ δὲ, ἐπὶ τοῦ λαμβανομένου. Καὶ ἔστι τὸ μὲν ἀπὸ τοῦ λῶ, τὸ θέλω· τὸ δὲ, ἀπὸ τοῦ λήβω, τὸ λαμβάνω. Λῆμμα, κέρδος· λῆμα, θράσος, δύναμις, τόλμημα, ἀξίωμα. Λημῶ: Τὸ ἀμβλυώττω· λήμη γὰρ λέγεται τὸ συναγόμενον καὶ συνιστάμενον ἐν τῷ ὀφθαλμῷ λευκὸν ὑγρὸν, καὶ ἀμβλυώττειν παρασκευάζον· παρὰ τὸ λάω, τὸ βλέπω, καὶ τὴν μὴ ἀπαγόρευσιν· ἔστιν εἰς τὸ λιγνύς. Ἡρακλείδης δὲ ὁ Σωρανὸς λέγει λημᾶν λέγεσθαι τὸ ἀπολαυστικῶς βλέπειν, παρὰ τὸ λάειν, ὅ ἐστιν ἀπολαύειν. Καὶ Ὅμηρος,

  
Ἀσπαίροντα λάων.  
Ἔνθεν καὶ λαιμός· ἐπειδὴ καὶ τῶν ἐδεσμάτων καὶ τῶν ποτῶν οὗτος ἀπολαύει. Λῆμνος: Ἡ πόλις· παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ ὕπνος, λάϋπνος· καὶ συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς η, Λῆμνος. <!-- 564 -->Ληνός: Παρὰ τὸ λεαίνω, τὸ λεπτύνω· λεανῶ λεανός· καὶ κράσει, ληνὸς, παρὰ τὸ λεαίνεσθαι πατουμένης τῆς σταφυλῆς. Ληνίς: Σημαίνει τὴν βάκχην· παρὰ τὸ τὴν ληνόν· ὡς θηλυκὸν ὀξύνεται, καὶ διὰ τοῦ ι γράφεται. Ληναιών: Ἡσίοδος,

  
Μῆνα δὲ ληναιῶνα κάκʼ ἤματα, βούδορα πάντα.  
Τὰ τοὺς βοῦς ἐκδέροντα διὰ τὸ κρύος· τὸν κατʼ Αἰγυπτίους χυὰκ καλούμενον· ἐκλήθη δὲ ληναιὼν, διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ κομίζειν. Οὗτος δὲ ὁ μὴν ἀρχὴ μηνῶν ἐστιν. Οἱ δὲ ληναιῶνα φασὶν, ἐπειδὴ Διονύσου ἐποίουν ἑορτὴν ἐν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν· καὶ λήναιον, ἱερὸν Διονύσου. Λῆρος: Ὁ διαρρέων καὶ τὴν μνήμην λανθάνων· παρὰ τὸ λήθω λήσω λῆρος· σημαίνει τὴν φλυαρίαν· καὶ ληρεῖν, παραφρονεῖν, ματαιολογεῖν. Λητώ: Παρὰ τὸ λήθω, τὸ λανθάνω. Ὁ μὲν Πλάτων φησὶν ἐλεητώ· ἐλεήμων γὰρ ἡ θεὸς καὶ πραεῖα, καὶ πάντας ἐλεοῦσα· κατὰ δέ τινας, Ληθώ· τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμελημένων ἐμφαίνεται. Ὁ δὲ Ἀρίσταρχος, παρὰ τὸ λῶ, τὸ θέλω· ὅθεν καὶ τὸ λῆις, ἀντὶ τοῦ θέλεις, μετὰ τοῦ ι, Εὐριπίδης· καὶ τὸ λῆι τὸ θέλει, Δωρικῶς· ἐπειδὴ ὃ ἄν τις θέλῃ, παρʼ αὐτῆς λαμβάνει. Λιαρός: Ἰλιάδος λʹ,

  
Καὶ ὕδατι λιαρῷ.  
Εὐκράτῳ, χλιαρῷ, προσηνεῖ. Ἀπὸ τοῦ χλιαρὸς, κατὰ ἀποβολὴν τοῦ χ· τὰ γὰρ χλιαρὰ, προσηνῆ. Ἢ παρὰ τὸ λῶ, τὸ θέλω, γίνεται λαρὸν, ὃ θέλομεν, ὡς νῶ, ναρόν· καὶ πλεονασμῷ τοῦ ι, λιαρόν. Ἢ λιλῶ, τὸ λίαν θέλω· καὶ ὡς μαδῶ μαδαρὸς, πλαδῶ πλαδαρὸς, οὕτω λιλῶ λιλαρός· καὶ ἀποβολῇ τοῦ λ, λιαρός· τὰ γὰρ προσηνῆ θέλομεν καὶ αὐτῶν ἐπιθυμοῦμεν. Λιάμαθοι: Οἱ αἱπόλοι· ἀπὸ τοῦ εἶναι λίαν ἀμαθεῖς. Λιασθείς: Ἔστιν ἀλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω, ὅθεν ἀλίζω· καὶ κατὰ μετάθεσιν, λιάζω· ἐξ οὗ τὸ λιασθείς. Λίβανος: Παρὰ τὸ λίαν βαίνειν· ἢ παρὰ τὸ λείβω, τὸ στάζω ἢ σπένδω, ὁ λειβόμενος καὶ σπενδόμενος· δοκοῦσι γὰρ αὐτὸν οἱ Ἰουδαῖοι ὅλον εἶναι πνεῦμα καὶ θεόν· ἀνωφερὴς γάρ ἐστιν· ὅθεν καὶ αὐτὸν σέβονται. Λιβανωτός: Ὁ καρπὸς τοῦ λιβάνου· παρὰ τὸ λείβω· καταστάζεται γὰρ ἀπὸ τοῦ φυτοῦ. Λίβανος, παρὰ τὸ λείβω, τὸ σπένδω, τὸ εἰς σπονδὰς καὶ θυσίας ἐπιτήδειον. Λιβδούμεθα: Ἀπὸ τῆς λιβάδος· οἱονεὶ ἐμβυθιζόμεθα· ἀφʼ οὗ καὶ ἡ Ἰνὼ βύνη ἐπεκλήθη· ἐπεὶ βεβύθισται· Εὐφορίων δὲ, βύνην τὴν θάλασσαν λέγει· οἷον,

  
Πολύτροφα δάκρυα βύνης.  
Τοὺς ἅλας βουλόμενος εἰπεῖν· καὶ κατὰ συναλοιφὴν, ἁλιβδοῦμαι, οἷον εἰς ἅλα βυθίζομαι. Λιβρός: Ὁ σκοτεινός· καὶ λιβρὴν, τὴν λίαν ἐρεβεννήν· διότι ἐπίθετον τῆς νυκτός. Ἢ λιβηρὴν διὰ τὴν λιβάδα, διὰ τὸ ἔνδροσον τῆς νυκτός. Λιμβρός: Ἡ σκοτεινὴ νύξ· παρὰ τὸ λίαν βαίνειν. Λιγύς: Σημαίνει δύο· τὸν ἡδὺν, ὡς τὸ,

  
Λιγὺς Πυλίων ἀγορητής.  
Ὁ ἡδὺς ἐν τῷ λέγειν· ἢ ὀξύς. Γίνεται παρὰ τὸ λέγω λεγὺς καὶ λιγύς· ἢ παρὰ τὸ λίαν εἶναι ἡδύς. <!-- 565 -->Λιγνός: Παρὰ τὸ λυγὸς λυγνὸς καὶ λιγνός· ἢ παρὰ τὸ λυγίζω, λυγινὸς καὶ λιγνός. Λιγυρῆι:

  
Μάστιγι λιγυρῇ.  
Λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον· ἢ ὀξὺν ἦχον ἀποτελούσῃ. Λίγεια: Τὰ εἰς α λήγοντα θηλυκὰ ἀπὸ τῶν εἰς ΥΣ ἀρσενικῶν γινόμενα, εἰ μὲν βαρύνεται τὰ ἀρσενικὰ, προπαροξύνεται τὰ θηλυκά· οἷον πρέσβυς πρέσβεια, ἥμισυς ἡμίσεια· εἰ δὲ ὀξύνεται τὰ ἀρσενικὰ, προπερισπᾶται τὰ θηλυκά. Σεσημείωται τὸ ἐλαχὺς, ἐλάχεια, σημαίνει δὲ τὴν μικρὰν, καὶ τὸ λιγὺς, λίγεια. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀντιπαράκειται αὐτῷ τὸ λίγω, τὸ ὑμνῶ, ῥῆμα· ἐξ οὗ καὶ τὸ λιγαίνειν γίνεται παρὰ τὸ λίαν ἰαίνειν, ὅ ἐστιν εὐφραίνειν. Τὰ δὲ ἀπὸ ἐνεστῶτος παρηγμένα διὰ τοῦ ΕΙΑ θηλυκὰ, προπαροξύνεται· οἷον μήδω, Μήδεια· λίγω, λίγεια. Τὸ δʼ ἐλάχεια· τὰ εἰς ΥΣ ὑπὲρ δύο συλλαβὰς συστέλλοντα τὸ υ προπαροξύνεται· οἷον, λεύκοφρυς, ἥμισυς, ἀτράφαξυς· ἔστι δὲ εἶδος βοτάνης χρυσολαχάνου. Οὕτως οὖν καὶ ἔλαχυς ὤφειλεν εἶναι· ἀλλʼ ἐπειδὴ τὰ εἰς ΥΣ ἔχοντα οὐδετέρου παρασχηματισμὸν, παραληγόμενα τῷ α, ὀξύνεται, οἷον πραῢς, ταχὺς, τούτου χάριν καὶ τὸ ἐλαχὺς ὀξύνεται. Τὴν οὖν κεχρεωστημένην τάσιν τὴν ἐν τοῖς θηλυκοῖς ἀνεδέξατο. Λιγνύς: Ἡ ἀνάδοσις τοῦ πυρὸς, ὁ καπνός· παρὰ τὸ δεικνύω, δεικνύς τις οὖσα, ἡ δεικνύουσα τὸ πῦρ. Ἢ παρὰ τὸ λίαν ἱκνεῖσθαι. Καὶ λιγνυῶδες, τὸ ἀσβολῶδες καὶ καπνῶδες. Ὅμηρος,

  
Λιγνὺν αἰθαλόεσσαν.  
Διαφέρει γὰρ παρʼ Ὁμήρῳ καπνὸς καὶ κνίσα καὶ λιγνὺς καὶ αἰθάλη. Καπνὸς γὰρ λέγεται, ὁ ἀπὸ ξύλων γινόμενος· κνίσα δὲ, ἀπὸ κρεῶν καιομένων· λιγνὺς, ὁ ἀπὸ καιομένων ἐλαιωδῶν γινόμενος καπνός· αἰθάλη δὲ, ὁ ἀπὸ ἀσβέστου καπνός· τὸ αἰθαλόεν δὲ, θερμὸν ἢ λαμπρόν· σημαίνει καὶ τὸν καταιθαλωθῆναι ἄξιον· καὶ ἡ τοῦ πυρὸς ἀποφορὰ, καὶ ἡ τῇ ὀροφῇ προσεγγίζουσα μελανία· καὶ ἐπὶ τοῦ μελάθρου,

  
Αὐτὴ δʼ αἰθαλόεντος ὑπὲρ μεγάροιο μέλαθρα  
Καὶ ἐπὶ στοᾶς, παρὰ τὸ αἰθάλην μὴ ἔχειν ἀπὸ τοῦ καιομένου πυρός· οἱ γὰρ παλαιοὶ οὐκ ἐχρῶντο ἐλαίῳ καὶ λύχνῳ, ἀλλὰ ξύλοις· Ὅμηρος,

  
Νήησαν ξύλα πολλὰ, φάος τʼ ἔμεν, ἠδὲ θέρεσθαι.  
Διὸ καὶ σεσημείωται τὸ,

  
Χρύσεον λύχνον ἔχουσα.  
Λήμη: Ἢ παρὰ τὸ λήθω, λήσω, λέληκα, λέλημαι, λήμη· τοὺς γὰρ λημῶντας μὴ βλέποντας λανθάνοντες παρερχόμεθα· λήμη, ἡ περὶ τοὺς κανθοὺς τῶν ὀφθαλμῶν πεπηγυῖα σύστασις. Ἢ παρὰ τὸ λίαν μᾶν, ὅ ἐστι ζητεῖν· οἱ γὰρ λημῶντες καὶ τοῦ φωτὸς στερούμενοι λίαν ζητοῦσιν. Ἢ παρὰ τὸ ΛΑ καὶ τὸ μὴ ἀπαγορεύσεως. Ἐν τῷ τέλει τίθεται, ὁμοίως τῷ χελώνη, ὅπερ γίνεται παρὰ τὸ κέλλω, τὸ τρέχω, καὶ τὸ ΝΗ στερητικὸν μόριον. Λίθος: Παρὰ τὸ λίαν θέειν, κατὰ ἀντίφρασιν. Λικριφίς: Ἔστιν ἐπίρρημα, καὶ σημαίνει τὸ πλαγίως· λέχριον γὰρ τὸ πλάγιον· οἷον λεκριφίς. Ἢ παρὰ τὸ ἴκρια, τὰ πλάγια ξύλα, ἰκριφὶς, καὶ πλεονασμῷ τοῦ λ. Ἄλλοι δὲ παρὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ κύπτειν, λικυφὶς, κατὰ μετάθεσιν τοῦ υ εἰς ι· παρὰ τὸ λίαν κεκυφέναι· καὶ πλεονασμῷ τοῦ ρ, λικριφίς. Λιλαιόμενοι:

  
Ὀλοοῖο λιλαιόμενοι πολέμοιο.  
<!-- 566 -->Ἐπιθυμοῦντες. Παρὰ τὸ λῶ διπλασιασμῷ γίνεται λιλῶ, τὸ πάνυ θέλω· καὶ λιλαίω κατὰ παραγωγὴν, ὡς κερῶ, κεραίω· περῶ, περαίω. Λιμός: Ἡ λεῖψις τῶν ἐπιτηδείων. Γίνεται παρὰ τὸ λείπω λείψω, λιμός· καὶ ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἀλλὰ συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειαν δηλοῖ, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο, ὁ Τρύφων· ὁ δὲ Ἀπολλώνιος, ἐξ ἀφορμῆς τοῦ λιμπάνω. Ἰστέον ὅτι παρὰ μὲν τοῖς Ἀθηναίοις, ἀρσενικῶς λέγεται ὁ λιμός· παρὰ δὲ τοῖς Δωριεῦσι, θηλυκῶς ἡ λιμός. Ἔστιν εἰς τὸ λοιμός. Λίμνη: Τὰ συνεστῶτα ὕδατα· παρὰ τὸ λίαν καὶ διόλου μένειν· διὸ καὶ ὁ Ὠκεανὸς, ἀκαλαρείτης ὢν, λίμνη κέκληται·

  
Ἠέλιος δʼ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην.  
Οὕτως εὗρον ἐν ὑπομνήμασι τῆς Ἰλιάδος. Καὶ ἐν ἄλλῳ, παρὰ τὸ λείβειν, ὅ ἐστι ῥεῖν. Καὶ λιμὴν ὁμοίως, παρὰ τὸ λίαν μένειν ἐν αὐτῷ τὸ ὕδωρ. Λίμνη λέγεται καὶ ἐπὶ τῆς θαλάσσης. Λίμνη: Σημαίνει τρία· ἐπὶ τῆς θαλάσσης,

  
Βαθείῃ δʼ ἔμπεσε λίμνῃ.  
Ἐπὶ τοῦ Ὠκεανοῦ, ὡς εἴρηται· καὶ ἐπὶ τοῦ συνήθως ἡμῖν νοουμένου,

  
Λίμνῃ κεκλιμένος Κηφισίδι.  
Λιμβός: Παρὰ τὸ λίαν καὶ τὴν βόσιν, τὴν τροφήν· ὁ σφόδρα περὶ ταύτην ἔχων. Λιμπάνω: Ἀπὸ τοῦ λείπω γίνεται· τὰ γὰρ διὰ τοῦ ΑΝΩ, εἰ μὲν πλεονάζει τὸ ν, συστέλλει τὴν ἀρχήν· οἷον λήθω, λανθάνω· πήθω, πανθάνω· ἥδω, ἁνδάνω· οὕτως οὖν καὶ λείπω, λιμπάνω. Εἰ δὲ μὴ πλεονάζει τὸ ν, φυλάττει τὴν ἀρχήν· οἷον, αὔξω, αὐξάνω. Λιμενήοχος ἄκρα: Ἡ Ἡράκλειος ἄκρα· ἐπειδὴ τοῖς πλέουσιν ἀπὸ Σινώπης μέχρι Τραπεζοῦντος τῆς Κολχικῆς ἐπὶ τρισχιλίους σταδίους, ἄλλος οὐχ ὑπόκειται πλὴν τοῦ κατὰ τὸν Ἡράκλειον. Λιμήρη: Πίνδαρος. τοῦτο δισσόν ἐστιν· ὁπότε παρὰ τοῦ λιμένος, λιμενήρη· ἢ παρὰ τὸ λειμῶνος, λειμωνήρη, λιμήρη. Οὕτως Ἡρωδιανός. Λινόν: Τὸ λῖνος σημαίνει τὸ ἔριον· λινὸν δὲ, τὸ λινοῦν. Τὸ ἔριον, ἀπὸ τῆς λειότητος. Ἢ τὸ λεπτὸν ὕφασμα λινὸν ἔλεγον, παρὰ τὸ λίαν νενῆσθαι. Λιπαίνω: Παρὰ τὸ λῖπος· τοῦτο παρὰ τὸ λίαν πιότητα ἔχειν. Ἀπὸ δὲ τοῦ λιπάναι, γίνεται λιπαρός. Τὰ γὰρ εἰς ΝΑΙ ἀπαρέμφατα ποιοῦσιν εἰς ΡΟΣ ὀνόματα ἰσοσύλλαβα τοῖς ῥήμασι· καὶ ἢ τῷ α παραλήγεται, ἢ τῷ ε· μιάναι, μιαρός· μυσάναι, μυσαρός· χλιάναι, χλιαρός· θλιβῆναι, θλιβερός· στυγῆναι στυγερός· τακῆναι, τακερός. Λιπαρεῖν: Σημαίνει τὸ παρακαλεῖν· παρὰ τὸ λίαν παρεῖναι τοὺς παρακαλοῦντας· ἀπὸ δὲ τοῦ λιπαρὸν γίνεται κατὰ ἀποκοπὴν, λίπα· οἷον,

  
Λίπʼ ἐλαίῳ.  
Ἀντὶ τοῦ λιπαρῶς ἐπίρρημα, ἢ ἐκτενῶς. Λιπερνῆτις: Θηλυκόν· τὸ ἀρσενικὸν, λιπερνήτης. Σημαίνει τὸν ἐνδεῆ καὶ πτωχόν· παρὰ τὸ λείπεσθαι ἐρνέων, ὅ ἐστι φυτῶν. Ἢ λιπερνήτας φησὶν Ἀριστόξενος τοὺς ἁλιεῖς καὶ θαλασσίους, ἀπὸ τοῦ τὰ τῆς ἁλὸς διαπιπράσκειν καὶ ζῆν. Τινὲς δὲ λιπερνήτας τοὺς λιπόντας τὸ βλάστημα τοῦ ἄνθους τοῦ πλούτου. Λίπτω: Σημαίνει τὸ ἐπιθυμῶ· οἷον,

  
Λίπτοντα γάλακτος.  
<!-- 567 -->Ἐκ τοῦ λῶ, τὸ θέλω, γίνεται παράγωγον λίπτω. Ἢ παρὰ τὸ λίαν ἅπτεσθαι, ὅ ἐστι προσεγγίζειν· ὃ γὰρ ἐφίεταί τις, προσεγγίζει. Λίς: Ὁ λέων, παρὰ τὸ λιαρόν· ἔνθερμον γάρ ἐστι τὸ ζῷον.

  
Ὥστε λὶς ἠϋγένειος.  
οὗ ἡ αἰτιατικὴ,

  
ἐπεί τε λίνʼ ἤγαγε δαίμων  
  
Σίντιν.  
Τὸ πλῆρες λίνα, ὅ ἐστι λέοντα, Δωρικῶς. Ἔδει μέντοι περισπᾶσθαι, ὡς μῦς, μῦν· Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι. Τὸ δὲ πληθυντικὸν παρὰ Καλλιμάχῳ λίες· καὶ λίεσιν, ὡς μύεσι. Λαμβάνεται δὲ καὶ ἐπιθετικῶς ἐπὶ τῆς λείας πέτρας, ὡς τὸ,

  
Πέτρη γὰρ λίς ἐστι, περιξεστῇ εἰκυῖα.  
Λισσή:

  
Λισσὴ ἐπικέλλεται νήσω.  
Λισσὸν τὸ ὁμαλόν· παρὰ τὸ λίαν ἴσον· Ἀμερίας δὲ ἐπὶ τοῦ ὑψηλοῦ αὐτὸ λαμβάνει. Αὕτη δὲ ἡ νῆσος ὄρνιθας ἔχει τοξευούσας τοῖς πτεροῖς ὡς βέλεσι, τὰς καλουμένας Στυφελίδας. Ἡ δὲ νῆσος καλεῖται Ἄρηα· ἐπειδὴ ἐν αὐτῇ ἐστιν ἐπιφανέστατον ἱερὸν Ἄρηος. Λίστροισι: Ξυστῆρσι, πτύοις· ἀπὸ τοῦ λίαν στορεννύειν διʼ αὐτῶν τὴν ὑποκειμένην ὕλην. Λίσφοι τὰ ἰσχία οἱ Ἀττικοί· παρὰ τὸ λείπειν αὐτὰ σαρκῶν. Δύναται καὶ λέσφοι εἶναι κατὰ τὴν ὀσφύν. Λίσσεσθαι: Παρὰ τὸ λίαν ἵζω. Τὸ θέμα, λίσσω· ὁ μέλλων, λίσω. Ἢ παρὰ τὸ λιτῶ, τὸ παρακαλῶ· ἢ, ὥς φασι τινὲς, ἀπὸ μέλλοντος παρήχθη εἰς ἐνεστῶτα, καὶ ἐγένετο πλεονασμῷ ἑτέρου σ, λίσσω· καὶ σημαίνει τὸ ἱκετεύω. Ἰλιάδος αʹ.

  
Δία λίσαι.  
Λιτέσθαι: Ὤφειλε προπαροξύνεσθαι, ὡς τὸ ἔρεσθαι, πύθεσθαι, ἐπειδὴ μέσου ἀορίστου δευτέρου ἐστὶ, προπαροξύνεται ὁμοίως τῷ δέρεσθαι καὶ φέρεσθαι ἐνεστῶτος. Οὕτω καὶ ἐπὶ τοῦ,

  
Κῆρα λιτέσθαι,  
ὤφειλε μὲν προπαροξύνεσθαι, ὅτι ἐνεστώς ἐστιν, ἀπὸ τοῦ λίτομαι βαρυτόνου· ἀλλʼ ἐπεὶ τὰ εἰς ΘΑΙ ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς ΜΙ, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παροξύνεται, οἷον λιπέσθαι, ἱκέσθαι, πιθέσθαι, οὕτως οὖν καὶ λιτέσθαι, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος παροξύνεται, ἀλλὰ τῷ χαρακτῆρι. Λίταργος κύων: Σημαίνει τὸν ταχύν· παρὰ τὸ λίαν ἀργὸν εἶναι, ἤγουν ταχύν. Λιτός: Ὁ πένης καὶ δημότης· ἢ ὁ ἐκ λιτανείας ζῶν· ἢ ὁ ἐπὶ τῆς γῆς κοιμώμενος. Λιτὸς σημαίνει καὶ τὸν εὐτελῆ χιτῶνα καὶ ἀποίκιλον· παρὰ τὸ λεῖος. Τὰ διὰ τοῦ ΙΤΟΣ ἀποστρέφεται τὴν ΕΙ δίφθογγον, σῖτος, μῖτος, τρίτος, λιτός. Λιτί:

  
Ἑανῷ λιτὶ κάλυψαν.  
Ἰλιάδος ςʹ, ἀντὶ τοῦ λεπτῷ πέπλῳ· ἢ λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι λινῷ. Οἱ δὲ, ἐξ ἀντιφράσεως, τῷ ποικίλῳ. Οἱ δὲ, ὅ φασιν Ἀττικοὶ ληΐδιον. Δεῖ δὲ ὀξύνεσθαι τὸ λιτὶ, κατὰ τὸν κανόνα Ἡρωδιανοῦ· Πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνόματος ὀξύνεσθαι θέλει, φωτὶ, θητί. Εἰσὶ δὲ οἳ προπερισπῶσιν· οὐ καλῶς. Παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην, οἰόμενον ἀπὸ τῆς λὶς εὐθείας κεκλίσθαι τὴν λιτὶ δοτικὴν, καὶ λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ΙΣ μονοσύλλαβα διὰ τοῦ ΤΟΣ κλίνεσθαι· μεταπλασμὸς δέ ἐστιν ἀπὸ τοῦ λιτὸν λιτοῦ τῷ λιτῷ, καὶ λιτὶ, ὡς ἀπὸ τοῦ κλάδος κλάδου τῷ κλάδῳ, κατὰ μεταπλασμὸν κλαδί. Καὶ ἡ αἰτιατικὴ ὁμοίως <!-- 568 -->κατὰ μεταπλασμὸν, ἐκ τοῦ λιτὸν λῖτα, ὡς ἐκ τοῦ κρόκη κρόκα· οἷον,

  
Κατὰ λῖτα πετάσας.  
Ἰλιάδος θʹ, ἀντὶ τοῦ ἱμάτιον λινοῦν ἢ λιτὸν καταπετάσας, τουτέστιν ἁπλώσας. Οὐχ ὁμότονος δὲ ἡ λῖτα τῇ λιτόν· ἐπειδὴ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα βαρύνεται. Λίχνοι: Οἱ πολυπράγμονες· σημαίνονται καὶ ὀψοφάγοι ἢ λαίμαργοι· παρὰ τὸ λίαν χαίνειν, ἢ ἰχαίνειν, ὅ ἐστιν ἐπιθυμεῖν. Λιχμώμενος: Περιλείχων, ἀποσπογγίζων· ἀπὸ τοῦ λιχμῶ δευτέρας συζυγίας τῶν περισπωμένων· τοῦτο ἀπὸ τοῦ λείχω πλεονασμῷ τοῦ μ. Τὸ ΛΙ, ι. Διατί; Ἐπειδὴ οὐ πάντη ἀκόλουθα τὰ παράγωγα τοῖς πρωτοτύποις. Λίψ: Σημαίνει τὸν ἄνεμον καὶ τὴν ἧτταν, καὶ λιβάδα. Ἀμφότερα παρὰ τὸ λείβω λείψω γέγονεν· ἢ παρὰ τὸ λείπω λείψω. Τὰ δὲ εἰς ψ λήγοντα πάντα τὴν δίφθογγον ἀποστρέφεται, κνὶψ, κνιφὸς καὶ κνιπός· Νίψ νιβὸς, ὄνομα κρήνης· οὕτω καὶ λίψ λιβός. Ὁ δὲ ἄνεμος λέγεται, καθὰ λείπει ὁ ἥλιος. Λοιγός: Ὁ ὄλεθρος. Παρὰ τὸ λείπω λοιπὸς καὶ λοιγός· λεῖψιν γὰρ τῶν ἀνθρώπων ἐργάζεται. Τὸ δὲ λοιμὸς σημαίνει τὴν λοιμικὴν νόσον· μεταφορικῶς δὲ τὸν βλαπτικὸν ἀέρα, γίνεται γὰρ παρὰ τὸ λείπω λοιπὸς, καὶ λοιμὸς ἡ φθορά. Ἢ παρὰ τὸ λίαν μᾶν, πλεονασμῷ τοῦ ο. Ἢ παρὰ τὸ λιμός. Λιμὸς μέν ἐστιν ἔνδεια σίτου· λοιμὸς δὲ, ἔνδεια τῶν σωμάτων. Γράφεται τὸ ΛΙ, ι· πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημάτων διὰ διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ι· οἷον, πείθω, πιθανός· οἰκτείρω, οἰκτιρμός· σείω, σῖτος· νείφω, νιφετός· λείχω, λιχανός. Ἢ παρὰ τὸ λίαν χαίνειν· ἢ ὅτι πολλά εἰσι συμπάσχοντα τῷ δηλουμένῳ· οἷον χεὶρ, διὰ διφθόγγου· χιρὰς δὲ, πάθος περὶ τὴν χεῖρα, διὰ τοῦ ι. Καὶ ἐμιμήσατο τὸ πάθος ἡ γραφή. Ἢ ὅτι τὰ εἰς ΜΟΣ ὀξύτονα τῷ υ ἐκτεταμένῳ παραλήγονται, οἷον θυμὸς, ῥυμὸς, δρυμός. Σεσημείωται τὸ λοιμὸς διὰ τῆς ΟΙ διφθόγγου γραφόμενον. Τὰ εἰς ΜΟΣ καθαρὰ δισύλλαβα διφθόγγῳ παραληγόμενα, ἀπὸ συμφώνου ἀρχόμενα, σπάνια εἰσὶ, καὶ ὀξύνονται· οἷον λαιμὸς, λοιμός· τὰ δὲ μὴ ἀπὸ συμφώνου ἀρχόμενα, βαρύνονται, οἷον Αἷμος, οἶμος. Λοιδορία: Παρὰ τὸ λοιμὸς, λοιμορία καὶ λοιδορία· ἢ παρὰ τὸ βάλλειν τοὺς λόγους ὡς δόρατα. Λοῖσθος: Ὁ ἔσχατος. Παρὰ τὸ ὄλισθος, καθʼ ὑπέρθεσιν τοῦ λ, λοῖσθος καὶ λοίσθιος, οἷον ὁ ἐξολισθήσας καὶ ἐμποδισθείς. Ἢ παρὰ τὸ λείπω, λόστος καὶ λοῖσθος. Ἢ παρὰ τὸ λάσθη, ὃ σημαίνει τὴν λοιδορίαν, λαῖσθος καὶ λοῖσθος· ὁ γὰρ ἔσχατος ὕβρισται. Λοῦτρον: Βαρύνεται· ἐπειδὴ πᾶν εἰς ΤΡΟΝ λῆγον ἀπαρασχημάτιστον βαρύνεται, κέντρον, δένδρον, σεῖστρον· τὸ δὲ λουτρὸν, πρὸς διαφορὰν σημαινομένου· ἐπὶ μὲν γὰρ τοῦ τόπου, βαρύνεται· ἐπὶ δὲ τοῦ ὕδατος ᾧ λουόμεθα, ὀξύνεται. Λουτρά: Τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥύπος.

  
Λύματα πάντα κάθηραν.  
Λουτρόν: Παρὰ τὸ λούω, τὸ λοῦον· οὐ γὰρ αὐτοὶ καθαίρομεν τὸ ὕδωρ, ἀλλὰ καθαιρόμεθα. Δεῖ δὲ βαρύνεσθαι· ὥστε παραλόγως ὀξύνεται. <!-- 569 -->Λοεσσάμενος: Ἔστι λουσάμενος· καὶ κατὰ διάλυσιν τῆς ΟΥ γίνεται λοεσάμενος· τὸ γὰρ λούω γίνεται ἀπὸ τοῦ ὀλύω καθʼ ὑπερβιβασμόν. Λοβοί: Λοβοὶ λέγονται τὰ κάτω μέρη τῶν ὤτων, Ἰλιάδος ξʹ· παρὰ τὸ λαμβάνειν τὶ καὶ δέχεσθαι, λαβὸς καὶ λοβός· οἷον,

  
Εὐτρήτοισι λοβοῖσι.  
Τοῖς ἄκροις τῶν ὠτίων τοῖς ἁπαλοῖς τοῖς καλῶς τετρημένοις. Καὶ παρὰ τοῖς θυτικοῖς τὰ κάτω μέρη τοῦ ἥπατος οὕτω λέγεται. Καὶ ἀγγεῖον ἐρεβίνθης καὶ κυάμου. Λοβοὶ λέγονται, ἐπειδὴ μαρτυρόμενοι τινὶ λαμβανόμεθα αὐτῶν· οἱ δὲ, ὅτι λωβώμενοι τινὰς ἀποτέμνουσι ταῦτα τὰ μέρη. Λογάδες: Οἱ ἐκλεκτοί. Εἴ ποτʼ ἀνάγκη γένοιτο ἐκπέμψαι στρατιὰν, ἢ ἐνεστήκοι τὶς ἄλλος κίνδυνος, κατάλογος ἐλέγετο τῶν ἐπιτηδείων πρὸς τὰς μάχας· οὗτοι οὖν λογάδες ἐκαλοῦντο. Καὶ παρὰ τὸ ἐκλέγω καὶ διαλέγω λεκτός. Ἀπὸ μὲν οὖν τοῦ λέγω λεκτὸς, καὶ ἐκλεκτὸς, σύνθετον ὀξύτονον· ἀπὸ δὲ τοῦ ἐκλέγω συνθέτου παρασύνθετον, διάλεκτος, βαρύνεται. Ἔστιν εἰς τὸ λύχνος. Λογεῖον: Σημαίνει εἶδος κρατῆρος· καὶ τὸν τόπον τοῦ θεάτρου. Ὥσπερ γὰρ ἀπὸ τοῦ αἰδῶ γίνεται αἰδεῖον, κείρω κουρεῖον, σκάφω σκαφεῖον, γράφω γραφεῖον, οὕτως καὶ ἀπὸ τοῦ λέγω λογεῖον· καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ΕΙΟΝ παραγόμενα, προπερισπᾶται, καὶ διὰ τῆς ΕΙ διφθόγγου γράφεται. Λογισταί: Ἄρχοντες εἰσὶ κληρωτοὶ δέκα· ἐφʼ ὧν πάντες οἱ ἄρξαντες ἀρχήν τινα λόγον ἀπέφερον τῶν διῳκημένων. Λόγχας: Λόγχας τὰς μερίδας Ἴωνες λέγουσιν. Ἴων ἐν Χίου κτίσει,

  
Ἐκ τῆς Τέω λόγχης λόγχας ποιεῖν.  
Εἴρηται δὲ παρὰ τὴν λῆξιν, λάχην τινὰ οὖσαν· καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ο, καὶ πλεονασμῷ τοῦ γ, λόγχη. Παρὰ τὴν λόγχην καὶ ῥῆμα λογχῶ· ὁ παρακείμενος λελόγχηκα· ὁ μέσος παρακείμενος, λέλογχα. Λογγών: Ἐν Συρακούσαις λιμένες εἰσὶ διττοὶ λογγῶνες. Λογγῶνες δὲ καλοῦνται οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, οὓς τρυπῶσιν, ἵνʼ ἐξαρτῶσι τὰ σχοινία τῶν νεῶν ἐξ αὐτῶν· τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ἔλεγον. Λοξίας: Ὁ Ἀπόλλων· ὡς μὲν οἱ Πυθαγορικοὶ, ἀπὸ τοῦ λοξὴν ἔχειν τὴν ἴαν, τουτέστι τὴν φωνήν· ἢ παρὰ τὸ λοξῶς ἰέναι τὸν ἥλιον διὰ τοῦ ζωδιακοῦ· καὶ λοξίας, ὁ λοξὴν κίνησιν κινούμενος· ὁ αὐτὸς γὰρ τῷ ἡλίῳ. Τὸ δὲ λοξὸς, παρὰ τὸ λέχος, ἡ κοίτη. Λόπος: Τὸ λέπισμα· παρὰ τὸ λέπω ῥῆμα. Ὅμηρος,

  
Οἷον δὲ κρομύοιο λοπός.  
Λόφος: Ὁ ὑψηλὸς τοῦ ὄρους τόπος· παρὰ τὸ λέπω, τὸ λεπτύνω. Ἔνθεν καὶ λοπὸς τὸ τοῦ κρομύου λεπτόν. Ἢ λόφοι πάντα τὰ μετέωρα καὶ εἰς ὕψος ἀνέχοντα, ἀπὸ μεταφορᾶς τῶν βοῶν· λόφος γὰρ ἐπʼ αὐτῶν, ἀπὸ τοῦ λέπεσθαι καὶ ἐκδέρεσθαι. <!-- 570 -->Παρὰ τὸ λέπω, τὸ λεπίζω, λόπος καὶ λόφος· ἀπὸ τούτου γὰρ τοῦ μέρους ἄρχονται ἐκδέρειν τὰ ζῷα. Σημαίνει καὶ τὸν τράχηλον, ὡς τὸ,

  
Ἐσβάντες κνήμας τʼ ἠδὲ λόφον ἀμφί τε μηρούς.  
Νῦν αὐχένα, τράχηλον. Λέγεται καὶ λοφίη θηλυκῶς· σημαίνει καὶ τὸ ἄκρον, καὶ τὸ ἐπανάστημα τῆς περικεφαλαίας, ὡς τὸ,

  
Ἄκρον ὑπὲρ λόφον αὐτόν.  
Καὶ,

  
δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.  
Λοφνίς:

  
Τεὰς ἀνὰ λοφνίδας ἴσχων.  
Τὰς λαμπάδας. Κυρίως δὲ λοφνίδες λέγονται αἱ μονόξυλοι λαμπάδες, καὶ δαλῷ παραπλήσιοι δᾷδες, κατασκευῆς τινος καὶ κόσμου γεγονυῖαι· λαμπάδες δὲ, αἱ ὁπωσδήποτε κατεσκευασμέναι, καὶ ἂν ἀκόσμως δεδεμέναι ὦσι. Καὶ Ὅμηρος δὲ τὰς λέξεις ἴσως μὲν οὐκ αὐτὰς, ἀλλὰ τὸ πῦρ τὸ διʼ αὐτῶν· ἔνιοι δὲ λοφνίδας λέγουσι τὰς ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου γενομένας. Λόχος: Ἡ ἐνέδρα· παρὰ τὸ λέγω, τὸ ἐπιλέγομαι· ὅθεν καὶ ἐπίλεκτος· ὅτι τοιοῦτοι ἐπίλεκτοι ἐπελέγοντο εἰς τὰς ἐνέδρας. Ἢ παρὰ τὸ λέχος· οἱ γὰρ λοχῶντες οἱονεὶ κοιτάζονται, καὶ ὡς εἰς λέχος ἀνακλίνονται, ἵνα ἀθεώρητοι ὦσιν.

  
Ὣς ἄρα φωνήσαντε παρὲξ ὅδου ἐν νεκύεσσι  
  
κλινθήτην.  
Ἰλιάδος κʹ. Παρὰ τὸ λόχος γίνεται λοχίτης, καὶ σημαίνει τὸν ἐνεδρεύοντα. Τὰ δὲ ἀπὸ τῶν εἰς ΟΣ διὰ τοῦ ΙΤΗΣ γινόμενα διὰ τοῦ ι γράφεται, τόπος, τοπίτης· στύλος, στυλίτης· τέμενος, τεμενίτης. Ἐκ τοῦ λέχους γίνεται λοχῶ λοχήσω. Λόχμη: Θάμνος, ὕλη, σύνδενδρος τόπος· παρὰ τὸ λοχᾶν ἐν αὐτῷ, τουτέστιν ἐνεδρεύειν ἐν τοῖς τοιούτοις τόποις. Λοχῶ οὖν, λόχη· καὶ πλεονασμῷ, λόχμη. Ὁ δὲ Φιλόξενος, παρὰ τὸ λάζω ῥῆμα, εὐληπτοτέρων ὄντων τῶν δασέων. Ὁ μέλλων, λάξω, ὄνομα, λαγμός· ὡς παρὰ τὸ κράζω κράξω κραγμός· τοῦ δὲ γ εἰς τὸ χ μεταπεσόντος, λαχμός· τούτου τὸ θηλυκὸν, λόχμη. Λώβη: Ἡ ὕβρις ἡ ἐπὶ κακῷ περιβόητος. Παρὰ τὸ λῶ, τὸ θέλω, κατὰ ἀντίφρασιν, ἣν οὐδεὶς θέλει· ἢ παρὰ τὸ βλάβη. Ἢ ἐκ τοῦ λωβός· τοῦτο ἐκ τοῦ λοβὸς, τοῦ διὰ τοῦ ο μικροῦ κατʼ ἐπαύξησιν· ἀπὸ μεταφορᾶς τῶν ἠκρωτηριασμένων· οἱ γὰρ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον, ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν Ἶρον. Καὶ ταῦτα ὁ Ὠρίων· ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ λαβὴ, ὃ σημαίνει τὸ ξίφος, γίνεται λάβη· καὶ τροπῇ τοῦ α εἰς ω, λώβη, ὡς φάρος φαριαμὸς φωριαμός. Τὸ ΛΩ, μέγα· τὰ εἰς ΒΗ λήγοντα δισύλλαβα βαρύτονα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι· οἷον, ἥβη, Θήβη, στίβη. Λώϊον: Παρὰ τὸ λῶ, τὸ θέλω· καὶ τὸ συγκριτικὸν, λῴων, ὡς ῥᾴων· καὶ ὄνομα ἐξ αὐτοῦ, λώϊος, καὶ λώϊον· τὸ γὰρ καλὸν πάντες θέλομεν· κρεῖσσον, βέλτιον· ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον, τοῦτο καὶ θέλει. Λῷστοι: Βέλτιστοι, ἠγαπημένοι, πεποθημένοι. Ἔστι δὲ ὄνομα ὑπερθετικὸν ἀπὸ τοῦ λῶος. Λῶμα: Τὸ γυναικεῖον, ὃ ὑπὸ Ἀττικῶν ὄχθοβος λέγεται. Λῶμα λέγεται καὶ τὸ εἰς τὸ κατώτερον τοῦ ἱματίου ἐπίβλημα, ἐκ βύσσου καὶ πορφύρας καὶ κόκκου. <!-- 571 -->Λῶπος: τὸ ἱμάτιον· ἀναλογεῖ γὰρ τῇ λωπίᾳ τῷ δέρματι. Λωτεῦντα:

  
πεδία λωτεῦντα,  
ἀνθοῦντα· ἤγουν λωτὸν ἔχουσα· λωτὸς δέ ἐστιν εἶδος βοτάνης. Ἀπὸ τοῦ λωτόεντα, ὑπερθέσει λωτέοντα· καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ΕΥ δίφθογγον, λωτεῦντα. Εἰ γὰρ ἦν ἀπὸ τοῦ λωτέοντα, λωτοῦντα ὤφειλεν εἶναι. Λωφῶ: Λωφήσω, πρώτης συζυγίας ἐστί. Κυρίως δὲ λωφῆσαι, τὸ παύσασθαι, ἐπὶ τῶν ὑποζυγίων, τὸ ἀποθέσθαι ἀπὸ τοῦ λόφου τὸν ζυγὸν, καὶ ἀπολύεσθαι ἀπὸ τῶν ἔργων. Ἐκ τοῦ οὖν λόφος, λοφῶ, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω· καὶ ἔστιν ἡ λέξις μεταφορικὴ, ἀπὸ τῶν βοῶν τῶν ὑπὸ λόφον, ἢ ἐν τῷ λόφῳ ἀναπαυομένων, ἡνίκα ἀνεθῶσι τοῦ ζυγοῦ, ὡς τὸ,

  
Τειρόμενοι καμάτῳ μετελώφεον.  
Σημαίνει τὸ παύω. Καὶ λωφήσασα, παυσαμένη λήξασα. Μετενήνεκται ἡ λέξις ἀπὸ τῶν τὰ φορτία κατατιθεμένων. Λυαῖος: Ἀπὸ τῆς λύσεως τοῦ ῥάμματος· προσερράφη γὰρ τῷ μηρῷ τοῦ Διός. Ἢ παρὰ τὸ λύεσθαι τῷ οἴνῳ τοὺς μεθυσκομένους. Λυγαῖον: Τὸ φοβερὸν, ἢ τὸ σκοτεινόν· παρὰ τὸ λύειν τὸ αὖγος, καὶ μὴ ἐᾶν στῆναι αὐτό· καὶ Ὅμηρος,

  
Νύχθʼ ὑπὸ λυγαίην.  
Λύγος: Τὸ σκότος οὐδετέρως· ἀπὸ τοῦ λύειν τὴν αὐγήν· καὶ τὸ κρύπτεσθαι ὑπολυγίζεσθαι λέγουσι. Σημαίνει δὲ καὶ φυτὸν, ὡς ἐν τῷ μ στοιχείῳ εἰσόμεθα. Λύθρος: Τὸ μετὰ κονιορτοῦ αἷμα· κυρίως τὸ τοῦ λύματος καὶ καθάρματος δεόμενον. Λέγεται καὶ ἡ ἀκαθαρσία. Λύη: Ἐπὶ τῆς στάσεως. Παρὰ τὸ λύειν τὴν ὁμόνοιαν· καὶ λύμη ἡ φθορὰ, ἡ λύουσα τὸ σῶμα· ὅθεν καὶ λυμαίνω. Λυκέα: Ἀγὼν ἐν Ῥώμῃ· συνήθεια δέ ἐστιν αὐτοῖς δορὰς ἔπαθλον διδόναι. Λύκιον: Τόπος ἐστὶ Θετταλίας· ἔνθα λύκος ἐπιὼν τοῖς τοῦ Πηλέως βουσὶν ἀπελιθώθη. Λυκόφως: Τινὲς λυκόφως τὸ σκοτεινὸν, οἷον διαλελυμένον φάος, ἢ αὐγὴ διαλυθεῖσα· ἢ λυκόφως λέγεται τὸ μετέχον σκότους καὶ φωτός· ἀπὸ μεταφορᾶς τῶν τριχῶν τῶν λύκων, οἵτινες τὸ μὲν κάτω μέρος τὸ πρὸς τῷ δέρματι λευκὸν ἔχουσι· τὸ δὲ ἄνω, μέλαν. Λύμη: Φθορά τις ἐστὶν ἐπὶ ψυχὴν διαβαίνουσα, παρὰ τὸ λύω· σημαίνει δὲ τὴν ἀκαθαρσίαν. Λυμαντήρ:

  
Δαιτῶν ἀπολυμαντῆρα.  
Ἡ ἀπὸ παρέλκει. Λυμαντῆρα, τὸν καθαρτῆρα τῶν δαιτῶν, τὸν ἐκ τῶν σκυβάλων τὰ βρώσιμα ἀποκαθαίροντα· ἢ τὸν ἐσθίοντα καὶ λυμαίνοντα τὰς δαῖτας. Λυκωρεία: Πόλις Δελφίδος, ἐν ᾗ τιμᾶται ὁ Ἀπόλλων, ἀπὸ Λυκώρου κτίσαντος αὐτὴν, υἱοῦ Κωρυκείας, οἰκούντων ἐν τῷ Παρνασῷ· καὶ τὸ παρακείμενον ὄρος ἐκάλεσε Κωρύκειον ἀπὸ τῆς ἑαυτοῦ μητρὸς Κωρυκείας. Λύπη: Παρὰ τὸ λύειν εἰς δάκρυα τοὺς ὦπας, λυώπη τὶς οὖσα· ἢ διὰ τὸ λυμαίνεσθαι διʼ αὐτῶν τοὺς ὦπας. Οὕτω Σωρανός· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ λύω, λύη· καὶ πλεονασμῷ τοῦ π, λύπη· λύσις γὰρ ψυχῆς τὸ πάθος τὸ λυπηρόν· διαιρεῖται δὲ εἰς δʹ, εἰς ἄχος, ἄχθος, φθόνον, καὶ ἔλεον. Ἢ λύπη, λείπη τίς· ἐπὶ λείψει γὰρ συνίσταται. <!-- 572 -->Λύτρον: Παρὰ τὸ λύω λύσω· ὅθεν καὶ λύρα, λύτρα τὶς οὖσα· ἐδόθη γὰρ τῷ Ἀπόλλωνι παρὰ τοῦ Ἑρμοῦ, ὑπὲρ ὧν ἔκλεψε βοῶν τοῦ Ἀπόλλωνος ὁ Ἑρμῆς. Λύσσα: Ἡ μανία· παρὰ τὸ λύειν τὸν νοῦν· παρὰ τὴν λύσιν τῶν κατὰ ψυχὴν λογισμῶν, καὶ τοῦ παλαιοῦ τῶν φρενῶν κατασπέρματος· ἢ παρὰ τὸ ἀφέτους εἶναι τοὺς κατεχομένους ἐξ αὐτῆς. Λῦτο:

  
Λῦτο δʼ ἀγὼν,  
Ἰλιάδος ωʹ. Εἰ μέν ἐστι μέσος ἀόριστος βʹ ἀπὸ τῶν εἰς ΜΙ, ὥσπερ ἤδη ἐπίσταται λέγεσθαι,

  
Νῦν δʼ ἐλύμην τρὶς τόσσα πορών·  
καὶ,

  
Τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα,  
ἔκτασις ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικὸν τινὲς ἐκδέχονται, δύναται εἶναι κρᾶσις ἀπὸ τοῦ ἐλύετο λῦτο, ὡς τὸ ῥύεσθαι, ῥῦσθαι, καὶ ἰχθύες, ἰχθῦς. Ἢ ἀπὸ τοῦ ἐλέλυτο, ὡς βέβλητο, βλῆτο. Λύχνος: Ἀρσενικῶς· λέγεται καὶ τὸ λύχνον, οὐδέτερον, ὡς παρὰ Ἱππώνακτι· παρὰ τὸ λύειν τὸ νύχος, τουτέστι τὸ σκότος, λυόνυχος καὶ λύχνος. Οὕτως Ἀριστόνικος ἐν τῷ περὶ σημείων τοῦ Ὁμήρου. Λύχνα: Ὡς παρὰ Καλλιμάχῳ,

  
λύχνα φανείη.  
Κατὰ μεταπλασμόν· οὐδὲ γάρ ἐστιν εὐθεῖα τὸ λύχνον, ὥσπερ οὐδὲ τὸ δάκτυλον· ἀλλʼ ἀπὸ τοῦ ὁ λύχνος οἱ λύχνοι, μεταπλασμὸς γένους, τὰ λύχνα, ὡς ὁ δάκτυλος οἱ δάκτυλοι τὰ δάκτυλα. Δεῖ δὲ εἰδέναι, ὡς ὁ τοιοῦτος μεταπλασμὸς ἐπὶ προσηγορικοῦ γίνεται ὀνόματος, ἔνθα μὴ δυνατὸν τῇ εὐθείᾳ τοῦ οὐδετέρου τὴν γενικὴν παραδέξασθαι· ἐν γὰρ τοῖς ἐπιθέτοις πάντα κατὰ ἀναλογίαν ἀποτελεῖται· τὸ οὐδέτερον ἐν παρασχηματισμῷ, ὁ καλὸς, τὸ καλόν· διὸ καὶ τὴν εὐθεῖαν τῶν πληθυντικῶν τὰ καλὰ οὐ φαμὲν μεταπλασμὸν ἀπὸ τοῦ οἱ καλοὶ ἀρσενικοῦ πληθυντικοῦ γεγονέναι· πρόσκειται γὰρ ἡ εὐθεῖα ἑνικὴ τοῦ οὐδετέρου ἀνάλογος. Λογάδες: Ἐπὶ τῶν ὀφθαλμῶν τὰ λευκά. Καλλίμαχος,

  
ὅστις ἀλιτροὺς  
  
αὐγάζειν καθαραῖς οὐ δύναται λογάσιν.  
Εἴρηται δὲ οἷον λοχάδες, ἐν αἷς αἱ κόραι λοχῶσι, καὶ οἷον λέχος εἰσὶν αὐταῖς. Ἢ οἷον λευκάδες, κατὰ συγγένειαν τοῦ κ πρὸς τὸ γ. Ἢ ὅτι λοξοῦνται ἐν τῷ βλέπειν κατὰ τὰς ἐπιστροφάς. Σώφρων ἐν Θυννοθήραις,

  
λοξῶν τὰς λογάδας.  
Οὕτως Σωρανός.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aak`.
