---
title: "Great Etymological Work: Letter Γ"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Γ"
author: Etymologicum Magnum
eul_wid: xie-aac
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-gamma-xie-aac"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:59ba8a4f5b94e66e9be7aca86e7c0149622a2538188d18e615d0b0fc017e933f"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Γ

*Ἐτυμολογικὸν τὸ Μέγα, Γ*

**Author:** Etymologicum Magnum

**eul_wid:** `xie-aac` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-gamma-xie-aac)

## Text

<!-- 219 -->

γ.

Γάμμα τὸ στοιχεῖον παρὰ τὸ ἀμᾶν τὴν γῆν, ἤτοι θερίζειν· δρεπανῶδες γάρ ἐστιν· ᾧ καὶ ὁ τύπος τοῦ γράμματος ὅμοιός ἐστι. Γάγαι: Πόλις Λυκίας. Εἴρηται ὅτι Ῥόδιοι, Λυκίους αἰτοῦντες τόπον ἐν ᾧ κατοικήσουσιν, ἐβόων Γᾶ γᾶ, τῇ πατρῴᾳ φωνῇ δωρίζοντες· καὶ ἐντεῦθεν τὸ ὄνομα ἐτέθη τῇ πόλει. Ἢ ὅτι Νέμιος στρατηγῶν Ῥοδίων, καὶ τοὺς Λυκίων καὶ Κιλίκων λῃστεύοντας κατὰ θάλασσαν νικήσας, νυκτὸς χειμῶνι περιέπεσε· καὶ κινδυνευούσης τῆς νεὼς, τῶν ἐμπλεόντων ἀναβοησάντων τῇ Δωρίδι φωνῇ Γᾶ γᾶ, ἐκ τοῦ ἐπιφθέγματος προσέσχον καὶ ἐσώθησαν. Ἡμέρας δὲ γενομένης, κατὰ τὸν τόπον ἔκτισε πόλιν, καὶ ὠνόμασεν αὐτὴν ἀπὸ τῆς λεχθείσης φωνῆς, Γάγαι. Γαγγαμών: Παρὰ τὸ γῶ, τὸ λαμβάνω, γίνεται γάζω· καὶ ὡς σκεδῶ σκεδάζω σκεδασμὸς, κλύζω κλυσμὸς καὶ κατακλυσμὸς, οὕτω γάζω, γασμός· καὶ κατʼ ἔλλειψιν τοῦ σ, καὶ διπλασιασμῷ, γίνεται γαγγαμὼν γαγγαμόνος. Σημαίνει δὲ τὸ λαμβάνον δίκτυον. Ἔστι κυρίως γαγγάμη, σαγήνη, ἢ δίκτυον. Ὅθεν καὶ οἱ σαγηνευταὶ γαγγαμουλκοὶ, οἱ σαγηνεύοντες· καὶ γαγγαμεύς τις, ὁ τῇ γαγγάμῃ ἐργαζόμενος. Γαγγαλίζω: Παρὰ τὸ γελῶ, γελίζω· καὶ τροπῇ τοῦ ε εἰς α, γαλίζω· καὶ κατὰ ἀναδιπλασιασμὸν ἑτέρου γ, γαγγαλίζω, τὸ εἰς γέλωτα ἄγω. Γάγγραινα: Πάθος διαβρωτικὸν σαρκῶν. Παρὰ τὸ γράω ὃ σημαίνει τὸ ἐσθίω· Καλλίμαχος,

  
αἰζηῶν ἔγραε κηδόμενος.  
ἀντὶ τοῦ ἤσθιεν γίνεται γραίνα· καὶ ἐν διπλασιασμῷ, γάγγραινα. Γάδειρα: Τὰ Γάδειρα λέγονται πληθυντικῶς· ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρὰ, οἱονεὶ γῆς δειρά. Τὰ γὰρ γάδειρα τῆς γῆς ἐξοχή ἐστιν. Ἢ, ὡς φησὶ Κλαύδιος Ἰούλιος ἐν ταῖς Φοινίκης ἱστορίαις, ὅτι Ἀρχαλεὺς υἱὸς Φοίνικος, κτίσας τὴν πόλιν, ὠνόμασε τῇ Φοινίκων γραφῇ. Γάδον γὰρ παρʼ αὐτοῖς τὸ ἐκ μικρῶν ᾠκοδομημένον. Γαζοφυλάκιον: Θησαυροφυλάκιον· γάζα γὰρ θησαυρός. Εἰς τὸ Ῥητορικόν. Καὶ πλοῦτος, καὶ ταμιεῖα γάζας. Διογενιανός. Γάκινος: Ὁ σεισμὸς κατὰ Ἀθηναίους, ὁ τὴν γῆν κινῶν. Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις. Γάλα: Παρὰ τὸ γυῖα καὶ τὸ ἅλλομαι, τὸ ἐκ τῶν γυίων ἁλλόμενον. Γαληψός: Πόλις ἐστὶ Θρᾴκης· ὠνόμασται δὲ ἀπὸ Γαλήψου τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Ὁ πολίτης, Γαλήψιος. Τὰ δὲ εἰς ΨΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, σκινδαψὸς, ὀργάνου ὄνομα, καὶ κύριον· τίθεται καὶ κατʼ οὐδενὸς, ὡς τὸ τραγέλαφος, χεραψὸς, καλυψός. Γάλα: Παρὰ τὸ καλὸν εἶναι εἰς ἀνατροφὴν, κάλα, καὶ γάλα. Ἐκ δὲ τοῦ γάλα, γαλήνη, ἡ πραεῖα καὶ ἐφεσταμένη θάλασσα. Ἢ παρὰ τὸ γελᾶν, γελάνη τὶς οὖσα καὶ γαλήνη, ἡ πρᾶον ἔχουσα καὶ ἡδὺ θέαμα. Ζήτει εἰς τὸ γάκινος. Γαλαθηνός: Ὁ ὑποτίτθιος καὶ ὑπομάζιος· ὥσπερ παρὰ τὸν δείσω μέλλοντα γίνεται δεινός· <!-- 220 -->κλείσω, κλεινός· οὕτως καὶ παρὰ τὸν θήσω μέλλοντα δηλοῖ τὸ θρέψω γίνεται θηνός· καὶ ἐν συνθέσει μετὰ τοῦ γάλα γίνεται γαλαθηνὸς, ὁ ὑπὸ γάλακτος τρεφόμενος. Γαλατία: Χώρα· ὠνομάσθη ὥς φησι Τίμαιος ἀπὸ Γαλάτου, Κύκλωπος καὶ Γαλατίας υἱοῦ· ἢ διὰ τὸ ἐν αὐτῇ ὑπὸ Καίσαρος Αὐγούστου καταλειφθῆναι Γάλλους στρατιώτας. Ἡ χώρα· ἡ δὲ πόλις, Ἄγκυρα. Γαλόῳ: Οἱ μὲν λέγουσιν ὅτι ἔστι γάλως, εἶτα διαλύσει τοῦ ω, γάλοως, ὡς τὸ,

  
Ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἔβη.  
Ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν λέγει, ὅτι ἔστιν εὐθεῖα ἡ γάλως. Ἔστι δὲ ἡ ἀνδρὸς ἀδελφή. Κλίνεται τῆς γάλω. Ὁ κανών· τὰ δὲ βαρύτονα, κατὰ ἀποβολὴν τοῦ σ κλίνονται, τῆς Κέω. Ἡ δοτικὴ, τῇ γάλῳ· καὶ πλεονασμῷ τοῦ ο, γαλόῳ. Διὰ τοῦτο καταβιβάζει τὸν τόνον· ἐπειδὴ οὐδέποτε ἐπὶ τέλους κειμένου τοῦ ω τρίτη ἀπὸ τέλους τίθεται ἡ ὀξεῖα, χωρὶς τῶν Ἀττικῶν. Κλίνεται δὲ καὶ γάλως γάλωτος, ὡς γέλως γέλωτος. Γάλλος: Ὁ φιλοπάτωρ Πτολεμαῖος· διὰ τὸ φύλλοις κισσοῦ κατεστίχθαι, ὡς οἱ γάλλοι. Ἀεὶ γὰρ ταῖς Διονυσιακαῖς τελεταῖς κισσῷ ἐστεφανοῦντο. Γάλλος: Ὁ τῇ μητρὶ τῶν θεῶν ὀργιαζόμενος· ὁ ἄλλός τις γενόμενος καὶ μεταβαλὼν τὴν φύσιν ἐξ ἀνδρῶν, καὶ οὔτε ἀνὴρ ὢν οὔτε γυνή· ἐξετέμνοντο γὰρ οἱ τελούμενοι τῇ θεῷ. Ἢ ἀπὸ Γάλλου ποταμοῦ τῆς Φρυγίας, παρʼ ὃν ἐτελοῦντο. Γαλεάγρα: Ἡ τῶν θηρίων ὑποδοχή. Γαλερόν: Ἱλαρὸν, ἡδὺ, πρᾶον. Τάσσεται δὲ ἐπὶ βλεμμάτων. Καὶ γαλερωπὸς, ὁ γαλερὸν καὶ ἐπιτερπὲς βλέπων. Γαλιάγκων: Ὁ τὸν βραχίονα ἐλάττω ἔχων. Γάλωνες: Χρῶμα ἵππων τὸ ὀνοειδές. γάδειρα τὰ περιφράγματα. Φοίνικες. Γάμος: Παρὰ τὸ δαμῶ, τὸ δαμάζω, γίνεται δάμος, καὶ γάμος, ὁ δαμαστικὸς τῶν θηλειῶν. Ὅθεν καὶ τὰς παρθένους ἀδαμάστους λέγει Ὅμηρος· οἷον,

  
παρθένος ἀδμής.  
Οἱ δὲ, παρὰ τὸ γεννᾶν, γάμος. Ἐτυμολογοῦσι δὲ καὶ παρὰ τὸ δύο ἅμα εἶναι, κατὰ μετάθεσιν τοῦ εἰς γ. Γαμβρὸν δὲ, τὸν νυμφίον, ἢ τὸν κατʼ ἐπιγαμίαν οἰκεῖον. Ἐναλλάσσεται δὲ τὸ ὄνομα πολλάκις. Σοφοκλῆς δὲ τὸν πενθερὸν ἀντὶ τοῦ γαμβροῦ λέγει. Γαμησείω: Διὰ τῆς ΕΙ διφθόγγου· ἀπὸ τοῦ γαμήσω μέλλοντος. Καθόλου γὰρ τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων διὰ τοῦ ΕΙΩ γινόμενα παράγωγα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ΕΙ διφθόγγου γράφεται· οἷον, ἀπὸ μὲν ἐνεστῶτος, ὀλῶ, ὀλείω· κιχῶ, κιχείω· κρατῶ, κρατείω· ἀπὸ δὲ μέλλοντος, ὄψω, ὀψείω· βρώσω, βρωσείω. Οὐκ ἀντίκειται ἡμῖν τὸ ψῶ ψίω, τὸ ἐμβρωματίζω· ἐπειδὴ οὐκ ἔστιν ὑπὲρ δύο συλλαβάς. Γαμηλία: Ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγραφὴ, καὶ εἰσαγωγὴ ἐπὶ γάμοις, ἣν ὠνόμαζον καὶ κουρεῶτιν. Οἱ δὲ φασὶ γαμηλίαν θυσίαν, ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν. Ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις. Λυκόφρων,

  
καὶ γαμηλίους  
  
ἄξει θυηλάς.  
<!-- 221 -->Γαμήλια: Παρὰ τὸ γαμῶ, γαμήσω, γαμήλια, ὡς δεμῶ, δεμήσω, δεμήλια, καὶ θεμήλια· καὶ ὡς παρὰ τὸ κατοικῶ κατοικήσω κατοικήσια, καὶ κατοικέσια. Ἔστι δὲ θυσία τοῖς ἐν τῷ δήμῳ θεοῖς. Ἡ εἰς τοὺς φράτορας ἐγγραφὴ τῶν ἐφήβων γαμηλία πανήγυρις ἐλέγετο. Καὶ γαμήλιος ὁ εἰς τοὺς γάμους πλασσόμενος πλακοῦς. Γαμβρός: Παρὰ τὸ γάμω, γαμηρός· καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ β. Ἢ παρὰ τὸ γάμος. Γαμψός: Ὁ κεκαμμένος. Παρὰ τὸ κάμπτω, κάμψω, γαμψὸς, τροπῇ τοῦ κ εἰς γ, ὡς καμψώνυχες, γαμψώνυχες. Γαμφηλή: Ἡ γνάθος, ἡ σιαγών· παρὰ τὸ κάμπτω, γάμπτω· καὶ ὥσπερ παρὰ τὸ θάπτω γίνεται ταφὴ, οὕτω καὶ παρὰ τὸ γάμπτω, γαμφὴ, καὶ γαμφηλή. Γάνος: Παρὰ τὸ γανῶ, τὸ λαμπρύνω, γίνεται γάνος·

  
Λαμπρὸν γανόωντες.  
Καὶ γεγανωμένος· καὶ,

  
γάνυται δέ τε τοῖς ἐνοσίχθων.  
Χαίρει, καλλωπίζεται. Παρὰ τὴν γῆν, ἐκ γῶ γανῶ, ἡ θάλλουσα τοῖς φυτοῖς, ἡ λαμπρὰ καὶ χαρᾶς ἡμῖν αἰτία γινομένη. Γανυμήδης: Ὁ ἥρως ὁ οἰνοχόος· παρὰ τὸ γάνος μήδεσθαι τῷ Διῒ, ὅπερ ἐστὶ τὸ πόμα τὸ λαμπρόν. Εὐριπίδης,

  
Ὅπου βότρυος ἐν δαιτὶ γίνεται γάνος.  
Ἢ παρὰ τὸ γάννυσθαι τοῖς μήδεσι συνετὸς, ὡς Εὐμήδης. Γαργαλίζει: Κινεῖ, ὑποσαίνει, προτρέπει, ἐρεθίζει. Καὶ γαργαρίζει, ἐρεθίζει ἀπὸ τοῦ στόματος ὥστε ἐμέσαι. Γάργαρος: Πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κειμένη, ἣν κατῴκουν Λέλεγες· ἐξ ἧς διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς, καὶ ᾤκισαν αὐτὴν ὑπὸ πεδίον Γάργαρον. Ἐκείνη δὲ ἐρημωθεῖσα καλεῖται Παλαιὰ Γάργαρος· ὠνόμασται δὲ ἀπὸ Γαργάρου τοῦ Διὸς, ὡς δηλοῖ Νυμφίος ὁ φιλόσοφος. Οὕτως Ἐπαφρόδιτος ἐν ὑπομνήματι θʹ Ἰλιάδος, παρατιθέμενος Κλείταρχον Αἰγινήτην λεξικογράφον. Ἄλλοι δὲ ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα· ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς σώμασιν ἡμῶν γαργαρεῶνος. Καὶ γὰρ τὸ σῶμα τοῦτο ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει. Γαργαρεών: Ὡς Ἱπποκράτης, ἡ λεγομένη σταφυλή· ἀπὸ τοῦ ἤχου τοῦ γινομένου ἐν τῇ θεραπείᾳ αὐτῆς. Ὡς δὲ Σώρανος, τὸ ἄκρον τῆς λάρυγγος· ἀπὸ τοῦ ὁμοφραδοῦς ἤχου τοῦ ἐν τῇ καταπτώσει γινομένου. Γαρίμας: Ἐκ τοῦ μαρίκας· ἢ ἐκ τοῦ γαρίκας τὸ μαρίκας· βάρβαρον δὲ τὸ ὄνομα, καὶ ἡ κλίσις, καὶ ὁ τόνος. Ἡρωδιανὸς περὶ Παθῶν. Γάρκον: Τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει. Γάστριον: Πέμμα τι σησαμῶδες, παρὰ Κρησί. Γαυσόν: Σκαμβὸν, χωλὸν, στρεβλὸν, διεστραμμένον. Γαυλοὶ λέγονται καὶ τὰ Φοινικικὰ πλοῖα· καὶ γαυλιτικὰ χρήματα παρὰ Ξενοφῶντι, τὰ ἀπὸ τῶν πλοίων. Γαφάγας: Σκώληξ, ὑπὸ Συρακουσίων· ὃ ἡμεῖς ἔντερον. Καὶ γηφάγοι, πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτιζόμενοι, τροφῆς ἀμοιροῦντες. Γαστερόχειρες καὶ ἐγχειρογάστορες: Οἱ ἀπὸ χειρῶν ζῶντες. Καὶ γαστέρες, οἱ τροφῆς μόνης ἐπιμελούμενοι· καὶ γαστρίδες, οἱ τὰς ἔλμινθας ἔχοντες. Γαστήρ: Παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γαστὴρ, ἡ πάντα τὸν βίον μὴ πληρουμένη λαμβάνουσα. Ἐκ τοῦ γαστὴρ γίνεται γάστρα, ἡ εἰς κῦτος γενηθεῖσα τοῦ λαμβάνειν·

  
<!-- 222 -->Γάστρην μὲν τρίποδα.  
Γαστρίζεσθαι: Λαμπρότερον τρέφεσθαι, λαιμάργως διαιτᾶσθαι. Γάστρις γὰρ ὁ πολυφάγος καὶ ἀκρατὴς περὶ τὴν γαστέρα. Γαστρίμαργος: Πόθεν ἐτυμολογεῖται οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσεν. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Ζῴων μέμνηται ζῴου μάργου λεγομένου, καὶ ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος· καὶ ἀφʼ οὗ γεννηθῇ, οὐ παύεται γηϊφαγοῦν, ἕως οὗ ἐκτρυπῆσαν τὴν γῆν εἰς ἐπιφάνειαν ἔλθοι· καὶ ἐλθὸν, θνήσκει τρεῖς ἡμέρας. Ἔρχεται γὰρ νέφος βροχῆς, καὶ βρέχει ἐπάνω αὐτοῦ· καὶ ἀναζῇ, μηκέτι γηϊφαγοῦν. Καὶ ἐκ τούτου οἱ μετὰ τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντες, τοὺς πολυφάγους γαστριμάργους ἐκάλεσαν. Δύναται δέ τις εὐσεβῶς τοῖς οὖσιν ἐπιλαβεῖν τὰ εἰρημένα. Πᾶν γὰρ πάθος ἀπὸ σήψεως γίνεται· καὶ ἐπὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστικῆς ἕξεως εἰς φανέρωσιν ἔλθοι· καὶ ἐλθὸν, θνήσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς· καὶ οὕτως ἡ χάρις τοῦ Ἁγίου Πνεύματος διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, σταλαγμοὺς δίδωσι γνώσεως, καὶ ζωοποιεῖ οὐ κατὰ τὴν πρότερον ἐμπαθῆ ζωὴν, ἀλλὰ κατὰ τὴν ἐπʼ ἀρετῇ καὶ θεῷ οἰκείαν. Γαῦλος: Ποιμενικὸν ἀγγεῖον ἢ κάδος, εἰς ὃ τὸ γάλα δέχονται. Παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γάζω, γάλος, καὶ γαῦλος. Καὶ οὐ πάντως δεῖ παρὰ τὸ γάλα λαμβάνειν. Λέγεται δὲ καὶ τριήρης γαῦλος διὰ τὸ πλεῖστα δέχεσθαι, ὡς φησὶν Ἡρόδοτος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. Ἔστι δὲ εἶδος πλοίου λῃστικοῦ, ἥτις καὶ Λίβυρνος καλεῖται. Ἢ γύαλος τὶς ὢν, τουτέστι κοῖλος. Λέγεται καὶ ἀντλητήριόν τι. Γαῦρος: Ὁ ἐπηρμένος καὶ τεθαρσυμένος. Παρὰ τὸ γαίω, τὸ γαυριῶ, γίνεται γαῖρος· καὶ τροπῇ τοῦ ι εἰς υ, ὡς κλαίω κλαύσω. Γαίω, τὸ γαυριῶ· παρὰ τὸ γαῖα· μεγάλη γὰρ ἡ γῆ. Τὸ δὲ γαῖα, παρὰ τὸ γῶ, τὸ χωρῶ, ἡ χωρητική· ὡς παρὰ τὸ μῶ, τὸ ζητῶ, μαῖα· καὶ παρὰ τὸ ῥῶ, τὸ φθείρω, ῥαῖα· καὶ γραῖα, πλεονασμῷ τοῦ γ. Τὰ δὲ ἀπὸ περισπωμένων μονοσυλλάβων ῥημάτων διὰ τοῦ ΑΙΑ γινόμενα θηλυκὰ διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον, μῶ, μαῖα· γῶ, γαῖα. Τὸ α, βραχύ. Διατί; Πᾶν θηλυκὸν εἰς α λῆγον ὀξυνόμενον ἢ περισπώμενον ἐκτείνει τὸ α· προπαροξυνόμενον δὲ ἢ προπερισπώμενον, συστέλλει αὐτό. Ἢ τὰ διὰ τοῦ ΑΙΑ παρώνυμα ὑπὲρ δύο συλλαβάς εἰσι, καὶ ἐκτείνονται· τὸ δὲ μαῖα, γαῖα, διήλλαξε καὶ περὶ τὸν χρόνον. Γαῖα: Ἔστι γῶ σημαῖνον τὸ τίκτω· ἐξ οὗ γίνεται γέα διὰ τοῦ ε ψιλοῦ, οἱονεὶ ἡ γεννητική· ἐξ οὗ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η γίνεται γῆ. Ἐκ τούτου γίνεται ἄλλη παραγωγὴ διὰ τῆς ΑΙ διφθόγγου, γαῖα, ὥσπερ σελήνη, σεληναία· Ἀθήνη, Ἀθηναία. <!-- 223 -->Ἀλλʼ ἀντίκειται Σέργιος ὁ γραμματικὸς, λέγων ὅτι οὐκ ἐκ τοῦ γῆ ἐστι τὸ γαῖα, ἀλλʼ ἀπὸ τοῦ γαίω. Γαιήοχος: Ἀπὸ τοῦ τὴν γαῖαν ἔχειν γίνεται γαίοχος, καὶ πλεονασμῷ τοῦ η, γαιήοχος, ὁ ἐπὶ τῆς γῆς ὀχούμενος· περιλαμβάνει γὰρ αὐτὴν ὁ ὠκεανός· δεσπότης γὰρ τῶν ὑδάτων ὁ ὠκεανός. Ἢ ὁ συνέχων καὶ βαστάζων τὴν γῆν· φασὶ γὰρ ἐπὶ ὕδατος αὐτὴν ἐστηρίχθαι. Καὶ ἐννοσίγαιος λέγεται· τῇ γὰρ τοῦ ὕδατος παρὰ χρόνον τινὰ μεταστάσει γίνεται ὁ σεισμός. Ἢ ὁ χαίρων τοῖς ἅρμασιν· ἵππιος γὰρ ὁ θεός. Γαίειν γὰρ τὸ χαίρειν καὶ σεμνύνεσθαι. Γαιήϊος: Πλεονασμῷ τοῦ η, ὡς τὸ Νυσίον, Νυσήϊον. Γαιζήται: Οἱ Γαλάται· οἱ τὴν γῆν ζητοῦντες. Ἐκπεσόντες γὰρ τῆς ἑαυτῶν χώρας, πολλὴν γῆν περιῆλθον ζητοῦντες ὅπῃ οἰκήσουσιν. Εὐφορίων ἢ Πολυχαρίη· ὅθεν καὶ,

  
Γαιζῆται περὶ δείρεα χρυσοφορεῦντες.  
Γαιοδόται: Οἱ ἀρχιτέκτονες, ἢ οἰκονόμοι· παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ μερίζειν, οἱ τὴν γῆν διαμερίζοντες, ὅ ἐστι διαγράφοντες εἰς οἰκήματα. Καλλίμαχος,

  
Γαιοδόται καὶ σπάρτα διηνεκὲς εὖτε βάλωνται.  
Γαίων: Ἱλαρὸς, γαυριῶν, τερπόμενος· γαίουσα δὲ, ὑπερφρονοῦσα· γαίεσκον δὲ, ἔχαιρον. Γαιός: Ὁ ἐπίγειος ἄνεμος. Γαιόν: Τὸν ἐργάτην βοῦν. Γαῖσος: Ἐμβόλιον σιδηροῦν. Τριήρων δὲ τὴν φωνὴν ἐπὶ τῶν ἀκοντίων, ἃ Ῥωμαῖοι καλοῦσιν ὑσσούς. Ἰταλιῶται δὲ καὶ Ταραντῖνοι γαῖον τὸν μισθὸν λέγουσι. <!-- 222 -->Ἐκ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ γίνεται γεωμέτρης, γεωλόφος, γεωργός. Τὰ δὲ εἰς α λήγοντα ἐν τῇ κατʼ ἀρχὴν συνθέσει φυλάττει τὸ α, ἢ τρέπει αὐτὸ, ὀπωροπώλης, γεωμέτρης, γεώλοφος· ἔστι δὲ ὄρος, ὕψωμα γῆς· καλοῦσι δʼ οὕτως καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. Ἐκ τοῦ ῥητορικοῦ. <!-- 223 -->Γεωπεῖναι: Παρὰ Ἡροδότῳ οἱ ὀλίγην γῆν ἔχοντες, οἱονεὶ πεινῶντες γῆν. Ὦρος. Γέγειος: Ὁ ἀρχαῖος, παρὰ Ἑκαταίῳ· καὶ Καλλίμαχος,

  
ἦ ῥʼ ὅτι τὼς ὁ γέγειος ἔχει λόγος.  
Καὶ,

  
ἠχεῖ γέγεια  
  
ἄνθεα μήκωνός τε.  
Παρὰ τὸ γέα, τὸ διὰ τοῦ ε ψιλοῦ, γίνεται κτητικῷ τύπῳ, γέϊος· καὶ διπλασιασμῷ καὶ συναιρέσει, γέγειος. Ἢ παρὰ τὸ γέα, γέειος· καὶ πλεονασμῷ τοῦ γ, γέγειος. Γεγάασι: Γεγένηνται. Ἀπὸ τοῦ γείνω, γέγονα, γεγόνασι· καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ α, γεγάασιν· ἐκγεγάασιν, ἐκγεγένηνται, κατοικοῦσι. Γεγανωμένος: Λελαμπρυσμένος· ἢ χαίρων, ἢ διακεχυμένος, ἢ κεκαλλωπισμένος. Καὶ γανωθεὶς, οἷον καλλωπισθείς· καὶ γανῶσαι, ἐπὶ τοῦ λαμπρῦναι· καὶ γανεῖν, λευκάναι· καὶ γανερὸν, λαμπρὸν, λευκόν· καὶ γάνος, ὕδωρ, χάρμα, φῶς, λίπος, αὐγὴ, λευκότης, λαμπηδών· ὑπὸ δὲ Κυπρίων, παράδεισος. Γεγαυῖα: Ῥῆμα γῶ ἐξ οὗ καὶ τὸ γείνω· ὁ μέλλων, γήσω· ὁ παρακείμενος, γέγηκα· καὶ ὡς ἀπὸ τοῦ βέβηκα, βέβαα, οὕτω γέγηκα, γέγαα· ἡ μετοχὴ, γεγαὼς, τοῦ γεγαότος· τὸ θηλυκὸν, γεγαυῖα.

  
Ἑλένη Διὸς ἐκγεγαυῖα.  
Ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα. Καὶ τὸ γεγῶσα παρʼ αὐτό. Κανὼν γάρ ἐστιν ὁ λέγων, αἱ εἰς ΩΣ μετοχαὶ, εἰ μὲν ὦσιν ἀπαθεῖς, διὰ τοῦ ο κλινόμεναι, τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ ΥΙΑ· εἰ δὲ κατὰ πάθος, τὴν κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω, καὶ τὸ θηλυκὸν μεταποιοῦσιν εἰς α· ἑστὼς, ἑστῶσα· γεγὼς, γεγῶσα. <!-- 224 -->Γεγῶσα: Ἀπὸ τοῦ γενῶ, τὸ γίνομαι, ὁ μέλλων, γενήσω· ὁ μέσος παρακείμενος, γέγηνα· ἀποβολῇ τοῦ ν, γέγηα· ἡ μετοχὴ, γεγαὼς, τροπῇ τοῦ η εἰς α. Καὶ ἔστι σεσημειωμένον τὸ γεγαὼς, μεμαὼς, βεβαὼς, ἑσταώς· ἅπερ κατὰ κρᾶσιν γίνεται, γεγὼς γεγῶτος, μεμὼς μεμῶτος, βεβὼς βεβῶτος, ἑστὼς ἑστῶτος· καὶ τὰ θηλυκὰ, γεγῶσα, μεμῶσα, βεβῶσα, ἑστῶσα· καὶ τὰ οὐδέτερα διὰ τοῦ ω μεγάλου, τὸ γεγὼς, τὸ μεμὼς, καὶ τὰ ὅμοια. Ζήτει εἰς τὸ κεκοτηότα. Γεγωνεῖν: Σημαίνει τὸ τὴν φωνὴν ἐξάκουστον ποιεῖν· παρὰ τὸ γνώω, καὶ ἐν ὑπερθέσει, γωνῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν, γεγωνῶ. Οἱ γὰρ ἐξακουόμενοι, γνωστοί εἰσι. Δίδυμος δέ φησι γεγωνεῖν εἶναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν. Ἢ παρὰ τὸ γνόω γνῶ, γέγνοα· καὶ καθʼ ὑπέρθεσιν καὶ αὔξησιν, γέγωνα, καὶ γεγωνὼς ἡ μετοχή. Γεγωνέμεν: Ἀπὸ τοῦ φωνῶ, τροπῇ τοῦ φ εἰς γ, γεγωνῶ, γεγωνήσω, γεγώνηκα. Ἢ ἀπὸ τοῦ γωνῶ, γωνεῖν, καὶ γεγωνεῖν κατὰ ἀναδιπλασιασμόν· καὶ ποιητικῶς, γεγωνέμεν. Ἢ ἀπὸ τοῦ γνώω, ὅθεν καὶ τὸ γνώωσι, γίνεται μέσος παρακείμενος γεγωνὼς, ἐκβοῶν, κράζων. Ἐκ τοῦ γωνῶ, μέσος παρακείμενος, γέγωνα· ἡ μετοχὴ, γεγωνώς. Ἐξ αὐτοῦ γεγωνότερος συγκριτικόν· καὶ γεγωνότερον ἐπίρρημα σημαίνει ἐξακουστότερον καὶ λαμπρότερον. Γεγωνοκῶμαι: Γυναῖκες αἱ τὰς κώμας ἐμπιπλῶσαι βοῆς. Γέλως: Παρὰ τὸ τὸ γένειον εἰλεῖν, ὅ ἐστι συστρέφειν· περὶ γὰρ τὸ γένειον μῦες τινὲς κινούμενοι ποιοῦσι τὸν γέλωτα. Ἢ παρὰ τὸ τὰ γυῖα λύειν, ὅ ἐστι τὰ μέλη. Ἢ παρὰ τὴν ἕλην, ὃ σημαίνει τὴν θερμασίαν· οἱ γὰρ θερμοὶ πολλὰ γελῶσιν. Ἢ παρὰ τὸ χέω, χέλως, καὶ γέλως· οἱ γὰρ γελῶντες ἐκκεχυμένην ἔχουσι τὴν ψυχήν. Γελοῖος: Ὁ καταγελαστότατος. Παρὰ τὸ γέλως γελῶ, γελώϊος, ὡς πατρώϊος· καὶ Βοιωτικῶς, γελοῖος. Οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ ι εἰς τὴν ΟΙ δίφθογγον τρέπουσι, τὸ πατρώϊος πατροῖος λέγοντες, καὶ τὸ ἡρώϊος, ἡροῖος. Ἐξ οὗ καὶ γελοίϊον. Τὰ δὲ διὰ τοῦ ΟΙΟΣ ὀνόματα ὑπὲρ δύο συλλαβὰς ἅπαντα προπερισπᾶται· οἷον, παντοῖος, ἀλλοῖος, ἑτεροῖος οἱ δὲ μεταγενέστεροι τῶν Ἀττικῶν τὸ γελοῖος καὶ ὁμοῖος προπαροξύνουσιν· οὐκ εὖ. Γέλοιος λέγεται, ὁ γέλωτος ἄξιος· γελοῖος δὲ, ὁ γελωτοποιός. Γελαστὸς καὶ Ἀγέλαστος: Ὅμηρος,

  
Δεῦθʼ ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε.  
Δισσῶς δὲ ἀναγινώσκεται. Καὶ ἀγέλαστα, ἐφʼ οἷς δεῖ μὴ γελᾶν, ἀλλʼ ὀργίζεσθαι. Παρὰ τὸ γελῶ γελάζω, γελαστὸς, ὡς πελῶ πελάζω πελαστὸς, πλανῶ πλανάζω, καὶ συγκοπῇ πλάζω. Γεμέωσι δὲ παστάδες: Γεμῶμεν, γεμῆτε, γεμῶσι· καὶ πλεονασμῷ ποιητικῷ τοῦ ε, γεμέωσιν. Οὕτως Ἡρωδιανός. Γεγάμεν: Γεγενῆσθαι. Παρὰ τὸ γῶ γήσω, γέγημι· ἀπαρέμφατον, γεγάναι· καὶ Δωρικῶς, γεγάμεν, ὡς τιθέναι, τιθέμεν. Γεγυρωμένους: Ἠτονηκότας σώμασι, κεκαμμένους. Γέγυραν: Αὐλὴν, ἢ δεσμωτήριον. Γέλα: Πόλις Σικελίας. Ἀπὸ Γέλα τοῦ ποταμοῦ, ἐν ᾧ παράκειται ἡ πόλις. <!-- 225 -->Ἢ ὅτι Ἀντίφημος ἢ Δεινομένης ὁ Ῥόδιος κατὰ χρησμὸν εἰς Δελφοὺς παραγενόμενος ἤκουσεν, ὡς δέοι αὐτὸν πρὸς δυσμὰς ἀπιόντα πόλιν κτίζειν. Ἐπὶ δὲ τῇ ἀπροσδοκήτῳ ἀκοῇ ἐγέλασε· καὶ ἀπὸ τῶν συμβάντων ὠνόμασε τὴν πόλιν καὶ τὸν παρακείμενον ποταμόν. Τὸ ἐθνικὸν, Γελαῖος. Γέλαν: Οἷον,

  
Γέλαν δʼ ἀθάνατοι θεοί.  
Κατὰ συστολὴν λαμβάνεται, ὡς ἡ μετοχὴ δηλοῖ. Γέλαντος γὰρ ἡ γενικὴ, κατὰ συστολὴν τοῦ α. Τὰ δὲ ἐνδέοντα συλλαβῇ τρίτα πρόσωπα τῶν πληθυντικῶν καταλήγουσιν εἰς τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετοχῶν. Οὕτω Ζηνόδοτος. Γεννῶ: Τὸ τίκτω· παρὰ τὴν γῆν τὴν πάντων μητέρα. Ἔστι γὰρ γέα, ἐξ οὗ ῥῆμα, γέω, καὶ πλεονασμῷ τοῦ ν, γεννῶ. Ἢ παρὰ τὸ γείνω, γεννῶ· ἐπὶ μὲν τῆς γεννήσεως, διὰ δύο ΝΝ· ἐπὶ δὲ τῆς ποιήσεως καὶ κτίσεως, διʼ ἑνός ν· ἐξ οὗ καὶ γενητὸς, ὁ κτιστός. Τὰ δὲ ἀπὸ τοῦ γινῶ γινόμενα ὀνόματα διʼ ἑνὸς ν ἐκφέρονται· οἷον, γένεσις, γενέθλιον. Γενέθλη: Ἡ διʼ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἡμέρα. Παρὰ τὸ γενῶ γενέθρα, καὶ Ἰακῶς, γενέθρη, ὡς κολυμβῶ, κολυμβήθρα, καὶ κατὰ τροπὴν, γενέθλη· ὅθεν καὶ τὸ γενή. Ἀπὸ τοῦ γενῶ, γενὴ, ὡς ἀπειλῶ, ἀπειλή· εἰλῶ, εἰλή· ὠνῶ, ὠνή. Καλλίμαχος,

  
Τὴν δὲ γενὴν οὐκ οἶδα.  
Γενῶ: Τὸ πράττω· ὁ μέλλων, γενήσω· ὁ δεύτερος ἀόριστος, ἔγενον, ὁ μέσος, ἐγενόμην. Ζήτει εἰς τὸ ἐγκονεῖν. Γενεθλιαλογία: Μαντεία περὶ τῆς γενήσεως. Γενέθλια: Ἡ διʼ ἐνιαυτοῦ ἐπιφοιτήσασα τοῦ τεχθέντος ἑορτή· καὶ γενέσια, ἡ διʼ ἐνιαυτοῦ μνήμη. Γενεά: Παρὰ τὸ γένος γενεά· σημαίνει δὲ ἕξ· ἐπὶ μὲν γὰρ τοῦ παντὸς τῶν ἀνθρώπων γένους,

  
Οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν.  
Ἐπὶ δὲ τῆς εὐγενείας,

  
Γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς.  
Ἐπὶ δὲ τῆς ἡλικίας,

  
Οὕνεκʼ ἐγὼ γενεῇφι νεώτατος.  
Ἐπὶ δὲ τῶν προγόνων,

  
Τῆς γάρ τοι γενεῆς, ἧς Τρωΐ περ.  
Ἐπὶ δὲ τῶν ἐκγόνων,

  
Κρείσσων δʼ αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.  
Ἐπὶ δὲ διαστήματος χρόνου, τῶν μὴ κατʼ αὐτὸ βεβιωκότων,

  
Τῷ δʼ ἤδη δύο μὲν γενεαί.  
Γένος: Ἐκ τοῦ γένω, τοῦ σημαίνοντος τὸ τίκτω, γίνεται γένος, ὡς σθένω, σθένος· μένω, μένος· καὶ νείφω, νέφος. Ζήτει εἰς τὸ γεννητικόν. Γένειον: Παρὰ τὸ γένος, γένειον, ὡς δάνος, δάνειον. Ἀπʼ αὐτοῦ γὰρ τὰ γένη διαστέλλονται, καὶ διακρίνει τὰ γένη. Λέγεται ἀπὸ ἱστορίας. Ἔθνος γὰρ εἴκοσι καὶ πέντε χιλιάδων ἐπελθὸν παρεκάθητο τοὺς Ῥωμαίους· ἐκεῖνοι δὲ, ὀλίγοι ὄντες, ἀνοίξαντες ἑτέρας πύλας, ἔφερον τὰς σκλαβηνίας. Ἔτι δὲ οἱ σκλάβοι, ὀλίγοι ὄντες, ἔφερον τὰς γυναῖκας αὐτῶν· καὶ περιθέντες αὐταῖς σχῆμα ἀνδρεῖον καὶ γενειάδας, ἐξήρχοντο. Ἰδόντες δὲ τὸ πλῆθος τὰ ἔθνη, ἠρώτων τοὺς Ῥωμαίους, τίνες εἰσὶν οὗτοι· καὶ ἔλεγον Λογγίβαρδοι, τουτέστι βαθεῖαν ὑπήνην καὶ μακρὰν ἔχοντες. γενειάς ἐκ τοῦ γένειον ἡ βαθεῖα ὑπήνη. γενειάδες, αἱ κατὰ τῶν γενείων γενόμεναι τρίχες· τινῶν γραφόντων ἐθειράδες· παρὰ τὸν τόπον ἐν ᾧ πεφύκασι. <!-- 226 -->Γένυς: Τὰ γένεια, οἱονεὶ κένυς τὶς ἐστίν· ὅτι κενόν ἐστι τὸ κατʼ αὐτὴν μέρος ὀστέων. Σημαίνει δὲ καὶ σιαγόνα,

  
μετὰ γναμπτῇσι γένυσιν.  
γένειον μὲν, ὁ τόπος τῶν τριχῶν· γένεια δὲ, αἱ τρίχες. Γενήσεται: Γενῶ, τὸ πράττω· ὁ μέλλων, γενήσω· ὁ μέσος, γενήσομαι· τὸ τρίτον, γενήσεται. Γενναῖος: Ἀνδρεῖος, εὐγενὴς, συγγενὴς, μέγας. Γέντο: Ἐκ τοῦ γείνω, γενῶ· ὁ δεύτερος, ἔγενον· ὁ μέσος, ἐγενόμην, ἐγένετο, καὶ γέντο· οἷον,

  
Γέντο δʼ ἱμάσθλην.  
Σημαίνει τὸ ἔλαβεν. Ἕλω τὸ λαμβάνω· ὁ δεύτερος ἀόριστος, ἕλον, ἑλόμην ἕλου ἕλετο· καὶ κατὰ συγκοπὴν, ἕλτο· καὶ τροπῇ τοῦ λ εἰς ν Δωρικῶς, ὡς ἦλθεν, ἦνθεν, γίνεται ἔντο, καὶ πλεονασμῷ τοῦ γ, γέντο. Γεννῆται: Γένους ἐστὶ σύστημα ἐκ τριάκοντα ἀνδρῶν συνεστὼς, οὗ οἱ μετέχοντες ἐκαλοῦντο γεννῆται· οὐ κατὰ γένος ἀλλήλοις προσήκοντες, οὐδὲ ἀπὸ τοῦ αὐτοῦ αἵματος, ἀλλʼ ὥσπερ οἱ δημόται καὶ φράτορες ἐκαλοῦντο, νόμων κοινωνίαν τινὰ ἔχοντες, οὕτως καὶ οἱ γεννῆται συγγενικῶν ὀργίων ἢ θεῶν, ἀφʼ ὧν ὀργεῶνες ὠνομάσθησαν. Ἢ οἱ ταυτοῦ γένους μετέχοντες· ἢ ἀπʼ ἀρχῆς κοινὰ ἱερὰ ἔχοντες· οἱ δὲ, ὁμογαλάκτους, φράτορας, συγγενεῖς τοὺς γεννήτας. Γένος: Ἐπὶ ἔθνους τάσσεται, καὶ ἐπὶ πόλεως, καὶ ἐπὶ συστήματος, καὶ ἐπὶ τέκνου, καὶ ἐπὶ σπέρματος. Γενούστης: Παρὰ Πλάτωνι ἐν Φιλήβῳ· ἐπὶ δὲ τῆς τοῦ θεοῦ ἐννοίας, οἷον ὁ γεννητικός. Γέρων: Παρὰ τὸ ἔρρω, τὸ φθείρω, ἔρρων καὶ γέρων, ὁ μετὰ φθορᾶς εἰς τὸν ᾅδην πορευόμενος, πλεονασμῷ τοῦ γ. Ἢ παρὰ τὸ εἰς τὴν γῆν ἔρρειν, τουτέστι φθείρεσθαι, διὰ τὸ θανάτου ἐγγὺς εἶναι. Ἢ παρὰ τὸ εἰς γῆν ὁρᾶν τῷ κεκυφέναι, καὶ περὶ αὐτὴν νενευκότα περιπατεῖν. Ἢ παρὰ τὸ τῆς γῆς ἐρᾶν, πλησίον ὄντας θανάτου καὶ τάφου δεομένους. Ἢ παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν. Ἢ παρὰ τὸ εἴρω, τὸ λέγω· λεκτικοὶ γὰρ οἱ γέροντες· ἔρων καὶ γέρων· καὶ Ὅμηρος,

  
Γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ  
  
ἐσθλοί.  
Γέροντος: Ὁ κανών· τὰ εἰς ΡΩΝ λήγοντα δισύλλαβα, μὴ ὄντα συγκριτικὰ, φυλάσσει τὸ ω· Φάρων, Φάρωνος· Πτέρων, Πτέρωνος· Ἄκρων, Ἄκρωνος· Ἄμβρων, Ἄμβρωνος. Σώφρων σώφρονος δὲ, κοινόν ἐστι. Τὸ δὲ γέρων ὡς μετοχικὸν ἐκλίθη· συνεξηκολούθησε γὰρ τῇ φέρων φέροντος. Οὐκ ἔστι δὲ μετοχὴ, ἀλλʼ ὄνομα. Εἰ γὰρ ἦν μετοχὴ, φυλάττειν εἶχε τὸ ω ἐπὶ τῆς κλητικῆς. Αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὀνόματα τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς· τὸ δὲ ὦ γέρον, διὰ τοῦ ο μικροῦ. Γερόντειον: Τὸ ΤΕΙ, δίφθογγον. Τὰ ἀπὸ τῶν εἰς ΩΝ βαρυτόνων, διὰ τοῦ ΝΤ κλινομένων, διὰ τῆς ΕΙ διφθόγγου γράφεται· λέων, λεόντειος δορά· τὸ κύριον, διὰ τοῦ ι· δράκων, δρακόντειον αἷμα· γέρων, γερόντειος· Ἀνακρέων, Ἀνακρεόντειος· Λαομέδων, Λαομεδόντειος· καὶ τὰ ἀπὸ τῶν εἰς ΩΝ περισπωμένων· Ξενοφῶν, Ξενοφώντειος· Δημοφῶν, Δημοφώντειος· πλὴν τοῦ Ποσειδῶν, Ποσειδώνιος. Καὶ τὰ ἀπὸ τῶν εἰς ΩΝ βαρυτόνων μὴ κλινομένων διὰ τοῦ ΝΤ δίφθογγον ἔχει· Θέων, Θεώνειος· Τρύφων, Τρυφώνειος· <!-- 227 -->πλὴν τοῦ Ἀπόλλων, Ἀπολλώνιος, καὶ Ἀμμώνιος. Τὰ θηλυκὰ αὐτῶν ταῦτα διφθογγογραφεῖται, Ἀπολλωνεία βάξις, καὶ Ἀμμωνεία φήμη. γέροντες, γερόντων, καὶ πλεονασμῷ τοῦ ε, γεροντέων, ὡς ναῦται, ναυτῶν, καὶ ναυτέων. Τοῦτο διαίρεσίς ἐστι, καὶ οὐ πλεονασμός· ὁ γὰρ τόνος διελέγχει. Εἰ μὲν γὰρ περισπᾶται, δῆλον ὅτι διαίρεσις· εἰ δὲ βαρύνεται, δῆλον ὅτι πλεονασμὸς καὶ οὐ διαίρεσις. Οὕτως Ἡρωδιανός. Γέροντα μῦθον καὶ γέροντα πρᾶγμα: Ἑτέρως, καὶ ἀρσενικὸν καὶ οὐδέτερον, καὶ ἀρχαῖον καὶ παλαιόν. Γερούσιος καὶ γερουσία: Παρὰ τὸ γέρων, γερούσιος οἶνος, ὁ ἔντιμος, ὡς ἑκὼν, ἑκούσιος· καὶ ἐθέλων, ἐθελούσιος. Γέρας: Ἡ τιμή· παρὰ τὸ γῆρας· αἰδοῦς γὰρ ἄξιοι καὶ τιμῆς οἱ γέροντες. Ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας, οὗ πᾶς ἐρᾷ. Τὰ γέρα, ὅ ἐστι τὰς τιμάς. Ἀπὸ τούτου τὰ γέραα, Ἰωνικῶς· καὶ κατὰ συγκοπὴν, γέρα.

  
Γέρα πεσέμεν,  
ἀντὶ τοῦ κατέχειν. Γεραρός: Ὁ ἔντιμος. Παρὰ τὸ γέρας, γεραός· καὶ παράγωγον, γεραηρὸς, ὡς μέλιτος, μελιτηρός· καὶ ἐν συγκοπῇ, γεραρὸς, ὁ τῶν γερῶν ἄξιος. Γεραιός: Ὁ πρεσβύτης· ἀπὸ τοῦ γέρας γεραὸς, καὶ γεραιός. Γεραίτερος: Οὐ παρὰ τὸ γέρων ἐσχημάτισται· οὐδʼ ὅλως γάρ ἐστι παρὰ τὸ γέρων συγκριτικόν· ἀπαρασχημάτιστον γάρ ἐστι τοῖς τρισὶ γένεσιν· ἀλλὰ παρὰ τὸ γεραιὸς γίνεται γεραιότερος, ὡς παλαιὸς παλαιότερος· καὶ κατὰ συγκοπὴν, γεραίτερος. Ἰστέον δὲ ὅτι τὰ εἰς ΡΟΣ συγκριτικὰ ἢ διὰ τοῦ ο λέγεται, ἢ διὰ τοῦ ω μεγάλου. Ὅθεν τὸ γεραίτερος καὶ μεσαίτερος καὶ φιλαίτερος κατὰ συγκοπὴν γέγονεν ἀπὸ τοῦ μεσαιότερος καὶ φιλαιότερος καὶ τῶν ὁμοίων. Ὅθεν ἁμαρτάνουσιν οἱ λέγοντες μεσαίτατος καὶ φιλαίτατος, καὶ ἀρσενικώτατος. Οὕτω Φιλόξενος εἰς τὰ συγκριτικά. Γεραῖραι: Παρὰ Ἀθηναίοις γυναῖκες τινὲς ἱεραὶ, ἃς ὁ βασιλεὺς καθίστησιν ἰσαρίθμους τοῖς βωμοῖς τοῦ Διονύσου, διὰ τὸ γεραίρειν τὸν θεόν. Οὕτω Διονύσιος ὁ Ἁλικαρνασεύς. Γεραιστιάδες: Οὕτω νύμφαι καλοῦνται ἐν Γορτύνῃ τῆς Κρήτης, ὅτι τὸν Δία τρέφουσαι ἐγέραιρον. Γεραιστός: Ἀκρωτήριον Εὐβοίας, ἱερὸν Ποσειδῶνος· παρὰ τὸ ἐν αὐτῷ γεραίρεσθαι τὸν Ποσειδῶνα. Παρὰ τὸ γερῶ, γεράζω, γεραίρω γεραιστός. Γεραίστιον: Χωρίον τῆς Ἀρκαδίας, παρὰ τὸ γέρας· ὅτι τίμιόν ἐστι διὰ τὸ ἐκεῖ τὸν Δία σπαργανωθῆναι. Γέραστος Γεραστοῦ διαφέρει. Γέραστος μὲν γὰρ, ἀπὸ τοῦ γέρας, ὁ ἔντιμος· Γεραστὸς δὲ, ἀκρωτήριον ἅμα καὶ ἐπίνειον Εὐβοίας, ἐν ᾧ Ποσειδῶνος ἱερόν. Γερήνιος: Ἔντιμος, παρὰ τὸ γέρας· ἢ ἀπὸ τοῦ Γερήνη Γερήνιος, ὁ ἐν Γερήνῃ κώμῃ τῆς Πύλου τραφείς. Γέρανος: Ὁ ὄμβρος ὑπὸ Κυρηναίων· παρὰ τὸ τὴν γῆν ῥαίνειν. Οὕτως Ἐρέννιος Φίλων ἐν τῷ περὶ Χρηστομαθίας. Φησὶ δὲ τὴν δευτέραν δασύνεσθαι. Γέρανος: Τὸ ζῷον, οἱονεὶ γήρευνός τις οὖσα· ἀπὸ τοῦ τὰ τῆς γῆς ἐρευνᾶν σπέρματα· ὅστις καὶ σπερμολόγος καλεῖται. Ὅτε γὰρ ὁ γεωργὸς σπείρει καὶ οὐ χωννύει αὐτὰ, ἐκεῖνος συλλέγων ἐσθίει. Ἔστι δὲ καὶ εἰδικὸν τὸ γέρανος. <!-- 228 -->Ἔστι καὶ ποιά τις ὄρχησις· καὶ ὄργανον ξυλικὸν, ἐν ᾧ κόπτουσιν οἱ ἀλφιτοποιοὶ τὰ ἄλφιτα. Ὅθεν καὶ γεράνεια τὰ ἄλφιτα καλοῦσι. Γέρανος καὶ ὁ ἐν τῇ σκηνῇ ἅρπαξ κατεσκευασμένος ὑπὸ τοῦ μηχανοποιοῦ, ἐξ οὗ ὁ ἐσκευασμένος ὑποκριτικῶς τραγῳδεῖ. Γερασηνός: Ἀπὸ τόπου. Ἀλέξανδρος πόλιν παραλαβὼν, τοὺς ἐν ἡλικίᾳ πάντας κτείνας, ἀπέλυσε τοὺς γέροντας. Οἱ δὲ συνελθόντες κτίζουσι πόλιν, καὶ λαβόντες γυναῖκας ἐπαιδοποίησαν. Γέρων: Σημαίνει τρία· τὸν προβεβηκότα τῇ ἡλικίᾳ, ὡς τὸ,

  
Παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας.  
Καὶ τὸν ἔντιμον, ὡς τὸ,

  
Δαίνυ δαῖτα γέρουσι.  
Καὶ τὸν παλαιὸν, ὡς τὸ,

  
Εἵλετο δὲ σάκος εὐρὺ γέροντος.  
Γενεά: Σημαίνει τέσσαρα· ποτὲ μὲν τὴν ἡλικίαν,

  
γενεῇ δὲ νεώτατος ἔσκεν ἁπάντων.  
Καὶ τὴν εὐγένειαν,

  
γενεῇ μὲν ὑπέρτατος ἐστὶν Ἀχιλλεύς.  
Καὶ τὴν φυλὴν,

  
Οἵηπερ φύλλων γενεή.  
Καὶ,

  
Πᾶσαι γενεαί.  
Γενεὰ λέγεται καὶ τὰ εἰκοσιεννέα ἔτη, ὡς τὸ,

  
Τῷ δʼ ἤδη δύο μὲν γενεαί.  
Γεράνεια: Ὄρος Μεγάρων. Εὐφορίων,

  
καὶ ὀχθηρῆς Γερανείης.  
Εἴρηται δὲ, ὅτι Μεγαρεὺς ὁ Διὸς καὶ μιᾶς τῶν καλουμένων θηΐδων νυμφῶν, τοῦ κατακλυσμοῦ γενομένου, πρὸς φωνὴν γεράνων νηχόμενος, προσέφυγε τῇ ἄκρᾳ τοῦ ὄρους. Ἀπὸ δὲ τῶν γεράνων Γεράνειαν ἐκάλεσαν τὸν τόπον. Γεράνδρυον: Ἀπολλώνιος,

  
Ἔσκε δέ τι βριαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ,  
  
πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον.  
Ἔστι δὲ παλαιὸν φυτόν· σημαίνει τὸ γεγηρακὸς καὶ παλαιὸν δένδρον· ἢ τὸ ἐν τῇ ῥίζῃ συμφυὲς ἐξηραμμένον. Εἴρηται παρὰ τὴν δρῦν. Δοκεῖ γὰρ πρῶτον φυτὸν ἐγνῶσθαι δρῦς· ὅθεν καταχρηστικῶς δρυμοὺς ἐκάλουν τοὺς δασεῖς τόπους ἀφʼ οἱωνδήποτε ὄντας φυτῶν· καὶ δρυφάκτους, τοὺς ἀπὸ ξύλων περιορισμούς. Γεργύρα: Ὁ ὑπόνομος κυρίως διʼ οὗ τὰ ὕδατα φέρεται τὰ ὄμβρια, γεώρυγα τινὰ ὄντα· τὰ ὑπὸ γῆν ὀρύγματα· καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν καὶ διπλασιασμὸν, γεργύρα. Ζήτει εἰς τὸ γόργυρα. Ὁ δὲ Ἀλκμὰν διὰ τοῦ ε γεργύρα φησί. Γέρδιος: Ἡ ὑφάντρια. Εἴρηται παρὰ τὸ ἐπὶ τῆς γῆς ἔχειν ἕδος, ὅ ἐστιν ἐπὶ τῆς γῆς ἕζεσθαι. Γέρρα: Περσικὰ μέν ἐστιν ὅπλα, δερμάτινα κυρίως· καταχρηστικῶς δὲ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἐξ ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. Λέγεται δὲ οὕτως καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς, οἷον δέρα τινὰ ὄντα, τροπῇ τοῦ δ εἰς γ· παρὰ τὸ δέρας, ὃ σημαίνει τὸ δέρμα. Λέγονται δὲ γέρρα καὶ τὰ δερμάτινα αἰδοῖα. Λέγονται δέρρα καὶ αἱ σκηναὶ, ἐν αἷς τὰ ὤνια ἐπιπράσκετο· καὶ τὰ στρωτήρια. Λέγοιτʼ ἂν ὁμοίως καὶ τὰ τῶν σκηνῶν περιφράγματα γέρρα· διὸ καὶ Δημοσθένης τὰ τῶν σκηνῶν σκεπάσματα γέρρα καλῶν, ἐμπιπρᾶσθαι λέγει. Ἀπὸ σταυροῦ δέ φησιν Εὔπολις. Καὶ Δημοσθένης,

  
τὰ γέρρα ἐνεπίμπρασαν.  
Καὶ οἱ τόποι οἱ περιπεφραγμένοι. Καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. Γεῦσις: Κυρίως ἡ ἐπὶ τῶν ὑγρῶν προσφορὰ, δεῦσις τὶς οὖσα· παρὰ τὸν δεύσω μέλλοντα, ὡς γνώσω, γνῶσις. Γέφυρα: Πόλις Βοιωτίας, ἡ καὶ Τάναγρα καὶ Γραῖα καὶ Ποιμανδρία καλουμένη. <!-- 229 -->Εἴρηται, ὅτι ἐν Σχεδίᾳ κώμῃ κατοικοῦντες, καὶ ἐν τῇ πέραν γῇ τοῦ Ἀσωποῦ, διὰ τοῦ χειμῶνος ἐν ταῖς πρὸς ἀλλήλους ἐπιμιξίαις γεφύραις ἐχρῶντο. Γεφυρεῖς: Δῆμος Ἀττικός· ὅθεν καὶ Γεφυραία Δημήτηρ. Εἴρηται ἀπὸ τοῦ ἔχειν γέφυραν, διʼ ἧς ἐπὶ Ἐλευσῖνα κάτεισιν οἱ μύσται. Γέφυρα: Ἡ κατὰ τὸν τόπον οἰκοδομὴ, διʼ ἧς ὁδοιπόροι πορεύονται. Παρὰ τὸ γῆ καὶ τὸ φυρῶ, τὸ ἀναμιγνύω, γήφυρά τις οὖσα, ἡ τῇ γῇ φυραθεῖσα, καὶ ἐφʼ ὑγρῷ τόπῳ κειμένη. Ἢ ἡ ἐφʼ ὑγροῦ γῆ, οἱονεὶ γέφυγρά τις οὖσα. Ὅμηρος δὲ,

  
πολέμοιο γεφύρας,  
Ἰλιάδος δʹ, διόδους, τάξεις, ὑπεροχὰς, τὰ μέσα τῆς φάλαγγος.

  
Γεφύρωσεν δὲ κέλευθον,  
ἀντὶ τοῦ διαβατὴν ἐποίησεν. Γείνατο: Σημαίνει τὸ ἐγέννησεν. Ἔστι γέω τὸ σημαῖνον τὸ τίκτω· πλεονασμῷ τοῦ ν, γίνεται γένω· καὶ πλεονασμῷ τοῦ ι, γίνεται γείνω, τὸ γεννῶ· ὁ μέλλων, γενῶ, ὡς μείνω μενῶ, κείρω κερῶ· ὁ ἀόριστος, ἔγεινα, ὡς ἔμεινα· ὁ μέσος, ἐγεινάμην· τὸ τρίτον, ἐγείνατο· καὶ κατὰ συγκοπὴν, γείνατο. Γεωφανεῖον: Χωρίον ἐστὶν ἐν ᾧ γῆς εἶναι μέταλλον. Ἡ δὲ γῆ ἦν ξανθοτέρα, πεποιημένη τοῖς ζωγράφοις εἰς τὰς γραφάς. Τάχα δὲ ἡ μίλτος ἐστίν. Ἢ μέταλλον γῆς κεραμίτιδος, ἢ τινὸς ἄλλης ἐργασίας. Γεύλοφα ἢ Γεώλοφα: Ὄχθαι· τινὲς, ὄρη γεώδη. Γείτων: Παρὰ τὸ γέα γεΐτων· καὶ κατὰ συναίρεσιν, γείτων. Ἢ ἀπὸ τοῦ γείνω, τοῦ σημαίνοντος τὸ πλησιάζω, γέγονε γείτων. Ἢ παρὰ τὸ γῆ, γηΐτων· καὶ κατὰ συστολὴν καὶ συναίρεσιν, γείτων. Καὶ ὥσπερ ἀπὸ τοῦ εὐδαίμων εὐδαίμονος γίνεται εὐδαιμονῶ, οὕτως καὶ ἀπὸ τοῦ γείτων γείτονος, γειτονῶ, καὶ γειτονιῶ, καὶ γειτνιῶ, συγκοπῇ. Γεῖσα: Δεῖ γινώσκειν, ὅτι πληθυντικῶς οὐδετέρως λέγεται· οἷον,

  
Οὐ γεῖσα χραισμήσουσιν, οὐδʼ ἐπάλξιες,  
Λυκόφρων. Σημαίνει δὲ πᾶν ἐξέχον μέρος, καὶ τὰ πρὸ τῶν θυρῶν στεγάσματα· καὶ τὸ καλούμενον νῦν περίπτερον, τὸ ἄκρον τῆς ὀροφῆς·

  
Ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον,  
Εὐριπίδης. Γίνεται παρὰ τὸ γέα, γέϊσα· καὶ γεῖσα κατὰ συναίρεσιν. Καὶ γεισίποδες, αἱ δοκοὶ, αἱ ἐγκείμεναι δοκίδες, ἐφʼ ὧν τὰ γεῖσα τίθενται. Γεισίποδες: Παρὰ τὸ εἶναι βάσεις τῶν θεμελίων. Καὶ γεισῶσαι, καὶ γείσωσις, τὸ τῆς γῆς ἔκθετον. Ἀριστοφάνης δὲ καὶ τὰς ὤας τοῦ ἱματίου γεῖσα εἶπε. Γειόμορος: Ὁ γεωργὸς καλεῖται·

  
Τέμνοντα σπορίμην αὔλακα γειομόρον.  
Εἴρηται ἀπὸ τοῦ τὴν γῆν μορεῖν, ὅ ἐστι πονεῖν. Γειόμορος οὖν, ὁ γεωπόνος. Γειοτόμον: Ἄροτρον. Ἡ γῆ· καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν; Οὐκ ἔχει. Μάχεται ἡ κλίσις τοῦ ὀνόματος τῆς φύσεως μὴ ἀπαιτούσης. Γῆ: Παρὰ τὸ γῶ, τὸ χωρῶ, ἡ πάντα χωροῦσα. Τοῦτο δὲ παρὰ τὸ χῶ· τροπῇ τοῦ χ εἰς γ, γῶ· ἀφʼ οὗ παράγωγον, χείω· οἷον,

  
Οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται.  
Γηγενής: Χωρὶς τοῦ ι. Οἱ γὰρ Δωριεῖς γαγενὴς λέγουσιν, ὡς φησὶν Ἡρωδιανός. Ὅλα ταῦτα χωρὶς τοῦ ι, ἐπειδὴ ἀπὸ τῆς γῆ εὐθείας ἔχει τὴν σύνθεσιν· <!-- 230 -->οἷον, γήπεδον, γηπόνος, γηλεχὴς, ὡς παρὰ Καλλιμάχῳ,

  
Γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος.  
Χοιροβοσκός. Γήδιον: Τριῶν ὄντων τῶν πρωτοτύπων, γῆ, καὶ γαῖα, καὶ γέα, ἐκ ποίου τούτων γέγονε τὸ γήδιον; Λέγει δὲ ὁ Δίδυμος, ὅτι ἔστι γέα διὰ τοῦ ε· καὶ ἐπειδὴ, ἡνίκα ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται καὶ παραλήγει τῷ ε ἢ τῷ ο, τότε γίνεται διὰ τοῦ ΔΙΟΝ ἡ παραγωγὴ, καὶ προσέρχεται κατὰ τὴν παραλήγουσαν τὸ ι· οἷον, πράξεως, πραξείδιον· λέξεως, λεξείδιον· βοῦς βοὸς, βοίδιον· νοῦς νοὸς, νοίδιον· οὕτως οὖν καὶ γέα γέας, γείδιον, διὰ τῆς ΕΙ διφθόγγου· καὶ κατʼ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η, γῄδιον, διὰ τοῦ η καὶ ι, ὥσπερ εἰκάζω, ᾔκαζον· καὶ εἴδειν, ᾔδειν. Περὶ δὲ τούτου ζήτει εἰς τὴν ἀκτῖνα τοῦ Χοιροβοσκοῦ. Γήπεδον: Σημαίνει τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον, τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Γίνεται δὲ παρὰ τὸ γῆ, γήπεδον. Γήπαιδες: Οἱ λεγόμενοι Λογγίβαρδοι· οἱονεὶ, Γετίπαιδες, οἱ Γετῶν παῖδες. Γήτειον: Τὸ χλωρὸν κρόμυον. Ἀριστοφάνης,

  
μήτε γητείῳ νέῳ.  
Παρὰ τὸ ἐκ γῆς ἔτειον, τὸ αὐτόετες ἐκ τῆς γῆς ὄν. Λέγεται δὲ καὶ γήθυον. Γράφεται διὰ τῆς ΕΙ διφθόγγου. Τὰ γὰρ ἀπὸ τῶν εἰς ΟΣ δισυλλάβων οὐδετέρων διὰ τοῦ ΕΙΟΝ γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆς ΕΙ διφθόγγου γράφεται· οἷον, δάνος, δάνειον· γένος, γένειον· βρένθος, βρένθειον· ἔστι δὲ εἶδος πολυτελοῦς μύρου. Οὕτως οὖν καὶ ἀπὸ τῆς γῆς γίνεται γῆτος, καὶ γήτειον. Πρόσκειται, «μονογενῆ,» διὰ τὸ ἅγος ἅγιον, διὰ τοῦ ι. Ἀλλʼ οὐκ ἔστι μονογενές. Ὁ ἅγιος γὰρ, καὶ ἡ ἁγία, καὶ τὸ ἅγιον. Γηθοσύνη: Παρὰ τὸ γῆ γίνεται γήθω, καὶ γηθήσω, γηθόσυνος, γηθοσύνη, ἡ χαρά. Παρὰ τὴν γῆν δέ· ἐπεὶ θάλλουσα τοῖς καρποῖς χαίρειν ἡμᾶς ποιεῖ· ὡς τὸ,

  
Ἦ κεν γηθήσαι Πρίαμος.  
Ἔστι συζυγίας πρώτης τῶν περισπωμένων. Γηρωκομῶ: Τὸ ΡΩ, μέγα. Ἐκ τοῦ γῆρας γήραος, γήρως, καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι. Τὰ δὲ παρὰ Ἀττικῶν γενικῶν σύνθετα διὰ τοῦ ω μεγάλου γράφεται· οἷον, ἡρωφόρος, κερωφόρος, γηρωκόμος. Καὶ παροξύνονται. Τὰ γὰρ ἀπὸ ῥήματος συντεθέντα ὀνόματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τὰ δὲ ἀπὸ ὀνόματος προπαροξύνονται. Γηραιός: Παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν· ἕπεται γὰρ τοῖς γέρουσιν ἡ τιμή. Τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ η γράφεται· οἷον, καλόγηρος, βαθύγηρως, ὑπέργηρως, κλίνεται κατὰ ἀποβολὴν τοῦ σ. Γηράς: Λέγεται ὅτι ἀπὸ τοῦ γηράσας κατὰ συγκοπὴν γηράς. Οὐκ ἔστι δὲ ἐντελὴς ἡ κλίσις. Ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι· ἡ μετοχὴ, γηρὰς, ὥσπερ ἵστημι, ἱστάς· τὸ ἀπαρέμφατον γηράναι, ὡς ἱστάναι· ἡ γενικὴ, γηράντος, ὡς ἱστάντος· οἷον,

  
Γηράντων ἀνδρῶν.  
Καὶ ἡ δοτικὴ,

  
γηράντεσσι τοκεῦσιν.  
ἀντὶ τοῦ τοῖς γηρῶσιν. Ἡ αἰτιατικὴ,

  
Γηράντας τιμᾶν.  
Ἔστι δὲ πρώτης καὶ δεύτερας συζυγίας τὸ γηρᾷς, ὥσπερ τὸ πιμπλᾷς· <!-- 231 -->οἷον, πιμπλῶ, πιμπλᾷς, καὶ πιμπλῶ πιμπλεῖς· οὕτως οὖν καὶ γηρῶ, γηρᾷς, καὶ γηρεῖς. Ἡ μετοχὴ,

  
Γηρεὶς ἐν οἰκέουσιν.  
Ἡ γενικὴ, γηρέντος, ὥσπερ τιθέντος. Ξενοφάνης· οἷον,

  
Ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.  
Γῆρυς: Ἡ φωνὴ, παρὰ τὸ γέρας· ἡ γὰρ φωνὴ τοῖς γέρουσι πρέπει. Ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ, ἡ διὰ τῆς τραχείας ἀρτηρίας χωροῦσα. Γηρυών: Ὁ ἥρως ὁ ἐν Ἐρυθείᾳ τὰς βοῦς ἔχων. Τριχῶς σχηματίζεται τὸ ὄνομα, Γηρυὼν, Γηρυονεὺς, Γηρυόνης· ἀφʼ οὗ κλίσις διάφορος· παρὰ τὸ γηρύω, ὅ ἐστι φθέγγομαι, πλεονασμῷ τοῦ ν. Καὶ ἔστι βαρύτονος μὲν ἡ μετοχὴ, ὀξύνεται δὲ τὸ ὄνομα. Καὶ κατὰ μεταπλασμὸν, Γηρυονεὺς, καὶ Γηρυόνης. Πρέπον ὄνομα βουκόλῳ· κρακτικοὶ γάρ. Ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν λέγει αὐτὸ ἀπὸ τοῦ Γηρυόνης εἶναι, κατὰ ἀποκοπὴν τῆς ΗΣ συλλαβῆς, καὶ ἐκτάσει τοῦ ο εἰς ω, Γηρυὼν, ὡς πόθεν, πῶς. Γίγαντος: Μεγάλου, ἰσχυροῦ. Γιγαντία: Ἡ Λυκία· καὶ γίγαντες, οἱ οἰκοῦντες. Γίγας: Παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γάς· καὶ κατὰ ἀναδιπλασιασμὸν, γίγας· ἢ παρὰ τὸ ἐκ τῆς γῆς ἰέναι· οἷον,

  
Οὓς καλέουσι γίγαντας ἐπώνυμον ἐν μακάρεσσιν,  
  
οὕνεκα γῆς ἐγένοντο, καὶ αἵματος οὐρανίοιο.  
Οὕτως Ὀρφεὺς ἐν τῷ ὀγδόῳ τοῦ Ἱεροῦ Λόγου. Γιγωνίς: Ἄκρα μεταξὺ Μακεδονίας καὶ Πελλήνης. Καὶ Γιγὼν ἐντεῦθεν ὁ Διόνυσος εἴρηται, ἀπὸ τῶν γιγάντων. Ἢ ἀπὸ τοῦ ῥέοντος ποταμοῦ Γίγαντος. Γίγλυμος: Ὁ στρεφόμενος γόμφος ἐπὶ τῶν θυρῶν καὶ ἐπὶ τοῦ θώρακος· οἱ στροφεῖς. Καὶ φιλήματος εἶδός τι. Γινώσκω: Ἔστι ῥῆμα νοῶ, νοήσω, καὶ κράσει τοῦ ο καὶ η εἰς ω, νώσω, ὡς ὀγδοήκοντα, ὀγδώκοντα, πλεονασμῷ τοῦ κ νώσκω, ὡς ὀλῶ, ὀλέσκω· καὶ μετάγονται τὰ τοιαῦτα εἰς ἐνεστῶτα, διότι τὸ κ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· καὶ πλεονασμῷ τοῦ γ, γνώσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν, γιγνώσκω, καὶ ἐκβολῇ τοῦ ἑνὸς γ, γινώσκω. Καὶ μετῆλθεν ἀπὸ τοῦ θέσει εἰς τὸ φύσει μακρόν. Ὁ μέλλων; Οὐκ ἔχει. Διατί; Τὰ γὰρ εἰς ΣΚΩ λήγοντα ῥήματα μέλλοντα οὐκ ἔχει, πλὴν τοῦ θνήσκω θνήξω, ἀλύσκω ἀλύξω. Τὸ γὰρ διδάξω οὐκ ἐκ τοῦ διδάσκω, ἀλλʼ ἐκ τοῦ διδάχω· ἀφʼ οὗ καὶ διδαχή. Ἀλλὰ καὶ τὰ διὰ τοῦ ΑΝΩ βαρύτονα, λανθάνω, λαμβάνω, μανθάνω· καὶ τὰ διὰ τοῦ ΕΙΝΩ, φαείνω· οὐδέποτε δὲ τὸ ὀρίνω καὶ ὠδίνω, καίπερ διὰ τοῦ ι γράφεται· καὶ τὰ διὰ τοῦ ΕΙΩ παρὰ ἐνεστώτων ἢ μελλόντων γινόμενα, οἷον, ὀψείω, βρωσείω, θείω· πλὴν τοῦ κλείω. Ταῦτα δὲ παρὰ ἐνεστώτων γινόμενα ἔχουσι παρατατικόν· οἷον, τελῶ, τελείω, ἐτελειόμην· ἐξ οὗ καὶ,

  
ἐτελείετο βουλή.  
Τὰ δὲ παρὰ μέλλοντος γινόμενα οὐδὲ παρατατικὸν ἔχει· οἷον, βρώσω, βρωσείω· πλὴν τοῦ ὄψω, ὀψείω. Εὑρέθη γὰρ ὤψεον. Καὶ τὰ διὰ τοῦ ΥΘΩ, οἷον, μινύθω· καὶ τὰ διὰ τοῦ ΕΘΩ, φλεγέθω, τελέθω· καὶ τὰ διὰ τοῦ ΑΘΩ, κιάθω· καὶ τὰ διὰ τοῦ ΕΘΩ μετʼ ἐπιπλοκῆς συμφώνου, ὡς τὸ ἐρέχθω, ἄχθω· καὶ τὰ εἰς ΒΩ τῷ ε παραληγόμενα, ἢ μόνον ἢ μετὰ ἀφώνου, βαρύτονα· ὡς τὸ σέβω, φέρβω· καὶ τὰ εἰς ΝΩ βαρύτονα τῷ ε παραληγόμενα, ὡς τὸ στένω, σθένω· <!-- 232 -->τὸ γὰρ μένω, ὡς ἀπὸ περισπωμένου ἔχει τὴν κλίσιν· καὶ τὰ εἰς ΜΝΩ· οἷον, μίμνω, τέμνω, κάμνω. Ὁμοίως ἔχει καὶ δέμω, τέμω· ὁ γὰρ παρακείμενος αὐτῶν, ὡς ἀπὸ περισπωμένου. Ὁμοίως ἐὰν ἔχοι ἡ πέμπτη συζυγία τῶν βαρυτόνων τὴν πρώτην συλλαβὴν δεδιπλασιασμένην, καὶ λήγουσαν εἰς ἀμετάβολον· οἷον, καρκαίρω, μαρμαίρω, μορμύρω, παμφαίνω. Ὁμοίως καὶ τὰ εἰς ω λήγοντα, ἔχοντα πρὸ τοῦ ω βʹ σύμφωνα κατʼ ἐπιπλοκὴν, ὧν τὸ δεύτερον ἐστὶν ἀμετάβολον· οἷον, μέμβλω, ὄφλω, ἔγρω, δάκνω. Καὶ τὰ εἰς ω καθαρὰ τῇ ΥΙ διφθόγγω παραληγόμενα, ὀπυίω. Καὶ τὰ διὰ τοῦ ΥΩ ὑπὲρ βʹ συλλαβὰς ποιοῦσι παράγωγον εἰς ΜΙ, πηγνύω, πήγνυμι. Καὶ τὰ Ἀττικὰ βαρύτονα, ἀλέξω, αὔξω, ἕψω· καὶ τὰ ποιητικὰ, ὡς τὸ ὄσσω, ἐκ τοῦ ὄπτω· καὶ λεύσσω, ἐκ τοῦ βλέπω· καὶ πέσσω, ἐκ τοῦ πέπτω· καὶ κορύσσω, ἐκ τοῦ κορύπτω. Καὶ τὰ παραγόμενα ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα, ὡς τὸ ὄρσω· ἐξ οὗ τὸ ὄρσεο· καὶ ἄξω,

  
Ἄξετε Πριάμοιο βίην.  
Καὶ τὰ εἰς ΔΩ, εἰ ἔχει πρὸ τοῦ δ τὸ λ ἢ τὸ ν· οἷον, σπένδω, κυλίνδω, ἕλδω, μέλδω. Ταῦτα πάντα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. Γίνω: Παρὰ τὸ γίγνω. Τὸ ΓΙ μακρόν. Διατί; Γίγνω καὶ τὰ θεματικὰ, ἡνίκα ἀποβάλλωσι σύμφωνον, εἰς φύσει μακρὰ μεταβαίνουσι. Γίνεται: Τὸ σημαῖνον τὸ ἀποτελεῖται, διὰ τοῦ ι γράφεται, καὶ ὤφειλε διὰ διφθόγγου, εἴγε τὰ ἀπʼ αὐτοῦ κινήματα ἔχει τὸ ε, οἷον, γένομαι, ἐγενόμην, καὶ ἐγενάμην· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται τοῦ ἐπὶ τὸ γεννᾶται. Τὸ δὲ γίνεται ἐπὶ τοῦ τελειοῦται ἀπὸ τοῦ γίγνεται γέγονε κατὰ ἀποβολὴν τοῦ γ. Τὸ δὲ γίγνεται διὰ τοῦ ι γράφεται· ἐπειδὴ ἀπὸ τοῦ γένομαι γίνεται ἐν πλεονασμῷ συμφώνου γίγνεται. Τὸ ε γὰρ ἐν πλεονασμῷ συμφώνου γενόμενον τρέπεται εἰς τὸ ι· οἷον, μένω, μίμνω· τέκω, τίκτω. Οὕτως οὖν καὶ γένεται, γίγνεται. Γλάγος: Τὸ γάλα. Ἐκ τῆς γάλακτος γενικῆς γίνεται γλάκος καὶ γλάγος. Γλάξ: Βοτάνης εἶδος γαλακτοποιητικῆς. Παρὰ τὸ γάλακτος εἶναι αὐξητικὴν ταῖς ἐσθιούσαις, γάλαξ, καὶ γλάξ. Γλαΐνους: Τὰ λαμπρύσματα τῶν περικεφαλαίων, οἷον ἀστέρας. Γλάμυξα: Ὄμματα ὧν οἱ κανθοὶ ψωρώδεις. Καὶ γλαμυξιᾶν, τὸ γλαμᾶν, ὅπέρ ἐστι λημᾶν. Γλαμυρὸν καὶ Γλαμῶδες: Ὑγρὸν καὶ καιόμενον δακρύοις ὄμμα· καὶ γλαμυροὺς, ἐνυγροβίους. Γλακτοφάγος: Ἰλιάδος νʹ,

  
καὶ ἀγαυῶν Ἱππημολγῶν,  
  
γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων.  
Ἤτοι λαμπρῶν καὶ ἐνδόξων· ἢ ἐθνικὸν ὄνομα οὕτω καλούμενον ἵππους ἀμελγόντων· γαλακτοφάγοι γάρ εἰσιν. Ὅθεν καὶ γαλακτοφάγους αὐτοὺς εἶπεν. Ἐκ τοῦ ἀμέλγω, ἀμολγός· καὶ ἱππημολγὸς, ὁ ἵππους ἀμέλγων. Οἷον ἀρκούμενοι γάλακτι, καὶ λεπτῇ ἢ λιτῇ διαίτῃ. Καλῶς οὖν εἴρηνται δικαιότατοι. Ἐπιθυμία γὰρ πλειόνων ἐπʼ ἀδικίαν ἄγει. Τοῦτο συνιδὼν καὶ Λυκοῦργος κοινὴν καὶ οὐ περιττὴν Λακεδαιμονίοις τράπεζαν εἰσήνεγκεν. Ἀβίων δὲ, ἤτοι βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις· τινὲς δὲ τούτους Σαρμάτας φασίν. <!-- 233 -->Ἢ τὸ α κατʼ ἔκτασιν, ἵνʼ ᾖ πολυβίων καὶ πολυετῶν. Ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ, δικαιοτάτων. Ἢ μὴ βιαζομένων. Ἔστι δὲ καὶ ἔθνος ἐν Σκυθίᾳ, οἱ Ἁμαξόβιοι καὶ Νομάδες ὀνομαζόμενοι. Γλαρίς: Λιθοξοϊκὸν ἐργαλεῖον. Καλλίμαχος,

  
Καὶ γλαρίδες σταφύλη τε καθιεμένη τε μολιβδίς.  
Παρὰ τὸ γλάπτω, τὸ κοιλαντικὸν τῶν λίθων. Ἢ ἀπὸ τοῦ γλαφυρὸς γλαφυρίς· καὶ κατὰ συγκοπὴν, γλαρίς. Σμίλην, ἢ ῥίνην, ἢ ὄρυγμα. Γλαύξ: Πετηνὸν νυκτερινὸν, ὃ καὶ τῇ Ἀθηνᾷ προσανατίθεται· παρὰ τὸ γλαύσσω, γλαύξω, κατὰ ἀφαίρεσιν τοῦ ω. Ἔστι γὰρ ὀξυωπέστατον τὸ ζῷον, ἐν νυκτὶ ὁρᾶν δυνάμενον. Δημόκριτος δὲ ἱστορεῖ, ὅτι μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων μὴ τυφλὰ τίκτει, ὅτι πολὺ πυρῶδες καὶ θερμὸν περὶ τοὺς ὀφθαλμοὺς ἔχει· ὃ σφοδρῶς ὀξὺ καὶ τμητικὸν ὑπάρχον, διαιρεῖ καὶ ἀναμίγνυσι τὴν ὅρασιν· διὸ καὶ ἐν ταῖς σκοτομήνῃσιν ὁρᾷ, διὰ τὸ πυρῶδες τῶν ὄψεων. Γλαύσουσιν: Ἀντὶ τοῦ λάμπουσι·

  
διαγλαύσουσι δʼ ἀταρποί.  
Ἐξ οὗ γλαυκῶπις· καὶ γλαύσσειν, φαύσκειν. Γλαυκός: Τὸ ἐπίθετον τὸ σημαῖνον τὸν ἔχοντα πυρώδη τὰ ὄμματα. Παρὰ τὸ γλαύσσω, γλαυκὸς, ὡς λεύσσω λευκός. Παρὰ δὲ τὸ γλαυκὸς γίνεται ῥῆμα παράγωγον, γλαυκῶ, καὶ γλαυκιῶ. γλαυκὴ, ἰσχυρὰ, καὶ λευκή. Γλαυκὸν γὰρ λαμπρὸν, θρασὺ, ἰταμόν. Γλαύκιος: Ὁ τὸ γλαυκὸν ἔχων ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ γλαύσσω, ὅ ἐστι λάμπω. Γλαυκώπιον: Τὴν ἀκρόπολιν οἱ ἀρχαῖοι· ἢ τὸ ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς ἱερόν. Ἀπὸ Γλαύκου τινὸς αὐτόχθονος, ἐν τῷ τόπῳ τούτῳ κατοικήσαντος. Γλαυκῶπις: Ἤτοι γλαυκόφθαλμος, καλή· ἢ γλαυκοὺς καὶ καταπληκτικοὺς τοὺς ὦπας ὅ ἐστι τοὺς ὀφθαλμοὺς ἔχουσα· ἢ ἀπὸ τοῦ δεινὸν γλαύσσειν τοῖς ὀφθαλμοῖς, ὅ ἐστιν ἀπαιθύσσειν· ἢ ἀπὸ τοῦ γλαυκὰ ὀπίζεσθαι, τουτέστιν ἐντρέπεσθαι. Ἢ ἀπὸ τοῦ Γλαυκωπίου ὄρους, ὃ Λυκαβηττὸς καλεῖται. Ἢ παρὰ τὸ γλαύσσω, γλαύξω· ἐξ οὗ καὶ ἡ γλαὺξ, τὸ ὄρνεον. Γλαφυρή: Ὄνομα. Ἡ γλαφυρά· τὸ ἀρσενικὸν, ὁ γλαφυρός. Γίνεται παρὰ τὸ γλάφω, τὸ διορύττω· ἐξ οὗ

  
καὶ γλάφυ πετρῆεν.  
Σημαίνει δὲ τὸ σπήλαιον. Γλάφω, γλάψω, ἔγλαψα· ἡ μετοχὴ, γλάψας, οἷον,

  
Εὐνὰς ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν,  
Ὅμηρος· διακοιλάνασα. Γλαφυρόν: Ἡδὺ, κοῖλον, βαθὺ, σοφὸν, ἔμπειρον, ἀκριβές. Ἐπὶ τοῦ κοίλου, παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω ἢ διορύττω· ἐξ οὗ καὶ γλάμματα, καὶ γράμματα. Γλάπτω γλαφυρὸς, ὡς λέπω λεπυρός. Ἐπὶ δὲ τοῦ ἡδέος, τὸ διορύττον καὶ κινοῦν τὴν ἀκοὴν πρὸς ἡδονήν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων. Ἔστι δὲ καὶ ῥητορική. Γλαφυρὰ φόρμιγξ, ἡ γεγλαμμένη καὶ κεκοιλαμμένη. Καταχρηστικῶς λέγεται γλαφυρὸς ἄνθρωπος, παρὰ τὸ γλάπτω. Ἢ παρὰ τὸ γλάφω, γλύφω, γλάφος, ὡς θρύπτω, τρύφος· καὶ ὡς δάσος, δασύς· πάχος, παχύς· οὕτω γλάφος, γλαφύς. Καὶ γλαφὺ τὸ κοῖλον σπήλαιον, ἄντρον.

  
Γλάφυ πετρῆεν,  
Ἡσίοδος. Γλήνη: Ἡ κόρη τοῦ ὀφθαλμοῦ, γαλήνη τις οὖσα· καὶ κατὰ συγκοπὴν, γλήνη· παρὰ τὸ γαληνιοῦσθαι τὸν νοῦν διʼ αὐτῆς τῇ τῶν ὁρατῶν ποικιλίᾳ. <!-- 234 -->Ἢ παρὰ τὴν αἴγλην, αἰγλήνη· καὶ ἀποβολῇ τῆς ΑΙ συλλαβῆς. Ἢ ἀπὸ τοῦ γλαύσσειν, ὅ ἐστι λάμπειν· εἰσὶ γὰρ ἔμπυροι. Ὅθεν καὶ ὁ λέων παρʼ Ὁμήρῳ γλαυκιόων. Γλήνεα: Κόσμια, πολλῆς θέας ἄξια, ἀξιοθεατότατα χρήματα· παρὰ τὴν αἴγλην, τὴν λαμπρότητα· τὰ ποικίλματα. Οἱ δὲ, ζῴδια. Γλεῦκος: Τὸ ἀπὸ τῆς ληνοῦ ἀπόσταγμα αὐτομάτως καταρρέον ἀπὸ τῆς σταφυλῆς. Ἔστι δὲ τοῦτο γλυκύτατον καὶ λιπαρώτατον. Γλήνην: Κόρην, ὄψιν, ὀφθαλμὸν, παίγνιον. Οἱ δὲ, καὶ τὸ οὐδενὸς ἄξιον· καὶ τὴν πεπλασμένην κόρην, πρόσοψιν. Καὶ γλήνας, τὰ κηρία τῶν μελισσῶν. Γλαυσόν: Λαμπρόν. Καὶ γλαύσσει, λάμπει, φαίνει, φαύσκει· καὶ γλαῦξον, ἐπίλαμψον. Γλαυκίζειν: Τὸ ἀμβλυώττειν. Γλίσχρον: Ἰατρικῶς τὸ ἐχέκολλον καὶ μὴ διασπώμενον. Γλίσχρως δὲ, τὸ εὐτελῶς καὶ λεπτῶς διαιτᾶσθαι. Γλισᾶς: Ὄνομα πόλεως. Κλίνεται δὲ Γλισᾶντος· καὶ ὤφειλεν εἶναι Γλισᾶ, ὡς Θωμᾶς Θωμᾶ, Μητρᾶς, Μητρᾶ. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ γλισάεις γλισάεντος, ὡς τιμήεντος, τιμῆντος. Πᾶσα δὲ λέξις ἀπὸ τοῦ ΓΛΙ ἀρχομένη ἀποστρέφεται τὴν ΕΙ δίφθογγον. Γλίον τὸ ἰσχυρόν· γλία, ἡ κόλλα· γλιῶσαι, τὸ παίζειν. Γλίνα: Ὁ ῥύπος. Γλιχύτης: Ἡ ἀτυχὴς, ἡ ἐρωτική. Γλιχώ: Ἡ φειδωλὸς, ἢ περίεργος. Γλίσχρος: Ὁ λίχνος καὶ ἐπιθυμῶν ἐφυβρίστως· οἱονεὶ λίσχος, ὁ λίαν καὶ ἐπιπολὺ ἐχόμενος, πλεονασμῷ τοῦ γ· ἢ παρὰ τὸ γλίχω, ὡς κόπτω κόπρος, κάπτω κάπρος, ὁ γλιχόμενος τροφῆς ὑπὲρ τὸ δέον. Εἰς δὲ τὸ Ῥητορικὸν Λεξικὸν εὗρον σημαίνειν τὴν λέξιν ἐμπαθὲς, κολλῶδες. Καὶ γλίσχρος, ἀτυχὴς, φειδωλὸς, σκνιφὸς, πάνυ ῥυπαρός. Γλιχόμενος: Καρτερῶν, ἢ ἐπιθυμῶν. Ἀριστοφάνης ἐν Γεωργοῖς,

  
Τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχῃ;  
γλίχεται, λίαν ἔχεται, ἐπιθυμεῖ· παρὰ τὸ λίαν ἔχεσθαι· καὶ πλεονασμῷ τοῦ γ, γλίχεσθαι. Γλουτός: Τὸ σφαίρωμα τῆς κοτύλης· ἢ τὸ ὑπὸ τὸν πρωκτὸν μέρος ὄπισθεν τῶν μηρῶν· διὰ τὸ τρυφερὸν καὶ ἁπαλὸν καὶ γλοιῶδες, οἱονεὶ γλοιοὶ τινὲς ὄντες· καὶ γὰρ οὗτοι μετὰ λειότητος ἔνυγροί εἰσιν. Ἢ τὴν λαγόνα σημαίνει. Γλοίης: Ὁ νωθρός· καὶ γλοίητα, τὸν ῥυπαρὸν καὶ μοχθηρὸν τῷ ἤθει· καὶ γλοιάζειν, τὸ τοῖς ὄμμασιν ἐπιμύοντα μυκτηρίζειν καὶ κακοηθεύεσθαι. Οἱ δὲ, διαγελᾶν. Γλυκύς: Παρὰ τὸ γλεῦκος, ὅ ἐστιν ὁ νεωστὶ ἀποστάζων ἐκ τῆς ληνοῦ οἶνος. Τὰ δὲ εἰς ΥΣ τριγενῆ ποιοῦσι συγκριτικὰ καὶ ὑπερθετικά· οἷον, ὁ βραδὺς, ἡ βραδεῖα, τὸ βραδύ· καὶ τὸ συγκριτικὸν, βραδύτερος, βραδίων, βράδιστος. Οὕτως οὖν καὶ γλυκὺς, γλυκεῖα, τὸ γλυκύ· καὶ τὸ συγκριτικὸν, γλυκύτερος, γλυκίων, γλύκιστος· ὅθεν τὸ πρεσβύτερος καὶ νεώτερος παραλόγως· ἀπαρασχημάτιστα γὰρ τοῖς τρισὶ γένεσιν. Ἀλλὰ μήποτε ὁμοτυπίᾳ συγκριτικῶν ταῦτα ὑπάγονται. Φιλόξενος. Γλύκιον: Ὅτι τὰ εἰς ΩΝ συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ἀναβιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλητικῆς· <!-- 235 -->ἀρείων, ὦ ἄρειον· βελτίων, ὦ βέλτιον· ὦ γλύκιον. Γλύσσων: Ὁ γλυκύτερος, παρὰ Ξενοφάνει,

  
γλύσσονα σῦκα.  
Παρὰ τὸ γλυκίων, γλύσσων, ὡς βραδίων, βράσσων. Γλύκων: Εὐήθης. Γλυφίς: Παρὰ τὸ γλάφω, γλύφω, γλυφὶς, ἡ χηλὴ τῆς ἀκίδος· ἤγουν ἡ ἐκκοπὴ τοῦ βέλους, ἡ ἐντιθεμένη τῇ νευρᾷ τοῦ τόξου· παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐστι κεκοιλάνθαι. Ἢ παρὰ τὸ γλάπτω, γλαφὶς, καὶ γλυφίς· οἷον,

  
Ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια.  
Τὰς παρὰ τοῖς πτεροῖς ἐντομὰς τοῦ βέλους. Γλυφὶς καὶ ἡ κεφαλὴ τοῦ κίονος·

  
Λαϊνέαις χαλκίοις ἐπὶ γλυφίδεσσιν ἀρήρει.  
Λέγεται γλυφὶς καὶ τὸ γλύφον ἐργαλεῖον· ὃ καὶ γλύφανον ὠνόμασε Θεόκριτος. Λέγεται δὲ καὶ κατὰ σύνθεσιν, ὠτογλυφίς. Γλύφιον: Ἄντρόν τι καὶ ὄρος· ὅθεν νύμφαι γλυφίαι. Γλῶσσα: Παρὰ τὸ γνῶ γνώσω γνῶσα καὶ γλῶσσα, ἡ ὑπὸ γνῶσιν ἄγουσα τὰ ἐν τῇ διανοίᾳ· ἢ διʼ ἧς τὰ τῆς ψυχῆς βουλεύματα γινώσκομεν. Ἢ παρὰ τὸ κλώθω κλώσω, κλῶσα, καὶ γλῶσσα· κλωθομένης γὰρ τῆς γλώσσης ἐξέρχονται οἱ λόγοι. Ἢ διὰ τὸ εὐχερῶς κλᾶσθαι· καὶ γὰρ κλωμένη τὴν ἔναρθρον φωνὴν ἀποδίδωσι. Διὰ δύο ΣΣ· τὰ παρὰ Ἀττικοῖς ... τὸ ΣΑ, βραχύ· τὰ εἰς α λήγοντα θηλυκὰ παραληγόμενα ἑνὶ τῶν διπλῶν, ἢ διὰ δύο ΣΣ ἐκφερόμενα καὶ βαρυνόμενα, συστέλλει τὸ α· οἷον μάζα, ῥίζα, δίψα, δόξα. —Ἢ καὶ οὕτω· τὰ εἰς α λήγοντα θηλυκὰ ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα συστέλλει τὸ α· οἷον κνίζω, κνίσω, κνίσα· ἵζω τὸ καθέζομαι, ἵζα, ῥίζα· ἄγω, ἄξω, ἄξα, καὶ ἅμαξα· μῶ, τὸ ζητῶ, μώσω, μῶσα καὶ μοῦσα. Σημαίνει τρία· τὸ μέρος τοῦ σώματος· ὡς τὸ,

  
Τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρύμνην τάμε χαλκός.  
Καὶ τὴν διάλεκτον, ὡς τὸ,

  
Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδʼ ἴα γῆρυς·  
  
ἀλλὰ γλῶσσʼ ἐμέμικτο.  
Σημαίνει καὶ σκεῦος· ἐξ οὗ καὶ γλωσσόκομον, τὸ τὰς γλώσσας δεχόμενον. Τὰ δὲ παρʼ αὐτὴν τὴν αὐτὴν φυλάττει γραφὴν, ἀλλόγλωσσος, ἑτερόγλωσσος, πολύγλωσσος. Γλώσσασπις: Ὁ τῇ γλώσσῃ οἷον ἀσπίδι καὶ προβολῇ κεχρημένος· ἀπὸ μεταφορᾶς τῶν πολεμούντων. Γλωττοστροφεῖν: Περιλαλεῖν καὶ στωμύλλεσθαι. Γλωττοδεψεῖν: Αἰσχρουργεῖν. Γλώσσαργον: Στόμαργον, ἢ ταχύγλωσσον. Γλωττοποιός: Ὁ τὰς αὐλητικὰς γλώττας ποιῶν. Γλωττοκομεῖον: Ἐν ᾧ οἱ αὐληταὶ ἀπετίθεσαν τὰς γλώττας. Εἴρηται δὲ καὶ τὸ γυναικεῖον αἰδοῖον ὑπὸ Εὐβούλου φοινικιστὴν σκώπτοντος. Γλυκυθυμία: Ἡ ἐπὶ τὸ ζῆν ἡδονὴ, καὶ οἷον φιλοψυχία. Λέγεται ἁπλῶς καὶ πᾶσα ἡδονή. Γλωχίν: Ἡ γωνία· καὶ

  
ὀϊστῷ τριγλώχινι,  
τρεῖς ἀκίδας ἔχοντι, τουτέστι τριγώνῳ. Παρὰ τὸ γλύψαι καὶ κοιλάναι· ἢ παρὰ τὸ γωνίας ἔχειν. Ἢ παρὰ τὸ γλάφω, γλωχίν. Γνάθος: Ἡ παρειά· παρὰ τὴν γνάμψιν καὶ κάμψιν ἢ κλάσιν, ἡ καμπτομένη σιαγών· οἷον,

  
Φυσίγναθος ἀντίον ηὔδα.  
<!-- 236 -->Γναθμός: Οἷον,

  
χαμαὶ δʼ ἐκ πάντας ὀδόντας  
  
Γναθμῶν ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης.  
Ἔστι δὲ ἡ γνάθος. Παρὰ τὸ γνάπτω, γέγναπται, γναπτὸς καὶ γναθμὸς, ὡς κέκλαυσαι, κλαυθμός. Ὁ δὲ Ἡρωδιανὸς γνάθος, καὶ πλεονασμῷ τοῦ μ, γναθμός. Γναθμῶν: Ὄνομα προσηγορικόν. Γέγονε δὲ παρὰ τὸ κάμπτω, τροπῇ τοῦ κ εἰς γ, ὡς κόνυ, γόνυ. γίνεται γνάπτω· ὁ παθητικὸς παρακείμενος, γέγναμμαι, γναμμός· καὶ τροπῇ τοῦ μ εἰς θ, γναθμός. Γνάμπτω: Ἐκ τοῦ κάμπτω. Σύνηθες δὲ τοῖς παλαιοῖς λέγειν γνάπτω,

  
ἀνεγνάφθη δέ οἱ αἰχμὴ,  
ἄνευ τοῦ μ· καὶ,

  
ἐπέγναψε γὰρ ἅπαντας  
ἄνευ τοῦ μ. Ἐν τῇ συνηθείᾳ,

  
Οἱ δʼ ὥστʼ αἰγυπιοὶ γαμψώνυχες.  
Καὶ τὸ ἐοίκαμεν ὑπὸ συγκοπῆς ἀχθὲν, ἔοιγμεν. Μετὰ τῆς ἀνὰ προθέσεως, ἀναγνάμπτω. Ἡ δὲ ἀνὰ σημαίνει τὴν ἐξ ὑστέρου ἐπάνοδον. Τὰ εἰς ΠΤΩ λήγοντα ῥήματα βαρύνεται, βλάπτω, βάπτω, ὄπτω· τὸ δὲ ὀπτῶ, ἐκ τοῦ ὄπτω βαρυτόνου, διήλλαξε· χωρὶς εἰ μὴ προκατάρχει ὄνομα· διὰ τὸ ἀελπτῶ καὶ ἀπεπτῶ· ἔστι δὲ ἄελπτος καὶ ἄπεπτος. Γνήσιος: Γενήσω, γενήσιος, ὡς θαυμάσω, θαυμάσιος· καὶ κατὰ συγκοπὴν, γνήσιος, ὁ ἐκ τῆς αὐτῆς γεννηθεὶς, καὶ μὴ νόθος. Ἢ ἀπὸ τοῦ γενητὸς, γενητόσιος, ἢ γενήσιος, ὡς πλοῦτος, πλούσιος· καὶ συγκοπῇ, γνήσιος. Αἱ δὲ παιδοποιΐαι παρὰ τῷ ποιητῇ τετραχῶς λέγονται· γνήσιος, ὁ ἐκ νομίμων γάμων· νόθος, ὁ ἐκ παλλακίδος· παρθένιος, ὁ ἐκ παρθένου νομιζομένης· καὶ σκότιος, ὁ ἐκ λαθραίας μίξεως. Γνόφος: Ἡ συννεφία, ὁ ζοφώδης ἀήρ· παρὰ τὸ κενὸς φάους εἶναι γίνεται κνόφος καὶ γνόφος. Ἢ παρὰ τὸ νείφω, νόφος· καὶ πλεονασμῷ τοῦ γ. Ἢ παρὰ τὸ δονεῖν καὶ τὸ νέφος γίνεται δόνοφος· καὶ ἐν συγκοπῇ, δνόφος καὶ γνόφος. Γνοίης: Ἐκ τοῦ γνῶμι, ἡ μετοχὴ, γνούς· καὶ τὸ εὐκτικὸν, γνοίην·

  
Γνοίης χʼ οἵου φωτός.  
Τὸ πλῆρες, γνοίης κε, ἀντὶ τοῦ μάθοις ἄν. Γνύξ: Ἐπὶ γόνατα. Παρὰ τὸ γόνυ, γόναξ· καὶ,

  
Γνὺξ δʼ ἔριπʼ, οἰμώξας.  
Ἀντὶ τοῦ ἐπὶ γόνυ ἔπεσεν. Γνύπετον: Ἀργὸν, ἢ ἔκλυτον. Γνύπετοι: Στυγνοὶ, καὶ οἷον νενυγμένοι. Καὶ τὸ κατεγνυπτῶσθαι τοιοῦτον δηλοῖ. Ῥητορική. Ἢ ἐκτεταμένοι, δειλοί· ἄλλοι δὲ, κατηφεῖς. Γνώμη: Ποιά τις διάθεσις. Παρὰ τὸ νοῶ νοήσω, νοήμη, καὶ κατὰ κρᾶσιν, νώμη· καὶ πλεονασμῷ τοῦ γ, γνώμη. Γνωματεύω:

  
Καὶ γνωματεύοντες, ἐγίνωσκον ὅσον ἦσαν ἀφῃρημένοι.  
Παρὰ τὸ γνώμη καὶ τὸ ματεύω, τὸ ζητῶ. Σημαίνει δὲ διακρίνοντες καὶ διαγινώσκοντες ἀκριβῶς. Γνώμων: Ὁ ὀδοὺς τῶν ἀλόγων ζῴων. Ἔνθεν καὶ προβατογνώμων εἴρηται ἀπὸ τοῦ τὸν χρόνον ἀπʼ αὐτοῦ διαγινώσκεσθαι. Ἔνθεν καὶ λειπογνώμων, ὁ ἤδη βεβληκὼς τοὺς ὀδόντας. Ἐγὼ δὲ εὗρον ἐν τοῖς Ῥητορικοῖς τὴν λέξιν σημαίνουσαν οὕτως· γνώμων· ὁ συνετός. Λέγεται δὲ γνώμων καὶ κανόνιόν τι μηχανικόν· καὶ δὴ καί τι σχῆμα γεωμετρικόν· καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρονομικοῦ. Ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα λαμβανόμενον. Καὶ γνώμονες, ἄρχοντες τινὲς Ἀθήνῃσι λέγονται· <!-- 237 -->καὶ οἱ ἀκριβεῖς, ἀπὸ τοῦ γνῶναι. Γνώριμος: Παρὰ τὸν γνώσω μέλλοντα γίνεται γνώσιμος, ὡς ὀνήσω ὀνήσιμος· καὶ τροπῇ τοῦ σ εἰς ρ, γνώριμος. Γνωτός: Ὁ ἀδελφός· παρὰ τὸν γνώσω μέλλοντα γίνεται γνωτός· ὅτι τῶν ἄλλων μᾶλλον γινώσκεται. Ἢ ὁ ἅμα τινὶ γεννητὸς, καὶ γνητὸς καὶ γνωτός. Ἔστι δʼ ὅτε σημαίνει καὶ τὸ φανερὸν καὶ γνώριμον, ὡς τὸ,

  
γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,  
  
ὡς ἤδη Τρώεσσιν ...  
Γνωσιμαχῆσαι: Γνόντα ὅτι πρὸς κρείττονα αὐτῷ ἐστιν ἡ μάχη ἡσυχάσαι· ἢ μεταβουλεύσασθαι, καὶ τὸ ἤδη κεκυρωμένῃ γνώμῃ μάχεσθαι. Ἢ τὸ νοεῖν τὴν ἑαυτοῦ ἀσθένειαν τήν τε τῶν ἐναντίων ἰσχύν. Γνώσεαι: Ὁ κανών· οἱ Ἴωνες ἐπὶ τῶν τρίτων προσώπων τῶν παθητικῶν ἀποβάλλοντες τὸ τ τὸ δεύτερον ποιοῦσιν· οἷον, βούλεται, βούλεαι· οὕτως γνώσεται, γνώσεαι. Γνῶτε: Ἐκ τοῦ γνῶμι γνώσω· ὁ δεύτερος ἀόριστος, ἔγνων· ἡ μετοχὴ, γνοὺς γνόντος· καὶ τὸ προστακτικὸν, γνῶθι γνώτω, γνῶτε· φυλάττει δὲ τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν. Ἐκ τοῦ γνῶ γίνεται παράγωγον γνῶμι· ὁ μέλλων, γνώσω· ὁ δεύτερος ἀόριστος, ἔγνων· καὶ τὸ ὑποτακτικὸν, ἐὰν γνῶ, ἐὰν γνῷς, ἐὰν γνῷ·

  
Γνῷ δὲ καὶ Ἀτρείδης.  
Γνώωσιν:

  
Ἵνα γνώωσι καὶ οἵδε.  
Ὅπως μάθωσι καὶ οὗτοι. Ὑποτακτικόν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ. Ἔστι γνώω ἕκτης συζυγίας τῶν βαρυτόνων. Τὰ διὰ τοῦ ΩΩ καθαρὰ δισύλλαβα διὰ τοῦ ω μεγάλου γράφεται, σώω, ζώω, χώω, ῥώω· ἔνθεν ῥώοντο· πλώω καὶ γνώω οὕτως. Ὅμοιον δὲ τὸ κολωῶ κατὰ τὴν γραφὴν, οὐ κατὰ τὸν τόνον, οὐδὲ κατὰ τὴν ποσότητα τῶν συλλαβῶν. Τοῦτο γὰρ καὶ πρώτης καὶ δευτέρας συζυγίας ἐστὶ, καὶ παρὰ Φιλοξένῳ σὺν τῷ ι γράφεται. Τὸ ἀλώω, ἡβώω, ἢ ἐπαύξησιν χρονικὴν ἔσχον, ἢ πλεονασμὸν τοῦ ω. Ἐκ δὲ τοῦ γνώω ὁ παρακείμενος ἔγνωκα· ὁ παθητικὸς, ἔγνωσμαι· ἐξ οὗ καὶ τὸ ἐγνώσθην. Γογγύζω: Ἀπὸ τοῦ γρύζω, τὸ τῇ φωνῇ ὑποκλαίω καὶ παρακαλῶ, κατὰ ἀναδιπλασιασμὸν γογρύζω· πλεονασμῷ τοῦ ἑτέρου γ, καὶ ἀποβολῇ τοῦ ρ, γογγύζω, οἱονεὶ τὸ τῇ φωνῇ ὑποκλαίω. Ἢ τὸ γογγρύζω ἀπὸ τοῦ γογγύζω πλεονασμῷ τοῦ ρ, ὡς ῥητὸς ἄρρητος. Γόγγρος: Εἶδος ἰχθύος· παρὰ τὸ γρῶ, ὃ σημαίνει τὸ ἐσθίω· ἀφʼ οὗ Καλλίμαχος γράω· καὶ ἔγραεν, ἀντὶ τοῦ ἤσθιεν· ἀφʼ οὗ ῥηματικὸν ὄνομα γρὸς, ὃ καθʼ ἑαυτὸ οὐ ῥητόν· ἐν διπλασιασμῷ, γόγγρος· ἀπεσθίει γὰρ τῶν πολυπόδων τὰς πλεκτάνας. Γοισοῦται: Πλατύνεται, ἐλαύνεται, χαλκεύεται, κάμπτεται, κοιλαίνεται, μελαίνεται. Γόμφιοι: Μύλοι, σφῆνες, δεσμὰ, ἄρθρα, σύνδεσμοι ὀδόντων. Παρὰ τὸ κάμπτω γίνεται γάμπτω· καὶ ἐξ αὐτοῦ γόμφιος, διʼ οὗ γνάπτεται καὶ κάμπτεται ἡ τροφή. Ἐπὶ δὲ τῶν σφηνῶν,

  
Γόμφοισι συνάρηρεν.  
Ἀπὸ μεταφορᾶς τῶν ἡμετέρων γομφίων· ὥσπερ γὰρ <!-- 238 -->ἀσφαλῶς δράσσονται οὗτοι καὶ σφίγγουσι τὰ παραβαλλόμενα αὐτοῖς, οὕτως κἀκεῖνοι τὰς παρατιθεμένας αὐτοῖς σανίδας. Γόμφος: Κυρίως τὸ ξύλινον καρφίον. Παρὰ τὸν κέκομμαι παρακείμενον, κόμφος, καὶ γόμφος. Γόνος: Παρὰ τὸ γείνω, γόνος, ὁ παῖς. Σημαίνει τρία· ποτὲ μὲν ἀπόγονον·

  
Ὄφρα ἴδῃς οἷος Ζηνὸς γόνος.  
Τάσσεται καὶ ἐπὶ τῆς γονῆς·

  
γόνος δʼ οὐ γίνεται αὐτῶν.  
Ἐπὶ δὲ τοῦ οἰκέτου,

  
ἀπολήξει τὸν ἐμὸν γόνον ἐξερέουσα.  
Ἀντὶ τοῦ τὸ ἐμὸν γένος. Γόνυ: Παρὰ τὸ κονῶ, τὸ ἐνεργῶ, κόνυ καὶ γόνυ· ἢ παρὰ τὸ ὡς γωνίαν ἀποτελεῖν ἐν τῷ κάμπτεσθαι τὸ σκέλος. Ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ εἰς γῆν νεύειν. Κλίνεται γόνυος· καὶ ἐν ὑπερθέσει, γουνός. Καὶ γόνατα, κόνατά τινα ὄντα, τροπῇ τοῦ κ εἰς γ· παρὰ τὸ κονεῖν, ὅ ἐστιν ἐνεργεῖν. Γόνατα, γόνυα, καὶ γοῦνα· καὶ γούνων, ἀπὸ τῶν γονάτων, ἢ ἀπὸ τῶν γονύων. Γόος: Ὁ θρῆνος. Παρὰ τὴν βοὴν, βόος· καὶ τροπῇ, γόος. Ἢ παρὰ τὸ γέω, τὸ χωρῶ, γέγονε γόος γόου· καὶ ἐξ αὐτοῦ ὄνομα ἀρσενικὸν, γοερός· τὸ θηλυκὸν, γοερά· τὸ οὐδέτερον, γοερόν· καὶ ἐπίρρημα, γοερῶς. Γόης: Ψεύστης, ἀπατεὼν, παραλογιστής. Γόον:

  
Οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον.  
Ἀντὶ τοῦ ἐγόων, ἐθρήνουν. Ὁ μὲν Ἀπολλώνιος δευτέρας συζυγίας αὐτὸ εἶναι λέγει, καὶ παρατατικοῦ· ὁ δὲ Ἡρωδιανὸς, δευτέρου ἀορίστου· ὥσπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ, ἔγοον. Κάλλιον οὖν κατὰ συστολὴν λέγεσθαι παρατατικοῦ χρόνου. Πειθόμεθα Ἀπολλωνίῳ. Οὕτω Ζηνόδοτος. Γοργός: Ἀπὸ τῆς ὀργῆς ὀργὸς καὶ γοργός. Γοργών: Τὸ ζῷον τὸ τερατῶδες· καὶ πληθυντικῶς, Γοργόνες. Τρεῖς γὰρ ἱστοροῦνται καὶ καθʼ Ἡσίοδον. Παρὰ δὲ τὸ γοργὸν τῶν ὀφθαλμῶν· ἢ παρωνύμως· διὰ γὰρ τῆς γοργότητος καὶ ὀξύτητος τῶν ὀφθαλμῶν ἀπελίθουν τοὺς ὁρῶντας. Ἰλιάδος θʹ,

  
Γοργοῦς ὄμματʼ ἔχων.  
Γοργότητος· ἢ ἀντὶ τοῦ Γοργόνος, ὅ ἐστι φοβερά. Ἀπὸ δὲ εὐθείας τῆς Γοργὼ Γοργοῦς εἶπε τὴν γενικὴν, ὡς Σαπφὼ, Σαπφοῦς. Γόργυρος: Ὁ Διόνυσος· ἀπὸ Γοργύρας τόπου τῆς Σάμου. Γόργυρον: Δεσμωτήριον. Γοργυρὰ, ὑπόνομος βορβορώδης. Καθόλου δὲ ἔλεγον οὕτω τὰς δυσεξιτήτους κατασκευὰς, καὶ μὴ ἐπʼ εὐθείας. Εἰς τὸ γέργυρα. Γογγυλόσκηνος: Στρογγύλον τὸ σῶμα ἔχων. Γοῖτον: Ῥύπον· οἱ δὲ, τοῖσον. Γοργεῖα: Τὰ τραγικὰ προσωπεῖα. Ἔνιοι μορμολύκεια. Γοργόν: Δεινόν· οἱ δὲ φαιὸν ἱμάτιον. Γοργυθίων: Ὄνομα κύριον. Παρὰ τὸ γοργὸς, γόργυθος. Καὶ ὡς Ἥφαιστος Ἡφαιστίων, οὕτω Γόργυθος Γοργυθίων, ὁ γοργώτατος. Πρέπει γὰρ ἥρωϊ τοὔνομα. Γοῦτθος: Ὁ ἄρχων Σκυθῶν τῶν δὴ καλουμένων Γούτθων. Ἔοικε γὰρ ἀπὸ τοῦ ἡγεμόνος αὐτῶν κληθῆναι. Τὰ γὰρ πολλὰ ἔθνη ἀπὸ τῶν ἡγεμόνων καλοῦνται. Οὕτως Ὦρος. Γοῦτος: Ληκύθου εἶδος. Παρὰ τὸ γοῖτον, ὅ ἐστι ῥύπος. Γουνοῦμαι καὶ Γουνάζομαι: Τὸ ἱκετεύω·

  
καί μιν γουνάσομαι.  
<!-- 239 -->Γονυπετήσω, λιτανεύσω, ἱκετεύσω αὐτόν. Κυρίως δὲ τὸ τῶν γονάτων ἁπτόμενον προσπίπτειν. Ἀπὸ μὲν τοῦ γουνῶ, τὸ γουνοῦμαι· ἀπὸ δὲ τοῦ γουνάζομαι, τὸ γουνάσομαι. Γουνῶι ἀλωῆς: Ἐν τῷ γονίμῳ καὶ καρπίμῳ χωρίῳ τῆς γῆς. Λέγεται δὲ γουνὸς, ὁ ὑψηλὸς τόπος, ἀπὸ μεταφορᾶς τῶν ἐν τῷ σώματι γονάτων, ἃ ἐξέχει. Ὡς δέ τινες, ὁ τραχύτατος τόπος· ὁμοίως ἀπὸ τῶν γονάτων, ὀστωδῶν καὶ τραχέων ὄντων. Πλέον γὰρ ἐν τοῖς ὀρεινοῖς καὶ πετρώδεσι τόποις τὰ φυτὰ αὔξεται. Παρὰ τὸ γένω ῥῆμα γίνεται γόνος βαρύτονον, ὡς λέγω, λόγος· ὅπερ σημαίνει τὸ γεγεννημένον. Ὁ δὲ γεννητικὸς, γονὸς, ὀξυτόνως· πλεονασμῷ τοῦ υ, γουνὸς, ὁ γεννητικὸς τόπος, ὁ γόνιμος καὶ κάρπιμος. Ἡρωδιανός. Γραικός: Καλλίμαχος,

  
Γραικοὶ καὶ γῆς ἡμετέρης ἀδαεῖς.  
Παρὰ τὸ ῥαῖσαι, ῥαικὸς καὶ γραικός· διὰ γὰρ τὴν κατὰ πόλεμον ἀνδρείαν οὕτως οἱ Ἕλληνες ἐκαλοῦντο. Ἢ ἀπό τινος Ἕλληνος Γραικοῦ, ὡς ἀπὸ τοῦ Ἕλλην Ἕλληνες. Καὶ γραικιστὶ, ἑλληνιστί. Γραῖα: Παρὰ τὸ ῥαίω, τὸ φθείρω, ἡ ὑπὸ χρόνου διεφθαρμένη. Ἢ παρὰ τὸ γεραιὸς, γεραιά· καὶ ἐν συγκοπῇ, γραῖα. Γραῦς: Ἡ παλαιὰ γυνή· ἀπὸ τοῦ γράειν, ὅ ἐστιν ἐσθίειν ἢ ξύειν· ἡ ταῖς ῥυτίσι κατεξυσμένη. Ἣ παρὰ τὸ ῥαίω, ῥαῦς καὶ γραῦς, ἡ διαρραισθεῖσα ὑπὸ χρόνου. Ἢ παρὰ τὸ γράφεσθαι, ὅ ἐστι καταξέεσθαι, γραῦς, ἡ κατεξυσμένη τὸ σῶμα διὰ τὸ γῆρας. Γραβδίς: Ἡ λαμπὰς, παρὰ τὸ γράφω, τὸ ξύω, ἡ κατεξυσμένη καὶ διεσχισμένη· ἢ παρὰ τὸ γράφεσθαι, τὸ ξέεσθαι, γραβδὶς, ἡ κατεξεσμένη λαμπάς. Γραπίς: Ὁ ἐρρυτιδωμένος· ἀπὸ τοῦ καταγεγράφθαι ταῖς ῥυτίσι. Καὶ γραπίνης, οἶνός τις τραχύς. Γράστις: Ἡ χλωρὰ κριθή· παρὰ τὸ γράω ῥῆμα, δηλοῦν τὸ ἐσθίω. Καλλίμαχος,

  
ὃς αἰζηῶν ἔγραε κηδεμόνος.  
Ἄλλως δὲ εὗρον τὸν στίχον ἐγώ· οἷον,

  
Καὶ τόνος αἰζηῶν ἔγραε κηδόμενος.  
Τούτου ὁ μέλλων γραήσω. Γράσος: Ὁ μωρὸς καὶ ἀνούστατος· κυρίως δὲ ὁ ἐν τοῖς τῶν προβάτων ἐρίοις συναγόμενος ῥύπος· λέγεται καὶ γράσων, ἡ τῶν μασχαλῶν δυσωδία. Γράσος: Τὸ λιπαρὸν καὶ πιμελῶδες παρὰ ῥωμαίοις. Γρᾴδιον: Σὺν τῷ ι. Καὶ λέγουσί τινες, ὅτι ἐπειδὴ καὶ τὸ γραΐδιον ἔχει τὸ ι, τούτου χάριν καὶ τὸ γρᾴδιον· οἷον,

  
Γραϊδίων κολοσυρτὸν,  
παρὰ Ἀριστοφάνει. Οὐκ ἔστι δὲ καταναγκαστικὸς οὗτος ὁ λόγος. Ἰδοὺ γὰρ καὶ τὸ αἰζηὸς οὐκ ἔχει τὸ ι, καὶ ὅμως τὸ αἰζήϊος ἐπλεόνασε τὸ ι. Τὸν αὐτὸν τρόπον καὶ τὸ γράδιον μὴ ἔχον τὸ ι, ἐν τῷ γραΐδιον ἐπλεόνασε. Δεῖ γινώσκειν, ὅτι οὔτε ἀπὸ τῆς γραίας εἰ ἔστι δυνάμει ἔχει τὸ ι, οὔτε ἀπὸ τῆς γραῦς γραός. Ἀπὸ μὲν τοῦ γραῦς, ὅτι ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἤρξατο· τότε δὲ, ὡς ἔμαθον, διὰ τοῦ ΔΙΟΝ γίνεται ἡ παραγωγή· οἷον, μῦς μυὸς, μύδιον· βότρυς βότρυος, βοτρύδιον· βιβλίον, βιβλίδιον, οὕτως οὖν καὶ ἀπὸ τοῦ γραῦς γραὸς, γράδιον. Ἀπὸ δὲ τοῦ γραῖα γραίας εἰ ἔστιν, οὐ δύναται πάλιν ἔχειν τὸ ι· ἐπειδὴ πάλιν ἡ τελευταία συλλαβὴ τοῦ πρωτοτύπου τῆς γενικῆς ἀπὸ φωνήεντος ἤρξατο, καὶ τῇ ΑΙ διφθόγγῳ παραλήγεται. <!-- 240 -->Τότε δὲ διὰ τοῦ ΔΙΟΝ γίνεται ἡ παραγωγὴ, καὶ ἀποβάλλεται τῆς ΑΙ διφθόγγου τὸ ι· οἷον, κεφάλαιον κεφαλαίου, κεφαλάδιον· σπήλαιον σπηλαίου, σπηλάδιον. Οὕτως οὖν καὶ γραίας γράδιον, χωρὶς τοῦ ι. Ἀλλʼ ἐπεὶ ἡ παράδοσις ἔχει τὸ ι, συνηγορήσωμεν αὐτῷ, καὶ εἴπωμεν αὐτὸ σὺν τῷ ι γράφεσθαι. Ἔστι γραύις γραύιδι παρὰ Καλλιμάχῳ· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, τούτου χάριν διὰ τοῦ ΙΔΙΟΝ γίνεται ἡ παραγωγή· οἷον, ψυχῆς, ψυχίδιον· γνώμης, γνωμίδιον. Οὕτως οὖν καὶ γραύις γραύιδος, γραυίδιον· καὶ κατὰ ἀποβολὴν τοῦ υ, καὶ συναιρέσει τοῦ α καὶ ι εἰς τὴν ΑΙ δίφθογγον, γραίδιον. Ἢ λέγεται ὅτι ἀπὸ τοῦ γραῖα, γραιῒς γραιΐδος γραιΐδιον, καὶ κατὰ συγκοπὴν τοῦ ἑνὸς ι καὶ συναιρέσει, γραίδιον. Ἔστιν εἰς τὸ ἀργυρίδιον. Γραφείδιον: Ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον καὶ ἀγγεῖον, οὕτω καὶ ἀπὸ τοῦ γράφω, γραφεῖον καὶ γραφείδιον. Γραφείην: Ἀπὸ τοῦ γράφω· ἡ μετοχὴ, γραφεὶς γραφέντος· καὶ τὸ εὐκτικὸν, γραφείην. Γραμματοκύφων: Ἀντὶ τοῦ γραμματεύς· ὅτι οἱ γραμματεῖς προσκεκυφότες γράφουσιν. Ἢ ἐν ἀγορᾷ γραμματεύς· ἐπεὶ οἱ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. Διὰ τοῦτο δʼ αὐτὸν εἶπε καὶ «περίτριμμα ἀγορᾶς.» Παρὰ Δημοσθένει. Γραῦς: Ἀττικῶς· ἀναλογώτερόν ἐστι τὸ γρεῦς. Ῥέω· ὁ μέλλων, ῥεύσω· πλεονασμῷ τοῦ γ, γρεύσω, γρεὺς, τὸ διερρυηκὸς γύναιον. Γραός· ὁ κανών· δύο μόνα εἰσὶν εἰς ΑΥΣ θηλυκὰ μονοσύλλαβα περισπώμενα· κλίνονται δὲ ἀμφότερα διὰ τοῦ ΟΣ· ναῦς ναὸς, γραῦς γραός. Γράφω: Πρὸς διάφορον σημασίαν. Εἰ γὰρ εἴπω Γράφω σοι, δοτικὴ, σημαίνει τὸ ἐπιστέλλω σοι· εἰ δὲ Γράφω σε, αἰτιατικὴ, σημαίνει τὸ ἐκτύπωμά σου ποιῶ· εἰ δὲ Γράφω σου, γενικὴ, σημαίνει τὸ ἐγγράφως κατὰ σοῦ εἰς δικαστήριον ἀποτίθημι· ἀντὶ τοῦ κατηγορῶ σου. Πόθεν γράμμα; Ὃ δηλοῖ τὸ ποίημα, παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω· ὁ μέλλων, γλάψω· ὁ παρακείμενος, γέγλαφα· ὁ παθητικὸς, γέγλαμμαι· ἐξ αὐτοῦ γλάμμα· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, γράμμα. Ποσαχῶς τὸ γράμμα; Ἑπταχῶς· γράμμα, ὁ τόνος· γράμμα, ὁ χαρακτήρ· γράμμα, ἡ ἐπιστολή· γράμμα, τὸ ζωγράφημα· γράμμα καὶ τὸ ψήφισμα. Γράμματα, οἱ χαρακτῆρες τῶν στοιχείων· οἷον,

  
Γράμματα δʼ ἐν φλοιῷ γεγράψεται.  
Ἢ παρὰ τὸ γράφεσθαι, ὅ ἐστι καταξέεσθαι. Ὡς τρέφω οὖν θρέμμα, οὕτως καὶ γράφω γράμμα. Ὅμηρος,

  
Εὐνὰς δʼ ἐν ψαμάθοισι διαγράψασα.  
Γράμματα ἐκάλουν οἱ παλαιοὶ τὰ συγγράμματα· ὡς Καλλίμαχος,

  
Γράμματα δʼ οὐχ εἵλισσεν ἀπόκρυφα.  
Καὶ,

  
Ὁμήρειον δὲ καλεῦμαι  
  
γράμμα.  
Ἔνθεν καὶ Γραμματικὴ, ἢ παρὰ τὸ πολλοῖς γεγραμμένοις αὐτὴν προσεσχηκέναι βιβλίοις, ἢ, ὥσπερ παρὰ τὸ πρᾶγμα γίνεται πραγματικὸς καὶ πραγματικὴ, οὕτω καὶ παρὰ τὸ γράμμα γίνεται γραμματικὸς καὶ γραμματική. Γραμματεῖον: Ἰστέον ὅτι τινες γραμματεῖον λέγουσι τὸ μικρὸν βιβλίον· ὁ δὲ Ὦρος λέγει, ὅτι οὐ <!-- 241 -->λέγεται τὸ μικρὸν βιβλίον γραμματεῖον, ἀλλʼ ἡ μικρὰ δέλτος. Καὶ δῆλον, εἴγε εἶπεν ὁ Δημοσθένης γραμματεῖον καὶ βιβλίον. Γραμματείδιον: Ἀμφίβολον εἴτε διὰ τῆς ΕΙ διφθόγγου, εἴτε διὰ τοῦ ι. Καὶ εἰ μὲν ἀπὸ τοῦ γραμμάτιον, τοῦ σημαίνοντος τὸ μικρὸν γράμμα, διὰ τοῦ ι γράφεται, ὡς ὀψάριον, ὀψαρίδιον· λαχάνιον, λαχανίδιον· εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε, τοῦ σημαίνοντος τὴν μικρὰν δέλτον, διὰ τῆς ΕΙ διφθόγγου, ὥσπερ ἀγγεῖον, ἀγγείδιον· γραφεῖον, γραφείδιον. Γρηΰν: Τὸ ἐπιπολάζον τῷ γάλακτι. Νίκανδρος εἰς τὰ Ἀντιφάρμακα. Γρήϊον: Παλαιόν. Γρήνη: Ἄνθη σύμμικτα. Γραικός: Ῥαικὸς, Ἕλλην· Ῥωμαῖοι δὲ, τὸ γ προσθέντες, Γραικὸν φασί. Γρήνικος: Ἔστιν ὄνομα ποταμοῦ. Παρὰ τὸ κρήνη, κρήνικος καὶ γρήνικος, ὁ ἐκ τῆς κρήνης. Ἢ ἀπὸ τοῦ γῆ καὶ τοῦ νικῶ, γήνικος καὶ γρήνικος, ὁ τὴν γῆν νικῶν. Ἢ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικὸς γέγονε γραίνικος· καὶ κατὰ μετάθεσιν τῆς ΑΙ διφθόγγου εἰς η· ἐκεῖ γὰρ οἱ Γραικοὶ ἐνίκησαν τοὺς βαρβάρους. Γρίπισμα: Τὸ κέρδος. Γριπεύς: Ὁ ἁλιεύς· παρὰ τὸ γρίπον παρωνύμως. Ἢ ὁ ῥάπτων τοὺς γρίπους, τὰ ἁλιευτικὰ λίνα. Γρηγορῶ: Παρὰ τὸ ἐγείρω· οὗ ὁ μέλλων, ἐγερῶ· καὶ τροπῇ τοῦ ε εἰς ο, ἐγορῶ· καὶ πλεονασμῷ τοῦ γ καὶ ρ, γρεγορῶ· καὶ τροπῇ τοῦ ε εἰς η, γρηγορῶ. Γρίπος: Τὸ δίκτυον· παρὰ τὸ ἀγρεύειν, ἐνδείᾳ τοῦ α. Τὸ δὲ αὐτὸ καὶ γρίφος καλεῖται· παρὰ τὸ γράφειν, ὅ ἐστι ξύειν, ὁ τὴν γῆν ξύων, γράφος, καὶ γρίφος. Λέγονται γρίφοι καὶ τὰ δίκτυα καὶ τὰ συμποσιακὰ ζητήματα. Γίνεται δὲ παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν· ὃ παρακολουθεῖ τῇ ἄγρᾳ καὶ τῇ θήρᾳ. Ἡρωδιανός. Καὶ γριφῶδες, τὸ δύσκολον καὶ συμπεπλεγμένον λόγιον. Γρίφος: Ζήτημα, αἴνιγμα δύσκολον, ἔνθεν καὶ τὴν χλεύην γρίπισμα φασί. Γρίφον οὖν λέγεται τὸ δύσλυτον αἴνιγμα. Ἵστων γὰρ φιάλην γέμουσαν οἴνου, καὶ ἔλεγον αἰνίγματα ἐν τοῖς συμποσίοις ἀλλήλοις· καὶ εἰ ἐπελύσατο, ὁ ἀπορηθεὶς ἔπινε τὴν φιάλην. Τὰ εἰς ΦΟΣ δισύλλαβα μονογενῆ ἀρσενικὰ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, λόφος, ζόφος, νέφος, κέπφος, εἶδος ὀρνέου. Οὕτω καὶ γρίφος. Τὸ δὲ Ῥοῦφος οὐκ ἔστιν Ἑλληνικὸν, ἀλλʼ Ἰταλικόν. «Μονογενῆ·» διὰ τὸ κῦφος. «Δισύλλαβα·» διὰ τὸ φίλοιφος· σημαίνει δὲ τὸν φιλοσυνουσιαστήν. Ἄλλως· Πᾶσα λέξις ἀπὸ τοῦ ΓΡΙ ἀρχομένη διὰ τοῦ ι γράφεται· γρίντις, ὁ οὐρανός· γρίνος, τὸ δέρμα· γρίσων, ὁ χοῖρος. Ἀριστοφάνης δέ φησι δρομέως ὄνομα. Γριπώμενα: Συνελκόμενα καὶ σπασμωδῶς συμπαθοῦντα· οἱ δὲ, συνεγγίζοντα. Γρώνη: Ἡ κοίλη καὶ τετρημένη πέτρα, ἡ δεχομένη τὰ σχοινία. Παρὰ τὸ γῶ, τὸ χωρῶ, γώνη καὶ γρώνη. Κλίνεται γρώνης. Γρουνοί: Κορμοὶ, δρύϊνοί τινες ὄντες· κατὰ ἐναλλαγὴν τοῦ δ εἰς γ· οἷον,

  
Γρουνοὶ μὲν δαίοντο, μέγας δʼ ἥφαιστος ἀνέστη.  
<!-- 242 -->Ἢ γρυνοὶ, τὰ τῶν γερανδρύων ξύλα, ὡς τὸν γέροντα γέρυνα καλοῦσιν. Γρυνός: Στέλεχος, δαλός. Λυκόφρων. Γρυπός: Ὁ ἐπικεκαμμένην ἔχων τὴν ῥῖνα. Ῥυβὸν γὰρ τὸ ἐπικαμπὲς παρὰ τοῖς Αἰολεῦσιν. Ἤτοι ῥαιβὸν, καὶ τροπῇ τοῦ β εἰς π, καὶ πλεονασμῷ τοῦ γ, γρυπός· ἢ παρὰ τὸ ῥέπω, ῥυπὸς, καὶ γρυπὸς, ἡ ἐφʼ ἑνὶ μέρει ῥέουσα ῥίς. Σημαίνει καὶ τὸν στυγνόν. Γρυπανίζειν: Σείεσθαι τὴν γῆν παλλομένην, καὶ ὥσπερ ῥυσοῦσθαι ἀπὸ σεισμοῦ. Οὕτως Ἀντιφῶν. Γρυποῦσθαι: Συγκάμπτεσθαι. Γρυπάνιον: γρυπαίνειν τὸ ῥυποῦσθαι λέγεται· οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλιφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας βʹ·

  
Καίων γὰρ τὴν γῆν καὶ συντήκων, γρυπάνιον ποιεῖ.  
Καὶ Μελάνθιος,

  
Σεισμὸς, φησὶ, γέγονε· καὶ ἔγρυπεν ἡ γῆ.  
Γύαλον: Τὸ κοίλωμα· οἷον,

  
Θώρηκος γύαλον.  
Ἀντὶ τοῦ τὸ κατὰ κοῖλον τοῦ θώρακος· κυρίως δὲ τὸ κοῖλον τῆς χειρὸς λέγεται γύαλον. Παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γίνεται παράγωγον γύω· ἀφʼ οὗ γύον· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, γύαλον, ἡ πάντα χωροῦσα καὶ λαμβάνουσα, ὡς πτύω, πτύαλον. Γύης: Καὶ μέτρον τὶ γῆς, καὶ μέρος ἀρότρου· καὶ τοῦ μὲν μέμνηται Ὅμηρος ἐν συνθέσει, πεντηκοντόγυον, πεντήκοντα γύων, ὅ ἐστι πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον γῆς· οἱ δὲ, πεντήκοντα ζευγῶν. Τὸ δὲ ἄροτρον Ἡσίοδος,

  
πρίνου δὲ γύην.  
Παρὰ τὸ γαῖα, γίνεται γύη· ἵνʼ ᾖ ἡ γύη τῆς γύης, καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν, γίνεται ὁ γύης τοῦ γύου, ὥσπερ ἡ ἀράχνη τῆς ἀράχνης, καὶ ὁ ἀράχνης τοῦ ἀράχνου. Γυῖα: Κυρίως ἐπὶ τῶν ποδῶν λέγεται· παρὰ τὸ ἐπὶ τῆς γύης ὅ ἐστι τῆς γῆς ἰέναι· ἐπὶ γὰρ ταύτης βέβηκε· καὶ ἡ πρώτη κίνησις τῶν ἀνθρώπων διὰ χειρῶν καὶ ποδῶν γίνεται. Ἢ παρὰ τὴν γῆν γίνεται γήϊα· καὶ τροπῇ τοῦ η εἰς υ, γυῖα. Τάττεται δὲ καὶ ἐπὶ τῶν χειρῶν· οἷον,

  
Γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.  
Γίνεται δὲ παρὰ τὸ γῶ, τὸ χωρῶ, γύω καὶ γύον, ὡς πτῶ, πτύον· καὶ θῶ, θύον· καὶ πλεονασμῷ τοῦ ι· ἵνʼ ᾖ γυῖον, τὸ λαμβάνον καὶ δεχόμενον. Δύναται δὲ καὶ ἐπὶ τῶν μικρῶν παιδίων τάττεσθαι ἡ λέξις· ταῦτα γὰρ χερσὶ καὶ ποσὶ βαίνουσιν ἐπὶ τῆς γύης, τῆς γῆς. Καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν λοιπῶν μερῶν. Γυιώσω: Βλάψω, χωλώσω· κυρίως τὸ τὰ γυῖα τουτέστι τὰ μέλη βλάπτειν· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς βλάπτειν. Λέγεται καὶ ἀπογυιώσῃς, βλάψῃς, τὰ μέλη ἐκλύσῃς· ἔπειτα καὶ ἐπὶ βλάβης ἁπλῶς. Γυμνός: Ὁ ἄνευ ἱματίων. Ὥσπερ παρὰ τὸ σκύζω σκύμνος, καὶ σέβω σεμνὸς, οὕτω κύπτω κυμνὸς, καὶ γυμνός· ὁ γὰρ τοιοῦτος κύπτει κρύπτων τὰ αἰδοῖα ὑπὸ αἰδοῦς. Ἢ παρὰ τὸ τὰ γυῖα μόνα ἔχειν, τουτέστι τὰ μέλη. Γυμνάσια: Οἱ τόποι ὅπου ἐγυμνάζοντο. Κυρίως οὖν ἐπὶ τῶν ἀθλητῶν, ἐπειδὴ γυμνοὶ ἠγωνίζοντο· ἐπειδὴ πρῶτον γυμνὸς ὁ Ὄρσιππος ἔδραμεν ἐν Ὀλυμπίᾳ, ὥς φησιν Ὦρος· ἀφʼ οὗ καὶ ὁ τόπος καὶ ὁ ἀγὼν γυμνάσια. Ἢ λουτρὰ, ἢ ἱππικοὶ ἀγῶνες, ἢ κυνηγέσια. Ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φορεῖν ἐν τοῖς αἰδοίοις, καὶ οὕτως ἀγωνίζεσθαι· κατὰ δὲ τὴν τριακοστὴν δευτέραν ὀλυμπιάδα, Ὀρσίππου τοῦ Λακεδαιμονίου ἀγωνιζομένου, λυθὲν τὸ περίζωμα αἴτιον αὐτῷ νίκης ἐγένετο. Ἐξ οὗ καὶ νόμος ἐτέθη γυμνοὺς τρέχειν. <!-- 243 -->Γυμνοπαιδία: Ἑορτὴ Λακεδαιμονίων, ἐν ᾗ παῖδες ᾖδον τῷ Ἀπόλλωνι παιᾶνας γυμνοὶ εἰς τοὺς περὶ Θυρέαν πεσόντας. Γυμνάσαι λέγεται καὶ εἰς τὸ φῶς ἀγαγεῖν· ἐξ οὗ καὶ γεγυμνασμένον τὸ φανερὸν καὶ δεδαμασμένον. Γύνις: Ὁ γυναικώδης καὶ μαλακός. Παρὰ τὸ γυνὴ παρωνύμως γύνις, ὡς δάφνη Δάφνις, καὶ νύμφη Νύμφις. Γύαλα: Τὰ ἄκρα καὶ τὰ τέρματα, ζώνας, τέμπη, πτερύγια, ποτήρια, πτύχας, στολισμοὺς, περιβόλους. Γύαλος: Κύβος, τετράγωνος λίθος. Γυάλας: Εἶδος ποτηρίου παρὰ Μακεδόσι. Γυμνηλοί: Οἱ ἀκτήμονες πένητες. Γυμνασία: Ἄσκησις, μελέτη. Γυνή: Παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γυνὴ, ἡ δεκτικὴ τοῦ σπέρματος. Ἢ παρὰ τὸ γείνω γίνεται γονή· καὶ τροπῇ τοῦ ο εἰς υ Αἰολικῶς, ὡς ὅμοιον, ὕμοιον, γίνεται γυνή. Ἄκλιτον δʼ ἐστίν· ἐπειδὴ τὰ εἰς ΝΗ λήγοντα δισύλλαβα τῷ υ παραληγόμενα ἐκτεταμένον αὐτὸ ἔχουσιν· οἷον, μύνη, ἡ πρόφασις καὶ προτροπή· Βύνη, ἡ θεὸς, ἥτις καὶ Ἰνὼ ὕστερον ἐκλήθη· Φρύνη, ὄνομα κύριον· τὸ δὲ γυνὴ συστέλλει τὸ υ. Εἰκότως οὖν, ὡς μονῆρες, ἄκλιτον ἔμεινεν. Εὕρηται δὲ παρὰ Φερεκράτει ἡ αἰτιατικὴ, τὴν γυνήν· οἷον,

  
Ὡς ἄτοπον ἐστὶ μητέρʼ εἶναι καὶ γυνήν.  
Καὶ αἰτιατικὴ τῶν πληθυντικῶν,

  
ἀλλʼ ὁρῶ τὰς γυνάς.  
Γυναικός: Ἰστέον ὅτι ἑτερόκλιτόν ἐστιν, ἐπειδὴ ἀπέλειψεν ἡ γύναιξ εὐθεῖα. Τὰ γὰρ εἰς ΑΙΞ κοινά εἰσι τῷ γένει· οἷον, ὁ αἲξ καὶ ἡ αἲξ, ὁ Γραὶξ καὶ ἡ Γραὶξ, ὁ Θρᾷξ καὶ ἡ Θρᾷξ. Τοῦτο δὲ, ἐπειδὴ τὸ σημαινόμενον κωλύει εἶναι ἀρσενικὸν, οὐ γὰρ λέγεται ὁ γύναιξ, ἀπέλειψεν· ἔστι δὲ ἡ γενικὴ, γυναικὸς, ὡς ἀπὸ τῆς γύναιξ εὐθείας. Γυναιμανές: Ἐκ τοῦ μαίνω μανῶ, καὶ τοῦ γυνὴ γυναικὸς, γίνεται γυναιμανὲς, κατὰ συγκοπήν. Οὐκ ἀπὸ τῆς γύναι κλητικῆς ἔχει τὴν σύνθεσιν, ἀλλʼ ἀπὸ τῆς γυναικὸς γενικῆς λέγεται γεγενῆσθαι γυναικομανὲς, καὶ κατὰ συγκοπὴν γυναιμανές. Ἢ λέγεται ὅτι ὥσπερ παρὰ τὸ τιμὴ γίνεται Τιμόθεος, οὕτω καὶ ἀπὸ τοῦ γυνὴ γίνεται γυνομανές· καὶ κατὰ μετάθεσιν τοῦ ο εἰς τὴν ΑΙ δίφθογγον, ὥσπερ μεσοπόλιος μεσαιπόλιος, γυναιμανές. Σημαίνει δὲ ἤτοι ἐπὶ γυναιξὶ μαινόμενε, ἢ γυναῖκας εἰς μανίαν φέρων διὰ τὸ κάλλος. Ἀλλʼ οὔτε δὲ τὸ βακχέβακχος ἀπὸ κλητικῆς λέγεται συντεθὲν, ἀλλʼ ἀπὸ τοῦ βάκχου γέγονε βακχόβακχος, καὶ τροπῇ τοῦ ο εἰς ε, ὡς ἁλοτρίβανον, ἁλετρίβανον. Γύρινοι: Οἱ μικροὶ βάτραχοι· παρὰ τὸ γυρὸν τὸ περιφερές· τοιοῦτοι γὰρ εἰσί. Γυριννώ: Ὄνομα κύριον Λεσβίας κόρης. Εἴρηται παρωνύμως παρὰ τὸ γυρίνος, ὃ δηλοῖ τὸν βάτραχον, γυριννὼ, ὡς ἔρατος, Ἐρατώ· καὶ κλέος, Κλεὼ καὶ Κλειώ. Γυρός:

  
Γυρὸς ἐν ὤμοισιν.  
Ὀδυσσείας τʹ, ὁ περιφερὴς καὶ στρογγύλος, ἢ κυρτός. Τὸ θηλυκὸν, γυρά. Ἐξ οὗ καὶ γυραὶ πέτραι. Καὶ βόθρος. Γυρῶσαι: Ἄρατος,

  
Καὶ φυτὰ γυρῶσαι.  
<!-- 244 -->Σημαίνει τὸ φιαλῶσαι καὶ περιφράξαι, ἢ βόθρον ὀρύξαι, ἐν ᾧ τὰ φυτὰ κατατίθενται· παρὰ τὸ γύρον ποιεῖν ἐν τῷ περιφράσσειν. Γύψος: Οἱονεὶ γήεψος τὶς οὖσα, ἡ ἑψηθεῖσα γῆ. Γύψ: Παρὰ τὸ γυρεύειν τὰ ὕψη. Γῶ: Γῶ σημαίνει τέσσαρα· τὸ χωρῶ, ἐξ οὗ καὶ γῆ ἡ χωρητικὴ πάντων· τὸ λαμβάνω καὶ δέχομαι, ἐξ οὗ καὶ γωρυτὸς, ἡ τῶν βελῶν θήκη, χωρυτός τις οὖσα, παρὰ τὸ χωρεῖν τὰ ῥυτὰ, τουτέστι τὰ τόξα ἢ τὰ βέλη, εἰς ἣν τὰ ῥυτὰ χωρεῖται· τὸ γεννῶ, ἐξ οὗ καὶ γυνή· τὸ φωνῶ, ὅθεν καὶ γεγωνώς. Γωνία: Ἔστι πένω, τὸ πράττω· ἐξ οὗ γίνεται πόνος πονῶ, καὶ τροπῇ τοῦ π εἰς κ, κονῶ, κόνυ, καὶ γόνυ, τὸ μετὰ καρπὸν καμπτόμενον. Ἐκ τοῦ γόνυ, τὸ κτητικὸν, γωνία, κατʼ ἔκτασιν τοῦ ο εἰς ω· ὅπερ ἐπικαμπεῖ τε καὶ κεκλασμένῳ σχήματι φύσει πεποίηται. Γωνίδιον: Ὡς τὸ ἀργυρίδιον. Γυπάνειν: Τὸ συσπᾶσθαι, καὶ φρίττειν καὶ τρομαίνειν, καὶ οἴεσθαι τὴν γῆν παλλομένην, καὶ ὥσπερ ἅλλεσθαι ὑπὸ σεισμοῦ. Γυλιός: Εἶδός ἐστι πήρας στρατιωτικῆς, ἐν ᾧ ἦν σκόροδα καὶ κρόμυα. Ὀξύνεται δὲ, οὐχὶ παροξύνεται. Διογενιανὸς ἀγγεῖον ὁδοιπορικὸν εἰς ἀπόθεσιν τῶν ἀναγκαίων, ᾧ ἐχρῶντο οἱ στρατιῶται. Ἔστιν οὖν στρατιωτικὸν σκεῦος. Γύλιον: Χοῖρον, ἢ λέοντα. Σημαίνει δὲ καὶ τὸν Ἡρακλέα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aac`.
