---
title: "Great Etymological Work: Letter Η"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Η"
author: Etymologicum Magnum
eul_wid: xie-aag
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-eta-xie-aag"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:1b015d7e6b67c387ffdf0c8a834cfa315eccb814256daa83db9bc611f2ccffa6"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Η

*Ἐτυμολογικὸν τὸ Μέγα, Η*

**Author:** Etymologicum Magnum

**eul_wid:** `xie-aag` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-eta-xie-aag)

## Text

<!-- 414 -->

η.

ἦτα τὸ στοιχεῖον, ἐκ τοῦ ἦτα καὶ ταῦ ἔχειν τὸν χαρακτῆρα τοῦ στοιχείου. Ἡνίκα γὰρ πλάγιον τεθῇ, εὑρήσεις ταῦ· εἰ δὲ ἀπὸ πρώτης γραμμῆς τοῦ ἦτα βαρεῖαν δώσει διὰ τῆς ἐν μέσῳ γραμμῆς, τὸ ἦτα εὑρήσεις ἄλφα. Ἦ: Τοῦτο τὸ η ψιλούμενον καὶ περισπώμενον δηλοῖ σύνδεσμον παραπληρωματικὸν, ἤτοι ἶσον τῷ δή· οἷον,

  
ἐπεὶ ἦ πολὺ φέρτερον ἐστί.  
Καὶ παραλλήλως,

  
Ἦ δὴ λοίγια ἔργα.  
Δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· οἷον,

  
Ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;  
  
Ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων  
  
Ἀτρεῖδαι;  
<!-- 415 -->Δηλοῖ δὲ καὶ τὸ ἔφη·

  
καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι.  
Καὶ σεσημείωται Ἀριστάρχῳ, ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ ἦ, τὸ δηλοῦν τὸ ἔφη· ὁ δὲ Πλάτων μετʼ αὐτὸ ἐπιφέρει τὸν λόγον. Καὶ πάλιν· η ψιλούμενον καὶ περισπώμενον σημαίνει τέσσαρα· τὸν δὴ παραπληρωματικὸν σύνδεσμον· ὡς τὸ,

  
ἐπεὶ ἦ πολὺ φέρτερον.  
Καὶ ἐπίρρημα βεβαιώσεως, ἀντὶ τοῦ ὄντως, ὡς τὸ,

  
Ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός.  
καὶ ἀντὶ τοῦ εἶπεν· ἔστι δὲ ῥῆμα ἶσον τῷ ἔφη· ὡς τὸ,

  
Ἦ, καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι.  
Καὶ ἀντὶ τοῦ ἀπορηματικοῦ τοῦ ἆρα· ὡς τὸ,

  
Ἦ μοῦνοι φιλέουσʼ ἀλόχους.  
Δηλοῖ δὲ καὶ τὸ ἀληθὲς, ὡς ἐπὶ τὸ,

  
Ἦ δὴ λοίγια ἔργʼ, ὅτέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις  
  
Ἥρῃ.  
Τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθῶς λαμβάνεται.

  
Ἦ μάλα δὴ τέθνηκεν.  
Ἀντὶ τοῦ ἀκριβῶς, δῆλον, Ἰλιάδος ςʹ. Οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ ἔχει,

  
Ἦ μάλα δή τις ἔγημεν πολυμνήστην βασίλειαν.  
Ἧ ψιλούμενον δὲ καὶ βαρυνόμενον δηλοῖ σύνδεσμον διαζευκτικόν·

  
Η εὖ, ἠὲ κακῶς νοστήσομεν.  
Ἔστι δʼ ὅτε καὶ ἀντὶ τοῦ συναπτικοῦ τοῦ εἰ τίθεται, ὡς τὸ,

  
ἢ καὶ γένει ὕστερος ἦεν.  
Ποτὲ δὲ παρέλκει, ὡς τὸ,

  
Ἀλλὰ τί ἢ ἐμὲ ταῦτα παρεξερέεσθαι ἕκαστα;  
Καὶ πάλιν· η ψιλούμενον καὶ βαρυνόμενον σημαίνει τέσσαρα· ἢ διαζευκτικός ἐστιν, ἢ ὑποδιαζευκτικὸς, ἢ διασαφητικός. Διαζευκτικὸς, ὁ τὰ ἐναντία τῇ συντάξει διϊστῶν· οἷον,

  
ἠὲ νέος ἠὲ παλαιός·  
καὶ,

  
Ἢ ἡμέρα ἐστὶν, ἢ νύξ.  
Ὑποδιαζευκτικὸς δέ ἐστιν, ὁ διάφορα πράγματα τιθεὶς, καὶ μηδʼ ἕτερον ἐν τῇ αἰτήσει διαιρῶν· οἷον,

  
Δός μοι χρυσὸν ἢ ἄργυρον ἢ λίθους τιμίους.  
Διασαφητικὸς δέ ἐστιν, ὅταν τῶν δύο προτεθέντων τὸ ἓν αἱρῆται· οἷον,

  
ἐν γῇ πένεσθαι κρεῖσσον ἢ πλουτοῦντα πλεῖν·  
καὶ,

  
Θέλω τύχης σταλαγμὸν, ἢ φρενῶν πίθον.  
  
Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης.  
Οὗτος ὁ σύνδεσμος γίνεται μετὰ τοῦ ἀλλὰ συνδέσμου, ἀλλὰ ἤ· ἐν συγκοπῇ, ἀλλʼ ἤ. Δηλοῖ δὲ καὶ τὸν καὶ, ὡς τὸ,

  
Βούλομʼ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.  
Ἢ τοιόσδε ἐών: Ὁ ἢ σύνδεσμος διαζευκτικὸς μέν ἐστι, παρελήφθη δὲ παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ συναπτικοῦ εἰ· οἷον ἔστι καὶ ἄλλο,

  
ἐπεὶ οὐ πολύμυθος,  
  
οὐδʼ ἀφαμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἦεν.  
Ἢ ἀντὶ τοῦ ἐὰν καὶ τῷ γένει. Οὕτω καὶ τὸ,

  
ἢ τοιόσδε ἐών.  
Ἀντὶ τοῦ, ἐὰν τοιοῦτος ὑπάρχῃ.

  
Οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον,  
Ἰλιάδος γʹ. Λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ πότερον, ὡς τὸ,

  
Ἢ ὅγε φάσγανον ὀξύ.  
Ἦ κεν γηθήσαι πρίαμος: Σύνδεσμος διαβεβαιωτικός· καὶ δεῖ περισπᾶσθαι, ἀντὶ τοῦ, ὄντως ἂν χαρείη. ὅτι τὸν η σύνδεσμον ἓξ διαφόρως σημαίνειν φησὶν Ἡρωδιανός· περισπώμενον, τρία· καὶ βαρυνόμενον, τρία. Περισπώμενος μὲν γάρ ἐστι παραπληρωματικὸς, βεβαιωτικὸς, διαπορητικός· βαρυνόμενος δέ ἐστι διαζευκτικὸς, παραδιαζευκτικὸς, διασαφητικός. Ὁ μὲν οὖν διαζευκτικὸς οὕτως,

  
Ἢ ἡμέρα ἐστὶν, ἢ νύξ.  
Ὁ δὲ παραδιαζευκτικὸς κεῖται ἀντὶ τοῦ καὶ, ὡς παρὰ Πλάτωνι,

  
Μίνως, ἢ περὶ νόμων.  
Ἀντὶ τοῦ, καὶ περὶ νόμων. Τὸ δὲ

  
Βούλομαι πλουτεῖν ἢ πένεσθαι  
τοῦ διασαφητικοῦ ἐστιν. Ἔθος δὲ τοῖς διασαφητικοῖς συνδέσμοις δύο πραγμάτων προκειμένων τοῦ μὲν ἑνὸς ποιεῖσθαι αἵρεσιν, τοῦ δὲ ἑτέρου ἀποβολήν. Καὶ ἀποβολὴ μὲν, ὡς τὸ,

  
Βούλομʼ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.  
Αἵρεσις δὲ, ὡς τὸ,

  
Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης.  
<!-- 416 -->Τὸ η, δασυνόμενον καὶ ὀξυτονούμενον, δηλοῖ ἄρθρον προτακτικὸν, ὡς τὸ,

  
Ἡ δʼ ἑτέρη, θέρεϊ προρέει.  
Δηλοῖ δὲ καὶ ἄρθρον ὑποτακτικόν· οἷον,

  
ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε.  
Δηλοῖ καὶ ἀναφορικὴν ἀντωνυμίαν· οἷον,

  
Ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.  
Δηλοῖ δὲ καὶ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου συζυγοῦσαν τῇ ἐμῇ, σῇ. Ὑποδείγματα δὲ αὐτῆς παρʼ Ὁμήρῳ οὐχ εὑρίσκεται· ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται· αἱ γὰρ πλάγιοι πᾶσαι διʼ αὐτῆς παρʼ Ὁμήρῳ σώζονται, ἧς, ᾗ, ἥν. Ἧ: Σύνδεσμος αἰτιολογικὸς, ἀντὶ τοῦ καθὸ παραλαμβανόμενος. Ἧιχι:

  
Ἧι πολεμητέα ἦν αὐτοῖς.  
Ἀντὶ τοῦ ὅπου, τοπικὸν ἐπίρρημα. Τὸ γὰρ ᾗχι, τοπικὸν ἐπίρρημα, κατʼ ἐπέκτασιν ἐστὶ τῆς ΧΙ συλλαβῆς, ἐκ τοῦ ᾗ δασυνομένου καὶ περισπωμένου. Ἔχει δὲ καὶ ι προσγεγραμμένον. Τὰ γὰρ εἰς η λήγοντα ἐπιρρήματα ἔχει τὸ ι προσγεγραμμένον· οἷον ἄλλῃ, τριπλῇ, κομιδῇ. Σεσημείωται πέντε, νὴ, μὴ, δὴ, ἤδη, δηλαδή. Διατί βαρύνεται; ζήτει εἰς τὸ ὀψιτέλεστον. Ἥδε δέ οἱ: Αὕτη δὲ αὐτῷ. Καὶ περισπᾶται. Ἓν μέρος λόγου ἐστίν· ἐπειδὴ δείκνυται ἐκ τοῦ ἀρσενικοῦ,

  
Ἀλλʼ ὅδʼ ἀνήρ.  
Καὶ εἰς τὸ λεξικὸν Ἰλιάδος γʹ γράφεται,

  
Τοιῇδʼ ἀμφὶ γυναικί.  
Ἡ διὰ τοῦ ΔΕ παραγωγὴ, εἰ ἔχει πρὸ τέλους μακρὸν, προπερισπᾶται. Σεσημείωται τὸ,

  
Τώδε δὲ νῶϊ.  
Ἦ:

  
Ἦ, καὶ ἐπʼ ἀργυρέῃ κώπῃ.  
Ἀντὶ τοῦ ἔφη, εἶπεν.

  
Ἦ, καὶ ἀπʼ ἀκμοθέτου.  
Ἔστι δὲ ῥῆμα χρόνου ἀορίστου δευτέρου.

  
Ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν.  
Ἔστι φῶ, τὸ λέγω· οὗ παράγωγον, φημί· καὶ Ἀττικῇ ἀποβολῇ, ἠμὶ, τὸ αὐτὸ σημαῖνον· καὶ ἔστι τὸ μὲν φημὶ δευτέρας συζυγίας· τὸ δὲ ἠμὶ, πρώτης. Ἠμὶ οὖν, ὁ μέλλων, ἤσω· ὁ δεύτερος ἀόριστος, ἦν, ἦς, ᾖ. Ἦ δʼ ὅς: Οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ οὗτος· διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς. Καὶ ἦ δὲ, ἀντὶ τοῦ ἔφη δέ. Καὶ, ἦν δʼ ἐγὼ, ἀντὶ τοῦ ἔφην ἐγώ. Παρʼ ὃ δὴ Ἕρμιππος καὶ Ἀρίσταρχος ἀντὶ τοῦ ἔφη δὲ ὃς, Χάρης δὲ καὶ Κριτόλαος ἀντὶ τοῦ ἔφασαν, καὶ ἀντὶ τοῦ ὦ φίλε, σημαίνει, φασί. Διελέγχεται δὲ ὑπὸ πλειόνων. Χαῖρε, ἔφη, παιδίον. Τί δὲ ὁ πατήρ; πῶς δὲ ἡ μήτηρ καὶ οἱ οἰκέται; Καὶ μάλʼ, ἦδʼ ὃς, ὡς πάντες. Ἐκομίσθης δὲ πῶς; Ὡς ἂν διὰ θαλάττης, ἔφην. Ἦ μήν: Ὄντως δή. Τὸ ἦ, σύνδεσμος βεβαιωτικός· τὸ μὴν, σύνδεσμος παραπληρωματικός. Διαφέρει δὲ, ὁ ἐναντιωματικὸς τοῦ παραπληρωματικοῦ, ὅτι ὁ μὲν παραπληρωματικὸς ἐπιφέρεται συμφώνῳ τε καὶ φωνήεντι, ὁ δὲ ἐναντιωματικὸς οὐδέποτε ἐπιφέρεται φωνήεντι. Ἦ μὴν μάλιστα μὲν ἀπαρεμφάτῳ συντάσσεται, τάχα δὲ καὶ ὁριστικῷ, ἦ μὴν τόδε ἐγένετο ἢ τόδε ἔσται, συντάσσεται, οἷον, ὡς Ἡρόδοτος ἐν αʹ,

  
Ἦ μήν σʼ ἐγὼ αἵματος κορέσω.  
Ἦ: Ἐπίρρημα ὁρκικόν· ὅπερ καὶ διὰ διφθόγγου γράφεται,

  
Εἶ μὴν εὐλογῶν εὐλογήσω σε.  
Ἢ ὄντως καὶ ἀληθῶς. Καὶ ἔστιν ἐπίρρημα βεβαιώσεως. Ἤτοι: Ἀντὶ τοῦ μὲν ποιητικῶς· διαφέρει δὲ τοῦ μὲν, ὅτι τὸ μὲν ἤτοι κατʼ ἀρχὴν τίθεται, ὁ δὲ μὲν οὐχὶ, ἀλλὰ παρέπεται. Καὶ ὁ μὲν μὲν συνήθης ἐστὶν, ὁ δὲ ἤτοι ποιητικῶς. Συνετέθη δὲ ἐκ τοῦ Ἢ συναπτικοῦ καὶ τοῦ ΤΟΙ παραπληρωματικοῦ ἤτοι. Τοῦτο καὶ προτάσσεται καὶ ὑποτάσσεται, <!-- 417 -->ὅτε μὲν οὕτως, ἤτοι τόδε, ἢ τόδε, ὅτε δὲ οὕτως, ἤτοι τόδε, ἢ τόδε. Ἰστέον ὅτι τὸ ἧχι, τὸ γινόμενον ἐπεκτάσει τῆς ΧΙ συλλαβῆς, ὡς τὸ ναὶ, ναίχι, οἱ Δωριεῖς ἆχι λέγουσι διὰ τοῦ α,

  
Ἆχι Λίχα μέγα σᾶμα.  
Τουτέστιν, ὅπου τοῦ Λίχα τὸ μέγα μνημεῖον. Καὶ,

  
ἆχι ὁ κλεινὸς  
  
Ἀμφιτρυωνίδας.  
Πολλῶν δὲ λεγόντων σὺν τῷ ι γράφεσθαι, καὶ πολλῶν ἀντιλεγόντων χωρὶς τοῦ ι, τῆς μέντοι παραδόσεως ἐχούσης τὸ ι, δίκαιον ἥγημαι πάντας παρακρουσάμενος τῇ παραδόσει μόνῃ ἕπεσθαι, καὶ μὴ διακενῆς γράφειν ἃ χρεία οὐκ ἔστι, καὶ μάλιστα πολλαῖς καὶ ἀνεικάστοις συμφοραῖς καὶ τῇ τῶν ἀναγκαίων πιεζόμενος σπάνει· ἀλλὰ τῷ τῶν λόγων ἀνθελκόμενος ἔρωτι, οὐδʼ ὅλως τοῖς ὀφθαλμοῖς ὕπνον δέδωκα, ὥστε καὶ αὐτὸς ὠφεληθῆναι τὰ μέγιστα καὶ τοῖς μετʼ ἐμὲ καταλιπεῖν μνήμης ἄξιον. Ἠβαιόν: Ὀλίγον καὶ ὀλιγοχρόνιον· παρὰ τὴν ἥβην, ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέως αὔξεται καὶ ἐλαττοῦται· ἀφʼ οὗ παρώνυμον ἠβαιός. Τὸ η, ἦτα. Ἐκ τοῦ ἥβη, ἡ ἀκμὴ, ἠβαὸς καὶ ἠβαιὸς, ὁ ἐπʼ ὀλίγον χρόνον ἀκμάζων καὶ μαραινόμενος πάλιν. Καὶ εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε δασύνεσθαι. Οὐκ ἔστι δὲ οὕτως· ἀλλʼ ἀπὸ τοῦ βῆναι γίνεται βαὸς, καὶ πλεονασμῷ τοῦ ι, βαιὸς, ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς· καὶ πλεονασμῷ τοῦ η, ἠβαιός. Ὡς τὸ μύει, ἠμύει· βαιὸν, ἠβαιόν. Καὶ ἄλλως· ἐκ τοῦ γράφεσθαι διὰ τῆς διφθόγγου, δείκνυται πλεονασμὸν εἶναι τὸ η. Λέγει ὁ κανών· Τὰ διὰ τοῦ ΑΙΟΣ δισύλλαβα ὀξύτονα τριγενῆ διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον, σκαιὸς, λαιὸς, φαιός· πλὴν τοῦ θεός. Οὕτω καὶ βαιός. Δῆλον ὅτι πλεονασμός ἐστι τοῦ η. Ἠβαιὸς ὀξύνεται, ὡς τὸ γηραιὸς, δηναιός· ἵνα μὴ βαρυνόμενον σχῇ κτητικὸν τύπον, ὥσπερ Ῥώμη, Ῥωμαῖος. Οἱ δὲ, παρὰ τὸ βῶ, τὸ βαίνω, τὸ οὕτως ὀλίγον, ὥστε μόνον βῆναι παυσάμενον· καὶ τὸ ἐλάχιστον ἅμα τῷ ἄρξασθαι πέπαυται. Ἢ παρὰ τὸ βῶ βαιόν· καὶ κατὰ σύνθεσιν τῆς στερήσεως, ἀβαιὸν, τὸ μὴ ἔχον βάσιν· καὶ ἠβαιὸν, ὡς ἄπειρος, ἤπειρος. Πρὸς οὖν διαφορὰν σημαινομένου τὸ πάθος. Ἥβη: Σημαίνει δύο· τὴν θεὸν, ὡς τὸ,

  
μετὰ δέ σφισι πότνια Ἥβη.  
Καὶ τὴν ἀκμὴν καὶ νεότητα, ὡς τὸ,

  
λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.  
  
Καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅτε κράτος ἐστὶ μέγιστον.  
Ἥδη τὶς οὖσα· ἥδει γὰρ ἡμᾶς, ὡς ἄνθος οὖσα τῆς ἡλικίας· κατὰ τροπὴν τοῦ δέλτα εἰς βῆτα Βοιωτικῶς. Ἢ παρὰ τὸ ἅπτω, ἁφὴ, καὶ ἥβη τροπῇ τοῦ α καὶ τοῦ φ· πυρώδεις γὰρ οἱ ἡβῶντες. Ἢ ἁφή τις οὖσα· τότε γὰρ ἁπτόμεθα καὶ ἔργων καὶ γυναικός. Ἢ παρὰ τὸ ἠβαιὸν, ἡ ἐπʼ ὀλίγον χρόνον οὖσα. Ἢ ἀπὸ τοῦ βεβηκέναι, ἄβη καὶ ἥβη. Ἀπὸ τοῦ βῶ, τὸ πορεύομαι, βῆ καὶ ἥβη. Ἠβηδόν: Ἀθρόον ὅλα καθʼ ἡλικίαν. Ἢ κατὰ νεότητα ἡβῶντας, ὡς τὰς στρατείας. Ἤγαγον: Δεύτερος ἀόριστος. Ἀπὸ τοῦ ἄγω, ὁ δεύτερος ἀόριστος, ἄγον· καὶ κατὰ ἀναδιπλασιασμὸν, ἄγαγον, καὶ ἤγαγον. Ἠγάθεον: Τὸ θεῖον καὶ θαυμαστόν. Παρὰ τὸ ἄγαμαι, ἀγάθεον. Ἢ παρὰ τὸ ἄγαν καὶ τὴν θέαν, οἱονεὶ τὸ ἀξιοθέατον. Ἠγαθέην: Θείαν, θαυμαστήν. Παρὰ τὸ ἄγαμαι, ἀγάθεος, καὶ ἠγαθέη. Ἢ παρὰ τὸ ἄγαν καὶ τὸ θεῖον, ὃ δηλοῖ τὸ θαυμαστόν. <!-- 418 -->Ἠγαλέην κάλπιν ἀειρομένην: Τὴν κατεαγεῖσαν ἢ κολοβωθεῖσαν, ἢ κοιλωθεῖσαν. Παρὰ τὸ ἄγος, ὃ σημαίνει τὸ ῥῆγμα. Ἐκ τοῦ ἄγω, τὸ κλάνω, ἄγος ἀγαλέος, ὡς τάρβος ταρβαλέος. Ἤγαλλεν: Ἐθεράπευε. Δίων ἐν ἑκτῳκαιδεκάτῳ λόγῳ Ῥωμαϊκῶν,

  
Διά τε οὖν ταῦτα, καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν.  
Κέχρηνται δὲ τῇ λέξει ἄλλοι τε καὶ Εὐνόμιος ὁ δυσσεβὴς καὶ αὐτὸς οὗτος πολλάκις. Ῥητορική. Ἠγάμην: Ἀπεδεξάμην. Ἠγάσσατο: Ἐθαύμασεν, ἐξεπλάγη. Παρὰ τὸ ἄγαν, ἀγάζω, ὡς λίαν, λιάζω. Ἢ παρὰ τὸ ἀγῶ, ἀγαίω, ἀγαίομαι, ἠγαιόμην· ἠγάσμην, ἠγασάμην· καὶ πλεονάζει τὸ σ, διὰ τὸ μέτρον. Ἡγεμών: Παρὰ τὸ ἡγῶ ἡγήσω, ἡγημὼν, καὶ ἡγεμὼν ἡγεμόνος. Συστέλλεται ὡς ῥηματικόν. Ἡγεμὼν συμμορίας: Ὁ προέχων πλούτῳ, καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. Ἡγεμόνεσσι: Ζήτει εἰς τὸ ἀτρείδηισι. Ἀπὸ τῆς ὀνομαστικῆς τῶν πληθυντικῶν ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ, ἐπὶ δὲ οὐδετέρου, ἀπὸ τῆς γενικῆς τῶν ἑνικῶν, ἡ δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε· στόματος, στομάτεσσι· δέπαος, δεπάεσσιν. Ἤγερθεν: Συνηγέρθησαν, συνηθροίσθησαν. Ἀγείρω· ὁ παρακείμενος, ἤγερμαι· ὁ ἀόριστος, ἠγέρθην· τὸ τρίτον τῶν πληθυντικῶν, ἠγέρθησαν· Αἰολικῶς καὶ Δωρικῶς, ἤγερθεν. Τὰ ἔχοντα τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσιν Ἰωνικόν .... Ἠγερέεσθαι: Ἀθροίζεσθαι. Ἀγερέω ἀγερῶ. Ἡγεμονία δικαστηρίου: Ὄνομά ἐστι δίκης. Ἠγερέθοντο: Συνηθροίζοντο. Ἀπὸ τοῦ ἐγέρθω, ἐγέρσω· ὁ παθητικὸς ἐνεστὼς, ἐγέρθομαι· ὁ παρατατικὸς, ἠγερθόμην, ἠγερθόμεθα· τὸ γʹ τῶν πληθυντικῶν, ἠγέρθοντο· καὶ προσθήκῃ τοῦ ε, ἠγερέθοντο. Ἢ ἀπὸ τοῦ ἀγείρω ἀγερῶ, ἀγερέθω. Ἠγορόωντο: Ἐδημηγόρουν, ἢ ἠθροίζοντο. Ἀπὸ τοῦ ἀγορεύειν ἀγοράω ἀγορῶ· ἠγορῶντο· καὶ πλεονασμῷ τοῦ ο, ἠγορόωντο. Ἠγγύα: Ὡμολόγει δώσειν· ἠγγυᾶτο ὁ λαμβάνων. Ἠγηλάζω: Ἄγω, ὁδηγῶ, ἐπιμελοῦμαι· ὥς φησιν Ὅμηρος,

  
καὶ σὺ κακὸν μόρον ἠγηλάζεις.  
Παρὰ τὸ ἄγω, ἀγάζω· πλεονασμῷ, ἀγαλάζω· καὶ τροπῇ, ἠγηλάζω. Ἡγήμων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Εἷς ἦν τῶν Μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων. Ἡγήσιππος: Οὗτος ἐστὶν ὁ Κρώβυλος ἐπικαλούμενος· οὗ δοκεῖ εἶναι ὁ ἕβδομος Φιλιππικῶν Δημοσθένους ἐπιγραφόμενος. Ἡγητορία: Παλάθη σύκων, ἣν ἐπὶ τῇ πομπῇ τῶν πλυντηρίων φέρουσιν, ὅτι ἡμέρου πρώτης ταύτης τροφῆς ἐγεύσαντο, ἢ διὰ τὸ πρῶτον τοῖς ἀνθρώποις ηὑρῆσθαι σῦκον, ἱερὰ συκῆ τὸ δένδρον κέκληται· καὶ ὁ τόπος ἱερὸς παρὰ Ἀθηναίοις, ἐν οἷς πρῶτον εὑρέθη τὸ δένδρον. Καὶ ἀπʼ αὐτῆς καρπὸς ἡγητορία. Οὕτω Φώτιος ὁ πατριάρχης. Ἤδη: Ἐπίρρημα χρόνου δηλωτικόν. Συντάσσεται δὲ μετὰ τριῶν χρόνων, καὶ ἰσοδυναμεῖ τῷ νῦν. <!-- 419 -->Ἤδη, σημαίνει ἀντὶ τοῦ τότε· ἐπειδὴ τὰ ἐπιρρήματα μὴ διορίζοντα χρόνον, κοινὴν δὲ παράτασιν δηλοῦντα, ἐπὶ παντὸς χρόνου παραλαμβάνεται· οἷον, νῦν φρονῶ, νῦν ἐφρόνησα, νῦν φρονήσω· ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω. Τὸ ἤδη ἀόριστόν ἐστι, καὶ τρεῖς χρόνους δηλοῖ· ἐπὶ μὲν τοῦ παρῳχημένου,

  
Ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ὡμίλησα.  
Ἐπὶ δὲ ἐνεστῶτος,

  
Ἤδη γάρ μοι τόδε εἰκοστὸν ἔτος ἐστίν.  
Ἐπὶ δὲ μέλλοντος,

  
Ἤδη λοίγια ἔργα τάδʼ ἔσσεται.  
Ἤιδη: Ἐκ τοῦ ᾔδειν ὑπερσυντελίκου διαλύουσιν οἱ Ἴωνες τὴν ΕΙ δίφθογγον· ἐν μὲν τῷ πρώτῳ προσώπῳ, εἰς ε καὶ α· καὶ ἀποβολῇ τοῦ ν, γίνεται ᾔδεα, ὡς τὸ ἦν, ἔα· ἐν δὲ τῷ τρίτῳ, εἰς δύο ΕΕ, καὶ γίνεται ᾔδεε· εἶτα οἱ Ἀθηναῖοι ἐν τῷ πρώτῳ προσώπῳ τὸ ε καὶ α εἰς η συναιροῦσιν· οἷον, ᾔδη ἐγὼ, ἀντὶ τοῦ ἠπιστάμην· καὶ ἐν τῷ τρίτῳ τὰ δύο ΕΕ εἰς η, οἷον, ᾔδη ἐκεῖνος, ἀντὶ τοῦ ἐγίνωσκε, καὶ ὁμοφωνεῖ τῷ πρώτῳ. Καὶ λέγουσι τινὲς ὅτι ἰδοὺ εἴρηται ὁμόφωνον, τοῦ τεχνικοῦ λέγοντος ὅτι οὐκ ἐνδέχεται κατὰ τὴν αὐτὴν διάλεκτον καὶ κατὰ τὸν αὐτὸν ἀριθμὸν ἢ χρόνον ὁμοφωνεῖν. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστι κατὰ τὴν αὐτὴν διάλεκτον τὸ πρῶτον καὶ τὸ τρίτον· ἡ γὰρ κρᾶσις τοῦ πρώτου προσώπου τῆς παλαιᾶς Ἀτθίδος ἐστὶν ἰδίωμα· τοῦ δὲ τρίτου, τῆς νέας. Ὥστε παρὰ τῷ ποιητῇ,

  
Ὃς ᾔδη τά τʼ ἐόντα·  
καὶ,

  
οὐδὲ τὰ ᾔδη,  
Ἀριστάρχειόν ἐστιν ἁμάρτημα· καὶ οὐκ ὤφειλε γὰρ νεᾶσαι αὐτὸ παρὰ τῷ ποιητῇ, ὄντι τῆς παλαιᾶς Ἀτθίδος. Ἡ γὰρ παλαιὰ Ἀτθὶς, ὡς εἴρηται, τῷ πρώτῳ μόνῳ κέχρηται. Ζήτει. Ἤιδει: Εἴδω, τὸ γινώσκω καὶ ἐπίσταμαι· ὁ μέλλων, εἴσω· ὁ παρακείμενος, εἶκα· ὁ μέσος, εἶδα· ὁ ὑπερσυντέλικος, εἴδειν· καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρῳχημένων εἰς η τρέπουσι, τὸ ἐβουλόμην ἠβουλόμην λέγοντες. Οὕτως καὶ τὴν ΕΙ δίφθογγον ἐποίησαν εἰς η καὶ ι προσγεγραμμένον, ᾔδειν. Οἱ γὰρ παρῳχημένοι, ἢ ἶσα φωνήεντα θέλουσιν ἔχειν πρὸς τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, ἢ πλείονα, οὐδέποτε δὲ ἐλάττονα. Ἶσα μὲν, αὐλῶ, ηὔλουν· οἰκῶ, οἴκουν· πλείονα δὲ, ἔχω, εἶχον· ἐῶ, εἴαον εἴων. Εἰ οὖν τὸ εἴδω, εἴκω, εἰκάζω, δύο φωνήεντα ἔχει κατὰ τὴν ἀρχὴν, δῆλον ὅτι τὸ ᾖκον, ᾔκαζον, ᾔδειν, δύο φωνήεντα ἔχει, ἵνα μὴ εὑρεθῇ ἐλάττονα. Ὁ δὲ Ἀπολλώνιος λέγει χωρὶς τοῦ ι· οἱ γὰρ Δωριεῖς πολλάκις τὴν ΕΙ δίφθογγον εἰς η τρέπουσιν, οἷον ἦχον, ἧλκον. Ἀλλʼ οἱ Δωριεῖς τότε τρέπουσιν, ἡνίκα τὸ ι ἐν τῇ μετοχῇ ἀποβάλληται· ἔχων γὰρ καὶ ἕλκων, ἡ μετοχή. Ὅτε δὲ μὴ οὕτως ἔχει, οὐ τρέπεται· τὸ γὰρ εἰκόνιζον καὶ εἶργον οὐ γράφεται διὰ τοῦ η· εἰκονίζων γὰρ καὶ εἴργων ἡ μετοχή. Εἰ οὖν εἰδὼς καὶ εἰκὼς καὶ εἰκάζων ἡ μετοχὴ, οὐ τρέπουσιν οἱ Δωριεῖς εἰς τὸ η· ἄρα οὖν διὰ τοῦ η καὶ ἰῶτα γράφεται. Καὶ διατὶ μὴ τὸ ἐν τῇ ληγούσῃ ἐτράπη, ἀλλὰ τὸ ἐν τῇ παραληγούσῃ ἄρχον; Ἐπειδὴ ἴδιόν ἐστι τῶν παρῳχημένων τὸ κατὰ τὴν ἀρχὴν μέγεθος· οἷον, ἄγω, ἦγον. Ἄλλως· εἰ τὸ ἐπὶ τέλους ἐτράπη, ἔμελλε τὸ ι ἀνεκφώνητον εἶναι· ὅπέρ ἐστιν ἄτοπον. Τὰ γὰρ εἰς ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τὶ ἀνεκφώνητον, οἷον βοᾶν, ἐτύφθην. Ζήτει εἰς τὸ ἐτετύφειν. Ἠείδει:

  
οὐδέ τις ἄλλος  
  
Ἠείδει δμώων.  
Ἔστι καὶ παρὰ Ἀπολλωνίῳ. Ὡς οἶμαι, πλεονασμός ἐστι τῆς ΕΙ διφθόγγου, ἐκ τοῦ ᾔδει, ὡς καὶ ἐπὶ τοῦ ἑξῆς, ἑξείης. <!-- 420 -->ἤειν ᾔεις, ᾔει. Ζήτει εἰς τὸ ἀπῄειν. Ἐκ τοῦ εἶα μέσου παρακειμένου Ἀττικῇ ἐκτάσει ᾖα, ᾔειν ᾔεις ᾔει· καὶ πληθυντικῶς, ᾖμεν. Ἀριστοφάνης Πλούτῳ,

  
Ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ·  
καὶ ἐν Γηρυτάδῃ,

  
ᾖσαν εὐθὺ τοῦ Διονυσίου.  
Ἀντὶ τοῦ ἐπορεύοντο. Ἤειρεν: Ἔδησεν, ἐδέσμευσεν. Ἀπὸ τοῦ εἴρω, εἶρε· σημαίνει τὸ δεσμεύω· πλεονασμῷ τοῦ η, ἠείρω, ὡς μύω, ἠμύω·

  
Σὺν δʼ ἤειρεν ἱμᾶσιν.  
Ἤιδεισθα: Ἀπὸ τοῦ εἴδειν γίνεται κατὰ ἔκτασιν, ᾔδειν, ᾔδεις· τὸ πληθυντικὸν, ᾔδειμεν, ᾔδειτε, ᾔδεισαν· καὶ κατʼ ἔλλειψιν, ᾔδεμεν, ᾔδεσαν. Ἐκ τοῦ ᾔδειν, ᾔδεις· καὶ κατὰ ἔκτασιν τῆς ΘΑ συλλαβῆς, γίνεται ᾔδεισθα· τὸ κοινότερον, διὰ τοῦ ε· τὸ δὲ Ἀττικώτερον, διὰ τοῦ η, ᾔδησθα, Εὔπολις. Ἠιδέσθην: Σὺν τῷ ι· παρὰ τὸ αἰδῶ περισπώμενον. Εὐριπίδης Ἀλόπῃ,

  
Οὐ μὴ σύ γʼ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω.  
Ἡδονή:

  
ἡδονὴ δέ τις  
  
γυναιξὶν ἀλλήλαις μηδὲν ὑγιὲς λέγειν.  
Παρὰ τὸ δονῶ, δονή· καὶ πλεονασμῷ τοῦ η, ἡ δονοῦσα καὶ συγχέουσα τὴν ψυχήν. Ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἡδονὴ, ὡς φλέγω, φλεγμονή· πλήθω, πλησμονή. Ἦδος:

  
οὐδέ τι δαιτὸς  
  
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.  
Ἡδονὴ, ὄφελος. Ἔστιν ἅδος, καὶ σημαίνει τὸν κόρον καὶ τὴν πλησμονήν. Ἰλιάδος λʹ,

  
ἅδος τέ μιν ἵκετο θυμόν.  
Ἐκτάσει τοῦ α εἰς η, ἦδος. Ἢ παρὰ τὸ ἑῶ, τὸ κορέννυμι, παράγωγον, ἔδω, τὸ ἐσθίω· καὶ ἤδω· ἐξ αὐτοῦ ἦδος· καὶ κατὰ συστολὴν, ἅδος. Ἢ ὅτι κατὰ μετασχηματισμὸν ἐστὶ τὸ ἦδος, ὡς Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ Προσωδίᾳ. Τὸ ἡδονὴ γὰρ δασυνόμενον μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὥσπερ τὸ ἡμέρα δασυνόμενον μετασχηματίζεται εἰς τὸ ἦμαρ ψιλούμενον· καὶ τὸ ἅμα δασυνόμενον, εἰς τὸ ἄμυδις ψιλούμενον. Ἡρωδιανὸς ἐν Ἰλιακῇ Προσωδίᾳ· ἐν δὲ τῷ Συμποσίῳ φησὶν ὅτι τὸ ἦδος βούλονταί τινες δασύνειν, ἐκρίναμεν δὲ μᾶλλον ψιλοῦσθαι· ἐπεὶ τὰ εἰς ΟΣ λήγοντα οὐδέτερα δισύλλαβα τροχαϊκὰ, ἀρχόμενα ἀπὸ φύσει μακρᾶς, ψιλοῦσθαι θέλει, οἷον αἶσχος, εἶδος. Ἥδω: Παρὰ τὸ ἅδω, τὸ ἀρέσκω,

  
ἅδον φίλον ὥς κεν ἅδῃσι.  
Τὰ γὰρ ἀρέσκοντα ἡδέα. Ἡδύς: Παρὰ Πλάτωνι ὁ εὐήθης καὶ ἄφρων. Ἡδύοσμος: Ὁ ἀρωματιστὴς κάλαμος. Ἡδύ: Ἐπίρρημα. Ἀπὸ ὀνόματος μετήχθη εἰς ἐπιρρηματικὴν σύνταξιν, ὥσπερ καὶ τὸ,

  
Ἀχρεῖον δʼ ἐγέλασεν.  
Ἥδυμος: Ἀπὸ τοῦ νήδυμος· ἢ ἀπὸ τοῦ ἡδὺς, ἥδυμος. Ἐπίχαρμος,

  
Καὶ λόγων ἀκούσας ἡδύμων.  
Τὸ συγκριτικὸν, ἡδυμώτερος· καὶ Ἰωνικῶς, ἡδυμέστερος, ὡς ἀνιαρότερος, ἀνιηρέστερος. Τὸ δὲ ὑπερθετικὸν, ἡδυμέστατον, Ἀλκμὰν ἔφη. Ἠετίων: Ὁ ἥρως, ὁ πατὴρ Ἀνδρομάχης. Παρὰ τὸ ἀετὸς Ἀετίων ὑποκοριστικὸν, ὡς Ἥφαιστος, Ἡφαιστίων· καὶ Ἰωνικῶς, Ἠετίων. Ἔθος γὰρ αὐτοῖς τρέπειν τὸ α εἰς η, ὡς τὸ Βορέας, Βορέης. Ἠερέθοντο: Αἰωροῦνται, ἀθροίζονται, πλανῶνται, διασείονται, οἷον ἐπηρμέναι, κοῦφοι, καὶ ἀστήρικτοι εἰσίν. Ἐπὶ μὲν τοῦ παροξύνονται καὶ <!-- 421 -->προπετεῖς γίνονται, παρὰ τὸ ἐρέθω, τὸ παροξύνω καὶ ἐρεθίζω, γίνεται ἐρέθονται, καὶ πλεονασμῷ τοῦ η· ἐπὶ δὲ τοῦ ἀπαιωροῦνται καὶ κρέμανται, οἷον,

  
Αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.  
Παρὰ τὸ ἀείρω, τὸ κουφίζω καὶ ἐπαίρω· ὁ μέλλων, ἀερῶ· ἐξ αὐτοῦ ἀερέθω, ὡς ἀγείρω ἀγερῶ, ἀγερέθω· καὶ τρέπεται τὸ α εἰς η, καὶ μετάγεται εἰς ἐνεστῶτα, ἠερέθω, ἠερέθομαι· ὁ παρατατικὸς, ἠερεθόμην· τὸ τρίτον τῶν πληθυντικῶν, ἠερέθοντο, ὡς ἠγερέθοντο. Ἢ ἀπὸ τοῦ αἴρω ἀρῶ, ἀρέθω· πλεονασμῷ τοῦ ε, ἀερέθω. Ἠερίη: Ἡ Αἴγυπτος τὸ πρὶν ἐκαλεῖτο· ὅτι τοῖς ἐπʼ αὐτὴν πλέουσι, κοίλη οὖσα, οὐ φαίνεται πρὶν ἂν σχεδὸν ὁρμισθῶσι, καὶ τότε ὥσπερ ἐξ ὁμίχλης καὶ ἀέρος κεκαλυμμένη φαίνεται. Ἀπολλώνιος,

  
Ἦμος ὅτʼ Ἠερίη πολυλήϊος ἐκλήϊστο  
  
μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν.  
Ἠερίη: Ἰλιάδος αʹ,

  
Ἠερίη δʼ ἀνέβη μέγαν οὐρανόν.  
Ἑωθινὴ, ὀρθρινή. Καὶ,

  
Ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.  
Ἰλιάδος γʹ. Τὸ πληθυντικὸν, ἀπὸ τοῦ ἠέριος ἀρσενικοῦ. Ἀπὸ τοῦ ἀὴρ ἀέρος, ἀέριος. Τὰ ἀπὸ τῶν εἰς ΗΡ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ΙΟΣ γινόμενα διὰ τοῦ ι γράφεται, ἀστὴρ ἀστέρος, ἀστέριος· αἰθὴρ αἰθέρος, αἰθέριος· ὀλετὴρ ὀλετῆρος, ὀλετήριος· συντακτὴρ συντακτῆρος, συντακτήριος. Οὕτως καὶ ἀέριος· καὶ τροπῇ, ἠέριος. Πρόσκειται, «ὑπὲρ μίαν συλλαβὴν,» διὰ τὸ θὴρ θηρὸς, θήρειος. Λοιπὸν τὸ θηλυκὸν ἠερία παροξύνεται· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἠερίαι. Ἠερίβοια: Ἀπὸ τῆς ἠέρι δοτικῆς γέγονεν Ἠερίβοια, ὄνομα κύριον, ὥς φησιν Ὅμηρος Ἰλιάδος εʹ, ἡ ἀερία καὶ μεγάλα βοῶσα, ὡς τοῦ Ἑρμοῦ μητρυιά. Ἢ παρὰ τὸ ἐρι ἐπιτατικὸν, καὶ τὸ βοή. Τὸ δὲ,

  
Ἠέρι δʼ ἔγχος ἐκέκλιτο.  
Ἀντὶ τοῦ, ἐν ὁμίχλῃ καὶ ἀορασίᾳ ἐκεκάλυπτο τὸ δόρυ καὶ οἱ ἵπποι· γίνεται παρὰ τὸ ἄω, τὸ πνέω, ἀὴρ ἀέρος· καὶ κατʼ ἔκτασιν Ἰωνικὴν, ἠέρος,

  
διʼ ἠέρος αἰθέρʼ ἵκανεν.  
Ἡ δοτικὴ, ἠέρι· ἡ αἰτιατικὴ, ἠέρα,

  
περὶ δʼ ἠέρα πολλὴν ἔχευεν.  
Θηλυκὸν δέ ἐστι παρὰ τῷ ποιητῇ ὁ ἀήρ·

  
ἀὴρ δὲ βαθεῖα ἦν.  
Καὶ εἰ μὲν ἀρσενικὸν, σημαίνει τὸν περικεχυμένον ἡμῖν, οὐ τὸν ἔκτοσθεν ἀέρα· θηλυκῶς δὲ, τὴν ἀορασίαν. Τὸ δὲ ἠερίαι, ὃ σημαίνει τὸ ὄρθριαι, ἢ παρὰ τὴν ἠέρι δοτικὴν, ἀντὶ τοῦ σκοτία· ἢ παρὰ τὸ ἦρι, ὃ δηλοῖ πρωῒ,

  
Ἦρι μάλα  
γίνεται ἠρίαι· καὶ πλεονασμῷ τοῦ ε, ἠερίαι, ὡς πλέθρον, πέλεθρον. Τάττεται δὲ καὶ ἐπὶ τῆς σκοτίας,

  
ἐς Τάρταρον ἠερόεντα.  
Ἐκ τοῦ ἀερόεις. Σημαίνει δὲ τὸν ὁμιχλώδη καὶ σκοτεινόν. Ἠεροειδὲς ἄντρον ἐπήρατον: Ἀεροειδὲς, σκοτεινόν· τινὲς δέ φασιν οὐχ ᾗ σκοτεινὸν τὸ σπήλαιον, ἀλλʼ ἠεροειδὲς εἰρῆσθαι, ὡς τὸ μέγα, ἀερομέτρητον, ὁμοίως τῷ,

  
Ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσι,  
ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος, καὶ μηδενὸς ἐμποδίζοντος· καὶ γὰρ ἄτοπον θεοῖς σκοτεινὸν ἀνεῖσθαι. Ἡρακλέων ἐν Ὀδυσσείας ὑπομνήματι. Ἠεροφοῖτις ἐριννύς: Ἡ ἐκ τοῦ σκότους φοιτῶσα· ἢ διὰ τοῦ σκότους ἐρχομένη, ἀόρατος· παρὰ τὸ περὶ τὸν ἀέρα φοιτᾶν, ἡ ἀοράτως φοιτῶσα. Ἢ παρὰ τὸ ἔαρ, ὃ σημαίνει τὸ αἷμα· καὶ ὁ αἱματοπότης, ἠεροπότης. <!-- 422 -->Ἢ ἡ ἐροφοῖτις, ἡ περὶ τὴν γῆν φοιτῶσα· ἐξ οὗ καὶ ἐξεράσαι, τὸ τὴν τροφὴν εἰς τὴν γῆν ἀπορρίψαι· καὶ τὸ η ὡς ἄρθρον ἐκδεκτέον. Ἠθεῖος: Ἰλιάδος κʹ,

  
Τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι;  
Καὶ Ἰλιάδος ζʹ,

  
Ἠθεῖʼ, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω.  
Ἔστι δὲ προσφώνησις τιμητικὴ νεωτέρου ἀδελφοῦ πρὸς πρεσβύτερον καὶ παλαιότερον κατὰ τιμήν· ἢ φιλοφρονητικὴ προσαγόρευσις ἥττονος πρὸς τιμιώτερον, ὥς φησιν Ὅμηρος Ἰλιάδος ψʹ,

  
Τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας;  
Ἠθεῖος: Ἀδελφὸς, συγγενὴς, φίλος· ἢ πατρὸς ἀδελφός. Γίνεται δὲ παρὰ τὸ θεὸς, θέϊος· καὶ συναιρέσει τοῦ ε καὶ ι εἰς τὴν ΕΙ δίφθογγον, θεῖος· καὶ πλεονασμῷ τοῦ η, ἠθεῖος· πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσιν, ὡς τὸ, μύει, ἠμύει· βαιὸς, ἠβαιός· εὐγενὴς, εὐηγενής. Ἢ παρὰ τὸ ἔθος, ἔθειος· καὶ κατʼ ἔκτασιν, ἠθεῖος. Καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων διὰ τοῦ ΙΟΣ γινόμενα, εἰ μὲν τῷ α παραλήγεται τὰ διὰ τούτων παραγόμενα, διὰ τοῦ ι γράφονται, ὡς τὸ ἅγος, ἅγιος· εἰ δὲ μὴ παραλήγεται τῷ α, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, ὡς τὸ τέλος, τέλειος· ὄρος, ὄρειος. Ἔθος οὖν, ἔθειος καὶ καταβιβασμῷ τοῦ τόνου, ἠθεῖος. Ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεὸς αὐτὸ κανονίζειν, ἤπερ ἐκ τοῦ ἔθους. Ἐκ γὰρ τοῦ θεὸς καὶ ἡ αὐτὴ τάσις σώζεται, καὶ ὀλίγα πάθη δίδοται· ἐκ δὲ τοῦ ἔθους καὶ ἀλλότριος ὁ τόνος, καὶ πολλὰ τὰ πάθη δίδοται. Ἦθος: Ὁ τρόπος· παρὰ τὸ ἔθος, ἦθος, κατʼ ἔκτασιν τοῦ ε· καὶ τὸ ἠθεῖος τινὲς ἐπὶ τοῦ συνήθους λαμβάνουσιν, ἵνʼ ᾖ ἐθεῖος. Ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω·

  
Ἥσω γὰρ καὶ ἐγὼ,  
Ἰλιάδος ρʹ, ἀντὶ τοῦ ἀκοντίσω, πέμψω. Ἵημι οὖν, ἥσω, ἦθος· ἀφʼ οὗ καὶ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις. Ἠθμὸς καὶ ἠθένειον: Ἐργαλεῖον διατετρημένον πολλαῖς τρύπαις, διʼ οὗ τὸ ὑγρὸν εἰώθασι διακρίνειν τῶν παχυτέρων, ὥς φησι Μενεκράτης ἐν Ἔργων αʹ,

  
Ἠθμῷ δὲ προπάροιθεν ἀφαρπάζει νέον αἰεὶ  
  
ἀφρόν.  
Παρὰ τὸ ἤθω. Καὶ Παρὰ Νικάνδρῳ,

  
Οὖρον ἀπηθῆσαι·  
καὶ Ἀριστοφάνης,

  
Ἀπὸ βιβλίων ἀπηθῶν.  
Ἀπὸ γοῦν τοῦ ἤθω, ἤσω, ἠμὸς, καὶ ἠθμὸς, διʼ οὗ διηθεῖται καὶ διαβιβάζεται. Ἠΐθεος: Ὁ ἄπειρος γάμου νέος, ἀπὸ ἐτῶν δεκατεσσάρων ἕως δεκαοκτώ. Ἰλιάδος δʹ,

  
Ἠΐθεον θαλερὸν Σιμοείσιον.  
Τὸν ἄπαιδα καὶ ἄγαμον. Σπανίως δὲ ἐπὶ παρθένου, ὡς παρʼ Εὔπολι,

  
Εἰ μὴ κόρη δεύσειε τὸ σταὶς ἠίθεος.  
Παρὰ τὸ ἀΐτης ἀΐτεος καὶ ἀΐθεος, ὁ καιρὸν ἄγων ἀΐτου, τουτέστιν ἐρωμένου. Ἢ παρὰ τὸ αἴθω, τὸ καίω· καὶ ἐν διαιρέσει, ἀΐθεος καὶ ἠΐθεος· διάπυρος γὰρ ἡ νεότης· ὁ καιρὸν ἄγων τοῦ θερμαίνεσθαι. Ἢ αἴθεος τὶς ὢν, διὰ τὸ νέον τοῦ σώματος. Ἢ μᾶλλον διὰ τὸ ἀμίαντον εἶναι καὶ ἄπειρον μολυσμοῦ γυναικὸς, ἢ γάμου. Γέγονε δὲ ὡς τὸ πῦρ ἀΐδηλον. Ἠϊών: Ὁ αἰγιάλος· παρὰ τὸ ἀΐειν, τὸ ἀκούειν. Ἐκ τοῦ ἀΐω οὖν γίνεται ἠϊὼν, ἡ ἐξακουομένη τοῖς κύμασιν· οἷον,

  
Ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω.  
Ἢ παρὰ τὸ καταιονᾶσθαι παρὰ τῶν κυμάτων, τουτέστι καταντλεῖσθαι καὶ καταβρέχεσθαι· αἰονήματα δὲ τὰ καταντλήματα φασὶν οἱ Ἀττικοί. Ἢ παρὰ τὸ ἴω, ἐφʼ ᾧ ἐστιν ἰέναι ἐξ ἁλὸς, ἢ εἰσιέναι. Λυκόφρων,

  
Ἵππων φριμαγμὸν ἠϊόνες δεδεγμένοι.  
<!-- 423 -->Ἢ παρὰ τὸ εἴω ῥῆμα, εἰς ὃν προτρέχει ἡ θάλασσα. Ἢ ἠϊόνας, τοὺς μὴ πετρώδεις, ἀλλὰ τοὺς διοδευομένους, διʼ ὧν ἐστιν εὐχερῶς ἵεσθαι. Ἠϊὼν οὖν τὸ βάσιμον μέρος τῆς θαλάσσης. Λέγονται καὶ τὰ ὑποκάτω τῶν ὀφθαλμῶν, διὰ τὸ διʼ αὐτῶν φέρεσθαι τὰ δάκρυα, ὡς καὶ τὰ τῶν αἰγιαλῶν κύματα. Ἠϊόεις: Ὁ καλὰς ἠϊόνας ἔχων· οἷον,

  
ἐπὶ ἠϊόεντι Σκαμάνδρῳ.  
Τουτέστιν ἐπὶ τῷ αἰγιαλοὺς καὶ ὄχθας ἔχοντι ποταμῷ. Παρὰ τῆς ἠϊόνος γενικῆς γίνεται ἠϊονόεις· καὶ κατὰ συγκοπὴν, ἠϊόεις· γίνεται γὰρ καὶ ἀπὸ τῆς εἰς ΟΣ γενικῆς, ὡς ὕδατος ὑδατόεις, ὑδατοέσσας. Ἢ παρὰ τὰ ἄνθη εἴρηται, παρὰ γὰρ τοῖς ποταμοῖς ἄνθη εἰσί· καὶ γὰρ ἰονοβόστρυχος εἴρηται· ὥσπερ θύον θυόεις,

  
θυόεν νέφος,  
οὕτως καὶ παρὰ τὸ ἴον γίνεται ἰόεις· καὶ πλεονασμῷ τοῦ η, ὡς εἴδει ἠείδει, γίνεται ἠϊόεις, ὁ ἴα ἔχων, Σκάμανδρος· ἁρμόζει γὰρ ἐπὶ ποταμοῦ. Πρὸς διάφορα οὖν σημαινόμενα, ἢ συγκοπή ἐστιν, ἢ πλεονασμός. Ἠϊονεύς: Ὁ ἥρως, ὁ πατὴρ Ῥήσου τοῦ Θρᾳκὸς, ὥς φησιν Ὅμηρος. Ἀπὸ τῆς ἠϊόνος, παρώνυμον Ἠϊονεύς. Ἤϊα: Βρώματα, οὐ τὰ ἐν οἴκῳ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ καὶ πλῷ. Ὅμηρος,

  
ἐν δʼ ἤϊα  
  
κωρύκῳ.  
καὶ,

  
Δεῦτε φίλοι, ἤϊα φερώμεθα.  
Ἐφόδια, σιτία ἀγαθὰ, χορτάσματα. Ἔστιν εἴω, τὸ πορεύομαι, διὰ διφθόγγου, ὥς φησι Σώφρων ἐν Θυννοθήρᾳ,

  
Ἐγκίκρα ὡς εἴω.  
Ὁ παρακείμενος, εἶκα· ὁ μέσος, εἶα· καὶ κατὰ διάλυσιν, ἤϊα. Ἤϊα οὖν κυρίως, τὰ πρὸς ὁδὸν ἐπιτήδεια βρώματα, καὶ πρὸς τὸ ἰέναι χρήσιμα, ἢ τοῖς ἰοῦσιν ἐπιτήδεια. Λέγονται καὶ τὰ ἄχυρα·

  
Ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει.  
Παρὰ τὸ εἴω, τουτέστι τὰ εὐκίνητα καὶ εὐχερῶς μεταρριπιζόμενα ὑπὸ τῶν ἀνέμων. Γενηθέντος γὰρ ἀνέμου δεῦρο κἀκεῖσε φέρεται. Καὶ ἐπὶ τῶν ἀλόγων ζῴων,

  
Θώων πορδαλίων τε λύκων τʼ ἤϊα πέλονται.  
Ἤϊε φοῖβε: Ζήτει εἰς τὸ ἰήϊε. Ἐκ τοῦ εἴω, ὁ μέσος παρακείμενος, εἶα· καὶ διαλύσει, ἔϊα· καὶ τροπῇ τοῦ ε εἰς η, ἤϊα, ἀντὶ τοῦ ἐπορευόμην·

  
Ἤϊα πολλὰ θεοὺς γουνούμενος.  
Καὶ τὸ τρίτον, ἤϊε, ἀντὶ τοῦ ἐπορεύετο.

  
Ὁ δʼ ἤϊε νυκτὶ ἐοικώς.  
Εἶτα κατὰ συναλοιφὴν γίνεται ᾖα καὶ ᾖε. Εἰ μέντοι χωρὶς τοῦ ι γράφεται, γίνεται ἐκ τοῦ ἔω· ὁ μέσος, ἔα· καὶ Ἀττικῶς, ἦα· καὶ σημαίνει τὸ ὑπῆρχον. Ἤϊσαν: Τοῦτο, ἐὰν μὲν συνέλῃς, σημαίνει τὸ ἐπορεύοντο· ἐὰν δὲ μὴ εὕρῃς τὸ ι, σημαίνει τὸ ὑπῆρχον. Ἔστι γὰρ εἶμι, τὸ πορεύομαι· τὸ πληθυντικὸν, ἴμεν, ἴτε, ἴσαν.

  
Οἱ δʼ ἄρʼ ἴσαν σιγῇ.  
πλεονασμῷ τοῦ η, ἤϊσαν·

  
Τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς  
  
ἤϊσαν·  
ἢ, ὡς οἶμαι, ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, ὁ ἀόριστος, εἶσαν, ἔϊσαν, καὶ ἤϊσαν. Ἤισαν ἐγώ: Παρὰ τὸ ἴσαμι, ὁ παρατατικὸς, ἴσαν· τὸ πληθυντικὸν, ἴσαμεν, ἴσατε, ἴσαν· καὶ πλεονασμῷ τοῦ η, ἤϊσαν. Διὰ τοῦτο προσετέθη τὸ ἐγὼ, ἵνα γένηται πρῶτον, ἀντὶ τοῦ ἠπιστάμην ἐγώ. Ἠΐσκομεν: Ἔστιν ἴσκω, τὸ λέγω, ἢ τὸ εἰκάζω. Ἴσκομεν, τὸ πληθυντικόν· καὶ πλεονασμῷ τοῦ η, γίνεται ἠΐσκομεν. Οἱ δὲ, ἐΐσκω ῥῆμα· τὸ πληθυντικὸν, ἐΐσκομεν· καὶ ἐκτάσει, ἠΐσκομεν. Ἤϊκτο:

  
Δέμας δʼ ἤϊκτο γυναικί.  
Ἀντὶ τοῦ ὡμοιοῦτο. Ἐκ τοῦ εἴκω, ὁ παρακείμενος, <!-- 424 -->εἶχα, εἶγμαι, εἴγμην, εἶξο, εἶκτο, ἔϊκτο καὶ ἤϊκτο Ἠΐχθη: Ἐξέδραμεν, ἠνέχθη, ἐξώρμησεν. Ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω, ἤϊχα, ἤϊγμαι, ἠΐχθην. Ἦκα:

  
Ἦκα πρὸς ἀλλήλους ἔλεγον.  
Ἀντὶ τοῦ ἠρέμα καὶ ἡσύχως. Ἔστι δὲ ἐπίρρημα μεσότητος· γίνεται παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ἡσυχίαν· οὗ τὴν αἰτιατικὴν ἔχει ἐν ἐπιρρήματος συντάξει,

  
ἀκὴν δʼ ἐγένοντο σιωπῇ.  
Παρὰ τὸ ἀκὴ οὖν, ἦκα κατὰ ἀντιστροφήν. Ὥσπερ σιγὴ, σίγα ἐπίρρημα· σαφὴς, σάφα· λιγὺς, λίγα· οὕτως ἀκὴ ἀκά· καὶ κατὰ τροπὴν, ἦκα, ὡς ἄγυρις, πανήγυρις· ἄνεμος, εὐήνεμος, καὶ ἠνεμόεις. Ἢ ὥσπερ παρὰ τὸ πρόσθεν, πρόσθα· καὶ ἔνερθεν, ἔνερθα· καὶ ἔνθεν, ἔνθα· οὕτως ἀπὸ τοῦ ἀκὴν, ἀκὰ, ἦκα κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος. Ἀναγκαίως οὖν ἀπόβλητον ἐγένετο τὸ ν. Ἤκαλον: Τὸ ἥσυχον ἢ ἡσύχως. Παρὰ τὸ ἦκα ἐπίρρημα· ἢ παρὰ τὸ ἀκαλὸν, τουτέστι παρὰ τὸ εὔκηλον. Ἤκη: Ἡ ὀξύτης τοῦ σιδήρου. Ἀρχίλοχος,

  
Ἵστη κατʼ ἤκην κύματός τε κἀνέμου.  
Παρὰ τὸ ἥκω, τὸ πορεύομαι. Ἥκη οὖν, ἡ ὀξύτης, ἡ διατέμνουσα καὶ διὰ τῶν τμητῶν ἢ τμημάτων ἰοῦσα· ἀπὸ δὲ τούτου καὶ ἡ τοῦ βέλους ἀκὴ παρωνύμως· καὶ ἀκὴν, ἐπίρρημα. Τὸ δὲ ἥκω, τὸ ἔρχομαι, ἐπὶ μὲν τῶν ἐνεργητικῶν παρὰ τοῖς ἰάμβοις καὶ τοῖς πεζολόγοις διὰ τοῦ η γράφεται, παρὰ δὲ τοῖς ποιηταῖς πάντοτε διὰ τοῦ ι· ἐπὶ δὲ τῶν παθητικῶν, ἀεὶ διὰ τοῦ ι· ὅθεν καὶ ἀφῖγμαι, ἀφιγμένος. Ἥκιστος:

  
Ἥκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.  
Ἀντὶ τοῦ ἐλάσσων, ἀσθενὴς, ἄτεχνος, πάντων ἡττώμενος, Ἰλιάδος ψʹ. Ἀπὸ τοῦ ἧκα ἐπιρρήματος γίνεται ἥκιστος. Ἢ ἀπὸ τοῦ ἧκα καὶ τοῦ ἥσσων· ὅθεν καὶ ἥκιστα, τὸ οὐδαμῶς· ὡς τὸ,

  
Ἦκα μάλα ψύξασα.  
Ἥκιστα: Ἀττικῶς ἐκ τοῦ ἡσσῶ, τὸ ἡττῶ, δασυνομένου γίνεται ἥσσιστα, καὶ ἥκιστα. Ὁ δὲ Ἡρωδιανὸς φησὶν, ὅτι ἡ προπαραλήγουσα δασύνεται. Δείκνυται δὲ ἐκ τῆς συναλοιφῆς δασυνόμενον· οὐχ ἥκιστα γάρ· καὶ σημαίνει τὸ μάλιστα. Παρὰ γοῦν τὸ ἧκα γίνεται ἥκιστος, καὶ ἥκιστα, ὡς μάλα μάλιστα. Τὸ δὲ λέγειν παρὰ τὸ ἧσσον, οὐχ ὑγιές· οὐ γὰρ λέγεται ἥσσιστα. Εἰ δέ τις λέγοι, παρὰ τὸ θᾶσσον οὐ λέγεται θάσσιστα, καὶ παρὰ τὸ κρεῖσσον κρείσσιστα, ἀλλὰ τάχιστα καὶ κράτιστα, εἴσεται ὅτι παρὰ τὸ τάχιστος καὶ παρὰ τὸ κράτιστος ἐγένετο τάχιστα καὶ κράτιστα οὐδετέρως κατʼ ἐπιρρηματικὴν σύνταξιν. Ἠλακάτη: Τὸ γυναικεῖον ἐργαλεῖον, ὄργανον περὶ ὃ εἰλοῦσιν αἱ γυναῖκες τὸ νῆμα. Ἐκ τοῦ ἠλάσκω, ἠλακτὴ, ὡς διδάσκω, διδακτή· καὶ πλεονασμῷ τοῦ α, ἠλακάτη. Εἰς ἰδιότητα βαρύνεται. Εἰς ἣν τὸ αὐτὸ εἴλημα εἰλεῖται. Σημαίνει καὶ τὸ βέλος· ὅθεν καὶ χρυσηλάκατος, ἡ χρυσῷ βέλει χρωμένη, καλλίτοξος. Καὶ τὸ ὑπερίστιον, ὅταν λέγηται,

  
Καδδʼ αὐτῶν λίνα χεῦον ὑπηλάκατα τανύσαντες.  
Ἠλάσκω: Σημαίνει τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἰλεῖσθαι· καὶ ἠλασκάζω ἐκ τοῦ ἠλάσκω, ὡς ῥίπτω ῥιπτάζω. Σημαίνει δὲ ἀμφότερα, τὸ περὶ αὐτὰ πλανᾶσθαι καὶ διατρίβειν·

  
Αἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν.  
Ἀντὶ τοῦ ἠλάσκουσαι· ὅ ἐστι, περὶ τὸν αὐτὸν τόπον εἰλοῦνται. Καὶ,

  
ἐμὸν μένος ἠλασκάζει.  
Περὶ τὸν αὐτὸν εἰλούμενος τόπον ἐκκλίνει, κρύπτεται, πλανᾶται. <!-- 425 -->Παρὰ τὸ εἰλῶ εἰλήσω γίνεται εἰλήσκω, καὶ εἰλάσκω, καὶ ἠλάσκω κατὰ τροπήν. Ἢ ἐκ τοῦ ἀλῶ, τὸ πλανῶ, γίνεται ἀλάσκω, ὡς γηρῶ, γηράσκω· εἶτα ἠλάσκω, ἠλασκάζω. Ἠλαξός: Ἀπὸ τοῦ ἠλαξόος, ἠλαξὸς, ὥσπερ βοηθόος, βοηθός. Ἠλαίνω: Τὸ μωραίνω· καὶ ἠλαίνουσα, περὶ παρθένου· καὶ ἠλαίνει, τὸ μωραίνει, καὶ μαίνεται. Ἠλαιθερές: Ἠλαιθερὲς, τὸ ὑπὸ τοῦ ἡλίου θερμαινόμενον. Ἤλεκτρον: Ὅμηρος,

  
μετὰ δʼ ἠλέκτροισιν ἔερτο.  
Εἴρηται ὅτι διακεχυμένον καὶ ὑγρὸν ὂν, περὶ τὰς τοῦ ἡλίου δυσμὰς πήγνυται. Ἢ ἤλεκτρόν τι ὄν· ὅτε γὰρ ἐπὶ λέκτρον ἡ ἠὼς ὁρμᾷ, πήγνυται. Ἢ παρὰ τὸ ἑλίσσω, ἔλεκτρον καὶ ἤλεκτρον· κόσμῳ γὰρ αὐτῷ εἰς περιδέρραια καὶ ὅρμους ἐχρῶντο περιελίσσοντες. Ἢ παρὰ τὸ ἑλεῖν τὰ ἐκτὸς, ἔλεκτρον καὶ ἤλεκτρον· τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα. Ἢ παρὰ τὸ ἥλιος ἠλέκτωρ ὄνομα τὸ τοῦ ἡλίου· φασὶ γὰρ αὐτὸ δάκρυον εἶναι τῶν Ἡλιάδων, ὅπερ ἐπὶ τῷ Φαέθοντος οἴκτῳ στάζουσιν· ἃς καὶ κλαιούσας αὐτὸν φασὶ μεταβληθῆναι εἰς αἰγείρους, Διὸς κατελεήσαντος, καὶ τὸ καταφερόμενον παρʼ αὐτῶν δάκρυον ἐν τῷ ποταμῷ πήγνυται, καὶ ποιεῖ τὸ ἤλεκτρον· ἢ ὅτι ἡλιαυγές ἐστιν. Ἤλεκτρον: Ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλῳ καὶ λιθιᾷ. Οὕτως Ῥητορική. Ἠλέκτραι: Πύλαι Θηβῶν· ἢ ἀπὸ τοῦ Ἠλεκτρύωνος τοῦ πατρὸς Ἀλκμήνης, ἢ ἀπὸ Ἠλέκτρας· ταύτης δὲ μήτηρ κατʼ ἐνίους Ἁρμονία. Ἢ τὰ ἐν τοῖς κλινόποσι τῶν σφιγγῶν ὄμματα· ἢ Ἠλέκτρων: τῶν ἐν ταῖς κλίναις ποικιλλομένων. Ἠλέκτωρ: Ὁ ἥλιος· ἢ ὅτι οὐ κοιμᾶται, ἀεὶ εἰλούμενος· ἀλέκτωρ, ὁ ἄνευ λέκτρων ὤν. Ἢ ὅτι ἄληκτός ἐστι καὶ ἀκάμας· ἢ ὅτι ἐκ τῶν λέκτρων καὶ τῆς κοίτης ἡμᾶς ἐγείρει διὰ τὸ ἐπιλάμπειν, ὁ ἀλέκτρους ἡμᾶς ποιῶν. Παρὰ δὲ τὸ λέγω, τὸ κοιμῶμαι, λέκτωρ καὶ ἀλέκτωρ, καὶ ἠλέκτωρ· ἔνιοι δὲ, ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου· ἐξ οὗ λαμπρός·

  
Τεύχεσι παμφαίνων ὥστʼ ἠλέκτωρ ἐβεβήκει.  
Ἰλιάδος ζʹ. Ἔστι δὲ ἐπίθετον τοῦ ἡλίου. Τὸ δὲ ζῷον ἀλέκτωρ ἐτυμολογεῖται παρὰ τὸ λέκτρον καὶ τὸ ἐπιτατικὸν α· πολυόχευτον γάρ. Ἠλέματος: Ὁ μάταιος. Παρὰ τὸ ἠλεὸς, ἠλέατος· καὶ πλεονασμῷ τοῦ μ, ὡς μέσος, μέσατος· καὶ τρίτος, τρίτατος· καὶ ἐπίρρημα, ἠλεμάτως. Ἢ παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην ἐξ οὗ τὸ,

  
φρένας ἠλὲ  
καὶ τὸ μάτην μάτως. Ἠλεμάτως οὖν, τὸ ματαίως. Οὕτως εὗρον ἐγώ. Ἠλεός: Μάταιος, μαινόμενος, μωρός. Καλλίμαχος,

  
ὁ δʼ ἠλεὸς οὔτʼ ἐπὶ σίττην  
  
βλέψας.  
καὶ οὐδετέρως,

  
Ἠλεὰ μὲν ῥέξας, ἐχθρὰ δὲ πεισόμενε.  
Παρὰ τὴν ἄλην, τὴν πλάνην, γίνεται ἄλεος, ὁ πεπλανημένος, καὶ ἠλεός. Ἢ παρὰ τὴν ἀλέαν, τὴν θερμότητα· ἵνʼ ᾖ ὁ θερμὸς καὶ προπετής. Ἢ παρὰ τὸ ἀλεᾶσθαι εἴρηται, ὃν δεῖ ἐκκλίνειν διὰ τὴν ἀφροσύνην καὶ ἐκφεύγειν. Τοῦ ἠλεὸς ἡ κλητικὴ, ὦ ἠλεέ· καὶ κατὰ συγκοπὴν, ἠλέ. Ἰλιάδος οʹ,

  
Μαινόμενε φρένας ἠλέ.  
Ἀντὶ τοῦ μάταιε. Λέγεται καὶ ὁ οἶνος ἠλεὸς, ὁ μανιοποιὸς,

  
ὅστʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.  
<!-- 426 -->Ἤλθοσαν: Ἐκ τοῦ ἐλεύθω, ὁ δεύτερος ἀόριστος συγκοπῇ, ἦλθον· τὸ τρίτον τῶν πληθυντικῶν, ἦλθον. Καὶ πῶς γίνεται ἤλθοσαν; οἱ γὰρ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσιν ἰσοσύλλαβον. Ἠλέκτρα: Ἡ παρʼ Ὁμήρῳ Λαοδίκη, διὰ τὸ πολυχρόνιον τῆς παρθενίας, οἷον ἄλεκτρός τις, ὡς Εὐριπίδης,

  
Ὦ ....  
  
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου.  
Ἦλις: Ἡ πόλις· ἤτοι, ὡς Λέανδρος, διὰ τὸ τοὺς ἐκ τοῦ κατακλυσμοῦ περισωθέντας ἐν αὐτῇ ἁλισθῆναι, ὅ ἐστιν ἀθροισθῆναι· ἢ διὰ τὸ κατὰ κώμας οἰκοῦντας ὕστερον εἰς μίαν πόλιν ἁλισθῆναι· ἢ ἀπὸ τοῦ υἱοῦ Ποσειδῶνος Ἠλέως βασιλεύσαντος τῆς χώρας, τὴν πόλιν λαβεῖν τὸ ὄνομα. Τὸν δὲ Ἠλέα καὶ μετὰ τοῦ β Βηλέα προσαγορεύουσι Δωρικῶς, κατά τι ἔθος τῆς Δωρίδος διαλέκτου τὸ β προσγράφεσθαι ταῖς ἀπὸ φωνήεντος ἀρχομέναις λέξεσι. Πρὸ τοῦ Δία κτήσασθαι τὴν Ὀλυμπίαν παρὰ τῆς Γῆς, αὐτὴν παρειλήφεσαν Ἥλιός τε καὶ Κρόνος. Γνώρισμα δὲ τοῦ κτήματος κοινός ἐστι βωμὸς ἀμφοῖν αὐτοῖν ἐν Ὀλυμπίᾳ. Σύμβολον δὲ καὶ τόδε· τοῦ μὲν, ὁ Κρόνιος λόφος καλούμενος· τοῦ δὲ, ἡ Ἦλις μέχρι τοῦ νῦν καλουμένη ἐπώνυμος τοῦ θεοῦ. Διὰ τοῦτο καὶ Αὐγείας τῆς χώρας ἐβασίλευσε, μοίρας οὔσης Ἡλίου, παῖς αὐτῷ ὤν. Ὅμηρος ἐν Ἰλιάδος λʹ,

  
ἐν Ἤλιδι δίῃ.  
Τουτέστι θαυμαστῇ, ἱερᾷ· ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀλύμπιος Ζεύς· οὗ καὶ πανήγυρις περὶ τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια· ἔνθα ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. Ἔστι δὲ πόλις Πελοποννήσου. Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεῖος ὁ κτίσας Ἤλιδα, Ἠλείου δὲ, Ἄλεξις καὶ Ἐπειὸς βασιλεύς· ἀφʼ οὗ Ἐπειοὶ οἱ Ἠλεῖοι, ὡς φησὶν Ἀριστοτέλης ἐν τῷ Πέπλῳ. Ἠλεῖος: Ὁ πολίτης τῆς Ἤλιδος· διφθογγογραφεῖται. Ὥσπερ ἀπὸ τοῦ Εὔπολις Εὐπόλιδος γίνεται Εὐπολίδειος, καὶ ἀπὸ τοῦ Ἄδωνις Ἀδωνίδειος, οὕτως καὶ ἀπὸ τοῦ Ἦλις Ἤλιδος, Ἠλίδειος· καὶ ἀποβολῇ τοῦ δ, Ἠλίειος· καὶ κράσει τοῦ ι καὶ τῆς ΕΙ διφθόγγου, Ἠλεῖος. Ζήτει εἰς τὸ δαρεῖος τὸν κανόνα. Ἠλιεύς: Τὰ εἰς ΕΥΣ λήγοντα οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι ὡς ἐπὶ τὸ πλεῖστον· χωρὶς εἰ μὴ ἀπὸ πρωτοτύπου σχῶσι τὴν ΕΙ δίφθογγον, Ἐρετριεὺς, ἐριθεὺς, Στειριεὺς, Ἠλιεὺς, Ἠτιεὺς, Κιτιεὺς, Καμιρεὺς, Μιρεὺς, ὄνομα κύριον. Πρόσκειται, «ὡς ἐπὶ τὸ πλεῖστον,» διὰ τὸ Νειλεὺς, οὐκ ἐπὶ πατρὸς τοῦ Νέστορος. Πρόσκειται, «μὴ ἀπὸ πρωτοτύπου·» τὸ γὰρ Ῥοίτειον, Ῥοιτειεύς· καὶ Σίγειον, Σιγειεύς. Ἥλιος: Παρὰ τὸ δῆλος δήλιος, ὁ φανερός· καὶ ἥλιος, ἀποβολῇ τοῦ δ, ὡς διώκω, διωκὴ, ἰωκή· Διωξίππη, Ἰωξίππη. Ἢ παρὰ τὸ σέλας, τὴν λαμπηδόνα, σέλιος· ἀποβολῇ τοῦ σ, ἔλιος· καὶ τροπῇ τοῦ ε εἰς η. Ἢ παρὰ τὸ ἃλς ἁλὸς, ἅλιος καὶ ἥλιος· ἀνιμᾶσθαι γὰρ φασὶν οἱ φυσικοὶ τὸν ἥλιον τῆς θαλάσσης τὸ ὕδωρ ἐκ γὰρ τῆς θαλάσσης ἀνιμᾶται τὴν ὑγρότητα· ὅθεν καὶ Ποσειδῶν, παρὰ τὸ τὴν πόσιν ἀναπέμπειν τῷ δάει, ἤγουν τῷ ἡλίῳ. Ἢ παρὰ τὸ ἅλις ἅλιος καὶ ἥλιος· ἐπεὶ πρὸς πάντας ἱκανῶς καὶ ἁρμοδίως ἔχει. Ἢ παρὰ τὸ ἅλες τὸ συνηθροισμένον πῦρ· λέγεται γὰρ παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω, ὡς Ἐμπεδοκλῆς,

  
Ἀλλʼ ὁ μὲν ἁλισθεὶς μέσον οὐρανὸν ἀμφιπολεύει.  
<!-- 427 -->Ἢ παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος, καὶ ἥλιος. Ἠέλιος δὲ, κατὰ πλεονασμὸν τοῦ ε ποιητικῶς, ὥσπερ ἐπὶ τὸ στῆτον, μετὰ τῆς παρὰ, παράστητον· καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ ε, παρστήετον. Ἡλιάδες: Φασὶ τὸν Φαέθοντα πείσαντα τὸν ἑαυτοῦ πατέρα μίαν ἡμέραν παραχωρῆσαι αὐτῷ τὴν τοῦ τεθρίππου κυρείαν, ἀμελήσαντα δὲ αὐτὸν, καὶ τῶν ἡνίων ἐκ χειρὸς πεσόντων, ἐκπεσεῖν ἐκ τοῦ δίφρου, καὶ πεσόντα ἐπὶ τὴν γῆν τελευτῆσαι· τὰς δὲ ἀδελφὰς αὐτοῦ, Ἡλιάδας ὀνομαζομένας, ἄρασθαι πένθος ὑπερβάλλον, καὶ διὰ τὴν λύπην μετασχηματισθῆναι καὶ γενέσθαι πάσας αἰγείρους· κλαιούσας δὲ καθʼ ἕκαστον ἐνιαυτὸν τεταγμέναις ἡμέραις ἀφιέναι πολλὰ δάκρυα, ἐξ ὧν φασὶ γενέσθαι τὸ καλούμενον ἤλεκτρον.

  
Ἠριδανοῖο,  
  
οὗ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα  
  
Ἡλιάδες κώκυσαν ὀδυρόμεναι Φαέθοντα.  
  
Κεῖθι δὲ Κελτῶν παῖδες ὑφήμενοι αἰγείροισι  
  
δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.  
Διονύσιος ἐν Περιηγήσει. Ἡ δὲ ἱστορία παρὰ Διοδώρῳ. Ἥλιος: Ἡ ἕως, διὰ τὸ ἵεσθαι τὸ ἕως, ἤγουν φέρειν τὸ φῶς· ἕως γὰρ ἡ ἀνατολή. Ἡλιάδες: Αἱ κατάχρυσοι κλίναι. Ἥλιος γὰρ καὶ ὁ θεὸς, καὶ τὸ ἄστρον, καὶ ἡ αὐγὴ, καὶ ὁ τόπος ἐξ οὗ ὁ ἥλιος ἀνατέλλει. Ἡλιαία: Εἰς τὸ ὕπαιθρον προκαθημένων τῶν δικαστῶν· ἢ παρὰ τὸ ὑπαίθριον· καὶ προϋποτίθεται ἥλιον εἶναι· παρὰ τὸ ἡλιοῦσθαι τοὺς ἐκεῖ ἀθροιζομένους. Ἡλιαία: Ἡ ἐκ πολλῶν συναγωγή. Ἡ μεταφορὰ ἀπὸ τῆς θαλάσσης· ὅτι ἐκ πολλῶν συνάγεται· παρὰ τὴν ἁλὸς γενικὴν, ἅλις ἐπίρρημα· ἐξ οὗ γίνεται κτητικὸν ὄνομα ἁλιά· καὶ ἀπὸ τούτου ἕτερον κτητικὸν, ἁλιαία· ἀφʼ οὗ καὶ ἡλιασταὶ λέγονται οἱ ἐκκλησιάζοντες· καὶ ἡλιαστικὸς ὅρκος, ὁ ἐκ συναγωγῆς γενόμενος. Ἢ παρὰ τὸ ἁλίζεσθαι, τὸ συναθροίζεσθαι, ἁλιαία, καὶ ἡλιαία· Ἡλιαία δὲ ἔστι τὸ μέγα δικαστήριον Ἀθηναίων, ἐν ᾧ τὰ δημοσία τῶν πραγμάτων ἐκρίνετο· ἡ βουλὴ συνεστῶσα ἐξ ἀνδρῶν χιλίων. Ἡλιάζεσθαι καὶ ἡλίασις ἐστὶ τὸ ἐν ἡλιαίᾳ δικάζειν. Ἠλίβατος: Δύσβατος καὶ ὑψηλὸς τόπος, μέγας καὶ ἄβατος. Καὶ,

  
Πέτραι τʼ ἠλίβατοι.  
Μεγάλαι καὶ ὑψηλαί. Ἀπὸ τοῦ ἀλιτῶ, ἀλιτόβατος· καὶ συγκοπῇ, ἀλίβατος· καὶ ἐκτάσει, ἠλίβατος πέτρα, ἐφʼ ἣν ἄν τις βαίνων ἁμαρτάνει καὶ ἀποτυγχάνει. Οἱ δὲ δασύνουσι, λέγοντες παρὰ τὸν ἥλιον, ἡλιόβατος, ἡλίβατος, ὅπου πρῶτον ὁ ἥλιος βαίνει· οὐκ ἐπείσθη δὲ αὐτοῦ ἡ παράδοσις. Ἢ ἀλίβατος, ἧς οὐδὲν προβαίνει· ἐκ τοῦ θέλω, συγκοπῇ, λῶ· καὶ ἀλῶ, ἀλίβατος. Ἢ παρὰ τὸ θαλάσσῃ, τῇ ἁλὶ, βαίνουσα, καὶ βεβηκυῖα. Στησίχορος δὲ,

  
Τάρταρον ἠλίβατον,  
τὸν βαθὺν λέγει. Ἔνιοι ἠλίφατον ἀποδιδόασιν, ἡλίῳ φαινόμενον. Καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ,

  
Ἠλιβάτοις κευθμῶσιν.  
Βαθυτάτοις· ἀπὸ τοῦ ἀλιτεῖν τῆς βάσεως. Ἠλίθιος: Ὁ ἀνόητος καὶ μωρός· παρὰ τὸ ἅλιον, τὸ μάταιον. Ἐκ τοῦ ἅλιος οὖν, ἀλίϊος· καὶ πλεονασμῷ τοῦ θ, ἀλίθιος καὶ ἠλίθιος. Ἢ παρὰ τὸ ἤλιθα ἐπίρρημα, ὁ πάντα χύδην ποιῶν, καὶ ἀδιακρίτως. Ἢ παρὰ τὸ λίθος, πλεονασμῷ τοῦ α. Ἢ παρὰ τὴν ἅλα. <!-- 428 -->Ἤλιθα πολλή: Ἀντὶ τοῦ μάλα ἢ πάνυ πολλή. Ἔστι δὲ ἐπίρρημα ἀθροίσεως, καὶ σημαίνει τὸ σφόδρα, ἢ ἀθρόως. Γίνεται παρὰ τὸ ἅλις ἅλισθα, καὶ ἤλισθα. Τάττεται καὶ ἀντὶ τοῦ ματαίως· οἷον,

  
ἐπέχραο ἤλιθα χερσί.  
Τὸ ματαίως. Ἡλικία: Παρὰ τὸ ἑλῶ ἥλιξ ἥλικος ἡλικία· ἢ ἀπὸ τοῦ πάλλω, τὸ κινῶ, πάλιξ· καὶ τροπῇ τοῦ α εἰς η, καὶ ἀποβολῇ τοῦ π, ἧλιξ. Ἡλικιῶτις ἡλικιώτιδος· ὁ κανών· καὶ ὅσα ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν μεταπεποίηται ..... Ἠλιτόμηνος καὶ ἀλιτήμερος: Σημαίνει δὲ τὸν ἑπταμηνιαῖον γεννηθέντα παῖδα, ὥς φησι Καλλίμαχος,

  
τὸν οὐκ ἔπλησε φέρουσα  
  
μήτηρ οὓς ὤδινε μῆνας.  
Τὸν διημαρτηκότα τοῦ καθήκοντος μηνὸς εἰς τὸ τεχθῆναι· ἀλιτεῖν γὰρ τὸ ἀποτυχεῖν καὶ ἁμαρτάνειν. Καὶ Ὅμηρος Ἰλιάδος τʹ,

  
Ἐκ δʼ ἄγαγε προφόωσδε καὶ ἠλιτόμηνον ἐόντα.  
Διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν. Ἑπτάμηνος οὖν Εὐρυσθεύς. Παρὰ τὸ ἀλίτης, ἀλιτόμηνος, ὡς ποιητὴς, ποιητοδιδάσκαλος. Ἧλος: Παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω· ἐξ αὐτοῦ ἧλος, ὁ πεμπόμενος. Ἡλώνη: Πόλις· Ὅμηρος· ὅτι ἐκεῖθεν ὑπὸ Ἡρακλέους ἑάλωσαν οἱ Κένταυροι, καὶ ὑπὸ τοῦ ἥρωος ἐκτίσθη ἡ πόλις· καὶ οὕτως ὠνόμασται παρὰ τὸ ἐν αὐτῇ ἁλῶναι αὐτοὺς Ἁλώνη καὶ Ἡλώνη. Ἠλύγη: Σκιὰν δηλοῖ, ἢ σκοτίαν. Ἠλυγέτην: Τοῦτο ποιητικὸν, ὡς τὸ ἤγανον, τήγανον. Ἤλσατο βοῦς: Ἴβυκος, παρὰ τὸ ἠλάσατο. Ἠλύσιον πεδίον: Τὸ τῶν εὐσεβῶν χωρίον· παρὰ τὸ λυτὰς σωμάτων ἐκεῖ μένειν τὰς ψυχὰς, τοῦ α πλεονάζοντος, ὡς τὸ ἀλάλητος, ἀσταφίς. Ἢ ἐν ᾧ λύονται οἱ τελευτῶντες· ἢ ὅτι οὐ διαλύονται αἱ ψυχαὶ, ἀλλὰ διαμένουσιν ἀπαθεῖς· ἢ ἐν ᾧ λύουσιν, ἀντὶ τοῦ δέχονται· ἢ ὅπου οὐ διαλύονται αἱ ψυχαὶ τῶν σωμάτων· ἢ ἀλύσιον, ὅθεν οὐκ ἀναλύει τίς. Ἢ παρὰ τὴν ἔλευσιν, ἔνθα οἱ εὐσεβεῖς παραγίνονται. Ἠλύσιον οὖν, ἡ μακάρων νῆσος. Λέγεται δὲ ἠλύσιον καὶ ἱερὸν πεδίον περὶ Ῥόδον· οἱ δὲ, περὶ Αἴγυπτον ἢ Λέσβον. Καλεῖται δὲ καὶ ἐνηλυσία. Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κατασκαφὲν χωρίον καλεῖν. Ἧμα: Τὸ ἀκόντισμα. Ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, γίνεται ἕμα· καὶ ἐκτάσει, ἦμα, ὡς θέμα, θῆμα, ἐπίθημα καὶ ἀνάθημα,

  
Ἥμασιν ἔπλευ ἄριστος.  
Καὶ ἥμων ὁ ἀκοντιστής. Ὅμηρος Ἰλιάδος ψʹ,

  
καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν.  
Ἦμαρ: Ἡ ἡμέρα. Οὐχ εὗρον τὴν ἐτυμολογίαν· ὡς οἶμαι δὲ, ἀπὸ τοῦ ἡμέρα γίνεται ἦμαρ. Κλίνεται ἤματος, ὡς ἧπαρ, ἥπατος. Ἠμαθίων: Υἱὸς Ἠοῦς καθʼ Ἡσίοδον. Παρὰ τὴν ἤματι δοτικὴν, τροπῇ τοῦ τ εἰς θ, Ἠματίων, καὶ Ἠμαθίων. Ἠμαθόεις: Ψαμμώδης, τραχεῖα. Παρὰ τὴν ἄμμον, ἀμαθόεις καὶ ἠμαθόεις, ὡς ἠνεμόεις, εὐήνεμος. Ἢ ἀπὸ Ἀμάθου ποταμοῦ παραρρέοντος,

  
Πύλου ἠμαθόεντος.  
Ἠμάλαψε: Σημαίνει τὸ ἔβλαψε. Λυκόφρων. Παρὰ τὸ ἅμα βλάπτειν. Ἤμβροτες: Ἥμαρτες, ἀπέτυχες. Τὸ αὐτὸ δὲ σημαίνει καὶ τὸ, οὐδʼ ἔτυχες. <!-- 429 -->Ἡμεδαπῶν: Τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους συγγενῶν, ἢ τῆς αὐτῆς χώρας, ἰδίων, ἐγχωρίων, αὐτοχθόνων· δάπεδον γὰρ τὸ ἔδαφος. Καὶ τὸ ποδαπὸς, ποίας χώρας ἢ πατρίδος, ἀντίκειται τῷ ἀλλοδαπῷ. Ἥμενος: Καθεζόμενος. Ἀπὸ τοῦ ἑῶ, τὸ κάθημαι, γίνεται ἕημι· τὸ παθητικὸν, ἕεμαι, ἧμαι· ἡ μετοχὴ, ἥμενος. Ἡμερίς:

  
Ἡμερὶς ἡβώωσα.  
Ἄμπελος κληματίς. Εἴρηται διὰ τὸ ἡμερῶσθαι τὸ τῶν ἀνθρώπων γένος εὑρεθέντος τοῦ καρποῦ τούτου. Ἢ ὅτι οἱ Ἴωνες, ὅτάν τι τῶν θηρίων ἢ ὀρνέων ἐκ τῆς θηριότητος μεταστήσωσι, τίθασον εἶναι φασί· διὸ καὶ τὰς ὑπό τινων καλουμένας ἀναδενδράδας, ἐπειδὰν ἔκ τινων τόπων ἐρήμων μετενέγκαντες πρὸς τὴν αὐλὴν φυτεύσωσι, τιθάσους ὀνομάζουσιν, ὡς τῆς ἀγριότητος παρειμένας. Ἄλλοι δὲ τὸ ἐξεστηκὸς τοῦ ἀγρίου φασὶ γεγονέναι ἥμερον. Τινὲς δὲ λέγουσιν εἶδος δρυὸς αὐτὴν εἶναι· εἶναι γὰρ τὴν μὲν ἀγρίδα, τὴν δὲ ἡμερωτέραν, ἣν καὶ ἡμερίδα προσαγορεύουσιν. Ἐναντιοῦται δὲ αὐτοῖς τὸ Ὁμήρου,

  
τεθήλει δὲ σταφυλῇσιν.  
Ἢ ὅτι ἄγει τὶς αὐτὴν ὅπῃ ἑλκύσει ἥμερον οὖσαν, καὶ οὐκ ἀντισπῶσαν. Μηδέπω γὰρ τῆς τομῆς εὑρεθείσης αὐταῖς, εἵρπυζον αἱ ἄμπελοι, ἀγρίους καρποὺς φέρουσαι· ὡς δὲ εὑρέθη, καθήραντο, καὶ ἥμερον καὶ τὴν ὄψιν καὶ τὸν καρπὸν ἔσχον. Ἡμέριοι: Οἱ ἄνθρωποι· ἀπὸ τοῦ πρὸς ἡμέραν ζῆν. Ἡμέρα: Ἡσίοδος σωματοποιῶν λέγει,

  
Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο.  
Παρὰ τὸ μείρω, τὸ μερίζω, γίνεται μέρα, ἡ πανταχοῦ μεμερισμένη· καὶ πλεονασμῷ τοῦ η, ἡμέρα. Ἢ ζημέρα, ἡ τοῦ ζῆν μέρος ἔχουσα, ἀποβολῇ τοῦ ζ. Ἢ ἀπὸ τοῦ ἥμερος, πρὸς ἀντιδιαστολὴν τῆς νυκτὸς φοβερᾶς οὔσης. Ἢ παρὰ τὸ ἡμέρους ποιεῖν· ἢ ἀπὸ τοῦ ἕω, τὸ ἀπολύω· ἣ καὶ ἠὼς εἴρηται. Ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω, ἡ ἐκπέμπουσα ἡμᾶς πρὸς πάντα. Πλάτων δὲ, ὅτι ἱμείροντες αὐτῆς οἱ ἄνθρωποι διετέλουν, ἀσχάλλοντες ἐπὶ τῇ σκοτίᾳ τῆς νυκτός. Δασύνεται· τὸ δὲ ἦμαρ, ψιλοῦται· τὸ γὰρ ἀπὸ δασέος μετασχηματιζόμενον ψιλοῦται. Ἡμερόκοιτος: Ἡσίοδος,

  
Μήποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.  
Ὁ τὴν ἡμέραν καθεύδων, τὴν δὲ νύκτα ἀγρυπνῶν· τουτέστιν ὁ κλέπτης. Ἡμερόλεγδον: Τὸ καθʼ ἑκάστην ἡμέραν ἐξαριθμεῖν. Ἡμεροδρόμος: Ὁ ἥλιος. Λέγονται δὲ καὶ οἱ ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονούμενοι. Ἡμεροκαλλές: Ἄνθος σπειρόμενον ὁ Δίδυμος φησίν. Οὐκ ἔστι δὲ ἄνθος, ἀλλὰ φοινικοῦν ἔριον διαπεποικιλμένον, ᾧ χρῶνται πρὸς τὰς ἱερουργίας Ἀθήνησιν, ὡς Θεόδωρος ὁ Πανάγης προσαγορευόμενος ἐν τῷ πρώτῳ περὶ Κηρύκων γένους· λέγει δὲ, ὅτι καλεῖται ἡμεροκαλλὲς διὰ τὸ πεπλύσθαι καὶ βεβάφθαι ἐν μιᾷ ἡμέρᾳ. Κάλλη δὲ προσαγορεύεται τὰ ἄνθη. Ῥητορική. Ἡμετέρειος: Κτητικόν ἐστι· σημαίνει δὲ τὸν τοῦ ἡμετέρου. Ἐχρᾶτο δὲ τῇ λέξει Ἀνακρέων,

  
Οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν.  
Ὑπάγεται δὲ κανόνι τοιούτῳ· τὰ γὰρ διὰ τοῦ ΡΕΙΟΣ, ἀπὸ τῶν εἰς ΡΟΣ ἐχόντων τὸ τ, τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ε, διὰ τῆς ΕΙ διφθόγγου γράφεται· οἷον, ἀβέλτερος, ἀβελτέρειος· ἑταῖρος, ἑταιρεῖος· οὕτως καὶ ἡμέτερος ἡμετέρειος, τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ε. Τὸ νέρτερος <!-- 430 -->νερτέριος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύσει ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ τὸ ε· ἐνερότερος γὰρ ἦν· παρὰ τὴν ἔραν, τὴν γῆν, συγκοπῇ τοῦ ο, καὶ ἀφαιρέσει τοῦ ε, γίνεται νέρτερος· καὶ λοιπὸν, ὡς μὴ ἐχούσης φύσει ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ τὸ ε, οὐκ ἠκολούθησε τούτοις. Ἥμην: Ὅτε δασύνεται, σημαίνει τὸ ἐκαθεζόμην. Ἀπὸ τοῦ ἑῶ, ἕημι, ἕεμαι ἧμαι· ὁ παρατατικὸς, ἥμην· ὅθεν καὶ ἐκαθήμην. Ὅτε δὲ σημαίνει τὸ ὑπάρχω, ψιλοῦται· ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, τὸ παθητικὸν, ἔομαι μόνῃ τῇ φωνῇ· τῇ δὲ σημασίᾳ ἀπέλειψεν· ὁ παρατατικὸς, ἠόμην· καὶ συγκοπῇ, ἤμην. Ἢ ἀπὸ τοῦ εἰμὶ, ὁ παρατατικὸς ἦν· ὁ παθητικὸς ἐνεστὼς, ἔμαι· ὁ παρατατικὸς, ἤμην. Ἀπηγόρευται δέ· πλὴν εὑρήσεις παρʼ Εὐριπίδῃ ἐν Ἑλένης ἀπαιτήσει, οἷον,

  
Ἐγὼ δὲ προδότης οὐκ ἤμην τέκνον.  
Ἀντὶ τοῦ ἤμην δὲ λέγουσιν ἦν. Ζήτει. Ἥμισυς: Παρὰ τὸ ἅμα καὶ τὸ ἴσος γίνεται ἁμάϊσος· συγκοπῇ, ἅμισος· καὶ κατὰ τροπὴν, ἥμισυς, ὁ ἅμα ἴσος τινί· ἢ τοῦ ὅλου διαιρεθέντος. Ἢ τὸ ἅμα ἄλλῳ ἴσον. Ὡς ἵππος, ἱππὺς παρώνυμον, οὕτως ἴσος ἴσυς, καὶ ἥμισυς. Ὅμηρος Ἰλιάδος ιʹ,

  
Ἴσον ἐμοὶ βασίλευε, καὶ ἥμισυ μείρεο τιμῆς.  
Ἡμίσεα, ἥμισα· καὶ ἅμα τῇ συγκοπῇ καὶ ὁ πλεονασμὸς γίνεται, ἥμισσα. Ἡμικύκλιον: Τὰ εἰς ΥΣ λήγοντα, ὁπόταν μὴ ἀπὸ γενικῆς, ἀπὸ δὲ εὐθείας συντιθῆται, ἀποβάλλει τὸ σ· βραδὺς, βραδυήκοος, ὀξυήκοος· Λίβυς, Λιβυφοῖνιξ· θῆλυς, θηλύμορφος. Οὕτως ὤφειλεν ἡμισυκύκλιον· ἀλλὰ δηλονότι κατὰ συγκοπὴν ταῦτα γίνεται, ἡμίθεος, ἡμίφωνος, ἡμιμέδιμνον, ἡμίκραιρον, τὸ ἥμισυ τῆς κεφαλῆς· καὶ τὸ ἡμιτύμβιον, τὸ δίκροσσον. Ἀλλὰ καὶ ὁ Ἄβρων λέγει, ὅτι τὰ εἰς ΥΣ συντεθέντα φυλάττει τὸ υ· τὸ δὲ ἥμισυς ἐκβάλλει τὴν ΣΥ συλλαβήν. Ἡρωδιανὸς περὶ Παθῶν. Ἡμίολος: Ἡμίολος ἐστὶν ἀριθμὸς ὁ ἔχων ὅλον ἄλλον ἀριθμὸν καὶ τὸ ἥμισυ αὐτοῦ. Καὶ ἡμιολία, τὸ ἥμισυ τοῦ κεφαλαίου. Ἡμιολία δὲ πάλαι ἐλέγετο λῃστρικὸν πλοῖον, οὗ τὸ ἡμιόλιον μέρος ψιλὸν ἐρετῶν ἐστι πρὸς τὸ ἀπʼ αὐτοῦ μάχεσθαι. Ἀλλὰ καὶ ἁρπάζεις καὶ ἀσελγαίνεις ὥσπερ ἐκ Καρικῆς ἡμιολίας ἀποπεπηδηκώς· καὶ ταῦτα, υἱὸς ἀνδρὸς ἀεὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν βοῶντος. Ἡμιμέδιμνον: Ἡμιμέδιμνον ἐστὶ μέτρον χωροῦν ἥμισυ μεδίμνου, τουτέστι χοίνικας εἰκοσιτέσσαρας. Ἡμίεκτον δὲ, τὸ ἕκτον μέρος τοῦ μεδίμνου. Ῥητορική. Ζήτει εἰς τὸ ἑκτεύς. Ἡμιδιπλοίδιον: Γυναικεῖον βραχὺ περίβλημα, ὃ ἔνδον φοροῦσιν ὑπὸ τὸν μηρόν. Ῥητορική. Ἡμίφωνα: Ὠνόμασται τινὰ τῶν συμφώνων, οὔτε κατὰ τὴν εἰς δύο ἴσα τομὴν, καθʼ ὃν τρόπον τὸ ἡμικύκλιον· οὔτε κράσει τινῶν, ὡς ἡμίονος· οὔτε κατὰ τὴν ἐπὶ ποσὸν μεταβολὴν, ὡς ἡμίνηρον καὶ ἡμίεφθον κρέας· ἀλλʼ ὥσπερ ἡμιθνὴς καλεῖται ὁ ἐγγὺς τοῦ τεθνάναι, οὕτως ἡμίφωνα τὰ ἐγγὺς ὄντα τῶν φωνηέντων κατὰ τὴν φθέγξιν. Ἠμύω: Ἐκ τοῦ μύω, πλεονασμῷ τοῦ η. Ὁ δὲ Ἡσίοδος,

  
ἀμύοντα χαμάζε,  
<!-- 431 -->εἶπε, διὰ τοῦ α. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὥσπερ τὸ σταφὶς γίνεται ὄσταφις καὶ ἄσταφις κατὰ πλεονασμὸν καὶ τοῦ α καὶ τοῦ ο, οὐ κατὰ τροπὴν, οὕτω καὶ ἐπὶ τοῦ μύω πλεονάζει καὶ τὸ α καὶ τὸ η·

  
ἐπί τʼ ἠμύει ἀσταχύεσσιν.  
Ἐπικατακλίνει δὲ τοὺς στάχυας τοῖς στάχεσιν. Ἠνεσχέθην: Ἀπὸ τοῦ σχῶ σχῆμι, σχήσω, ἔσχηκα, ἔσχημαι, ἐσχήθην· καὶ συστολῇ, ἐσχέθην· μετὰ τῆς ἀνὰ προθέσεως, ἀνεσχέθην· ἐκτάσει κατὰ Ἀθηναίους, ἠνεσχέθην. Ἢν δὲ μηκυνθῇ λόγος: Λυκόφρων. Ἀπὸ τοῦ ἐὰν, κράσει τοῦ ΕΑ εἰς η, γίνεται ἤν. Ἦν: Ἀπὸ τοῦ ἔω, ἔεις, ἔει· ὁ παρατατικὸς, ἦον, ἦες, ἦεν· καὶ τροπῇ τοῦ η καὶ ε, ἢ κράσει εἰς ἐκεῖνο αὐτὸ τὸ η, γίνεται ἦν· ἐπειδὴ τὸ μεῖζον τὸ ἔλαττον ἀναλίσκει, ὥσπερ τῇ ἐμῇ, τἠμῇ. Τὸ πληθυντικὸν, ἦμεν, ἦτε, ἦσαν. Τὸ μὲν ἦν ἐγὼ, παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ, γίνεται οὕτως. Ἔστιν εἰμί· ὁ παρατατικὸς, εἶν, τροπῇ τῆς ΜΙ εἰς ν, ὥσπερ ἀπὸ τοῦ δίδωμι, ἐδίδων· καὶ ἐκτείνεται τὸ ε εἰς η Ἀττικῶς, ὡς τὸ ἔμελλον, ἤμελλον· καὶ γίνεται ἦν χωρὶς τοῦ ι· τὰ γὰρ εἰς ν λήγοντα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τὶ ἀνεκφώνητον. Τὸ δὲ ἦν ἐκεῖνος, τρίτου προσώπου· ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, ὁ μέλλων, ἔσω· ὁ μέσος παρακείμενος, ἦα· ὁ δεύτερος ἀόριστος, ἦον, ἦες, ἦε· τὸ δὲ ε ἐφελκυστικόν ἐστι τοῦ ν, ἔλεγεν. Οὕτως ἦε, ἦεν· καὶ κράσει τοῦ ΗΕ εἰς η γίνεται ἦν. Τὸ δὲ ἦεν οὐδέποτε εὑρίσκεται χωρὶς τοῦ ν. Ὅτι δὲ δεύτερος ἀόριστός ἐστι, δῆλον ὅτι ἐὼν οὖσα ἡ μετοχὴ, ὡς λαβών. Δεῖ δὲ γινώσκειν, ὅτι οὐχ ὁμοφωνοῦσιν ἀλλήλοις. Τὸ μὲν γὰρ ἦν ἐγὼ, Ἀττικόν ἐστι, καὶ ἀπὸ τοῦ εἰμί· τὸ δὲ ἦν ἐκεῖνος, κοινὸν, καὶ ἀπὸ τῶν εἰς ω. Λέγεται δὲ τετραχῶς. Λέγεται γὰρ καὶ ἦν, καὶ ἔην, καὶ ἦεν, καὶ ἤην παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείας τʹ,

  
καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς  
  
Ἤην.  
Οὕτω Ζηνόδοτος. Καὶ ἐν Ἰλιάδος λʹ,

  
ἵνα σφʼ ἀγορή τε θέμις τε ἤην.  
Τοῦ ἦν ἐγὼ πρώτου προσώπου τὸ δεύτερον ἦς, καὶ ἐπεκτάσει γίνεται ἦσθα. Καὶ ἔστιν ὁριστικὸν, καὶ ι οὐ προσγράφεται· οἷον,

  
Χθὲς ἦσθα θεατρικός.  
Σημαίνει τὸ ὑπάρχω. Εἰ δὲ ἔστιν ὑποτακτικὸν, μετὰ τοῦ ι γράφεται. Ὅτε δὲ πάλιν λαμβάνεται ἀντὶ τοῦ ᾔδεισθα, κατὰ συγκοπὴν γίνεται ᾖσθα, μετὰ τοῦ ι· καὶ τὸ ἦς, ὅτε μέν ἐστιν ὁριστικὸν, οὐ προσγράφεται τὸ ι· ὅτε δὲ ὑποτακτικὸν, ἔχει καὶ τὸ ι· ἐὰν ὦ, ἐὰν ᾖς, ἐὰν ᾖ· καὶ κατʼ ἐπένθεσιν τῆς ΣΙ συλλαβῆς γίνεται ᾖσι. Ἠνεμόεσσα: Ἐκ τοῦ ἀνεμόεις ἀνεμόεσσα· σημαίνει δὲ τὴν ὑψηλὴν, τὴν ὑπὸ ἀνέμων καταπνεομένην. Ἤνεικα: Ἀπὸ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα· καὶ πλεονασμῷ τοῦ ι, ἤνεικα· καὶ ἤνειξα κατὰ τροπὴν Βοιωτικὴν τοῦ κ εἰς ξ. Ἐπλεόνασε δὲ τὸ ι· διότι πᾶς ἀόριστος μὴ ἔχων σ ἢ ξ ἢ ψ μακρᾷ θέλει παραλήγεσθαι· οἷον, ἔκειρα, ἔνειμα, ἔτειλα. Ἤνεγκα: Ζήτει εἰς τὸ ἐνεῖκαι. Ἠνίπαπε:

  
Καί μιν ὑπόδρα ἰδὼν, χαλεπῷ ἠνίπαπε μύθῳ.  
Ἀντὶ τοῦ ὕβρισεν, ἐλοιδόρησεν, ἐκακολόγησεν. Ἀπὸ τοῦ ἔπω, τὸ λέγω, γίνεται ἐνέπω, καὶ ἐνείπω· καὶ κατὰ μέσον διπλασιασμὸν, ἐνειπάπω, καὶ ἠνείπαπεν. Ἰστέον ὅτι παρακείμενος ἐστίν. Ὁ γὰρ ἐνεστὼς ἐνίπτω ἐστὶ κυρίως τὸ διὰ λόγων ἐπιπλήσσω· ὁ μέλλων, ἐνίψω· ὁ παρακείμενος, ἤνιφα· ὁ μέσος, ἤνιπα· καὶ ἐπεκτάσει τῆς ΠΑ συλλαβῆς γίνεται ἠνίπαπα. <!-- 432 -->Ἤνις:

  
Ἤνις ἠκέστας.  
Ἐνιαυσιαίας βοῦς, νέας. Καὶ,

  
βοῦν ἦνιν εὐρυμέτωπον.  
Ἐνιαυσιαίαν, νέαν· ἔνος γὰρ ὁ ἐνιαυτός· ἀφʼ οὗ παρώνυμον, ἔνις· καὶ κατὰ ἔκτασιν, ἦνις. Κλίνεται ἤνιος, ὡς ὄφιος· ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἤνιες· καὶ ἐν συναλοιφῇ, ἤνις· καὶ ἡ αἰτιατικὴ, ἤνιας καὶ ἤνις, τὰς ἑνὸς οὔσας ἐνιαυτοῦ. Ἔνιοι δὲ ἐπὶ ἡλικίαν βοὸς τάττουσιν, ὡς τὸ μόσχος καὶ ἡ πόρτις καὶ ἡ δάμαλις. Καὶ γὰρ ὁ ποιητὴς ἐπὶ βοῶν μόνων τάττει τὴν λέξιν. Ἢ κατʼ ἔλλειψιν τοῦ α στερητικοῦ, ἵνʼ ᾖ ἄνηνις, ὁ μηδέπω ζευχθεὶς καὶ ἡνία δεξάμενος. ἠκέστας δὲ ἀντὶ τοῦ ἀδαμάστους, ἀκεντήτους, ἀκεντρίστους, ἀνοχεύτους. Παρὰ τὸ κέντω βαρύτονον, ὁ μέλλων, κένσω· ὁ παθητικὸς παρακείμενος, κέκεσται· κεστὸς καὶ ἄκεστος· καὶ θηλυκὸν, ἀκέστη, ἀκέντητος βοῦς· καὶ τροπῇ, ἠκέστη· ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ἠκέστας. Ἢ ἀπὸ τοῦ κένσω κεστὸς, ἀποβολῇ τοῦ ν. Ἡνία: Λῶρα, χαλινούς· παρὰ τὴν ἕνωσιν· ἑνοῦται γὰρ διʼ αὐτῶν τὰ ὑποζύγια. Ἢ ἐκ τοῦ ἐνίεσθαι ἢ ἀνίεσθαι· ἢ ἀπὸ τοῦ ἀνύω, διʼ ἧς ἀνύομεν τοὺς ἵππους πρὸς τὴν εὐθεῖαν ὁδόν. Ἢ παρὰ τὸ εἷς ἑνὸς, ἑνία καὶ ἡνία. Ἢ παρὰ τὸν ἥσω μέλλοντα. Ἡνίοχος: Κυρίως ὁ τὰς ἡνίας ἔχων· εἴρηται δὲ καὶ ἐπὶ τοῦ παραιβάτου. Τὰ δὲ παρὰ τὸ ἔχω γινόμενα, εἰ μὲν τῇ ΟΥ διφθόγγῳ παραλήγεται, πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον κλειδοῦχος, καὶ τὰ ὅμοια· εἰ δὲ παραλήγεται τῷ ο, προπαροξύνεται· οἷον αἰγίοχος, λιμενίοχος. Ἐκ τοῦ ἀνύω, ἀνύον καὶ ἡνίον· διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύομεν τὰς ὁδούς. Ἡμίν: Ἀντωνυμία· ἔστι δὲ διαλέκτου ἴδιον Δωρικῆς· συστέλλουσι γὰρ αὐτὴν καὶ ὀξύνουσι. Αἱ ἀντωνυμίαι γὰρ, ἡνίκα μὲν ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ αὐτῷ τόνῳ·

  
Ἡμῖν μὲν τόδʼ ἔφηνε.  
καὶ,

  
Ὑμῖν δὲ νεμεσσῶμαι.  
Ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον, ἐγκλίνονται·

  
Ὄφρʼ ἥμιν ἑκάεργον.  
  
Σὺν δʼ ὕμιν δαῖτα ταράξῃ.  
  
Εἰ δʼ ὕμιν δοκέει τόδε λωΐτερον.  
Ἤνοψ: Ὁ λαμπρός· καὶ, ἤνοπι χαλκῷ. Παρὰ τὸ ὄπτω, ὄψω, ὄψ· καὶ συνθέσει, ἔνοψ καὶ ἤνοψ, ἐν ᾧ ἐστιν ἐνοπτρίσασθαι καὶ ἰδεῖν· παρὰ τὸ ἐν αὐτῷ ὁρᾶν τοὺς ὄπας· λαμπρὸς γάρ. Ἢ παρὰ τὸ ἔπω, τὸ λέγω, ἔψω, ἒψ, καὶ ὂψ, ὡς κλέπτω, κλὲψ, κλὸψ καὶ κλώψ· καὶ βλέψω, βλὲψ, βλὸψ, καὶ βλώψ. Καὶ ἰδίως τὰ παρὰ τὸ ὄψομαι ῥηματικὰ ὀνόματα τὸ ο εἰς ω τρέπει· οἷον, τύφλωψ, κύκλωψ. Δύναται οὖν καὶ τὸ ἤνοψ χαλκὸς εἶναι παρὰ τὸ ὂψ, ὃ δηλοῖ τὴν φωνήν· φωνητικὸς γὰρ παρὰ τὰ ἄλλα τῶν μετάλλων ὁ χαλκός. Ἠνορέη: Ἡ ἀνδρεία. Οὐκ ἔστιν ἀπὸ τοῦ ἀνὴρ ἀνέρος, ἀλλʼ ἀπὸ τοῦ εὐήνωρ· ἀφʼ οὗ παράγωγον ἐν τύπῳ κτητικοῦ τὸ ἠνορεία καὶ εὐηνορεία· καὶ ἀποβολῇ τοῦ ι, ἠνορέα, καὶ εὐηνορέα. Τὸ δὲ εὐήνωρ, ἀπὸ τοῦ ἀνήρ· ὅπερ συντιθέμενον τρέπει τὸ α εἰς η, καὶ τὸ η εἰς ω· τὸ γὰρ εὐφράνωρ καὶ νικάνωρ Δώριά εἰσιν· ἔδει γὰρ εἶναι εὐφρήνωρ καὶ νικήνωρ. Ἤνυστρον: Τὸ μέρος τῆς κοιλίας, ὅθεν διανύεται ἡ τροφὴ, ἤγουν διέρχεται· ἢ ἔνθα διανύεται καὶ πέττεται. Ὅτι εἰς γʹ τέτμηται ἡ γαστὴρ, ἤνυστρον, ἐχῖνον, κεκρύφαλον. Ῥητορική. Ἤντετο:

  
Καὶ διπλόος ἤντετο θώρηξ.  
<!-- 433 -->Ἀντὶ τοῦ ἀπήντα, ὑπέκειτο. Ἰστέον ὅτι οἱ παλαιοὶ θώρακας ἐφόρουν· ἕνα μὲν, ἀπὸ τοῦ ὤμου μέχρι τοῦ ὀμφαλοῦ, ὃς καὶ κυρίως θώραξ· ἄλλον δὲ, ἀπὸ τοῦ ὀμφαλοῦ ἄχρι τῶν γονάτων, ὃς ζῶμα ἐκαλεῖτο. Οὕτως ᾠκονόμητο εἰς τὸ ῥαδίως κύπτειν εἰς γῆν. Τὸ δὲ ἤντετο οὐχ εὗρον· ἐγὼ δέ φημι οὕτω γεγονέναι· ἐκ τοῦ ἔω, τὸ ἐνδύομαι ἢ ὑπάρχω, παράγωγον ἔημι· ὁ μέλλων, ἤσω· ὁ δεύτερος ἀόριστος, ἦν· ὁ μέσος, ἔμην· τὸ δεύτερον, ἔσο· ἔτο, τὸ τρίτον· μετὰ τῆς ἐν προθέσεως, ἔνετο· εἶτα πλεονασμῷ τοῦ τ, καὶ ἐκτάσει, ἤντετο. Ἧπαρ: Παρὰ τὸ ἐπῆρθαι καὶ κεκυρτῶσθαι· ἢ παρὰ τὸ ἐπαρδεύειν τῷ σώματι καὶ χορηγεῖν τὸ αἷμα· ἢ παρὰ τὸ ἐπαίρεσθαι ἔπαρ, καὶ ἧπαρ· ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἧδαρ καὶ ἧπαρ· διʼ αὐτοῦ γὰρ εὐφραινόμεθα, καὶ ἐν τούτῳ τῷ μέρει τὰ τῆς ἡδονῆς καὶ τὰ τῆς ἐπιθυμίας ἔγκειται. Ἠπανία: Ἀπορία, σπάνις, ἀμηχανία. Ὡς κόνις κονία, οὕτως σπάνις σπανία· καὶ ἀποβολῇ καὶ πλεονασμῷ. Ἢ παρὰ τὸ πνέω, τὸ ἐνεργῶ, πενία· καὶ κατὰ στέρησιν, ἀπενία· ἐπεὶ οἱ μὴ ἐργαζόμενοι ἀποροῦσιν· ἵνʼ ᾖ ἀεργασία κυρίως, κατὰ ἀντίθεσιν τοῦ ΑΕ εἰς τὸ ΗΑ. Ἢ ἀπὸ τοῦ αἴνω βαρυτόνου τὸ λαμβάνω, ὃ καὶ ἀπαίνω καὶ ἀπαινύω καὶ ἀπαίνυμι παράγωγον. Ἀπαίνω οὖν ἀπανῶ ἀπανίζω, ὡς κυρῶ κυρίζω· καὶ τροπῇ ἠπανίζω· ἐξ οὗ ἠπανία· ὁ γὰρ μὴ λαμβάνων σπανίζει. Ἠπεδανός: Ἀσθενὴς, ἠλίθιος, ἀναίσθητος, ἀσύνετος. Γίνεται παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν, πεδανός· καὶ κατὰ στέρησιν, ἀπεδανὸς, ὁ μὴ βέβαιος, ἀλλʼ ἀσθενὴς, ὁ ἐκ τῆς γῆς μὴ ἀναστῆναι, ἢ ἐν τῇ γῇ στῆναι, δυνάμενος διʼ ἀσθένειαν. Τὸ γοῦν ἐναντίον, ἔμπεδον, τὸ βέβαιον, καὶ ἰσχυρόν· τὰ γὰρ ἐπὶ τοῦ πέδου βεβηκότα καὶ ἑδραῖα. Ἠπεροπευτής: Ὁ ἀπατεὼν καὶ ὑπερήφανος. Παρὰ τὸ ἥμερον καὶ τὴν ὄπα, ἡμεροπευτὴς, ὁ ἡμέρῳ ὀπὶ χρώμενος, ὁ διὰ τῆς ἡμέρου ὀπὸς ὅ ἐστι φωνῆς ἀπατῶν. Ἢ πειροπευτής τις ὤν· καὶ πλεονασμῷ τοῦ α, καὶ ἀποβολῇ τοῦ ι, ἀπερόπευτος, ὁ διὰ τῆς φωνῆς ἀπατῶν καὶ πειρῶν τὰ γύναια, ὅ ἐστι προσκαλούμενος· τὸ γὰρ προσκαλεῖσθαι τὰ γύναια, πειρᾶν ἔλεγον· Ἀριστοφάνης,

  
Πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων  
  
ἐφάπτεταί σου.  
Ἢ παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ὀπεὺς, ὡς φέρω φορεὺς, καὶ ἔχω ὀχεύς· καὶ μετὰ τοῦ α, τοῦ σημαίνοντος τὸ καλὸν, ὁ καλῷ λόγῳ χρώμενος καὶ ἀπατῶν τινά. Ἢ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν καὶ τοῦ ΠΕΡ περιττοῦ συνδέσμου, ἀπεροπεὺς, ὁ τῷ λόγῳ κακῶς χρώμενος καὶ ἀπατῶν· οἷον,

  
Ἅτε μὲν καὶ ἐπίκλοπον ἀπεροπέα.  
Καὶ παρὰ Ἀνακρέοντι,

  
Βούλεται ἀπεροπὸς ἡμῖν εἶναι.  
Καὶ θηλυκὸν, ἀπεροπή. Ἢ ἄοπος, οὐδὲ προσλαλῆσαι ἡμῖν θέλων. Ἢ ὁ ἀπρόσβλεπτος καὶ οὐδʼ εἰς ὄψιν ἐλθεῖν θέλων. Ἀπεροπεὺς οὖν, καὶ ἠπεροπεύς.

  
Ἦμος δʼ ἠπεροπῆας ἀπεπτοίησεν ὀνείρους  
  
ἠέλιος—ἀνασχών.  
Ἐκ τοῦ ῥήματος τοῦ ἠπεροπῶ ἠπεροπεύω, καὶ ἠπεροπευτής. Ἤπειρος: Σημαίνει τὴν γῆν, ἄπερός τις οὖσα, ἡ μὴ ἔχουσα πέρας, ὡς πρὸς σύγκρισιν τῶν νήσων· αὗται γὰρ εὐδείελοι εἰσὶ, καθὸ μεμερισμέναι εἰσὶ τῇ θαλάσσῃ. Λέγεται ποτὲ μὲν ἡ εἰς ἄπειρον διήκουσα γῆ· οἷον,

  
ἐριβώλακος ἠπείροιο.  
<!-- 434 -->Καταχρηστικῶς δὲ πᾶσα ἡ γῆ·

  
Ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε.  
Ὄνομα δὲ,

  
Τὴν μὲν Ἀπείρηθεν νέες ἤγαγον.  
Ἀντὶ τοῦ ἠπειρόθεν. Καὶ,

  
Δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι.  
Καὶ ἐν τῷ καταλόγῳ περὶ αὐτῆς,

  
Οἵδʼ ἤπειρον ἔχον.  
Ἠπίαλος καὶ Ἠπιάλης καὶ Ἠπιόλης: Σημαίνει τὸν ῥιγοπύρετον, καὶ δαίμονα τοῖς κοιμωμένοις ἐπερχόμενον. Καὶ Ὅμηρος καὶ οἱ πλείους ἠπιόλης λέγουσι διὰ τοῦ η· τὸ δὲ διὰ τοῦ ΟΣ ἕτερόν τι σημαίνει, τὸν ῥιγοπύρετον. Πλὴν διαφόρως ἐχρήσαντο τῇ λέξει. Εἴρηται κατὰ ἀντίφρασιν, ἤπιος· ἐπαχθὴς γάρ ἐστιν· ἢ παρὰ τὸ πέμπεσθαι ἀπὸ τοῦ σώματος, ἀπίαλος, ἀπὸ τοῦ ἀπιέναι, ἢ ὁ ὀφείλων ἀπιέναι. Ὁ δὲ Ἀλκαῖος ἐπίαλον αὐτὸν ἔφη. Ἀπολλώνιος δέ φησι τὸν ἐπιάλτην αὐτὸν ἠπιάλην καλεῖσθαι· καὶ τροπῇ τοῦ α εἰς ο, ἠπιόλην. Ἤπιος: Οὕτως πρότερον ἐκαλεῖτο ὁ Ἀσκληπιός· ἢ ἀπὸ τῶν τρόπων, ἢ ἀπὸ τῆς τέχνης καὶ τῆς τῶν χειρῶν ἠπιότητος· ᾧ καὶ γυναῖκα παραδίδωσιν Ἠπιόνην, ἐξ ἧς αὐτῷ γενέσθαι Ἰάσονα, Πανάκειαν· Δεκτίων ἐν ὑπομνήματι Λυκόφρονος. ἤπιος σημαίνει κυρίως τὸν λογισμόν. Παρὰ τὸ ἔπω, τὸ λέγω, ἔπιος καὶ ἤπιος, ὁ ἐν λόγῳ πάντα ποιῶν, καὶ μὴ πάθει· ἐκ μεταλήψεως δὲ καὶ ὁ διὰ λόγου προσηνὴς καὶ πρᾶος· καὶ ἠπιώτατος, ὁ ἐν λόγοις πραότατος καὶ ἥσυχος. Ἠπιόδωρος: Ἡ τοῦ Ἕκτορος μήτηρ Ἑκάβη, ἡ τὰ προσηνῆ καὶ ἡδέα δωρουμένη κατὰ τὴν παιδοτροφίαν. Ἦπου: Τοῦτο ἄρχεται μὲν λόγου, ὡς παρὰ Ἡροδότῳ·

  
Ἦπου ἂν, ὦ ξεῖνε Λάκων, ἐθαύμαζες.  
Καὶ Ὅμηρος,

  
Ἦπου καγχαλόωσιν.  
Ἀντὶ τοῦ ὄντως δή. Ὅτε δὲ ὑποτέτακται, ἀνταποδίδοται τινὶ προκειμένῳ. Ἀνταποδίδοται δὲ διχῶς· ὁτὲ μὲν οὕτως,

  
Εἰ δὲ μὴ πιστεύω τῷ δεσπότῃ, ἦπου πιστεύσαιμʼ ἂν τῷ  
  
θεράποντι;  
Ὁτὲ δὲ κατὰ τοὐναντίον· οἷον,

  
Εἰ ὁ θεράπων ἔστι μοι πιστὸς, ἦπου ὁ δεσπότης αὐτοῦ  
  
ἂν εἴη πιστός.  
Βαρύνεται δὲ, ἀντὶ τοῦ πολλῷ πλέον, καὶ ἀντὶ τοῦ ἴσως σχεδόν. Ἠπύει: Τὸ φωνεῖ καὶ κηρύσσει. Παρὰ τὸ ἔπω, τὸ λέγω, παράγωγον ἐπύω, ὡς πλήθω πληθύω· καὶ τροπῇ τοῦ ε εἰς η, ἠπύω· ἐξ οὗ ἠπύτης, ὁ μεγαλόφωνος καὶ κρακτικός. Ἤπυτον: Ὄρος Θρᾴκης· ὅτι Πρωτεὺς διὰ τὸν φόνον τῶν παίδων ἀναβὰς ἐπὶ τοῦτο, ἠπύει τοὺς θεοὺς ἐπὶ τὴν Αἴγυπτον ἀποκαταστῆσαι. Ἀπὸ τοῦ ἠπῦσαι, Ἤπυτον. Ἥρα: Ἡ θεός· ὅτι ἡ αὐτὴ τῷ ἀέρι ἐστίν. Ὡς γὰρ πατὴρ πάτρα, καὶ μήτηρ μήτρα, οὕτως ἀὴρ, καὶ καθʼ ὑπέρθεσιν ἥρα. Ἢ ὅτι ἡ Ῥέα αὐτὴν ἔτεκεν· ὡς γὰρ ᾔσθετο ὁ Κρόνος, ἐκέλευσε δεῖξαι τὸ παιδίον. Ἢ ὅτι παρὰ τοῦ Κρόνου ἡ Ῥέα ἐπιδιωκομένη ἀπὸ τύχης πρῶτα ἔτικτε τὴν Ἥραν· τὸν δὲ Δία ἔτι ἐν γαστρὶ εἶχεν. Ὁ δὲ Κρόνος, ὡς ᾔσθετο, παραπορεύεται, καὶ ἐκέλευσε δεῖξαι τὸν παῖδα· ὡς δὲ εἶδεν, ἐκέλευσεν ἄραι καὶ ἐκτρέφειν· οἱ δὲ Κρῆτες τὸ ἄραι ἦραι φασί· καὶ Ἥραν ὠνόμασαν αὐτήν. Ἢ παρὰ τὴν ἔραν. Σημαίνει δὲ τὴν σωματοειδῆ θεὸν, ὡς τὸ,

  
Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους  
  
εἰδήσειν.  
Σημαίνει καὶ τὴν χάριν καὶ τὴν ἐπικουρίαν. Ἠράσθην: Ἀπὸ τοῦ ἐράζω γίνεται, ὡς πειράζω ἐπειράσθην, καὶ πελάζω ἐπελάσθην. Οὐ γὰρ ἀπὸ τοῦ ἐρῶ ἐρᾷς γίνεται. <!-- 435 -->Ὤφειλε γὰρ εἶναι ἐράθην, ὡς φυρῶ, φυρᾷς, ἐφυράθην, μακροῦ ὄντος τοῦ α. Εἰς τὸ βοῶ ἡ τεχνολογία. Ἡρακλῆς: Ὁ ἥρως· οὐ παρὰ τὸ ἐκ τῆς Ἥρας τὸ κλέος ἐσχηκέναι, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ μᾶλλον παρὰ τὸ ἀπὸ τῆς Ἥρας ἀκλεᾶ εἶναι· ὅσον γὰρ κατὰ τὴν Ἥραν, ἄδοξος ἦν· μικροῦ γὰρ αὐτοῦ ὄντος, ἐπʼ αὐτὸν ἔπεμψεν Ἥρα δράκοντας ὀφείλοντας ἀνελεῖν αὐτόν· οὕσπερ αὐτὸς ἐφόνευσεν. Ἢ παρὰ τὴν ἔραν καὶ τὸ κλέος, ὁ ἐν τῇ γῇ ἔνδοξος. Ἢ ὅτι Νεῖλος ἐκ γενετῆς καλούμενος, ἐν τῷ κατὰ γιγάντων πολέμῳ, ἀνώνυμον ἕνα τῶν γιγάντων πυρίπνοον ἐπερχόμενον Ἥρᾳ φονεύσας, Ἡρακλῆς ὠνομάσθη. Ἄλλοι δὲ, παρὰ τὴν ἦρα, τὴν σημαίνουσαν τὴν μετʼ ἐπικουρίας χάριν, καὶ τὸ κλέος, γέγονεν Ἡρακλῆς· πρὸ τούτου γὰρ Ἀλκείδης ἐκαλεῖτο· ἀλλʼ ἐκ τοῦ πᾶσι βοηθεῖν ἐκλήθη Ἡρακλῆς, ὡς καὶ ὁ χρησμὸς δηλοῖ, λέγων,

  
Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει·  
  
ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις.  
Ἢ ἀπὸ τοῦ Ἥρα, ὃ σημαίνει τὴν δαίμονα, καὶ τοῦ κλέος, γίνεται Ἡροκλῆς, ὡς Ἡρόδοτος, Ἡρόφιλος· καὶ ἀπὸ τοῦ Ἡροκλῆς, γίνεται Ἡρακλῆς κατὰ τροπὴν τοῦ ο εἰς τὸ συνεσταλμένον α, ὡς ἐπὶ τοῦ ποδόνιπτρα, ποδάνιπτρα. Ἢ ὅτι τὸ α τοῦ ἀκλεοῦς καὶ τοῦ ἥρα ἐστίν. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι εἰ ἄρα ἀπὸ τοῦ ἥρα καὶ τοῦ ἀκλεὴς ἐστὶ, διατί μὴ ὀξύνεται; Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΗΣ ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀδιαίρετα ἐν τῇ συνθέσει φυλάττει τὸν τόνον τοῦ ἁπλοῦ· οἷον, λῃστὴς, ἀρχιλῃστής· δανειστὴς, μισοδανειστής· εὑρετὴς, ἐφευρετής· χωρὶς τοῦ κριτὴς, καὶ ἀληθής· ταῦτα γὰρ ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον· οἷον ὀνειροκρίτης, φιλαλήθης. «Ὑπὲρ μίαν συλλαβὴν» εἶπε, διὰ τὸ Κρὴς, Ἐτεόκρης· καὶ γνὴς, ἑτερόγνης. Τὰ γὰρ μονοσύλλαβα ὀνόματα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον· οἷον, χθὼν, αὐτόχθων· Θρᾶξ, Σαμόθραξ· παῖς, εὔπαις· χωρὶς τοῦ πτὼξ, πολυπτώξ. Οὐκ ἀντίκειται ἡμῖν τὸ,

  
Ποσειδάωνος ὑποδμώς.  
Παρέλκουσαν γὰρ ἔχει τὴν ὑπὸ πρόθεσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι τῷ λόγῳ τῶν κυρίων ἐβαρύνετο· τὰ γὰρ εἰς ΗΣ κύρια ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, καὶ ἢ βαρύνονται, ἢ περισπῶνται, χωρὶς τῶν παρασεσημειωμένων· εἰσὶ δὲ ταῦτα, εὑρετὴς, εὐμενὴς, εὐσεβὴς, εὐτυχὴς, εὐπρεπὴς, νημερτὴς, διοτρεφὴς, ψευδής· καὶ ἐπὶ τοῦ συνήθους, καλοετής. Δεῖ γινώσκειν, ὅτι τὸ κριτὴς μετὰ προθέσεως ὀξύνεται· οἷον, προκριτὴς, παρακριτὴς, ὑποκριτής· μετὰ ὀνόματος δὲ ἀναβιβάζει τὸν τόνον· οἷον, δικαιοκρίτης. Ἀναβιβάζει δὲ, ἐπειδὴ παράλογός ἐστιν ἐν ἁπλότητι ἡ ὀξεῖα τάσις· ὤφειλε γὰρ βαρύνεσθαι· ἐπειδὴ τὰ εἰς ΤΗΣ δισύλλαβα φύσει ἀρσενικὰ βαρύνονται, οἷον δότης, πλύτης, κράτης, ψάλτης. «Φύσει δισύλλαβα» εἶπε, διὰ τὸ λῃστής· τοῦτο γὰρ ἀπὸ τρισυλλάβου τῆς ληϊστής. «Ἀρσενικὰ,» διὰ τὰ θηλυκά. Ἐπεὶ οὖν τὸ κριτὴς παραλόγως ὀξύνεται, τούτου χάριν ἐν τῇ συνθέσει τὸν ὀφειλόμενον τόνον ἀναδέχεται. Τὸ δὲ ἀληθὴς, ἀνεβίβασε τὸν τόνον ἐν τῇ συνθέσει· ἐπειδὴ τὰ διὰ τοῦ ΗΘΗΣ σύνθετα ὀνόματα βαρύνεται· οἷον, ἦθος, εὐήθης, συνήθης, κακοήθης. Τούτοις συνεξηκολούθησε καὶ τὸ φιλάληθες, πανάληθες. Τὰ <!-- 436 -->εἰς ΤΗΣ ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα ὄντα τοῦ σ κατὰ τὴν γενικὴν, βαρύνεται, εἰ μὴ εἴη μετοχικὰ, ὑφάντης, ἀγύρτης, εὐφράντης· τὸ δὲ ἑκοντὴς, ἐθελοντὴς, μετοχικά. Παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τὸ καθαρτής· ἀμυντὴς, ἐπὶ τοῦ βοηθοῦ· φαιδρυντὴς, ποικιλτὴς, καλλυντὴς, πραϋντής· ὅτι οὐκ ἔχει τὴν πρώτην συλλαβὴν εἰς φωνῆεν λήγουσαν. Τὰ γὰρ εἰς ΤΗΣ λήγοντα ἀρσενικὰ, καθαρὸν ἔχοντα τὸ τ, βραχείᾳ παραληγόμενα ὑπὲρ δύο συλλαβὰς, βαρύνεται καὶ ἁπλᾶ ὄντα· οἷον, Ἰξιβάτης, ἐρέτης, ἐργάτης. Σεσημείωται τὸ εὑρετής. Τὸ μέντοι λυριστὴς, λεπιστὴς, χλευαστὴς, ὀξύνεται, ὅτι οὐ καθαρὸν ἔχει τὸ τ· τὸ ἀθλητὴς, μαχητὴς, μαθητὴς, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγουσαν. Ἡράκλεις: Ἐπίφθεγμα θαυμαστικόν· ἀντὶ τοῦ, ὢ τοῦ θαύματος. Λουκιανὸς,

  
Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός.  
Ἔστι δὲ κλητικὴ συναλοιφῇ ἀπὸ τοῦ Ἡράκλεες τοῦ ἐντελοῦς· ὃ κατὰ συγκοπὴν γίνεται

  
Ἥρακλες χαλκεόζωνε.  
  
Βίης Ἡρακληείης,  
ὡς Ἰφικληείης. Ἀπὸ τοῦ Ἡρακλῆς γίνεται Ἡράκλειος κτητικόν· τὸ θηλυκὸν, Ἡρακλείη·

  
Ἡρακλεία χείρ·  
καὶ κατʼ ἐπένθεσιν τοῦ η πρὸ τῆς ΕΙ διφθόγγου γίνεται Ἡρακληείη. Τὸ γὰρ η οὐδέποτε μετὰ τὴν ΕΙ δίφθογγον πλεονάζει, ἀλλὰ πρὸ αὐτῆς· μᾶλλον δὲ μετὰ τοῦ ι πλεονάζει πολλάκις τὸ η. Ἤραθεν: Παρὰ τὴν ἔραν γίνεται ἔραθεν· καὶ κατʼ ἔκτασιν, ἤραθεν. Ἤρανος: Βασιλεὺς, ἢ βοηθός. Παρὰ τὴν ἥραν, τὴν μετʼ ἐπικουρίας χάριν. Γίνεται δὲ ἀπὸ τοῦ ἔρως ἔρανα καὶ ἤρανα. Ὅμηρος,

  
Οὐ μέν μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ.  
Ἀντὶ τοῦ ἐράσμια καὶ καταθύμια. Τοῦτο δὲ τὸ ἐπιήρανα κατὰ συγκοπὴν ποιεῖ τὸ ἐπίηρα. Ἀπὸ γοῦν τοῦ ἐρῶ, ἔρανον, ὡς κόπτω, κόπανον· πέπτω, πόπανον· ἔχω, ὄχανον. Καὶ ἤρανος, ὁ ἐράσμιος. Ἡρᾶς: Ὄνομα κύριον γραμματικοῦ, οὗ φέρεται Ἀμείβοντες κανόνας. Εἴρηται παρωνύμως ἀπὸ τῆς Ἥρας, Ἡρέας· καὶ ἐν συναιρέσει, Ἡρᾶς, ὡς βορὰ, βορέας· πλεονασμῷ τοῦ ρ καὶ συναιρέσει, βορρᾶς. Ἡραῖον τεῖχος: Χωρίον ἐν Θρᾴκῃ· ὑπὸ Σαμίων δὲ ᾠκίσθη. Ἠρδάλωσε: Φιλήμων,

  
Αἰγύπτιος θοιμάτιον ἠρδάλωκέ μου.  
Ἀντὶ τοῦ ἠσβόλωσεν, ἐμόλυνεν. Ἠρεμία: Ἡ ἡσυχία. Ἀπὸ τοῦ ἤρεμος, ἠρεμία, ὡς ἥσυχος, ἡσυχία. Ἔστιν ἔρημος ἐρημία· καὶ καθʼ ὑπέρθεσιν γίνεται ἠρεμία. Ἢ ἀτρεμία, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν, ἠρεμία. Ἠρέμα: Ἡσύχως. Ἀπὸ τοῦ ἀτρέμας, κατὰ ἀποβολὴν τοῦ τ, καὶ τροπῇ τοῦ α εἰς η, ἠρέμα. Ἠρεσίδες: Αἱ ἱέρειαι τῆς ἐν Ἄργει Ἥρας· ἀπὸ τῆς Ἥρας· ἢ παρὰ τὸν ἀρύσω μέλλοντα, ἀρυσίτιδες, αἱ ἀρυόμεναι τὰ λουτρά. Ἤρεικον: Σημαίνει τὸ ἔσχιζον. Ἡσίοδος,

  
Ἤρεικον χθόνα δῖαν.  
Ἥιρεον:

  
Ὑπὸ δʼ ᾕρεον,  
ὑφῄρουν, ἐλάμβανον. Ἀπὸ τοῦ περισπωμένου· καὶ δασύνεται. Ἡιρήκαμεν: Ἥιρημεν, διὰ τοῦ η γράφεται. Ἡρωδιανὸς περὶ Παθῶν. <!-- 437 -->Ἠρήρει: Ἀπὸ τοῦ ἐρείδω. Ἠριγένεια: Ἤτοι ἡ τὸν ὄρθρον γεννῶσα ἡμέρα· ἢ ἡ ὑπὸ τοῦ ὄρθρου γενομένη. Ἀπὸ τοῦ ἦρι καὶ τοῦ γενῶ. Ἦρι μάλα: Ὄρθρου πάνυ, τὸ πρωῒ, ἕωθεν. Ἀπὸ τοῦ αἴρεσθαι ἡμᾶς τῆς κοίτης κατὰ τὸν καιρὸν τοῦτον. Τὸ δὲ ἦρι, ὀνοματικὸν ἐπίρρημα. Ἀπὸ τοῦ ἀὴρ ἀέρος ἀέρι, καὶ κατὰ κρᾶσιν, ἦρι. Τὸ δὲ ἀέρι καὶ διὰ τοῦ η φησὶν ὁ ποιητὴς,

  
Ἠέρι γὰρ κατείχετο.  
Ἦρος: Ἐκ τοῦ ἔαρ ἔαρος γίνεται κατὰ κρᾶσιν ἦρος· τὸ δὲ ἔαρ ἐν συναιρέσει γίνεται ἦρ. Ἤρια καὶ ἠρία: Ὁ διάφορος τόνος διάφορον ποιεῖ καὶ τὴν σημασίαν. Προπαροξυτόνως σημαίνει τὰ ἔρια, καὶ κατʼ ἔκτασιν, ἤρια· παροξυτόνως δὲ σημαίνει τοὺς τάφους, παρὰ τὴν ἔραν· τὸ γὰρ παλαιὸν ἐν τοῖς κοιλώμασι τῆς γῆς ἔθαπτον, μήτε σιδήρῳ μήτε χαλκῷ κεχρημένοι. Ἢ παρὰ τὸν ἀέρα, ἤγουν τὸν ἐπικείμενον σκότον τοῖς τεθνεῶσι. Θεόκριτος,

  
καὶ ἠρία κεκμηώτων·  
καὶ Καλλίμαχος,

  
τίνος ἠρίον ἵστατε τοῦτο;  
Ἠριά: Αἱ πύλαι Ἀθήνῃσι· διὰ τὸ τοὺς νεκροὺς ἐκφέρεσθαι ἐκεῖ ἐπὶ τὰ ἠρία, ὅ ἐστι τοὺς τάφους. Ἤριννα: Ἡ ποιήτρια· εἴρηται παρὰ τὸν ἔρωτα. ἡ ἐρασμία· ἢ παρὰ τὸ ἔαρ. Ἦιρτο: Σὺν τῷ ι, ἀπὸ τοῦ αἴρω. Τὸ δὲ,

  
παρηέρθη δὲ κάρη,  
οὐκ ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ ἀερθῶ ἐστιν. Ἥρυλλος: Ὁ Ἡρακλῆς ὑποκοριστικῶς, ὡς τὸ Ἀριστοκλῆς, Ἀρίστυλλος. Ἠρόπτω: Σημαίνει τὸ σκώπτω. Ἠρόμην: Εἰ μὲν ἔχει τὸ ι, σημαίνει τὸ ἐκουφιζόμην· καὶ ἔστιν ἀπὸ τοῦ αἴρομαι, ᾐρόμην, ὡς αἰσχύνομαι, ᾐσχυνόμην· εἰ δὲ σημαίνει τὸ ἠρώτων, οὐκ ἔχει τὸ ι· καὶ ἔστιν ἀπὸ τοῦ ἔρω, τὸ ἐρωτῶ, ἔρομαι, ἠρόμην. Ἥρωες: Οἱ πάλαι καὶ πρωτογενεῖς ἄνθρωποι, οἱ ἡμίθεοι ἄνδρες. Ἥρωας δέ φασι κληθῆναι ἀπὸ τῆς ἔρας, τῆς γῆς, ὅτι ἐκ γῆς ἐπλάσθη τὸ γένος τῶν ἡρώων· ἢ ἀπὸ τῆς ἐρωτήσεως· διαλεκτικοὶ γάρ. Ἢ ἀπὸ τῆς ἀρετῆς· ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος,

  
Ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.  
Ἢ ἀπὸ τῶν ἐρώτων· ἐξ ἐρώτων γὰρ θείων ἐγένοντο· ἀπὸ τῆς ἐράσεως, τουτέστι μίξεως τῶν θεῶν· οἱ γὰρ θεοὶ, θνηταῖς γυναιξὶ συνερχόμενοι, ἐποίουν τὸ τῶν ἡρώων γένος. Ἥρως ἢ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἢ παρὰ τὸ ἀέρω, τὸ κουφίζω. Ἠρύγγιον: Λεπτόν τι κάρφος ἀκανθῶδες, ὃ καὶ ἐπὶ τοὺς τοῦ σίτου σωροὺς εἰώθασιν ἐπιτιθέναι. Ἡραία: Ἄκρα οὕτω λεγομένη κατʼ ἀντικρὺ Χαλκηδόνος. Αὐτὴν δὲ ἐν τῇ συνηθείᾳ Ἠερίαν φασὶ, κακῶς. Ἄλλοι δὲ Ἠρίον, μυθοποιοῦντες, ὡς ἐκεῖσε ὀρύξαντες τάφους, χύτρας εὗρον καὶ ὀστᾶ. Πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ ιδʹ βιβλίῳ·

  
Ἔστι δὲ τις προπάροιθε κλυτῆς Χαλκηδόνος ἄκρη  
  
Ἡραία· φαίης κεν ἰδὼν βαθυδινέα πάντη  
  
ἔμμεναι· εἰαμενὴ δὲ καὶ οὐ βάθος ἐστὶ θαλάσσης.  
  
Ἔνθα θοὰς νηῦς ἦγον ὀϊόμενοι σκέπας εἶναι  
  
αὐτοφυοῦς ὅρμοιο· κακῷ δʼ ἐνέκυρσαν ἑτοίμῳ.  
Ἥρῳ δημοδόκῳ: Δοτική ἐστιν, ἀντὶ τοῦ ἥρωϊ· κλίσις, καὶ οὐκ ἀποκοπή. Ἡρῴδης: Ἔχει τὸ ι προσγεγραμμένον. Ἔστι γὰρ ἥρως, ἥρωος, ἥρωϊ· καὶ γίνεται ἡρωΐδης· καὶ <!-- 438 -->κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ΩΙ δίφθογγον, ἡρῴδης. Καὶ ἄλλως· τὰ εἰς ΔΗΣ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ θέλει ἔχειν πρὸ τοῦ δ ἢ τὸ ι ἢ τὸ α· οἷον Πηλείδης, Πυλάδης, Μινῴδης. Ἡρωιδιανός: Ἀπὸ τοῦ Ἡρῴδης γίνεται Ἡρῴδιος, καὶ Ἡρῳδιανὸς, ὡς ἀπὸ τοῦ εὐτυχὴς, Εὐτύχιος, Εὐτυχιανός. Τὸ α μακρόν. Διατί; Τὰ διὰ τοῦ ΑΝΟΣ ὑπὲρ τρεῖς συλλαβὰς ἐπεκτεταμένον ἔχει τὸ α, Μαρκιανὸς, Σεβαστιανὸς, Ἰουλιανός· τὸ ἑανὸς οὐκ ἔστιν ὑπὲρ τρεῖς συλλαβάς· χωρὶς εἰ μὴ κατὰ ποιητικὴν ἄδειαν συσταλῇ· ἐπειδὴ παρὰ τοῖς νεωτέροις ποιηταῖς τὸ Ἰουλιανὸς συστέλλει τὸ α. Χωρὶς τοῦ ὠκεανὸς, ὅτι συνεσταλμένον ἔχει τὸ α. Ἡρῷον: Τὸ καλούμενον ἔπος, ὅτι διʼ αὐτοῦ τὰς ἡρωϊκὰς πράξεις ὕμνησεν Ὅμηρος· ἢ παρὰ τὴν ἔραν, τὴν γῆν· ἥτις ἀρχαιοτέρα ἐστὶ τῶν στοιχείων. Ἀπὸ γοῦν τῆς ἀρχαιότητος ἐρῷον καὶ ἡρῷον. Σὺ δʼ αὐτόχρημα ὁ ἐκ Τροιζῆνος Ἱππόλυτος συνελκύσας τὰς ὀφρῦς, καὶ τὸ χεῖλος δακὼν, καὶ κάτω κύψας, ὡς ἡρῷον ἡμᾶς ἄφθογγος παρατρέχεις. Ἡσίοδος: Ὄνομα κύριον, ὁ τὴν αἰσίαν ὁδὸν πορευόμενος· Ἔργα γὰρ καὶ Ἡμέρας ἔγραψε πρὸς τὴν τοῦ βίου ἐργασίαν καὶ νομοθεσίαν. Ἢ ὅτι ὁσίως ἐβάδισε· συνέτυχε γὰρ ταῖς Μούσαις, καὶ οὐχ ὡς Θάμυρις διετέθη· ὅθεν καὶ ποιητὴς ἄριστος. Ἡσίοδος: Παρὰ τὸν ἥσω μέλλοντα, καὶ τὸ ὁδός. Τὰ γὰρ παρὰ μέλλοντα συντιθέμενα τρέπει τὸ ω εἰς ι· μνήσω, Μνησίθεος· στήσω, Στησίχορος· οὕτως ἥσω, Ἡσίοδος. Ἥσσων: Ὁ ἐλάσσων. Ἀπὸ τοῦ ἥμισυς γίνεται τὸ συγκριτικὸν ἡμισύτερος· ὁ δεύτερος τύπος, ἡμισίων· καὶ ὁ τρίτος, ἥσσων· καὶ Ἀττικῶς, ἥττων. Ἢ ἀπὸ τοῦ ἦκα, ἢ ἀπὸ τοῦ ἥκιστα, ἢ ἀπὸ τοῦ ἡδύς. Οἱ γὰρ ἐν ἡδοναῖς καταγινόμενοι πολὺ ἑαυτῶν ἥσσονές εἰσιν. Ἧσθαι: Τὸ καθέζεσθαι. Ἐκ τοῦ ἑῶ, ἕημι, ὡς κέω, κέημαι· τὸ παθητικὸν, ἕεμαι, ἧμαι· ἕεται, ἧται· καὶ τὸ ἀπαρέμφατον, ἧσθαι. Ὁ παρατατικὸς, ἥμην, ἧσο, ἧστο·

  
Ἀλλʼ ἀκέων δὴν ἧστο.  
Ἡσυχάζων ἐπὶ πολὺν χρόνον ἐκαθέζετο, Ἰλιάδος αʹ. Καὶ Ἰλιάδος γʹ,

  
Ἧσο παρʼ αὐτὸν ἰοῦσα.  
Ἔστι δὲ προστακτικὸν χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐκ τοῦ ἵημι. Ἡ παρὰ ἀντὶ τῆς πρός· καὶ σημαίνει τὸ πλησίον καὶ ἐγγύς. Ἡσθείην: Εὐφρανθείην· ἀπὸ τοῦ ἥδω. Ἡστόν: Τὸ ἡδύ. Ἀπὸ τοῦ ἥδω, ἥσω, ἧσμαι, ἧσται, γίνεται ἡστόν. Ὅμηρος,

  
ἥσατο δʼ αἰνῶς  
  
ἡδὺ ποτὸν πίνων.  
Ἥσυχος: Παρὰ τὸ ἥδω, ἥσω, ἥσυχος. Ἥδονται γὰρ τῇ ἡσυχίᾳ οἱ ἀσκηταί. Ἤσκειν:

  
Ἤσκειν εἴρια καλά.  
Ἀντὶ τοῦ εἰργάζετο. Τὸ ῥῆμα, ἀσκῶ· καὶ σημαίνει τὸ μετὰ πολλοῦ πόνου καὶ κόπου ἐργάζομαι· γίνεται ἐκ τοῦ ἀσκός. Ὁ παρατατικὸς, ἤσκεον, ἤσκουν· ἤσκεε· καὶ τὸ ν ἐφελκυστικὸν γίνεται ἐν τῷ τρίτῳ προσώπῳ, καὶ γίνεται ἤσκεεν· καὶ κατὰ συναίρεσιν, ἤσκειν. Ἦισμεν: Ἰστέον ὅτι ἀπὸ τοῦ ᾔδειν ᾔδεις ᾔδει, τὸ δυϊκὸν, ᾔδειτον ᾐδείτην· καὶ κατὰ συγκοπὴν τῆς ΕΙ διφθόγγου, καὶ τροπῇ τοῦ δ εἰς σ, γίνεται ᾔστην· οἷον,

  
Τὼ δʼ οὐκ ἄρʼ οὐδὲν ᾔστην ἄλλο πλὴν δάκνειν.  
Ἀντὶ τοῦ ᾔδεσαν. Καὶ τὸ πληθυντικὸν, ᾖσμεν· Εὐριπίδης Ἑκάβῃ,

  
<!-- 439 -->εἰ δὲ μὴ Φρυγῶν  
  
πύργους πεσόντας ᾖσμεν.  
Ἀντὶ τοῦ ᾔδειμεν. Καὶ Σοφοκλῆς Κόλχοις,

  
Ὑμεῖς μὲν οὐκ ἄρʼ ᾖστε τὸν Προμηθέα.  
Ἀντὶ τοῦ ᾔδειτε. Εὐριπίδης Ῥήσῳ,

  
οὐδʼ ἀφιγμένον  
  
τὸ πάμπαν ᾖσαν.  
Ἀντὶ τοῦ ᾔδεσαν. Ἡττῶ: Παρὰ τὸ ἡσσῶ· τοῦτο παρὰ τὸ ἥσσων· τοῦτο παρὰ τὸ ἡδὺς ἡδύτερος ἡδίων ἥσσων· ὑπὸ γὰρ τῶν ἡδέων ἡττώμεθα. Ὁ γὰρ πορνεύων διὰ τὴν ἡδύτητα τοῦ πάθους νικᾶται ὑπὸ τοῦ διαβόλου. Ἥττων: Ἔστι τῶ, τὸ λαμβάνω· τὸ δεύτερον, τᾷς, τᾷ. Ἐξ αὐτοῦ γίνεται τών· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄτων, ὃν οὐδεὶς θέλει λαβεῖν· καὶ τροπῇ τοῦ α εἰς η γίνεται ἥττων. Ἤτω: Εἰμὶ, τὸ ὑπάρχω· ὁ δεύτερος ἀόριστος, ἦν· ἡ μετοχὴ, εἴς ἔντος· καὶ τὸ προστακτικὸν, ἔς, ὡς σεσημείωται· τὸ τρίτον, ἔτω· καὶ ἐπαυξήσει, ἤτω. Ἢ ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, ὁ δεύτερος ἀόριστος, ἦον, ἦες, ἦε· τὸ προστακτικὸν, ἔε· τὸ τρίτον, ἐέτω· καὶ κράσει τῶν δύο ΕΕ εἰς η μακρὸν, ἤτω. Ἦτορ:

  
Χάλκεον ἦτορ.  
Ἡ ψυχή. Ὥσπερ παρὰ τὸ φέρω γίνεται φὸρ, καὶ κατʼ ἔκτασιν φὼρ, ὁ λῃστὴς καὶ κλέπτης, ὁ τὰ ἀλλότρια φέρων, οὕτως καὶ παρὰ τὸ τείρω, τὸ καταπονῶ, ὁ μέλλων τερῶ, γίνεται ῥηματικὸν ὄνομα τὲρ καὶ τὸρ μονοσύλλαβον· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄτορ· καὶ τροπῇ ἦτορ, ἡ ἀθάνατος καὶ ἀκαταπόνητος· ὥστε κυρίως ἐπʼ ἀφόβου ψυχῆς μὴ ὑποδεχομένης τρῶσιν τετάχθαι. Ἢ ἐκ τοῦ τείρω γίνεται ἀτειρῶ, καὶ ἄτορ, καὶ ἦτορ, τὸ ἀτειρὲς πνεῦμα, ὃ ἐστὶν ἀπαθὲς, ἢ μᾶλλον πολυτειρές· ἐν σώματι γὰρ οὖσα, πολυπαθής ἐστιν. Ἢ παρὰ τὸ ἄω, τὸ πνέω· καὶ γὰρ πνεῦμα ἡ ψυχή· οἷον,

  
δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο.  
Ἢ ἀπὸ τοῦ ἀήτης, ὃ σημαίνει τὸν ἄνεμον, γίνεται ἀῆτορ· καὶ κατὰ ἀφαίρεσιν τοῦ α, ἦτορ· πνεῦμα γὰρ λέγεται ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις Εὐαγγελίοις, Πνεῦμα ὁ θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Τουτέστιν, ἀσώματόν ἐστι τὸ θεῖον, καὶ τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτῷ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. Ἦτρον: Τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος· ὅθεν Νίκανδρος ἐπὶ τῆς ἐντεριώνης τίθησι. Παρὰ τὸ ἄτριον, ὅ ἐστιν ὕφασμα, ἄτρον καὶ ἦτρον. Ἢ παρὰ τὸ ἰέναι τὸ οὖρον διὰ τούτου. Ἤτριον, ἔνδυμα ὑμενῶδες. Ἀριστοφάνης ἠτριαῖον λέγει ἐν Θεσμοφοριαζούσαις· καὶ ἠτριαία, θηλυκὸν, ἐν Ταγηνισταῖς· παρὰ τὸ ἦτρον. Οὕτω δὲ καλεῖται τὸ μεταξὺ τοῦ ὀμφαλοῦ καὶ τῆς ἥβης· καὶ τῶν θύννων τὸ μετὰ τὸν ὀμφαλὸν τέμαχος. Παρὰ τὸ ἄτριον· διὰ τὸ συνυφάνθαι καὶ συμπεπλέχθαι τὴν σάρκα τῷ λίπει. Ἠιτημένην: Ἀντὶ τοῦ κεχρημένην· καὶ γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κιχρᾶσθαι. Αἰτῶ ᾔτουν, ὡς αἰνῶ, ᾔνουν. Οἱ γὰρ παρῳχημένοι τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, ἢ μείζονα, οὐδέποτε δὲ ἐλάττονα. Ἠΰς: Ὁ πρᾶος, ἢ ὁ μέγας· καὶ ὁ μὲν ἰσχυρὸς καὶ γενναῖος, παρὰ τὸ ἔω, τὸ ὑπάρχω· ἢ ἀπὸ τοῦ αὔω, τὸ φωνῶ, ἵνʼ ᾖ ὁ διαβόητος. Ὁ δὲ ἀγαθὸς, παρὰ τὴν ἠὼ, ἵνʼ ᾖ ὁ ἥμερος. Ἢ ἐκ τοῦ ἡδὺς, ἀποβολῇ τοῦ δ. <!-- 440 -->Ἐξ οὗ τὸ θηλυκὸν, ἠεία· καὶ ἐνηείης, γενική· τὸ οὐδέτερον, ἠΰ. Καὶ ἐπίρρημα ἠύτε, ἀντὶ τοῦ καθά·

  
Ἠΰτε ἔθνεα εἶσι.  
Ἀντὶ τοῦ καθάπερ, ὃν τρόπον. Ἐκ τοῦ ὡς γίνεται. Πῶς; Κανών ἐστιν ὁ λέγων, ὅτι τοῖς εἰς ΩΣ λήγουσιν ἐπιρρήμασι συνυπάρχει τινὰ εἰς η λήγοντα, καὶ ὁμοτονοῦσιν αὐτοῖς· οἷον, ἄλλως, ἄλλῃ· διχῶς, διχῇ· οὐδαμῶς, οὐδαμῇ. Ὀξυνομένου ἄρα τοῦ ὣς, ἀντίκειται τὸ ἣ, ὡς ἐν τῷ,

  
ἥτε ξείνων θέμις ἐστίν.  
ἣ θέμις, ἀντὶ τοῦ ὡς νόμος ἐστί. Καὶ τοῖς εἰς η λήγουσιν ἐπιρρήμασιν ἀντιπαράκειται τινὰ συντονούμενα τούτοις· οἷον πάντως, πάντη· ὥς, ἥ. Τοῦτο προσθέσει τοῦ ΤΕ καὶ πλεονασμῷ τοῦ υ γίνεται ἦυτε. Ψιλοῦται· τὸ γὰρ υ πλεοναζόμενον ψιλοῦται. Δεῖ δὲ ἀναγινώσκειν ἠΰτε ἐν διαστάσει. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οὐκ ἔστιν ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ, χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, ὡς αὐδῶ, ηὔδων· αὐχῶ, ηὔχουν. Ἀναγκαίως οὖν ἡ διάστασις τοῦ ἠΰτε, ὁμοίως τῷ γρηῢς καὶ νηΰς· καὶ τὰ λοιπὰ πλεονασμός ἐστιν. Ἥφαιστος: Ἐπὶ μὲν τοῦ θεοῦ,

  
Ἥφαιστος ποίησʼ εἰδυίῃσι πραπίδεσσιν.  
ἐπὶ δὲ τοῦ πυρὸς,

  
Σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον ἡφαίστοιο.  
Γίνεται παρὰ τὸ ἅπτω ἅψω, ἄψαυστός τις ὤν· τοῦ γὰρ πυρὸς οὐκ ἔστιν ἅψασθαι· καὶ οἱ μὲν φασὶν αὐτὸ σύνθετον εἶναι, ὁ τῇ ἁφῇ αἰστὰ ποιῶν τὰ πάντα· ἐπεὶ τὸ πῦρ πάντα τὰ πελάσαντα καίει· οἱ δὲ, ἁπλοῦν, παρὰ τὴν ἁφὴν, οὗ οὐκ ἔστιν ἅψασθαι. Οἱ δὲ Αἰολεῖς ἄφατον αὐτὸ λέγουσιν. Ἢ παρὰ τὸν ἧφα παρακείμενον. Ἦχος: Παρὰ τὸ χέω, μετὰ τοῦ ἐπιτατικοῦ α, ἄχος καὶ ἦχος, ἡ εἰς ἀέρα χεομένη φωνή· ἢ παρὰ τὸ αὔω· τὰ γὰρ ξηρὰ ἠχεῖ. Ἠών: Πόλις ἐστὶ Μενδαίων ἀποικία. Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἠιωρῆσθαι: Ἠρτῆσθαι, κρέμασθαι. Ἀπὸ τοῦ αἰωρῶ, ὁ παρακείμενος, ᾐώρηκα· ὁ παθητικὸς, ᾐώρημαι· καὶ τὸ ἀπαρέμφατον, ᾐωρῆσθαι. Τοῦτο παρὰ τὸ ἀὴρ ἀηρῶ· καὶ τροπῇ τοῦ η εἰς ω, καὶ πλεονασμῷ τοῦ ι, αἰωρῶ, καὶ ἀπαιωρῶ. Ἠώς: Παρὰ τὸ αὔω, τὸ λάμπω, αὔως· καὶ ἐκβολῇ τοῦ υ, ἄως· καὶ τροπῇ τοῦ α εἰς η, ἠώς. Σημαίνει δὲ τέσσαρα· ποτὲ μὲν τὴν σωματοειδῆ θεόν·

  
Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο.  
Τὸ κατάστημα τῆς ἡμέρας, ὡς τὸ,

  
Ἠὼς μὲν κροκόπεπλος.  
Ὁτὲ δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου διάστημα, ὡς τὸ,

  
Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ.  
Ὁτὲ δὲ τὸ νυκτὸς καὶ ἡμέρας διάστημα, ὡς τὸ,

  
Ἠὼς δέ μοι ἐστὶ  
  
ἥδε δυωδεκάτη ὅτʼ ἐς Ἴλιον εἰλήλουθα.  
Διαφέρει δὲ τὸ ἠὼς καὶ ἕως κατὰ τρόπους τέσσαρας· κατὰ τόνον, κατὰ κλίσιν, κατὰ χρόνον, καὶ κατὰ πνεῦμα. Ἀττικοὶ μὲν ἕως λέγουσιν, ἀπὸ τοῦ ἕω, τὸ πέμπω, ὅτι ἀφίενται τότε τὰ ζῷα, ἢ ἡ ἡμᾶς ἐξιοῦσα καὶ ἐξιέναι ποιοῦσα. Αἰολικῶς δὲ αὔως, ἀπὸ τοῦ αὔω, τὸ φωνῶ· αὔει γὰρ τὰ ζῷα, ὅ ἐστι καλεῖ· καὶ αὔουσι πάντα διʼ αὐτῆς· καὶ γὰρ κατὰ τοῦτο καὶ τὸν Ἴβυκον εἰρηκέναι «κλυτὸν ὄρθρον,» τὸν τοῦ κλύειν αἴτιον. Ἠὼς δὲ ὑπὸ Ἰώνων ἠελιῶτις, ἡ τὰ τοῦ ἡλίου ἐκπληροῦσα· ἢ ἡ ἐκ τοῦ ἡλίου γινομένη.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aag`.
