---
title: "Great Etymological Work: Letter Ι"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Ι"
author: Great Etymologicon
eul_wid: xie-aai
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-iota-xie-aai"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:a9788f44753ea6c833c13a036535af48c90924504e61bf5e3d819d3f3c7ec8a6"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Ι

*Ἐτυμολογικὸν τὸ Μέγα, Ι*

**Author:** Great Etymologicon

**eul_wid:** `xie-aai` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-iota-xie-aai)

## Text

<!-- 462 -->

ι.

ἰῶτα τὸ στοιχεῖον, παρὰ τὸν ἰὸν τῶν ἰοβόλων ζῴων· ὥσπερ γὰρ ὁ ἰὸς εἰς ὀρθὸν βαδίζει ᾧ καὶ πέπρωται, οὕτως καὶ ἡ τούτου γραφὴ, ὀρθὴ οὖσα, ἰῶτα καλεῖν ᾐνίξατο. Ἢ ἀπὸ τῶν ἰῶν τῶν βελῶν. Ἰστέον ὅτι τὸ ἰῶτα καὶ Ἰάσων τινὲς ἐν συλλήψει λέγουσιν εἶναι. Ἔστι δὲ ἀνατρέψαι αὐτούς· ἐπειδὴ τὰ ὑποταττόμενα τινὶ ἐν συλλήψει, ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει ἀντιπροηγοῦνται· οἷον, πρῶτος, ἕρπω· κλέος, ἕλκω. Εἰ ἄρα οὖν τὸ ἰῶτα ὑποτέτακται τοῦ α καὶ τοῦ ω κατὰ σύλληψιν, οἷον τῷ κοχλίᾳ, τῷ καλῷ, δηλονότι ἀντιπροηγησάμενον αὐτῷ ἐν τῷ ἰῶτα καὶ Ἰάσων κατὰ διάστασιν ἀντιπροηγήσατο. Ζήτει περιστιζόμενον τὸ ι καὶ υ εἰς τὸ αὐλός. Τὸ δὲ ἰῶτα, παράγωγον ἐστὶν, ι· μονόγραμμα γὰρ ἐστίν· ἀλλὰ κατὰ παραγωγὴν γίνεται ἰῶτα. Ἰακώβ: Ἄκλιτόν ἐστι· καὶ διαφέρει μονοπτώτου. Τὸ μὲν γὰρ ἄκλιτον ἐπʼ εὐθείας καὶ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς καὶ κλητικῆς μετὰ διαφόρων ἄρθρων λέγεται· οἷον, ὁ Ἁβραὰμ, τοῦ Ἁβραὰμ, τῷ Ἁβραὰμ, τὸν Ἁβραὰμ, ὦ Ἁβραάμ· τὸ δὲ μονόπτωτον, ἐπʼ εὐθείας μόνης· οἷον τὸ ὄφελος, τὸ οὖς. Ἴακχος: Αὐτὸς ὁ Διόνυσος, ἢ ἑορτή. Παρὰ τὴν ἰαχὴν τὴν ἐν ταῖς χορείαις γινομένην, τουτέστι τὴν βοὴν, γίνεται ἴαχος· καὶ πλεονασμῷ τοῦ κ, ἴακχος. Ἢ ἀπὸ τῆς ἐν τοῖς πότοις ἰαχῆς. Ἰάλεμος: Σημαίνει τὸν θρῆνον. Ἔστι γὰρ εἶδος θρήνου. Ὅτε μὲν ἐπὶ τοῦ Ἀπόλλωνος λέγεται, δασύνεται, ἀπὸ τῆς ἱήσεως ὅ ἐστιν ἀφέσεως τῶν βελῶν· ἐπὶ δὲ τοῦ θρήνου, ψιλοῦται. Γεγόνασι δὲ ἀμφότερα οὕτως. Ἔστιν ἵημι, τὸ πέμπω. Ἐκ τούτου γίνεται ἴηος· εἶτα ἰήεμος διὰ τοῦ ε κατὰ τὴν παραλήγουσαν· <!-- 463 -->τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ λ, ἰάλεμος, ἐπὶ τοῦ θρήνου. Ἢ ἐκ τοῦ ἴηος, κατὰ τροπὴν τοῦ η εἰς ε, γίνεται ἴεμος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, ἰάλεμος· καὶ ἰαλεμῆσαι, τὸ θρηνῆσαι, ὡς παρὰ Καλλιμάχῳ,

  
Εἰδυῖα φάλιον ταῦρον ἰηλεμίσαι.  
Οὕτως Φιλόξενος περὶ Μονοσυλλάβων, ὥς φησιν Ὠρίων. Ἐν ἄλλοις δὲ εὗρον ἐγὼ τὸ ἰάλεμος ἐπὶ τοῦ θρήνου ἐτυμολογούμενον παρὰ τὸ ἐπὶ τοῖς ὀλωλόσιν ἰωὴν φέρειν. Ἴαλλοι: Τὰ σκώμματα, οἷον τίλλοι τινὲς ὄντες, ὡς παρὰ Ἀνακρέοντι τίλλειν ἀντὶ τοῦ σκώπτειν. Ἰάλλω: Παρὰ τὸ ἰῶ παράγωγον ἰάλλω, τὸ πέμπω, οἷον ἰέναι ποιῶ· καὶ

  
χεῖρας ἴαλλον,  
ἀντὶ τοῦ ἐξέτεινον. Εἰς τὸ προΐηλεν. Ἰάλεμος: Υἱὸς Καλλιόπης, ὁ κακοδαίμων καὶ οὐδενὸς ἄξιος· ὅθεν καὶ ἰαλέμου ᾠδὴ, ψυχρὰ καὶ οὐδενὸς ἀξία· καὶ παροιμία, ψυχρότερος ἰαλέμου· καὶ, οἰκτρότερος ἰαλέμου· καὶ τὸ θρηνεῖν, ἰαλεμίζειν λέγεται. Ἰηὸς, ἐπὶ τοῦ θρήνου ψιλοῦται· καὶ Σοφοκλῆς,

  
Ἰήων καμάτων,  
Τῶν θρηνητικῶν. Παρὰ δὴ τὸ ἰηὸς γίνεται ὄνομα εἰς ΜΟΣ τῷ ε παραλῆγον, ἰήεμος, ὡς τῆλε, τήλεμος· τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ λ, γίνεται ἰάλεμος, ὁ θρῆνος. Ἰάμβη: Τινὲς ὅτι Ἰάμβη Ἠχοῦς καὶ Πανὸς θυγάτηρ· τὴν Δήμητραν δὲ λυπουμένην παίζουσα καὶ ἀχρηστολογοῦσα, καὶ σχήματα ἄχρηστα ποιοῦσα, ἐποίησε γελάσαι. Καὶ ἰαμβεῖον εἴρηται, ἀπὸ τοῦ ἰαμβίζειν, τὸ ὑβρίζειν, ἀπὸ τοῦ ἰὸν βάζειν, ἢ ὡς βέλη βάλλειν τὰ λεγόμενα· ἢ ἀπὸ τῆς εὑρούσης γυναικὸς Βάκχης τινὸς, Ἰάμβης καλουμένης· ἢ ἀπὸ τοῦ ἴαν βάζειν. Ἡ γὰρ κοινὴ τῶν ἀνθρώπων φωνὴ ἴα καλεῖται. Ἰαμενός: Ὄνομα κύριον. Ἀρίσταρχος ψιλοῖ· ὁ δὲ Ἀσκαλωνίτης φησὶν, ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλοῦται, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασύνεται. Ἄμεινον Ἀρίσταρχος. Ἰαίνετο:

  
Αἶψα δʼ ἰαίνετο κῆρ.  
Ἀντὶ τοῦ διεχεῖτο. Καὶ ἐπὶ τῆς ψυχικῆς διαχύσεως· καὶ ἰάνθη, τὸ διεχύθη, εὐφράνθη, ἐχάρη. Ἀπὸ τοῦ ἰαίνω, ἰανῶ, ἴαμμαι, ἰάνθην. Καὶ,

  
ἰδοῦσά κε θυμὸν ἰάνθη.  
Τάχα δὲ καὶ τὰ ἄνθη, ἐπεὶ τὴν ψυχὴν ἰαίνει καὶ διαχεῖ τέρποντα τὴν ὄψιν. Σημαίνει καὶ τὸ ἐθερμαίνετο, ὡς τὸ,

  
ἰαίνετο δʼ ὕδωρ.  
Ἰαμβοφάγος: Λοίδορος· ἐπειδὴ ἴαμβος ἔμμετρός ἐστι λοιδορία. Ὁ φαγὼν οὖν ἐν τῷ στόματι, ὁ ἔχων τοὺς ἰάμβους, τουτέστιν ὁ ἔχων διὰ στόματος τὴν φιλολοιδορίαν. Μέμνηται Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου, τάχα καὶ παραπαίζων εἰς τὸν Αἰσχίνην, ὅτι τὰ ἰαμβεῖα τῆς τραγῳδίας ἔλεγεν, ὑποκριτὴς ὤν. Καὶ ἰαμβίζειν, τὸ λοιδορεῖν καὶ κακολογεῖν· ἀπὸ Ἰάμβης τῆς λοιδόρου. Ἰαπετός: Παρὰ τὸ ἴπτω, τὸ βλάπτω, ἰπετός· καὶ πλεονασμῷ τοῦ α, Ἰαπετός. Τὸ δὲ ἴπτω, παρὰ τὸ ἰὸς, ὃ σημαίνει τὸ βέλος· ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, γίνεται ἰάπτω· ἢ τὸ ἰάπτω κατὰ πλεονασμὸν τοῦ α, ἀπὸ τοῦ ἴπτω. Πᾶν ῥῆμα εἰς ΠΤΩ λῆγον βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα, ἢ διαστολὴ γένοιτο σημαινομένου, σκάπτω, θάπτω, τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητικὸν, νίπτω, τύπτω· τὸ δὲ τυπτήσω, ὡς ἀπὸ περισπωμένου. Πρόσκειται, «εἰ μὴ προκατάρχοι ὄνομα·» <!-- 464 -->διὰ τὸ ἄβλεπτος, ἀβλεπτῶ· ἄπεπτος, ἀπεπτῶ· ἀλείπτης, φιλαλειπτῶ. «Ἢ διαστολὴ γένοιτο σημαινομένου·» διὰ τὸ ὀπτῶ, πρὸς ἀντιδιαστολὴν τοῦ ὄπτω. Ἴαψεν: Ἔβλαψεν· ἀόριστος πρῶτος· τὸ θέμα, ἰάπτω· ὁ μέλλων, ἰάψω· καὶ τὰ λοιπὰ δῆλα. Παρὰ τὸ ἰὸς, ἰάπτω· ἀπὸ μεταφορᾶς· ὅς ἐστι βλαπτικὸς χαλκοῦ καὶ σιδήρου· ἐσθίει γὰρ αὐτά. Τὸ δὲ ῥῆμα τοῦτο ποιητικόν· ὁ ἐνεστὼς μόνος εὑρίσκεται· ὁ γὰρ ἀόριστος ἀπὸ τοῦ ἴπτω γέγονε κατὰ πλεονασμὸν τοῦ α, ὡς ἐν ἑτέρῳ λέγει ὁ ποιητὴς,

  
μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν.  
Ἐκ τοῦ ἴπτω ἴψω· ὁ μέσος ἀόριστος παθητικὸς, ἰψάμην· ἴψαο, Ἰωνικῶς μόνως λεχθέν. Ἴασος: Παρὰ τὸ ἰάω ἰῶ, ὁ μέλλων, ἰάσω· ὁ μέσος μέλλων, ἰάσομαι· ὅθεν καὶ τὸ ἴασαι προστακτικόν. Τούτου δὲ ἐνεργητικὸν οὐχ εὑρήσεις ἐν χρήσει. Παρὰ τὸν ἰάσω οὖν μέλλοντα γίνεται Ἴασος, καὶ Ἰάσων. Τινὲς δὲ λέγουσι παρὰ τὴν ἴασιν· οἷστισιν ἀντίκειται ἡ κλίσις· εἰ γὰρ παρὰ τὴν ἴασιν, ὤφειλε φυλάττειν τὸ ω κατὰ τὴν γενικὴν ὡς παρώνυμον, θεὸς, Θέων Θέωνος· τρυφὴ, Τρύφων Τρύφωνος. Εἰ οὖν οὐ φυλάττει τὸ ω, οὐκ ἔστι παρώνυμον. Ἀλλὰ λέγομεν, ὅτι, ἐπειδὴ ἔχει τὸ α ἐκτεταμένον, τούτου χάριν συστέλλεται, ὡς Μαχάων Μαχάονος. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι παρὰ τὸν ἰάσω μέλλοντα γίνεται Ἰάσων Ἰάσονος, ὡς φιλήσω, Φιλήμων Φιλήμονος. Πολλὰ γὰρ εἰσὶν ἀπὸ μελλόντων γινόμενα ὀνόματα συστέλλοντα τὸ ω κατὰ τὴν γενικὴν, οἷον, μνήσω, μνήμων μνήμονος. Ἰατρική: Ἰατική τις οὖσα· παρὰ τὸ ἰᾶσθαι, πλεονασμῷ τοῦ ρ. Ἰαχῶ: Τὸ βοῶ· ἐκ τοῦ ἰαχή· τοῦτο ἀπὸ τοῦ ἴα, ὃ σημαίνει τὴν φωνήν· ἀπὸ τοῦ ἐπὶ πᾶσι τὴν ἰαχὴν ἰέναι. Ἰαύω: Τὸ κοιμῶμαι· παρὰ τὸ αὔω, πλεονασμῷ τοῦ ι· ἢ παρὰ τὸν ἴον, ὃ δηλοῖ τὸν μόνον, γίνεται ἰύω, τὸ μονάζω· καὶ πλεονασμῷ τοῦ α, ἰαύω· καὶ γὰρ φησὶν ἡσυχάζειν τὸν καθεύδοντα ὁ βίος. Ὦρος. Ὁ δὲ Ἡρωδιανὸς λέγει παρὰ τὸ αὔω· τούτου ὁ ἀόριστος, αὖσα· καὶ διαλύσει καὶ τροπῇ τοῦ υ εἰς ε, γίνεται ἄεσα· οἷον,

  
Πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ  
  
ἄεσα.  
Καὶ τὸ πληθυντικὸν, ἀέσαμεν, ὥσπερ καὶ τὸ αὔξεται, ἀέξεται.

  
Ἀΰπνους νύκτας ἴαυον.  
Διὰ νυκτὸς ἄγρυπνος διετέλουν, Ἰλιάδος ιʹ. Καὶ,

  
τῇ παριαύων  
  
τερπέσθω.  
Ἀντὶ τοῦ συναναπαυόμενος, συγκαθεύδων. Ἴβις: Ὄρνεον ὀφιοφάγον· καὶ ἴβυξ εἶδος ὀρνέου κρακτικοῦ· ἐξ οὗ Ἴβυκος ὄνομα κύριον· καὶ ἰβυκηνίσαι· ὅπερ κατὰ μεταφορὰν λέγεται βουκηνίσαι. Ἴβηρ: Πόθεν; Ἐθνικόν ἐστι, καὶ παραγωγὴν οὐκ ἔχει. Τινὲς δὲ λέγουσιν αὐτὸ παράγεσθαι παρὰ τὸ ἵμερος, ὃ σημαίνει τὴν ἐπιθυμίαν. Ἴγδη: Ἡ θυεία, ἔνθα μίσγομεν τὰ ἀρτύματα· παρὰ τὸ μίσγειν τὰ θύη· ἀπέβαλε τὸ μ, ὡς τὸ μία, ἴα. Ἔστι δὲ καὶ εἶδος ὀρχήσεως ἰγδίσματα, ἐν ᾗ ἐλύγιζον τὴν ὀσφῦν ἐμφερῶς τῷ δοίδυκι. Ἰγνύη: Ἀπὸ τοῦ τὴν καμπὴν ἰκνεῖσθαι τῶν γονάτων. Ἰγνύαι, τὰ ὄπισθεν τῶν γονάτων· ἢ ὅτι αἰτία ἡμῖν ἐστι τοῦ ἱκνεῖσθαι καὶ βαδίζειν. Ἢ διὰ τὸ ἥκειν ἐν ταῖς κάμψεσι καὶ συνικνεῖσθαι. Ἢ ἡ τὸ γόνυ συνέχουσα γαστροκνήμη. Λέγεται καὶ ἰγνύς· ὅθεν καὶ ταῖς ἰγνύσι, καὶ ταῖς ἰγνύαις. <!-- 465 -->Ἴγνης: Παρὰ τὸ γνὴς γνητὸς, μετὰ τῆς ι ἀντωνυμίας, γίνεται ἴγνης. Ἰδέ: Τὸ ἠμὲν, ἠδὲ, ἰδὲ, ἅ εἰσιν ἀντὶ τοῦ καὶ, οὐκ εἰσὶ πλεοναζόμενα, ἀπὸ τοῦ μὲν καὶ δὲ, ἀλλὰ θεματικά εἰσι. Πρὸς δὲ τὸ μέτρον γίνεται ἠδὲ καὶ ἰδέ. ἐγὼ δὲ εὗρον· οὗτοι σύνδεσμοι εἰσίν· ὥσπερ δὲ πλεονάζει τὸ η ἐν πολλαῖς λέξεσιν, οὕτως καὶ ἐπὶ τοῦ μὲν καὶ δὲ παραπληρωματικοῦ, ἠμὲν, ἠδέ. Ἴδας: Ὄνομα κύριον· παρὰ τὸ Ἴδη, οἱονεὶ ὁ μέγας ὥσπερ ἡ Ἴδη. Τὰ εἰς ΔΑΣ δισύλλαβα, εἰ μὲν περιττοσυλλάβως κλίνονται, διφθόγγῳ παραλήγεται, οἷον Φείδας, Φείδαντος· Οἴδας, Οἴδαντος· εἰ δὲ ἰσοσυλλάβως, ἑνὶ φωνήεντι, οἷον Λήδας, Λήδου· Μίδας, Μίδου· τὸ γὰρ διὰ τοῦ ΝΤ κλινόμενον, Μείδας Μείδαντος, διὰ διφθόγγου. Οὕτως οὖν καὶ Ἴδας Ἴδου· ὅθεν καὶ Ἀντίμαχος ἥμαρτεν εἰπὼν διὰ τοῦ ι,

  
Ἴδαντος κούρη.  
Ἰδάλιμον: Ἡσίοδος,

  
Καύματος ἰδαλίμου.  
Τοῦ ἱδροῦν ποιοῦντος· ἢ τοῦ διαυγοῦς καὶ καθαροῦ· ἐν γὰρ τῷ χειμῶνι καὶ ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα ἐστί. Ἔστι ῥῆμα ἰδίω, τὸ ἱδρῶ· ἐξ οὗ γίνεται ἴδιμος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, ἰδάλιμος. Ἰδαῖος: Ὄνομα κύριον κήρυκος. Ἀπὸ τοῦ Ἴδη γίνεται Ἰδαῖος· οἱονεὶ ὁ εἰδὼς καὶ προγινώσκων τὰ κεκρυμμένα. Ἰδαῖοι:

  
Δάκτυλοι Ἰδαῖοι Κρηταιέες· οὖς ποτε νύμφη  
  
Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσι  
  
δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.  
Εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα· διὸ καὶ Δάκτυλοι προσηγορεύθησαν ἀπὸ τῶν ἡμετέρων δακτύλων· ἢ ἐπειδὴ ἐν τοῖς δακτύλοις ἐρρίφησαν. Ἰδαῖοι δὲ, ἐπειδὴ ἐν Ἴδῃ ὄρει τῆς Κρήτης ἐγεννήθησαν· ἢ ὅτι ἡ κόνις, ἣν ἔρριψαν, ἐξ Ἴδης τοῦ ὄρους ἦν. Στησίμβροτος δὲ ἐν τῷ Περὶ Τελετῶν Διὸς καὶ Ἴδης νύμφης αὐτοὺς λέγει· φησὶν ὅτι Ζεὺς ἐκέλευσε τὰς ἰδίας τροφοὺς λαβεῖν κόνιν καὶ ῥίψαι εἰς τοὐπίσω· καὶ ἐκ τῆς κόνεως γενέσθαι τοὺς Ἰδαίους δακτύλους. Ἀπολλώνιος Ἀργοναυτικοῖς. Ἴδος: Ἡσίοδος,

  
Ἴδει ἐν αἰνοτάτῳ ὅτε τε χρόα σείριος ἄζει.  
Τὸ ἴδος τοῦ ἴδους· καὶ γίνεται παρὰ τὸ ἰδίω, τὸ ἱδρῶ. Τοῦτο ἀπὸ τοῦ ὕδωρ γίνεται ὑδρῶ καὶ ἱδρῶ, καὶ πλεονασμῷ, ἱδρίω· εἶτα ἀποβολῇ τοῦ ρ, ἰδίω· ἐξ οὗ καὶ,

  
Ἴδιον ὡς ἐνόησα.  
ἴδος δὲ σημαίνει τὸ θέρος. ἰδουμαῖος ἐκλήθη ὁ ἀπόγονος τοῦ Ἡσαῦ. Ἴδουμα γὰρ λέγεται εἶδος φακῆς ξανθῆς· ἧς λέγουσιν ἐπιθυμήσας φαγεῖν ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Ἐκ τούτου ἐπωνομάσθησαν Ἰδουμαῖοι, οἱ τούτου ἀπόγονοι. Ἰδέειν: Ἀόριστος δεύτερος καὶ μέλλων. Ὁ κανών· οἱ Ἴωνες ἐπὶ τῶν εἰς ΕΙΝ ἀπαρεμφάτων, πλεονάζοντες τὸ ε, διὰ τοῦ ΕΕΙΝ προφέρουσι, θανεῖν, θανέειν. Ἴδη: Ὄρος ἐστὶν ὑψηλόν· γίνεται ἀπὸ τοῦ ἰδεῖν· ὅθεν ἐστὶν ἅπαντα θεωρεῖν τὰ μήκοθεν. Γράφεται διὰ τοῦ ι· τὰ γὰρ εἰς ΔΗ βαρύτονα οὐ θέλει διφθόγγῳ παραλήγεσθαι, κνίδη, ἔστι δὲ βοτάνη στυπτικὴ, Σίδη, ἔστι δὲ ὄνομα πόλεως, πέδη, σημαίνει δὲ τὸν δεσμὸν, κράδη, σημαίνει τὴν συκῆν. <!-- 466 -->Πρόσκειται, «βαρύτονα,» διὰ τὸ σπουδὴ καὶ αὐδή. Πᾶν δὲ σύμφυτον ὄρος Ἴδη καλεῖται. Ἴδηθεν: Ἐπίρρημά ἐστι τοπικόν· ἐπὶ δὲ τοῦ,

  
Ἴδηθεν μεδέων,  
οὐδὲν πλέον σημαίνει ἢ ὁ τῆς Ἴδης βασιλεύς· ἔνια γὰρ ὁ ποιητὴς τῶν ἐκ τόπων ἐπιρρημάτων ἀντὶ γενικῆς τάσσει πτώσεως. Ἴδηαι: Ὑποτακτικὸν παθητικὸν, μέσου ἀορίστου δευτέρου. Ὁ κανών· οἱ Ἴωνες, ἀποβάλλοντες τὸ τ τοῦ τρίτου προσώπου, δεύτερον ποιοῦσιν, ὡς τὸ,

  
κέλεαί με·  
οὕτως ἴδηται, ἴδηαι. Ἰδιώτης: Ὁ πολίτης λέγεται· καὶ ὁ ἄπειρος, καὶ ὁ ἴδιος. Ἰδιαίτερον: Ἰδικώτερον. Ἴδμεν:

  
Ἴδμεν γὰρ οὐδὲν τρανές.  
Ἀντὶ τοῦ ἐπιστάμεθα. Ῥῆμα ἐνεστῶτος τῶν εἰς ΜΙ, συζυγίας πρώτης. Ἐκ τοῦ ἴσημι, ἡ μετοχὴ, ἴσας· καὶ ὤφειλεν ὀξύνεσθαι, ὡς ἱστάς· ἀλλὰ συνεξηκολούθησε ταῖς δισυλλάβοις μετοχαῖς, τῷ σχίσας, πρίσας, κτίσας· αἱ γὰρ εἰς ΑΣ μετοχαὶ δισύλλαβοι τῷ ι παραληγόμεναι βαρύνονται. Ἴσημι οὖν· καὶ τὸ πληθυντικὸν, ἴσαμεν· καὶ συγκοπῇ, ἴσμεν· καὶ τροπῇ τοῦ σ εἰς δ, ἴδμεν. Γίνεται καὶ ἄλλως· ἐκ τοῦ εἴδω, τὸ γινώσκω· ὁ μέλλων, εἴσω, ἴς· καὶ νῆϊς, ὁ ἀμαθὴς καὶ ἄπειρος· ὁ δεύτερος ἀόριστος, ἴδον, ἴδομεν· καὶ συγκοπῇ, ἴδμεν. Ἢ ἐκ τοῦ εἴδω, ὁ μέσος παρακείμενος, οἶδα· τὸ πληθυντικὸν, οἴδαμεν· συγκοπῇ, οἶδμεν· καὶ ἀποβολῇ τοῦ ο, ἴδμεν. Ἰδνῶ: ἰδνωθεὶς, ἐπιστραφεὶς, καμφθεὶς, οἷον τὸ ἰνίον δονηθείς. Ἀπὸ τοῦ ἰδνῶ, τὸ ἀποστρέφομαι· παρὰ τὸ ἵζω, οὗ παράγωγον ἱζάνω, τοῦ ζ τραπέντος εἰς δ· καὶ Δωρικῷ πλεονασμῷ τοῦ ν, γίνεται ἰδνῶ, ὡς ἀλαπάζω, ἀλαπαδνῶ. Ἴδρις: Ὁ ἔμπειρος. Ἀπὸ τοῦ εἴδω ῥηματικὸν ὄνομα εἶδις· ἀποβολῇ τοῦ ε, ἴδις· καὶ πλεονασμῷ τοῦ ρ, ἴδρις· καὶ ἄϊδρις, ὁ ἄπειρος. Ἴδριας: Σοφοὺς, ἐπιστήμονας, ἐμπείρους. Ἱδρύω: Ἐκ τοῦ ἵζω, τὸ καθίζω, γίνεται ἴδω, τροπῇ τοῦ ζ εἰς δ Αἰολικῶς, ὡς δυγὸς, ζυγός· καὶ κατὰ παραγωγὴν, ἱδύω· καὶ πλεονασμῷ, ἱδρύω. Τὸ ι πρὸ τοῦ δ ψιλοῦται, χωρὶς εἰ μὴ ὑποτάσσοιτο τὸ ρ μέτα φύσει μακρᾶς, ὡς τὸ ἱδρὼς, ἱδρύω· καὶ ἵδρυε, ἀντὶ τοῦ καθέζεσθαι κέλευε. Τὸ δὲ ἴδρις οὐκ ἔχει τὸ ρ μετὰ φύσει μακρᾶς, ὡς τὸ,

  
Γέρων μὲν εἰμὶ, καὶ κακῶν πολλῶν ἴδρις.  
Ἵδρυσις: Ἑδραία ἀσφάλεια. Ἱδρώς: Ἀπὸ τοῦ ἰδίω, τὸ κοπιῶ, γίνεται ἰδίως· καὶ συγκοπῇ, ἰδώς· καὶ πλεονασμῷ τοῦ ρ, ἱδρώς. Ἢ παρὰ τὸ ὕδωρ, ὑδαρός· καὶ συγκοπῇ καὶ τροπῇ τοῦ υ εἰς ι, ἱδρώς. Ἡ αἰτιατικὴ, ἱδρῶτα· καὶ συγκοπῇ, ἱδρῶ·

  
Ἱδρῶ ἀπεψύχοντο.  
ἄνευ τοῦ ι· εἰ δὲ δοτικὴ, μετὰ τοῦ ι. Ἡ ι συλλαβὴ, εἴτε κατʼ ἀρχὴν λέξεως εἴτε κατὰ τὸ μέσον, ἔχουσα μεθʼ ἑαυτῆς δύο σύμφωνα ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθʼ ἓν ἄφωνόν ἐστι, διὰ τοῦ ι γράφεται· οἷον, ἱδρὼς, Ἰγνάτιος, κατʼ ἀρχάς· τὸ δὲ τίγρις, τίτλος, κατὰ τὸ μέσον. Τὰ εἰς ΩΣ, ἔχοντα τὴν γενικὴν ἢ εἰς ΤΟΣ, ἢ διὰ καθαροῦ τοῦ ΟΣ, ἢ κατὰ ἀποβολὴν τοῦ σ, διὰ τοῦ ω μεγάλου γράφεται. Εἰς ΤΟΣ, ὡς ἱδρὼς, ἱδρῶτος· διὰ καθαροῦ τοῦ ΟΣ, ὡς ἥρως, ἥρωος· κατὰ ἀποβολὴν τοῦ σ, ὡς Μενέλεως, Μενέλεω. <!-- 467 -->Ἰέναι: Παραγενέσθαι. Ἐκ τοῦ ἴημι, τὸ πορεύομαι, τὸ πληθυντικὸν, ἴεμεν· καὶ τὸ ἀπαρέμφατον, ἰέναι, ὡς τίθεμεν, τιθέναι. Ἢ ἐκ τοῦ ἴημι, ὁ παρατατικὸς, ἴην· ἡ μετοχὴ, ἰεὶς, ἰέντος· καὶ τὸ ἀπαρέμφατον, ἰέναι. Ἴημι σημαίνει τρία· ἵημι, τὸ πέμπω, ὅπερ καὶ δασύνεται· τὸ πορεύομαι, καὶ ψιλοῦται· ὅπερ ἀπὸ τοῦ ἔω, τὸ πορεύομαι, ἢ ἀπὸ τοῦ ἰῶ περισπωμένου γίνεται. Καὶ ἵημι, τὸ ἐφίεμαι· ὅθεν καὶ ἵμερος, ἡ ἐπιθυμία. Τὸ δὲ ἴμι, ἀπὸ τοῦ ἴημι γίνεται κατὰ συγκοπὴν τοῦ η. Ἔστιν οὖν εἶμι, τὸ πορεύομαι, διὰ τῆς ΕΙ διφθόγγου καὶ διὰ τοῦ ι· καὶ τὰ μὲν ἑνικὰ, διὰ διφθόγγου· οἷον, εἶμι, εἶς, εἶσι· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ, ἀπὸ τοῦ ἴμι, τοῦ διὰ τοῦ ι, οἷον, ἴτον, ἴτον· ἴμεν, ἴτε, ἶσι· καὶ πλεονασμῷ τοῦ α, ἴασι. Ζήτει εἰς τὸ εἶμι.

  
Καί τʼ ἀγεληδὸν ἴασιν.  
Οὕτω Ζηνόδοτος, καὶ πάντες οὓς ἀνέγνων. Τὸ δὲ ξυνιᾶσιν, ἀπὸ τοῦ ἵημι· τὸ τρίτον τῶν πληθυντικῶν, ἱεῖσι· Ἰωνικῶς, ἱέασι· καὶ κράσει, ἱᾶσι. Εἶμι, τὸ πορεύομαι· τὸ πληθυντικὸν, ἴμεν· τὸ ἀπαρέμφατον, ἴναι διὰ τοῦ ι, ἵνα φυλάξῃ τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν· καὶ Ἀττικῶς, ἴμμεναι· καὶ Ἰωνικῶς, ἴμεν, ὡς τὸ εἶναι, ἔμμεναι, ἔμεν.

  
Ποταμοὺς δʼ ἔτρεψε νέεσθαι  
  
καρρόον, ᾗπερ πρόσθεν ἵεν καλλίροον ὕδωρ.  
ἀντὶ τοῦ ἀφίεσαν, Ἰλιάδος μʹ. Ψιλοῦται τὸ ἴεν, καὶ ἑνικῶς, ἐπὶ τοῦ ὕδατος· εἰ δὲ δασύνεται, ἀντὶ τοῦ ἵεσαν. Τινὲς δὲ οὕτω φέρουσι τὴν γραφὴν τοῦ ἵεν, ὡς τίθεν· καὶ γίνεται ἀμφίβολον, πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα ἐκ τοῦ ἵεσαν συγκοπῇ ὑπάρχῃ, ὡς ἀπὸ τοῦ ἐτίθεσαν, τὸ ἐτίθεν· καὶ δέον δασύνεσθαι. Εἰ δὲ ἑνικὸν εἴη τὸ ἴεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλοῦται, ὁμοίως τῷ,

  
ἆσσον ἴεν.  
Ἵεντο: Προεθυμοῦντο. Ἀπὸ τοῦ ἵημι, τὸ προθυμοῦμαι, τὸ παθητικὸν, ἵεμαι· ὅθεν ἡ μετοχὴ, ἱέμενος, ἀντὶ τοῦ προθυμούμενος. Καὶ,

  
Οἴκαδε ἱεμένων.  
Ἐπὶ μὲν τοῦ πέμπω, δασύνεται· ἐπὶ δὲ τοῦ πορεύομαι, ψιλοῦται. Ἴεμαι οὖν· ὁ παρατατικὸς, ἰέμην· τὸ τρίτον τῶν πληθυντικῶν, ἴεντο.

  
Ἐνίετε θεσπιδαὲς πῦρ.  
Ἀντὶ τοῦ ἐμβάλλετε, προπέμπετε. Ἐκ τοῦ ἵημι, τὸ πέμπω, ὅθεν καὶ ἀφίημι, ὁ παρατατικὸς, ἵην· ἡ μετοχὴ, ἱεὶς, ἱέντος· τὸ προστακτικὸν, ἵεθι, ἱέτω· ἵετε, καὶ ἐνίετε. Ἰών: Μετοχὴ δευτέρου ἀορίστου. Τὸ θέμα ἴω· ὁ δεύτερος ἀόριστος ἴον· ἢ ἐστὶν ἔω, τὸ πορεύομαι· πλεονασμῷ τοῦ ι γίνεται εἴω· οὗ ὁ δεύτερος ἀόριστος ἴον· ἰὼν ἡ μετοχή. Ἴε: Ἐκ τοῦ ἴω τοῦ διὰ τοῦ ἰῶτα. Πόθεν δῆλον; δείκνυται γὰρ ἐν τῷ εἶμι. Ἴω οὖν· καὶ ὁ παρατατικὸς, ἴον, ἴες, ἴε. Ἵει: Καὶ μετὰ τῆς πρὸ, προΐει, τὸ προέπεμψεν. Ἔστι τὸ ῥῆμα ἱέω ἱῶ πρώτης τῶν περισπωμένων· ὁ παρατατικὸς, ἵεον, ἵουν· ἵεες, ἵεις· καὶ ἵεε, ἵει, καὶ προΐει.

  
Κατὰ λαιμὸν ἱείη.  
Ὡς ἀπὸ τοῦ τίθημι, τιθείη, οὕτως ἀπὸ τοῦ ἴημι, ἰείη, τὸ ἀπιέναι. Ἵετο: Ἀντὶ τοῦ ἐφίετο· καὶ γίνεται παρὰ τὸ ἵημι, τὸ ἐπιθυμῶ.

  
Ἵετο γὰρ βαλέειν,  
ἀντὶ τοῦ προεθυμεῖτο. Ἵημι, ἵεμαι, ἱέμην, ἵετο· ἀπὸ δὲ τοῦ ᾧ, ἱῶ ἵημι, γράφεται διὰ τοῦ ι, ὡς ἀναδιπλασιασμός. Ἰοῦσα:

  
Ἀλλʼ εἰς οἶκον ἰοῦσα.  
Ἀντὶ τοῦ πορευθεῖσα. Ἰὼν ἐστὶ μετοχὴ δευτέρου ἀορίστου· κλίνεται ἰόντος· τὸ θηλυκὸν, ἰοῦσα· τὸ οὐδέτερον, ἰόν. Ἴῃσιν: Ἰλιάδος ιʹ,

  
κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν,  
  
ἤ κε μένῃ.  
Ἀπέλθῃ, ἢ παραγένηται. Ἱέραξ: Παρὰ τὸ ἵεσθαι, ἤγουν φέρεσθαι, ἐν τῷ ἀέρι ῥᾳδίως. Γίνεται δὲ κατὰ κρᾶσιν, ἵραξ·

  
Ὧδʼ ἵρηξ προσέειπεν ἀηδόνα,  
Ἡσίοδος. Καὶ γὰρ τῷ ι εἰ μὲν ἐπιφέρεται τὸ ε μόνον, εἰς τὸ ι γίνεται ἡ κρᾶσις· <!-- 468 -->οἷον ἱερεὺς, ἱρεὺς, κράσει τοῦ ι καὶ ε εἰς ι· ἱέραξ, ἵραξ· ἱερὸν, ἱρόν· ἱερὰ, ἱρά· εἰ δὲ ἐπιφέρεται τὸ ΕΙ ἐν διφθόγγῳ, ἡ ΕΙ δίφθογγος ἐπικρατεῖ, οἷον ὑγίεια, ὑγεία. Ἱερεύς: Παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ τὰς θυσίας ἀναπέμπων τῷ θεῷ· ἢ παρὰ τὸ ἱερεύω, τὸ θύω· ἢ παρὰ τὸ ἱερός. Ἱερός: Ὁ εἰς τιμὴν θεοῦ ἀποτετμημένος τόπος. Παρὰ τὸ ἱῶ, ἀφʼ οὗ τὸ ἀφίω σύνθετον, γίνεται ῥηματικὸν ὄνομα ἱερὸς, ὡς τήκω τακερός. Ἱερόν: Σημαίνει τρία· τόπον ἀποκείμενον τῷ θεῷ, ὡς τὸ,

  
Ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι.  
Καὶ τὸ ὀστοῦν, ὡς τὸ,

  
ἱερὸν ὀστοῦν.  
Καὶ τὸ μέγα, ὡς τὸ,

  
ἱερὸν ἰχθῦν.  
Ἱερὸς λέγεται καὶ ὁ μάντις, παρὰ τὸ ἱερολογεῖν καὶ προσημαίνειν. Ἱερεύς: Ἐπὶ μὲν τοῦ ψιλῶς προεστῶτος τῆς θεραπείας τοῦ θεοῦ,

  
Χρύσης ἱερεὺς Ἀπόλλωνος.  
Ἐπὶ δὲ τοῦ εἴδους τοῦ μάντεως τοῦ διὰ τῶν θυσιῶν μαντευομένου,

  
Ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα.  
Ἱερὸν ἰχθῦν: Τινὲς παρὰ τὸ διαίνω, τὸ βρέχω, διερός· καὶ ἱερὸν, τὸ ἀεὶ ἐν ὕδατι βρεχόμενον, κατὰ ἀποβολὴν τοῦ δ· οἱ δὲ, παρὰ τὸ δίω, τὸ διώκω, διερὸς, καὶ ἱερὸς, ὁ ταχὺς καὶ διωκτικός. Ἢ τὸν μέγαν· τὸ δὲ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί. Ἱερὸν ὀστοῦν: Τὸ ἄκρον τῆς ὀσφύος. Οὕτως γὰρ κέκληται, ὅτι μέγα ἐστίν· ἢ ὅτι κύριόν ἐστι πάθος, παρʼ ὅσον ἀναιρεῖ· ἢ ὅτι ἱερολογεῖται, ἢ ἱερουργεῖται τοῖς θεοῖς, ὡς παρὰ Μενάνδρῳ,

  
Οἱ δὲ τὴν ὀσφῦν ἄκραν  
  
θύσαντες.  
Ἢ ὅτι φησὶν ἡ ὀσφῦς πρώτη φύεται τῶν ζῴων, ἤγουν τῶν ἱερείων. Ἱερὸν ἦμαρ: Σημαίνει τὸν πρὸ τῆς μεσημβρίας καιρὸν, τουτέστιν ἀπὸ πρωῒ ἕως δείλης· κατὰ τοῦτον γὰρ τὸν καιρὸν ἔθυον τοῖς Ὀλυμπίοις θεοῖς· ἀφʼ οὗ ἔσχε τοὔνομα παρὰ τὸ ἱερεύειν· ἀπὸ δὲ μεσημβρίας ἔθυον τοῖς καταχθονίοις. Ἱερᾶσθαι: Ἱερουργεῖν· καὶ Θουκυδίδης,

  
Κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι.  
Σημαίνει τὸ ἱεροὺς νομισθῆναι, καὶ οἷον καθιερῶσθαι. Ἱερεῖον: Τὸ πρόβατον. Εἴρηται διὰ τὸ ἵεσθαι, ἤγουν φέρειν, τὸ ἔριον· λοιπὸν ἱερεὺς, ὁ τὸ ἱερεῖον θύων. Ἱερώσυνα: Τὰ εἰωθότα δίδοσθαι ἐξαίρετα τοῖς ἱερεῦσιν. Ἱεράτω: Κατὰ νόμον ὀργιαζέτω καὶ θυέτω· ὀργεῶνες γὰρ οἱ θύται. Ἱεράω ἱερῶ· καὶ τὸ προστακτικὸν, ἱεραέτω. Ἱερὸν τέλος: Τὸ μέγα τάγμα λέγουσιν οἱ γλωσσογράφοι, ὡς ἱερὸν ἰχθῦν τὸν μέγαν. Ἱερὸν μὲν οὖν τέλος, τὸ θεῖον τάγμα· ἱερὸν δὲ ἰχθῦν, τὸν ἄνετον, ὡς ἱερὸν βοῦν, ἀπὸ τοῦ ἵεσθαι. Ἱερώνυμος: Στρατηγὸς Ἀθηναίων. Ἱερομνήμονες: Οἱ συνθύοντες εἰς τὸ συνέδριον τῶν Ἀμφικτυόνων ἐξ ἑκάστης πόλεως· ὠνομάσθησαν δὲ παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν. Ἱερὰ δέ εἰσι τὰ Ἀμφικτυονικὰ δόγματα· καὶ ἱερὸν τὸ συνέδριον τὸ τῶν Ἀμφικτυόνων. Ἱερὸν γάμον: Ἀθηναῖοι ἑορτὴν Διὸς ἄγουσι καὶ Ἥρας, οὕτω καλοῦντες. Ἱεροποιοί: Κληρωτοὶ ἄρχοντες εἰσὶ δέκα τὸν ἀριθμὸν, οἳ τά τε μαντεύματα ἱεροθυτοῦσι, κἄν τι <!-- 469 -->καλλιερῆσαι δέῃ, καλλιεροῦσι μετὰ τῶν μάντεων, καὶ θυσίας τὰς νομιζομένας ἐπιτελοῦσι, καὶ τὰς πενταετηρίδας ἁπάσας διοικοῦσι, πλὴν Παναθηναίων. Ταῦτα δὲ Ἀριστοτέλης ἱστορεῖ ἐν τῇ Ἀθηναίων Πολιτείᾳ. Δημοσθένης ἐν Φιλιππικῶν τετάρτῳ,

  
Οἱ λογοποιοὶ τὰς πομπὰς πομπεύουσιν ὑμῖν μετὰ τῶν  
  
ἱεροποιῶν.  
Μὴ ἀγνοῶμεν δὲ, ὅτι καὶ ἄλλοι εἰσὶν ἱεροποιοὶ τῶν σεμνῶν θεῶν, τὸν ἀριθμὸν δέκα. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου,

  
Οὐ περιεῖδε ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντα ἐξ  
  
Ἀθηναίων ἁπάντων, καὶ περὶ τὸν αὐτὸν καιρὸν καταρξάμενον  
  
τῶν ἱερῶν.  
Δείναρχος δὲ ἐν τῷ κατὰ Λυκούργου εὐθυνῶν φησὶ,

  
Καὶ τὰς σεμνὰς θεὰς αἷς ἐκεῖνος ἱεροποιὸς καταστὰς  
  
δέκατος αὐτός.  
Ἱερομηνία: Ἱερὰ ἑορτὴ κατὰ μῆνα, ἡ ἐν τῷ μηνὶ ἱερὰ ἡμέρα. Ἱερὰ συκῆ: Οὕτω καλουμένη. Ἱερὰ ὁδός: Ὁδός τις ἦν ἡ εἰς Ἐλευσῖνα ἄγουσα, ἣν ἀπίασιν οἱ μύσται ἅλαδε. Ἱεραὶ τριήρεις: Αἵτινές εἰσι, Πάραλος, Σαλαμινία, Ἀντιγονὶς, Δημητριάς. Αὗται ἐπέμποντο ἐπὶ στρατηγοὺς καὶ τοιαύτας τινὰς χρείας. Ἱερὸν πόλεμον: Οὕτως ἔλεγον ὃν ἐπολέμησαν οἱ Λακεδαιμόνιοι πρὸς Φωκέας ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. Ἐβοήθησαν δὲ Φωκεῦσιν Ἀθηναῖοι, καὶ παρέδοσαν πάλιν τὸ ἱερόν. Ἱερουσαλήμ: Σαλὴμ ἐλέγετο πρότερον ἡ πόλις· ἐλθὼν δὲ ὁ Χριστὸς εἰς αὐτὴν, ἐκλήθη Ἱερουσαλήμ. Ἵζευ καὶ ἵζεο: Ἀντὶ τοῦ καθέζου· χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἔστι δὲ τὸ κοινὸν, ἵζου· καὶ Ἰωνικῇ διαλύσει, ἵζεο· καὶ Δωρικῇ κράσει τοῦ ε καὶ ο εἰς τὴν ΕΥ δίφθογγον, ἵζευ, ὡς Ἰδομενέος Ἰδομενεῦς. Ἔστιν οὖν τὸ ῥῆμα ἵζω· καὶ ἐπὶ μὲν τοῦ ἐνεστῶτος ἔστι θέσει μακρὸν τὸ ι· ἐπὶ δὲ τοῦ παρατατικοῦ, φύσει. Δασύνεται· ἐκ τῆς συναλοιφῆς καθίζω. Ἵζω: Τὸ κάθημαι. Ὅμηρος,

  
Νέστορα δʼ αὐτόθι ἔφιζεν.  
Ἰησοῦς: Τὸ τοῦ Χριστοῦ ὄνομα· παρὰ τὸ ἰέναι εἰς τὸ σώζειν. Ἴηλα: Τὸ ἐδέσμευσα· ἀπὸ τοῦ εἰλῶ, ἐν ὑπερθέσει γίνεται ἰέλω· καὶ ἰῆλαι, τὸ ἐπικάμψαι, ἢ κατακλεῖσαι. Ἰητήρ: Ἐκ τοῦ ἰῶ ἰῶμαι, ἰητὴρ, ὁ ἰώμενος. Ἱήϊε: Οἷον,

  
Θαρσύνεσκον ἔπεσσιν Ἱήϊε κεκληγυῖαι·  
  
ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.  
Ἱήϊε: Ὅτε φησὶν ἐτόξευσε τὸν δράκοντα, ἀνεφώνουν, Ἵη ἵη βέλος. Ἀφʼ οὗ τὸ ἐφύμνιον τοῦτο ἐγένετο, Ἵη παῖ. Ἢ τὸ διὰ χοροῦ ᾀδόμενον. Ἱήϊος δὲ καὶ ὁ Ἀπόλλων λέγεται, ὡς μὲν Δοῦρις, ὅτι ἐν ἀγκάλαις βαστάσασα τὸν Ἀπόλλωνα ἡ Λητὼ ἐνεκελεύσατο εἰποῦσα, Ἱήϊε παιῆον. Ἔστιν οὖν τὸ ἱήϊος ἐπίθετον Ἀπόλλωνος, ὁ τοξότης· ἀπὸ τοῦ ἵημι, παρὰ τὴν ἕσιν τῶν βελῶν, ἤτοι τὴν ἄφεσιν. Τινὲς δὲ ψιλοῦσιν· ἐπεὶ ἰάσεως αἴτιος ὁ θεός. Τὰ δὲ ἤϊε φοῖβε, κατὰ ἀποβολὴν τοῦ ι γέγονεν· ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ, ὅτι πανταχοῦ ἵησι τὴν ἀκτῖνα·

  
Ὥς ῥα σὺ ἤϊε Φοῖβε.  
Ἀρίσταρχος δασύνει· ἐπεὶ παρὰ τὸ ἵημι ἐγένετο. Ἀπὸ γὰρ τῆς ἱέσεως τῶν βελῶν ἐκλήθη ἥϊος· οἱ δὲ ψιλοῦσιν, ἀπὸ τῆς ἰάσεως. Ἄμεινον δὲ ψιλοῦσθαι· τὸ γὰρ η πρὸ φωνήεντος ψιλοῦται. Ἥϊος δὲ λέγεται ὁ τοξικὸς, παρὰ τὴν ἄφεσιν τῶν βελῶν. <!-- 470 -->Ἰθαγενής: Ὁ γνήσιος καὶ αὐτόχθων, ὁ ἰθὺ καὶ ἀδιάστροφον ἔχων τὸ γένος· καὶ ἰθαγενεῖς, οἱ γνήσιοι παῖδες, καὶ μὴ ἐκ παλλακίδος· καὶ οἱ γνήσιοι πολῖται, οἷον αὐθιγενεῖς τινὲς ὄντες, οἱ αὐτόθι γεγεννημένοι. Ἰθαγενέεσσι, γνησίοις τέκνοις καὶ καθαροῖς. Ἴθακος: Ὄνομα κύριον· ἀπὸ τῆς Ἰθάκης. Λέγεται καὶ Ἰθακὸς τὸ ἐθνικὸν, καὶ Ἰθακήσιος. Καὶ Ἰθάκη πόλις, ἀπὸ Ἰθάκου τοῦ Ποσειδῶνος καὶ Ἀμφιμέλης. Ἰθώμη: Πόλις. Ὡς τὸ,

  
Ἰθώμην κλιμακόεσσαν.  
Θώμη ἡ πόλις· πλεονασμῷ τοῦ ι, Ἰθώμη. <!-- 470* -->Ἴθρις: Ὁ ἐκτομίας, ἀπὸ τοῦ θερίζω θερίσω θέρις καὶ θρὶς καὶ πλεονασμῷ τοῦ ϊ ἴθρις. Ἰθύφαλλοι: Οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. Ποιήματα δέ τινα οὕτω λέγεται ἐπὶ τῷ φάλλῳ ᾀδόμενα. Ἰθύφαλλος κυρίως λέγεται τὸ ἐντεταμένον αἰδοῖον.

  
Οὐδὲ φαλλοί τινες καὶ ἰθύφαλλοι.  
Ὁ θεολόγος Γρηγόριος εἰς τῶν φώτων Ἐν τῇ ἑορτῇ τοῦ Διονύσου φαλλοὺς δερματίνους σχη σχηματιζομένους εἰς αιδ αδ αἰδοῖα ἀνδρεῖα περιετίθεσαν οἱ Ἕλληνες ἑαυτοῖς· καί τινας μὲν τῶν φαλλῶν ἀπήρτων ἀπὸ τραχήλων αὐτῶν, ἄλλους δὲ περὶ τὴν ὀσφὺν αὐτῶν ἰθυτενῶς περιδεδεμένων αἰδοῖον ὄρθιον οὓς καὶ ἰθυφάλλους ἐκάλουν, ὡς εἶναι τῶν φαλλῶν τοὺς μὲν ἰθυφάλλους, τοὺς δὲ πλαγιαφάλλους. Τοῦτο δὲ ἐποίουν τιμῶντες τὸν ἐράστην τοῦ Διονύσου. Λέγεται γὰρ ὅτι ἠράσθη μειράκιον τοῦ Διονύσου· εἶτα τοῦτο πρὶν ἐπιτύχη τῆς ἀσελγείας ποντισθὲν περὶ Λέρνην ἀπέθανεν. Ὁ οὖν Διόνυσος ἀφοσιώσασθαι βουλόμενος τὸν ἔρωτα τοῦ ἀποθανόντος μειρακίου σύκινον αἰδοῖον πελεκήσας περιῆψεν εἰς τὸν ἑαυτοῦ τράχηλον, καὶ οὕτως περιῄει. Καὶ ἐκ τούτου τιμῶντες τὸν Διόνυσον οἱ Ἕλληνες τοὺς φαλλοὺς περιετίθεσαν ἑαυτοῖς. Ἵκομαι: Σημαίνει τὸ παραγίνομαι·

  
ὁ δὲ κεχολώσεται ὅν κεν ἵκωμαι.  
Ἀντὶ τοῦ ἐφʼ ὃν ἂν παραγένωμαι, ἐφʼ ὃν ἔλθω. Σημαίνει δύο· τὸ ἱκετεύω, ὡς τὸ,

  
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰὼν, ὁ δέ μʼ οὐκ ἐλεήσει.  
Νῦν ἀντὶ τοῦ ἱκετεύσω. Καὶ τὸ ἱκάνω, ὃ σημαίνει τὸ παραγίνομαι καὶ καταλαμβάνω, ὡς τὸ,

  
ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει,  
ἀντὶ τοῦ καταλαμβάνει. Σημαίνει καὶ τὸ ἱκετεύω, ὡς τὸ,

  
ἡμεῖς δʼ αὖ ἱκάνομεν τὰ σὰ γούναθʼ,  
καὶ

  
τὰ σὰ γούναθʼ ἱκάνω.  
Ἱκέσθαι:

  
Εὖ δʼ οἴκαδʼ ἱκέσθαι,  
ἀντὶ τοῦ καλῶς δὲ εἰς τὰ οἰκεῖα παραγενέσθαι. Ἀπαρέμφατόν ἐστι μέσου ἀορίστου δευτέρου. Σεσημείωται παρὰ τῷ ποιητῇ τὸ,

  
ἀλλʼ ἐθέλω φέριστε παρὰ ξείνοιο ἔρεσθαι  
μέσου ἀορίστου δευτέρου ὂν καὶ προπαροξύνεται. Πᾶν γὰρ ἀπαρέμφατον ὁμοτονεῖ πλὴν τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ μέσου ἀορίστου δευτέρου. Ἐπὶ τοῦ ἐνεργητικοῦ γράφεται η, ἀπὸ γὰρ τοῦ ἵημι ἤσω, τὸ πορεύομαι, ὁ παρατατικὸς ἦκα γίνεται ἥκω κατὰ Συρρακουσίους, ὡς πεποίηκα πεποιήκω. Σημαίνει δὲ τὸ παραγίνομαι καὶ ἔρχομαι παρὰ τῷ ποιητῇ ἀεὶ διὰ τοῦ ι, ὡς τὸ,

  
Κνίσση δʼ οὐρανὸν ἷκεν,  
ἀντὶ τοῦ παρεγένετο, κατελάμβανεν, καὶ ἵκοντο, τὸ παρεγίνοντο, ἐξῆλθον. Ἴκαρος: Παρὰ τὸ ἱκέσθαι πρὸς τὸν ἀέρα· ὅθεν καὶ ἱκανός· ὁ γὰρ ἰσχυρὸς εἰς πάντα δύναται παραγενέσθαι. Ἱκέτης: Παρὰ τὸ ἱκέσθαι ἱκέτης· καὶ ἱκετήσιος, ὅθεν καὶ ἱκέσιος Ζεύς. ἴκελος διαφοʼ διφορεῖται ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ. Ἔστι δὲ πρὸς τὶ, καὶ συντάσσεται μετὰ δοτικῆς. Τὸ γὰρ ἶσος καὶ ὅμοιος καὶ ἴκελος καὶ τὰ ὅμοια μετὰ δοτικῆς συντάσσονται· οἷον,

  
ἶσος τῷ πατρὶ, ἴκελος Διῒ τερπικεραύνῳ.  
Τὸ ΚΕ ψιλόν. Διὰ τί; ὡς τὸ ἄμπελος. Ἰκμάς: Ὑγρασία, σταγὼν, ἢ λιπαρότης, ὡς τὸ,

  
ἀφαρδέστερον ἄφαρ δέ τε ἰκμὰς ἔβη,  
Ἰλιάδος ρʹ. ἀντὶ τοῦ ταχέως δὲ ἡ ὑγρασία διέρχεται τοῦ στέατος οὖσα ἐλαιώδης. Παρὰ τὸ ἴκω ἰκμὰς, καὶ Ἰκμάλιος ὄνομα τέκτονος ὁ ἰκμάδας καὶ ἱδρῶτας στάζων ἐν τῷ κάμνειν καὶ φιλοπονεῖν. Ἰκμὰς παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς ἀπὸ τοῦ Διὸς ὕοντος. Ἴκμενον οὖρον: Φόρον ἄνεμον, ἤτοι πορευτικὸν, ἀπὸ τοῦ ἱκνεῖσθαι, ἢ ὑγρὸν τὴν ἰκμάδα· καὶ γὰρ ἐν ἄλλοις

  
ἀνέμων μένος ὑγρὸν ἀέντων.  
Ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαλυθὲν ἄνεμος γίνεται· διὸ ψιλοῦται. Οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι· ἅμα γὰρ φύσει ἀνέμων διδάσκει ὅτι τὸ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος. Ἰκρία: Ὀρθὰ ξύλα ἢ σανίδια νηός. Πάντα ἁπλῶς τὰ μετέωρα ἴκρια λέγονται διὰ τὸ εἰς ὕψος ἥκειν, ἱκήριά τινα ὄντα, ἢ τὰ σανιδώματα διὰ τὸ διʼ αὐτῶν ἱκνεῖσθαι καὶ διαβαίνειν. Ἰκριώσαντες: Ξύλα καταπήξαντες, ἅπερ ἐστὶν ἰκρία. ζν ἐδυν ̓ϊκτικῶς. Ἴκταρ: Ἀπὸ τοῦ ἱκνοῦμαι· σημαίνει ἔθνος ἐγγὺς οἱ δὲ κεραυνοὶ

  
ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο.  
Πλάτων ἀντὶ τοῦ ἐγγὺς τιθεῖ, οἷον τὸ λεγόμενον

  
οὐδʼ ἴκταρ βάλλει,  
τουτέστιν, οὐδʼ ἐγγὺς βάλλει. Ἴκτινα: Τὴν λεγομένην λουπίδα. Προπαροξυτοʼ αἰτιατική· ὡς παρʼ Ἀριστοφάνει·

  
ἴκτινα παντόφθαλμον ἅρπαγα στρέφων.  
Οὐκ ἔστι γὰρ ἀπὸ τῆς ἴκτινον εὐθείας, οὐδαμοῦ γὰρ εὕρηται ἐν χρήσει ἡ εὐθεῖα, ἀλλʼ ἐκ τοῦ ἴκτινος. Σοφοκλῆς·

  
ἴκτινος ἔκλαγξε παρασύρας κρέας.  
Ἡ γενικὴ ἰκτίνου ἰκτίνῳ ἴκτινον, καὶ κατὰ μεταπλασμὸν ἴκτινα. Ἔστι δὲ καὶ κτιδέη εἶδος περικεφαλαίας ἐξ ἴκτιδος δέρματος πεποιημένη, καὶ ἠμφιεσμένη. Ἰλιάδος κʹ. ἰκτίς ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς παραπλήσιον δὲ καὶ δασύτερον, ἧς τὸ δέρμα ἰσχυρότατόν ἐστιν, ἐξ ἧς φασὶ τὴν περικεφαλαίαν δεδερματῶσθαι. Οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον. Ἰλαδόν: Ἀντὶ τοῦ ὁμοῦ, παρὰ τὴν ἴλην, ὃ σημαίνει τὴν συνάθροισιν, τουτέστι κατὰ ἴλας καὶ συστροφάς. ἵλεως καὶ εὐμενής. Παρὰ τὸ ἱλάω γίνεται ἵλαος, ὡς,

  
ταύροισι καὶ ἀρνειοῖσιν ἱλάων.  
ὅταν ᾖ παρὰ τὸ ἱλαρός. Ἱλάσθητι: Ἀπὸ τοῦ ἱλάω ἱλῶ δευτέρας συζυγίας τῶν περισπωμένων· ὁ μέλλων ἱλάσω, πλεονασμῷ τοῦ κ ἱλάσκω, καὶ μετάγεται εἰς ἐνεστῶτα. Τὸ παθητικὸν ἱλάσκομαι, ἐξ οὗ

  
πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι  
ἀντὶ τοῦ ἐξιλεῖσθαι καὶ ἐξευμενίζεσθαι· ἢ ἐκ τοῦ ἰλῶ γίνεται ἵλημι, ἐξ οὗ τὸ ἵλαθι γραι Ἱλασσάμενοι: Ἀντὶ τοῦ ἐξιλεωσάμενοι, ἐξευμενισάμενοι, πλεονασμῷ τοῦ σ διὰ τὸ μέτρον, ἐκ τοῦ ἱλῶ ἱλάσω, ἐξ οὗ καὶ ἱλάσθητι καὶ ἱλασμὸς, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι, ἐξ αὐτοῦ ἱλασμὸς, ὁ ἀόριστος ἵλασα, ὁ μέσος ἱλασάμην. Ἵλεως: Ἱλῶ ἱλάσω γίνεται ἵλαος καὶ τὸ Ἀττικὸν ἵλεως, ἢ ἀπὸ τοῦ ἔλεος κατὰ τροπὴν τοῦ ε εἰς ἰῶτα. Ἐκ τοῦ ἵλεως γίνεται ἱλεῶ ἱλεώσω καὶ ἐξιλεωσάμην· ἐκ τοῦ ἱλεῶ γίνεται κατὰ συγκοπὴν ἰλῶ ἰλᾶς. ἰλεὺς ὁ Αἴαντος πατὴρ ἠτυμολόγηται ὑφʼ Ἡσιόδου,

  
Ἰλέα τὸν ῥʼ ἐφίλησεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,  
  
καί οἱ τοῦτʼ ον οὕνεκα νύμφην  
  
εὑράμενος ἵλεων ὤ ἐρατῇ φιλότητι.  
Ὁ δὲ ἡρώδοτος διχῶς λέγει, ὥσπερ Βριάρεως καὶ Ὀβριάρεως. ἴλη σημαίνει τὴν ἄθροισιν, ἤγουν τὸ πλῆθος, παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι· ἐκ τοῦ εἰλῶ οὖν γίνεται ἴλη διὰ τοῦ ι. Πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων. Ῥῆμα παρὰ τὸ εἰλῶ παραγώγω ὀνόματι συνθέτω μὴ κατὰ ἀρχὴν μέρους διὰ τοῦ ι γράφεται, οἷον ἴλυς, ἴλεος, ἡ κατάδυσις, Ἰλισσὸς ποταμὸς, ὅμιλος, πέδιλον· οὕτως οὖν καὶ ἴλη καὶ ἰλαδόν. Πρόσκειται «παράγωγον ὄνομα» διὰ τὸ εἰλίσσω, καὶ εἰλίπους, καὶ τὸ ΛΙ ψιλὸν πρὸ τοῦ λ ἐκτεταμένον μὲν ψιλοῦται, οἷον, Ἴλιος Ἶλος· συνεσταλμένον δὲ δασύνεται, ἱλασμὸς ἱλαρὸς ἱλάσκω· σεσημείωται τὸ ἵλεως· μακρὸν ἔχει τὸ ι καὶ δασύνεται. Ἴλιος: Παρὰ τὸ Ἶλος ὄνομα κύριον, τὸ ι μακρόν. Τὸ ϊ ἐπιφερομένου συμφώνου ἑνὸς ἁπλοῦ ᾧ ὑποτάσσεται τὸ ι ἢ τὸ υ φιλεῖ ἐκτείνεσθαι, οἷον, ἴβις ὄνομα ὀρνέου, Ἴβυκος ὄνομα ποιητοῦ, ἰδίω, τὸ ἰδρῶ, ἰθὺς, ἰθύνω, ἶθυς, Ἶσις ὄνομα κύριον· σεσημείωται τὸ ἴτυς συστελλόμενον· χωρὶς τῶν ἀπὸ κλίσεως, διὰ τὸ ἴθι προστακτικόν. Ἰστέον δὲ ὅτι οἱ Ἀττικίζοντες οὐδετέρως λέγουσι τὸ Ἴλιον· εἰ δέ που εὑρεθῇ θηλυκὸν Ἴλιος Δωρικῶς εὑρίσκεται, καὶ οὐκ ἐν ἰάμβῳ, ἀλλʼ ἐν στίχῳ, οἷον,

  
Ἴλιον ἰρήν.  
ἰλίων σημαίνει τὸν σύγγαμβρον παρὰ τὸ ἴλιον, ὃ σημαίνει τὸ δῶρον. Καὶ γὰρ οἱ σύγγαμβροι μετέχουσι τῶν δώρων τοῦ νυμφίου. Ἴλια δὲ τὰ δῶρα ἰδίως παρὰ τὸ εἶναι φιλητ. ἴλιγγος ἀπὸ τοῦ ἰλιγγιᾶν καὶ στρέφεσθαι· τὸ δὲ ἰλιγγιῶ ἐκ τοῦ ἴλιγξ, ὃ σημαίνει τὴν συστροφήν· τοῦτο παρὰ τὸ εἱλῶ, ἐξ οὗ καὶ ἴλη. Ἰλιγγιᾶν δέ ἐστι τὸ σκοτοδινιᾶν, ἀπὸ τοῦ δοκεῖν εἱλεῖσθαι πάντα· ἔστι καὶ ἔλλειψις ψυχῆς. Ἰλλάδες: Σχοινία ἐξ ἱμάντων, ἀπὸ τοῦ εἱλεῖσθαι. Ἀπὸ τοῦ εἱλῶ ἰλλὰς ἀποβολῇ τοῦ ε, ἢ ἀπὸ τοῦ ἴλλω καὶ ἰλλασα ἰλλάσιν Ἰλιάδος ν. Τοῖς ἐξ ἱμάντων δεσμοῖς, οἷον,

  
ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγχουσιν.  
Ἴαλλοι Ἴλλοι: Οἱ ὀφθαλμοὶ, ἀπὸ τῆς εἰλήσεως καὶ τῆς ἐπὶ τὰ κάτω φορᾶς. Κυρίως δὲ ἴαλλοι ἴλλοι, αἱ κόραι τῶν ὀφθαλμῶν. Ἰαλλόμενος ἰλλόμενος: Δεσμευόμενος. Σημαίνει καὶ τὸ παρατηρῶν·

  
ὥστε λέων ὑπʼ ἄκοντι τετμημένος, ὅν τʼ ἐν ὄρεσσι  
  
ἄνδρες ἀμφιπένονται, ὁ δʼ ἰλλόμενος παρʼ ὁμίλῳ  
  
τῶν μὲν οὐκ ἀλέγει, ἐπεὶ δʼ ὄσσεται οἰόθεν οἶος  
  
ἄνδρα τὸν ὅς μιν ἔτυψε παραίτατος οὐδʼ ἐδάμασσεν.  
Ἀριστοφάνης τὸν λέγοντα τρωθῆναι παρατηρεῖν μόνον τὸν τρώσαντα. Ἰλλίζειν: Τὸ διανεύειν.

  
Οὐκ ἀΐεις, ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί  
ἀπὸ τοῦ τοὺς διανεύοντας εἰλεῖν τοὺς ὀφθαλμούς· ἐξ οὗ καὶ ἰλλάδες οἱ συνεστραμμένοι ἱμάντες. Ἰλύς: Ὁ πηλώδης καὶ κάθυγρος τόπος· ἤγουν ἡ εἰς ταὐτὸ συναχθεῖσα ὑπόστθασις τῶν ὑδάτων, παρὰ τὴν εἴλησιν καὶ σύνοδον, παρὰ τὸ εἰλῶ, τὸ συστρέφω· σημαίνει δὲ τὸν ῥύπον· ἢ παρὰ τὸ ἵζω, τὸ καθέζομαι· ἢ παρὰ τὸ ὕω, τὸ βρέχω, γίνεται ὕλη, καὶ ἐν ὑπερβιβασμῷ ἰλύς· καὶ ἐκ τούτου κατὰ μετάθεσιν γίνεται ὕλις· ἢ παρὰ τὸν ἰλύσω μέλλοντα

  
κὰδ δέ μιν ἰλύσω ψαμάθοισι Ἰλιάδος φʹ.  
ἴληαν ἴλυϊ περιχώσω, καλύψω, ἀποβολῇ τοῦ ω γίνεται ἰλύς. Ἔστι πλῆθος πηλοῦ. Ἢ ἀπὸ τοῦ ἔλος γίνεται ἐλύω καὶ εἰλύω, ἀφʼ οὗ Ἀπολλώνιος

  
εἰλυόεντος ἀναθρωσμοὺς ποταμοῖο.  
Ἀπὸ τοῦ εἰλύω ἰλὺς διὰ βραχέος τοῦ ι, ὡς πείθω πιθανός. Τριχ ὕλη ὕλης, καὶ ἰλὺς ἰλύος, καὶ ὕλις ὕλιος, καὶ ὕλεως Ἀττικῶς. Ἰλυσπῶντο: Ἰλυσπᾶσθαί ἐστι τὸ παραπλησίως τοῖς σκώληξι καὶ τοῖς ὄφεσιν ἰέναι· οἱονεὶ ἐν τῷ ἰλυσπᾶσθαι, τῇ ἰλύϊ σπᾶσθαι, τουτέστιν ἐν τῇ γῇ κυλίεσθαι. ἱμὰς σημαίνει τρία. Ἐπὶ μὲν τοῦ συνήθους ἡμῖν νοουμένου,

  
αἱ δέ τʼ ἔνερθεν ὑποσείουσιν ἱμάντι.  
ἐπὶ δὲ τῶν τομέων τῶν μυρμήκων

  
δῶκε δʼ ἱμάντα εὔδμητον βοὸς ἀγραύλοιο.  
Ἐπὶ δὲ τοῦ κανόνος τοῦ συνέχοντος τὴν θύραν,

  
εἰς θάλαμον δʼ εἰσῆλθε παρὰ κληΐδος.  
Γίνεται δὲ ἀπὸ τοῦ ἐνίημι παρὰ τὸ ἐνίεσθαι, ὅ ἐστιν ἐνδεδέσθαι, διὰ τὸ ι τὸ συνεσταλμένον ἐπιφερομένου ἑνὸς λ ἢ μ δασύνεται, τὸ μέντοι ϊμα μακρὸν ἔχον τὸ ϊ ψιλοῦται. Διατὶ σεσημείωται τὸ ἱμὰς καὶ ἀνδριάς; Τ εἰς ΑΣ ὀνόματα ὑπὲρ μίαν συλλαβὴν μακρὸν ἔχοντα τὸ α, ἢ βαρύνονται, ὡς Αἴας Θόας, ἢ περισπῶντα ὡς βορᾶς ἀλλᾶς εἶδος δέ ἐστι πλακοῦντος, ἐξ οὗ καὶ ἀλλαντοπώλης, καὶ πελεκᾶς· τὸ δὲ ἱμὰς καὶ ἀνδριὰς, ὡς διαλλάξαντα κατὰ τὸν χρόνον πρὸς τὰ ἄλλα, ἤγουν τοῦ ἀρκᾶς, διήλλακται καὶ κατὰ τὸν κανόνα· τὴν κλίσιν· ἐπὶ μέντοι τῆς γενικῆς ἱμάντος οἱ μὲν Ἀττικοὶ τὸν χρόνον τῆς εὐθείας ἀκολουθοῦντες προπαροξύνουσι τὴν γενικήν· ἡ δὲ κοινὴ συνήθεια τοῦτο οὐ παρέλαβεν, διὰ τὸ κᾶ τὸν κανόνα πάντα διὰ τοῦ ΝΤ κλ κλινόμενα. Ἐπάνω θέσει μακρᾶς περισπωμένη οὐ τίθεται. Ἱμάσσω: Σημαίνει τὸ πλήττω καὶ μαστιγῶ. ση ἐνθνο

  
Αὐτὰρ ἐπειδαμίῃ ἐπεὶ δή μιν δάμασε πληγῇσιν ἱμάσας  
  
ἤριπε γϋνθεὶς γυιωθεὶς.  
Παρὰ τὸ ἱμὰς, ὃ σημαίνει τὸν λῶρον, γίνεται ἱμάσσω καὶ ὁ μέλλων ἱμάσω. Σεσημείωται καὶ

  
ἵμασε καλλίτριχας ἵππους.  
Ἱμάσθλη: Ἡ μάστιξ, παρὰ τὸ ἱμάντα καὶ τὸ ἱμάσσειν, ὅ ἔστι πλήττειν τῇ μάστιγι. Ἱματίδιον: Γίνεται ἀπὸ τοῦ ἱμάτιον ἱματίδιον, ὡς ἀπὸ τοῦ ὀψάριον ὀψαρίδιον. Ἱμαῖος: Ἡ ἐπιμύλιος ᾠδή. Ἔστι δὲ καὶ ὄνομα κύριον. Ἵμερος: Ἡ ἐπιθυμία, ἀπὸ τοῦ ἵημι, τὸ προθυμοῦμαι, ἐξ οὗ καὶ τὸ

  
ἵετο γὰρ βαλέειν.  
ὁ γὰρ ποθῶν ἵεται ἐπὶ τὸ ποθούμενον· ἀπὸ τοῦ ἵεσθαι γοῦν καὶ ποθεῖν γίνεται ἵμερος· διαφέρει δὲ ἔρωτος. Δωρ Δωρικῶς δὲ τὰ ἄνθη λέγεται ἵμερα, ἐπεὶ ἐν τῷ ἔαρι τὰ ἄνθη φύεται, ὅτε καὶ τὰ ἐρωτικὰ θερμότερά ἐστι. Τούτου χάριν καὶ ὁ Ἀλκμαῖος Ζεφύρου καὶ Ἴριδος τὸν Ἔρωτά φησι. Λύκιοι δὲ ἐαρινοὺς θεοὺς Ἀφροδίτην καὶ Ἔρωτα καὶ τὰς Νύμφας φασί. Καὶ ἱμερόεις ἱμερόεντος. Καὶ

  
ἱμερόεντα ἔργα γάμοιο.  
ἐπέραστα καὶ θαυμαστὰ, καὶ ἱμερτὸς, ὁ ἐπιθυμητός. Ἱμείρω: Τὸ ἐπιθυμῶ. Ἀπὸ τοῦ ἵμερος ἀποτ ϊ γ ἀσωποῦ οἷον ἐγὼ δϋϊκὰ σὺ ϊ· ἀπὸ οὖν τοῦ ϊ καὶ τοῦ μέρος γίνεται ἵμερος, οἷον ἐκείνου μέρους τοῦ ποθουμένου. Ὁ γὰρ ἐπιθυμῶν ἐκείνου μέρος γίνεται, τουτέστι τοῦ ἐπιθυμουμένου. Ἵεμαι ἵμερος ἱμέρω καὶ ἱμείρω. ἱμονιὰ σημαίνει τὸ δέρμα εἰς ὃ ἀντλοῦμεν τὸ ὕδωρ. Ἐκ τοῦ ἱμὰς ἱμάντος γίνεται ἱμῶ, τὸ ἀντλῶ· καὶ ἀνιμῶ, τὸ ἄνω ἀναλέγομαι· οἱ γὰρ ἀρχαῖοι διὰ τὸ μὴ κλᾶσθαι ταχὺ τὰ ἀγγεῖα ἐκ δερμάτων, ἤγουν ἀσκῶν, κατεσκεύαζον. Καὶ ἱμονιὰ, τὸ ἀντλητήριον. Τὸ δὲ ἱμὰς συστέλλει τὸ ι, ὡς παρὰ τῷ ποιητῇ

  
πολύκεστος ἱμὰς  
καὶ,

  
ῥῆξεν ἱμάντα βοὸς  
καὶ χρ κέχρηται καὶ Ἀπολλώνιος Ἀργοναυτικοῖς

  
ἱμᾶσι  
καὶ,

  
ἱμάντα θοῶς ἐπέλυσε κορώνῃ.  
Λέγεται δὲ καὶ τὸ ἐπιζύγωμα τῆς θύρας, ὅπερ ἐστὶ σανίδιον ἄνωθεν ἐφηλούμενον ταῖς θύραις· ἀθ Ἀθηναῖοι τοῦτο καλοῦσιν ἐπιζυγῶσαι. Ἰμῶσα: Ἀντλοῦσα· ἀπὸ τοῦ ἵμαντος ᾧ τοὺς κάδους ἀποδοῦντες ἐγέμιζον. Τινὲς δὲ ἱμάντα ἱμονιὰν καλοῦσι. Ἔνθα καὶ ὁ ἀντλητὸς ἱμαῖος λέγεται, καθότι καὶ ἱμὰς λέγεται κυρίως μὲν ὁ λῶρος, καταχρηστικῶς δὲ καὶ τὸ σχοινίον. Ἰνάσσω: Τὸ ἰσχὺν παρέχω. Ἀπὸ τοῦ ἲς ἶνος, ὃ σημαίνει τὴν δύναμιν, ἐξ οὗ ῥῆμα ἰνῶ ἰνώσω, καὶ ἐξίνωσεν, τὸ ἐξενεύρωσεν. Παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὄνομα ῥηματικὸν ἓς καὶ ἲς, ἡ δύναμις, ἡ ὑπάρχουσα ἔν τινι, ὥσπερ ἀπὸ τοῦ θέω θὶς, καὶ ῥήσσω ῥηγμίς· τὸ δὲ ἲς γράφεται διὰ τοῦ ϊ, ὡς δικατάληκτον· οὐ μόνον δὲ τὴν δύσιν δύναμιν σημαίνει, ἀλλʼ ἐστὶ καὶ ὄνομα ποταμοῦ, ὡς φησὶν Ἡρόδοτος καὶ γοίλαξ ὁ ἱστορικός. Χοιροβοσκός. Ἶνες: Τὰ νεῦρα τῶν τὰ τοῦ ἰέναι αἴτια, αἱ παρέχουσαι τῷ σώματι τὸ εἶναι καὶ συνεστάναι ἐξ ὧν ἡ δύναμις·

  
οὐ γάρ ἐστι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.  
καὶ,

  
Οὐ γὰρ ἐμὴ ἴς.  
Ἴναχος: Ὄνομα ποταμοῦ. Ἀπὸ τοῦ ἲς ἰνὸς καὶ τοῦ χέεσθαι γέγονεν Ἴναχος, οἱονεὶ ὁ μετὰ δυνάμεως χεόμενος. Ἴνιον: Ὡς παρὰ τὸ σφὴξ σφηκὸς γίνεται σφηκίον, σημαίνει δὲ τὸν μικρὸν σφῆκα, οὕτω καὶ παρὰ τὸ ἲς ἰνὸς γίνεται ἴνιον· σημαίνει δὲ τὸ νεῦρον τὸ ὂν ὀπίσω τοῦ τραχήλου. Τὸ γὰρ ἡνία ἐπὶ τῶν λώρων διὰ τοῦ η γράφεται. Παρὰ τὸ ἀνύω γίνεται ἀνίον καὶ ἡνίον· διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύομεν τὰς ὁδούς. Ἰνία δὲ τὰ πλατέα νεῦρα, ἃ δὴ τὴν ἰσχὺν ἡμῶν ἔχειν δοκεῖ, ἀπὸ τοῦ διήκειν ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως, καὶ ἀπὸ τοῦ ἐν τῇ καταβάσει τῇ ἀπὸ τῆς κορυφῆς κάτω ἰέναι, ἢ ἀπὸ τοῦ ἐντεῦθεν ἄρχεσθαι τὰς ἶνας, τουτέστι τὰ νεῦρα, ἢ ἐπειδὴ ἴεται τοῦ σώματος. Τοιουτ ςτ τοιοῦτο καὶ τὸ

  
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.  
  
<cite>Ὅμηρος</cite>

  
<!-- 470 -->Ἰθὺ καὶ ἰθύς: Σημαίνει τὸ ἐπʼ εὐθείας. Παρὰ τὸ ἰέναι γίνεται ἰθύς· ἀπὸ τοῦ ἰθὺς, ἰθεῖα· καὶ ἰθείας δίκας· ἐπʼ εὐθείας, ὀρθῶς. Ἴθυσαν: Ἐπʼ εὐθείας ὥρμησαν. Ἀπὸ τοῦ ἰθὺς ἰθύω, καὶ ἰθύνω· σημαίνει τὸ ὁδηγῶ.

  
Αὐτὴ δʼ αὖτʼ ἴθυνεν.  
Ἱκάνω: Σημαίνει ἐνταῦθα τὸ ἱκετεύω·

  
Ἡμεῖς δʼ αὖθʼ ἱκάνομεν τὰ σὰ γούνατα.  
Σημαίνει καὶ τὸ παραγίνομαι, καὶ τὸ καταλαμβάνω·

  
Ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.  
Ἱκέτης: Παρὰ τὸ ἵκεσθαι, ἱκέτης· ὅθεν καὶ ἱκανός· ὁ γὰρ ἰσχυρὸς εἰς πάντα δύναται παραγενέσθαι. Ἱκμάς: Ἡ ὑγρὰ σταγών· ἢ λιπαρότης. Παρὰ τὸ ἵκω ἱκμάς. Ἱκνοῦμαι: Ἀπὸ τοῦ ἵκω, τὸ ἱκετεύω καὶ παραγίνομαι, παράγωγον ἱκάνω· καὶ συγκοπῇ, ἱκνῶ, ἱκνοῦμαι, καὶ ἀφικνοῦμαι. Τὸ δὲ ἱκάνω, ἀπὸ τοῦ ἵκον δευτέρου ἀορίστου, ὡς ἀπὸ τοῦ ἔφυγον, φυγάνω· καὶ πλεονασμῷ τοῦ γ, φυγγάνω. Ἴκμενον: Ἵκω, ἱκόμενον· καὶ συγκοπῇ, ἵκμενον· σημαίνει δὲ τὸν πορευτικόν· ἢ ὑγρὸν, παρὰ τὴν ἱκμάδα Ἱκρία: Πάντα τὰ ἁπλῶς μετέωρα ἱκρία λέγεται, διὰ τὸ εἰς ὕψος ἥκειν, οἱονεὶ ἱκήρια τινὰ ὄντα. Ἢ τὰ σανιδώματα, διὰ τὸ διʼ αὐτῶν ἱκνεῖσθαι. Ἰκτίνα: Σημαίνει τὴν λεγομένην λούπην, παρὰ τὸ ἱκνοῦμαι. Πλάτων δὲ προπαροξυτόνως λέγει, ὡς παρὰ Ἀριστοφάνει,

  
Ἴκτινα παντόφθαλμον ἅρπαγα τρέφων.  
Οὐ γὰρ ἐστὶν ἀπὸ τῆς ἰκτὶν εὐθείας, ἀλλʼ ἐκ τῆς ἴκτινος, ἧς ἡ γενικὴ, ἰκτίνου, ἡ αἰτιατικὴ, ἴκτινον, καὶ κατὰ μεταπλασμὸν, ἴκτινα, ὡς ἁλίτροχον, ἁλίτροχα. Τὰ γὰρ διὰ τοῦ ΙΝΟΣ προπαροξύτονα, μὴ ὄντα ἀπὸ ἁπλοῦ, ἔχοντα τὴν ΕΙ δίφθογγον, διὰ τοῦ ι γράφεται, οἷον φήγινος, λίθινος, ξύλινος. Οὕτως οὖν καὶ ἴκτινος. Πρόσκειται, «μὴ ὄντα ἀπὸ ἁπλοῦ, ἔχοντα τὴν ΕΙ δίφθογγον,» διὰ τὸ ξένος ξεῖνος, εὔξεινος. Ἰκόνιον: Πόλις Λυκαονίας· ὁ πολίτης, Ἰκονιεύς. Ἰκόνιον, ἡ πόλις. Γυναῖκα φασὶ κατοικεῖν τὸν τόπον παράνομον, ἣ τοὺς ἐπιξενουμένους ἐκέλευε συγγενέσθαι αὐτῇ, καὶ μετὰ τὴν συνουσίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀσέλγεια αὐτῆς ἐπιγνωσθῇ· Περσέα δὲ τὸν Δανάης ἐπὶ τοῦ τόπου ἀφικόμενον, καὶ μέλλοντα ταὐτὰ πάσχειν, δείξαντα τὸ τῆς Γοργοῦς πρόσωπον ἀπολιθῶσαι αὐτήν· τὴν δὲ εἰκόνα ἐπὶ πολὺν χρόνον διαμεῖναι λιθίνην· ἀφʼ ἧς αἰτίας καὶ τοὺς κατοικοῦντας τὴν πόλιν οὕτως ὠνόμασαν. Γράφεται δὲ διὰ τοῦ ι· ἐπειδὴ εὑρέθη ἡ ἀρχὴ συστελλομένη παρὰ Μενάνδρῳ. Γενομένου τοῦ ἐπὶ Δευκαλίωνος κατακλυσμοῦ, πάντες διεφθάρησαν. Ἀναξηρανθείσης δὲ τῆς γῆς, <!-- 471 -->ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα διαπλάσαι ἐκ τοῦ πηλοῦ· καὶ τοὺς ἀνέμους ἐμφυσῆσαι ἐκέλευσε, καὶ ζῶντα ἀποτελέσαι. Διὰ τὸ οὖν τὰς εἰκόνας ἐκεῖσε γραφῆναι, ἐκλήθη Ἰκόνιον. Ἵνα: Σημαίνει τέσσαρα· τὸν αἰτιολογικὸν σύνδεσμον, ὡς τὸ,

  
ἵνα γνώωσι καὶ οἵδε.  
ἀντὶ τοῦ ὅπως μάθωσι καὶ οὗτοι. Ἔστι καὶ ἀντὶ τοῦ ὅπου, ὡς τὸ,

  
ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι.  
Ἢ ἀντὶ τοῦ ἐκεῖ· ἐκεῖ γὰρ αὐτοὺς εἶπον συναθροισθῆναι, Ἰλιάδος κʹ. Ἔστι καὶ ἀντὶ τοῦ ἐὰν, ὡς ἐν Ἰλιάδος ἦτα,

  
ἵνα μὴ ῥέξομεν ὧδε.  
ἀντὶ τοῦ ἐὰν μὴ πράξωμεν οὕτως. Σημαίνει καὶ τὴν δύναμιν, ὡς τὸ,

  
ἶνα κρατοῦντος ὤλεσεν θυμοφθόρου.  
Τοῦτο δέ ἐστιν ὄνομα πτώσεως αἰτιατικῆς. Σημαίνει καὶ τὸ νεῦρον, ὡς τὸ,

  
ἶνα τάμεν διὰ πᾶσαν.  
Ἱνατί: Ἀντὶ τοῦ διατί; Ἰστέον ὅτι τὸ Ἵνα σύνδεσμος ὑποτάσσει· ὅταν δὲ κεῖται ἀντὶ τοῦ ὅπου, οὐχ ὑποτάσσει. Τὸ μέντοι ἵνα καὶ τὸ τί συντεθειμένα γίνεται ἐπίρρημα ἐρωτήσεως, καὶ οὐχ ὑποτάσσει· ἐπὰν γὰρ εἰς τὸ ἵνα τὸ τί προσέλθῃ, μετάγεται εἰς παρῳχημένον, καὶ λύεται ἡ ὑποταγή. Ἶνις: Σημαίνει τὸν νέον υἱὸν, τὸ βρέφος, ἢ τὸν ἀπόγονον. Ἢ ἀπὸ τοῦ ἴς ἰνὸς γίνεται παρώνυμον ἶνις· δύναμις γάρ εἰσι τῶν πατέρων οἱ υἱοὶ, καὶ τῶν υἱῶν οἱ πατέρες. Ἢ ἀπὸ τοῦ ἰαίνειν γίνεται· καὶ γὰρ τὰ τέκνα τοὺς πατέρας εὐφραίνουσιν. Ἰνώ: Παρὰ τὸ ἲς ἰνός· ἢ παρὰ τὸ δύειν, Δυνώ· ἀποβολῇ τοῦ δέλτα, καὶ τροπῇ· καὶ γὰρ εἰς τὴν θάλασσαν ἔδυνεν ἡ Ἰνώ. Ἰνωπός: Ὄνομα ποταμοῦ. Ἀπὸ τοῦ ἲς ἰνὸς, καὶ τοῦ ὂψ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, γίνεται ἰνωπὸς, κατὰ ἔκτασιν τοῦ ο εἰς ω. Ἰνδάλλω: Ὥσπερ παρὰ τὸ ἄγω γίνεται ἀγάλλω, καὶ ἴω, τὸ πέμπω, ἰάλλω, οὕτως παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, γίνεται ἰδάλλω, καὶ πλεονασμῷ τοῦ ν. Γράφεται δὲ διὰ τοῦ ι· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι ἐν τοῖς παραγώγοις εἰώθασι πολλάκις τὴν φύσει μακρὰν εἰς θέσει μεταβάλλειν· ὥσπέρ ἐστι τὸ πένης πενιχρός· λήβω, λαμβάνω· ἥδω, ἁνδάνω· δήκω, δαγκάνω· οὕτως καὶ παρὰ τὸ εἴδω, παράγωγον ἰνδάλλω· ἐξ οὗ καὶ ἴνδαλμα. Ἴξαλος:

  
Ἰξάλου αἰγός.  
Ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ, παρὰ τὸ ἱκνεῖσθαι. Ἢ, ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν· συμβαίνει γὰρ πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκομένους ἐν ταῖς παρατρίψεσιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια. Παρὰ τὸν ἵξω μέλλοντα γέγονεν ἴξαλος. Ὡς ἀπὸ τοῦ ἄγω ἄξω, ἄξιος, οὕτως ἵκω ἵξω ἵξιος, καὶ ἴξαλος. Δεῖ δὲ γινώσκειν, ὅτι πολλάκις τὰ παράγωγα ἀλλάσσουσι τὸ πνεῦμα· καὶ ἀπὸ μὲν δασέος γίνεται ψιλὸν, ὡς τὸ ἅμα, ἄμυδις· ἥλιος, ἀπηλιώτης· οὕτως ἀπὸ τοῦ ἵξω, ἴξαλος. Ἰξίων: Ἀπὸ τοῦ ἴκω ἵξω, ἵξιος καὶ Ἰξίων, ὡς ὄφις ὄφιος, Ὀφίων. Ἰξεύω: Τὸ ἰῶτα, θέσει μακρόν· ἴξευον δὲ, φύσει μακρόν· χρονικῶς μεγεθύνεται. Καὶ τὸ ἰξιόεν, τῶν θανασίμων ἐστὶ φαρμάκων· ὠνόμασται δὲ οὕτως, ἐπειδὴ τὰς ἐντὸς τροφὰς κατέχει ὡς ἰξός· ὀδμὴν δʼ ἔχει παραπλήσιον ὠκίμῳ. <!-- 472 -->Ἰξός: Ἰξὸς δέ ἐστιν ἡ παγὶς τῶν στρουθίων, ἀξός τις ὤν· παρὰ τὸ ἄγειν τὰ ὄρνεα. Ἢ παρὰ τὸ ἵκω ἵξω ἰξὸς, ὁ φθάνων μέχρις ἂν ᾖ ἱπτάμενα τὰ ὄρνεα, μέχρις ὧν ἂν φθάνωσι τὰ πτηνὰ τόπων, ἀντὶ τοῦ ἔνθα ἱκνοῦνται καὶ παραγίνονται. Ἰξύς: Ἡ ὀσφῦς, ἤγουν τὸ ἰσχίον· οἱονεὶ ἀξύς τις οὖσα, ἣν οὐχ οἷόν τε κνῆσαι καὶ ξύσαι, διὰ τὸ μὴ φθάνειν τὴν χεῖρα κνήσασθαι. Ἀλλαχοῦ δὲ ἄκνηστιν λέγει ταύτην, ἑρμηνεύων ἑαυτόν. Ἷξον:

  
Οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα.  
Ἀπολλώνιος ἀπὸ τοῦ ἵκω, τοῦ διὰ τοῦ ι γραφομένου, λέγει, ὁ δεύτερος ἀόριστος, ἷκον, καὶ τροπῇ Βοιωτικῇ τοῦ κ εἰς ξ, ἷξον. Οὕτως Ἀπολλώνιος· ὁ δὲ Ἡρωδιανὸς τοῦτο καὶ τὰ ὅμοια ἐκ μέλλοντος λέγει μετατεθεῖσθαι εἰς ἐνεστῶτα· ἵξω, καὶ ὁ παρατατικὸς, ἷξον, ἷξες, ἷξε· τὸ πληθυντικὸν, ἵξομεν, ἵξετε, ἷξον. Ὅτι δὲ οὐκ ἔστι δεύτερος ἀόριστος, ἀλλὰ παρατατικὸς, τὰ τοιαῦτα ἐλέγχει καὶ τὰ προστακτικά· εὑρήσεις γὰρ βῆσε, καὶ ἷξε, καὶ οἶσε, ὡς τύπτε καὶ γράφε· εἰ δὲ ἦν ἀόριστος, ἦν ἂν βῆσον, καὶ ἷξον. Ἔστι δὲ οἴσω μέλλων· οὗ ἄλλο κίνημα οὐχ εὕρηται πλὴν τοῦ αὐτοῦ μέλλοντος. Τὸν δὲ Ἀπολλωνίου λόγον δέον εἶναι μᾶλλον ἀληθέστερον· οὐ γὰρ παράτασιν σημαίνει τὸ,

  
Οἱ δʼ ἷξον,  
ἀλλὰ συντέλειαν, ὅτι παραγεγόνασιν. Οὐ γὰρ ταῖς φωναῖς τὰ μέρη τοῦ λόγου ἀκολουθεῖ, ἀλλὰ τοῖς σημαινομένοις ζητήμασιν. Ἴουλος: Τὸ πολύπουν ζῷον· ἀπὸ τοῦ ἰέναι καὶ τῆς λειότητος τῆς πορείας· ἢ ἀπὸ τοῦ ἰέναι οὖλον καὶ πυκνόν· ἢ ἀπὸ τοῦ οὔλως καὶ πυκνῶς εἰλεῖσθαι, ἴουλος ἐκλήθη· ὅθεν ἀπὸ μεταφορᾶς καὶ αἱ πολύκωποι νῆες ἰουλόπεζοι ἀπʼ αὐτοῦ κέκληνται. Ἴουλος λέγεται καὶ ἡ πρώτη ἐξάνθησις τῶν τριχῶν κατὰ τὰς παρειὰς, αἱ κατὰ παρειῶν ἐπʼ εὐθείας ἐν πυκνότητι πρῶτον ἀναβλαστάνουσαι τρίχες· ἀπὸ τοῦ ἰούλου τοῦ ζῴου, τοῦ πολλοὺς καὶ πυκνοὺς ἔχοντος πόδας. Ἀπολλώνιος·

  
ἔτι χνοάοντας ἰούλους.  
Ἀντὶ τοῦ νεωστὶ ὡς χνοῦν τοὺς ἰούλους ἀναφέρων. Ἔστι δὲ καὶ ᾠδῆς ὄνομα, ὥς φησιν Ἐρατοσθένης ἐν τῷ Ἑρμῇ,

  
Ἡ χερνῆτις θεὸς ἐφʼ ὑψηλοῦ ἐλεῶνος  
  
Δανδαῖτις στείχουσα, καλὰς δʼ ἤειδεν ἰούλους.  
Ἢ ἴουλος, ἡ πρώτη τῶν γενείων ἔκφυσις, θερμοτάτη οὖσα καὶ πυκνοτάτη· ἀπὸ τοῦ ἰέναι λείως καὶ οὔλως· γένειον δὲ, ἡ ἐκ τῆς γένυος, ἤτοι σιαγόνος, ἐπιφυομένη τρίχωσις. Ἴος: Σημαίνει τὸν μόνον. Τὰ διὰ τοῦ ΙΟΣ δισύλλαβα, διαφόρως τονούμενα, διὰ τοῦ ι γράφεται, βίος, βιός· χίος, χιός· θριὸς, μνιὸς, ὁ ἁπαλὸς, παρὰ Εὐφορίωνι. Καὶ

  
ἰῷ ἤματι,  
Ἰλιάδος ζʹ, ἐν μιᾷ ἡμέρᾳ. Ἡ εὐθεῖα, τὸ ἴον οὐδετέρως, τοῦ ἴου· σημαίνει τὸ μόνον. Ἡ δοτικὴ ἰῷ, περισπώμενον· καὶ σεσημείωται μὴ φυλάξαν τὸν τόνον τῆς γενικῆς. Ἰός: Σημαίνει τὸ βέλος· διὰ τὸ βλαπτικὸν εἶναι· ὥσπερ γὰρ ὁ ἰὸς φάρμακον ἐστὶ τοῦ σιδήρου, οὕτως καὶ οὗτος τοῦ σώματος. Ἢ παρὰ τὸν ἰὸν, τὸ δηλοῦν τὸ φάρμακον τοῦ ὄφεως· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. Ἢ παρὰ τὸ ἰέναι ποιεῖν τοὺς τιτρωσκομένους εἰς ᾅδου. Ἀπὸ τοῦ ἴημι γίνεται τὸ ἰέναι· καὶ γὰρ λίαν πορεύεται τὸ βέλος· καὶ ὁ ἰὸς πορευτικός ἐστιν. Ἰόμωροι: Οἱ περὶ τοὺς ἰοὺς καὶ τὰ τόξα πεπονημένοι καὶ μεμορημένοι, ὅ ἐστι κάμνοντες, τοξόται. <!-- 473 -->Παρὰ τὸν μόρον, κατὰ ἔκτασιν τοῦ ο εἰς ω· ὃ σημαίνει τὴν εἱμαρμένην καὶ τὴν κακοπάθειαν· οἷον,

  
τρίγληνα, μορόεντα.  
Ἢ ἀμελοῦντες. Ἰοχέαιρα: Ἡ Ἄρτεμις, ἡ περὶ ἰοὺς καὶ τόξα χαίρουσα· ἢ παρὰ τὸ χέειν τοὺς ἰοὺς, ὅ ἐστι τὰ βέλη· τοξότις γὰρ ἡ θεός. ἰότης ἰότητος, λέγεται ἡ βουλὴ καὶ ἡ φροντίς. Ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους, ἰὸς, ἰότης· ἀπὸ τοῦ ἴεσθαι καὶ εἰς πάντα ἰέναι. Ἴον: Ὄνομα βοτάνης, τὸ ἄνθος· παρὰ τὸ ἀνιέναι ταχύ. Καὶ Ἡσίοδος,

  
περὶ κρήνην ἰοειδέα,  
ἀντὶ τοῦ τὴν ἀνθώδη· Ὅμηρος δὲ,

  
ἰοειδέα πόντον,  
τὸν μελανώδη ἔλαβεν. Ἰόπη: Πόλις Παλαιστίνης. Εἴρηται δὲ, οἱονεὶ Αἰθιόπη τὶς οὖσα· κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες. Ἰόνιος κόλπος: Ἀπὸ τῆς Ἰοῦς, ὡς Αἰσχύλος. Ἴονθος: Ἡ πρώτη ἔκφυσις τῶν τριχῶν· ἀπὸ τοῦ εἰς τὰ ἄνω ἰέναι τὴν τρίχα, ὡς ἄνθος βλαστάνουσαν. Ἰορδάνης: Παρὰ τὸ Ἴορ καὶ τὸ Δάνος, ὀνόματα ποταμῶν· δύο γάρ εἰσι ποταμοὶ ἐν ταυτῷ μεμιγμένοι. Κλίνεται Ἰορδάνου· τὰ εἰς ΗΣ κύρια, μὴ παρʼ οὐδετέρου συντιθέμενα, εἰς ΟΥ ἔχει τὴν γενικὴν, οἷον, Ἑρμιόνης Ἑρμιόνου. Ἴπνος: Κάμινος ἢ φοῦρνος, ἢ φανός· καὶ τὸ μαγειρεῖον, καὶ μέρος τὶ τῆς νεώς. Ἴπος: Σημαίνει τὴν παγίδα τῶν μυῶν, καὶ τὸ πραιτώριον. Παρὰ τὸ ἴπτω, τὸ βλάπτω, γίνεται ἴπος· καὶ γὰρ τοῦτο εἶδος φθαρτικόν ἐστι τῶν μυῶν. Καὶ παρὰ τὸ ἴπος γίνεται ἰπῶ ῥῆμα, σημαῖνον τὸ θλίβω. Καὶ Ἀριστοφάνης,

  
Ἰπούμενος ταῖς συμφοραῖς.  
Ὡς κόπτω κόπος, οὕτως ἴπτω ἴπος. Ἵππος: Παρὰ τὸ ἵεσθαι τοῖς ποσί. Γράφεται διὰ δύο ΠΠ, πρὸς ἀντιδιαστολὴν τοῦ ἴπος τοῦ σημαίνοντος τὴν παγίδα. Ἰστέον δὲ ὅτι οἱ Ἴωνες πάσας τὰς ἀγέλας ἐκθηλύνουσι τῇ προφορᾷ, τὰς ἵππους, καὶ τὰς ὄνους, καὶ τὰς βοῦς λέγοντες. Ἱππῆς: Δεῖ γινώσκειν, ὅτι ἐπὶ τῶν εἰς ΕΥΣ ὀνομάτων ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ δύο ΕΕ εἰς τὴν ΕΙ δίφθογγον κιρνᾷ ἐπὶ τῶν κυρίων· ἐπὶ δὲ τῶν μὴ κυρίων, παρʼ ἡμῖν μὲν, διὰ τῆς ΕΙ διφθόγγου· παρὰ δὲ τοῖς Ἀθηναίοις, εἰς η, βασιλέες βασιλῆς. Χοιροβοσκός. Ἵππιος ὁ ποσειδῶν: Ὅτι δοκεῖ πρῶτον ἵππον γεγεννηκέναι Σίσυφον ἐν Θεσσαλίᾳ, τῇ τριαίνῃ πέτραν παίσας· ὅθεν ἱερὸν Ποσειδῶνος Πετραίου καθίδρυται ἐν Θεσσαλίᾳ. Ζήτει Ἱπποκόοντος, ἱππία. Ἱππιόθων: Ὁ Ἀλόπης τῆς Κερκυῶνος παῖς, ὅτι λάθρα αὐτὸν ἐκ Ποσειδῶνος κυήσασα, ἐξέθηκεν, ἵππος δὲ αὐτὸν ἐξέθρεψεν. Ἱππιοχάρμην: Τὸν χαίροντα τῇ ἱππικῇ. Ἡ ἱππόμαχον· χάρμην γὰρ τὴν μάχην φασίν. Ἵππουριν: Ἵππουρις ἱππούριδος, εἶδος ἐστὶ περικεφαλαίας· ἐκ τοῦ ἵππος καὶ τοῦ οὐρὰ, ἡ ἐξ ἱππείας οὐρᾶς, ἡ ἐξ ἱππείων τριχῶν λόφον ἔχουσα. Λόφος δέ ἐστι τὸ περιττεῦον τῆς περικεφαλαίας ἀνάστημα χάριν κόσμου καὶ καταπλήξεως. Ἵππουρις: Διατί προπαροξύνεται; Τὰ εἰς ΡΙΣ <!-- 474 -->λήγοντα ὑπὲρ δύο συλλαβὰς, διφθόγγῳ τῇ διὰ τοῦ υ παραληγόμενα, ἅπαντα ὀξύνεται, οἷον μολουρὶς, σημαίνει δὲ τὴν σιτοφάγον ἀκρίδα κυνοσουρίς. Σεσημείωται τρία, λάμπουρις, ἡ ἀλώπηξ· Τόμουρις, ὄνομα πόλεως· καὶ ἵππουρις. Ἱππότα: Ὄνομα ἐστὶν ἀπὸ τοῦ ἱππότης, κατὰ μεταπλασμὸν, ἱππότα, ἀντὶ τοῦ ἱππικός. Ἐπὶ δὲ τοῦ,

  
ἱππότα Νέστωρ,  
ἀντὶ τοῦ φυγάδος ἐστίν. Ἱπποσύνη: Ἱππικὴ ἐμπειρία. Δασύνεται· τὸ ι πρὸ δύο συμφώνων τῶν αὐτῶν ψιλοῦται, ἰλλὰς, ἰλλοὶ, ἴννος, σημαίνει τὸν ἵππον. Σεσημείωται τὸ ἵππος. Ἱππόβοτον: Τὸ ἵππους τρέφον. Ἀπὸ τοῦ βῶ βόσω γίνεται βοτός· καὶ μετὰ τοῦ ἵππος,

  
Ἄργος ἐς ἱππόβοτον.  
Ἀπὸ δὲ τοῦ Ἀγήνορος ἵππου ὠνόμασται τὸ Ἄργος ἱππότροφον. Διατί ἀνεβίβασε τὸν τόνον; Τὰ εἰς ΟΣ ὀξύτονα δισύλλαβα ἐν τῇ συνθέσει προπαροξύνεται· βατὸς ἄμβατος

  
Ἄμβατος ἔστι πόλις.  
φατὸς, ἀρηΐφατος. Χωρὶς εἰ μὴ παρασύνθετα ὦσι, διὰ τὸ μετρῶ μετρήσω μετρητός· καὶ,

  
διαμετρητῷ ἐνὶ χώρῳ.  
Ἱπποκορυσταί: Ἐφʼ ἵππων ὁπλιζόμενοι· ἢ ἵππους κορύσσοντες, τουτέστι πολεμικοί· ἢ ἀφʼ ἵππων μαχόμενοι. Γίνεται δὲ ἐκ τοῦ ἵππος καὶ τὸ κορυστής· τοῦτο ἐκ τοῦ κορύσσω· τοῦτο ἐκ τοῦ κορύνη· ἔστι δὲ ἐπικαμπὲς ῥόπαλον. Ἱπποκορυστὴς διατί οὐκ ἀνεβίβασε τὸν τόνον; Ἐπειδὴ τὰ εἰς ΗΣ ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει τοῦ ἁπλοῦ φυλάσσει τὸν τόνον, ἐρανιστὴς, ἀρχερανιστής. Ζήτει εἰς τὸ ἡρακλῆς. Ἱππία: Ἐκλήθη οὕτως ἡ Ἀθηνᾶ, ἐπεὶ ἐκ τῆς κεφαλῆς τοῦ Διὸς μεθʼ ἵππων ἀνήλατο, ὡς ὁ ἐπʼ αὐτῇ ὕμνος δηλοῖ. Ἢ ὅτι Ποσειδῶνος οὖσα θυγάτηρ καὶ Κορυφῆς τῆς Ὠκεανοῦ, ἔχουσα ἅρμα, οὕτως ἐγεννήθη. Ἢ ὅτι Ἄδραστος Θήβηθεν φεύγων, ἐπὶ Κολωνῷ στήσας τοὺς ἵππους, Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσηγόρευσεν. Ἱπποκένταυρος: Ἀναγωγικῶς νοεῖται· φασὶ γὰρ αὐτὸν ἰατρικὴν ἐπιδείξασθαι. Ἀνάγεται δὲ καὶ οὕτως· ἐπειδὴ τὸ σῶμα αὐτοῦ τὸ μὲν ἥμισυ ἵππου ἦν, τὸ δὲ ἥμισυ ἀνθρώπου, πεφανέρωται ὅτι διὰ τοῦ ἀλόγου μέρους ἐδήλωσε τὸ πρακτικὸν, διὰ δὲ τοῦ ἀνθρωπείου τὸ λογικόν. Ἱππομανής: Σοφοκλῆς Αἴαντι,

  
Σὲ τὸν ἱππομανῆ.  
Ἤτοι πολεμικὸν καὶ ἵπποις ἐπιμαινόμενον. Εἴωθε γὰρ ἡ προσθήκη τῶν τοιούτων ζῴων τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν, ὡς «θυμὸν ἱππογνώμονα,» τὸν μεγάλης γνώμης, καὶ βούπαις. Ἱππομανής ἐστι καὶ ἐπὶ τοῦ λειμῶνος, ἤτοι ὅπου ἵπποι μαίνονται· ἢ τὸν μέγαν καὶ ἄνετον, ἢ τὸν εὐανθῆ, ἐν ᾧ εὐανθὴς βοτάνη, ὥστε μαίνεσθαι τοὺς ἵππους διὰ τὸν καιρὸν ἐπʼ αὐτῆς τῆς χλόης τοῦ λειμῶνος. Τὴν μεγάλως μεμηνυῖαν· καὶ τὸν ἀνθοῦντα τῇ χλόῃ· ἐπεὶ καὶ φυλλομανής. Ἱπποδάμοιο: Αἱ διὰ τοῦ ΟΙΟ Θετταλικὰ γενικαὶ, εἰ μὲν ἀπὸ περισπωμένου γενικῆς ὦσι, προπερισπῶνται, καλοῦ καλοῖο· εἰ δὲ ἀπὸ βαρυτόνου, προπαροξύνονται, ἀχράντου ἀχράντοιο. Ἱππόκομοι κόρυθες: Τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν συντεθέντα μεταβάλλοντα τὸ τέλος εἰς ΟΣ προπαροξύνεται, ὡς ἄφωνος, ἄναυδος· <!-- 475 -->οὕτω καὶ κόμη, «ἱππόκομος πήληξ.» Ὅτε δὲ παροξύνεται τὸ ἱπποκόμος, τότε τὸ κομεῖν ἔγκειται, καὶ δηλοῖ τὸν ἐπιμελούμενον τῶν ἵππων, ἐκ τοῦ ἵππος καὶ τοῦ κομῶ, τὸ θεραπεύω. Ἱρός: Σημαίνει τὸν ἱερόν. Ἀπὸ τοῦ ἵω, τὸ πέμπω, γίνεται παράγωγον ἱερὸς, ὡς τήκω, τακερός· καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν γίνεται ἱρός· ἡνίκα γὰρ ἐπιφέρεται τῷ ι τὸ ε, τὸ ι ἐπικρατεῖ, ἱέραξ, ἵρηξ· ἡνίκα δὲ τὸ ε καὶ ι ἐν διφθόγγῳ ἐστὶ, τότε ἡ ΕΙ δίφθογγος ἐπικρατεῖ, ταμιεῖον, ταμεῖον· Ἀπολλωνίεια, Ἀπολλωνεία. Ἴραι: Αἱ ἐκκλησίαι, ὡς τὸ,

  
Ἰράων προπάροιθεν·  
ἢ παρὰ τὸ εἴρω, τὸ λέγω, ἢ ἀπὸ τοῦ ἱεραὶ εἶναι. Ζήτει εἰς τὸ κάειρα. Ἶρος: Ὄνομα κύριον ἐν Ὀδυσσείᾳ, ὁ πτωχὸς καὶ πένης· ὃς κατὰ τὴν ἐτυμολογίαν διὰ τῆς ΕΙ διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἴρω, τὸ λέγω· καὶ ὁ ποιητὴς δηλοῖ λέγων,

  
Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,  
  
οὕνεκʼ ἀπαγγέλλεσκε κιὼν, ὅτε ποῦ τις ἀνώγοι.  
Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἱερὸς γίνεται κράσει ἱρὸς, καὶ Ἶρος κύριον. Πολλὰ γὰρ εὑρίσκονται ὀξύτονα, ἅτινα γινόμενα κύρια βαρύνεται· οἷον, ξανθὸς, Ξάνθος· πυρρὸς, Πύρρος· γλαυκὸς, Γλαῦκος· λευκὸς, Λεῦκος· οὕτως οὖν καὶ ἱρὸς, Ἶρος. Καὶ ἄλλως· τὰ διὰ τοῦ ΙΡΟΣ δισύλλαβα κύρια καὶ βαρύνονται καὶ διὰ τοῦ ι γράφονται, οἷον, Κίρος, ὄνομα κύριον· Πίρος, ὄνομα ποταμοῦ· καὶ Τίρος, ὄνομα ποταμοῦ· Μίρος, ποταμὸς Φρυγίας· σκίρος, ὁ γύψος· Σβῆρος δὲ, ὄνομα κύριον. Πρόσκειται «κύρια,» διὰ τὸ λῆρος, ἡ φλυαρία· καὶ νειρὸς ὀξύτονον· οὐκ ἔστι δὲ κύριον· σημαίνει τὸν ὁρμητικόν. Ἰστέον δὲ ὅτι οὐ μόνον ὁ παρὰ τῷ ποιητῇ Ἶρος ἐλέγετο, ἀλλὰ καὶ ἄλλος πρὸ αὐτοῦ ἦν Ἶρος λεγόμενος. Ἔστι δὲ καὶ Ἶρος πόλις Θεσσαλίας, ἀπὸ Ἴρου τοῦ κτίσαντος αὐτήν. Ἶρις: Σημαίνει καὶ ποπάνου τὶ εἶδος, καὶ τοῦ ὀφθαλμοῦ τὸν περὶ τὴν κόρην κύκλον, καὶ τῶν λίθων τοὺς κρυσταλλώδεις· καὶ ἀρωματικὴ πόα. Ἶρις: Σημαίνει τὴν ἄγγελον τῶν θεῶν· καὶ γίνεται παρὰ τὸ εἴρειν καὶ λέγειν τὰ μέλλοντα· σημαίνει καὶ τὴν νεφελώδη ζώνην, τὸ τόξον τὸ ἐν τῷ οὐρανῷ φαινόμενον· καὶ αὐτὸ ἀπὸ τοῦ εἴρω· παρὰ τὸ σημαίνειν καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι, χειμῶνα ἢ εὐδίαν. Ἢ παρὰ τὸ τηρεῖν καὶ κινεῖν τὸν ὄμβρον. Σημαίνει καὶ ποταμὸν, ὡς παρὰ Ἀπολλωνίῳ,

  
ποταμὸν ἀγχίροον Ἶριν.  
Σημαίνει καὶ τὴν φιλοσοφίαν, καὶ ἔριν, καὶ φήμην. Τὰ εἰς ΡΙΣ θηλυκὰ ῥηματικὰ δισύλλαβα ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι, οἷον, χαίρω, χάρις· εἴρω, ἔρις καὶ Ἶρις· δαίω, δῆρις· τὸ δὲ κουρὶς, ὃ σημαίνει τὸ ἐργαλεῖον τοῦ κουρέως, ὀξύνεται· τὸ δὲ Χαῖρις Χαίριδος, ὄνομα κύριον, ἀρσενικόν ἐστι. Τὸ θοῦρις ἀπὸ τοῦ θοῦρος γίνεται. Ἴσαν: Σημαίνει τὸ ἐπορεύοντο. Τοῦ εἶμι τὰ πληθυντικὰ διὰ τοῦ ἰῶτα γράφεται, ὡς ἀπὸ τοῦ ἴω βαρυτόνου, οὗ ὁ παρατατικὸς, ἴεν, οἷον,

  
ἆσσον ἴεν πολυκάρπου ἀλωῆς.  
Ἐξ οὗ καὶ ὁ δεύτερος ἀόριστος ἤϊον. Ἔστι δὲ καὶ τοῦτο σχῆμα κατὰ Ἀπολλώνιον. Ἔστιν εἴω· εἶτα διαιρέσει, ἐΐω· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε γίνεται ἴω, καὶ ἰῶ περισπωμένως. Ζήτει. Ἐκ τοῦ εἶμι οὖν, ὁ παρατατικὸς, εἶν· <!-- 476 -->τὸ πληθυντικὸν, ἴμεν· ἀλλʼ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς ΜΙ καὶ ἡ παραλήγουσα συστέλλεται· τὸ τρίτον, ἴσαν. Ἢ ἀπὸ τοῦ ἴημι· οὗ ὁ μέλλων, ἤσω· ὁ ἀόριστος, ἦσα· τὸ πληθυντικὸν, ἴσαμεν· τὸ τρίτον, ἴσαν. Ἴσασι: Σημαίνει τὸ γινώσκουσιν. Ἀπὸ τοῦ εἴδω, τὸ ἐπίσταμαι, ὁ μέλλων, εἴσω· γίνεται ῥῆμα περισπώμενον διὰ τοῦ ι, ἰσῶ· οὗ παράγωγον, ἴσημι· σημαίνει τὸ αὐτό· τὸ πληθυντικὸν, ἴσαμεν· καὶ συγκοπῇ, ἴσμεν· τὸ δεύτερον, ἴσατε· καὶ συγκοπῇ, ἴστε· τὸ τρίτον, ἴσασιν ὁμοφώνως τῇ δοτικῇ τῶν πληθυντικῶν τῆς μετοχῆς τοῦ ἴσαντος ἴσασι. Καὶ οὐ προπερισπᾶται, ὥσπερ τὸ ἱστᾶσι καὶ κιχρᾶσι. Διατί δὲ ἡ ἴσας μετοχὴ βαρύνεται, πάντων τῶν εἰς ΑΣ ὀξυτονουμένων, οἷον ἱστὰς, κιχράς; Ἔστιν οὖν εἰπεῖν, ὅτι ὁ χαρακτὴρ ἐστὶν αἴτιος τῆς βαρυτόνου τάσεως· πᾶσα γὰρ μετοχὴ διὰ τοῦ ίσας βαρύνεται· οἷον γεμίσας, λεπίσας. ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε, ἀπὸ τοῦ εἰμί· τὸ πρῶτον τῶν πληθυντικῶν, ἐμέν· τὸ προστακτικὸν, ἔθι· καὶ πλεονασμῷ τοῦ σ, ἴσθι· τὸ γὰρ ε, πλεονάζοντος συμφώνου, τρέπεται εἰς ι· τοῦτο δὲ τὸ ἴσθι, κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται, καὶ γίνεται ἔστω. Ἴσθι: Σημαίνει τὸ γίνωσκε. Ἐκ τοῦ ἰσῶ. Τὰ εἰς ω λήγοντα ῥήματα, κατʼ ἔνδειαν χρόνου ἐκ βαρυτόνων εἰς περισπώμενα μεταγόμενα, διχρόνῳ βραχεῖ παραλήγεται, οἷον πείθω, πιθῶ· στείχω, στιχῶ· φείδω, φιδῶ· τεύχω, τυχῶ. Οὕτως οὖν καὶ εἴδω, εἴσω, ἰσῶ· καὶ ἴσημι παράγωγον· ὅπερ Δωρικῶς γίνεται ἴσαμι, ὡς παρὰ Θεοκρίτῳ,

  
καλῶς μάλα τοῦτό γʼ ἴσαμι.  
Καὶ τὸ προστακτικὸν, ἴσαθι· καὶ κατὰ συγκοπὴν, ἴσθι· τὸ τρίτον, ἰσάτω, καὶ ἴστω κατὰ συγκοπὴν, ἀντὶ τοῦ γινωσκέτω·

  
Ἴστω νῦν τόδε γαῖα.  
Ἄλλως· ἴσημι, τὸ γινώσκω· ὁ μέλλων, ἴσω· ὁ ἀόριστος, ἶσα· ἡ μετοχὴ, ἴσας ἴσαντος· καὶ τὸ προστακτικὸν, ἴσαθι καὶ ἴσθι· τὸ δυϊκὸν, ἴστον. Καὶ πλεονασμῷ τοῦ ε γίνεται ἰστέον. Ἴθι: Σημαίνει τὸ πορεύου, καὶ ἐλθὲ, καὶ παραγενοῦ. Ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, τὸ πληθυντικὸν, ἴμεν· τὸ προστακτικὸν, ἴθι· τὸ τρίτον, ἴτω. Ἴσκεν:

  
Ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.  
Τινὲς βούλονται τὸ ἔλεγε σημαίνειν· ἄλλοι δὲ, ἤϊσκεν εἴκαζεν καὶ ὡμοίου· τὸ γὰρ ὅλον, πολλὰ ψευδῆ λέγων εἴκαζεν, ὥστε ὅμοια εἶναι ἀληθέσιν. Ἀπὸ τοῦ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω· πλεονασμῷ τοῦ κ, εἴσκω· καὶ ἐπειδὴ οὐδέποτε τὰ διὰ τοῦ ΙΣΚΩ θέλει ἔχειν πρὸ τέλους τὴν ΕΙ δίφθογγον, γίνεται κατὰ διαίρεσιν ἐΐσκω· καὶ ἀποβολῇ τοῦ ε, ἴσκω. Ἰλιάδος λʹ,

  
Αἴκέ σε τῷ ἴσκοντες ἀπόσχωνται πολέμοιο.  
Ἀντὶ τοῦ ὁμοιοῦντες. Ἴσις: Δαίμονός ἐστιν ὄνομα τιμωμένης παρὰ Αἰγυπτίοις. Ἴσον γίνεται ἴσις· ἡ αὐτὴ γὰρ ἐστὶ τῇ γῇ· καὶ γὰρ ἡ γῆ ἴση ἐστὶ, καὶ σφαιροειδής. Ἄλλοι δὲ λέγουσιν, ὅτι αὕτη ἐστὶν ἡ Ἰώ· τούτου χάριν διὰ τοῦ ι γράφεται· ἐπειδὴ παρὰ τὸ ἴεσθαι ἐστί· καὶ γὰρ πολλὰ ἐπλανήθη ἡ Ἰὼ μεταβληθεῖσα εἰς βοῦν. Ταῦτα. Ὑπάγεται δὲ τὸ Ἴσις τῷ κανόνι τοῦ Βιθυνία· καὶ γὰρ ἔχει τὸ ι ἐν τῇ δευτέρᾳ συλλαβῆ ὡς ἴρις. Ἰσίδωρος: Ὄνομα κύριον· παρὰ τὸ Ἴσις καὶ τὸ δῶρον. Ἴσανδρος: Ἐκ τοῦ ἀνδρὸς καὶ τοῦ ἴσος γίνεται ἴσανδρος. Ἰσοφαρίζειν: Ἐξισοῦσθαι, ἴσος φαίνεσθαι. <!-- 477 -->Ἴσμαρος: Πόλις Θρᾴκης· ἀπὸ Ἰσμάρου τοῦ Ἄρεως καὶ Θράσσης παιδός. Ὦρος. Ἵσμα: Τὸ ἵδρυμα· παρὰ τὸ ἵζω. Ἰσραήλ: Παρὰ τὸ ἲς, ὃ σημαίνει τὴν δύναμιν, καὶ τὸ ὁρῶ τὸ βλέπω, καὶ τὸ ἢλ, ὃ σημαίνει τὸν θεόν· ὁ δυνάμενος βλέπειν θεόν· ἢ νοῦς ὁρῶν θεόν. Ἢ παρὰ τὸ ὁρῶ, ὁ μετὰ δυνάμεως βλέπων τὸν θεόν. Ἴσος: Ὁ ὅμοιος ἐξίσου. Παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων, εἴσω, ῥηματικὸν ὄνομα, ἴσος, κατὰ ἀποβολὴν τοῦ ε. Εὕρηται τὸ ι μακρὸν καὶ βραχύ· παρὰ μὲν τῷ ποιητῇ, ἀεὶ μακρὸν, παρὰ δὲ τοῖς πεζολόγοις, βραχύ. Καὶ παρὰ τοῖς ἐποποιοῖς εὕρηται καὶ συνεσταλμένον, ὡς παρὰ Καλλιμάχῳ· παρὰ δὲ τοῖς τραγικοῖς καὶ κωμικοῖς συστέλλεται ἀεὶ τὸ ι, ὡς παρὰ Εὐριπίδῃ,

  
Ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.  
Καὶ πάλιν,

  
Κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον.  
Κατὰ δὲ ἰαμβικοὺς ἐπαμφοτερίζει. Ἴσως δὲ ὁ ποιητὴς Δωρικῶς ἐκτείνει τὸ δίχρονον, ὡς τὸ ὕδωρ καὶ ἰλὺς,

  
Κεῖσθαι ὑπʼ ἰλύος·  
καὶ,

  
Ἆρες Ἄρες.  
Ἰσθμός: Οὐ μόνον ὁ λαιμὸς, ἀλλὰ καὶ στενὴ γαῖα μεταξὺ δύο θαλασσῶν· πορθμὸς δὲ, στενὴ θάλασσα μεταξὺ δύο γαιῶν. Ἰσθμὸς δὲ εἴρηται παρὰ τὸ ἴημι, ἢ παρὰ τὸ ἴω ἴσω, ἰσμός· καὶ πλεονασμῷ τοῦ θ, ἰσθμός. Ἢ παρὰ τὸ εἶμι, τὸ πορεύομαι, τὸ πληθυντικὸν, ἴμεν· ἐξ αὐτοῦ ἰμός· καὶ πλεονασμῷ τοῦ σ, καὶ ἐπενθέσει τοῦ θ, ἰσθμὸς, εἰς ὅν τις πορεύεται. Ἢ ἰσθμὸς ἐστὶν ὁ βάσιμος τόπος, ἑκατέρωθεν θάλασσαν ἔχων, ἰθμός τις τυγχάνων, παρὰ τὰ ἴθματα, τὰ βήματα. Ἴσθμιον: Ὁ περιτραχήλιος κόσμος, ὁ περιτιθέμενος τῷ ἰσθμῷ· παρὰ τὸ ἰσθμὸς, ἴσθμιον, καὶ παρίσθμιον, παρίσθμια. Ἰσθμὸς δὲ καὶ ὁ τράχηλος, παρὰ τὸ εἰσιέναι διʼ αὐτοῦ τὰ ποτὰ καὶ τὰ βρώματα. Ζήτει εἰς τὸ παρίσθμια. Ἵστημι: Ἐκ τοῦ στῶ· καὶ κατὰ ἀναδιπλασιασμὸν, ἱστῶ· καὶ ἐξ αὐτοῦ ῥῆμα παράγωγον, ἵστημι. Τὸ ΙΣ, ἰῶτα· πᾶς ἀναδιπλασιασμὸς διὰ βραχέος ἐκφέρεται. Ἐνταῦθα δὲ οὐκ ἔστι κυρίως· ἀναδιπλασιασμὸς γὰρ κυρίως ἐστὶν, ὅταν τὸ ἑξῆς τῆς λέξεως δὶς τὸ αὐτὸ σύμφωνον παραλαμβάνει· καταχρηστικῶς δὲ, καὶ ὁ ἐξ ἑνὸς φωνήεντος, οἷον ὧ, ἰῶ· στῶ, ἱστῶ. Ποσαχῶς γίνεται ὁ ἀναδιπλασιασμός; Τετραχῶς· ἐὰν ἄρχηται ἀπὸ τοῦ ΣΤ τὸ ῥῆμα ἢ ἀπὸ φωνήεντος, διὰ τοῦ ι μόνου γίνεται ὁ ἀναδιπλασιασμὸς, στῶ, ἱστῶ· ὧ, ἱῶ· εἰ δὲ ἀπὸ ἀφώνου, διὰ τοῦ αὐτοῦ ἀφώνου καὶ τοῦ ι μόνου γίνεται, οἷον θῶ, θιθῶ, καὶ τιθῶ, τίθημι. Εἰ δὲ δύο σύμφωνα ἔχει ὁ ἐνεστὼς, διὰ τοῦ προτέρου· οἷον πλῶ, πιπλῶ, πίπλημι, πλήσω· χρῶ, κιχρῶ, κίχρημι, χρήσω. Τῶν εἰς ΜΙ ἡ πρώτη καὶ δευτέρα συζυγία τῷ η παραλήγεται· ἡ δὲ τρίτη, τῷ ω· καὶ ἡ τετάρτη, διχρόνῳ ἐκτεταμένῳ. Τὸ παθητικὸν, ἵσταμαι, ἱστάμην, ἵστασο· καὶ κατʼ ἔνδειαν τοῦ σ, γίνεται ἵσταο, ὡς,

  
ἔπος φάο.  
Ἀπὸ τοῦ ἐφάμην, ἔφασο· καὶ μάρναο, ἀντὶ τοῦ ἐμάρνασο· καὶ ἔσσυο, ἀντὶ τοῦ ἔσυσο. Ἵστη μὲν ὄμμα: Ποικίλον ἐστίν· οἱ μὲν λέγουσιν, ὅτι ὅταν ἀποκοπὴ γίνοιτο τῶν εἰς ΘΙ προστακτικῶν, ἐπαύξησις ἀκολουθεῖ, οἷον ἵσταθι, καὶ κατὰ ἀποκοπὴν, ἵστα, καὶ ἐκτάσει, ἵστη·

  
<!-- 478 -->μέγεθος δʼ ὃς ἵστη.  
Τὸ δὲ,

  
Μείζονα δὴ κρητῆρα καθίστα.  
Ἀντὶ τοῦ εὐτρέπιζε. Ἐὰν μὲν βραχὺ, ἀποκοπή ἐστιν· ἐὰν δὲ κατὰ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ ἵστα, ὡς βόα. Οὕτω Φίλων καὶ Τρύφων· λέγομεν δὲ καὶ ἡμεῖς, ὅτι οὐ μόνον ἐπὶ τῶν εἰς ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς ΜΙ τὰ τρίτα πρόσωπα τῶν παρατατικῶν δεύτερα γίνεται τῶν προστακτικῶν, οἷον νόει, φίλει, βόα. Οὕτως καὶ οἱ Ἀττικοὶ, ἐὰν μὴ χρήσωνται τῇ ΘΙ καταλήξει, χρῶνται τοῖς τρίτοις προσώποις τῶν παρατατικῶν ἐν τοῖς προστακτικοῖς· οἷον, ἐτίθην, ἐτίθης, ἐτίθη, τίθη· ἐπίμπλην, ἐπίμπλης, ἐπίμπλη, πίμπλη. Οὕτως

  
Ἵστη δὲ μέγα κῦμα.  
Ὅτι τὰ τοιαῦτα καὶ Δωρικά εἰσιν· οἱ γὰρ Δωριεῖς λέγουσι

  
πίμπλη, Κοικόα·  
καὶ γὰρ τὸ ὅρα, ὅρη λέγουσιν· οὕτω πίμπλα, πίμπλη. Ἡρωδιανός. Ἴστωρ: Ἀπὸ τοῦ εἴδω εἴσω, τὸ γινώσκω, ῥηματικὸν ὄνομα ἴστωρ· καὶ ἐπὶ ἵστορι, ἀντὶ τοῦ μάρτυρι, ἢ κριτῇ· καὶ ἱστορία· καὶ συνίστωρ, συμπράκτωρ, σύμβουλος, συγγνώστης· συνίστωρ, συνόμιλος, γνωστὸς, μάρτυς, συνειδὼς ἐπὶ πράγματα. Ἱστός: Παρὰ τὸ ἵστημι, ἀπὸ τοῦ ἀεὶ ἑστάναι· ὅθεν καὶ στύλος. Ἐπὶ μὲν τοῦ ὑφαντικοῦ,

  
Ἱστὸν ἐποιχομένην.  
Ἐπὶ δὲ τοῦ καταρτίου,

  
Ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν.  
ἱστὸς, τὸ μέγιστον ξύλον, ἡ κατάρτιος λεγομένη ὑπὸ τῶν ναυτικῶν· ἱστία δὲ, τῆς νηὸς ἡ ὀθόνη, ὅ ἐστι τὸ ἅρμενον. Ἀπὸ τοῦ ἵζω, τὸ καθέζομαι, ὁ μέλλων ἵσω· ὄνομα ῥηματικὸν, ἱστὸς καὶ ἱστίον· παρὰ τὸ ἵζειν ἐφʼ ἑνὸς τόπου καὶ ἱδρύσθαι. Ἱστοπέδη: Ὁ ἐν μέσῳ τῆς νεὼς κοῖλος τόπος, ὅν τινες λινίδα καλοῦσιν, εἰς ὃν ὁ ἱστὸς ἐντίθεται. Ἱστοδόκη: Ἡ ὑποδεχομένη τὸν ἱστὸν ἱστοθήκη· λέγεται δὲ τὸ κατὰ τὴν πρύμναν ἀνέχον ξύλον, καθʼ οὗ κλίνεται ὁ ἱστός. Τὰ δὲ παρὰ τοῦ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος καὶ τὰ ὅμοια. Ἴσχω: Τὸ κρατῶ. Ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, πλεονασμῷ τοῦ σ, ἔσχω· καὶ τὸ ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς ι, καὶ γίνεται ἴσχω· τὸ παθητικὸν, ἴσχομαι, ἰσχόμην, ἴσχου· τὸ προστακτικὸν, ἴσχου· καὶ κατὰ διάλυσιν, ἴσχεο·

  
σὺ δʼ ἴσχεο.  
Ἀντὶ τοῦ παύου καὶ κάτεχε τὴν ὀργήν. Ἢ ἀπὸ τοῦ σχῶ, τὸ κρατῶ, γίνεται κατὰ πλεονασμὸν τοῦ ι, ἰσχῶ· οὗπερ σχηματίζεται τὸ αὐτό· ἐξ οὗ παράγωγον, ἰσχανῶ· ὅθεν τὸ,

  
Τόνδʼ οὔτʼ ἄρ τι γέφυραι ἐεργμέναι ἰσχανόωσιν.  
Ἀντὶ τοῦ κατέχουσι καὶ κωλύουσιν. Ἰσχανόων:

  
Ἰσχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης.  
Σημαίνει τὸ ἐπιθυμῶν. Ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω, οὕτως καὶ ἀπὸ τοῦ ἴσχω γίνεται ἰσχαίνω· ὁ μέλλων, ἰσχανῶ· καὶ ἐκ τούτου γίνεται ἰσχανόων. Γράφεται καὶ ἰχανόων. Παρὰ τὸ λίαν ἔχεσθαι, ἰχαλῶ· καὶ τροπῇ, ἰχανῶ. Ἢ ὥσπερ παρὰ τὸ παμφαίνω, ὁ μέλλων, παμφανῶ, οὕτως καὶ παρὰ τὸ ἰχῶ ἰχαίνω, ἰχανῶ· καὶ ὥσπερ τὸ γιγνώσκω, ἅμα τῇ ἀποβολῇ τοῦ γ ἐξετάθη τὸ δίχρονον, καὶ μετῆλθεν ἡ θέσει μακρὰ εἰς φύσει μακράν· οὕτως καὶ ἀπὸ τοῦ ἰσχανῶ μέλλοντος γίνεται ἰχανῶ, ἀποβληθέντος τοῦ σ, καὶ ἐκταθέντος τοῦ ι· καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται ἰχανῶ ἐνεστὼς, ὡς ἀπὸ τοῦ εἴρω ἐρῶ γίνεται ἐνεστὼς ἐρῶ. Ἰσχία: Ὅτι ἴσχει τοὺς καθημένους· σημαίνει δὲ ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, εἰς ὃ ἔγκειται τὸ <!-- 479 -->ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα· ἢ τὸ κοῖλον τοῦ γλουτοῦ, ἐν ᾧ ἡ κοτύλη στρέφεται. Ἰσχνός: Ὁ λεπτός. Παρὰ τὸ ἴσχω, ἰσχὸς καὶ ἰσχνός. Ἢ παρὰ τὸ ἴσχω, ἰσχνῶ καὶ ἰσχνός· καὶ ἰσχνομυθοῦντες, τὸ ἀκριβολογοῦντες. Ἰσχυρός: Ἀπὸ τοῦ ἴσχω κατὰ παραγωγὴν γίνεται ἰσχύω· ὁ μέλλων, ἰσχύσω· καὶ ἀποβολῇ τοῦ ω, ἰσχύς. Καὶ ἰσχυρὸς, ὁ ἴσχειν καὶ ἀντέχειν δυνάμενος. Τὰ διὰ τοῦ ΥΡΟΣ ἀρσενικὰ, ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ υ ψιλοῦ γράφεται. Τὸ υ, μακρόν· τὰ εἰς ΡΟΣ λήγοντα ὀξύτονα, ἔχοντα τὴν τρίτην ἀπὸ τέλους μακρὰν φύσει ἢ θέσει, μακρὰν ἔχει τὴν πρὸ τέλους καὶ ὀξύνεται, οἷον τολμηρὸς, ὀκνηρός. Ἰσχάς: Ἀπὸ τῆς ἰσχύος· ἐπειδὴ πρὶν τὴν κρεωδοσίαν δοθῆναι τοῖς Ἀθηναίοις, ἐχρῶντο τῇ ἰσχάδι. Ἢ ἰσχάς ἐστιν οἱονεὶ τὸ κατισχνωμένον σῦκον. Παρὰ τὸ ἴσχω, ἰσχνῶ ἰσχνάδες, τὰ λεπτυνθέντα σῦκα ἐν τῷ ξηραίνεσθαι. Ἢ ὅτι ἕως τούτου προβαίνει ὁ καρπός. Πρῶτον γάρ ἐστιν ὄλυνθος· εἶτα φήληξ· εἶτα σῦκον· καὶ λοιπὸν ἔσχατον ἰσχὰς, ἡ ἴσχειν ποιοῦσα τὴν αὔξησιν· φθινόπωρον γάρ ἐστιν. Ἰσχνόν: Θαλπεινὸν, ἢ σαπρόν· καὶ εἰ μὲν σημαίνει θαλπεινὸν, παρὰ τὸ ἰαίνω, τὸ εὐφραίνομαι· εἰ δὲ τὸ σαπρὸν, παρὰ τὸ ἵημι, τὸ πέμπω, οἱονεὶ τὸ ἀποπεμπόμενον. Ἰταμόν: Τὸ ἀναιδές· παρὰ τὸ ἴεσθαι, ὅ ἐστιν ὁρμᾶν. Τοιοῦτοι δὲ οἱ ἀναιδεῖς. Ἰτέα: Παρὰ τὸ ἰέναι· ταχέως γὰρ αὔξεται. Ἢ παρὰ τὸ ἰτὸν, τὸ πορευτόν· ὁρμητικὸν γὰρ τὸ φυτόν. Ἰτέον: Ἐπίρρημα ποιότητος, ἀντὶ τοῦ πορευτέον. Ἀπὸ τοῦ εἶμι ὁ δεύτερος ἀόριστος, ἦν· ἡ μετοχὴ, εἲς, ἔντος· καὶ τὸ προστακτικὸν, ἔθι· καὶ τροπῇ τοῦ ε εἰς ι, ἴθι· καὶ ἐξ αὐτοῦ ἰθέον, καὶ ἰτέον, τροπῇ τοῦ θ εἰς τ. Ἴτην:

  
Τὼ δʼ αὖτις ἴτην παρὰ νῆας.  
Οὗτοι δὲ πάλιν παρεγένοντο. Ἔστιν ἵημι, τὸ πέμπω· καὶ συγκοπῇ τοῦ η, γίνεται ἶμι· ὁ παρατατικὸς, ἲν, ἲς, ἴσι· τὸ δυϊκὸν, ἴτον, ἴτην. Ἴτης: Ὁ ἐπὶ πάντα ὁρμῶν· ἀπὸ τοῦ ἰέναι. Ἀπὸ τούτου καὶ εἰσιτήρια. Οὕτως Ὦρος. Ἰτρίον: Τὸ καπυρῶδες τραῦμα ἢ πλάσμα, ἀπὸ τοῦ ἰέναι· ἐπὶ λεπτὸν γὰρ ἕλκεται. Ἴτυς: Ἡ περιφέρεια τοῦ ἅρματος ἢ τοῦ τροχοῦ· ἀπὸ τοῦ ἰέναι. Ἴτυλος: Ὄνομα κύριον, ὁ ἐκ τοιούτων γάμων Τηρεῖ γενόμενος, οἷον σύμβολον συμφορᾶς· τύλους γὰρ καὶ τύπους τὰ σημεῖα λέγουσι τῆς ταλαιπωρίας. ἰτωνὶς καὶ ἰτωνία ἡ Ἀθηνᾶ εἴρηται παρὰ τοῖς Θεσσαλοῖς, ἀπό τινος πόλεως Ἴτωνος. Φησὶ δὲ ὁ γενεαλόγος Σιμωνίδης, Ἰτώνου θυγατέρας γενέσθαι δύο, Ἀθηνᾶν καὶ Ἰοδάμαν· ἃς ἐζηλωκυίας τὴν ὁπλομαχικὴν εἰς ἔριν τὴν εἰς ἀλλήλους χωρῆσαι, καὶ ἀναιρεθῆναι τὴν Ἰοδάμαν ὑπὸ τῆς Ἀθηνᾶς. Οἷον,

  
Πηλιάδες σκοπιῇσιν ἐθάμβεον εἰσορόωσαι  
  
ἔργον Ἀθηναίης Ἰτωνίδος.  
Ἀπολλώνιος. Ἴϋγξ: Ὁ ἔρως, καὶ ὄρνεόν τι τὸ λεγόμενον σεισοπυγὶς, ᾧ χρῶνται αἱ φαρμακίδες εἰς φίλτρα.

  
Ἴϋγγας ἔχουσιν ἐν τοῖς λόγοις οἱ σοφισταί.  
<!-- 480 -->Ἴϋγγι, βοῇ, φωνῇ· καὶ ἰΰζει, βοᾷ, κραυγὴν ποιεῖ. Λέγεται δὲ καὶ ἴϋγξ σύριγξ μονοκάλαμος. Σημαίνει δὲ καὶ ᾠδήν. Καὶ ἰϋγμὸς, φωνὴ, συριγμός. Ὅμηρος,

  
οἱ δʼ ἰΰζοντος ἕποντο.  
Τουτέστι συρίζοντος. Ἔστι δὲ πεποιημένη ἡ λέξις. Καὶ ἰΰζουσιν, ἀγροικικῇ φωνῇ προφέρονται, φωνοῦσι. Πεποίηται δὲ τοὔνομα παρὰ τὸ ἰοὺ ἐπίρρημα. Ἶφι: Τὸ ἰσχυρῶς. Ὡς ἀπὸ τοῦ νόστος νόστου γίνεται νοστόφι, καὶ κατὰ συγκοπὴν νόσφι, οὕτω καὶ ἀπὸ τοῦ ἴς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἰνόφι· καὶ κατὰ συγκοπὴν, ἶφι. Τὸ δὲ ι ἐστὶ μακρὸν, ὡς δικατάληκτον, ἲς, καὶ ἴν. Ἴφια μῆλα: Εὐτραφῆ, ἢ ἰσχυροποιὰ τῶν ἐσθιόντων· ἢ κατʼ εὐφημισμὸν, τὰ ἀσθενῆ, καὶ οὐκ ἰσχυρά. Ἶφις: Ὄνομα κύριον· παρὰ τὸ ἶφι. Τὰ δὲ παρʼ αὐτοῦ πάντα διὰ τοῦ ι γράφεται· οἷον Ἰφιμέδουσα, Ἰφιγενὴς, Ἰφικλῆς. Ἰφιγένεια: Εὐφορίων αὐτὴν ἐτυμολογεῖ Ἑλένης καὶ Θησέως· ὑποβλητὴν δὲ δοθῆναι Κλυταιμνήστρᾳ·

  
οὕνεκα δή μιν  
  
ἶφι βιασαμένη Ἑλένη ὑπεγείνατο Θησεῖ.  
Ἐξ Ἑλένης καὶ Θησέως. Ἴφικλος: Ὁ ἥρως, ἰφίκωλός τις ὤν· ταχύτατος γὰρ ἱστορεῖται· καὶ οἱ παῖδες αὐτοῦ, Πρωτεσίλαος καὶ Ποδάρκης. Ἴφθιμος: Ὁ ἰσχυρὸς καὶ γενναῖος. Ὡς παρὰ τὸ ἄνθος γίνεται ἄνθιμος, καὶ κῦδος κύδιμος, οὕτω καὶ παρὰ τὸ ἶφι, ἴφιμος· καὶ πλεονασμῷ τοῦ θῆτα· ἢ ὥσπερ παρὰ τὸ πρωῒ, πρώϊμος, καὶ ὀψὲ, ὄψιμος· ἅμα δὲ τῷ πλεονασμῷ τοῦ θῆτα, καὶ ὁ χρόνος ὑπερβιβάσθη· καὶ ἡ μὲν ἄρχουσα θέσει μακρά ἐστιν· ἡ δὲ παραλήγουσα, φύσει. Οἱ δὲ λέγουσιν, ὅτι σύνθετός ἐστι, παρὰ τὸ ἶφι καὶ τὸ θυμὸς, ἰφίθυμος· καὶ συγκοπῇ, ἴφθιμος· οἷστισιν ἀντίκειται τὸ θηλυκὸν, ἰφθίμη ὄν. Εἰ γὰρ ἦν σύνθετον, ἤμελλεν εἶναι κοινὸν τῷ γένει· τὰ γὰρ σύνθετα κοινά εἰσι τῷ γένει· οἷον, ὁ φιλόσοφος, καὶ ἡ φιλόσοφος· ὁ πάνσοφος, καὶ ἡ πάνσοφος· ὁ ἄοικος, καὶ ἡ ἄοικος· χωρὶς εἰ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ· διὰ τὸ ἐναντίος, ἐναντία· ἐναντίβιος, ἐναντιβία· ἐναλίγκιος, ἐναλιγκία. Ταῦτα γὰρ κοινά εἰσι τῷ γένει· ἀλλʼ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ. Τὸ γὰρ ἀντίος καὶ ἐναντίος, καὶ τὸ ἀλίγκιος καὶ ἐναλίγκιος, τὰ αὐτὰ σημαίνει ἅπερ καὶ τὰ ἁπλᾶ. Σημαίνει δὲ τρία, τὸν ἰσχυρὸν, ὡς τὸ,

  
Ἰφθίμους ψυχάς.  
καὶ τὸν πολὺν, ὡς τὸ,

  
Οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν.  
καὶ τὴν συνετὴν, ὡς τὸ,

  
Ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.  
Ἰχθύς: Παρὰ τὸ ἰθύω, τὸ ὁρμῶ, ἰθὺς, καὶ ἰχθύς. Ἴχνος: Παρὰ τὸ ἴσχειν ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα· ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς. Ἴχνιον: Ἴχνος, πάτημα· ἀπὸ τοῦ ἀΐξω· ἢ παρὰ τὸ ἵζω, ἵγμαι, ἴχνιον, ὡς παίζω, παίγνιον. Προπαροξύνεται, ὡς τὸ ἀράχνιον· οὐ γὰρ ἔστιν ὑποκοριστικὸν, ἀλλʼ ἀπὸ ῥήματος ἐσχημάτισται. Εἰς τὸ θηρίον. Ἰχώρ: Τὸ σεσηπὸς αἷμα. Ἀπὸ τοῦ ἴσχω, τὸ λεπτύνω, ἰσχὼρ, καὶ ἰχὼρ, τὸ λεπτύνον τὸ σῶμα ἐν τῷ καταστάζειν· ὅθεν καὶ τὸ ἰῶτα φύσει μακρὸν, ὡς ἐν τῷ γίγνεται, γίνεται. Ζήτει εἰς τὸ ἰσχανόων. Κλίνεται ἰχῶρος· ἡ αἰτιατικὴ, ἰχῶρα· καὶ κατὰ συγκοπὴν, ἰχῶ·

  
Ἀπʼ ἰχῶ χειρὸς ὄμορξεν,  
<!-- 481 -->Ἰλιάδος εʹ. Τὰ γὰρ εἰς ΩΡ ὀξύτονα ἀρσενικὰ διὰ τοῦ ω κλίνεται, ἰχὼρ, ἰχῶρος· ἀχὼρ, ἀχῶρος. Ἴψ: Ὁ σκώληξ. Τὰ εἰς ΙΨ πᾶσαν δίφθογγον ἀποστρέφεται. Γίνεται παρὰ τὸ ἴπτω, τὸ βλάπτω, ἴπω, ἴψ. Κλίνεται ἰπὸς, ὡς θρὶψ, θριπὸς, καὶ ἲξ, ἰκός· καὶ σὴς, σητός. Ἴπες δέ εἰσιν οἱ σκώληκες οἱ ἐσθίοντες τὰ κέρατα, οἷον,

  
Μὴ κέρα ἴπες ἔδοιεν.  
θρίπες δὲ εἰσὶν, οἱ ἐσθίοντες τὰ ξύλα σκώληκες· σῆτες δὲ, οἱ ἐσθίοντες τὰ ἱμάτια· ἴκες δὲ, οἱ ἐσθίοντες τὰς ἀμπέλους, ἢ τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· κίες δὲ, τῶν πυρῶν καὶ κριθῶν. ἰὼ, τὸ ἐπίρρημα, ἐκ τοῦ ἰωὴ κατὰ συγκοπήν· Τρύφων δὲ λέγει, ὅτι τὸ ὦ τὸ κλητικὸν προσέλαβε τὸ ι καὶ ἐγένετο ἰώ· εἶτα τὸ ὦ περισπᾶται· τὸ δὲ ἰὼ ὀξύνεται, οἷον, ὦ Ἄπολλον, ἰὼ Ἀπολλώνιε, ἰὼ Λακεδαῖμον. Ἀλλὰ σχετλιαστικὸν καὶ βακχευτικὸν οὐχ ὑποπίπτει ἀναλογίᾳ. Περὶ Παθῶν. Ἰωή: Σημαίνει τὴν πνοήν. Παρὰ τὸ ἵημι γίνεται ἰή· καὶ πλεονασμῷ τοῦ ω ἰωή. Ἰωὴ καὶ ἡ φωνὴ παρὰ τὸ ἴω γίνεται, ἡ διϊκνουμένη εἰς ἀκοήν. Ἰών: Μετοχὴ δευτέρου ἀορίστου· τὸ θέμα, ἴω· ὁ δεύτερος ἀόριστος, ἴον· ἰὼν, ἡ μετοχή. Ἰωγή: Ἡ σκέπη· ἀπὸ τοῦ ἰέναι· τὸ γὰρ σκέπον ἐπὶ πᾶν ὃ σκέπει ἵεται· καὶ ὑπιωγαὶ δὲ αἱ ὑπαγωγαὶ καὶ σκέπαι. Ἰωκή: Ἡ δίωξις. Παρὰ τὸ διώκω, διωκή· καὶ ἀποβολῇ τοῦ δ, ἰωκή. Σημαίνει καὶ τὴν ἀπειλήν. Ἰῶκά τε δακρυόεσσαν: Τινὲς γράφουσιν ἰῶ, εἶτα, καταδακρυόεσσαν. Γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος ἰῶκα τὴν ἰωκὴν λέγει, ἤγουν τὴν δίωξιν, ὡς Ἡσίοδος τὴν κρόκην, κρόκα· ὥστε μεταπλασμός ἐστιν. Ἴωξις: Ὡς ἐκ τοῦ λέγω λέξω γίνεται λέξις, καὶ ἕξω ἕξις, οὕτως καὶ ἀπὸ τοῦ διώκω, διώξω, δίωξις· καὶ ἀποβολῇ τοῦ δ. Ἰωχμός: Δίωξις, τάραχος. Παρὰ τὸ διώξω, διωγμός· καὶ τροπῇ τοῦ γ εἰς χ, καὶ ἀποβολῇ τοῦ δ, ἰωχμός. Ἰῶ: Τὸ πορεύομαι· ἐξ οὗ καὶ ἱερὸν, ὁ ἀνειμένος τόπος εἰς τιμὴν τοῦ θεοῦ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aai`.
