---
title: "Great Etymological Work: Letter Ε"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Ε"
author: Great Etymologicon
eul_wid: xie-aae
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-epsilon-xie-aae"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:94eb9b4cd36aeb441a6c65b640d3517ae7497c5ba928c12821642cc3c1889488"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Ε

*Ἐτυμολογικὸν τὸ Μέγα, Ε*

**Author:** Great Etymologicon

**eul_wid:** `xie-aae` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-epsilon-xie-aae)

## Text

<!-- 294 -->

ε.

Ε τὸ στοιχεῖον, παρὰ τὴν ἐπέκτασιν τὴν εἰς μέσον καὶ τὴν κυκλοτερῆ. Τὸ μὲν γὰρ κυκλοτερὲς καὶ πέριξ τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ· τὸ δὲ εἰς μέσον μακρὰν ἔχον, τὴν ἐπέκτασιν τοῦ αἰῶνος. Ἕ δασυνόμενον καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου προσώπου, πτώσεως αἰτιατικῆς· ὡς τὸ,

  
Οἵ ἑ μέγαν περ ἐόντα,  
ἀντὶ τοῦ αὐτόν. Καὶ πάλιν, ἐμὲ, σὲ, ἕ· ὀρθοτονούμενον δὲ πάλιν δηλοῖ ἑαυτόν· ὡς τὸ,

  
κάλεον δέ μιν εἰς ἓ ἕκαστος.  
Εἶ: Ἰστέον ὅτι οὐκ ἀπὸ τοῦ εἰμὶ, εἶς, εἶ, γέγονεν· ἐπεὶ ὤφειλεν ὀξύνεσθαι· τὰ γὰρ ἀποβάλλοντα τὸ σ τὸν αὐτὸν τόνον φυλάσσει· ἀλλʼ ἀπὸ τοῦ ἔω βαρυτόνου, τοῦ ὑπάρχω· ὁ παθητικὸς ἐνεστὼς, ἔομαι. Ζήτει εἰς τὸ εἰμέν. Εἶα: Παρακελευσματικόν ἐστιν ἐπίρρημα. Ὥσπερ παρὰ τὸ ῥέω γίνεται ῥέα καὶ ῥεῖα, οὕτως καὶ ἀπὸ τοῦ ἔω, σημαίνοντος τὸ ἐκπέμπω, γίνεται ἔα· καὶ πλεονασμῷ τοῦ ι, εἴα. Παρατίθεται δὲ τὴν χρῆσιν ὁ τεχνικὸς, οὕτως·

  
Εἴα δὴ ξύλον  
  
ἔγειρέ μοι σεαυτό.  
Εἶαρ: Τὸ αἷμα· καὶ εἰαροπότης, ὁ αἱματοπότης, ὥς φησι Καλλίμαχος,

  
τὸ δʼ ἐκ μέλαν εἶαρ ἔδαπτεν.  
Γέγονε δὲ παρὰ τὸ εἴω, τὸ πορεύομαι, τὸ τοῦ ἰέναι καὶ πορεύεσθαι ἡμᾶς αἴτιον. Ὡς γὰρ εἴλω εἶλαρ, καὶ ἔδω ἔδαρ καὶ εἶδαρ, οὕτως καὶ εἴω εἶαρ. Ἢ παρὰ τὴν ἕσιν, ἵνʼ ᾖ τὸ εὐχερῶς ἐκπεμπόμενον καὶ ἐκρέον. Εἶαρ: Τὸ ἔαρ, παρὰ τὸ ἔω, τὸ ἐκπέμπω, ἔαρ καὶ εἶαρ. Τότε γὰρ ἐκπέμπονται οἱ καρποί. Εἵαται: Ῥῆμα παθητικὸν τῶν εἰς ΜΙ Ἰωνικῶς. Ἐκ τοῦ ἑῶ, τὸ κάθημαι, παράγωγον ἕημι· τὸ παθητικὸν, ἕεμαι, ἧμαι, ἥμην, ἥμεθα, ἧνται· καὶ τὸ Ἰωνικὸν, ἕαται. <!-- 295 -->Ὁ κανών· οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταῦτα συστέλλουσι· οἷον

  
δὴ νῦν ἕαται σιγῇ,  
ἀντὶ τοῦ καθέζονται· καὶ εἵαται πλεονασμῷ τοῦ ι, ὡς τὸ κέαται κείαται. Εἴωθεν ὁ ποιητὴς ἐπὶ τῶν δύο ῥημάτων λέγειν τοῦ κεῖνται κέεινται· καὶ Ἰωνικῶς, κέαται· ὡς ἀπὸ τοῦ ω προφερόμενον. Εἵατʼ ἐνὶ μεγάροισι: Ἑῶ, ἕημι· τὸ πρῶτον τῶν πληθυντικῶν ἕεμεν· τὸ παθητικὸν, ἕεμαι· καὶ κράσει, ἧμαι· ὁ παρατατικὸς, ἑέμην, καὶ ἥμην· τὸ βʹ, ἧσο· τὸ τρίτον, ἧτο· καὶ Ἰακῶς, ἕατο, καὶ εἵατο. Εἴασκεν: Ἀπὸ τοῦ ἐῶ, ἐᾷς, ἐᾷ· ὁ παρατατικὸς, εἴων, εἴας, εἴα· καὶ Ἰωνικῶς, εἴασκεν. Ἐκ τούτου ἔασκεν, ἀποβληθέντος τοῦ ι. Τὰ γὰρ τοιαῦτα ἀποβάλλουσι τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν· οἷον, ἔτυπτον ἔτυπτες, τύπτεσκεν· ἦγον ἦγες, ἄγεσκεν. Οὕτως καὶ τοῦτο. Εἰαμενή: Σημαίνει τὸν κάθυγρον καὶ σύμφυτον τόπον. Παρὰ τὸ ῥέω, ῥεαμενὴ, καὶ ῥειαμενή· καὶ ἀποβολῇ τοῦ ρ. Ἢ παρὰ τὴν ἕσιν, ὃ σημαίνει τὴν ἀνάδοσιν, γέγονεν ἑσαμενή· καὶ πλεονασμῷ τοῦ ι, καὶ ἀποβολῇ τοῦ σ, εἰαμενή. Εἴβω: Σημαίνει τὸ ἀποστάζω· ἀπὸ τοῦ λείβω, ἀποβολῇ τοῦ λ. Ἡσίοδος,

  
καὶ τῶν βλεφάρων ἔρος εἴβεται.  
Εἶδαρ: Ἔδεσμα, τροφὴ, βρῶμα. Παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἔδαρ· καὶ πλεονασμῷ τοῦ ι, εἶδαρ. Εἰδαλίμας: Εὐειδεῖς, εὐμόρφους, ὥς φησι·

  
Τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.  
Παρὰ τὸ εἶδος, εἴδιμος· καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, εἰδάλιμος, ὡς κύδιμος κυδάλιμος. Τὸ θηλυκὸν, εἰδαλίμη. Εἰδεχθές: Ἄμορφον, ἀπρεπές. Εἰδύλος: Λόγιος, συνετός. Εἰδυλίς: Ἐπιστήμων, εἰδυῖα. Παρὰ τὸ εἴδω, τὸ γινώσκω, εἰδύλη· καὶ παρώνυμον, εἰδυλίς. εἶδος καὶ μορφὴ αἰσθητῶς τὸ εἰδοπεποιημένον καὶ μεμορφωμένον, ἀοράτου τῆς ἀρχῆς ὑπαρχούσης, τουτέστι τῆς ὕλης ἀπλάστου καὶ ἀμόρφου οὔσης. Ἢ ὅτι εἶδος τοῦ γενικοῦ σώματος ὅλον βλεπόμενον. Εἶδος: Τὸν τῆς ὄψεως χαρακτῆρα.

  
Εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει.  
Τὸ δὲ ἰδέα ἀεὶ διὰ τοῦ ι. Λέγει δὲ Ὦρος, ὅτι τὸ εἰδικὸν, ἡνίκα μὲν σημαίνει τὸ εἶδος, οἷον γένος εἶδος, εἰδικὸν διὰ τῆς ΕΙ διφθόγγου· ἡνίκα δὲ τὸ ἴδιον, οἷον κοινὸν, ἰδικὸν, διὰ τοῦ ι. Εἶδος: Σημαίνει τρία· τὴν μορφὴν, ἢ τὸν τῆς ὄψεως χαρακτῆρα· ὡς τὸ,

  
Εἶδός τε μέγεθός τε.  
Καὶ τὸ σχῆμα, ὡς τὸ,

  
Πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος.  
Καὶ τὸ ἀπὸ γένους διαιρούμενον, ἵππος, ἐλαία. ἄλλως. Σημαίνει τὴν μορφήν· ὡς τὸ,

  
Πρῶτον μὲν εἶδος.  
Καὶ τὸ σχῆμα, ὡς τὸ,

  
Ὃς δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης.  
Σημαίνει καὶ τὸ ὑπὸ τοῦ γένους κατηγορούμενον παρὰ τοῖς φιλοσόφοις. Εἶδος: Ὄψις, πρόσωπον, καὶ ἡ μορφή. Παρὰ τὸ εἴδω, τὸ ὁρῶ, εἶδος, ὡς θάλπω, θάλπος· τεύχω, τεῦχος. Εἰδοθέα: Παρὰ τὸ εἶδος ἐστίν. Εἰδογράφος: Ἀπολλώνιος εἰδογράφος, ἐπειδὴ εὐφυὴς ὢν ἐν τῇ βιβλιοθήκῃ τὰ εἴδη τοῖς εἴδεσιν ἐπένειμεν. Τὰς γὰρ δοκούσας τῶν ᾠδῶν Δώριον μέλος ἔχειν ἐπὶ τὸ αὐτὸ συνῆγε, καὶ Φρυγίας καὶ Λυδίας, μιξολυδιστὶ, καὶ ἰαστί. Εἴδωλον: Ἡ ἀπὸ τοῦ σώματος σκιοειδὴς ἀπόρροια· ἢ τὸ φάσμα, σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής· <!-- 296 -->ὡς καὶ Βακχυλίδης,

  
Μελαγκεθὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου.  
Καὶ ὁ ποιητὴς ἐπὶ τῆς Ἀντικλείας,

  
Τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ  
  
Ἔπτατʼ.  
Αὐτὸς δὲ ἡ ὑπόστασις, ἡ ἀλήθεια. Δεῖ οὖν νοεῖν, ὡς φαντασίαν σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. Γίνεται οὖν παρὰ τὸ εἴδω, τὸ φαίνομαι, ἢ παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ· ὁμοίωμα γάρ ἐστι τινὸς σώματος τὸ εἴδωλον. Εἴδω, εἴδωλον, ὡς ἕω, ἕωλος· φείδω, φειδωλός· αἰτῶ, Αἰτωλός. Εἴδω: Σημαίνει ἑπτά· τὸ ὁμοιῶ, ὡς τὸ,

  
Εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι.  
Καὶ,

  
Εἰδόμενος Ἀκάμαντι.  
ἀντὶ τοῦ ὁμοιωθείς. Εἴδω, τὸ φαίνομαι, ὡς τὸ,

  
τὸ δέ τοι κὴρ εἴδεται εἶναι.  
Καὶ,

  
Πάντα δέ τʼ εἴδεται ἄστρα.  
ἀντὶ τοῦ φαίνεται. Εἴδω, τὸ βλέπω, τὸ θεωρῶ·

  
ὡς εἶδον Ἥφαιστον κλυτοτέχνην.  
Ὁ παρατατικὸς, εἶδον· καὶ τὸ προστακτικὸν, ἴδε·

  
Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.  
Τοῦτο δὲ τὸ εἴδω ἐπὶ τοῦ ὁριστικοῦ ἐνεργητικοῦ μόνον διὰ διφθόγγου· ἐπὶ δὲ τῶν παθητικῶν καὶ τῶν λοιπῶν, διὰ τοῦ ι. Εἴδω, τὸ γινώσκω· εἴσω, εἴσομαι, εἴσῃ, ἀντὶ τοῦ γνώσῃ καὶ μαθήσῃ·

  
Καὶ νῦν δὴ σάφα εἴσεαι.  
Ἐκ τούτου γίνεται περισπώμενον εἰδῶ εἰδήσω, τὸ μανθάνω· ἐξ οὗ τὸ,

  
Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους  
  
εἰδήσειν.  
ἀντὶ τοῦ μὴ ἔλπιζε τοὺς ἐμοὺς λόγους μαθήσεσθαι καὶ γνῶναι. Εἴδω, τὸ ὁρμῶ, ὡς τὸ,

  
Εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά.  
Εἴδω, τὸ πηδῶ, ὡς τὸ,

  
Εἴσατο γὰρ λίμνην.  
Εἴδω, τὸ διέρχομαι, ὡς τὸ,

  
διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.  
Εἴδω, τὸ δοκῶ, ὡς τὸ,

  
εἴσατʼ ἴμεν εἰς Λῆμνον.  
Εἰσὶ καὶ διὰ τοῦ η δύο.

  
ἵνα εἴδομεν ἄμφω,  
Ἰλιάδος αʹ, ἀντὶ τοῦ ὅπως μάθωμεν ἀμφότεροι, ἐγώ τε καὶ σύ. Ἡ δὲ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνεται κατὰ τὸν Πάμφιλον. Εἰδυίῃσιν: Ἀπὸ τοῦ εἴδω, τὸ γινώσκω, ὁ μέλλων, εἴσω· ἐξ οὗ ὁ μέσος παρακείμενος οἶδα· ἡ μετοχὴ, ὁ εἰδὼς, τοῦ εἰδότος· τὸ θηλυκὸν, εἰδυῖα εἰδυίας· καὶ,

  
εἰδυίῃσι πραπίδεσσιν,  
ἀντὶ τοῦ ταῖς ἐπιστήμοσιν αὐτοῦ καὶ ἐμπείροις φρεσὶ, διανοίαις. Εἰδῆις: Ἀπὸ τοῦ μέσου παρακειμένου. Εἴδω, τὸ γινώσκω, ὁ μέλλων εἴσω· ὁ μέσος παρακείμενος, οἶδα· ἡ μετοχὴ, ὁ εἰδὼς, τοῦ εἰδότος· τὸ εὐκτικὸν, εἴδοιμι· οὐ γὰρ κλίνεται ἡ μετοχὴ διὰ τοῦ ΝΤ, ἵνα ᾖ τὸ εὐκτικὸν εἰς ΗΝ· καὶ τροπῇ τῆς ΜΙ εἰς ΗΝ γίνεται εἰδοίην, ὡς περιπατοῖμι περιπατοίην· καὶ τροπῇ τοῦ ο εἰς ε, εἰδείην· καὶ τὰ ἔχοντα τὸ εὐκτικὸν εἰς ΗΝ περισπῶσι τὸ ὑποτακτικόν· οἷον τυφθείην, ἐὰν τυφθῶ· λεχθείην, ἐὰν λεχθῶ· τούτου χάριν ἐστὶ τὸ ὑποτακτικὸν, ἐὰν εἰδῶ, εἰδῇς, εἰδῇ. Διογ. Εἶεν: Ἀναφώνημα ὅμοιον τῷ ἀλλὰ, οὐκ ἐπὶ ἀνταποδόσεως λόγου τίθεται, ἀλλʼ ὅτε δὲ ἐπιφέρεται, ἢ ἕτερόν τι ἐν ἀρχῇ λόγου· ἀλλʼ ἄγε. Εἶεν: Ἄγε δὴ, συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα. Γίνεται δὲ ἀπὸ τοῦ εἴα τοῦ παρακειμένου ἐπίρρημα εἶεν, ἀντὶ τοῦ, ταῦτα μὲν δὴ οὕτως. Ἔστι γὰρ ἐπίρρημα ἀφοριστικόν· ἐπὶ γὰρ τοῖς ἤδη εἰρημένοις ἐπιλεγόμενον ἀφορίζει αὐτά. Τὸ αὐτὸ δὲ καλεῖται ἀπόθεσις λόγου. Εἶεν: Εἰμί· ὁ παρατατικὸς ἦν· ἡ μετοχὴ εἴς ἔντος· τὸ εὐκτικὸν, εἴην· τὸ πληθυντικὸν, εἴημεν· καὶ συγκοπῇ, εἶμεν· καὶ τὸ γʹ, εἶεν. Ὁ κανών· ὡς δὲ γίνεται κατὰ συγκοπὴν δοῖμεν ἀπὸ τοῦ δοίημεν, καὶ εἶμεν ἀπὸ τοῦ εἴημεν, οὕτω καὶ τοῦτο. Εἰ δὲ εἶμεν, <!-- 297 -->κατὰ συγκοπὴν γίνεται τὸ τρίτον, ὡς τὸ κοσμηθείημεν κοσμηθεῖμεν· καὶ τὰ ὅμοια. κατὰ συγκοπὴν γίνεται τὸ τρίτον, ὡς τὸ κοσμηθείημεν κοσμηθεῖμεν· καὶ τὰ ὅμοια. Εἴθε: Ἀπὸ τοῦ εἰ γέγονεν εἴθε. Εἶθαρ: Ἀπὸ τοῦ εὐθὺς εὖθαρ καὶ εἶθαρ. Εἴκω: Σημαίνει πέντε· εἴκω, τὸ ὁμοιῶ, δοτικῇ συντάσσεται· ἐξ οὗ καὶ εἰκὼν, τὸ ὁμοίωμα· καὶ εἰκάζω. Εἴκω, τὸ πρέπω· ἐξ οὗ καὶ τὸ ἔοικεν. Εἴκω, τὸ ὑποχωρῶ· ἐξ οὗ καὶ οἶκος. Εἴκω, τὸ ὑποτάττομαι, καὶ ἐν συνθέσει ὑπείκω· ἐξ οὗ καὶ εἰκτὸς, ὁ ὑπείκων καὶ ὑποταττόμενος· ἢ καὶ ἕτερον κατὰ περίφρασιν, ἤγουν, ἐκ τοῦ παρεπομένου, τὸ θέλω· παρέπεται γὰρ τοῖς ἐπακούουσι τὸ θέλειν. Τὸ γὰρ,

  
Εἴξας ᾧ θυμῷ.  
ἀπὸ τοῦ εἴκω, εἴξω· ὁ ἀόριστος, εἶξα· ἡ μετοχὴ, εἴξας· οὐδὲν ἄλλο σημαίνει, εἰ μὴ τὸ θελήσει ὑπεχώρησεν· ἐξ οὗ γίνεται κατὰ ἀποβολὴν τοῦ ι ἡ ἑκὼν μετοχή· ἔστι δὲ καὶ ἕτερον ἥκω. Ζήτει εἰς τὸ η. Εἴξασιν: Ἀντὶ τοῦ ἐοίκασι παρὰ Ἀττικοῖς· ὅπερ ἴσως τῇ Βοιωτῶν διαλέκτῳ ἐσχημάτισται· οὗτοι γὰρ τὸ κ εἰς τὸ ξ μετατρέπουσιν. Οὕτως ἔχει καὶ τὸ,

  
Οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα.  
δευτέρου ἀορίστου καὶ τὸ κ ἀπαιτοῦντος. Ἀριστοφάνης,

  
Εἴξασι γοῦν ἐρίοισι πεπταμένοις.  
Ἔστιν εἴκω, τὸ ὁμοιῶ· ὁ μέσος παρακείμενος, εἶκα· καὶ κατὰ τροπὴν Βοιωτῶν τοῦ κ εἰς ξ, εἶξα· τὸ γʹ τῶν πληθυντικῶν, εἴξασιν. Ὅτι δὲ παρακείμενος ἐστὶ, δῆλον ἐκ τῆς ἐχούσης ΣΙ ληγούσης. Εἰκάζω: Ὥσπερ παρὰ τὸ μίμνω μιμνάζω οὕτως παρὰ τὸ εἴκω εἰκάζω· εἴκασμαι, εἴκασαι, εἴκασται, εἰκαστός· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀείκαστος· καὶ πλεονασμῷ τοῦ ν, ἀνείκαστος. Εἴκελος: Ἀντὶ τοῦ ὅμοιος. Ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, εἴκελος, ὡς σθένω Σθένελος. Τοῦτο ἐν μὲν τῇ ἁπλότητι γράφεται δίφθογγον, πολλάκις καὶ ι· ἐν δὲ τῇ συνθέσει, ἀεὶ διὰ τοῦ ι. Εἰκοβολεῖν: Τὸ εἰκάζειν οἱ Ἀθηναῖοι, παρὰ τὸ εἰκαίως καὶ ὡς ἔτυχε βάλλειν. Εἰκῆ, τὸ ὡς ἔτυχε, τὸ μάτην· ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ· παρὰ τὸ τὸν ὑποχωροῦντα ὡς ἔτυχε διοικεῖν τὰ ἑαυτοῦ πράγματα πολιτικῶς. Εἰκάς: Ἀπὸ τοῦ εἴκοσι γίνεται εἰκάς. Τὸ δὲ εἴκοσιν, ἀπὸ τοῦ εἴκειν τοῖς δυσὶ δέκα, τουτέστι, δὶς τὰ δέκα. Εἰκοστός: Ὀξύνεται. Τὰ εἰς ΤΟΣ λήγοντα ὑπὲρ δύο συλλαβὰς, ἔχοντα πρὸ τοῦ τ τὸ σ, τήν τε παραλήγουσαν εἰς ΟΣ περατουμένην, ἐπὶ ποσότητος τασσόμενα, ὀξύνεται· πολλοστὸς, εἰκοστός. Εἰκοσινήριτα:

  
Εἰκοσινήριτʼ ἄποινα,  
Ἰλιάδος χʹ ἀντὶ τοῦ εἰκοσάριθμα, εἰκοσαπλασίονα, εἰκοσάκις ἐξισοῦσθαι δυνάμενα τῇ τοῦ σώματος σωτηρίᾳ. Τὸ γὰρ ἐρίζειν ἐξισοῦσθαι ἐστί· καὶ

  
μεγήριτα τέκνα θεῶν,  
θεαῖς ἐρίζοντα. Εἴκοσιν ἠριστὰ, τουτέστιν ἐριστὰ, ὅ ἐστιν ἐξισούμενα. Οὔτως ἔχει καὶ τὸ,

  
Νέστωρ οἶος ἔριζε.  
Καὶ,

  
ἐριζέμεν οὐκ ἐθελήσει.  
Ἔστι γὰρ ὡς εἰκοσάβοια, πρὸς εἴκοσιν ἐρίζοντα, τουτέστιν, ἰσούμενα. Τὸ δὲ ν τοῦ εἴκοσιν ἐστίν· ὁ γὰρ εἴκοσιν ἀριθμὸς προσλαμβάνει αὐτό. Εἰκός: Πρέπον, ἢ ἀκόλουθον, εὔλογον· λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ τάχα. Εἰς τὸ Ῥητορικόν. Ἔστι δὲ μετοχὴ οὐδετέρου· ἀπὸ τοῦ εἴκω, τὸ πρέπω, εἴξω, εἶκα· ἡ μετοχὴ, ὁ εἰκὼς τοῦ εἰκότος· καὶ τὸ οὐδέτερον, τὸ εἰκός· καὶ ἐχώρησεν εἰς ἐπίρρημα συντάξεως. Εἰκάδιος: Ἀπὸ τοῦ εἰκὰς εἰκάδος, εἰκάδιος. <!-- 298 -->Ἔστι δὲ ὄνομα κύριον. Ἐν τῇ εἰκάδι τοῦ μηνὸς ἑορτὴ ἐπετελεῖτο τῷ Ἀπόλλωνι· καὶ ἐλέγετο ἡ ἱέρεια εἰκάς. Ἐπειδὴ οὖν ἐν ταύτῃ τῇ ἑορτῇ ἐγεννήθη, λέγεται Εἰκάδιος. Εἶλαρ:

  
Εἶλαρ νηῶν τε καὶ αὐτῶν.  
Σημαίνει τὸ φύλαγμα καὶ τὴν ἀσφάλειαν· καὶ γίνεται παρὰ τὸ εἰλῶ, τὸ συγκλείω· τοῦτο παρὰ τὸ ἕλος ἑλῶ καὶ εἰλῶ· οἱονεὶ ὁ τόπος ὁ συγκλειόμενος ὑπὸ δένδρων. Τὸ ΕΙ, δίφθογγον· διότι εὑρέθη τὸ ε ἐν τῇ εὐλῇ, ὃ σημαίνει τὸν σκώληκα. Εἰλαπίνη: Ἑορτὴ, εὐωχία· ἢ συμπόσιον καὶ σύνδειπνον. Ἀπὸ τοῦ εἰλεῖσθαι εἰς τὸ σύνδειπνον ὁμοῦ πλείονας· ἢ παρὰ τὸ εἴλας καὶ τὸ θοίνη, γέγονεν εἰλαθοίνη, καὶ εἰλαπίνη, κατʼ ἐναλλαγὴν τῶν στοιχείων· οἱονεὶ ἡ κατὰ εἴλας καὶ συστροφὰς οὖσα εὐωχία. Ἢ τὴν πολυτελῆ εὐωχίαν· παρὰ τὸ λαφύσσειν, ἢ λαπίζειν, ὃ σημαίνει τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν. Ἢ παρὰ τὸ λάπτω λαπτίνη λαπίνη· καὶ πλεονάζει ἡ ΕΙ δίφθογγος· καὶ Ὅμηρος Ἰλιάδος κʹ,

  
Αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.  
Ἀντὶ τοῦ, ἐν ταῖς ἑορταῖς, ὅτε κατὰ τὰς εἴλας πίνωσιν. Εἴρηται δὲ οὕτως παρὰ τὸ ἔλασσον ἄζεσθαι τοὺς εὐωχοῦντας, τουτέστι ταράσσεσθαι. Εἰλαπινάζων, εὐωχούμενος· καὶ εἰλαπιναστὴς, ὁ συμπότης. Εἰλατίδην πολύφημον: Τοῦ Ἐλάτου υἱόν. Εἰλέωσι: Συνειλῶσι, συγκλείωσι. Ῥῆμα ὑποτακτικὸν, ἐκ τοῦ εἰλῶ. Καὶ εἴλει, ἀντὶ τοῦ συνήθροιζε, συνέκλειε· καὶ εἰλομένων, συναθροιζομένων. Εἰλενία: Πόλις· καὶ εἰλενία ἀθηνᾶ. Φιλοκτήτης γὰρ παραγενόμενος εἰς Ἰταλίαν ἱδρύσατο Εἰλενίας Ἀθηνᾶς ἱερὸν, ἀπὸ τοῦ ἐν ἐκείνῳ συγκεκλεῖσθαι τῷ τόπῳ. Παρὰ τὸ εἰλῶ οὖν, Εἰλενία. Ἐν ὑπομνήματι Λυκόφρονος Ὦρος. Εἱλεόν: Σημαίνει τὴν μαγειρικὴν τράπεζαν. Παρὰ τὸ ἕλος γίνεται ἑλεός· καὶ πλεονασμῷ τοῦ ι εἱλεὸς, τὸ μαγειρικὸν τραπέζιον ἢ σανίδιον· καὶ Ὅμηρος Ἰλιάδος ιʹ,

  
Καὶ εἰν ἑλεοῖσιν ἔχευαν.  
Δασύνεται· ἀπὸ τοῦ ἑλεῖν καὶ κόψαι· ἐφʼ οὗ κόπτουσι τὰ κρέα. Ἢ ὅτι ἀπὸ ἐλαΐνων ξύλων, ἢ ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι αἱ μαγειρικαὶ τράπεζαι. Εἰλείθυιαι: Θεαὶ τῶν τικτουσῶν ἔφοροι, Διὸς καὶ Ἥρας θυγατέρες. Ἀπὸ τοῦ ἐλεύθω, τὸ παραγίνομαι, ἐλεύθυια· καὶ πλεονασμῷ τοῦ ι, εἰλεύθυια· καὶ τροπῇ τοῦ υ εἰς ι, Εἰλείθυια. Καὶ ἀνειλείθυια, ἡ ἄτοκος. Εἰλήλουθα: Ἐκ τοῦ ἐλεύθω, ὁ μέσος παρακείμενος, ἤλευθα· καὶ τὸ Ἀττικὸν, ἐλήλυθα· πλεονασμῷ τοῦ ο Βοιωτικῶς, ἐλήλουθα· καὶ παρενθέσει τοῦ ι, εἰλήλουθα· ἐξ οὗ τὸ πρῶτον τῶν πληθυντικῶν, εἰληλούθαμεν· καὶ συγκοπῇ, εἰλήλουθμεν. Εἴληφα: Ἀπὸ τοῦ λήβω, τὸ λαμβάνω, ὁ παρακείμενος, λέληφα· ἀποβολῇ τοῦ λ, καὶ πλεονασμῷ τοῦ ι, εἴληφα· ἡ μετοχὴ, εἰληφὼς εἰληφότος. Ὡσαύτως καὶ τὸ εἴληχα, ἀπὸ τοῦ λήχω τὸ λαγχάνω, λέληχα καὶ εἴληχα. Ἐπὶ γὰρ τῶν ἀπὸ τοῦ λ καὶ μ ἀρχομένων ῥημάτων οὕτως ποιοῦσι τοὺς παρακειμένους Ἴωνες καὶ Ἀττικοί. Εἴλη: Σημαίνει τὴν θερμασίαν· ἐκ τοῦ ἕλη, πλεονασμῷ τοῦ ι εἴλη, ὡς παρὰ Ἀριστοφάνει,

  
Καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων.  
Εἰλικρινής: Σημαίνει τὸν καθαρὸν καὶ ἀμιγῆ ἑτέρου· παρὰ τὸ ἕλη, ἡ θερμασία, καὶ τὸ κρίνω, ὁ ἐν τῇ ἕλῃ κεκριμένος, κατὰ πλεονασμὸν τοῦ ι. <!-- 299 -->Δοκεῖ δὲ παραλόγως συντεθεῖσθαι· εἰ γὰρ παρὰ τὸ ἕλη γέγονεν, ὤφειλεν ἢ τρέψαι τὸ η εἰς ο καὶ γενέσθαι εἰλοκρινὴς, ἢ φυλάσσειν τὸ η καὶ γενέσθαι εἰληκρινής. Τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ τετραχῶς συντίθεται· ἢ γὰρ φυλάττει τὸ αὐτὸ τέλος, ὁπότε καὶ τὸ αὐτὸ γένος φυλάττει· οἷον μάχη, Ἀνδρομάχη· ἢ φυλάττει τὸ αὐτὸ τέλος, καὶ προσλαμβάνει τὸ σ· ὡς τὸ γυνὴ, μισογύνης· ἢ τρέπουσι τὸ τέλος εἰς ΟΣ, ὡς τὸ μάχη, πρόμαχος καὶ δύσμαχος· ἢ τρέπουσι τὸ τέλος εἰς ΟΝ, ὡς τὸ πύλη, δίπυλον καὶ τρίπυλον. Ἄλλως. Τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἐν τῇ συνθέσει ἢ φυλάττει τὸ η, ὡς τὸ γῆ, γηπόνος, βοὴ, βοηθός· ἢ τρέπουσιν εἰς ο, ὡς νύμφη, νυμφοστόλος, τιμὴ, Τιμόθεος. Ἕλη οὖν, ἑλοκρινής· καὶ τροπῇ τοῦ ο εἰς ι, εἰλικρινής. Εἰλικρινὴς γὰρ ἔστι ὁ ἔχων λαμπρὰν καὶ καθαρὰν τὴν ψυχήν. Εἰλιτενὴς ἄγρωστις: Θεόκριτος· ἡ ἐν τοῖς ἕλεσι γινομένη· ῥιζοβόλος γὰρ τῶν πολὺ διϊκνουμένων· πλεονασμῷ τοῦ ι. Εἰλίσσω: Ἀπὸ τοῦ εἰλῶ εἰλίσσω. Γράφεται διὰ τοῦ ι· ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ΣΣ ἔστιν ἡ δίφθογγος, πλὴν τοῦ κρείσσων, καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος κρεισσῶ. Εἰλίπους: Ἐπίθετον τῶν βοῶν, ὅτι ἐλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν. Εἰλίποδες, οἱ εἰλοῦντες ἐν τῷ βαδίζειν τοὺς πόδας. Φησὶν ὁ Ὦρος, ὅτι εἴτε ἀπὸ τοῦ εἰλῶ γέγονεν, ἢ ἀπὸ τοῦ εἰλίσσω, εἰλίπους διὰ τοῦ ι. Τὰ γὰρ εἰς ω λήγοντα τρισύλλαβα μίαν συλλαβὴν συγκόπτουσιν ἐν τῇ συνθέσει· οἷον, μιαίνω, μιαιφόνος· τανύω, τανύπεπλος. Οὕτως οὖν καὶ εἰλίσσω, εἰλίπους. Σημειοῦται παρὰ Κράτητι τὸ ἐθελόσυχνος, ἀπὸ τοῦ ἐθέλω· σημαίνει δὲ τὸν θέλοντα συχνάζειν. Τὸ δὲ ἀλεξίκακος καὶ ἀλεξιφάρμακος ἀπὸ περισπωμένου γέγονεν. Εἰ δέ ἐστιν ἀπὸ τοῦ εἰλῶ, εὐλόγως πάλιν διὰ τοῦ ι· τὰ γὰρ ἀπὸ περισπωμένου γινόμενα ὀνόματα ἢ διὰ τοῦ ο γίνεται, ὡς τὸ μισῶ, μισογύνης· φιλῶ, φιλόθεος· ἢ διὰ τοῦ ι, οἰδῶ, Οἰδίπους· εἰλῶ, εἰλίπους. Τὸ οὖν Ἡγέστρατος καὶ Ἡγέλοχος, διὰ τοῦ ε γινόμενα, ὡς ἀπὸ βαρυτόνου εἰσὶν, ὡς τὸ μένω Μενέλαος· εἴγε τὰ εἰς ΓΩ δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται, θήγω. Τούτῳ τῷ κανόνι καὶ τὸ ἡγῶ, ἐξ οὗ τὸ ἡγοῦμαι, ὤφειλε βαρύνεσθαι· ἀλλὰ παραλόγως περισπᾶται. Ἐν τῷ οὖν Ἡγέλοχος, ὡς ἀπὸ βαρυτόνου γινόμενον· καὶ τὸ ἡγεμὼν, καὶ ἡγέμαχος. Ζήτει εἰς τὸ δαΐφρων. Εἰλυὸς καὶ Εἰλυθμός: Σημαίνει τὴν κατάδυσιν, τὸν φωλεόν. Νίκανδρος,

  
Ὅς τε κατʼ εἰλυθμοὺς πετρώδεας αἰὲν ἰαύει  
  
τρηχὺν ὑφαρπάζων θαλάμην ὀλιγηρέα τεύχων  
  
ἔνθʼ εἰλυθμὸν ἔχεσκεν· ἔπειτʼ ἐκορέσσατο φορβῆς.  
Τρηχὺν θάλαμον λέγει τὴν ἐνδοτάτω κατάδυσιν· παρὰ τὸ εἰλύω· ἔνθεν εἰλυμένος, τὸ κεκαλυμμένος, περιβεβλημένος. Εἴλυμα: Ἐκ τοῦ εἰλῶ εἰλύω εἰλύσσω, γίνεται εἴλυμα, τὸ σκέπασμα· καὶ εἰλύαται, τὸ καλύπτεται. Εἰλυσπᾶσθαι: Τὸ ὁμοίως τῷ ὄφει καὶ τῷ σκώληκι κινεῖσθαι· καὶ εἰλυσπώμενα, τὰ παραπλησίως τοῖς ὄφεσι καὶ σκώληξι κινούμενα. Ἀπὸ τοῦ εἰλεῖσθαι καὶ σπᾶσθαι. ι γραπτέον. Ζήτει εἰς τὸ ι. <!-- 300 -->Εἰλυφάζω: Παρὰ τὸ εἰλῶ εἰλύφω καὶ εἰλυφάζω. Ἡσίοδος,

  
ἄνεμος δὲ φλόγʼ εἰλυφάζων.  
Ἀντὶ τοῦ εἰλῶν καὶ ἀναστρέφων. Σημαίνει δὲ καὶ τὸ φῶς παρέχω. Ὡς τὸ,

  
Τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζεν.  
Παρὰ τὸ εἰλῶ καὶ τὸ φῶς, εἰλύφω εἰλυφάζω. Εἰλυφόων: Εἰλῶν, ταράσσων. Εἵλωτες: Παρὰ Λακεδαιμονίοις οἱ νόθοι οἱ ἐξ αἰχμαλώτων δοῦλοι γινόμενοι. Ἢ ἀπὸ τοῦ ἕλους· ἐπειδὴ ἠγγυήθησαν πρότερον ἐν τῷ Ἕλει καὶ ἐδουλώθησαν. Ἔλος δὲ, πόλις ἐν Πελοποννήσῳ, ἔνθεν οἱ οἰκέται· καὶ εἰλωτεία, ἡ δουλεία. Εἰλωτεύειν: Τὸ δουλεύειν. Εἴλωτες γὰρ εἰσὶν οἱ τὴν Μεσηνιακὴν οἰκοῦντες Πελοπόννησον, οἱ μὴ γνήσιοι δοῦλοι Λακεδαιμονίων, ἀλλὰ πρῶτον χειρωθέντες. Εἵματα: Ἱμάτια, ἐνδύματα. Παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, εἷκα, εἷμαι, καὶ εἷμα. Τὸ ΕΙ, δίφθογγον· πρὸς ἀντιδιαστολὴν τοῦ ἤματα, τοῦ σημαίνοντος τὰς ἡμέρας. Ἢ κατά τινα διάλεκτον. Οἱ γὰρ Αἰολεῖς ἔμμα λέγουσι· καὶ τὸ σπείρω, σπέρρω. Καὶ λευχείμων. Τὸ δὲ ἱματίζω, καὶ ἱματισμὸς, καὶ ἱματιοπώλης, καὶ ὅσα παρὰ τὸ ἱμάτιον, διὰ τοῦ ι γράφεται. Ὅτι δὲ ι γράφεται, ἐκ τῆς συνθέσεως δῆλον· οἷον τὸ ἱμάτιον, θοιμάτιον. Εἰ δὲ ἐγράφετο διὰ διφθόγγου, θουμάτιον ἂν ἦν· τὸ γὰρ ε καὶ ο εἰς τὴν ΟΥ δίφθογγον κιρνᾶται. Τὸ δὲ ἱματισμένον, εὗρον αὐτὸ διὰ διφθόγγου. Εἱμαρμένη καὶ εἵμαρτο: Ὡς ἀπὸ τοῦ λήβω, τοῦ σημαίνοντος τὸ λαμβάνω, γίνεται λέληφα καὶ εἴληφα, οὕτως ἀπὸ τοῦ μείρω, τοῦ σημαίνοντος τὸ μερίζω, μερῶ, μέμαρκα, μέμαρμαι· ἀποβολῇ τοῦ μ, καὶ πλεονασμῷ τοῦ ι, εἵμαρμαι, εἱμαρμένος εἱμαρμένη. Ἐκ δὲ τοῦ εἵμαρμαι, εἱμάρμην εἵμαρσο εἵμαρτο, ὁ ὑπερσυντέλικος. Ἔκ τινος δὲ διαγράμματος καὶ ἀστροθεσίας τὴν ἐπωνυμίαν παρʼ Ἕλλησιν ἔλαβε. Εἰμένος: Ἐνδεδυμένος. Τὸ θέμα, ἕω, τὸ ἐνδύομαι· ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, εἷκα· ὁ παθητικὸς, εἷμαι· ἡ μετοχὴ, εἱμένος, καὶ ἐπιειμένος. Εἰμέν: Ἀπὸ τοῦ εἰμὶ γίνεται τὸ πρῶτον τῶν πληθυντικῶν εἰμέν. Φυλάττει τὴν ΕΙ δίφθογγον· οἷον,

  
Ἡμεῖς δʼ εἰμὲν τοῖοι.  
Ἀντὶ τοῦ ὑπάρχομεν, ἐσμέν. Εἰμί: Εἰμὶ, τὸ ὑπάρχω, γράφεται διὰ διφθόγγου· ἢ ὅτι τὰ εἰς ΜΙ φύσει μακρᾷ παραλήγεται· ἢ ἵνα μὴ συνεμπέσῃ τῷ ἠμὶ, τὸ λέγω· ὃ γίνεται ἀπὸ τοῦ φημὶ, ἀποβολῇ τοῦ φ. Εἶ: Τὸ, σὺ εἶ, γίνεται ἀπὸ τοῦ ἔομαι παθητικοῦ· τὸ δεύτερον, ἔῃ. Καὶ τὰ παρʼ ἡμῖν γραφόμενα δεύτερα πρόσωπα παθητικὰ διὰ τοῦ ΗΙ παρὰ τοῖς Ἀττικοῖς διὰ τῆς ΕΙ διφθόγγου γράφεται, καὶ γίνεται κράσει τοῦ ε καὶ τῆς ει διφθόγγου. Τὸ δʼ ἐστὶ γίνεται ἀπὸ τοῦ εἰμί· οὗ τὸ τρίτον ἀκολουθεῖ εἰσί· καὶ τροπῇ Δωρικῇ τοῦ σ εἰς τ, καὶ ἀποβολῇ τοῦ ι, γίνεται ἐτί· εἶτα προσλαμβάνει τὸ Σ, ἵνα τὴν ὀφειλομένην μακρὰν ἀπολάβῃ. Τὰ γὰρ εἰς ΣΙ τρίτα πρόσωπα μακρᾷ παραλήγεται· τύπτουσιν· οὕτω καὶ ἐστίν. Ἢ καὶ τοῦ εἰμὶ τὸ δεύτερον ἔς, καὶ τὸ γʹ ἐσσί· ἀποβολῇ δὲ τοῦ σ καὶ προσθέσει τοῦ τ, ἐστί. Εἰμί· ὁ παρατατικὸς, ἦν· ἡ μετοχὴ, εἲς ἔντος· καὶ τὸ εὐκτικὸν, εἴην· καὶ τὸ ὑποτακτικὸν, ἐὰν ὦ, ᾖς, ᾖ. Ἢ ἀπὸ τοῦ εἰμὶ τὸ δεύτερον εἲς, καὶ ἀποβολῇ τοῦ σ καὶ μεταβολῇ τοῦ τόνου, εἶ. Τὰ γὰρ ὑπαρκτικὰ ῥήματα παθητικὰ οὐκ ἔχουσιν, οἷον ὑπάρχομαι. <!-- 301 -->Εἰμὶ οὐ λέγεται ἔμαι· οὕτω καὶ ἔω οὐ λέγεται ἔομαι. Τὸ ἐστὶ καταρχὰς τιθέμενον βαρύνεται· ὡς τὸ,

  
ἔστι πόλις.  
Βαρύνεται δὲ καὶ μετὰ τοῦ Ὡς, καὶ μετὰ τοῦ Μὴ ἀπαγορευτικοῦ· καὶ μετὰ τοῦ Ἀλλά· καὶ μετὰ τοῦ Καί· καὶ μετὰ τοῦ Τοῦτο. Εἰμί: Γίνεται ἀπὸ τοῦ ἔω· καὶ ἐπεὶ τὰ εἰς ΜΙ φύσει μακρᾷ παραλήγεται, πλεονάζει τὸ ι, καὶ γίνεται εἰμί. Καὶ ἔστι συζυγίας τετάρτης. Οὐκ ἐτράπη δὲ εἰς η, ἵνα φυλάχθῃ λείψανον τοῦ πρωτοτύπου. Τὰ δὲ ἀπὸ βαρυτόνων, ἰσοσύλλαβα τοῖς πρωτοτύποις, πηγνύω, πήγνυμι· τὰ δὲ ἀπὸ περισπωμένων, περιττοσύλλαβα, διδῶ, δίδωμι. Εἶμι: Ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι. Τοῦτο παρὰ τὸ ἔω· καὶ πλεονασμῷ τοῦ ι, εἴω· καὶ ἐξ αὐτοῦ εἴωμι· καὶ συγκοπῇ, εἶμι· σημαίνει δὲ τὸ πορεύομαι· καὶ τὰ μὲν ἑνικὰ διὰ τῆς ΕΙ διφθόγγου γράφεται· τὰ δὲ πληθυντικὰ, διὰ τοῦ ι· ἔστι καὶ ἴμι διὰ τοῦ ι, ἀπὸ τοῦ ἴημι κατὰ συγκοπήν. Τοῦ εἶμι τὸ πληθυντικὸν, ἴμεν, ὡς ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι· ὁ παρατατικὸς, εἶν· τὸ πληθυντικὸν, ἴμεν, διὰ τοῦ ι· ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς ΜΙ, καὶ ἡ παραλήγουσα συστέλλεται. Τὸ τρίτον, ἴσαν· ἀπὸ τοῦ ἴμεν, τὸ ἀπαρέμφατον, ἴμεναι· καὶ κατὰ συγκοπὴν, ἴμεν·

  
Οἴκαδʼ ἴμεν σὺν νηυσί.  
Τουτέστιν, εἰς τὰ οἰκεῖα παραγενέσθαι, Ἰλιάδος αʹ. Ἔτι τοῦ εἶμι τὸ τρίτον τῶν πληθυντικῶν, εἶσι· καὶ τὸ Ἰωνικὸν, ἴασι·

  
Καί τʼ ἀγεληδὸν ἴασι,  
Ἰλιάδος πʹ, ἀντὶ τοῦ ἀπίασι, πορεύονται. Τὸ δὲ εἴω γράφεται καὶ διὰ διφθόγγου, καὶ διὰ τοῦ ι. Τούτου ὁ δεύτερος ἀόριστος, ἴον. Τὸ ι, ἰῶτα. Ἔτι δὲ καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων, τὸ ὑποτακτικὸν, ἐὰν ἴω· τὸ πληθυντικὸν, ἐὰν ἴωμεν· καὶ ποιητικῶς, ἴομεν. Τὸ ο, μικρόν. Διατί; Καὶ λέγομεν ὅτι σχῆμα ἐστὶ Κορίνθιον. Εἶσι: Τὸ ὑπάρχουσι. Γίνεται ἐκ τοῦ εἰμὶ, τὸ τρίτον εἰσὶ, καὶ εἶσι. Εἶσθα: Ἰλιάδος κʹ,

  
Εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,  
  
ἦτε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν.  
Ἀντὶ τοῦ ἥξεις, παραγενήσῃ, ἐλεύσῃ. Ἐκ τοῦ εἶμι, τὸ δεύτερον, εἶς, καὶ εἶσθα· καὶ τὸ ἦτε, εἰ σημαίνει τὸ ἄρα, περισπᾶται. εἶναι τὸ ὑπάρχειν. Ἀπὸ τοῦ εἰμὶ, εἲς ἔντος· τὸ ἀπαρέμφατον ἔναι, καὶ πλεονασμῷ του ι, εἶναι. Καὶ τὸ,

  
Τοῖοι εἰμὲν,  
κατὰ πλεονασμὸν ἔχει τὸ ι. Ἀπὸ τοῦ εἰμὶ, τὸ πληθυντικὸν, ἐμὲν, καὶ εἰμέν. Ἔστι καὶ ἔτι ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, τὸ πληθυντικὸν, ἴμεν· καὶ τὸ ἀπαρέμφατον ὤφειλεν εἶναι ἶναι, ἵνα φυλάξῃ τὴν παραλήγουσαν τοῦ πληθυντικοῦ· ἀλλὰ συνεξέδραμε τῷ ὁμοίῳ αὐτοῦ εἶναι, ὅπερ ἐν συνθέσει γίνεται παρεῖναι καὶ ἀπεῖναι. Ἔστι καὶ ἔτι δεύτερος ἀόριστος. Ἴημι· ὁ δεύτερος ἀόριστος, ἦν· καὶ ὤφειλε τὸ ἀπαρέμφατον εἶναι ἔναι, διὰ τὴν παραλήγουσαν τοῦ πρώτου τῶν πληθυντικῶν· ἢ ἦναι, διὰ τὸ ἐκεῖθεν κανονίζεσθαι, τουτέστι τοῦ τρίτου προσώπου τοῦ η. Τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὸ ε, τοῦ δʼ ἑτέρου τὸ η, ἐγένετο εἶναι, φυλάττον τοῦ μὲν η τὸν μακρὸν χρόνον, τὴν παραλήγουσαν δὲ τοῦ ἐμέν. Τοῦτο δὲ δασύνεται καὶ ἐν συνθέσει, ἀφεῖναι, καὶ καθεῖναι, καὶ ἐξεῖναι. Εἰσῇμεν: Ἀντὶ τοῦ εἰσῄειμεν, σὺν τῷ ι, Καλλίας Πεδήταις. Καὶ εἰσῇσαν, ἀντὶ τοῦ εἰσῄεσαν, σὺν τῷ ι, Ἀγάθων Ἀερόπῃ. Καὶ εἰσῇα, ἀντὶ τοῦ εἰσῄειν. <!-- 302 -->Εἴνατος: Ἐκ τοῦ ἔννατος, κατὰ μεταβολὴν τοῦ ν εἰς ι. Καὶ ἡ μὲν τῶν Ἀργείων διάλεκτος μεταβάλλει τὸ ι εἰς ν· καὶ γὰρ τὸ σπείδω σπένδω λέγουσι, καὶ τὸ αἰεὶ, αἰέν· ἡ δὲ τῶν Σικελῶν, τὸ ἀνάπαλιν, τὸ ν εἰς ι μεταβάλλει· τὸ γὰρ ἐννάνυχον, εἰνάνυχον λέγουσι· καὶ τὸ ἔνδον, ἐνδοῖ. Εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ: Ἀντὶ τοῦ ἐπὶ ἐννέα νύκτας, ὡς μονώνυχες· ἀπὸ εὐθείας τῆς εἰνάνυξ. Εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει, τὸ,

  
παρὰ νύκτας ἴαυον,  
ἴστω ὅτι σύνηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, ὡς τὸ,

  
ποδάνιπτρα ποδῶν.  
Εἰνατία: Ἐπίθετον τῆς Εἰλειθυίας. Καλλίμαχος,

  
Εἰνατίην ὁμόδελφον ἐπʼ ὠδίνεσσιν ἰδοῦσα.  
Εἴρηται οἷον Κρητική· Εἴνατος γὰρ τόπος Κρήτης, ἔνθα ἐτιμᾶτο ἡ Εἰλείθυια. Εἰνάτειρ:

  
Ἢ εἰνατέρων ἐϋπέπλων.  
Παρὰ τὸ εὐνὴ, εὐνάτηρ, καὶ εἰνάτηρ. Σημαίνει δὲ τὴν σύννυμφον. Εἰνοσίφυλλον: Τὸ κινοῦν τὰ φύλλα. Παρὰ τὴν ἔνοσιν, τὴν κίνησιν, πλεονασμῷ τοῦ ι, καὶ τὸ φύλλον. Εἵνεκα: Ἰστέον ὅτι ἔκτασις μέν ἐστιν, ἡ ἐν φωνήεσσι γινομένη· ἐπέκτασις δὲ, ἡ ἐν στοιχείῳ. Τὴν δὲ ἐπέκτασιν εἴωθε λέγειν τὴν κατὰ τὸ τέλος, τοιόσδε, τοσόσδε· ἔκτασις δὲ, εἰν, ἐνείκω, εἵνεκα, πλεονασμῷ τοῦ ι. Εἶπον: Ῥῆμα προστακτικόν. Τὸ θέμα, ἔπω, τὸ λέγω· ὁ πρῶτος ἀόριστος, εἶπα· καὶ ἔστι σεσημειωμένον· τὸ τρίτον, εἶπε· καὶ τὸ προστακτικὸν, εἶπον, εἰπάτω, εἰπάτωσαν. Μένανδρος,

  
Εἶπον δὲ, τί ποιεῖν μέλλετε·  
Ἀντὶ τοῦ εἰπέ. Ἔπω· ὁ μέλλων, ἔψω· ὁ ἀόριστος ὤφειλεν εἶναι εἶψα· ἀλλὰ σεσημειωμένον ἕν. Ἡ μετοχὴ ὤφειλεν εἶναι ἔπας καὶ ἐπών· ἀλλὰ μὴν ὁ εἴπας καὶ ὁ εἰπὼν ἐφύλαξε τὴν παραλήγουσαν αὐτῶν τὴν ΕΙ δίφθογγον. Ἰστέον ὅτι λέγει ὁ γραμματικὸς Ἰωάννης ὁ Χάραξ, ὅτι τὸ παρὰ τῇ θείᾳ γραφῇ προστακτικὸν ὀξυνόμενον, οἷον εἰπὸν ἀντὶ τοῦ εἰπὲ, δεύτερος ἀόριστός ἐστι κατὰ τὴν τῶν Συρακουσίων γλῶσσαν· καὶ γὰρ οἱ Συρακούσιοι τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου μεταποιοῦντες εἰς ΟΝ, τὸν τόνον φυλάττουσι τῶν κοινῶν προστακτικῶν· οἷον τὸ λάβε, λάβον· καὶ τὸ ἄνελε, ἄνελον. Εἰ οὖν ἔστιν εἰπὲ ὀξύτονον, δηλονότι καὶ εἰπόν· τὸ δὲ εἶπον βαρύνεται παρὰ Μενάνδρῳ. Ἔστι δὲ ἀόριστος πρῶτος, ἀπὸ τοῦ εἶπα. Εἴπῃσθα: Σὺν τῷ ι, κατʼ ἐπέκτασιν τῆς ΘΑ· ἐὰν εἴπῃς, εἴπῃσθα. Ἰστέον ὅτι τὸ εἴπεσκεν τὴν τῆς μετοχῆς ἀρχὴν ἐφύλαξε τῆς εἰπὼν εἰπόντος· οὐ μὴν τοῦ ἐνεστῶτος· ἔπω γάρ ἐστιν ὁ ἐνεστώς. Εἴπαισαν: Ἔπω, τὸ λέγω· ὁ μέλλων, ἔψω· ὁ ἀόριστος, εἶπα· ἡ μετοχὴ, εἴπας· καὶ τὸ εὐκτικὸν, εἴπαιμι, εἴπαις, εἴπαι· καὶ Ἀττικῇ ἐπεκτάσει, εἰπαίη· καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθέσει τοῦ σ ποιεῖ τὸ δεύτερον, καὶ τροπῇ τοῦ σ εἰς ν ποιεῖ τὸ πρῶτον· γίνεται γοῦν ἐξ αὐτοῦ εἰπαίην· τὸ πληθυντικὸν εἰπαίημεν· τὸ τρίτον, εἰπαίησαν· καὶ συγκοπῇ, εἴπαισαν. Εἰραφιώτης: Ὁ Διόνυσος. Παρὰ τὸ ἐρράφθαι τῷ μηρῷ τοῦ Διὸς, ἐρραφιώτης, προσελθόντος τοῦ ι, καὶ ἀποβληθέντος τοῦ ρ. Ἢ ἀπὸ τοῦ ἐρέφεσθαι, τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης· καὶ πλεονασμῷ τοῦ ι· ἢ παρὰ τὸ ἔριφος· φασὶ γὰρ αὐτὸν ὑπὸ ἐρίφων ἀνατραφῆναι. <!-- 303 -->Ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι. Εἰς τὸ ἔρεψα. Εἴρερος: Παρὰ τὴν ἔραν, τὴν γῆν, ἡ περὶ τὴν γῆν δουλεία· ἢ παρὰ τὸ ἔρειον ἔρος· καὶ διπλασιασμῷ, ἔρερος· καὶ πλεονασμῷ τοῦ ι. Ἢ παρὰ τὸ τείρω τείρερος· καὶ ἀποβολῇ τοῦ τ. Ἢ παρὰ τὸ εἴρω, τὸ λέγω, κατὰ ἀναδιπλασιασμὸν, καὶ κατὰ ἀντίφρασιν, ὁ προαιρούμενος τοῦ λέγειν μετὰ παρρησίας. Ἢ παρὰ τὸ ἔρρειν, ἡ τὸ ἔρρεσθαι καὶ φθείρεσθαι ποιοῦσα. Εἰρεσία: Ἡ κωπηλασία. Παρὰ τὸ ἐρέτης, ἐρεσία· καὶ πλεονασμῷ τοῦ ἰῶτα. Εἰρέσιον: Πόλις Βοιωτίας. Ὅτι κατακλυσμοῦ ποτὲ γενομένου, συνέβη περὶ Βοιωτίαν πολλὰς λίμνας ἀναφανῆναι. Οἱ οὖν ἐγχώριοι πλάταις καὶ κώπαις καὶ εἰρεσίᾳ κεχρημένοι τὰς πρὸς ἀλλήλους ἐπιμιξίας ἐποιοῦντο. Ἐκ τούτου οὖν τὰς πόλεις ὠνόμασαν· ἀπὸ μὲν τῶν πλατῶν, Πλαταιάς· ἀπὸ δὲ τῶν κωπῶν, Κώπας· ἀπὸ δὲ τῆς εἰρεσίας, Εἰρέσιον. Εἰρεσιώνη: Εὐμεγέθης κλάδος, ἐξ ἐρίων ἔχουσα στέμματα, κλῶνας καὶ ἰσχάδας, καὶ τῶν καθαρῶν ἀκροδρύων ὁρμαθούς. Ἢ θάλλος ἐστὶν ἐλαίας πάντας τοὺς καρποὺς ἔχον ἀπηρτημένους, καὶ στέμμα λευκὸν καὶ φοινικοῦν. Προετίθετο δὲ ἱκεσία τῷ Ἀπόλλωνι ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ οἱ περὶ Θησέα σωθῆναι δοκοῦσι. Καταχύσματα δὲ καὶ κύλικα οἴνου κεκραμένην καταχέοντες αὐτῆς, ἐπιλέγουσιν·

  
Εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους,  
  
καὶ μέλιτος κοτύλην, καὶ ἔλαιον ἀποψήσασθαι,  
  
καὶ κύλικʼ εὐζώροιο ἵνα καὶ μεθύουσα καθεύδῃ.  
Ὠνόμασαν δὲ οὕτως, οἱ μὲν, ἀπὸ τοῦ ἐρίοις καταστέφεσθαι· ἢ παρὰ τὸ εἴρεσθαι, ὅ ἐστι συμπλέκεσθαι τοὺς καρπούς· οἱ δὲ, ὅτι εἴροντο τὸν θεὸν, τί ποιήσουσι μετὰ τὴν θυσίαν τὸν κλάδον· καλοῦσι δὲ αὐτὴν καὶ κορυθάλειαν· ἢ ἀπὸ τοῦ τοῖς κλάδοις ἐνεῖρχθαι τὰ ἐξ αὐτῆς κρεμάμενα· ἢ ἀπὸ τῶν στεμμάτων. Στέμματα γὰρ τὰ ἔρια λέγουσιν οἱ Ἀττικοί. Λυκοῦργος δέ φησιν, ἀφορίας γενομένης Ἀθηναίοις, τοῦτο ἐπιτελεσθῆναι κατὰ χρησμὸν, οἷον ἱκετηρίας. Εἴρην: Ὄνομα ἡλικίας· παρὰ τὸ εἴρειν καὶ λέγειν· ὁ ἤδη λέγων καὶ δημηγορῶν· καὶ γὰρ τὰς ἐκκλησίας εἴρας προσηγόρευον. Εἰ μὲν παρὰ τὸ εἴρω, τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰς εἶναι, διὰ τοῦ ἰῶτα. Εἰρήνη: Παρὰ τὸ εἴρω, τὸ λέγω· ἢ παρὰ τὸ εἴρειν ἡμᾶς ἐπʼ αὐτήν· ἢ διὰ τὸ ἠρεμεῖν τὸν νοῦν. Εἱρκτή: Παρὰ τὸ εἴργω, τὸ κωλύω· τοῦτο ἀπὸ τοῦ ἐέργω, κατὰ κρᾶσιν τῶν δύο ΕΕ εἰς τὴν ΕΙ δίφθογγον. Εἱρμός: Παρὰ τὸ εἵρω, τὸ συμπλέκω. Εἰροπόκος: Τὰ ἔρια, κατὰ πλεονασμὸν τοῦ ι, γίνεται εἴρια. Παρὰ γοῦν τὸ ἔριον, καὶ τὸ πέκω, τὸ ξαίνω, γίνεται ἐριοπόκος· καὶ πλεονασμῷ τοῦ ι, καὶ συγκοπῇ, εἰροπόκος. Εἰροκόμος: Τὸ ἔρος, πλεονασμῷ τοῦ ι, γίνεται εἶρος, ὡς τὸ,

  
ἰοδνεφὲς εἶρος ἔχουσα.  
Σημαίνει δὲ τὸ ἔριον. Γίνεται ἐκ τοῦ ἔρρω, τὸ κάμνω, ἔρρος· καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἰῶτα, εἶρος, ὁ μετὰ ταλαιπωρίας ἐργαζόμενος. Ἐκ τοῦ εἶρος καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, γίνεται εἰροκόμος, ἡ τοῖς ἐρίοις ἐπιμελουμένη. Εἴρυσθαι: Σημαίνει τὸ φυλάξαι. Ἔστιν ἐρύω ἐρύσω εἴρυκα εἴρυμαι εἴρυται, καὶ τὸ ἀπαρέμφατον εἰρύσθαι, ὡς λελύσθαι. <!-- 304 -->Ἀπὸ δὲ τοῦ ἔρυμι, τὸ παθητικὸν ἔρυμαι· καὶ τὸ ἀπαρέμφατον, ἔρυσθαι, προπαροξυτόνως καὶ πλεονασμῷ τοῦ ι, ὡς ζεύγνυμι, ζεύγνυσθαι. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἱλκύσθαι. Εἰ μὲν ἀπὸ τοῦ ἑλκύω, εἱλκύσθαι· εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι, εἵλκυσθαι. Εἰρύαται: Ἰλιάδος αʹ, εἰρύαται, ῥύονται, φυλάττουσιν. Εἰρύω, εἴρυμι· τὸ παθητικὸν, εἴρυμαι· τὸ γʹ, εἴρυνται· καὶ Ἰακῶς, εἰρύαται. Εἰρύσασθαι: Τὸ φυλάξαι· μέσος ἀόριστος αʹ παθητικὸς, ἀπὸ τοῦ θέματος τοῦ ἐρύω, ἐρύσασθαι, καὶ Ἰωνικῷ πλεονασμῷ. Εἴρυτο: Ἀρίσταρχος προπαροξυτόνως· πάνυ γὰρ ὑγιῶς, ὡς τὸ ἐζεύγνυτο, οὕτως καὶ τοῦτο. Ὁ μέντοι Τυραννίων προπερισπᾷ, ἀπὸ τοῦ εἴρυμι, εἰρῦτο. Ἰλιάδος θʹ,

  
Ἀνὴρ δʼ οὔτι Διὸς νόον εἰρύσαιτο.  
Κατάσχοι, κρατήσειεν. Ἀπὸ τοῦ ἐρύω. Εἰρωνεύεσθαι: Ψευδολογεῖν, χλευάζειν, ὑποκρίνεσθαι. Παρὰ τὸ εἴρων εἴρωνος, εἰρωνεύω· ὅθεν καὶ εἰρωνεία. Τὸ δὲ εἴρων, παρὰ τὸ εἴρω, τὸ λέγω, γίνεται εἴρων, ὁ ἀπατεὼν, ὁ διὰ λόγων παραλογιζόμενος, ὁ ἄλλα μὲν φρονῶν, ἄλλα δὲ λέγων. Εἴρω: Τὸ λέγω. Παρὰ τὸ ὦ, ὃ σημαίνει τὸ λέγω· οὗ παράγωγον ἠμί· ἀφʼ οὗ τὸ,

  
Ἦ, καὶ κυανέῃσιν.  
Ὡς οὖν ἄγω, ἀγείρω· ἔθω, ἐθείρω· οὕτως καὶ ἀπὸ τοῦ ὦ, εἴρω· ὅθεν καὶ εἴρειν, τὸ κατὰ γλῶσσαν λέγειν· συνείρειν δὲ λέγουσι τοὺς ἐν τῷ ἀναγινώσκειν συνάπτοντας καὶ λόγον ποιοῦντας. Εἰς τὸ Ῥητορικόν. Ὁ δὲ Σέλευκος, ἀπὸ τοῦ συνειργμένα καὶ συνηρμοσμένα λέγεσθαι τοῦ λόγου τὰ μέρη. Τοῦτο δὲ τὸ εἴρω, ὅτε μὲν ψιλοῦται, σημαίνει τὸ λέγειν· ὅτε δὲ δασύνεται, σημαίνει τὸ συνάπτω. Εἴρω: Τὸ ἐρωτῶ· ὁ μέλλων, ἐρῶ· ὁ πρῶτος ἀόριστος, εἶρα· ὁ δεύτερος, εἶρον· οὐκ ἔστι δὲ ἐν χρήσει· ὁ μέσος δεύτερος ἀόριστος, εἰρόμην, εἴρου, εἴρετο· τὸ ἀπαρέμφατον ἔρεσθαι· καὶ ὤφειλεν εἶναι ἐρέσθαι, ἀλλʼ ἐξηκολούθησε τῷ φέρεσθαι καὶ δέρεσθαι. Τοῦ εἶρα τὸ ὑποτακτικὸν, ἐὰν ἔρω, οὐκ ἔστιν ἐν χρήσει· τὸ παθητικὸν, ἐὰν ἔρωμαι, ἐὰν ἔρῃ, ἐὰν ἔρηται, ἐν χρήσει· καὶ αὐθυπότακτον·

  
Εἴ τίς σε ἔρηται.  
Τοῦ εἴρω τὸ παθητικὸν εἴρομαι. Καὶ Ὅμηρος,

  
Εἰρόμεναι παῖδάς τε κασιγνήτους τε.  
Ἀφαιρουμένου τοῦ ι ἔρομαι, ἔρῃ, ἔρεται· καὶ ἐπέρεται, τὸ ἐρωτᾷ. Ὁ παρατατικὸς ἠρόμην ἤρου ἤρετο, καὶ ἐπήρετο. Τούτου τοῦ εἴρω ὁ μέλλων ἐστὶν ἐρῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα περισπώμενον, ἐρέω ἐρῶ· οὐκ ἔστι δὲ ἐν χρήσει· ὁ μέλλων, ἐρήσω, καὶ ἐρήσομαι. Εἴρετο: Σημαίνει τέσσαρα· τὸ ἐπηρώτα, ὡς τὸ,

  
Εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος.  
Καὶ τὸ ἠρώτων, οἷον,

  
Εἴρομαι παῖδας τοῦ κασίου.  
Σημαίνει καὶ τὸ λέγειν, ὡς τὸ,

  
Εἴρετο δεύτερον αὖτις.  
Καὶ πληθυντικῶς εἴροντο ἀντὶ τοῦ ἔλεγον·

  
Εἴροντο δὲ κήδεʼ ἑκάστη.  
Εἷς: Διατί δασύνεται; Τὸ ε τῶν ἀριθμῶν δασύνεται. Διατί περισπᾶται; Τὰ εἰς εἰς ὀνόματα μὴ κοινολεκτούμενα, ἔχοντα οὐδετέρου παρασχηματισμὸν, ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν. «Ὀνόματα» δὲ εἶπε διὰ τὰς μετοχὰς, οἷον τυφθείς. «Κοινολεκτούμενα» δὲ εἶπε διὰ τὸ εὐγενὴς καὶ εὐσεβής· οἱ γὰρ Βοιωτοὶ διὰ τῆς ΕΙ διφθόγγου γράφουσιν. Εἷς ἑνός: Ὁ κανών· τὰ εἰς ΕΙΣ μονοσύλλαβα ὀνόματα ἀρσενικὰ διὰ τοῦ ΝΟΣ κλίνεται· οἷον κτεὶς, κτενός· <!-- 305 -->δεὶς, δενός· εἷς, ἑνός ὅπερ ἰσοδυναμοῦται τῷ τίς· ὅπερ μετὰ τοῦ οὐ, οὐδεὶς, οὐδενός· καὶ μετὰ τοῦ μὴ, μηδείς. Πρόσκειται, «μονοσύλλαβα·» διὰ τὰ ὑπὲρ δύο συλλαβάς· οἷον, χαρίεις, χαρίεντος. Πρόσκειται «ὀνόματα,» διὰ τὰς μονοσυλλάβους μετοχάς· οἷον θεὶς, θέντος· εἳς, ἕντος· ἐξ οὗ καὶ τὸ ἀφεὶς ἀφέντος, ὁ ἀπολύσας. Πρόσκειται, «ἀρσενικὰ,» διὰ τὸ κλεὶς κλειδὸς θηλυκόν. Γίνεται δὲ εἷς παρὰ τὴν ἕσιν καὶ ἄφεσιν, ὁ ἀπολελυμένος καὶ μεμονωμένος. Διαφέρει δὲ τοῦ οὐδεὶς κατὰ τρόπους δʹ. Πρῶτον, ὅτι τὸ μὲν εἷς δασύνεται καὶ περισπᾶται· τὸ δὲ οὐδεὶς οὔτε δασύνεται οὔτε περισπᾶται. Δεύτερον, ὅτι τὸ μὲν εἷς ἀριθμητικόν ἐστι· τὸ δὲ οὐδεὶς, ἀόριστον. Τρίτον, ὅτι τὸ μὲν εἷς οὔτε δυϊκὰ ἔχει, οὔτε πληθυντικά· τὸ δὲ οὐδεὶς καὶ δυϊκὰ ἔχει καὶ πληθυντικὰ, οἱ οὐδένες, τῶν οὐδένων. Τέταρτον, ὅτι τοῦ μὲν εἷς τὸ θηλυκὸν μία· τοῦ δὲ οὐδεὶς, ὁμοφώνως οὐδείς. Γίνεται καὶ παρὰ τὸ ἕω, τὸ ὑπάρχω, ὁ εἷς. Τὸ θηλυκὸν ἀπέλειψε. Δύο γὰρ κανόνες εἰσὶν οἱ μαχόμενοι. Ὁ μὲν εἷς λέγει, ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουσιν εἶναι· οἷον οἱ δύο, καὶ αἱ δύο· οἱ τρεῖς, καὶ αἱ τρεῖς. Ἢ οὕτως· τὰ ἀριθμητικὰ ὀνόματα κοινά εἰσι τῷ γένει, καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς· οἷον οἱ πέντε, καὶ αἱ πέντε· οἱ ἑπτὰ, καὶ αἱ ἑπτά· οὕτως ὤφειλε καὶ τὸ θηλυκὸν ὁμοφωνεῖν τῷ ἀρσενικῷ. Ὁ δὲ ἕτερος λέγει, ὅτι πᾶσα γενικὴ διὰ τοῦ ΝΤ κλινομένη, τὸ τέλος τῆς γενικῆς τρέψασα εἰς ἄλφα, καὶ τὴν παραλήγουσαν θέσει μακρὰν ποιοῦσα, τὸ θηλυκὸν ποιεῖ· οἷον, χαρίεντος, χαρίεσσα. Εἷς, ἕντος, ὤφειλεν εἶναι ἕσσα τὸ θηλυκόν. Τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος ὁμοφωνεῖν τῷ ἀρσενικῷ, τοῦ δὲ ἑτέρου κατὰ παρασχηματισμὸν, ἤγουν ἕσσα, ἀπέλειψε, καὶ ἐγένετο ὡς ἀπὸ τοῦ ἴος ἀρσενικοῦ, σημαίνοντος τὸν μόνον, τὸ θηλυκὸν, ἴα· καὶ πλεονασμῷ τοῦ μ, μία, κλίνεται δὲ μία μιᾶς. Καὶ λέγει ὁ κανὼν τὸν τόνον. Τὸ γὰρ μιᾶς καὶ ἰᾶς Ἰωνικὴν ἔχει τάσιν· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ἐπὶ τῶν εἰς α βραχυκαταληκτούντων εἰώθασιν οἱ Ἴωνες βαρύνειν τὰς λέξεις, ὡς καὶ ἡμεῖς· οἷον, ἄγυια, ὄργυια· Πλάτεια, Θέσπεια· ὅταν δὲ γένηται ἡ τελευταία συλλαβὴ μακρὰ, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνος· οἷον, ἀγυιὰ, ὀργυιὰ, Θεσπειά. Τοῦτο οὖν ἐστι τὸ εἰρημένον τῷ τεχνίτῃ. Τὸ γὰρ μιᾶς καὶ ἰᾶς. Ἐπειδὴ οὖν τὸ μία καὶ ἴα ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει κατεβίβασε τὸν τόνον καὶ περισπᾶται· οἷον, ἰᾶς, ἰᾷ· μιᾶς, μιᾷ. Ὅθεν καὶ ἡ αἰτιατικὴ, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτος, οὐ κατεβίβασε τὸν τόνον, ἀλλὰ παροξύνεται ὁμοίως τῇ εὐθείᾳ· οἷον, ἴαν, καὶ μίαν. Εἰσόκεν: Ἔστιν ἐπίρρημα χρόνου δηλωτικόν· ἐκ τῆς εἰς προθέσεως, καὶ τοῦ ὃ ἄρθρου ἀναφορικοῦ, καὶ τοῦ κεν συνδέσμου· καὶ ἀποροῦσι τινὲς, ὅτι ἐν συνθέσει ἐστὶν, ἢ ἐν παραθέσει· καὶ λέγουσιν, ὅτι κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ε λήγοντα ἐπιρρήματα χρόνου δηλωτικὰ θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ, ἄλλοτε, ἐνίοτε, ἑκάστοτε· καὶ ὅτι οὐδέποτε ὁ κεν σύνδεσμος καταρχὰς συντίθεται· ἔνιοι δὲ λέγουσι ὅτι ἐν συνθέσει εἰσι· οὐδέποτε γὰρ τοῦτο τὸ ἐπίρρημα χωρὶς τοῦ κεν συνδέσμου λαμβάνεται παρὰ τῷ ποιητῇ·

  
Εἰσόκεν ἢ ὑμεῖς Τροίην ἕλοιτε.  
  
Εἰσόκε σʼ ἢ ἄλοχον ποιήσεται.  
Ἔστι δὲ εἰπεῖν, ὅτι αἱ προθέσεις παρατιθέμεναι τοῖς ὀνόμασιν, ἔννοιαν ἔχουσαι τοπικὴν, ποιοῦνται τὰς σχέσεις· οἷον, οἴκου, ἐξ οἴκου· οἶκον, ἐς οἶκον. Τὸν <!-- 306 -->αὐτὸν τρόπον καὶ τὰ ἄρθρα τὰ σημαίνοντα τὴν ἀναφοράν. Ἡ δὲ ἀναφορὰ, ἐν τῷ χρόνῳ οὖσα καὶ λαβοῦσα τὴν παράθεσιν τῆς προθέσεως, ποιεῖ σχέσιν χρονικήν· οὗ, ἐξ οὗ· ᾧ, ἐν ᾧ. Ὃν οὖν τρόπον τὸ ἐξ οἴκου, ὅτε ἀποστῇ τῆς προθέσεως, οὐκέτι σχέσιν τοπικὴν σημαίνει, ὁμοίως καὶ τὸ εἰς οἶκον, τὸν αὐτὸν τρόπον καὶ τὸ εἰσόκεν, ἐὰν ἀποστῇ τὸ ἕτερον τοῦ ἑτέρου, ἐκστήσεται καὶ τὸ σημαινόμενον. Εἴσω: Ὡς ἀπὸ τῆς ἐξ προθέσεως γίνεται ἔξω, καὶ ἀπὸ τῆς πρὸς, πρόσω· καὶ ἀπὸ τῆς ἐς Ἀττικῶς, ἔσω· οὕτως καὶ ἀπὸ τῆς εἰς προθέσεως γίνεται εἴσω. Καὶ ἔστιν ἀντὶ τῆς εἰς· ὡς τὸ,

  
Καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω.  
Ἀντὶ τοῦ εἰς τὴν Ἴλιον Εἰσίθμη: Ἡ εἴσοδος. Ἀπὸ τοῦ ἴω, τὸ πορεύομαι, ὁ μέλλων, ἴσω ἴσομαι· οἷον,

  
Ἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν.  
Ἀπὸ τοῦ ἴσω, ἴσμη· καὶ μετὰ τῆς εἰς προθέσεως, εἰσίθμη. Εἰσήρρησεν: Εἰσεφθάρη, εἰσεπήδησεν, εἰσῆλθεν. Εἰσρῶ, τὸ εἰσέρχομαι· ὁ μέλλων, εἰσρήσω· ὁ ἀόριστος, εἰσέρρησα· τροπῇ τοῦ ε εἰς η, εἰσήρρησα. Καὶ τὰ λοιπὰ δῆλα. Ἢ ἐκ τοῦ εἰσέρρω. Εἴσπραξις: Ἡ ἀπαίτησις· καὶ εἰσπράττει, ἀπαιτεῖ. Εἰσπνήλης: Ὁ ἐρώμενος. Καλλίμαχος,

  
Μέμβλετο δʼ εἰσπνήλαις, ὁππότε κοῦρος ἴοι.  
Ὁ ὑπὸ τοῦ ἔρωτος εἰσπνεόμενος· Λακεδαιμόνιοι γὰρ εἰσπνεῖν φασὶ τὸ ἐρᾶν. Ἢ παρὰ τὸ ἕπεσθαι τοῖς ἐρωμένοις· ἐπνήλης τὶς ὢν, καὶ εἰσπνήλης. Εἱστήκειν: Μέσος ὑπερσυντέλικος, ἐκ τοῦ ἑστήκω ῥήματος. Διὰ δὲ τὸ μὴ συνεμπεσεῖν κατὰ τὸ δεύτερον καὶ γʹ πρόσωπον τῷ ἰδίῳ ἐνεστῶτι, ἐπλεόνασε τὸ ι, καὶ γέγονεν εἱστήκειν. Εἰσάμενος: Ὁμοιωθείς· ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ. Σημαίνει δὲ καὶ τὸ ἱδρυσάμενος·

  
Εἰσάμενοι παρὰ θῖνα θυηπολίης ἐμέλοντο.  
Εἶσεν: Ἀντὶ τοῦ ἐκάθισεν· καὶ μετὰ τῆς κατὰ καὶ δὲ, καταεῖσεν·

  
Καδδʼ εἶσεν ἐν θαλάμῳ.  
Εἴσατο: Ἔδοξεν, ἐφάνη. Ἐκ τοῦ εἴδω, τὸ φαίνομαι, ὁ μέλλων, εἴσω· ὁ ἀόριστος, εἶσα· ὁ μέσος, εἰσάμην· τὸ εὐκτικὸν, εἰσαίμην. Εἶτα: Ἔστιν ἐπίρρημα τάξεως. Καὶ ὥσπερ ἀπὸ τοῦ δὴ γίνεται δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἰ, εἶτα. Εἰῶσιν: Ἔστιν ἐῶ, τὸ συγχωρῶ, βʹ συζυγίας τῶν περισπωμένων. Τὸ πληθυντικὸν, ἐάομεν ἐῶμεν· τὸ γʹ, ἐάουσιν ἐῶσι· καὶ πλεονασμῷ τοῦ ι, εἰῶσι·

  
Καὶ οὐκ εἰῶσιν ἐκπέρσαι.  
Πλεονάζει γὰρ τὸ ι, ὥσπερ καὶ ἐκ τοῦ ἕωλον γίνεται εἴωλον. Εἴωθα: Ἔστιν ἔθω σημαῖνον τὸ ἐξ ἔθους τὶ διαπράττομαι· ὁ μέλλων, ἔσω ὁ παρακείμενος, εἶκα· ὁ μέσος, εἶθα· καὶ πλεονασμῷ τοῦ ω, εἴωθα· καὶ συναρχομένως, ἔωθα·

  
Αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι νοήσω.  
Ἀντὶ τοῦ ἐξ ἔθους ἔχει μοι ἐμποδίζειν. Οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα ἔωθα λέγουσιν. Ἔα:

  
Ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν.  
Ἔστιν ἦν· κατὰ διάλυσιν, ἔα. Ἐάγη: Ἔστιν ἄγω, τὸ κλάνω· ὁ μέλλων, ἄξω· ὁ ἀόριστος, ἦξα· ὁ βʹ, ἦγον· ὁ παθητικὸς, ἤγην, ἤγης, ἤγη· καὶ κατὰ διάλυσιν, ἐάγη. Ἑαδώς: Ἔστιν ἥδω, τὸ εὐφραίνομαι· ὁ βʹ ἀόριστος, ἧδον, ἧδες, ἧδε· καὶ κατὰ διάλυσιν, ἕαδε. <!-- 307 -->Ἔστιν ἅδω, τὸ ἀρέσκω· ὁ μέσος παρακείμενος, ἧδα· διαλύσει, ἕαδα· καὶ ἡ μετοχὴ, ἑαδὼς ἑαδότος· καὶ ἑαδότα μῦθον, τὸν ἀρέσκοντα. Ἢ ἀπὸ τοῦ ἥδω, ἥσω, ἧκα, ἧδα· καὶ διαλύσει, ἕαδα. Ἕασας:

  
Ἐπεί με πρῶτον ἕασας.  
Τουτέστιν ἐχαροποίησας. Ἀπὸ τοῦ ἥδω, ἥσω, ἧσας· καὶ ἐν διαιρέσει, ἕασας. Ἐάλη:

  
Αἰνείας δʼ ἐάλη.  
Ἀντὶ τοῦ συνεστράφη· παρὰ τὸ ἀλῶ, τὸ ἐκκλίνω καὶ πλανῶ· οἱ γὰρ ἐκκλίνοντες τινὰς καὶ πλανῶντες οὐκ ἐπαίρονται, ἀλλὰ συστρέφονται. Ὅθεν καὶ τὸ,

  
εἰς ἵππους ἄλεται,  
ἀντὶ τοῦ ἀλεῖται, ὃ ἐστὶ συστραφῇ. Ἀλῶ· ὁ μέλλων, ἀλήσω· ὁ βʹ ἀόριστος, ἦλον· ὁ παθητικὸς, ἤλην· ἐξ οὗ καὶ ἡ μετοχὴ, ἀλείς· τὸ βʹ, ἤλης· τὸ γʹ, ἤλη· καὶ διαλύσει, ἐάλη. Ἰστέον δὲ, ὅτι ὥσπερ ὁ ἔστην, δεύτερος ἀόριστος, τῇ μὲν φωνῇ ἐνεργητικός ἐστι, τῇ δὲ συντάξει παθητικός· οὕτως καὶ ὁ ἥλων, βʹ ἀόριστος, ἀπὸ τοῦ ἁλώσω μέλλοντος γινόμενος, τῇ μὲν φωνῇ ἐνεργητικός ἐστιν· ἥλων γὰρ ὡς ἔδων καὶ ἐβίων· τῇ δὲ συντάξει παθητικός. Ἥλων γὰρ ὑπὸ σοῦ, φαμὲν, καὶ οὐχ ἥλων σέ· ἀντὶ τοῦ, ἐλήφθην ὑπὸ σοῦ, καὶ οὐκ ἐλήφθην σέ. Ἔστιν ἁλῶ, τὸ πορθῶ· ἐξ οὗ παράγωγον, ἅλωμι· ὁ μέλλων, ἁλώσω· ὁ δεύτερος ἀόριστος, ἥλων· τὸ τρίτον, ἥλω· καὶ διαλύσει τοῦ η εἰς ε καὶ α, ἑάλω, τὸ ἐλήφθη. Ἐάν: Ἐκ τοῦ εἰ συναπτικοῦ συνδέσμου καὶ τοῦ ἂν παραπληρωματικοῦ γίνεται εἰάν· καὶ ἀποβολῇ τοῦ ι, ἐάν. Ἐάφθη: Ἢ παρὰ τὸ ἐῶ ἐάθη, καὶ πλεονασμῷ τοῦ φ· ἢ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, εἵφθη· ἵνʼ ᾖ, ἐπηκολούθησε· καὶ ἐν διαιρέσει τῆς ΕΙ διφθόγγου εἰς ε καὶ α, ἐάφθη. Ἔστι δὲ τὸ πάθος μονῆρες, καὶ οὐδὲν αὐτῷ ὅμοιον· οὐ γὰρ εἰς ε καὶ ι διελύθη, οὐδʼ εἰς δύο ΕΕ, ἀλλʼ εἰς ε καὶ α. Ἑά: Σημαίνει δύο· τὰ ἀγαθὰ, ὡς τὸ,

  
θεοὶ δωτῆρες ἐάων.  
σημαίνει καὶ τὰ ἑαυτοῦ, ὡς τὸ,

  
ἑὰ πρὸς δώματα καλά.  
Εἴρηται, ὅτι τὰ ἀγαθὰ ἰδιοποιούμεθα, τὰ δὲ κακὰ ἀπαλλοτριοῦμεν· ἑὸν γὰρ τὸ ἴδιον. Παρὰ τὸ ἕω, τὸ κορεννύω· οἷον,

  
ἐπεί χʼ ἑῶμεν πολέμοιο.  
Σημαίνει τὸ ἀγαθόν· ἀφʼ οὗ ἑός. Τὸ θηλυκὸν, ἑή· ὡς ἀγαθός ἀγαθή· τὸ πληθυντικὸν, ἑαὶ ἑῶν· καὶ ἐν διαλύσει, ἐάων, ὡς πυλῶν πυλάων. Τίθεται δὲ ἡ λέξις ἐπὶ τῶν τριῶν γενῶν. Ἔστι γὰρ ἀρσενικὸν, ἑὸς, ὁ ἀγαθός· τὸ θηλυκὸν, ἑή· καὶ τὸ οὐδέτερον, ἑόν. Τὸ ἐὸν δὲ οὐκ ἐκλίθη· ἀλλʼ ἑὰ, τὰ ἀγαθά· ἵνα μὴ συνεμπέσῃ τῇ ἑὸν μετοχῇ. Ἔαρ: Παρὰ τὸ αὔω, ὃ σημαίνει τὸ φαίνω, ἢ τὸ λάμπω. Ἐπὶ τοῦ αἵματος· διὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν τὸ αἷμα· ἐπὶ δὲ τοῦ καιροῦ, παρὰ τὸ ἕω, τὸ πέμπω· τότε γὰρ ἐκπέμπονται οἱ καρποί· ἀπὸ τοῦ τὰ συνεχόμενα τῷ χειμῶνι καὶ μεμυκότα τότε προϊέναι. Ἔασι: Ῥῆμα τῶν εἰς ΜΙ Ἰωνικῶς. Ταῦτα δὲ τὰ τρίτα, Ἰωνικά. Ἔστι δὲ ἐκ τοῦ εἰμὶ, εἶς, ἐστί· τὸ πληθυντικὸν, ἐσμὲν, ἐστὲ, εἰσί· τὸ Ἰωνικὸν, ἔασιν, ὑπάρχουσι. Τὸ δὲ εἰμὶ, τὸ ὑπάρχω, τετάρτης ἐστὶ συζυγίας τῶν εἰς ΜΙ· καὶ γίνεται ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων. Ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, παράγωγον ἐμί· καὶ ἐπεὶ τὰ εἰς ΜΙ φύσει μακρᾷ παραλήγεται, πλεονάζει τὸ ι, καὶ γίνεται εἰμί. Τὰ δὲ ἀπὸ βαρυτόνου μεταγόμενα εἰς ΜΙ, ἰσοσύλλαβα τοῖς πρωτοτύποις· οἷον πήγνυμι πηγνύω· τὰ δὲ ἀπὸ περισπωμένου πλεονάζει μίαν συλλαβὴν, οἷον τιθῶ, τίθημι. <!-- 308 -->Ἕαται: Ῥῆμα τῶν εἰς ΜΙ· παθητικὸς ἐνεστώς. Εἴωθεν ὁ ποιητὴς ἐπὶ τοῦ κεῖνται καὶ ἧνται ποιεῖν, ὡς ἀπὸ περισπωμένου, τὸ Ἰωνικόν. Ἕεμαι γὰρ ἐστὶ, καὶ κράσει ἧμαι, ἧται, ἧνται· καὶ Ἰακῶς, ἕαται. Οὕτω κεῖνται, κέαται, καὶ κείαται·

  
Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διός.  
Καὶ ἐπὶ μὲν τοῦ ἧμαι, τοῦ κάθημαι, τὰ δύο ΕΕ εἰς η κιρνᾶται· ἐπὶ δὲ τοῦ κεῖμαι, τὰ δύο ΕΕ εἰς τὴν ΕΙ δίφθογγον, κέεμαι κεῖμαι. Διατί; Ἐπειδὴ ἡ ἀρχὴ αὐτῶν ἐστιν ἡ αἰτία· ὅτι τὸ μὲν ἀπὸ φωνήεντος ἄρχεται· τὸ δὲ, ἀπὸ συμφώνου. Ἔασκεν: Ἐάω ἐῶ, ἐάσω· πλεονασμῷ τοῦ κ, ἐάσκω. Τὸ α, κατὰ συστολήν· τὰ γὰρ διὰ τοῦ ΣΚΩ παρηγμένα Ἰωνικὰ βραχεῖαν ἔχει τὴν παραλήγουσαν. Ἑανός: Τὸ ἱμάτιον·

  
Χειρὶ δὲ νεκταρέου ἑανοῦ.  
Τὸ α μακρὸν καὶ βραχὺ κατὰ ποιητικὴν ἄδειαν. Γένους ἐστὶν ἀρσενικοῦ. Ἀπὸ τοῦ ἕω, τὸ ἐνδύομαι· ὁ μέλλων, ἕσω· ἐξ αὐτοῦ παράγωγον ἑννύω, πλεονασμῷ ἑτέρου ν. Ἐξ αὐτοῦ ἑανὸν, τὸ ἐνδυόμενον. Ὁ δὲ Θρᾷξ ἐξηγεῖται ἑανὸν τὸ λεπτόν· παρὰ τὸ ἕω, τὸ ἀφίημι, ὡς καὶ τὸ,

  
ἑανοῦ κασσιτέροιο.  
Τοῦ ἐπὶ λεπτὸν ἐληλασμένου. ἑανὸν σημαίνει τρία· ἔνδυμα γυναικεῖον καὶ πέπλον, παρὰ τὸ ἕννυσθαι· ὡς τὸ,

  
Πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει.  
σημαίνει καὶ τὸ εὐδιάχυτον, ὡς τὸ,

  
ἑανοῦ κασσιτέροιο.  
Ἀπὸ τοῦ κατὰ τὴν χωνείαν ἀνίεσθαι. Ὅταν δὲ λέγῃ, ὅτι

  
ἑανῷ λιτὶ κάλυψαν.  
Ἀντὶ τοῦ ἐπιβολαίῳ καὶ λεπτῷ ὑφάσματι. Ἔβασον: Ἀντὶ τοῦ ἔασον, συγχώρησον. Οὕτως Συρακούσιοι καὶ Λάκωνες. Γέγονε δὲ πλεονασμῷ τοῦ β· τὸ γὰρ ἔασον ἔβασον φασὶ, καὶ τὸ ἔαται, ἔβαται, καὶ τὸ ἔα, ἔβα. Ἐβλαστηκότες:

  
Ἐκ τῶν ἀγρῶν ἥκουσιν ἐβλαστηκότες.  
Ἀττικῶς· βεβλαστηκότες, ἀποβολῇ τοῦ β, ὥσπερ βεβριγωμένης, ἐβριγωμένης. Οἱ γὰρ Ἀττικοὶ ἀποβάλλουσι σύμφωνα, οἱ δὲ Αἰολεῖς προσνέμουσι. Τὸ ἐπτερύγωμαι, πεπτερύγωμαι. Οὕτως Ἡρωδιανός. Ἕβδομος: Ἀπὸ τοῦ ἑπτὰ, ἕπτομος καὶ ἕβδομος κατὰ ἐναλλαγὴν τῶν στοιχείων, ὡς καὶ παρὰ τὸ ὀκτὼ, ὄκτοος καὶ ὄγδοος. Ἢ παρὰ τὸ ἑπτὰ, ἑπτόματος καὶ ἑβδόματος, τροπῇ τοῦ ΠΤ εἰς ΒΔ· καὶ κατὰ συγκοπὴν, ἕβδομος, ὡς παρὰ τὸ τρία, τρίτατος καὶ τρίτος. Ἑβδομευόμενα: Τοῖς ἀποτεχθεῖσι παισὶ τὰς ἑβδομάδας καὶ τὰς δεκάδας ἦγον, καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς· οἱ μὲν, τῇ ἑβδόμῃ· οἱ δὲ, τῇ δεκάτῃ. Ἐκ τοῦ Ῥητορικοῦ. Ἑβδομήκοντα: Τὰ διὰ τοῦ ΚΟΝΤΑ ἀριθμητικὰ θέλουσιν ἔχειν πρὸ τοῦ κ φωνῆεν τὸ η. Ἀπὸ γοῦν τοῦ ἓξ γέγονεν ἑξάκις· καὶ τοῦ ἑξάκις, ἑξήκοντα, τροπῇ Δωρικῇ τοῦ α εἰς η. Τὸ δὲ ἑβδομήκοντα καὶ ὀγδοήκοντα, διὰ τοῦ ο· ἀλλʼ ἐπειδὴ τὰ διὰ τοῦ ΚΟΝΤΑ ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι οὔτε τῷ ο οὔτε τῷ ε, ἐξ ἀνάγκης ἔτρεψε τὸ ο εἰς η, καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδοήκοντα· καὶ ὁ ἐνενήκοντα γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα· καὶ καθʼ ὑπέρθεσιν, ἐνενάκοντα· καὶ τροπῇ τοῦ α εἰς η, ἐνενήκοντα. Ἐγδούπησεν: Ἐδούπησε, καὶ πλεονασμῷ τοῦ γ. Ἐγγυθήκη: Σκεῦός τι· οἱ δὲ, ἄγγος χωρητικὸν σκευῶν· ἢ τὴν νῦν ἀγγοθήκην· παρὰ τὸ ἐγγὺς κεῖσθαι. <!-- 309 -->Ἐγγύς: Ἐπίρρημα τοπικόν. Ποίας σχέσεως τῶν τοπικῶν; Τῆς ἐν τόπῳ. Ἐκ τοῦ ἐγγίζω ἐγγίσω, ἐγγὶς, καὶ ἐγγὺς, τοῦ ι εἰς υ μεταβληθέντος, ὡς Ἀφροδίτη, Ἀφροδύτη. Ἢ παρὰ τὴν γύην, τὴν καὶ γῆν καλουμένην, μετὰ τῆς ἐν προθέσεως, γίνεται ἐγγύς· ὡς ἄν τις εἴποι ἐν γῇ, ἧς οὐδὲν τῶν ἄλλων στοιχείων πλησιαίτερον ἀνθρώπῳ χερσαίῳ ὄντι. Ἢ παρὰ τὸ γῆ καὶ τὴν ἐν πρόθεσιν, ὃ σημαίνει τὸ πλησίον, ὁ πλησιέστερος γῆς. Ἐγγυτέρω: Ὡς τὰ ἐν ἀέρι καὶ θαλάσσῃ ἅπαντα οὐκ ἐπίμικτα ἡμῖν, ἀλλὰ κεχώρισται· παρὰ τὰ ἐν γῇ τυγχάνοντα. Ἐγγίζω: Παρὰ τὸ ἐγγύς· τοῦτο παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸ γῆ· κυρίως ὁ πλησίον τινὸς ὑπάρχων. Ἐγγενής: Ὁ ἀστὸς ἐξ ἀστῶν οὕτω καλεῖται. Ἔγγιον: Ἐγγύτερον· παρὰ τὸ ἐγγύς.

  
Ἔγγιον τῆς πρώτης οὐσίας ἐστίν.  
Οἱ δὲ ῥήτορες, ὅταν τὸ ἐν τῇ γῇ θέλωσι δηλῶσαι, ἔγγειον λέγουσιν. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐγγύη: Ἡ ἐπὶ ἀσφαλείᾳ πίστις, ἢ καὶ δόσις χρημάτων, ἢ γάμου. Ἔνθεν τὸ ἐγγυῶ, τὸ ἐκδίδωμι· καὶ κατεγγυῶ. Παρὰ τὸ γῆ γίνεται γύη, καὶ ἐγγύη, ἡ ἀσφαλὴς καὶ ἐστηριγμένη δόσις. Δοκεῖ γὰρ ἡ γῆ τῶν ἄλλων στοιχείων σταθηροτέρα εἶναι. Ἐγγυῶμαι: Οἷον ἐν χερσὶ φυλάττω· ὅθεν καὶ ἐγχειρίσαι, τὸ δοῦναι. Κυρίως δὲ, ὁ τὸ ὑποκείμενον ἀνέπαφον παρεχόμενος. Ἐγγυαλίξαι: Σημαίνει ἐγχειρίσαι, παρασχεῖν. Κυρίως τὸ ἐγγυῆσαι παρὰ τὸ γυῖον, ἢ τὸ εἰς χεῖρας παρασχεῖν· γυῖα γὰρ αἱ χεῖρες, παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ δέχομαι καὶ λαμβάνω· ἃς πρὸς τὸ λαβεῖν καὶ συνέχειν ἐδημιούργησεν ἡ φύσις. Ἐκ τοῦ γῶ, παράγωγον γύω· ἀφʼ οὗ καὶ γύωρος· καὶ ἑτέρα παραγωγὴ, γυΐζω· καὶ ἐν συνθέσει κατὰ πλεονασμὸν τῆς ΑΛ συλλαβῆς, γυαλίζω· κυρίως γὰρ λέγεται γυαλίζειν, τὸ εἰς χεῖρας δοῦναί τι καὶ παρασχεῖν. Ἐγγυητής: Ὁ ἀναδεχόμενος δίκην· λέγεται ἐγγυήσασθαι καὶ τὸ μνηστεύσασθαι. Ἐγγέγατον:

  
Ἄμφω δʼ ἐγγέγατον φαεσιμβρότου ἠελίοιο.  
Μέσος παρακείμενος, τρίτον πρόσωπον τῶν δυϊκῶν ἐστίν. Ἀπὸ τοῦ γείνω ὁ μέσος παρακείμενος, γέγονα, ὡς κείρω, κέκορα· καὶ τὸ δυϊκὸν, γεγόνατον· καὶ ἐν συγκοπῇ, γέγατον· καὶ μετὰ τῆς ἐν προθέσεως, ἐγγέγατον. Ἐγγείνωνται:

  
Μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν  
  
μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς  
  
εὐλὰς ἐγγείνωνται.  
Ἀντὶ τοῦ, μὴ σκώληκας ἐγγενήσωσι. Παρὰ τὸ γείνω, τὸ γεννῶ, μετὰ τῆς ἐν προθέσεως· ἐντίκτουσι γὰρ αἱ μυῖαι τὶ ταῖς σαρξὶν, ἐξ οὗ οἱ σκώληκες τίκτονται. Εὐλαὶ δὲ εἴρηνται, παρὰ τὴν εἴλησιν, οἱ σκώληκες. Ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, εἰλή· καὶ τροπῇ τοῦ ι εἰς υ, εὐλή. Ἐγγλωττογάστωρ: Πεποίηται παρὰ τὸ διὰ γλώσσης καὶ διὰ λόγων τρέφεσθαι. Ἐγέρθω: Ἀπὸ τοῦ ἐγείρω ἐγερῶ γίνεται ἐγερτός· καὶ κατὰ τροπὴν ἐγέρθω. Ἐγενέσθην: Γείνω, γενῶ· ὁ δεύτερος ἀόριστος, ἔγενον· ὁ μέσος, ἐγενόμην· τὸ δυϊκὸν, ἐγένεσθον· τὸ τρίτον, ἐγενέσθην. <!-- 310 -->Ἐγκάναξον: Ἀντὶ τοῦ ἔγχεε. Ἀριστοφάνης,

  
Ἄκρατον ἐγκάναξόν μοι πολύν.  
Παρὰ τὸ κανοῦν. Οἱ δὲ στρατιῶται ἐπὶ τοῦ θορύβου τάττουσι τὴν λέξιν, παρὰ τὴν καναχὴν, ὃ σημαίνει τὸν κτύπον. Ἐγκανάξαι οὖν τὸ ἐγχέαι μετὰ ψόφου· ὅ ἐστι πολὺ, ὥστε ἠχεῖν ἤτοι θορυβεῖν. Ἔγκατα: Τὰ ἔντερα· ἀπὸ τοῦ ἐγκατέχειν τὴν τροφήν· λέγει δὲ τὸ ἧπαρ, καὶ τὸν σπλῆνα, καὶ τὰ περὶ τὸν πνεύμονα. Ἔντερον δὲ, οὐκ ἔγκατον. Τὸ δὲ ἔντερον, οἷον ἕτερον καὶ οὐχ ὅμοιον· ἢ παρὰ τὸ ἐντὸς κεῖσθαι τῶν μελῶν. Ἔντερα: Οἱονεὶ ἐνδότερά τινα ὄντα· ἀπὸ τοῦ διʼ αὐτῶν ῥεῖν τὰ ἀπὸ τῆς τροφῆς περιττώματα· ἢ παρὰ τὸ ἔνδον εἰλεῖσθαι. Ἔγκασιν: Ἡ δοτικὴ τῶν πληθυντικῶν, τοῖς ἐγκάτοισι· καὶ ἀποβολῇ τῆς ΤΟΙ συλλαβῆς, ἔγκασιν. Οὐκ ἔστι δὲ συγκοπή· μάχεται γὰρ ἐπέκτασις συγκοπῇ· ἐναντίον γάρ. Ἄμεινον οὖν μεταπλασμὸν λέγειν· ἔστι γὰρ ἐγκάτοισι· καὶ κατὰ μεταπλασμὸν ἔγκασιν, ὡς προβάτοις, πρόβασιν· ἄστροις, ἄστρασιν. Ἔγκαφος: Τὸ ἐλάχιστον. Εὔπολις,

  
Οὔτʼ ἂρ λέλησται τῶν ἐμῶν οὐδʼ ἔγκαφος.  
Παρὰ τὸ ἐγκάπτω, τὸ μηδὲ ἐγκάψαι ἀρκοῦν. Ἐγκάρσιον: Πλάγιον. Παρὰ τὸ κείρω, τὸ κόπτω· ὁ μέλλων Αἰολικῶς, κέρσω· ἐξ αὐτοῦ κέρσιος, καὶ ἐγκάρσιος, κατὰ τροπὴν, ὁ πλάγιος. Ἐγκάρδιον: Τὸ μεγάλως δεινὸν καὶ ἁπτόμενον τῆς καρδίας· ἢ τὸ κρύφιον· ἢ τὸ ἐξ ἰσχυρᾶς διαθέσεως. Ἐγκέφαλος: Παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ· ἢ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ φάη· ἢ ἔγκρανος, παρὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ. Τί δέ ἐστιν ἐγκέφαλος; λευκὸς καὶ μαλακὸς, ὥσπερ ἐξ ἀφροῦ τινὸς πεπηγὼς, θερμὸς καὶ ὑγρός. Ἐγκέλαδος: Ἤτοι ἦχον ἐν τῇ κινήσει τῇ πολεμικῇ ἀποτελοῦσα, ἢ ἐγκελευομένη· ἢ ἀπὸ τοῦ Ἐγκελάδου τοῦ γίγαντος. Ἐγκενίδας: Πλαγίας σανίδας. Ἐγκαλῶ: Ἔγκλησιν εἰσάγω καὶ καταδίκην. Ἐγκεκαυμένη: Ἐζωγραφημένη· ἐπεὶ ἐγκαυταὶ λέγονται οἱ ζωγράφοι, οἱ διαγράφοντες τοὺς τοίχους. Ἴσως παρὰ τὸ κῶ, τὸ κοιλαίνω. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐγκεκοισυρωμένος: Ὑπερήφανος, κεκαλλωπισμένος. Ἀριστοφάνης,

  
Σεμνὴν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.  
Εἴρηται παρὰ τὴν Κοισύραν, ἥτις ἦν μήτηρ Μεγακλέους καὶ Ἀλκμαίωνος γυνὴ, ὑπερήφανος καὶ καλλωπίσμασι πολλοῖς χαίρουσα. Εἰς δὲ τὸ Λεξικὸν κεῖται ἀντὶ τοῦ τρυφῶσαν. Ἐγκεκορδυλημένος: Ἀριστοφάνης κέχρηται ἐπὶ τοῦ ἐνειλημένος, ἢ συνεστραμμένος· παρὰ τὴν κορδύλην, ἥτις ἐστὶν οἴδημα τῆς κεφαλῆς ὑπὸ πληγῆς γενόμενον· ἥτις παρὰ τὸ κάρα εἴρηται. Καὶ γὰρ κορδύλην Κύπριοι λέγουσι τὸ ἐνείλημα τῆς κεφαλῆς, ὅπερ Ἀθηναῖοι μὲν κρώβυλον καλοῦσι, Πέρσαι δὲ κίδαριν. Ἔστι καὶ Ῥητορική. Ἐγκιλικίζειν: Τὸ πονηρεύεσθαι· ἀπὸ τῆς τῶν Κιλίκων πονηρίας. Κίλικες γὰρ ἔθνος ἐπὶ πονηρίᾳ διαβαλλόμενον. Φερεκράτης,

  
Ἀεί ποθʼ ἡμῶν ἐγκιλικίζουσʼ οἱ θεοί.  
Ῥητορική. <!-- 311 -->Ἐγκινούμενος: Βαβυλωνίοις Ἀριστοφάνης,

  
Ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.  
Ῥητορική. Ταράττων καὶ ἐμποδίζων. Ἐγκόμβωμα: Ὁ δεσμὸς τῶν χειρίδων, ὃ λέγεται παρʼ Ἀθηναίοις ὄχθοιβος, ὑπὸ δὲ ἄλλων κοσύμβη. Εἴρηται παρὰ τὸν κόμβον· κόμβος γὰρ, ὁ ὑψηλὸς τόπος· ἀφʼ οὗ τὸ κομπάζειν τινὲς θέλουσιν εἰρῆσθαι. Ἀπολλόδωρος,

  
τὴν ἐπωμίδα  
  
πτύξας διπλῶς ἄνωθεν ἐνεκομβωσάμην.  
Ἐπίχαρμος,

  
Εἴγε μὲν ὅτι κεκόμβωται καλῶς.  
Ἀμύκῳ. Εἴρηται ἄνω. Ἐγκομβώσασθαι. ἐγκονεῖν λέγεται τὸ μετὰ σπουδῆς ἐνεργεῖν καὶ κατεπείγεσθαι. Ἀπὸ τοῦ κόνις κονῶ καὶ ἐγκονῶ· οἱ γὰρ ἐπειγόμενοι τὶ πράττειν κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. Ἐγένετο: Τὸ ἐγένετο σημαίνει ὀκτὼ παρὰ τῇ θείᾳ γραφῇ· κατὰ δόκησιν, ὡς τὸ,

  
Ἰησοῦς Χριστὸς ἐγένετο ὑπὲρ ἡμῶν κατάρα.  
Κατὰ παραγωγὴν, ὡς τὸ,

  
Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς.  
Κατὰ ὑπερβολὴν τοῦ ὑποκειμένου, οἷον,

  
Ἡ γυνὴ τοῦ Λὼτ ἐγένετο στήλη ἁλός.  
Κατὰ αὔξησιν, οἷον,

  
Ὁ κόκκος τοῦ σινάπεος ἐγένετο εἰς δένδρον μέγα.  
Κατὰ μείωσιν, ὡς τὸ,

  
Γέγονα γέρων, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς.  
Κατὰ ἐνέργειαν, ὡς τὸ,

  
Ἐγένετο ὁ θεὸς ἐλπὶς σωτηρίας τοῦ κόσμου.  
Κατὰ πάθος, ὡς τὸ,

  
Γέγονα ὡσεὶ κωφὸς καὶ ἄλαλος.  
Κατὰ πρόσληψιν, οἷον, Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. Ἐγκώμιον: Παρὰ τὸ ἐν κώμαις ᾄδεσθαι. Κώμας γὰρ ἔλεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ ἄμφοδα. Ἤρχοντο γὰρ τῇ νυκτὶ, οἵτινες παρά τινος μεγιστάνος ἐβλάβησαν· καὶ εἰς τὰ ἄμφοδα ἱστάμενοι, ἐκακολόγουν καὶ ὕβριζον τὸν ἀδικοῦντα. Τὴν γὰρ νύκτα ἤρχοντο τινὲς καὶ ἔλεγον, ὅστις ἐποίει κακὰ πράγματα, καὶ ἐκακολόγουν αὐτούς. Ἐγκρασίχολοι: Ὀξύχολοι, κεκραμένην χολὴν ἐν τῇ κεφαλῇ ἔχοντες. Οἱ δʼ ἰχθύες ἐν τῇ κεφαλῇ ἔχουσι τὴν χολήν. Ἐγκτῆνες: Οἱ Βοιωτοὶ οὕτως ὠνομάζοντο, ὥσπερ καὶ Ὕαντες· διὰ τὸ κτηνώδεις εἶναι καὶ χοιρώδεις. Ἐγκυτί: Ἐπίρρημα σημαῖνον τὸ ἐν χρῷ. Ἀρχίλοχος,

  
Χαίτην ἀπʼ ὤμων ἐγκυτὶ κεκαρμένος.  
Τουτέστι πρὸς αὐτῷ τῷ δέρματι· παρὰ τὸ κύτος, ὃ καὶ σκύτος καλεῖται. Ἐγκυσίχωλος: Παρὰ τὸν κύσον, ὁ ἀπὸ τοῦ κύσου χωλὸς, καὶ ἀπὸ τῆς κοτύλης. Κύσον γὰρ εἰώθασιν οἱ κωμικοὶ καὶ τὸν πρωκτὸν καλεῖν· περὶ ὃν ἡ κοτύλη. Ἔστι καὶ Ῥητορική. Ἐγκυκλίους λειτουργίας: Τὰς καθʼ ἕκαστον ἐνιαυτόν· κύκλος γὰρ ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ ἐγκυκλεῖσθαι τῇ τῶν ἡμερῶν περιόδῳ. Ἐγκύκλιον: Ἁπανταχοῦ καθολικόν. Ἐγγλαπῆναι: Ἐγγλυφῆναι· ἐπὶ τῶν νεοσσῶν κυρίως, παρὰ τὸ λέπος. Ἐγλυμμένος: Ἐκ τοῦ γεγλυμμένος· οἷον.

  
Ὡς οἴχεται μὲν τυρὸς ἐξεγλυμμένος.  
Ἐγνώσθην καὶ ἠδυνάσθην: Ἰστέον ὅτι οὐκ εἰσὶν ἀπὸ τῶν εἰς ΜΙ. Ἦσαν γὰρ ἂν οὕτω· γνῶμι· <!-- 312 -->ὁ μέλλων, γνώσω· ὁ παρακείμενος, ἔγνωκα· ὁ παθητικὸς, ἔγνομαι διὰ τοῦ ο· ἐπειδὴ ἐν τοῖς εἰς ΜΙ τὴν παραλήγουσαν συστέλλει τὰ παθητικά· οἷον, δέδωκα δέδομαι, ἐδόθην· πέπωκα πέπομαι, ἐπόθην. Καὶ ἀπὸ τοῦ δύνημι δυνήσω δεδύνηκα· καὶ ὁ παθητικὸς εἶχεν εἶναι δεδύναμαι καὶ ἐδυνάθην, ὡς βίβημι βήσω βέβηκα, βέβαμαι ἐβάθην, καὶ παρεβάθην. Ἀλλʼ εἰσὶν ἀπὸ τῶν εἰς ω. Ἔστι γνώω ῥῆμα· ὁ μέλλων, γνώσω· ὁ παρακείμενος, ἔγνωκα· ὁ παθητικὸς, ἔγνωσμαι· ὁ ἀόριστος, ἐγνώσθην. Καὶ ἀπὸ τοῦ δυνάζω, ὁ μέλλων, δυνάσω· ὁ παρακείμενος, δεδύνακα· ὁ παθητικὸς, δεδύνασμαι, ἐδυνάσθην· καὶ Ἀττικῶς, ἠδυνάσθην. Καὶ ἀπὸ τοῦ δυνῶ δυνᾷς, δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων δυνήσω, δεδύνηκα, δεδύνημαι, ἐδυνήθην καὶ ἠδυνήθην. Ἔγρετο δʼ ἐξ ὕπνου: Διηγέρθη, ἐγρηγόρησεν. Ἐκ τοῦ ἐγείρω, συγκοπῇ ἔγρω, ἔγρομαι, ἐγρόμην ἔγρου ἔγρετο. Ἐγρεκύδοιμος: Ἡ ἐγείρουσα κυδοιμὸν τοῖς ἐναντίοις. Ἐγρηγόρσιον: Τὸ ποιοῦν ἐγρηγορέναι, εἴτε βρῶμα, εἴτε ἄλλό τι τοιοῦτον. Φερεκράτης ἐγρηγόρσιον, τουτέστι παυσινύσταλον. Ῥητορική. Ἐγρηγορῶ: Ἀπὸ τοῦ ἐγείρω, ἤγερκα· ὁ μέσος, ἤγερα· καὶ Ἀττικῶς, ἐγήγερα· καὶ τροπῇ τοῦ ε εἰς ο, καὶ πλεονασμῷ τοῦ ρ, ἐγρήγορα. Ἀπὸ δὲ τοῦ ἐγρήγορα γίνεται ἐγρηγορέω ἐγρηγορῶ, ἐγρηγορήσω· ὁ παρακείμενος, ἐγρηγόρηκα· καὶ ὁ μέσος, ἐγρήγορα· ἐνδεῖ γὰρ μιᾷ συλλαβῇ ἀπὸ περισπωμένου· καὶ προσθέσει τοῦ θ, ἐγρήγορθα. Ἐγηγερμένος: Ἐγείρω· ὁ μέλλων, ἐγερῶ· ὁ παρακείμενος, ἤγερκα· ὁ παθητικὸς, ἤγερμαι, καὶ ἐγήγερμαι. Ὅτε τὸ θέμα ἄρχεται ἀπὸ τοῦ α, ε, ο, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον συμφώνου ἐπιφερομένου, μὴ οὔσης τῆς προτέρας συλλαβῆς ληκτικῆς, ἀλλὰ τῆς δευτέρας ἀρκτικῆς· μήτε ἄρχεται ἀπὸ μακρᾶς, ὡς τὸ ᾄδω. Ἡ μετοχὴ ἐγηγερμένος διατί παροξύνεται; Αἱ εἰς ΜΕΝΟΣ μετοχαὶ προπαραξύνονται, πλὴν τοῦ παθητικοῦ παρακειμένου· καὶ οὕτως, εἰ μὴ κατὰ πάθος ὦσιν, ὡς τὸ ὡρμημένος ὥρμενος· καὶ ἐπὶ τῶν ὁμοίων. Ἰστέον ὅτι τὸ ἐγρήγορθα, ἀπὸ τοῦ ἐγείρω· ὁ παρακείμενος, ἤγερκα· ὁ μέσος, ἤγορα· καὶ Ἀττικῶς, ἐγήγορα· καὶ πλεονασμῷ τοῦ ρ, καὶ ἐπενθέσει, ἐγρήγορθα. Ἰλιάδος κʹ,

  
Φθέγγεο δʼ ᾗ κεν ἵκῃσθα, καὶ ἐγρήγορθαι ἄνωχθι.  
Καὶ ἔνθα ἂν πορευθῇς, ἐγρηγορέναι κέλευε. Ὤφειλε παροξύνεσθαι, εἴτε συγκοπή ἐστι τοῦ ἐγρηγορέναι, εἴτε ἀπὸ τοῦ ἐγείρω· ὅτι τὰ εἰς ΘΑΙ ἀπαρέμφατα ἔχοντα πρὸ τοῦ θῆτα ἀμετάβολον, παροξύνονται, κεκάρθαι, τετίλθαι, ἐσπάρθαι. Ἀλλʼ ἐπεὶ τὰ παραλήγοντα τῇ ΟΡ συλλαβῇ Αἰολικά εἰσιν, ὡς ἔφθορθαι, μέμορθαι, τέτορθαι, προπαροξύνονται. Ὅθεν ἡ παραλήγουσα Αἰολικωτέρα ἐστὶ, καὶ ὁ τόνος ὁμοίως. Ἔγχελυς: Παρὰ τὸ ἔχεσθαι ἐν τῇ ὕλῃ, ὅ ἐστι ζωγρεῖσθαι. Ἀριστοφάνης Ἱππεῦσιν,

  
Ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πεπόνθας·  
  
ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·  
  
ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,  
  
αἱροῦσι.  
Ἐγχέλη: Χώρα Ἰλλυρική· οἷον,

  
Ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι.  
Κλίνεται ἔγχελυς ἐγχέλυος· τὸ δὲ παρὰ Ἀριστοφάνει,

  
τὰς εἰκοὺς τῶν ἐγχέλεων,  
ἀπὸ τοῦ ἔγχελις ἐγχέλεως ἐστὶν, ὡς ὄφις ὄφεως. <!-- 313 -->Ἔγχος: Τὸ δόρυ. Παρὰ τὸ ἔχω ἔχος καὶ ἔγχος. Ἰστέον ὅτι ἔγχος καὶ ξίφος καὶ δόρυ τὸ αὐτὸ οἶδεν Ὅμηρος· ὁ δὲ Σοφοκλῆς τὴν σφαῖραν ἔγχος κέκληκεν· οἷον,

  
Τὸ δʼ ἔγχος ἐν ποσὶ κυλίνδεται.  
Καὶ τὸ πῦρ, οἷον,

  
Ἔγχος ἱέμενος.  
Τὸ τὴν ὁρμὴν ἔχον. Εἰς τὸ ὑλακόμωρος. Ἐγχεσίμαργος: Τοῖς ἔγχεσι μαινόμενος. Ἐγχέσπαλοι: Πάλλοντες καὶ κινοῦντες τὰ δόρατα, πολεμικοί. Ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μήποτε ἄρα εἶεν κλασθέντα. Ἐκ τοῦ ἔγχος καὶ τοῦ πάλλω, τὸ κινῶ, διαθέσεως ἐνεργητικῆς. Διατί; Τὰ εἰς ΟΣ σύνθετα εἰς ἐνέργειαν καὶ εἰς πάθος ἀναλυόμενα δύο τόνους ἐπιδέχονται. Ἐγχείμαργος: Ὁ μαινόμενος τῷ δόρατι· παρὰ τὴν ἔγχει δοτικὴν, καὶ μαργαίνω, τὸ μαίνομαι. Ἐγχείῃσι: Ταῖς ἐπιδορατίσιν. Ἡ εὐθεῖα, ἐγχεία. Καὶ ὤφειλε προπαροξύνεσθαι· τὰ γὰρ διὰ τοῦ ΕΙΑ ἐπὶ πραγμάτων ταττόμενα προπαροξύνεται· οἷον, Ἀμάλθεια· ἔστι δὲ ἡ αἲξ ἡ θρεψαμένη τὸν Δία· καὶ ὑπώρεια, ὑπωρείη. Τὸ δὲ ἐγχεία ποιητικῶς ἐξετάθη. Γίνεται ἐκ τοῦ ἔγχος ἐγχέα, ὡς ἰτέα καὶ συκέα· καὶ πλεονασμῷ τοῦ ι, ἐγχεία. Οἱ δὲ Ἀττικοὶ, ἐκτείνοντες τὸ α, ὡς ἐν τῷ ἱέρεια καὶ ἱερεία, ἐναλλαγὴν μὲν τοῦ τόνου ποιοῦσι, φυλάττουσι δὲ τὴν γραφήν. Ἐγχειρίδιον: Βιβλίον, ἢ ἕτερόν τι, ἢ ξίφος, ἢ ὄργανον τμητικόν. Παρὰ τὴν ἐν χειρὶ δοτικὴν ἐγχειρίδιον. Ἢ παρὰ τὴν ἔγχει δοτικὴν καὶ τὸ ἴδιον, ἐγχειρίδιον, καὶ πλεονασμῷ τοῦ ρ, ἐγχειρίδιον, τὸ ἴδιον τοῦ ἔγχους. Ἐγχειρογάστορες: Οἱ ἐκ τῶν χειρῶν ζῶντες. Ἔγχουσα: Βοτάνης εἶδος· ἣ καὶ διὰ τοῦ α λέγεται ἄγχουσα· Ἀττικοὶ δὲ διὰ τοῦ ε. Καὶ ἐγχουσίζεται, ἐπὶ τῶν γυναικῶν· τὸ τῇ ἐγχούσῃ χρίεσθαι τὸ πρόσωπον.

  
Ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον.  
Καὶ Ἀμειψίας Ἀποκοτταβίζουσι,

  
Δυοῖν ὀβολοῖν ἔγχουσα καὶ ψιμύθιον.  
Εἴρηται παρὰ τὸ ἐγχεῖν τὸ ἐν τῇ ῥίζῃ ἐρυθρόν· οἷον, ἐγχέουσά τις οὖσα. Ἔστι καὶ Ῥητορική.

  
Κοσμεῖσθαί τε τῇ ἐμῇ στολῇ, καὶ ψιμυθιοῦσθαι καὶ  
  
ἐγχουσίζεσθαι τὸ πρόσωπον.  
Ἐγχυτρίζειν: Τὸ ἀποκτείνειν· ἐπὶ τῶν ἐν ταῖς χύτραις ἐκτιθεμένων βρεφῶν. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐγχυτρίστριαι: Αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι. Ἔλεγον δὲ καὶ τὸ βλάψαι ΚΑΤΑχυτρίσαι, ὡς Ἀριστοφάνης· ἐγχυτριστρίας δὲ λέγει καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν, αἷμα ἐπιχέουσαι ἱερείου· καὶ τὰς θρηνητρίας· ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. Ἐγχρίπτουσα: Προστρίβουσα, προσπελάζουσα, προσεγγίζουσα· οἱονεὶ τοῦ χρωτὸς προσαπτομένη· παρὰ τὸ χρὼς καὶ τὸ ἅπτω, τὸ προσεγγίζω· ἢ παρὰ τὸ ἐν χρῷ, ὅ ἐστιν εἰς χρῶτα, πάνυ ἐγγὺς, ὥστε ἐφάπτεσθαι. Ἐγχρῶ οὖν ἐγχραύω· παράγωγον ἐγχραύπτω, καὶ ἐγχρίπτω, ἐκβολῇ τοῦ α, καὶ τροπῇ τοῦ υ εἰς ι. Ἐν χρῶ: Ἐγγὺς, καὶ πρὸς αὐτῷ τῷ χρωτί· ἀποκοπῇ τῆς τι συλλαβῆς μετὰ τῆς ἐν προθέσεως, ἐν χρῶ. Γράφεται δὲ μετὰ τοῦ ν, καὶ μετὰ τοῦ γ. ἐν χρῶι κουρὰ, ἡ ψιλὴ καὶ πρὸς τὸν χρῶτα· καὶ ἁπλῶς τὸ ἐν χρῷ τοῦτο δηλοῖ ἐγγυτάτω, πάνυ ἐγγὺς, ὥστε ἐφάπτεσθαι τοῦ χρωτός. Ἀπὸ τοῦ ὁ χρὼς, τοῦ χρῶ Ἀττικῶς, τῷ χρῷ. <!-- 314 -->Τὸ δὲ ἐνχρωκουρίας οὐκ ἔχει τὸ ι· ὑφʼ ἓν γὰρ εἴρηται· ἐν χρῶι κεκαρμένος, πρὸς αὐτῷ τῷ χρωτὶ, οἷον σύνεγγυς, καὶ πλησίον τοῦ δέρματος, τὰς τρίχας ἐξυρημένος. Ἐγχώριος: Ὁ ἐν τῇ χώρᾳ ὢν, τουτέστιν ὁ ἐπιδημῶν, εἴτε ξένος εἴη, εἴτε ἀστός. Ἐγώ: Διατί ὀξύνεται; Αἱ πρωτότυποι ἀντωνυμίαι ἑνικαὶ οὖσαι ὀξύνονται. Ἐγώ· ἡ γενικὴ, ἐμοῦ· ὁ κανών; Οὐκ ἔχει. Διατί; Αἱ πρωτότυποι ἀντωνυμίαι κανόνας οὐκ ἔχουσιν. Ἡ δοτικὴ, ἐμοί. Ἰστέον ὅτι ἡ ἐμοί καὶ σοί δοτικαὶ ὀξύνονται· ἡ δὲ οἷ περισπᾶται. Ἔδει γὰρ πάσας περισπᾶσθαι ὡς δοτικάς· λέγουσι δὲ, ὅτι ἡ ἐμοὶ καὶ σοὶ καὶ σφὶν ἀντωνυμίαι ὀξύνονται. Ἡ κλητική; Οὐκ ἔχει. Διατί; Οὐδεὶς ἑαυτὸν καλεῖ. Τὸ δεύτερον; Σύ. Τὸ τρίτον; Οὐκ ἔχει. Διατί; Οὐδεὶς τὸν ἀπόντα καλεῖ. Πόσοις προσώποις σύνεστιν ἡ ἀντωνυμία; Τρισίν· ἐγὼ αὐτὸς, σὺ αὐτὸς, ἐκεῖνος αὐτός. Πόσαι εὐθεῖαι τῶν ἀντωνυμιῶν; Τρεῖς· ἐγὼ, σὺ, ἵ. Ἡ γενικὴ, ἐμοῦ, σοῦ, οὗ. Ἀπὸ τοῦ ἐμοῦ γίνεται ὁ ἐμὸς, ἡ ἐμὴ, τὸ ἐμόν· ἀπὸ δὲ τοῦ σοῦ, ὁ σὸς, ἡ σὴ, τὸ σόν· ἀπὸ δὲ τοῦ οὗ, ὁ ὃς, ἡ ἣ, τὸ ὅν. Δυϊκά· νῶϊ, σφῶϊ, σφῶε. Ἀπὸ τοῦ νῶϊ γίνεται νωΐτερος· ἀπὸ δὲ τοῦ σφῶϊ, σφωΐτερος· ἀπὸ δὲ τοῦ σφῶε, παράγωγος ἀντωνυμία οὐ γίνεται, διὰ τὸ μονόκλιτον αὐτῆς. Πληθυντικαὶ, ἡμεῖς, ὑμεῖς, σφεῖς. Ἀπὸ τοῦ ἡμεῖς γίνεται ὁ ἡμέτερος· ἀπὸ τοῦ ὑμεῖς, ὑμέτερος· ἀπὸ τοῦ σφεῖς, σφέτερος. Πόσαι θεματικαὶ ἀντωνυμίαι; Ἐννέα· οὗτος, αὕτη, τοῦτο· ὁ αὐτὸς, ἡ αὐτὴ, τὸ αὐτό· ὁ ἐκεῖνος, ἡ ἐκείνη, τὸ ἐκεῖνο· ὅδε καὶ ὁ δεῖνα, κατὰ παραγωγήν. Αὗται δὲ καλοῦνται θεματικαὶ καὶ δεικτικαὶ καὶ μονοπρόσωποι. Θεματικαὶ, ὅτι ἑκάστη φωνὴ ἑαυτῆς ἐστι θέμα, καὶ οὐ κανονίζεται ἑτέρα ὑπὸ τῆς ἑτέρας· μονοπρόσωποι καλοῦνται διὰ τὸ μὴ ἔχειν πρῶτον πρόσωπον. Ἐγώ: Ποίου προσώπου; Πρώτου. Ποίου γένους; Οὐκ ἔχει. Διατί; Γένη τῶν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνονται, διὰ δὲ τῆς ὑπʼ αὐτῶν δείξεως, οἷον ἐγώ. Ἐγών: Δωριέων διάλεκτός ἐστιν ἡ προσλαμβάνουσα τὸ ν. Καὶ τὴν σὺ ἀντωνυμίαν τὺν λέγουσι μετὰ τοῦ ν· ὅπερ προσθέσει τοῦ η γίνεται τύνη. Ἢ καὶ ὁ ποιητὴς ἐκκλίνων τὴν χασμωδίαν τῶν φωνηέντων, εἶπε τὸ ἐγὼν μετὰ τοῦ ν· ὡς τὸ,

  
καὶ ἐγὼν ἐπίκουρος ἐών.  
Τὸ δὲ τύνη, ὅπερ ἀντὶ τοῦ σύ ἐστιν, ἀντωνυμία· ὡς τὸ,

  
τύνη δʼ ἕστηκας.  
Καὶ Ἡσίοδος,

  
ἴθυνε θέμιστας  
  
τύνη.  
Καὶ γάρ εἰσιν ἀντωνυμίαι κατʼ ἔκτασιν γινόμεναι. Παρὰ γὰρ τὴν ἐγὼν, ἐγώνη· καὶ παρὰ τὴν ἐμὶν, ἐμίνη· τὶν, τίνη· οὕτω καὶ τὺ τύνη κατʼ ἐπέκτασιν τῆς ΝΗ συλλαβῆς. Οὐ γὰρ μόνον τὸ ν ἐπλεόνασεν, ἀλλʼ ἡ ΝΗ συλλαβή· οὐ γὰρ λέγουσιν οἱ Δωριεῖς τὺν, ἵνα πλεονάσῃ μόνον τὸ ν, ἀλλὰ τὺ λέγουσι, καὶ τύγα. Ὅλη ἄρα ἡ ΝΗ προσῆλθε συλλαβή. Ἐπεκτέταται δὲ τὸ υ, ἵνα μὴ ἡ ἐπέκτασις μείζων τῆς ὅλης λέξεως γίνηται. Ἔγωγε: Ἀσύναρθρος ἀντωνυμία· διότι τὰ ἄρθρα ἀναφορὰν δηλοῦσιν. Ἀναφορὰ δέ ἐστιν ἐγνωσμένου τινὸς καὶ ἀπόντος ἀναπόλησις· ἡ δὲ ἀντωνυμία πρώτην δεῖξιν δηλοῖ· ἐναντία δὲ ἡ δεῖξις τῇ ἀναφορᾷ. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγὼ ἔγωγε λέγουσι. <!-- 315 -->Καὶ ἔστιν ἓν μέρος λόγου. Εἰ γὰρ ἦσαν δύο μέρη λόγου, ἐγώγε ἔμελλεν εἶναι. Πᾶσα γὰρ λέξις ὀξύτονος, ἐπιφερομένου ἐγκλιτικοῦ μορίου, φυλάσσει τὴν ὀξεῖαν τάσιν· οἷον σοφὸς, σοφός γε· καλὸς, καλός γε· ψευδὴς, ψευδής γε· οὕτως οὖν καὶ ἐγὼ, ἐγώγε. Ἀλλὰ μὴν ἔγωγέ ἐστι προπαροξύτονον. Καὶ δῆλον, ἓν μέρος λόγου ἐστὶ, τῆς γε ἐπεκτάσεως οὔσης.

  
Οὐδέ σʼ ἔγωγε  
  
λίσσομαι.  
Προπαροξυτόνως. Ἔστι γὰρ Ἀττικὸν, ὡς ἡ ἔμοιγε· οἷον,

  
πάρʼ ἔμοιγε καὶ ἄλλοι,  
  
οἵ κέ με τιμήσουσιν.  
Ἐγῶιμαι: Ἐγὼ οἶμαι· κατὰ κράσιν, ἐγῷμαι. Ἐγῷδα: Ἐγὼ οἶδα. Οὕτω Μιλήσιος ὁ Ὦρος. Ἐγώνγα: Πᾶσα συλλαβὴ εἰς ν λήγουσα ἐν μιᾷ λέξει, συντεθεῖσα μεθʼ ἑτέρας συλλαβῆς ἀρχομένης ἀπὸ τοῦ γ κ ξ χ, τρέπει τὸ ν εἰς γ. Πρόσκειται, «ἐν μιᾷ λέξει,» διὰ τὸ, σὺν Γεωργίῳ, ἐν κεφαλαίῳ, δύο γὰρ μέρη λόγου εἰσί. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκοῦσι τούτῳ τῷ κανόνι ἀντικεῖσθαι. Ἔστι γὰρ ἐγώ· καὶ τοῦτο οἶμαι Δωριεῖς ἐγὼν λέγειν· οἱ δὲ Βοιωτοὶ, ἰών. Εἶτα ταῦτα γίνεται κατὰ ἐπέκτασιν ἐγώνγα καὶ ἰώνγα· καὶ φέρει τὸ ΓΑ ἐν μιᾷ λέξει· καὶ οὐ τρέπει τὸ ν εἰς γ. Ἀλλʼ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ὅτι ὥσπερ τὸ ναὶ καὶ τὸ εἰ ἐπεκτείνεται, καὶ γίνεται ναίχι καὶ εἴθε, ἀλλʼ ἐφύλαξε τὴν αὐτὴν τάσιν, ἣν εἶχον καὶ πρὸ τῆς ἐκτάσεως· τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγὼν καὶ ἰὼν ἐπεκταθέντα, καὶ γενόμενα ἐγώνγα καὶ ἰώνγα, τὴν αὐτὴν σημασίαν ἐφύλαξε, λέγω δὴ τὴν πρὸ τῆς ἐκτάσεως· καὶ τὴν αὐτὴν τάσιν, λέγω δὴ τὴν ὀξεῖαν. Τούτου χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν. Ἑδάς: Ὄνομα τοῦ Ἑρμοῦ παρὰ Γορτυνίοις τῆς Κρήτης· παρὰ τὸ ἑάων εἶναι δοτῆρα. Παρὰ τὸ ἑὰ, ἑάς· καὶ πλεονασμῷ τοῦ δ, ἑδάς. Ἑδανόν: Ἡδὺ, εὐῶδες. Παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἡδανόν· καὶ συστολῇ, Ἑδανόν.

  
Ἀμβροσίῳ, ἑδανῷ.  
Ἔδεσμα: Ἐκ τοῦ ἔδω, τὸ ἐσθίω, τὸ παθητικὸν, ἔδομαι· τὸ τρίτον, ἔδεται· καὶ ἐξ αὐτοῦ περισπώμενον, ἐδῶ, ἐδέσω, ἤδεκα, ἤδεσμαι· καὶ ἐξ αὐτοῦ ἔδεσμα, τὸ εἰς βρῶσιν ἐπιτήδειον. Ἐδέατρος: Τὸ μὲν ὄνομα, Ἑλληνικόν· ἡ δὲ χρῆσις, Περσική. Ἦν δὲ προγεύστης τὸ πρῶτον, καὶ προήσθιε τοῦ βασιλέως εἰς ἀσφάλειαν· ὕστερον δὲ ἐνομίσθη ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς. Οὕτως εἰς τὸ πρῶτον λεξικόν· ἐν δὲ τῷ δευτέρῳ εὗρον οὕτως· ἐδέατρος ὁ ἐπὶ τῶν διδύμων, καὶ τῆς τοιαύτης παρασκευῆς. Ῥητορική. Ἐδέδμητο: Ἀντὶ τοῦ κατεσκεύαστο. Ἀπὸ τοῦ δέμω, ἐδεδέμητο, καὶ ἐδέδμητο. Ἔδδεισεν: Ἀντὶ τοῦ ἐφοβήθη. Ἀπὸ τοῦ δέω, ἢ δείω, τὸ φοβοῦμαι· ὁ μέλλων, δείσω, ἔδεισα· καὶ πλεονασμῷ τοῦ δ, ἔδδεισα. Ἢ ὡς ἀπὸ περισπωμένου, δειδῶ, δειδήσω, ἐδείδησα, ὑπερβάσει τοῦ δ, καὶ ἀποβολῇ τοῦ η. Ἐδείδισαν: Δειδιῶ· καὶ ὁ μέσος παρακείμενος, δείδια· ὁ ὑπερσυντέλικος, ἐδειδίειν, ἐδειδίεισαν· καὶ κατὰ συγκοπὴν, ἐδείδισαν. Ἐδεύετο: Ἀντὶ τοῦ ἐνδεὴς ἦν, ἢ ἐγένετο ἐνδεής.

  
Οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.  
παρὰ τὸ δεύω· τοῦτο παρὰ τὸ δέω. Ἐν ἑτέρῳ σημαίνει τὸ ἐκορέννυτο, εὐωχεῖτο. Ῥητορική. Ἐδεύησεν: Ἀπὸ τοῦ δεῶ δεήσω ἐδέησε· καὶ πλεονασμῷ, ἐδεύησεν. <!-- 316 -->Ἐδηλήσαντο: Τὸ ἔβλαψαν· ἀπὸ τοῦ δηλῶ δηλήσω ἐδήλησα. Ἐδήσατο: Ἐκ τοῦ δῶ, τὸ δεσμεύω, γίνεται δίδημι, δήσω, ἔδησα· ὁ μέσος, ἐδησάμην, ἐδήσατο. Ἐδημώθη: Ἐν τῷ δήμῳ διεδόθη, δῆλος πᾶσιν ἐγένετο. Οὕτω Δίων ἐν Ῥωμαϊκῶν ιζʹ,

  
Καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη.  
Καὶ ἐδημοσίωσαν, δημόσιον ἐποίησαν. Ῥητορική. Ἐδικαιώθησαν: Δίκαιοι ἐκρίθησαν, ἐνομίσθησαν. Σημαίνει δὲ καὶ τὸ ἐναντίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκῶν ιεʹ, Καὶ οὐκ ἤνεγκαν δικαιωθέντες· ἀλλʼ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακούσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι· καὶ ἐδικαιώθησαν ἐν τῷ συνεδρίῳ. Πολλαχοῦ δὲ κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰρημένου σημαινομένου, ὡς καὶ ἐν τῷ ιϛʹ, Πάντες ἀποθανεῖν ἐστὲ ἄξιοι· οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω· ἀλλʼ ὀλίγους μὲν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω· τοὺς δὲ ἄλλους ἀφίημι. Καὶ ἀλλαχοῦ πολλαχοῦ. Ῥητορική. Ἐδίδων: Ἰστέον ὅτι ὁ Ἡρωδιανὸς λέγει ὅτι τὸ ἐδίδων ἡ παράδοσις διὰ τῆς ΟΥ διφθόγγου, ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ διδοῖς, ὡς χρυσῶ χρυσοῖς, ἐχρύσουν. Χοιροβοσκός. Ἐδηδώς: Ἔδω· ὁ μέλλων, ἔσω· ὁ παρακείμενος, ἦκα· ὁ μέσος, ἦδα· ὁ Ἀττικὸς, ἔδηδα· ἡ μετοχὴ, ἐδηδώς. Ἐδήδαται: Εἰ μὲν διὰ τοῦ α, ὡς Ἀρίσταρχος καὶ ἄλλοι, ἔστι πληθυντικόν· οἷον,

  
Ὅσσά τοι ἐκπέποται καὶ ἐδήδαται.  
Εἰ δὲ διὰ τοῦ ε, ἔστιν ἑνικόν· ἀπὸ γὰρ τοῦ ἐδῶ, ὁ παρακείμενος, ἤδεκα· διπλασιασμῷ, ἐδήδεκα· ὁ παθητικὸς, ἐδήδεσμαι· τὸ τρίτον, ἐδήδεσται· καὶ ἀποβολῇ ἐδήδεται· καὶ Ἰακῶς, ἐδήδαται. Ἡρωδιανός. Ἐδητύς: Σημαίνει βρῶσιν, ἢ τρυφήν. Παρὰ τὸ ἐδῶ ἐδήσω, ἐδητύς. Εἰ γὰρ ἦν ἐκ τοῦ ἔδω βαρυτόνου, ἐτὺς ὤφειλεν εἶναι ἰσοσύλλαβον τῷ ἔδω, ὥσπερ γράφω, γραπτύς· πράσσω, πρακτύς. Καὶ παρὰ τὸ ἔδω ἐστὸν ὤφειλεν εἶναι, οὐχὶ δὲ ἐδεστόν. Οὕτω Φίλων. Ἔδμεναι: Ἐσθίειν. Ὡς ἄγειν ἀγέμεν, καὶ εἰπεῖν εἰπέμεν, οὕτως ἔδειν ἐδέμεν· καὶ συγκοπῇ, καὶ πλεονασμῷ τῆς ΑΙ, ἔδμεναι. Ἕδνα: Τὰ πρὸ τοῦ γάμου ὑπὸ τοῦ νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ· ἤγουν ἐξώπροικα. Παρὰ τὸ ἥδω, τὸ εὐφραίνω, ἥδανον· καὶ ἐν συγκοπῇ καὶ συστολῇ, ἕδνον, τὸ αἴτιον ὂν τοῦ παρέζεσθαι καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ. Οὕτως Ὠρίων. Ἑδνωτής: Κηδεστὴς, πενθερός. Ἔδραμον: Ἰστέον ὅτι τὸ ἔδραμον ἀπὸ τοῦ δρέμω ἐστίν· ἐξ οὗ καὶ δρόμος ὄνομα ῥηματικὸν, ὡς βρέμω βρόμος· ὁ δὲ Ἡρωδιανὸς φησὶν, ὅτι δύναται εἶναι ἀπὸ τοῦ δραμῶ περισπωμένου· ἐξ οὗ καὶ τὸ παρὰ Μενάνδρῳ, οἷον,

  
Δεδράμηκά σοι δρόμον οἷον οὐδεὶς πώποτε.  
Καὶ ῥηματικὸν ὄνομα, δράμημα. Ἕδρανον: Παρὰ τὸ ἕζω ἕδανον καὶ ἕδρανον. Ἑδρίται: Οἱ οἰκέται· ἀπὸ τοῦ καταφεύγειν εἰς τὴν ἑστίαν. Ἀπὸ τοῦ ἕδρα ἑδρίται. Τὸ δὲ ἕδρα, παρὰ τὸ ἕζω. Εἰς τὸ ἐνέδρα. Ἐκ τοῦ ἕδρα γίνεται ῥῆμα ἑδριῶ· ἐξ οὗ τὸ ἑδριόωντο. Ἕδος: Ἡ καθέδρα· παρὰ τὸ ἕζω, τὸ καθέζομαι, κατὰ τροπὴν Δωρικὴν τοῦ ζ εἰς δ· οἷον, ζυγὸς, δυγός· καὶ ζωμὸς, δωμός. <!-- 317 -->Σημαίνει δὲ καὶ τὸ ἔδαφος, καὶ τὸ ἄγαλμα, καὶ τὸν τόπον ἐν ᾧ ἵδρυται. Καὶ ἕδη τὰ ἱερά. Καὶ ἐξ ἑδέων, ἐκ τῶν καθεδρῶν. Ἔστι δὲ γενικῆς τῶν πληθυντικῶν, ὡς τειχέων. Ἑδώλια: Ἐπὶ τῶν ναυτικῶν καθεδρῶν· κυρίως ἐφʼ ὧν οἱ ἐρέται καθέζονται. Γίνεται παρὰ τὸ ἕζω· καὶ Δωρικῶς, ἑδώλιον· καὶ ἑδωλιάσαι, ἀντὶ τοῦ συγκαθίσαι· ἀπὸ τῶν ἐν ταῖς ναυσὶν ἑδωλίων. Ἐξ αὐτοῦ ἑδοῦμαι καὶ καθεδοῦμαι Ἀττικῶς. Ἢ ἐδωλίον. Ἐδωδή: Παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἐδή· καὶ κατὰ ἀναδιπλασιασμὸν, ἐδωδή. ἑδωλιάσαι ἐστὶ τὸ οἱονεὶ συνθεῖναι ἔκ τινων ξύλων ἁπλῶς πρὸς τόπον τινὰ συντεθέντων· τὸ δʼ ἰκριῶσαι, τὰς ἐκ μακρῶν ξύλων συντιθεμένας στέγας ὑπὸ στέγαις ἑτέραις. Ἑκατέραις δὲ αὐτῶν ἐχρήσαντο οἱ ῥήτορες. Ἐέλδωρ: Τὸ ἐπιθύμημα. Ἔστιν ἕλδω, τὸ ἐπιθυμῶ· ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω, κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται. Ἐκ τοῦ ἕλδω ἕλδωρ· καὶ πλεονασμῷ τοῦ ε, ἐέλδωρ. Ἢ παρὰ τὸ ἑλῶ, τὸ ἑλκύω, ἕλωρ, καὶ ἐέλδωρ, πλεονασμῷ. Τὸ δὲ ἐέλδω, παρὰ τὸ ἐέδω. Καὶ ἐελδόμενος· καὶ,

  
ἐέλδετο γάρ σε ἰδέσθαι.  
Ἀντὶ τοῦ ἐπεθύμει· παρὰ τὸ θέλω, τοῦ θ τραπέντος εἰς δ, κατὰ Μακεδόνας, καὶ ὑπερθέσεως γενομένης· οἷον, θέλω, δέλω, ἔλδω καὶ ἔλδομαι· καὶ ἐκ τοῦ ἐθέλω, ἐδέλω, καὶ ὑπερθέσει, ἐέλδω. Ἐέρσαι: Δρόσοι, ψεκάδες· παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· ποτίζει γὰρ τὰ φυτὰ ἡ δρόσος. Ἐελμένοι: Συγκεκλεισμένοι· ἐεργμένοι, ἀποβολῇ τοῦ γ, καὶ τροπῇ. Ἐέργω: Τὸ κρατῶ καὶ κωλύω. Ἕεστο: Ἐνεδέδυτο. Ἕω, τὸ ἐνδύω· ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, ἧκα· ὁ παθητικὸς, ἧσμαι· ὁ ὑπερσυντέλικος, ἥσμην, καὶ ἕσμην ἕσο ἕστο· καὶ προσθέσει τοῦ ε. Ἕεις: Ὁ εἷς, ἐπὶ τοῦ ἀριθμοῦ. Ἀπὸ τοῦ εἷς ἕεις, πλεονασμῷ τοῦ ε· οἷον,

  
Κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ.  
Ἢ παρὰ τὸ ἴος ἰόεις, ὡς ἄνεμος ἀνεμόεις. Εἶτα κατὰ συγκοπὴν τοῦ ο, ἴεις· καὶ τροπῇ τοῦ ι εἰς ε, ἕεις. Ἐεικοσόροιο: Εἰκοσακώπου νεώς. Καὶ γὰρ τὸ εἴκοσι, ἐείκοσι λέγεται. Ἐεισάμενος: Ὁμοιωθείς. Εἴδω, εἴσω, εἶσα· πλεονασμῷ τοῦ ε, ἔεισα, ἐεισάμενος· καὶ ἐείξεις, ἀντὶ τοῦ ὅμοιος ἔσῃ. Ἀριστοφάνης. Ἔειπεν: Ψιλοῦται. Τὸ ε πρὸ φωνήεντος πλεονάζον, ψιλουμένου μὲν αὐτοῦ, συμψιλοῦται, δασυνομένου δὲ, συνδασύνεται· οἷον, οἶκα, ἔοικα· ὥρων, ἑώρων· ἥνδανεν, ἑήνδανεν· ἕρσα, ἑέρσα· ὃς, ἑός· εἷς, ἕεις· ἃ, ἕα· ἕ, ἕε· ἐλποίμην, ἐελποίμην. Ἕηκεν: Σημαίνει τὸ ἀφῆκεν, ἔπεμψεν. Ἔστι ῥῆμα ἱῶ, τὸ πέμπω· παράγωγον ἵημι· ὁ μέλλων, ἥσω· ὁ παρακείμενος, ἧκα· καὶ πλεονασμῷ τοῦ ε, ἕηκα. Ἔστι καὶ ἀόριστος, ἧκα, συνῆκα· ἔνθεν τὸ τρίτον, πλεονασμῷ τοῦ ε, ξυνέηκεν, ἀντὶ τοῦ συνῆκε, συνέβαλεν, Ἰλιάδος αʹ. Ἔην γε: Ἔω· καὶ ὁ μέλλων, ἔσω· ὁ βʹ ἀόριστος, ἦον, ἦες, ἦε· καὶ τὸ ν ἐφελκυστικὸν, ἦεν καὶ κράσει, ἦν· καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς, ἔην. <!-- 318 -->Ἑῆος:

  
Περίσχεο παιδὸς ἑῆος.  
Φρόντισον τοῦ σοῦ παιδὸς, Ἰλιάδος αʹ. Οἱ δὲ, ἀγαθοῦ, προσηνοῦς, ἰδίου. Παρὰ τὸ ἑὸν, ὃ σημαίνει τὸ ἴδιον, γίνεται ἑὸς ὁ ἀγαθός. Ἢ παρὰ τὸ ἑῶ, τὸ κορεννύω· καὶ ὡς παρὰ τὸ ἵππος γίνεται ἱππὺς, οὕτως καὶ παρὰ τὸ ἑὸς ἑῢς, καὶ ἐκτάσει, ἠΰς· καὶ κλίνεται ἠέος, ὡς ἡδὺς ἡδέος· καὶ καθʼ ὑπερβιβασμὸν, ἑῆος. Ἢ ὥσπερ παρὰ τὸ τρίβω γίνεται τριβεὺς, καὶ πνίγω πνιγεὺς, οὕτως καὶ παρὰ τὸ ἕω, ἑεύς· καὶ ἐξ αὐτοῦ ἑῆος. Ἐΐσκω: Ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων, εἴσω· καὶ πλεονασμῷ τοῦ κ, εἴσκω· καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ ἐπειδὴ οὐδέποτε ἡ ΕΙ δίφθογγος πρὸ τοῦ ΣΚ εὑρίσκεται, διαλύεται καὶ γίνεται ἐΐσκω. Μέλλοντα οὐκ ἔχει.

  
Ἀρνειῷ μιν ἔγωγε ἐΐσκω.  
Ἀντὶ τοῦ ἀπεικάζω, ὁμοιῶ. Ἐΐκτην: Ἀντὶ τοῦ ὡμοιοῦντο. Ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ, ὁ παρακείμενος, εἶκα· ὁ ὑπερσυντέλικος, εἴκειν· τὸ τρίτον τῶν δυϊκῶν, εἰκείτην· συγκοπῇ καὶ διαλύσει ἐΐκτην. Ἐθέλω: Ἰστέον δὲ ὅτι δύο θέματα εἰσὶ, θέλω καὶ ἐθέλω· καὶ τὸ μὲν τεθέληκα ἀπὸ τοῦ θέλω ἐστίν· ἐπειδὴ πᾶς παρακείμενος ἀπὸ συμφώνου ἀρχόμενος πάντως καὶ τὸν ἐνεστῶτα ἔχει ἀπὸ συμφώνου ἀρχόμενον· οἷον τέτυφα, ὅτι τύπτω. Τὸ δὲ θέλημα ἀπὸ τοῦ ἐθέλω ἐστί. Καὶ δεῖ γινώσκειν, ὅτι ἀεὶ τὸ τρισύλλαβον εὑρίσκεται παρὰ τῷ ποιητῇ ἐθέλω. Ἀμέλει ἐν τῷ,

  
Μὴ δὲ σὺ Πηλείδʼ ἤθελʼ ἐριζέμεναι.  
Δηλονότι κράσει ἐγένετο τοῦ η καὶ ε εἰς η. Μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεονασμὸν τοῦ ε· τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεονάζεσθαι, ὡς τὸ εἶπας, ἔειπας· ἐπὶ συμφώνῳ δὲ οὐ πλεονάζεται. Τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε τὸ μετὰ συμφώνου ὑπάρχον πέφυκε πολλάκις ἀποβάλλεσθαι, ὡς τὸ ἔφη, φῆ· ἔβη, βῆ. Δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον εἶναι τοῦ ἐθέλω. Τὸ γὰρ ἐθέλω παράγωγον κατά τι ἐστί. Τὰ γὰρ διὰ τοῦ ΛΩ ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμενον, περισπᾶται· οἷον, ὠφελῶ, ἀμελῶ. Τὸ δὲ ἐθέλω βαρύνεται. Τούτου χάριν τὸ θέλω ἀναλογώτερον ἐστὶ τοῦ ἐθέλω. Ἔχομεν γάρ τινα ῥήματα δισύλλαβα βαρυνόμενα· οἷον μέλω, ἕλω, κέλω. Πρόσκειται, «μὴ ἔχοντα ἕτερον λ προηγούμενον,» διὰ τὸ ἀνατέλλω. Ἐθελοκακήσας: Ἑκουσίως τὸ κακὸν ἐκλεξάμενος. Ἐθελημοί:

  
Οἱ δʼ ἐθελημοὶ  
  
ἥσυχοι ἔργʼ ἐνέμοντο,  
Ἡσίοδος. Ἐκ παραλλήλου τὸ αὐτὸ, θελημοὶ καὶ ἥσυχοι. Ἐθείρω: Σημαίνει τὸ ἐξ ἔθους ἐπιμελοῦμαι τῶν τριχῶν· ἀπὸ τοῦ ἔθω, τὸ ἐξ ἔθους τὶ διαπράττομαι. Ἐξ οὗ καὶ τὸ,

  
ἔθων Οἰνῆος ἀλωὴν,  
Ἰλιάδος ιʹ, ἀντὶ τοῦ, ἐξ ἔθους κατατρέχων καὶ βλάπτων κοινῶς τὴν καρποφόρον χώραν τοῦ Οἰνέως. Ἐθείρῃσι: Κόμαις, ταῖς ἐξ ἔθους ἐπιμελείας ἀξιουμέναις θριξίν. Ἀπὸ τοῦ ἔθω ἐθείρω, γίνεται ἔθειρα ἡ θρὶξ, οἱονεὶ ἐξ ἔθους ἐπιφοιτῶσα τινί· ἢ παρὰ τὸ ἐξ ἔθους ῥεῖν. Γράφεται διὰ διφθόγγου· πάντα γὰρ τὰ διὰ τοῦ ΕΙΡΑ προπαροξυνόμενα διὰ τῆς ΕΙ διφθόγγου γράφονται, δότειρα, σώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηϊάνειρα. Οὕτως οὖν καὶ τοῦτο. Καὶ καθόλου τὰ εἰς ΡΑ θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι μόνον, ἀλλʼ ἢ μετὰ τοῦ ω, οἷον πρῷρα· ἢ μετὰ τοῦ α, οἷον σφαῖρα. <!-- 319 -->Σεσημείωται τὸ εἶρα καὶ Κάειρα, ἀμφιβαλλόμενα. Ζήτει δὲ περὶ τούτου εἰς τὸ πρώειρα καὶ κάειρα. Ἔθος: Εἴρηται παρὰ τὸ ἐτεὸν, τὸ ἀληθές· ὅπερ καὶ ἐτὸς λέγεται· καὶ παρὰ τὸ ἔθος τὸ ἀεὶ ὡσαύτως ἔχον. Ἢ παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους ἔχω, γίνεται ἔθος, ὡς μένω, μένος· σθένω, σθένος. Ἐκ τοῦ ἔθω γίνεται ἐθίζω, ὡς ἔλπω, ἐλπίζω. Τὸ δὲ ἔθω γίνεται ὡς οἶμαι παρὰ τὸ ἔθος, ἔθω·

  
Οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες,  
Ἰλιάδος πʹ, οὓς σφῆκας δηλονότι οἱ παῖδες ἐρεθίζωσι, συνεχῶς καὶ ἐξ ἔθους παραγινόμενοι καὶ βλάπτοντες. Ἔθνος: Τὸ πλῆθος, καὶ αἱ κατὰ γένος ἰδιάζουσαι τῶν ἀνθρώπων διαφοραί. Ἐπὶ μὲν τοῦ πλήθους,

  
Ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων.  
Ἀντὶ τοῦ ἔθνη, πλήθη, ἄπεισι, πορεύονται. Τοῦ δʼ ἑτέρου,

  
καὶ ἔθνεα μυρία θνητῶν.  
Παρὰ τὸ ἔθω, ἔθος καὶ ἔθνος, τὸ ἐξ ἔθους τὶ διαπράττειν· ἑκάστῳ γὰρ ἔθνει ἴδιον ἔθος ἕπεται. Ἢ παρὰ τὸ θείνω, τὸ φονεύω, θένος· καὶ ἐν ὑπερβιβασμῷ, ἔθνος. Τὸ ε, ψιλόν· ἐπειδὴ τὰ εἰς ΟΣ οὐδέτερα τῷ ε ψιλῷ παραλήγεται· οἷον, βρέφος, μέλος, βέλος, νέφος, γένος, δέος, ἔπος, λέχος, μέρος· πλὴν τοῦ λαῖφος καὶ αἶσχος. Ἔθου: Τίθημι· ὁ μέλλων, θήσω· ὁ ἀόριστος, ἔθηκα· ὁ βʹ, ἔθην· ὁ μέσος, ἐθέμην· τὸ βʹ, ἔθεσο· καὶ ἀποβολῇ τοῦ σ, ἔθεο· καὶ κράσει, ἔθου· καὶ τὸ προστακτικὸν, θοῦ. Ἔθρισε: Παρὰ τὸ θερίζω, κατὰ συγκοπὴν, θρίζω· καὶ ἀποθρίζω καὶ ἀπέθρισεν. Ἐθρίγκωσε: Περιεσκέπασε, περιετείχισε. Θριγκὸς δὲ ἡ στεφάνη, μεθʼ ἣν οὐδέν ἐστιν. Ἀπὸ τοῦ θρὶξ δέ ἐστιν, ᾗ ἐπίκειται ἡ στεφάνη, ὑπεράνω πάντων οὖσα. Ἔθηκε: Σημαίνει βʹ· τὸ προκατέθηκεν, ἢ ἐποίησεν,

  
ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν.  
Ἀφʼ οὗ καὶ θέσις, ἡ ποίησις, παρὰ Ἀλκαίῳ. Καὶ θετοὶ ὑιοὶ, οὕς τις εἰσεποιήσατο. Σημαίνει καὶ τὸ παρʼ ἡμῖν νοούμενον·

  
κατὰ μὲν σόλον αὐτοχόωνον  
  
θῆκʼ ἐς ἀγῶνα φέρων.  
Ἑκάβη: Ἡ ἕκαθεν βεβηκυῖα πρὸς τὸν ἄνδρα· ὁ γὰρ πατὴρ Δύμας Φρὺξ εἰς Ἴλιον Πριάμῳ ταύτην ἐξέδοτο· ὅθεν καὶ Πρίαμος Φρυξὶ συμμαχεῖ.

  
Ἤδη καὶ Φρυγίην εἰσήλυθον.  
Ἑκάτη: Ἡ θεὸς, οἱονεὶ ἑκάστη τὶς οὖσα, ἡ εἰς ἕκαστα παραλαμβανομένη, καὶ πανταχοῦ βοηθοῦσα· ἢ ὅτι ἑκάστου θεοῦ τιμῶν μετέχει. Ἑκάτην τὴν Ἄρτεμιν· ἵνʼ ᾖ ἕκαθεν τῶν ἀποθνησκόντων. Ἑκάλη: Ἡ ἡρωΐς· εἰς ἣν καὶ ποίημα ἔγραψε Καλλίμαχος· ἡ πρὸς ἑαυτὴν πάντας καλοῦσα. Ταύτην Ἑκαλίνην ἔλεγον οἱ παλαιοὶ ὑποκοριζόμενοι. Ἔθυον δὲ αὐτῇ, διὰ τὸ ξενίσαι Θησέα. Ἑκάς: Οἷον,

  
ἑκὰς Ἄργεος.  
Τουτέστι πόρρωθεν. Γίνεται παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ. Ἢ παρὰ τὸ ἥκω, τὸ παραγίνομαι· πόρρωθεν γάρ τις παραγίνεται. Ἕκαθεν: Πόρρωθεν· παρὰ τὸ ἑκάς. Ἑκάεργος Ἀπόλλων, παρὰ τὸ ἕκαθεν εἴργειν, τουτέστι κωλύειν· ἢ παρὰ τὸ ἕκαθεν ἐργαζόμενον, τουτέστι μαχόμενον· ἔργον γὰρ τὴν μάχην οἶδεν Ὅμηρος καλεῖν· τουτέστιν ὁ πόρρωθεν ἐέργων, ὅ ἐστιν ἐργαζόμενος καὶ μαχόμενος, τοξότης. Ἐπιθετικῶς δὲ λέγεται ὁ Ἀπόλλων. Ἑκατηβελέταο ἄνακτος: Πόρρωθεν βάλλοντος, εὐστόχου τοξότου. <!-- 320 -->Ἔστι δὲ γενικὴ Αἰολική. Παρὰ τὸ ἑκὰς καὶ τὸ βέλος γίνεται ἑκαβελέτης· καὶ πλεονασμῷ τῆς ΤΗ συλλαβῆς, ἑκατηβελέτης, ὡς ἔτυμον, ἐτήτυμον· ὁ ἕκαθεν βάλλων· τοξότης γὰρ ἑκατηβόλος, ὡς ἤδη εἴρηται, ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω· ὁ παθητικὸς παρακείμενος, ἕμαι, ἕσαι, ἕται, ἕτης· καὶ μετὰ τοῦ βέλους, βελέτης· καὶ μετὰ τοῦ ἑκῆ, ἑκηβελέτης· καὶ πλεονασμῷ τοῦ ΑΤ, ἑκατηβελέτης, ὁ τὰ βέλη μήκοθεν βάλλων. Ἐκάτοιο: Τοῦ Ἀπόλλωνος τοῦ μακρόθεν βάλλοντος, τοῦ τοξικοῦ. Ἐκ τοῦ ἑκὰς ἕκαστος ἕκατος. Ἔκαστος: Παρὰ τὸ ἑκὰς, ὁ μὴ πέλας, οἷον κεχωρισμένος καὶ μὴ συλλήβδην ὢν πρὸς ἕτερον. Ἐπιμερίζοντες δὲ τὸ πλῆθος φασὶν ἑκάτερος ἕκαστος. Τί σημαίνει ἕκαστος; Ἀντὶ τοῦ οἱ Ἕλληνες καὶ βάρβαροι. Ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Ἐπιμεριζομένου. Ποσαχῶς τὰ ἐπιμεριζόμενα; Τετραχῶς· εἷς ἐκ δύο, ὡς ἕτερος· δύο καθʼ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· καὶ πολλοὶ καθʼ ἕνα, ὡς ἕκαστος. Τὰ δὲ ἐπιμεριζόμενα κλητικὴν οὐκ ἔχει· ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις· τὰ δὲ ἐπιμεριζόμενα πρὸς ἀπόν.

  
Ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν,  
Ἰλιάδος λʹ, ἀντὶ τοῦ, περὶ πάντα εἴχομεν σπουδαίως. Ἑκάστοτε: Ἐπίρρημα. Παρὰ τὴν ἑκάστου γενικὴν παράγωγον ἑκάστοτε, ὡς ἄλλος, ἄλλοτε. Ἑκαστέρω: Τὰ πορρωτέρω· ἀπὸ τοῦ ἑκὰς, ὃ σημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτερος· ἑκατέρω γὰρ ἦν. Οὕτως Ἡρωδιανός. Ἰλιάδος κʹ,

  
Τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω.  
Ἀντὶ τοῦ πορρωτάτω. Παρὰ τὸ ἑκάς. Ἑκάτερος: Ἀπὸ τοῦ ἑκὰς, συγκριτικὸν, ἑκάτερος. Ἑκάτερθεν: Ἀντὶ τοῦ ἐξ ἑκατέρου μέρους· γίνεται ἐκ τοῦ ἑκατέρωθεν. Ἑκαμήδη: Ἡ Νέστορος παλλακίς. Ἀπὸ τοῦ ἕκαθεν βουλεύεσθαι· ἢ ἡ κατὰ τοῦ Νέστορος μηδὲν εἰκαῖον μηδομένη. Ἑκατόν: Ὁ ἀριθμός. Παρὰ τὸ ἔχω ἐχατὸν καὶ ἑκατόν. Ὡς γὰρ οἱ ἐπὶ πέρας ὁδοῦ ἐρχόμενοι, οὕτως καὶ οἱ ἐπὶ πέρας ἀριθμοῦ ἐρχόμενοι ἐπέχονται. Ἢ παρὰ τὸ ἥκειν καὶ φέρειν δέκατον ἀριθμόν. Ἢ ἀπὸ τοῦ ἑκάς. Ἑκατόμβη: Ἐκ τοῦ ἑκατὸν καὶ τὸ βοῦς βοὸς γίνεται ἑκατόμβοος· τὸ θηλυκὸν, ἑκατομβόη· καὶ συγκοπῇ, ἑκατόμβη. Τὸ μὲν ἑκατὸν, τὸ μέγα καὶ πολύ· τὸ δὲ βοιὸν, τὸ τίμιον, ὡς ἐπὶ τοῦ ἀλφεσίβοιαι. Οὐ μόνον δὲ ἡ ἐκ τῶν βοῶν θυσία, ἀλλὰ καὶ ἡ ἐξ ἄλλων ἱερείων· οἷον,

  
Ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.  
Τινὲς δὲ τὴν τελείαν θυσίαν, ἤτοι τὴν ἀπὸ τῶν ἑκατὸν βοῶν· ἢ τὴν ἀπὸ ἑκατὸν βημάτων, ὅ ἐστιν εἰκοσιπέντε ζῴων. Ἑκατόμβοιος δὲ ἕκαστος, τουτέστιν ἑκατὸν βοῶν τιμῆς ἄξιος, ἢ ἑκατὸν χρυσῶν νομισμάτων. Οἱ γὰρ παλαιοὶ, πρὶν ἐπινοηθῆναι τὰ νομίσματα, τὰς συναλλαγὰς διὰ τῶν τετραπόδων ἐποιοῦντο· ὅθεν ὕστερον ἐφευρεθέντων τῶν νομισμάτων, βοῦν ἐξετύπουν ἐν αὐτῷ, τὸ ἀρχαῖον ἔθος ἐπιδεικνύμενοι. Βοιὸν δὲ λέγουσιν εἶναι στάθμιόν τι, ἢ τὴν βοὸς τιμήν. Ἢ τὸ δίδραχμον, βοῦν ἔχον ἐπίσημον, καὶ τὸν πόδα. Ὅθεν καὶ παροιμία, βοῦς ἐπὶ γλώττης, ὅ ἐστι νόμισμα, ἁρμόζει ἐπὶ τῶν ῥητόρων τῶν λαμβανόντων νομίσματα ὑπὲρ τοῦ μὴ συνηγορῆσαι κατά τινος, ἀλλὰ σιωπῆσαι· ὅθεν καὶ <!-- 321 -->Ἀριστοφάνης κωμῳδῶν αὐτοὺς φησὶ,

  
Τὸ στόμʼ ἐπιβύσας κέρμασι τῶν ῥητόρων.  
Ἑκατομβαιών: Μήν ἐστι παρʼ Ἀθηναίοις, Κρονίων πρῶτον καλούμενος, ἀπὸ τῆς γινομένης τῷ Κρόνῳ θυσίας. Ἑκατομβαιὼν δὲ ὠνόμασται διὰ τὰς τοῦ Ἀπόλλωνος θυσίας· θύουσι γὰρ αὐτῷ ἑκατομβαιῷ, τουτέστι πολυτίμῳ· μᾶλλον δὲ ἑκατὸν βόας εὐχόμενοι. Ἑκατομβαιὼν ὠνόμασται, ἐπειδὴ ἱερός ἐστι τῷ ἡλίῳ. Ὁ δὲ ἥλιος τούτῳ τῷ μηνὶ μέγαν ποιεῖ τὸν δρόμον. Ἐκάλουν δὲ οἱ παλαιοὶ τὸ μέγα ἀπὸ τοῦ ἑκατὸν, ἀφʼ οὗ καὶ «ἑκατόμβοια ἐννεαβοίων.» Ἔκδικον: Τὸν ἐκδικητὴν, καὶ τὸν ἔξω τοῦ δικαίου. Ἐκ τοῦ ἔκδικος γίνεται ἐκδικῶ ἐκδικήσω, ἐκδικητής. Τοῦτο παρὰ τὸ δίκη. Ἔκδικος: Δίκαιος, ἢ ἄδικος, οἱονεὶ ὁ ἔξω τοῦ δικαίου ὤν. Ἐκδικάσασθαι: Ἰσαῖος ἀντὶ τοῦ ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι. Ἔκδηλος: Διάδηλος, φανερός. Ἑκατόμπεδον: Νεὼς ἐστὶ τῆς Ἀθηνᾶς ποδῶν ἑκατὸν ἐκ πάσης πλευρᾶς. Διὰ τοῦτο γὰρ καὶ ὠνόμασται. Καλοῦσι γὰρ αὐτόν τινες Παρθενῶνα. Ἐκεχειρία: Ἄνεσις, ἀργία, ἀνάπαυσις, συνθήκη, ἔνδοσις, καὶ πολέμου ἀνοχή· κυρίως ἐπὶ πολέμου. Παρὰ τὸ ἔχω καὶ τὸ χεὶρ γίνεται ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ, ἡ πρὸς ὀλίγον τοῦ πολέμου ἡσυχία· παρὰ τὸ ἔχειν τὰς χεῖρας. Ἐκεῖνος: Ἡ ἀντωνυμία, παρὰ τὸ ἑκὰς ἐπίρρημα· τὴν γὰρ πόρρω δεῖξιν σημαίνει. Καὶ οἱ Δωριεῖς κῆνος αὐτὴν φασὶ καὶ τῆνος· ἀντιδιαστέλλοντες αὐτὴν ἐπὶ τῆς πλησίον δείξεως. Εὑρίσκεσθαι μέντοι φησὶν Ἀπολλώνιος τὴν τῆνος καὶ ἐπὶ τῆς πόρρω δείξεως. Ἐκεῖ: Ἐκ τοῦ ἐκεῖνος, κατὰ συγκοπήν. Τὸ ΚΕΙ δίφθογγον κατὰ διάλεκτον· ἐπειδὴ οἱ Δωριεῖς ἐκῆνος λέγουσι διὰ τοῦ η, ὡς πλείων, πλήων· μείων, μήων. Διατί περισπᾶται; Αἱ συγκοπαὶ ἡνίκα φυλάσσωσι τὸ αὐτὸ μέρος τοῦ λόγου καὶ τὸν αὐτὸν τόνον φυλάσσουσιν· οἷον δῶμα, δῶ· ἐκεῖνος, ἐκεῖ. Ἐκεῖθεν: Οὐδὲν τῶν εἰς ΘΕΝ τῇ ΕΙ διφθόγγῳ παραλήγεται πλὴν τοῦ ἐκεῖθεν, ὅπερ ἀπὸ τοῦ ἐκείνοθεν γίνεται κατὰ συγκοπήν· καὶ τὸ ἐκεῖ, ἀπὸ τοῦ ἐκεῖθι· τοῦτο δὲ, ἀπὸ τοῦ ἐκείνοθι· καὶ τὸ ἐκεῖσε, ἀπὸ τοῦ ἐκείνοσε. Ἕκητι:

  
Χρυσὲ κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων·  
  
εἴθε σε μὴ θνητοῖσι γενέσθαι πῆμα ποθεινόν.  
  
Σεῦ γὰρ ἕκητι μάχαι τε λεηλασίαι τε φόνοι τε·  
  
ἐχθρὰ δὲ τέκνα γονεῦσιν, ἀδελφειοί τε, σύναιμοί τε.  
Ἀπὸ τοῦ ἑκὼν γίνεται ἑκάζω, καὶ ἑκαστὶ, ὡς Δωρίζω, Δωριστί· καὶ ἐκτάσει τοῦ α εἰς η, καὶ ἀποβολῇ τοῦ σ, ἅμα καὶ ἀναβιβάσει τοῦ τόνου, ἕκητι. Ἕκηλος: Ὁ ἥσυχος. Παρὰ τὸ ἑκὰς ἕκαλος, καὶ ἕκηλος. Ἢ παρὰ τὸ ἀκὴν ἄκηλος, καὶ ἕκηλος· τὸ γὰρ ἀκὴν ἐπὶ τοῦ ἡσύχως τάττουσιν. Ἢ παρὰ τὸ ἑκὼν ἕκηλος· ὁ γὰρ ἑκουσίως τὶ ποιῶν, ἡσύχως ποιεῖ. Ἑκηβόλος, καὶ Ἑκηβελέτης, καὶ Ἑκηβόλος, Ἑκηβελέτης, Ἕκατος: Οὕτως ὁ Ἀπόλλων, ὅτι ὁ αὐτός ἐστι τῷ ἡλίῳ καὶ τὰς ἀκτῖνας ἕκαθεν βάλλει. Ἑκατηβελέταο ἕκαθεν, ὅ ἐστι πόρρωθεν, βάλλοντος τὰ βέλη, εὐστόχου τοξότου. <!-- 322 -->Ἐκ τοῦ ἑκὰς καὶ τοῦ βάλλω γίνεται ἑκαβόλος καὶ ἑκηβόλος, ὁ μακροβόλος. Ἢ ὅτι ἑκατὸν βέλη ἐπαφῆκε τῷ Δελφύνῃ. Ἑκηβολίαι: Εὔστοχοι τοξίαι· παρὰ τὸ ἕκαθεν ἐπιτυγχάνειν· βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν, ὡς τὸ,

  
Βάλλειν ἄγρια πάντα.  
Καὶ,

  
Σὺ δὲ φρεσὶ βάλλεο σῇσιν.  
Ἀντὶ τοῦ εὐστόχως ἔχε. Ἔκηα:

  
Κατὰ πίονα μηρίʼ ἔκηα.  
Ἔκαυσα, ἔθυσα, τουτέστιν ἐκάρπωσα. Ἐκ τοῦ καίω, καύσω· ὁ ἀόριστος, ἔκαυσα· ἀποβολῇ τοῦ σ, καὶ ἐκτάσει τοῦ α εἰς η, ἔκηα. Ἢ παρὰ τὸ καίω, ὁ μένος παρακείμενος, κέκηα· καὶ ἀποβολῇ τοῦ κ. Ἐκηρώθην: Ἐσκοτίσθην· ἢ παρὰ τὸ δέος κήρινος ἐγενόμην. Ἐκκεχειλωμένην: Ἐψευσμένην, ἢ κεχερσωμένην· ὅτι ὁ χείλων ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος· οἷον ἐξημελημένην. Ἐκκορηθῆναι: Ἐκκαλλυνθῆναι. Τὸ γὰρ κορεῖν, καλλύνειν ἐστὶ καὶ σαίρειν. Ἐκκεκωφέαται: Ἀπὸ τοῦ κωφῶ, κωφήσω, κεκώφηκα, κεκώφημαι, κεκώφηται, καὶ Ἰακῶς, κεκωφέαται· καὶ ἐν συνθέσει, ἐκκεκωφέαται.

  
Αἱ δʼ ἐμαὶ φρένες ἐκκεκωφέαται,  
καὶ παραβέβλαπται. Ἐκκορυφώσω: Δύναται μὲν ἀκούεσθαι ἀνακεφαλαιώσομαι, οἷον κορυφὴν ἐπιθήσω· δύναται δὲ καὶ οὕτως, ἕτερόν σοι λόγον ἀπάρξομαι· ἐπεὶ ἡ κορυφὴ ἀρχή τις ἐστὶ τοῦ σώματος. Ἐκ κλίμακος: Ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ὁπότε χρονοτριβοῖεν οἱ πύκται, κλίμαξ εἰσεφέρετο, ὥστε διαστάντας καὶ χώραν λαβόντας μένειν ἐν ταύτῃ, ἕνεκεν τοῦ μὴ ὑφίστασθαι τὰς φερομένας πληγὰς περιτρέχοντας, ἀλλὰ μένοντας ἐπὶ τούτου τῇ ποιᾷ τῶν χειρῶν ἐκτάσει φυλάττεσθαι. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐκκλιμακίζει: Παράγει, διαστρέφει· ἀπὸ τῆς κλίμακος, ἥτις οὖσα ὄργανον βασανιστικὸν, διαστρέφει τὰ σώματα τῶν βασανιζομένων. Ἐκκλητεύειν: Τὸ εἰς κρίσιν ἄγειν, ἵνα ἐπάναγκές τις μαρτυρῇ. Οὕτως Αἰσχίνης. Καὶ δικαστήριον ἔκκλητον λέγουσιν. Ἔκκλητος πόλις: Ἣν ἂν ἐκκαλῆταί τις εἰς τὸ κρίνεσθαι, δηλονότι τὴν πρώτην οὐ στέργων κρίσιν, ὡς πρὸς ἔχθραν κρίνασαν, ἢ πρὸς χάριν. Ἐξῆν δὲ τοῖς μὲν ξένοις ἐκκαλεῖσθαι πόλιν ἄλλην· τοῖς δὲ πολίταις οὐκέτι. Ἔκλαγξαν δʼ ἀρʼ ὀϊστοί: Ποιὸν ἦχον ἀπετέλεσαν, ἤχησαν. Ἔστι ῥῆμα πεποιημένον κλάζω· ὁ μέλλων, κλάγξω· ὁ ἀόριστος, ἔκλαγξα· τὸ τρίτον τῶν πληθυντικῶν, ἔκλαγξαν. Ἐκλώζετε: Κλωσμὸν ἔλεγον τὸν γινόμενον ἐν τῷ στόματι ψόφον· ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων, ὧν οὐχ ἡδέως ἤκουον. Ἐκ τοῦ Ῥητορικοῦ. Ἐκλογεῖς: Οἱ ἐκλέγοντες τοὺς φόρους· ἀπὸ τοῦ ἐκλέγειν τὸ πράττεσθαι καὶ ἀπαιτεῖν. Ἐκλέλαθα: Ἔστι λήθω· ὁ μέσος παρακείμενος, λέληθα· <!-- 323 -->μεταπεσόντος δὲ τοῦ η εἰς α βραχὺ, λέλαθα, ὡς τὸ μέμηκα, μέμακα. Οἱ δέ γε Σικελοὶ τὸ τελικὸν α τῶν παρακειμένων εἰς ω μετατιθέμενοι ἐνεστῶτα ποιοῦσι· πεποίηκα, πεποιήκω· λέλαθα, λελάθω. Ἐκμυζήσας: Ἐκπιέσας, ἐκθλίψας. Ἐκμαγεῖον: Ἐκτύπωμα καὶ ἐκσφράγισμα. Ἐκ τοῦ μάσσω γίνεται μάγος, ὁ ἀπομασσόμενος πάντα. Ἐκ δὲ τοῦ μάγος κτητικοῦ, μαγεῖον καὶ ἐκμαγεῖον, ὡς διδάσκαλος, διδασκαλεῖον· πάσσαλος, πασσαλεῖον· καὶ ἰατρὸς, ἰατρεῖον. Ἐκνεφίας: Ὁ σφοδρὸς ἄνεμος, ἤγουν ὁ ἐκ νεφῶν ἄνεμος. Παρὰ τὸν γνόφον, οἱονεὶ ὁ νέφη συνάγων, καὶ ἐξ αὐτῶν κινούμενος. Ἐκνομίως: Μεγάλως, ἐξάλλως, παρὰ τὰ νενομισμένα, ἢ καθʼ ὑπερβολὴν κακίας ἢ ἀρετῆς, οἷον ἔξω νόμου, ὡς ἐκδίκως τὸ ἔξω τοῦ δικαίου· καὶ ἐνδίκως, τὸ ἐναντίον. Ἐκνενευρισμένοι: Ἐψιλωμένοι δυνάμεως. Ἐκολώα: Ἐθορύβει· παρὰ τὸ κολωῶ, τὸ θορυβῶ· τοῦτο ἐκ τοῦ κολωὸς, ὃ σημαίνει τὸν θόρυβον, τοῦτο ἐκ τοῦ κλῶ κλῶος καὶ κολωός. Ἐκολλόπωσε: Κόλλῃ συνήρμοσεν. Ἀπὸ γὰρ τοῦ νωτιαίου κόλλοπος καὶ δέρματος ἑψομένου γίνεται ἡ κόλλα τῶν βοῶν· ὅθεν καὶ ᾧ ἐπιτείνουσι τὰς χορδὰς, κόλλοψ. Ἦν γὰρ δερμάτινος. Ἔκπαγλος: Ὁ καταπληκτικός. Παρὰ τὸ πέλαγος, φοβερὸν γὰρ τοῖς πλέουσιν, ἐκπέλαγος· καὶ κατὰ συγκοπὴν, ἔκπαγλος. Ἢ ἐκ τοῦ πλήσσω, τοῦ σημαίνοντος τὸ θαυμάζω, ὁ δεύτερος ἀόριστος, ἔπλαγον· καὶ ὄνομα, ἔκπλαγος· καὶ ἐπίρρημα,

  
Ἐκπάγλως κοτέοντο.  
Ἔκπαγλα: Κανών ἐστιν ὁ λέγων, ὅσα ἐν ὁμοφωνίᾳ καθέστηκε πληθυντικῶν οὐδετέρων ὀνομάτων μετάγεται εἰς ἐπιρρηματικὴν σύνταξιν. Ἐκπαγλότατε: Ἐκπληκτικώτατε, φοβερώτατε· ἢ ἐξοχώτατε. Ἐκ τοῦ ἐκπλήσσομαι ῥηματικὸν ὄνομα ἔκπλαγος· καὶ ὑπερθέσει, ἔκπαγλος. Ἐκποδών: Ἀφανὴς, ἐκ μέσου. Ἐκποίητος τῷ πατρί: καὶ Ἐκποίητον γενέσθαι: Ἀποκηρυχθῆναι τοῦ γένους. Ἢ ὁ δοθεὶς ἑτέρῳ εἰς ποίησιν. Οἱ δὲ φασὶν, διαφέρει ἐκποίητος ἀποκηρύκτου· ὅτι ὁ μὲν ἀποκήρυκτος, ἐπὶ κολάσει ἐκβάλλεται· ὁ δὲ ἐκποίητος, ὑπὸ τοῦ φύσει πατρὸς δίδοται εἰς ἕτερον οἶκον πρὸς θέσιν. Ἔκπτωτος: Ἰστέον ὅτι ὥσπερ λέγεται ἔκβιος ὁ ἐστερημένος τοῦ βίου· καὶ ἐξούσιος, ὁ ἐστερημένος τῆς οὐσίας· τὸν αὐτὸν τρόπον καὶ ἔκπτωτος λέγεται ὁ ἐστερημένος τῆς πτώσεως. Ἔκπυστα:

  
Ἔκπυστα ἐποίησε τὰ πραττόμενα.  
Ἐκ τοῦ πεύθω, ὃ σημαίνει τὸ ἀκούω, γίνεται πυστὰ, καὶ ἔκπυστα. Σημαίνει δὲ τὰ ἐξάκουστα καὶ ἐξάγγελτα καὶ ἔκδηλα. Ἐκπερδικίσαι: Διαδρᾶναι πανούργως· ἀπὸ μεταφορᾶς τῶν περδίκων· πανοῦργον γὰρ τὸ ζῷον καὶ διαδιδράσκον τοὺς θηρῶντας. Ἐκποκιῶ: Ἐκτίλλω. Ποκάδες γὰρ αἱ τρίχες. Ἑκτικῶν: Τῶν περὶ ἕξιν νοσούντων. Ἐκτόπως: Μεγάλως, κραταιῶς. <!-- 324 -->Ἐκτιλώσαντο: Πράως καὶ χειροήθως μετεχειρίσαντο. Ἐκμαρτυρεῖν: Τὸ λέγειν οὐχ ἅπερ αὐτὸς εἶδεν, ἀλλʼ ἅπερ ἑτέρων ἤκουσε λεγόντων. Ἐκμαρτυρία δὲ γεγραμμένη ἀναγινώσκεται, ὅτάν τις ἢ τελευτήσας ἢ ᾖ ὑπερόριος. Ἐκρέμω: Ἐκ τοῦ κρεμῶ, παράγωγον κρέμημι, ὡς ἱστῶ, ἵστημι· τὸ παθητικὸν, κρέμαμαι, ὡς ἵσταμαι· ὁ παρατατικὸς, ἐκρεμάμην· ἐκρέμασο, τὸ βί· κρεμὰς γὰρ ἡ ἐνεστῶτος μετοχὴ, ὥσπερ ἱστάς· καὶ ἀποβολῇ τοῦ σ Ἰωνικῶς, ἐκρέμαο· καὶ κράσει τῶν φωνηέντων, ἐκρέμω. Καὶ οὐκ ἔστιν ἐκ τοῦ κρεμῶ· ἦν γὰρ ἂν περισπώμενον, ὡς ἐβοῶ, ἐγελῶ. Χοιροβοσκός. Ἐκ ῥώμης: Ἡ ἐξ πρόθεσις, ὅταν αὐτῇ σύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰς κ. Δεῖ δὲ προσθεῖναι, «χωρὶς εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντος·» οἷον ὡς παρὰ Ἀρχιλόχῳ, «διὲξ σωλῆνος·» καὶ πάλιν, «διὲξ τὸ μύρτον,» ἀντὶ τοῦ, διὰ τὸ μύρτον· σημαίνει δὲ τὴν μυρσίνην. Ἔτι δεῖ προσθεῖναι, «καὶ χωρὶς εἰ μὴ εὑρεθῇ ἐν τέλει στίχου·» οἷον ὡς παρὰ Θεοκρίτῳ,

  
Ἔνθα μιᾶς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἐξ  
  
τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός.  
Καὶ χωρὶς τοῦ πάρεξ. Ταῦτα πάντα ἐσημειωσάμεθα, ἐπειδὴ ἐπὶ τούτων τῶν χρήσεων ἐφύλαξε τὸ ξ τῆς προθέσεως συμφώνου ἐπιφερομένου. Ἕκτωρ: Παρὰ τὸ ἔχω, τὸ κρατῶ, ὁ μέλλων, ἕξω· ἐξ αὐτοῦ Ἕκτωρ, ὁ τοὺς Τρῶας ἐπικρατῶν· ἢ ὁ τῆς Τροίας κρατῶν· ἢ παρὰ τὸ ἐκθορεῖν. Ἔκτα σὺν οὐλομένῃ Ἀλόχῳ: Ἐὰν ἀναγνῷς ἔκταν, Ἀττικῆς κλίσεως ἐστίν. Ἀπὸ τοῦ κτῆμι, ὁ βʹ ἀόριστος, ἔκτην· καὶ συστολῇ, ἔκταν. Ἐὰν δὲ κατέκτα, ἐκ τοῦ κτάω κτῶ. Ἐκτῆσθαι: Κτῶ κτήσω κέκτηκα κέκτημαι κεκτῆσθαι· καὶ ἀποβολῇ τοῦ κ. Ὅτε γὰρ ἀπὸ δύο συμφώνων ἄρχεται ὁ ἐνεστὼς, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος. Ἐκτίλαι: Ἐστὶ τείνω· ἀποβολῇ τοῦ ε, καὶ τροπῇ τοῦ ν εἰς λ, γίνεται τίλλω ῥῆμα. Σημαίνει τὸ ξαίνω· ὁ γὰρ ξαίνων τείνει. Ἐκτυφῆναι: Τύφω· ὁ δεύτερος ἀόριστος, ἔτυφον· ὁ παθητικὸς, ἐτύφην, τυφῆναι. Σημαίνει δὲ παρὰ μικρὸν ἐκτυφλωθῆναι. Ἐκτραχηλισθῆναι: Ἐκπεσεῖν τῶν ἵππων, οἳ τὸν αὐχένα ἐπικάμψαντες ἀποσείονται τὸν ἐπιβάτην. ἐκτραχηλισθῆναι δὲ λέγουσιν, οὐχὶ ἐκσφονδυλισθῆναι. Ἔστιν οὖν ἀντὶ τοῦ διαμαρτάνειν ἐκπεσόντα ἀπὸ μεταφορᾶς τῶν τοὺς ἵππους ἀναβαινόντων. Μέμνηται Δημοσθένης ἐν πέμπτῳ Φιλιππικῶν. Ἐκ τοῖο: Ἐξ ἐκείνου τοῦ χρόνου ὡς καλὸς, καλοῦ, καλοῖο, οὕτω καὶ ἐκτὸς, ἐκ τοῦ, ἐκ τοῖο·

  
Ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο.  
Ἐκτιλωμένοις: Συνήθεσιν· ἐπεὶ ὁ κτίλος, ὁ ἡγούμενος τῆς ποίμνης κριὸς, συνήθης τῷ ποιμένι. Ἑκυρός: Ὁ πενθερός. Οὕτως ἀγορεύεται παρὰ τῆς νύμφης ὁ τοῦ νυμφίου πατὴρ, ὡς Πρίαμος ὑπὸ Ἑλένης,

  
Αἰδοῖός τέ μοι ἐσσὶ φίλε ἑκυρὲ δεινός τε.  
Πενθεροὶ δέ εἰσι τῷ νυμφίῳ οἱ τῆς νύμφης πατέρες. Εἴρηται δὲ ἑκυρὸς παρὰ τὸ εἰς ἑαυτὸν τὴν κόρην ἄγειν. Ἢ παρὰ τὸ δέχω, δεχυρός· καὶ ἀποβολῇ τοῦ δ, καὶ τροπῇ τοῦ χ εἰς κ, ἑκυρός. <!-- 325 -->Ἢ παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω, κυρὸς, καὶ πλεονασμῷ τοῦ ε, ἑκυρός. Ἐκυδάσσατο: Σημαίνει τὸ ἐλοιδόρησεν.

  
Ὦ πέπον, ἦ μάλα δή με κακῶς ἐκυδάσσαο.  
Ἔστι κῦδος ἀρσενικῶς, καὶ σημαίνει παρὰ Συρακουσίοις τὴν λοιδορίαν. Ἀπὸ γοῦν τοῦ κῦδος, κυδάζω, κυδάζομαι· καὶ

  
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις,  
ἀντὶ τοῦ λοιδορεῖται, Σοφοκλῆς Αἴαντι. Ἐκφυλλοφορῆσαι καὶ Ἐκφυλλοφορίαι: Εἴποτέ τις τῶν πολιτῶν ἀδικεῖν ἐδόκει, καὶ ἀνάξιος εἶναι τοῦ συνεδρίου τῶν πεντακοσίων, ἐσκόπει περὶ αὐτοῦ ἡ βουλὴ, εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν, ἀλλʼ ἐλαθῆναι ἐκ τοῦ συνεδρίου. Ἀντὶ δὲ τῆς ψήφου φύλλοις ἐχρῶντο, ἐν οἷς ἐπεσήμαινε τὴν αὑτοῦ γνώμην ἕκαστος, ὥσπερ ὀστράκῳ ἐπὶ τοῦ ὀστρακισμοῦ. Καὶ ἐλέγετο τοῦτο ἐκφυλλοφορῆσαι. Μετὰ δὲ τὸ ἁλῶναι κακουργοῦντα Ξενότιμον τὸν ὑπηρέτην ἐν τοῖς κυάμοις, οὕτως ἡ τῶν φύλλων ἐπενοήθη. Ἐξῆν μέντοι ἐν τῷ διαστηρίῳ καταδέχεσθαι τοὺς ἐκφυλλοφορηθέντας, ὡς καὶ Δημοσθένης φησὶν ἐν τῷ κατὰ Νεαίρας. Ἐκωδωνίζοντο: Περιβόητοι ἐγίνοντο. Τέτακται καὶ ἐπὶ τοῦ διεπειράσθησαν, ὡς ἐν τῷ διεκωδωνίσεν. Εἴρηκεν οὕτω Λυσίας. Ἑκτεύς: Μέτρον τὶ, τὸ ἕκτον μέρος τοῦ μεδίμνου, ἔχοντος χοίνικας μή· ὡς εἶναι τὸν ἑκτέα χοίνικας ὀκτώ. Καὶ ἡμίεκτον, τὸ δωδέκατον τοῦ μεδίμνου. Ἐλάσσων: Ὁ βραχύτερος. Ἀπὸ τοῦ ἐλαχὺς ἐλαχύτερος, ἐλαχίων· ὁ τρίτος τύπος τῶν συγκριτικῶν, ἐλάσσων. Τὸ δὲ ἐλαχὺς, παρὰ τὸ ἐλῶ, τὸ ἀφαιρῶ· ἵνʼ ᾖ, ὁ ἀφαιρεθείς· καὶ ἐκ τούτου, μειωθείς. Καὶ ἐλαχὺν δόμον Καλλίμαχος τὸν μικρὸν καὶ πενιχρόν. Ἐλαστρῶ: Ἀπὸ τοῦ ἐλῶ· ἀφʼ οὗ τὸ ἐλαύνω· ὁ Ἀττικὸς παρακείμενος, ἐλήλακα· ὁ παθητικὸς, ἐλήλασμαι· ῥηματικὸν ὄνομα ἔλαστον, καὶ ἔλαστρον, πλεονασμῷ τοῦ ρ, ὡς κεντῶ, κέντον, καὶ κέντρον. Καὶ ἐκ τοῦ ἔλαστρον γίνεται ἐλαστρῶ. Ἢ ὡς ἀπὸ τοῦ βοῶ βοάζω βοαστὴς, βοαστρῶ καὶ βωστρῶ· καὶ καλῶ καλίζω καλιστὴς καλιστρῶ· οὕτω ἐλῶ ἐλάζω ἐλαστὴς ἐλαστρῶ. Πρώτης συζυγίας· ὅθεν καὶ,

  
Ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.  
Ἀντὶ τοῦ ἤλαυνον, Ἰλιάδος ςʹ. Ἐλασαίατο: Ἐλῶ ἐλάσω ἤλασα ἠλασάμην· τὸ εὐκτικὸν, ἐλασαίμην ἐλάσαιντο· καὶ Ἰακῶς, ἐλασαίατο. Καὶ ἐξελάσαιμι. Ἐκ δὲ τοῦ ἐλῶ γίνεται ἔλημι. Ἐλασίβροντα: Ἐλαυνόμενα ὡς αἱ βρονταί. Ἐλάτη: Παρὰ τὸ ἐλῶ, τὸ ἐλαύνω, ἐλάτη, καὶ ἐλάτης, καὶ ἐλατήρ. Ὡσαύτως καὶ τὸ φυτόν. Ἐλάτεια: Πόλις Φωκίδος· καὶ Ἐλατεύς. Ἐλαύνω: Εἴτε τὸ διώκειν, ἐξ οὗ ἀπελαύνω· ἢ ἐπὶ χαλκοῦ, ἢ χρυσοῦ, τὸ σημαινόμενον πρόδηλον· παρὰ τὸ ἐλῶ· οἷον,

  
Πτύχας ἤλασε κυλλοποδίων.  
Καὶ,

  
Διαμπὰξ διήλασεν ὄμβριμον ἔγχος.  
Ἔλω, ἐλύω, ἐλύνω· καὶ πλεονασμῷ τοῦ α, ἐλαύνω. Ἢ ὥσπερ βῶ βαίνω, οὕτως ἐλῶ ἐλαίνω· καὶ τροπῇ τοῦ ι εἰς υ, γίνεται ἐλαύνω. Ἔλω: Σημαίνει δύο· τὸ λαμβάνω, ὡς τὸ,

  
Ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο.  
Σημαίνει καὶ τὸ φονεύω, ὡς τὸ,

  
Φύλακον δʼ ἕλε Λήϊτος ἥρως.  
<!-- 326 -->Ἔλαφος: Τὸ ζῷον· ἢ διὰ τὴν κουφότητα καὶ τὸ τάχος, ἐλαφρή τις οὖσα· ἢ διὰ τὸ ἕλκειν τοὺς ὄφεις καὶ ἀναιρεῖν διὰ τῶν μυκτήρων· ἢ ἀπὸ τοῦ ἐλαύνειν τοὺς ὄφεις· ἢ ἀπὸ τοῦ ἔλος, ἔλαφος· ἢ παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις, ἕλοφός τις οὖσα. Τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς. Οὕτως γοῦν οἱ ὄφεις ὅτε ἀφανίζονται, αὕτη τὸ κέρας αὐτῆς προστρίβει εἰς πέτραν, θερμαινόμενον δὲ ποιεῖ ἀναθυμίασιν· ἧς μεταλαμβάνουσιν οἱ ὄφεις, καὶ ἐξέρχονται τῶν φωλεῶν. Ἐλάφειος ἀνήρ: Ἐπὶ τοῦ δειλοῦ· ἐκ μεταφορᾶς τῶν ζῴων· δειλὸν γὰρ ἡ ἔλαφος. Ἐλαφηβόλος: Κυνηγός· εἴρηται καταχρηστικῶς. Ἐλαφηβολιών: Μὴν Ἀθηναίων, ἀπὸ τῶν ἐλάφων ὀνομασθεὶς, αἳ τούτῳ τῷ μηνὶ ἐθύοντο τῇ ἐλαφηβόλῳ Ἀρτέμιδι. Ἐλαφρός: Εὐκίνητος, ἐλεφός τις ὤν· ἢ ἀπὸ τῆς ἐλάφου, ἥ ἐστι κουφότατον καὶ εὐκίνητον. Ἐλαφροτάτους: Ἐν ἐπαίνῳ λέγουσι τὸ ὄνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους· κατὰ τὸ ἐναντίον, τοὺς βαρυτάτους καὶ φορτικωτάτους. Ἐλαΐζειν: Τὰς ἐλαίας ἐργάζεσθαι. Γεωργοῖς Ἀριστοφάνης. Ἐλαιοκομεῖν καὶ Ἐλαιοκόμων: Τὰ ἔργα τῶν τὰς ἐλαίας ἐργαζομένων. Κομεῖν γὰρ τὸ ἐπιμελεῖσθαι. Ἔλαιον: Ὁ καρπός. Παρὰ τὸ λεῖον λέαιον, τὸ λεαῖνον τὸ σῶμα· καὶ ἐν ὑπερθέσει, ἔλαιον. Ἢ ἀπὸ τοῦ ἐλαία τοῦ φυτοῦ παρωνύμως ἔλαιον, τὸ τρωγόμενον. Τὸ ΛΑΙ, δίφθογγον· διότι ἀνεφάνη τὸ α ἐν τῷ ἐλᾴδιον· ἐπὶ δὲ τοῦ ἐλέους, διὰ τοῦ ε ψιλοῦ· παρὰ γὰρ τὸ ἕλω, τὸ λαμβάνω· τὸ γὰρ ἔλεος πάντες λαμβάνομεν. Ἔστι δὲ καὶ ἀρσενικῶς ὁ ἔλεος· ἢ παρὰ τὸ λῶ, τὸ θέλω. Ἐλαία: Παρὰ τὸ λεῖον· ἢ λειῶ, λέαια· καὶ ἐν ὑπερβιβασμῷ, ἐλαία, ἡ τὸ λεαῖνον τίκτουσα. Ἢ παρὰ τὸ ἕλος, διὰ τὸ ἐν ἕλει ἵστασθαι· ἐν ἕλεσι γὰρ ὑγροῖς τὸ φυτόν. Ἢ παρὰ τὴν ἀλέαν, τὴν θερμασίαν· ἐν θερμοῖς γὰρ τόποις χαίρει. Ἐλαιοῦς: Πόλις ἐν Ἑλλησπόντῳ· Ἐλαιούσιος, ὡς Τραπεζοῦς Τραπεζούσιος. Ἐλεών: Ἡ πόλις· κλίνεται Ἐλεῶνος· παρὰ τὸ ἕλος, ἡ ἑλώδης οὖσα. Ἢ ἐλαών τις οὖσα, ὅτι πολλαὶ ἐλαῖαι πεφύκασιν ἐν αὐτῇ. Ἢ παρὰ τῇ ἕλῃ ἐστίν. Ἐλεοῦσα: Νῆσος πλησίον Ῥόδου. ὅτι Ἀθηναῖοι βαρεῖς φόρους εἰσπράττοντες Ῥοδίους, τῶν μὴ διδόντων τὰς θυγατέρας .... Ἐλεοκόπους: Λυσίας τοὺς τὰ ἕλη κόπτοντας, ὡς τὸ ἐλεόθρεπτον σέλινον, τὸ ἐν ἕλει τεθραμμένον. Ἐλέατρος λέγεται ὁ μάγειρος, παρὰ τοὺς ἐλεοὺς, αἵ εἰσι μαγειρικαὶ τράπεζαι. Ζήτει εἰς τὸ εἰλεός. Ἔλεγος: Θρῆνος ὁ τοῖς τεθνεῶσιν ἐπιλεγόμενος. Εἴρηται δὲ παρὰ τὸ ἒ ἒ λέγειν ἐν τοῖς τάφοις. Ἢ ἀπὸ τοῦ εὖ λέγειν διʼ αὐτοῦ τοῦ θρήνου τοὺς κατοιχομένους. Καὶ ἐλεγεῖα, παρὰ τὸ ἐλεεῖν τὸν τετελευτηκότα· ἢ ἐλέγεα, παρὰ τὸ εὖ λέγειν τὸν ἀποβιώσαντα. Ἐλεγεῖα: Τὸ μέτρον· καὶ ἀρσενικῶς, ἔλεγος· ἢ ὅτι ἐπιλέγεται τῷ ἑξαμέτρῳ τὸ πεντάμετρον· ἢ παρὰ τὸν ἔλεον καὶ τὸν γόον· ἢ παρὰ τὸ λέγεσθαι ἐπὶ τῶν θανόντων· εἰς ἐπικηδείαν γὰρ ἐλέγετο. Ἢ παρὰ τὸ ἒ ἒ λέγειν τοὺς τεθνεῶτας· ἢ παρὰ τὸν ἔλεγον, τὸν θρῆνον. <!-- 327 -->Δίδυμος δὲ, ὅτι διὰ τοῦτο τῷ ἡρῳῷ ἐπῇδον ὡς πεντάμετρον καὶ λειπόμενον τοῦ ἡρῳοῦ, μιμούμενοι τὴν τῶν ἀποθνησκόντων ἀπόπαυσιν· ἐπὶ γὰρ μόνοις νεκροῖς πάλαι ᾔδετο πρὸς παραίνεσιν καὶ παραμυθίαν τῶν συγγενῶν καὶ φίλων τοῦ τεθνεῶτος. Ἐλεγαίνειν: Τὸ παραφρονεῖν· τινὲς τῶν παλαιῶν καὶ τὸ ὁπωσδήποτε ἀκολασταίνειν· καὶ τὸ ἐλεγεῖον μέτρον ἀπὸ τούτου κληθῆναι τινὲς νομίζουσιν, ὅτι Θεοκλῆς Νάξιος ἢ Ἐρετριεὺς πρῶτος αὐτὸ ἀνεφθέγξατο μανείς. Ζήτει εἰς τὸ ἀσέλγειαν. Ἐλεγηΐς: Ἡ θυγάτηρ Νηλέως τοῦ ἡγησαμένου εἰς Καρίαν τῆς Ἰώνων ἀποικίας· ἧς τὸ κύριον ὄνομα Πειρὼ φασὶν εἶναι. Εἴρηται δὲ παρὰ τὸ ἐλεγαίνειν, τὸ ἀκολασταίνειν· διὸ οὐδεὶς αὐτὴν Ἀθηναίων ἠβουλήθη γῆμαι. Ἐλέγχω: Ὁ μέλλων, ἐλέγξω· γίνεται ἐκ τοῦ ἔλεγχος. Ἔλεγχος δέ ἐστιν ὁ τὸ πρᾶγμα σαφηνίζων· παρὰ τὸ ἕλην ἔχειν, ἤγουν λαμπηδόνα καὶ φῶς, ἔλεχός τις ὢν, καὶ πλεονασμῷ τοῦ γ· ὁ φωτίζων τὰ πράγματα. Ὁ γὰρ ἔλεγχος εἰς φῶς ἄγει τὰ πράγματα. Ἐλεγχείη: Τὸ ὄνειδος. Τὸ ΧΕΙ, δίφθογγον· διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔλεγχος ἐλεγχεία. Σημαίνει δὲ τὸ ὄνειδος. Ἐλεδώνη: Εἶδος πολύποδος. Ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, ὅ ἐστιν ἐσθίειν, ἐεδώνη, καὶ πλεονασμῷ τοῦ λ. Ἡσίοδος,

  
Ὅτʼ ἀνόστεος ὃν πόδα τένδει.  
Ἐλεαίρω: Ὡς ἀπὸ τοῦ ἔλπω ἐλπαίρω, ἐκ τούτου Ἐλπήνωρ, οὕτω καὶ ἀπὸ τοῦ ἐλεῶ ἐλεαίρω ἐλεαρῶ. Ἐλεεινός: Ἀπὸ τοῦ ἔλεος. Εἰς τὸ ἀσελγαίνειν. Ἐλεῶ: Κατὰ μὲν τοὺς Ἀττικοὺς, πρώτης συζυγίας τῶν περισπωμένων, ἐλεεῖς·

  
Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος.  
Κατὰ δὲ τὴν κοινὴν, δευτέρας. Καὶ γίνεται παρὰ τὸ ἔλεος· τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω. Ἑλεεῖς: Δῆμος τῆς Ἀττικῆς. Ὠνόμασται δὲ ἀπὸ τοῦ ἐν αὐτῇ ἕλους· ἑλώδης γὰρ ὁ τόπος· οἱ γὰρ δῆμοι τῶν Ἀθηναίων, ἢ ἀπὸ τόπων, ἢ ἀπὸ τῶν παρακειμένων αὐτοῖς, ἢ ἀπὸ τῶν ἐν αὐτοῖς φυτῶν, ἢ ἀπὸ τῶν ἐν αὐτοῖς χειροτεχνῶν, ἢ ἀπὸ τῶν οἰκησάντων ἀνδρῶν ἢ γυναικῶν. Ἔλεγος: Ἐκ τοῦ περὶ Χρηστομαθίας Πρόκλου· Ὁ μέντοι ἐπικὸς κύκλος ἄρχεται μὲν ἐκ τῆς μυθολογουμένης Οὐρανοῦ καὶ Γῆς μίξεως· ἀφʼ ἧς Ἑκατοντάχειρες γίνονται. Καὶ ἑξῆς, Διαπορεύεται δὲ τά τε ἄλλως περὶ θεῶν τοῖς Ἕλλησι μυθολογούμενα, καὶ εἴ που τι καὶ πρὸς ἱστορίαν ἐξαληθίζεται. Περατοῦται δὲ ἐξ διαφόρων ποιητῶν συμπληρούμενος, μέχρι Ὀδυσσέως· ὧν καὶ ὀνόματα καὶ πατρίδας φησὶν ὁ αὐτός. Σπουδάζεσθαι δὲ τὰ ἐπικοῦ κύκλου τὰ ποιήματα, οὐχ οὕτω διὰ τὴν ἀρετὴν, ὡς διὰ τὴν ἀκολουθίαν τῶν ἐν αὐτῷ πραγμάτων. Τὴν δὲ ἐλεγείαν συγκεῖσθαι μὲν ἐξ ἡρῴου καὶ πενταμέτρου στίχου· ἁρμόζειν δὲ τοῖς κατοιχομένοις· καὶ εὐλογεῖσθαι μὲν ὑπʼ αὐτοῦ τούτους· οἱ μέντοι μεταγενέστεροι ἐπὶ διαφόροις ὑποθέσεσιν αὐτῷ ἀπεχρήσαντο. Τὸ δὲ ἔπος πρῶτον μὲν ἐφεῦρε Φιμονόη ἡ Ἀπόλλωνος προφῆτις ἑξαμέτροις χρησμοῖς χρησαμένη. Οἷς ἐπεὶ τὰ πράγματα εἵπετο, ἔπος τὸ ἐκ μέτρων ἐκαλεῖτο· ἢ διὰ τὴν κατασκευὴν, καὶ τὴν ἄγαι ὑπεροχὴν τὴν ἐν τοῖς ἑξαμέτροις θεωρουμένην, τὸ κοινὸν ὄνομα παντὸς λόγου τὸ ἑξάμετρον ἰδιώσατο· <!-- 328 -->καθάπερ Ὅμηρον τὸν ποιητὴν, καὶ Δημοσθένην τὸν ῥήτορα· ἐπεὶ καὶ τὰ τρίμετρα ἔπη προσηγόρευσαν. Ἑλένη: Ἡ ἡρωΐς· παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἡ πρὸς τὸ ἴδιον κάλλος ἕλκουσα τοὺς ἀνθρώπους· διὰ τὸ πολλοὺς ἑλεῖν τῷ κάλλει· ἢ παρὰ τὸ Ἑλλάς· ἢ παρὰ τὸ ἐν ἕλει γεγενῆσθαι, ἡ ὑπὸ τοῦ Τυνδάρεω ἐν ἑλώδει τόπῳ ῥιφθεῖσα, θείας δέ τινος προνοίας τυχοῦσα, καὶ ἀναληφθεῖσα ὑπὸ Λήδας. Ἐκ τοῦ ἕλους οὖν Ἑλένη ὠνομάσθη. Ἑλένη: Τὸ ΛΕ, ψιλόν· τὰ διὰ τοῦ ΕΝΗ θηλυκὰ ὑπὲρ βʹ συλλαβὰς μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφονται, ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων· ἐπὶ βαρυτόνων, ὠλένη, ὁ βραχίων· Κλυμένη, κύριον· ὀξύτονα, δεξαμενὴ, εἰαμενή. Πρόσκειται, «μονογενῆ,» διὰ τὸ κελαινή. Ἑλένειον: Βοτάνη ἡ ἐν Ἀλεξανδρείᾳ γινομένη. Εἴρηται ὅτι ἐκ τῶν δακρύων τῆς Ἑλένης ἀνεφύη, ὅτε ἐπὶ Κανώβῳ τῷ κυβερνήτῃ Μενέλαος ἐδάκρυσεν ὑπὸ αἱμορροΐδος ἀποθανόντι. Ἑλεθηρὲς ὕδωρ, τὸ ὑπὸ τοῦ ἡλίου τεθερμασμένον· παρὰ τὴν ἕλην, τὴν θερμασίαν, καὶ τὸ θέρω, τὸ θερμαίνω. Ἐλεσπίδας:

  
Πείσεά τε προλιπὼν καὶ ἐλεσπίδας.  
Οἱ μὲν, τοὺς συμφύτους τόπους· οἱ δὲ, τοὺς ἑλώδεις· ἄμεινον δὲ τοὺς λεπώδεις, παρὰ τὸ λελεπίσθαι ὑπὸ τῶν ἀνέμων, ἢ ὑπὸ τῶν κυμάτων· ὅθεν καὶ λέπα, τὰ ἀκρότατα τῶν ὀρέων. Εὐριπίδης,

  
Καὶ Κιθαιρῶνος λέπας.  
Ἔλεψε: Ἰλιάδος αʹ,

  
Περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε.  
Περιελέπισε γὰρ αὐτὸ ὁ σίδηρος, ὅ ἐστιν ἔγλυψε καὶ ἐκάθηρεν. Ἀπὸ τοῦ λέπω· ἐξ οὗ καὶ λέπυρον, τὸ τῶν καρύων ἔλυτρον, καὶ λέπος. Ὁ μέλλων, λέψω, ἔλεψα. Ἢ παρὰ τὸ λεπῶ πρώτης τῶν περισπωμένων, λεπήσω, ἐλέπησα· τὸ τρίτον, ἐλέπησε· καὶ κατὰ συγκοπὴν τοῦ η, καὶ κράσει τοῦ ΠΣ εἰς ψ, ἔλεψεν. Ἐλέλικτο:

  
Αὐτὰρ ἐπʼ αὐτῷ  
  
κυάνεος ἐλέλικτο δράκων.  
Ἀντὶ τοῦ ἤλικτο. ἐνέσφιγκτο. Ἐλίσσω ἐλίξω ἤλιχα ἤλιγμαι καὶ ἐλήλιγμαι· ὁ ὑπερσυντέλικος, ἠλίγμην καὶ ἐληλίγμην, ἐλήλιξο, ἐλήλικτο· καὶ τροπῇ τοῦ η εἰς ε. Ἐλέλιξεν:

  
Μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.  
Ἀντὶ τοῦ ἐκίνησεν, ἔσεισε. Καὶ γίνεται παρὰ τὸ ἐλελίζω· ὅπερ ἀπὸ τοῦ ἐλίσσω γίνεται κατὰ ἀναδιπλασιασμόν. Ὁ ἀόριστος, ἐλέλιξα· ὁ μέσος, ἐλελιξάμην· καὶ ἡ μετοχὴ, ἐλελιξάμενος. Σημαίνει καὶ τὸ ἐπιστραφεὶς, ὡς τὸ,

  
Τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν.  
Ἐλελίχθησαν: Εἰλήθησαν, συνεστράφησαν, ἐτινάχθησαν· ἀπὸ τοῦ ἐλίσσω, Ἰλιάδος ζʹ Καὶ,

  
Ὡς ἐλέλιχθεν.  
Ἀντὶ τοῦ ὡς ἐπεστράφησαν. Ἑλεπόλεις: Σημαίνει τὰ μάγγανα καὶ μηχανήματα τὰ πόλεις πορθοῦντα· παρὰ τὸ ἑλεῖν τὰς πόλεις. Ἑλῶ γάρ ἐστι τὸ πορθῶ. Τὰ δὲ παρὰ τὸ πόλις συντεθέντα ὀνόματα, εἰ μὲν ὦσι θηλυκὰ, τὴν τῶν ἁπλῶν φυλάσσουσι κλίσιν· εἰ δὲ ἀρσενικοῦ καὶ θηλυκοῦ μετέχει, διὰ τοῦ ΔΟΣ κλίνεται, φυγόπολις, φυγοπόλιδος. Ἐλέφας: Τὸ ζῷον·

  
Ἀμετροβίων ἐλεφάντων.  
Ἐλέβας τὶς ὤν· διὰ γὰρ τὸ βάρος ἐν ὕδατι ἑλώδει τὰς ἐπιβάσεις τουτέστι τὰς μίξεις ποιεῖται· ἢ παρὰ τὸ ἐλεφαίρω, τὸ βλάπτω· βλαπτικὸς γάρ. Ἢ <!-- 329 -->παρὰ τὸ ἐλίσσω γίνεται ἐλίφας καὶ ἐλέφας, ὁ ἐλιγμένην ἔχων ῥῖνα. Ἢ παρὰ τὸ ἐν ἕλει ἐπιβαίνειν τῇ θηλείᾳ, ἑλέβας τὶς ὤν· ἐπιβαίνει γὰρ τῇ θηλείᾳ, οὐκ ἐπὶ γῆς διὰ τὸν ὄγκον, ἀλλʼ ἐπὶ ὕδατος ἑλώδους ὅπου νέμονται· καὶ γίνεται εἰκότως κοῦφος. Ἢ παρὰ τὸ λευκὸς γίνεται λεύκας· καὶ τροπῇ τοῦ κ εἰς φ, λέφας· καὶ πλεονασμῷ τοῦ ε, ἐλέφας· πάνυ γὰρ ἐστὶ λευκὸν τὸ ὀστοῦν αὐτοῦ· καὶ Ὅμηρος Ἰλιάδος δʹ,

  
Ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ.  
Ἀντὶ τοῦ ἐλεφάντινον ὀστοῦν τῷ φοινικῷ χρώματι χρίσῃ, βάψῃ. Ἰλιάδος εʹ,

  
ἐκ δʼ ἄρα χειρῶν  
  
ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον.  
Ἐλεφαντίνη: Ἡ Αἰγυπτία· καὶ φησὶν Ἀπίων, ὅτι Ὀνυχίνην χρὴ λέγειν· ὅτι καθάπερ ὄνυξ ἀφαιρεθεὶς ἐπιβλαστάνει, διώκων αὐξήσειν τὴν ἀφαίρεσιν· οὕτως ὁ Νεῖλος ἀναλισκόμενος εἰς τὰς ἀρούρας τοῖς δαπανωμένοις ἐπαναχεῖται καθʼ ἕκαστον ἔτος ἀναλισκόμενος καὶ πάλιν αὐτὰ πελαγίζων. Τὸ ἐθνικὸν, Ἐλεφαντῖνος. Ἐλεφήνωρ: Ὄνομα κύριον· ὁ ἀνδρεῖος, εἰληφάνωρ· τὸ γὰρ ἀνὴρ ἐν συνθέσει τρέπει τὸ α εἰς η· τὸ δὲ η εἰς ω, ἀγήνωρ. Ἐλατήρ: Παρὰ τὸ ἐλῶ ἐλάσω ἐλατήρ. Σημαίνει δὲ τὸν ἡνίοχον. Καὶ παρὰ τὸ ἐλεύθω, τὸ παραγίνομαι, ἐλευθὴρ, ὄνομα πόλεως τῆς Βοιωτίας·

  
Ἐλευθῆρος μεδέουσα,  
Ἡσίοδος. Ἐλεφαίρατο·

  
Ἐλεφαίρατο φῦλʼ ἀνθρώπων.  
Σημαίνει τὸ βλάπτω. Καὶ ἐλεφαίρονται καὶ ἐλεφηράμενος, τὸ μετὰ ἀπάτης βλάψας. Ἐλεφαίρω δὲ κυρίως, τὸ ταῖς ἐλπίσιν ἀπατῶ καὶ βλάπτω. Παρὰ τὸ ἔλπω, παράγωγον ἐλπαίρω· καὶ πλεονασμῷ τοῦ ε, ἐλπεαίρω· καὶ ὑπερθέσει τοῦ ε, ἐλεπαίρω· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἐλεφαίρω· ὁ ἀόριστος, ἐλέφηρα· ὁ μέσος, ἐλεφηράμην· ἐλεφηράμενος, ἡ μετοχή. Δύναται δὲ καὶ παρὰ τὸν ἐλέφαντα τὸ ζῷον εἰρῆσθαι· βλαπτικώτατον γὰρ τὸ ζῷον. Ἐλευσίς: Διὰ τὴν ἀπὸ Δημήτερος ἔλευσιν· ἐκεῖ γὰρ εὗρε τὸν καρπὸν ἐλθοῦσα. Παρὰ τὸ ἐλεύθω ἐλεύσω, Ἐλευσίν· ἔστι δὲ πόλις πλησίον Ἀθηνῶν. Καὶ ὁ Θεολόγος,

  
Οἶδεν Ἐλευσὶς ταῦτα.  
Ἢ ὅτι παρʼ αὐτῇ κατέλυσεν ἡ Δημήτηρ ἐπὶ ζήτησιν πορευομένη τῆς θυγατρὸς αὐτῆς. Ἢ ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. Καὶ Ἐλευσίνια, ἑορτή· καὶ τοῖς νικῶσι τὰ Ἐλευσίνια ἆθλον ἐδίδοτο. Ἐλεύθερος: Παρὰ τὸ ἐλεύθειν ὅπου ἐρᾷ. ἐλευθέριος καλεῖται ὁ Ζεὺς, διὰ τὸ τοὺς ἐλευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. Οὕτως μὲν Ὑπερίδης· ὁ δὲ Δίδυμος οὐ διὰ τοῦτο φησὶν, ἀλλὰ διὰ τὸ τῆς Μηδικῆς δουλείας καὶ ἐπικρατείας ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. Εἰώθασι δὲ καὶ ὑπὲρ ἐλευθερίας ἱστάναι κρατῆρα τῷ Διῒ, τοὺς πολεμίους ἀπωσάμενοι. Καὶ Ὅμηρος Ἰλιάδος ζʹ,

  
Κρητῆρα στήσεσθαι ἐλεύθερον.  
Ἐλεύθω: Σημαίνει τὸ παραγίνομαι. Παρὰ τὸ κέλευθος, ὃ σημαίνει τὴν διὰ θαλάσσης ὁδὸν, γίνεται κελεύθω· καὶ ἀποβολῇ τοῦ κ, ἐλεύθω· ὁ μέλλων, ἐλεύσω· ὁ ἀόριστος, ἤλευσα· ὁ βʹ, ἤλυθον· καὶ ἐν συγκοπῇ, ἦλθον· καὶ τὸ προστακτικὸν, ἐλθέ· εἰπέ· <!-- 330 -->εὑρέ· τρία εἰσὶ σεσημειωμένα ὀξυτονούμενα, καὶ ἴσως ὡς μακρᾷ παραληγόμενα. Ὁ παρακείμενος, ἤλευκα· ὁ Ἀττικὸς, ἐλήλυκα· τὴν γὰρ γʹ συλλαβὴν συστέλλει· ὁ ὑπερσυντέλικος, ἐληλύκειν· καὶ ὤφειλεν εἶναι ἠληλύκειν· ἀλλὰ τὰ Ἀττικὰ τὰ ἀπὸ βραχέος ἀρχόμενα, ἐν τῷ Ἀττικῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται· οἷον ὀρώρυχα, ὠρωρύχειν· πλὴν τοῦ ἐλήλυκα, ἐληλύκειν· καὶ ἐλήλυθα, ἐληλύθειν. Ὁ μέσος Ἀττικῶς, ἐλήλυθα· ἡ μετοχὴ, ἐληλυθώς· καὶ πλεονασμῷ τοῦ ο, ἐληλουθώς. Ἰστέον δὲ ὅτι ὁ Ἀττικὸς παρακείμενος ἀπὸ μακρᾶς οὐκ ἄρχεται. Ἡ γὰρ ἀρχὴ τοῦ Ἀττικοῦ παρακειμένου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀντεστραμμένος ἀναδιπλασιασμός. Ἐλήλατο: Διεληλύθει, ἐπέπηκτο. Ἐλάω ἐλῶ, ἐλάσω, ἤλακα, καὶ ἐλήλακα· ἐληλάμην. Ἐλείψασκον: Λείπω, λείψω, ἔλειψα· ἔλειψαν, πλεονασμῷ ἐλείψασκον Ἰωνικῶς. Ἐλειονόμος: Ἐν τοῖς ἕλεσι νεμόμενος·

  
Νύμφαι ἐλειονόμοι ὑπεδείδισαν,  
Ἀπολλώνιος. Ἐλειήτης: Ὁ λέων·

  
Ἐσχατιὴν ὑπὸ πέζαν ἐλειήταο λέοντος.  
Εἴρηται παρὰ τὴν ἕλην, τὴν θερμότητα, ἣ λέγεται καὶ εἴλη, πλεονασμῷ τοῦ ι. Ἢ παρὰ τὸ ἕλος, ὅτι πρὸ τοῦ καταστερισμοῦ ἐν ἕλεσιν ἐνέμετο. Ὦρος. Ἐλελίξω: Ἐλίσσω, τὸ συστρέφω. Ἀπὸ τοῦ εἰλῶ εἰλίσσω· καὶ ἀφαιρέσει ἢ συστολῇ τοῦ ι, ἐλίσσω· τοῦτο κατὰ ἀναδιπλασιασμὸν γίνεται ἐλελίσσω· ὁ μέλλων, ἐλελίξω. Ἕλιξ: Ἕλιξ λέγεται καὶ τὸ τῆς ἀμπέλου νευρῶδες ἔκφυμα, ὃ ἐπιλαμβάνεται τοῦ χάρακος, τὸ παρʼ ἡμῖν βλαστάριον καλούμενον, ἕλικος. Παρὰ τὸν ἑλίξω μέλλοντα, ἕλιξ, ὡς χαράξω, χάραξ δράξω, δράξ. Ἐλίχρυσος: Εἶδος ἄνθους. Θεόκριτος,

  
Κισσὸς ἐλιχρύσῳ κεκονισμένος.  
Ἀπὸ Ἐλιχρύσης τινὸς Ἐφεσίας, ἥτις πρώτη ἀπὸ τοῦ ἄνθους τοῦ χρυσανθέμου ἐστεφάνωσε τὴν Ἄρτεμιν. Ἢ παρὰ τὸ χρυσοειδὲς εἶναι καὶ ἔλειον τὸ ἄνθος· ἵνʼ ᾖ ὁ ἐν ἔλει χρυσὸς, ἐλόχρυσος, καὶ ἐλίχρυσος, ὡς ἐλοτενὴς, καὶ εἰλιτενὴς ἄγρωστις. Ἐλινός: Ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος. Φιλήτας δʼ ἐν γλώσσαις τὸν κλάδον τῆς ἀμπέλου. Νίκανδρος ἐν Θηριακοῖς. Ἐληλάμενος: Μετοχή ἐστι παρακειμένου, ὡς δηλοῖ ὁ Ἀττικὸς ἀναδιπλασιασμός. Ἀπὸ τοῦ ἐλῶ, ἤλακα, καὶ ἐλήλακα· ὁ παθητικὸς, ἐλήλασμαι· ἡ μετοχὴ, ἐληλασμένος· ἀποβολῇ τοῦ σ, ἐληλάμενος· μετὰ γὰρ τὴν ἀποβολὴν τοῦ σ προπαρωξύνθη, καὶ συνέπεσε τῷ χαρακτῆρι τῶν διὰ τοῦ ΑΜΕΝΟΣ, ἱστάμενος, καὶ τὰ ὅμοια. Οὔτω καὶ τὸ οὐτάμενος· οὐ γὰρ ἀπὸ τοῦ οὔτημι. Ἐλινύειν: Ἀργεῖν, σχολάζειν· ὁ δὲ Ταραντῖνος, τὸ ἡσυχάζειν· ὁ δὲ Ἱπποκράτης ἐμφαίνει λέγων,

  
Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνασία.  
Δῆλον ὡς ἀντιδιαστέλλων τῇ κινήσει τὴν ἀργίαν. Ἐλινύω: Ἐνδίδωμι, ἀναπαύομαι. Θεόκριτος,

  
ἐλίνυσε δὲ τὸ καῦμα.  
Καὶ Καλλίμαχος,

  
Οὐδὲ βοὴ κήρυκος ἐλίνυσεν.  
Παρὰ τὸ εἰλῶ· ἵνʼ ᾖ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι. Εἰλῶ, εἰλίνω, ἐλίνω, καὶ ἐλινύω. Εἰς δὲ τὸ Ῥητορικὸν εὗρον σημαίνειν τὴν λέξιν τὸ στραγγεύειν διατρίβοντας ἢ ἐγχρονίζοντας. <!-- 331 -->Ἐλίνυον, ἀντὶ τοῦ διέτριβον, ἀνεστρέφοντο, περιεφέροντο. Ἀπὸ τοῦ λίνου εἴρηται. Οἷον,

  
δῆρον δʼ ἀνελίνυον αὖθι μένοντες.  
Ἕλκος: Ἀπὸ τοῦ συνέλκεσθαι τὸ δέρμα· ἢ παρὰ τὸ ἕλκω ἕλκος, ἡ διειλκυσμένη σὰρξ καὶ μὴ συμμύουσα· ὅπερ καὶ ἄπελος προσαγορεύεται, παρὰ τὸ μὴ πελάζειν τὴν σάρκα· ἢ παρὰ τὴν ἀλκὴν, τὸ ἐξ ἀλκῆς γινόμενον. Ἕλκεο:

  
μὴ δὲ ξίφος ἕλκεο χειρί.  
Ἀπὸ τοῦ ἕλκω ἕλκομαι εἱλκόμην εἵλκου· καὶ τὸ προστακτικὸν, ἕλκου· καὶ κατὰ διάλυσιν, ἕλκεο. Ἑλκύδριον: Λέγει τὸν κάδον, ὅτι ἀνέλκει τὸ ὕδωρ. Ἑλκεσίπεπλος: Ἐφελκομένη τοὺς πέπλους ἐν τῷ φορεῖν. Ἡ δὲ κατασκευὴ τῆς λέξεως, εἰς τὸ ἀλφεσίβοιαι. Ἑλλάς: Ἀπὸ Ἕλλης τῆς Ζήθου θυγατρός. Ἑλλάς: Ἕλλα ὅπερ πλεονασμῷ τοῦ σ γίνεται ἕλλας Ῥωμαῖος. Ἑλλανικός: Ἀπὸ τοῦ Ἑλληνικός. Ἢ ἀπὸ τοῦ Ἕλλην Ἕλληνος καὶ τοῦ νίκη γέγονεν Ἑλλανόνικος· καὶ συγκοπῇ, Ἑλλανικός. Ἑλλανοδίκαι: Ἄρχοντες Ἠλεῖοι διέποντες τὰ κατὰ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν. Ἐκλήθη δὲ, ὅτι παρὰ τοῖς Ἕλλησιν ἐδίκαζον τοῖς τε ἀθληταῖς, καὶ τοῖς ἄλλοις ἀγωνισταῖς· ἐκαθέζοντο δὲ ἐν τῷ ἀγῶνι πορφυρίδα περιβεβλημένοι· καὶ ἦσαν οὗτοι τὸ μὲν πάλαι ἐννέα· εἶτα δύο· καὶ τὸ τελευταῖον ηʹ. Ἐλλεδανός: Ὁ τῶν δραγμάτων δεσμός· παρὰ τὸ συνελεῖν τὰ δεσμευόμενα. Ἑλλέβορος: Θανάσιμον φάρμακον· παρὰ τὸ τῇ βορᾷ ἑλεῖν. Ἑλλεβοριᾶν, τὸ ἑλλεβόρου δεῖσθαι ὡς φαρμάκου. Οὕτω Καλλίας. Ἐλλέρα: Τὰ βλέφαρα· ὀλλύρα τινὰ ὄντα, ὀλλύντα καὶ ἔρρειν ποιοῦντα. Ἕλλην: Παρὰ τὸ Ἑλλὰς, ὃ σημαίνει τὴν πόλιν. Ἢ παρὰ τὸ ἄλλος ἄλλην καὶ Ἕλλην· πλέον γὰρ τῶν ἄλλων ἐθνῶν ἀλλήλους φιλοῦσιν, ἢ διακέκρινται. ἑλληνισμός ἐστι τὸ καθʼ Ἕλληνας διαλέγεσθαι, τουτέστι τὸ ἀσολοικίστως καὶ ἀβαρβαρίστως διαλέγεσθαι. Ἑλληνόπολις: Ἀπολλόδωρος· Ἀταλὸς ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν, καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν. Ἑλληνοταμίαι: Οἱ τῶν Ἑλληνικῶν χρημάτων ταμίαι· καὶ γὰρ ἦσαν κοινὰ χρήματα τῆς Ἑλλάδος συγκείμενα ἐν τῷ δημοσίῳ. Ῥητορική. Ἑλλήσποντος: Ἡ πρὸ τῆς Τροίας θάλασσα οὕτω καλεῖται, ἀπό τινος Ἕλλης ἐκεῖ πνιγείσης, ἀδελφῆς τοῦ Φρύξου.

  
Ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.  
Κατὰ ἀντίφρασιν εἴρηται πλατύς. Στενὸς γὰρ ὁ Ἑλλήσποντος. Ἢ τὸ κατʼ ἐκεῖνο μέρος πεπλατυσμένος. Ἔλλοψ: Ὁ ἰχθῦς· καὶ ἐλλοπεύειν, τὸ ἁλιεύειν. Εἴρηται δὲ πᾶς ἰχθῦς οὕτως ἀπό τινος ἰχθύος ἰδικῶς καλουμένου ἔλλοπος. Ἢ ἀπὸ τοῦ ἐλλείπειν τὴν ὄπα· ἄφωνον γάρ· Κρῆτες δὲ καὶ τοὺς ἀφώνους ἔλλοπας λέγουσιν. Ἐλλόποδες καὶ ἐλλοί: Οἱ στρουθοὶ, καὶ οἱ νεβροί· ἀπὸ τοῦ ἅλλεσθαι. Καὶ ἐλλοφόνος ἡ Ἄρτεμις, ἡ τοὺς ἕλλους φονεύουσα, ὅ ἐστι τὰς ἐλάφους· κυνηγετικὴ γάρ ἐστιν. Ἐλλὸς δὲ ὁ ἔλαφος ὑποκοριστικῶς, ἀπὸ τοῦ ἔλαφος. Ἢ ὁ ἐν ἕλει τὰς διατριβὰς ἔχων. <!-- 332 -->Ἀπὸ γὰρ τοῦ ἐλλὸς καὶ τοῦ ἔλαφος. Ὀδυσσείας τʹ,

  
κύων ἔχε ποικίλον ἐλλόν.  
Ἀντὶ τοῦ ἔλαφον. Ἑλίκωπες: Ἡ εὐθεῖα ἑλίκωψ ἀντὶ τοῦ μελανόφθαλμοι, εὐόφθαλμοι. Ἑλὶ γὰρ, ἢ ἑλικὸν, καλεῖται κατὰ γλῶσσαν τὸ μέλαν. Ἢ οἱ ἑλικοειδῶς κινοῦντες τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμούς· εὐειδεῖς· ἢ ἑλικοβλέφαροι· ὦπας γὰρ τὰ βλέφαρα φασὶν, τὸ πᾶν ἀπὸ μέρους. Ἢ οὐλότριχες. Ἢ οἱ ἑλικὴν ὦπα ἔχοντες, ἤγουν μεγάλην. Ἢ οἱ ναυτικοὶ, πρὸς τὴν Ἑλίκην ὠπῶντες, ὅ ἐστι βλέποντες πρὸς τὴν μεγάλην ἄρκτον. Δύο δέ εἰσιν ἄρκτοι· ἡ μικρὰ καλεῖται Κυνόσουρα· καὶ ἡ μεγάλη, Ἑλίκη, διὰ τὸ ἑλικοειδῶς πως τὴν οὐρὰν ἔχειν· ἢ διὰ τὸ ἕλκεσθαι ὑπὸ τοῦ οὐρανοῦ, κατʼ ἐξοχὴν, ὡς ὁ λέων θήρ. Ὅθεν οἱ Ἕλληνες, ἐν ἀγνωσίᾳ τῆς μικρᾶς ὄντες, πρὸς τὴν μείζω βλέπουσιν, ὥς φησιν Ἄρατος·

  
ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ  
  
εἰν ἁλὶ τεκμαίρονται, ἵνα χρὴ νῆας ἀγινεῖν.  
Διὰ τοῦτο ἑλίκωπας αὐτοὺς Ὅμηρος φησίν· οἱ δὲ εὐοφθάλμους λέγοντες ἁμαρτάνουσι· παρθένων γὰρ τὸ ἐπίθετον. Ἑλικώπιδα: Ἡ εὐθεῖα, ἡ ἑλικῶπις. Ἑλὶ κατὰ διάλεκτον τὸ μέλαν· ἀντὶ τοῦ μελανόφθαλμον· ἀφʼ οὗ εὐπρεπῆ. Ἢ τὴν ἀξιοθέατον καὶ εὐμορφοτάτην, πρὸς ἣν πᾶς ἑλίσσει τοὺς ὦπας, διὰ τὸ κάλλιστον εἶδος. Κλίνεται δὲ ὡς ἡ προφῆτις. Ἑλικάων: Τὸ ε πρὸ τῆς ΛΙ συλλαβῆς δασύνεται· τὸ δὲ ἐλικμῶντο ψιλοῦται. Τὰ εἰς ΩΝ βαρύτονα δίχρονα ἐκτεταμένα παραληγόμενα, τρέπει τὸ ω ἐπὶ τῆς γενικῆς, Ἑλικάων, ἑλικάονος· Μαχάων, μαχάονος· Ἱκετάων, ἱκετάονος. Ἔφελκε:

  
Ἠδʼ ἑλκέμεν εἰς ἅλα δίαν.  
Ἀντὶ τοῦ καθέλκειν. Τὰ εἰς ΕΙΝ ἀπαρέμφατα οἱ Ἴωνες διὰ τοῦ ΕΜΕΝ προφέρουσιν. Ἕλκω· καὶ ὁ μέλλων, ἕλξω· ὁ ἀόριστος, εἷλξα· ὁ βʹ, εἷλκον· συνάρχεται τῷ αʹ ἀορίστῳ· Ἰωνικῶς, ἕλκε· καὶ μετὰ τῆς ὑπὸ προθέσεως, ὕφελκε· καὶ ἀναβιβάζει τὸν τόνον. Πᾶς γὰρ παρῳχημένος χρόνος, τὸν παραγινόμενον αὐτῷ χρόνον κατὰ τὸ ἄρχον μέρος ἀποβαλὼν, ἐν τῇ συνθέσει προπαροξύνεται. Ἐλλόβια: Ἐνώτια. Διὰ τὸ ἐν τοῖς λοβοῖς τῶν ὤτων εἶναι. Ἑλλωτία: Ἡ Εὐρώπη τὸ παλαιὸν ἐκαλεῖτο· ἢ ὅτι οἱ Φοίνικες τὴν παρθένον ἑλλωτίαν καλοῦσιν· ἢ παρὰ τὸ ἑλεῖν· ὅτι ὑπὸ ταύρου ἑάλω, κατὰ τὸν μῦθον. Ἑλλωτίς: Ἀθηνᾶ οὕτω καλουμένη ἐτιμᾶτο ἐν Κορίνθῳ· καὶ ἑορτὴ ἑλλωτία. Εἴρηται δὲ Ἑλλωτὶς ἡ θεὸς, ὅτι Βελλεροφόντης τὸν Πήγασον ἵππον ἑλὼν καθʼ ὑποθήκην καὶ συμμαχίαν τῆς Ἀθηνᾶς ἐχαλίνωσε, καὶ ἀπὸ τοῦ ἑλεῖν τὸν ἵππον Ἑλλωτίαν προσηγόρευσεν αὐτὴν, καὶ ἱερὸν αὐτῇ ἱδρύσατο· καὶ τὰ ἑλλώτια, ἑορτή. Ἢ ἀπὸ τοῦ πρὸς Μαραθῶνα ἕλους, ἐν ᾧ ἵδρυται. Πίνδαρος ἐπινικίῳ Ξενοφῶντος. Ἕλος: Σημαίνει ὄνομα πόλεως Λακωνικῆς· ἐξ ἧς εἵλωτες οἱ πολῖται. Σημαίνει καὶ τὸν ὑγρὸν καὶ σύμφυτον τόπον· παρὰ τὸ ἕλω, τὸ λαμβάνω· ἡ μετοχὴ, ἑλών· ἐξ αὐτοῦ ἕλος, ὡς λαχὼν λάχος, καὶ μαθὼν μάθος καὶ μῦθος. Ἕλος καλεῖται, ὁ ὁμαλὸς καὶ κάθυγρος τόπος. Ἕλωρ: Τὸ ἕλκυσμα καὶ σπάραγμα· παρὰ τὸ ἕλω, τὸ ἑλκύω· <!-- 333 -->ἢ παρὰ τὸ ἕλω, τὸ λαμβάνω, γίνεται ἕλωρ. Σημαίνει δὲ τὸ θήραμα, ἢ τὸ τῶν κυνῶν ἕλκυσμα. Ἔλωρος: Πόλις Σικελίας· ὁ πολίτης, Ἐλωρίτης. Ἕλουρος: Εὐθεῖα.

  
Ἀπὸ τῶν ἐκεῖσε ἑλῶν Ἕλουροι κέκληνται.  
Δέξιππος ἐν δωδεκάτῳ Χρονικῶν. Καὶ γράφεται διὰ τοῦ ε ψιλοῦ· τὸ δὲ ζῷον, δίφθογγον. Ἑλοίμεθα: Λάβοιμεν. Ἰλιάδος βʹ. Ῥῆμα εὐκτικὸν, μέσος ἀόριστος δεύτερος, ἐκ τοῦ ἕλω τοῦ δασυνομένου τοῦ σημαίνοντος τὸ λαμβάνω, ἑλῶ εἷλα· εἰ μέντοι περισπᾶται ὁ μέλλων· ὁ δεύτερος ἀόριστος, εἷλον· ὁ μέσος, εἱλόμην, εἵλου, εἵλετο. Ἔλπεο: Ἀπὸ τοῦ ἔλπω, ἔλπομαι, ἠλπόμην ἤλπου· τὸ προστακτικὸν, ἔλπου· καὶ κατὰ διάλυσιν ἔλπεο, ἀντὶ τοῦ ἔλπιζε. Ἐλπωρή: Ἡ ἐλπίς. Παρὰ τὸ ἔλπω ἐλπωρὴ, ὡς θάλπω θαλπωρὴ, ἀλέω ἀλεωρή. Ἔλσαι: Τὸ συνελάσαι· ἀπὸ τοῦ ἐλάσαι κατὰ συγκοπήν. Ἐλπίς: Παρὰ τὸ ἔλπω· ἢ παρὰ τὸ ἕλκω ἑλκὶς καὶ ἐλπὶς, ἡ ἕλκουσα ἡμᾶς. Ἐκ τοῦ ἐλπὶς γίνεται ἐλπίζω· ὁ μέλλων, ἐλπίσω. Ἐλπίδος· ὁ κανών· τὰ εἰς ΙΣ ὀξυνόμενα θηλυκὰ διὰ τοῦ ΔΟΣ κλίνεται. Ἰστέον ὅτι τὰ εἰς ΙΣ θηλυκὰ δισύλλαβα, εἰ μὲν βαρύνεται, ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον, πόλις, ἀκρόπολις· μῆτις, πολύμητις. Εἰ δὲ ὀξύνεται, εἰ μὲν θηλυκὰ μονογενῆ ὦσι, φυλάσσουσι τὸν τόνον· οἷον, νυχὶς, παννυχίς· αἰγὶς, καταιγίς. Εἰ δὲ ἐναλλάσσει τὸ γένος, εἰ μὲν ἐκτείνουσι τὸ ι, πρὸ μιᾶς ἔχει τὸν τόνον· οἷον, ἀκτὶς, χρυσάκτις ἥλιος· κνημὶς, εὐκνήμις· ἐξ οὗ ἐϋκνήμιδες. Εἰ δὲ συστέλλει τὸ ι, προπαροξύνεται· οἷον, πατρὶς, εὔπατρις· ἀσπὶς, ῥίψασπις. Ἐλυμαῖοι: Ἔθνος· ἀπὸ Ἐλύμου υἱοῦ Ἀγχίσου, νόθου ὄντος καὶ ἐλθόντος εἰς Σικελίαν, καὶ ἀπʼ αὐτοῦ Ἐλύμη ἡ χώρα· καὶ Ἐλυμαῖος· τὸ θηλυκὸν, Ἐλυμαία. Ἔλυμος: Σπέρμά τι ὃ ἕψοντες οἱ Λάκωνες ἤσθιον. Ἀριστοφάνης Νήσοις. Παρὰ τὸ ἕλος, ἔλυμος· χαίρει γὰρ ἐν ὑγροῖς τόποις καὶ ἐν ἕλεσι φύεσθαι. Ἔλυμα: Μέρος τὶ τοῦ ἀρότρου ἐν τῷ μέσῳ, ἔνθα συμβάλλεται ὁ γύης τῷ ἱστοβοῆϊ. Παρὰ τὸ ἐλύειν, ὅ ἐστι καλύπτειν. Ἔλυτρον: Κάλυμμα, ἐκπέτασμα, ἐνείλημα Ὁμοίως καὶ ἡ θήκη τοῦ τόξου. Καὶ πληθυντικῶς Σοφοκλῆς ἔλυτρα. Παρὰ τὸ εἰλῶ εἰλύω εἰλύσω, τὸ συνειλύω, γέγονεν εἴλυτρον καὶ ἔλυτρον. Ἐλύμην: Ἰστέον ὅτι τὸ,

  
Νῦν δʼ ἐλύμην τρὶς τόσσα πορών.  
Οὐκ ἔστιν εὐκτικὸν, ἀλλʼ ὁριστικὸν, μέσος ἀόριστος δεύτερος, ἀντὶ τοῦ ἐλυτρώθην. Ἐκωλύετο γὰρ εὐκτικὸν εἶναι· καὶ ἡ αἰτία πρόδηλος. Ἐλύσθη:

  
Ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη,  
Ἰλιάδος ψʹ. Εἰλύσθη, συνετρίβη, ἐξετάθη, καθερπύσθη· οἱ δὲ, παρειλκύσθη, συνεστράφη μετὰ τῶν ἡνίων. Παρὰ τὸ ἐλεύθω, ἐλεύσθη καὶ ἐλύσθη.

  
Ἐγὼ δʼ ὑπὸ γαστέρʼ ἐλυσθείς.  
Ἀντὶ τοῦ κατενεχθείς. Ἀπὸ τοῦ ἕλω, ἑλύω, ὡς ἕλκω, ἑλκύω. Ἐμβάδες: Εἶδος ὑποδήματος· ἀπὸ τοῦ ἐμβαίνειν τοὺς πόδας. Ἔμβιον: Τὸ στερρόν τε καὶ πρέμνον· ἔμβιοί τε αἱ ῥίζαι αἱ εἰς βάθος διϊκνούμεναι καὶ ἐμβεβηκυῖαι, ἀπὸ τοῦ βῶ. <!-- 334 -->Ἐμβιβάξαντες: Παρὰ Ἱππώνακτι,

  
Ἀλλʼ αὐτίκʼ ἀλλήλοισιν ἐμβιβάξαντες.  
Ἀντὶ τοῦ ἐμβοήσαντες. Ἀπὸ τοῦ βάζω βάξω, βιβάξω· βιβάξας βιβάξαντος, καὶ ἐμβιβάξαντες. Ἐμβαδόν: Ἰλιάδος οʹ, πεζῇ βαίνοντες· ἀπὸ τοῦ βάδην· ὅπερ ἀπὸ τοῦ βαίνω. Ἐμβριμώμενοι: Μετὰ αὐστηρότητος ἐπιτιμῶντες. Ἀπὸ τοῦ ἐμβριμῶ. Τοῦτο ἀπὸ τοῦ βρίμος βριμῶ. Τοῦτο ἀπὸ τοῦ ΒΡΙ ἐπιτατικοῦ. Ἐμβραμένα: Παρὰ Σώφρονι ἡ εἱμαρμένη, ὑπερθέσει τοῦ ρ· καὶ διὰ τὴν ἀσυνταξίαν, πλεονασμῷ τοῦ β. Καὶ Λάκωνες οὕτω λέγουσιν. Ἔμβρυον: Ἀπὸ τοῦ ἔσω βρύειν, ὅ ἐστιν αὔξεσθαι· καὶ ὑπέμβρυον, τὸ ὑπὸ τῇ θηλαζούσῃ νεογνόν. Ἐμβύσαι: Τὸ ἐνθεῖναι· τροπῇ τοῦ δ εἰς β· ἀπὸ τοῦ ἐνδύσαι. Ἐμβριθές: Στιβαρὸν, βαρὺ, φοβερόν· ἀπὸ τοῦ ἐπιβαρεῖν. Ἔμβολος: Παρὰ τὸ τὸν λαὸν ἐμβαίνειν. Ἔμεια: Τόπος ἐστὶ πλησίον Μυκηνῶν· παρὰ τὸ ἐμῶ Ἔμεια, ὡς θάλλω Θάλεια. Λέγεται δὲ, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ ᾅδου· ἢ ἐπειδὴ ἐκεῖ ἔμεσεν ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ. Ἐμεῖο: Ἐκ τοῦ ἐμοῦ. Τὸ δὲ ἐμοῦ ποίου εἴδους; Πρωτοτύπου. Κατὰ πόσους τρόπους διαφέρει τοῦ παραγώγου; Κατὰ τρεῖς· ὅτι τὸ μὲν ἐμοῦ τὸ πρωτότυπον γίνεται κατὰ διάλυσιν ἐμέο καὶ ἐμεῖο καὶ ἐμεῦ· τὸ δὲ παράγωγον, οὐδόλως· καὶ ὅτι τὸ μὲν πρωτότυπον ἐγκλίνεται, τὸ καταρχὰς φωνῆεν ἀποβάλλον, οἷον, ἤκουσέ μου· τὸ δὲ παράγωγον, οὔτε ἐγκλίνεται, οὔτε τὸ καταρχὰς φωνῆεν ἀποβάλλει. Ἔμβιος: Καλεῖται ἡ σηπεδὼν τοῦ ξύλου. Ἡ δὲ σηπεδὼν, ἡ ποιότης ἐστὶν ἡ ἐν αὐτῷ· καὶ εἰ μὲν εὖ ἔχει, τοῦ ἐκφῦσαι αἰτία γίνεται· εἰ δὲ κακῶς, τοῦ κατασαπῆναι. Ἐμβατεῦσαι καὶ Ἐμβατεία: Ἔστιν ἡ νυνὶ λεγομένη διὰ τοῦ δ ἐμβαδία· τὸ τὸν δανειστὴν ἐμβατεῦσαι, καὶ εἰσελθεῖν εἰς τὰ κτήματα τοῦ ὑποχρέου, ἐνεχυριάζοντα τὸ δάνειον. Εἶο: Ἀντὶ τοῦ ἑαυτοῦ. Ἔστι γὰρ, ἐμοῦ, σοῦ, οὗ. Καὶ αὗται αἱ γενικαὶ γίνονται κατὰ διάλυσιν, ἐμέο, σέο, ἕο· καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε δύο φωνήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μακρὸν, τὸ δὲ ἕτερον βραχὺ, τούτου χάριν ἐπλεόνασε τὸ ι ποιητικῶς, καὶ ἐγένετο ἐμεῖο, σεῖο, εἷο. Ἐμεῖο: Ἐκ τοῦ ἐμὸς ἐμοῦ. Ἔστι δὲ ἡ ἀντωνυμία παράγωγος, εἴδους τῶν παραγώγων κτητικοῦ· σημαίνει δὲ τὸν κτήτορα καὶ τὰ κτήματα· καὶ διαλύσει τῆς ΟΥ διφθόγγου Ἰωνικῶς, ἐμέο· καὶ πλεονασμῷ τοῦ ι, ἐμεῖο. Ἐκ δὲ τοῦ ἐμέο συναιρέσει τοῦ ΕΟ εἰς τὴν ΕΥ δίφθογγον, ἐμεῦ Δωρικῶς· καὶ ἀποβολῇ τοῦ ε, μεῦ· ὡς τὸ,

  
Κέκλυτέ μευ.  
Ἔμισα: Πόλις Φοινίκης· τὸ ἐθνικὸν, Ἐμισαῖος. Καὶ ἔοικε κλίνειν τὰ Ἔμισα Διονύσιος ὡς τὰ Μέγαρα· ἡ δὲ νῦν χρῆσις θηλυκῶς. Ἀλλὰ πῶς τὸ Ἐμισαῖος ἀπὸ τοῦ οὐδετέρου γέγονεν; εἰ μή τις φαίη, ὥσπερ τὸ Γάδειρα Γαδειραῖος. Οἱ δὲ Ἔμεσα διὰ τοῦ ε· ὅθεν Ἐμεσηνὸς, ὡς τὸ Γέρασα Γερασηνός. <!-- 335 -->Ἐμμαπέως: Ἀπὸ τοῦ ἅμα, τοῦ σημαίνοντος τὸ ὁμοῦ καὶ ἐξαίφνης, καὶ τοῦ ἔπος, τοῦ σημαίνοντος τὸν λόγον, γέγονεν ἁμεπέως· καὶ κατὰ μετάθεσιν τῶν φωνηέντων, καὶ πλεονασμῷ τοῦ μ, ἐμμαπέως, οἱονεὶ ἅμα τῷ λόγῳ καὶ τῷ ἔργῳ, ἐσπευσμένως, ταχέως, ἢ προθύμως·

  
Ὁ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν.  
Ἐμμενὲς ἀιεί: Συνεχῶς, ἀδιαλείπτως, ἐπιμόνως. Μένω καὶ ἐμμένω, ἐμμενές. Ἔμμεναι: Ἀπὸ ἐνεστῶτος· τὸ γὰρ εἶναι τὸ ὑπάρχειν σημαίνει· εἰμί· καὶ ὁ παρατατικὸς, ἦν· τὸ πληθυντικὸν, ἦμεν·

  
Ἀλλʼ ὅπερ ἦμεν γενώμεθα.  
Ἡ μετοχὴ, εἲς, ἔντος· τὸ ἀπαρέμφατον, εἶναι· καὶ Δωρικῶς, ἔμμεναι. Εἰς τὸ δόμεναι. ἔμμηνον, ὃ καὶ ἐπιμήνιον, τὸ κατὰ μῆνα πλεονάζον αἷμα ταῖς γυναιξί· τροφὴ δὲ τὸ αἷμα γίνεται τοῖς βρέφεσιν. Ἔμμηροι: Οἱ ἐπὶ ἐνέχυρα διδόμενοι φιλίας. Δημήτριος ἐν Σικελοῖς,

  
Λακεδαιμόνιοί θʼ ἡμῶν τά τε τείχη κατέβαλον,  
  
καὶ οὓς ἔλαβον ἐμμήρους.  
Εἴρηται παρὰ τοὺς ὁμήρους, τοὺς ἐπὶ ὁμολογίᾳ τῆς εἰρήνης διδομένους παρʼ ἀλλήλων παῖδας· ἵνʼ ᾖ, ὅμηροι καὶ ἔμμηροι. Ἔμμορε: Σημαίνει τὸ ἔτυχεν, ἔλαχε. Παρὰ τὸ μορῶ, τὸ ἐπιτυγχάνω, μορήσω· ὁ δεύτερος ἀόριστος, ἔμορον· καὶ πλεονασμῷ ἑτέρου μ· τὸ δεύτερον, ἔμμορες. Ὅτι δὲ δεύτερος ἀόριστος ἐστὶ, δηλοῖ καὶ τὸ τρίτον τῶν πληθυντικῶν, ἔμμορον ἐκεῖνοι. Εἰ γὰρ ἦν παρακείμενος, ἐμμόρασιν εἶχεν εἶναι. Μείρω, μερῶ· μέσος παρακείμενος, μέμορα· καὶ καθʼ ὑπερβιβασμόν. Ἔμπα: Σημαίνει τὸ ὅμως· καὶ ἔμπης, τὸ αὐτό. Ἔμπης σημαίνει βʹ· ποτὲ μὲν ἔμπης σημαίνει ὅμως, ὡς τὸ,

  
σὺ δὲ χαῖρε καὶ ἔμπης.  
Ποτὲ δὲ ὁμοίως, ἢ ἐπίσης, ὡς τὸ,

  
Ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.  
Ἐμπάζομαι:

  
Καὶ ἐμῶν ἐμπάζεο μύθων  
Σημαίνει τὸ ἐπιστρέφομαι, φροντίζω, ἐντίθεμαι, λόγον ποιοῦμαι. Παρὰ τὸ ἔμπης. Ἢ παρὰ τὸ ἔμπαιος· τὸ δὲ ἀπὸ τοῦ ἐμπάσσειν. Τὰς γὰρ βουλὰς δοκοῦμεν ὡς πάσσειν τῇ διανοίᾳ. Ἐμπάσσω· καὶ Αἰολικῶς, ἐμπάζω. Τὰ γὰρ δύο ΣΣ εἰς ζ τρέπουσιν Αἰολεῖς· τὸ γὰρ ἐπιπλήσσω, ἐπιπλάζω. Σαπφὼ,

  
Τὸν δʼ ἐπιπλάζοντʼ ἄνεμοι φέροιεν.  
Ἔμπαιος: Ὁ ἔμπειρος·

  
Κακῶν ἔμπαιος ἀλήτης.  
Οἱ μὲν, παρὰ τὸ ἔμπειρος, ἄρσει τοῦ ρ, καὶ τροπῇ τοῦ ε εἰς α, ὡς τὸ δεινὸς, αἰνός· οἱ δὲ, παρὰ τὸ ἀΐω, ἄϊος· καὶ ἐν συνθέσει, ἐπάϊος· εἶτα κατὰ πλεονασμὸν τοῦ μ, καὶ συναιρέσει, ἔμπαιος, ὁ αἰσθανόμενος. Ἢ παρὰ τὸ ἐμπάζεσθαι, τὸ φροντίζειν. Ἢ παρὰ τὸ ἔμπεδος, ὁ βέβαιος. Ἐμπήκτης: Ὁ θεσμοθέτης. Ἔμπεδον: Ἑδραῖον, ἰσχυρόν· ἐκ τοῦ πέδον ἡ γῆ· πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῇ θαλάσσῃ· ὅθεν καὶ ἐμπεδῶς, ἐπίρρημα. Ἢ ἀπὸ τῶν ἐν πεδίῳ θεμελίων κειμένων. Ἐκ τοῦ πέδον γίνεται ῥῆμα πεδῶ, καὶ ἐμπεδῶ, τρίτης συζυγίας.

  
Τὰ μὲν ὀμωμοσμένα τοῖς ἔργοις αὐτοῖς ἐμπεδῶσαι.  
Ἀντὶ τοῦ βεβαιῶσαι, ἐνισχύσαι, ἀσφαλίσασθαι, ἑδραιῶσαι. Καὶ ἔμπεδον, τὸ βέβαιον. Τὸ δὲ πέδον, παρὰ τὸ ἕω, τὸ καθέζομαι, ἕδον καὶ πέδον· ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕζον καὶ πέδον. <!-- 336 -->Ἐμπελάτειρα: Ἡ ἑταίρα· ἀπὸ τοῦ ἐμπελάζειν πᾶσι. Καλλίμαχος,

  
Τοὺς αὐτῷ σκοτίους ἐμπελάτειρα τέκεν Γυνή.  
Ἐμπελαδόν: Σημαίνει τὸ πλησίον, ἢ τὴν γονήν· παρὰ τὸ πελάζω. Ἐμπέραμος: Παρὰ τὸ πεῖρα, ἐμπείραμος, καὶ ἐμπέραμος· σημαίνει δὲ τὸν ἔμπειρον. Ἐμπερονήσασθαι καὶ ἐμπορπώσασθαι: Ἀπὸ τῆς περόνης γίνεται περονῶ. Ἀντὶ τοῦ πόρπῃ, βελόνῃ, συλλαβεῖν. Ἐμπεφυυῖα: Ἰλιάδος αʹ, ἀντὶ τοῦ ἐμπλέξασα τὰς χεῖρας, ἰσχυρῶς κρατοῦσα·

  
Ὡς ἔχετʼ ἐμπεφυυῖα.  
Καὶ ἐμπεφύασι. Φῦμι τὸ προσπελάζω· ὁ μέλλων, φύσω· ὁ παρακείμενος, πέφυκα· ἡ μετοχὴ, πεφυκώς· ἀποβολῇ τοῦ συμφώνου, πεφυώς· καὶ τὸ θηλυκόν. Ἔμπλην: Πλησίον, ἐγγύς. Παρὰ τὸ πέλω ῥῆμα τὸ πλησιάζω, συγκοπῇ πλῶ· καὶ συνθέσει, ἐμπλῶ· καὶ ἔμπλην·

  
Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.  
Ἔμπορος: Ὁ πραγματευτής· καὶ ὁ τόπος αὐτὸς ἐμπόριον λέγεται, ὁ κατάβολος· ὁ ναύλου πλέων ἐπʼ ἀλλοτρίας νεὼς, ἢ πραγματείας· ἤγουν, ὁ διὰ παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος. Ἐμπολεμῶσαι: Τὸ ἐχθροὺς ποιῆσαι, ἢ ἐπὶ πόλεμον τινὰς παροξύναι· ἐκπολεμῆσαι δέ ἐστι τὸ ἐκπορθῆσαι. Ἐμποδών: Θουκυδίδης, ἀντὶ τοῦ προχείρως. Φησὶ γὰρ,

  
Τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν.  
Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος ἀντὶ τοῦ φανερόν· Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ· Ἰσαῖος ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσίν· Ἀλλὰ τὸ πρωϊνὸν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδών ἐστιν. Ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου ἐν δευτέρῳ Φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· Τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημεν καὶ παῖδας ἀνείλατο, καὶ οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος. Ἀντιφῶν δὲ, τοὺς ἐμπεσόντας. Λέγει γὰρ,

  
Τοὺς ἐμποδὼν ἐκολάσατε.  
Ἐμποδὼν, ἐμπόδισμα, κώλυμα. Ἔμπουσα: Φάντασμα δαιμονιῶδες, ὑπὸ τῆς Ἑκάτης πεμπόμενον· ὃ δοκεῖ πολλὰς μορφὰς ἀλλάσσειν. Ἔμπουσα δὲ, παρὰ τὸ ἐμποδίζειν· ἢ ἀπὸ τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν· ἢ ὅτι ἀπὸ σκοτεινῶν τόπων ἐφαίνετο τοῖς μυουμένοις. Ἐκαλεῖτο δὲ αὕτη καὶ Ὀνοπόλη. Ἄλλοι δὲ λέγουσιν, ὅτι φάντασμα ἦν τῆς Ἑκάτης τοῖς δυστυχοῦσι φαινόμενον. ὅτι ἔμπουσα ψιλοῦται· εἰ καὶ δοκεῖ παρὰ τὸ ἕνα συγκεῖσθαι. Ἐμποίνιμος: Τουτέστιν ἔνοχος ποινῇ· οἷον ἐφʼ οἷς ἥμαρτε δοὺς τιμωρίαν. Καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ δρασθεῖσα κόλασις. Ἐμπύρευμα: Κυρίως λείψανον πυρὸς ἐναπομεῖναν τῇ σποδιᾷ· καταχρηστικῶς καὶ ἐπὶ λειψάνου· ὡς φέρε εἰπεῖν, γνώσεως, ἀρετῆς ἢ κακίας, μνήμης ... Ἐμπυρίζω: Ἐκ τοῦ πῦρ πυρὸς, πυρίζω καὶ ἐμπυρίζω. Ἐμφαντικῶς: Ἐννοηματικῶς. Ἐμφορῶ: Πρώτη συζυγία. Παρὰ τὸ ἐμφέρω γίνεται ἔμφορος, ὁ ἐν αὐτῷ φέρων τί· ἐξ αὐτοῦ, ἐμφορῶ· ἡ μετοχὴ, ἐμφορῶν ἐμφοροῦντος· καὶ τὸ οὐδέτερον, τὸ ἐμφοροῦν, ἤγουν τὸ πληροῦν. <!-- 337 -->Ἐμῶ: Τὸ τὴν τροφὴν ἐκβάλλω. Ἀριστοφάνης,

  
Δότε μοι λεκάνην, ἵνʼ ἐξεμέσω.  
Ἀπὸ τοῦ ἕω, τὸ ἀφίημι, κατὰ πλεονασμὸν τοῦ μ, ἐμῶ, ὡς ὁρῶ, ὁρμῶ· τίω, τιμῶ. Ἐμὠκυμόρῳ: Ἐμῷ ὠκυμόρῳ· καὶ ἐκθλίβεται τὸ ι τῆς ἐμῷ ἀντωνυμίας, διὰ τὸ μηδέποτε γίνεσθαι κρᾶσιν τοῦ ι μέσου ὄντος· καὶ λοιπὸν κιρνᾶται τὰ δύο ΩΩ εἰς ω, καὶ γίνεται ἐμὠκυμόρῳ, χωρὶς τοῦ ι. Ἐναγίζειν: Τὸ χοὰς ἐπιφέρειν ἢ θύειν τοῖς κατοιχομένοις, ἢ φονεύειν· ἄγος γὰρ τὸ μίασμα· ἐνάζω δὲ, τὸ λιτανεύω πρὸς τοῖς ναοῖς. Ἢ ἐναγίζειν, τὸ κατακαίειν· ἀπὸ τοῦ ἁγίζειν. Ἐναβρύνω: Ἐξ οὗ ἐναβρύνεσθαι, μέγα φρονεῖν, καυχᾶσθαι. Τοῦτο παρὰ τὸ ἀβρὸς ὁ κοῦφος. Ἔναγχος: Ἀρτίως· πρὸ μικροῦ, ἢ πρὸ ὀλίγου, ἐν τῷ ἔγγιστα παρελθόντι χρόνῳ. Παρὰ τῆς ἀγχοῦ γενικῆς, ἄγχος· καὶ συνθέσει, ἔναγχος. Ἢ πρῴην, προσφάτως, ἐγγύς. Ἐναλλάξ: Ὡς παρὰ τὸ μίχω μίξω μὶξ καὶ ἐπιμὶξ, οὕτως καὶ παρὰ τὸν ἀλλάξω μέλλοντα ἀλλὰξ καὶ ἐναλλάξ. Ἐναλίγκιος: Ὅμοιος, παραπλήσιος. Ὡς παρὰ τὸ πήσσω γίνεται πάγιος, ἁρμόζω ἁρμόδιος, οὕτως παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκιος· καὶ ἐπειδὴ πολλάκις τὰ τοιαῦτα διὰ χρείαν μέτρου ἀποβάλλει τῆς ΕΙ διφθόγγου τὸ ε, οἷον,

  
Εἴκελος ἀστεροπῇ,  
καὶ,

  
Τῷδʼ ἴκελος, Τρώων κατέδυ πόλιν,  
τούτου χάριν καὶ τοῦτο ἀποβάλλει τὸ ε, καὶ γίνεται ἴκιος καὶ ἐνίκιος· καὶ προσελθούσης τῆς ΑΛ συλλαβῆς μετὰ τοῦ γ, διὰ τὰ ἐπάλληλα βραχέα, γέγονεν ἐναλίγκιος. Ἐναπήρεισται: Ἐντετίναχεν. Εἴρηται ἀπὸ τοῦ διατεινομένους ἐμπίπτειν. Ἐναποψύχειν: Παρὰ Ἡσιόδῳ τὸ ἀποπατεῖν καὶ ἀποφυσᾶν, παρὰ τὸ ψύχω· παρʼ Ὁμήρῳ, τὸ λειποθυμεῖν, παρὰ τὸ ψυχὴ, ὡς τὸ,

  
Εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.  
Ἐναίρω: Παρὰ τὸν ἄρην, τὸν πόλεμον, γίνεται ἐναίρω, τὸ φονεύω· ἢ παρὰ τὸ ἔνω, τὸ φονεύω· ὅθεν καὶ Ἐνυὼ, καὶ Ἐνυάλιος. Τὸ δὲ ἔνω, παρὰ τὸ ἕλω, τὸ φονεύω· ἐξ οὗ, εἷλε καὶ ἀνεῖλε. ἐναρίζειν δὲ κυρίως μὲν τὸ σκυλεύειν· ἔναρα γὰρ τὰ σκύλα· καταχρηστικῶς δὲ, ἀναιρεῖν. Ἔναρα: Σκύλα, λάφυρα, κυρίως δὲ τὰ πολεμικὰ ὅπλα, ὡς ἐπὶ θώρακος καὶ περικεφαλαίας καὶ κνημίδος· ἐκ τοῦ αἴρω, τὸ λαμβάνω τὰ βασταζόμενα, ὡς τὸ,

  
φέροι δʼ ἔναρα βροτόεντα.  
Τὰ ἀπὸ τοῦ πολέμου λαμβανόμενα. Ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἃ ἥρμοσται τοῖς σώμασιν. Ἐναρίζοι: Ἀντὶ τοῦ φονεύοι· ἐκ τοῦ ἐναρίζοιμι εὐκτικοῦ, τὸ τρίτον. Ἐκ τοῦ ἐναίρω, ἐναρίζω. Σημαίνει δὲ τρία· τὸ φονεύω, καὶ τὸ ἀπολαμβάνω· κυρίως δὲ τὸ σκυλεύειν· ἀπὸ τοῦ ἐναρηρότα σώματα ἀφαιρεῖσθαι. Ἐνάρφορος: Πολεμική· ἀπὸ τοῦ φέρειν τὰ ἔναρα, ἢ τοὺς ἄνδρας φονεύειν. Ἐναργές: Σαφὲς, καὶ πρὸ ὀφθαλμῶν. Ἐνάργεια: Ἡ τῶν λόγων λευκότης καὶ φανότης· ἀργὸν γὰρ τὸ καθαρόν· ἐνέργεια δὲ καὶ ἡ ἐν τοῖς λόγοις ταχυτής. Ἔναυλον: Οὐ πρὸ πολλοῦ ἐνηχούμενον ἢ μνημονευόμενον, ἀλλʼ ἔτι ἐνηχούμενον. Αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπίμηκες· τοιοῦτος δὲ καὶ ὁ τῶν ὤτων τόπος. <!-- 338 -->Ἔναυλος: Ἔνηχος, ἔμπνους. Σημαίνει δὲ καὶ ῥοῦν καὶ χαράδραν καὶ χειμάρρουν· καὶ ἐναυλιζόμενον, ἀντὶ τοῦ ἐνοικοῦντα· καὶ ἐναύλους, τοὺς χειμερινοὺς ποταμοὺς, παρὰ τὸ ἐπιμήκεις εἶναι ὡς αὐλούς· αὐλὸς γὰρ ἢ ἐπιμήκης παράτασις· οἷον,

  
αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν  
  
αἵματος ἀνδρομέου.  
Καὶ,

  
τάχα κεν πλήσειαν ἐναύλους.  
Ἐναυλήματα: Ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα. Ἔνιοι δὲ καὶ αὐτὰ καθʼ αὑτὰ ἄλφιτα ἐναυλήματα προσαγορεύουσιν. Ἔναυσμα: Ἐμπύρευμα, σποδιὰ πυρὸς, ὑπέκκαυμα· ἀπὸ τοῦ αὔω, τὸ καίω. Ὁ ἅγιος Βασίλειος, Εἰ οὖν βλέμμα τοσούτου πυρὸς ἔναυσμα γίνεται, ἀκούωμεν τοῦ ὑποφωνοῦντος, Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· καὶ τὰ βλέφαρά σου νευέτω δίκαια. Ἔνδεια: Τὰ ἐλλείποντα μιᾷ συλλαβῇ κατὰ τὸ θηλυκὸν διὰ τῆς ΕΙ διφθόγγου γράφεται· ἐνδεὴς, ἐνδεΐα, καὶ ἔνδεια· ἀδεὴς, ἀδεΐα, καὶ ἄδεια. Ἢ ὡς εὐκλεὴς εὐκλεΐα, καὶ κατὰ κρᾶσιν εὔκλεια, οὕτως καὶ ἐνδεὴς ἐνδεΐα, καὶ ἔνδεια. Ἔνδεια: Ἔστι δέα ἐκ τοῦ δέω, τὸ χρῄζω· κατὰ πλεονασμὸν τοῦ ι, δεία· καὶ μετὰ τῆς ἐν προθέσεως, ἔνδεια. Ἐξ αὐτοῦ ῥῆμα, ἐνδέω· ἡ μετοχὴ, ἐνδέων· καὶ τὸ οὐδέτερον, τὸ ἐνδέον. Καὶ ἀπὸ μετοχῆς παρήχθη εἰς ὄνομα. Ἐντελέχεια: Σημαίνει τὸ ἀεὶ ὄν· παρὰ τὸ ἐντελῶς ἔχειν. Ἐνδελεχεστάτης: Συνεχεστάτης καὶ ἀδιαλείπτου. Ἐνδελεχέστατα καὶ Ἐνδελεχῶς: Τὸ συνεχῶς. Παρὰ τὸ ἐνδέχομαι γίνεται ὄνομα ἐνδεχής· καὶ πλεονασμῷ τῆς ΛΕ συλλαβῆς, ἐνδελεχής· καὶ ἐνδελεχῶς, ἐπίρρημα. Ἕνδεκα: Κληρωτοὶ ἄρχοντες ἦσαν οὗτοι, προεστηκότες τοῦ δεσμωτηρίου καὶ τοὺς ἀπαγομένους κακούργους ἐπὶ θάνατον παραλαμβάνοντες ἐζημίουν· τοὺς δὲ ἀμφισβητοῦντας εἰσῆγον εἰς τὸ δικαστήριον· καὶ τὸ γνωσθὲν περὶ αὐτῶν ἔπραττον. Εἰσῆγον δὲ καὶ τὰ ἀπογραφόμενα χωρία, οἰκίας· καὶ τὰ δημόσια εἶναι δόξαντα παρεδίδουν τοῖς πολίταις. Εἰσῆγον δὲ ἐνίας ἐνδείξεις. Ῥητορική. Ἑνδέκατος: Ἐκ τοῦ εἷς ἑνὸς, τὸ οὐδέτερον, ἕν· καὶ μετὰ τοῦ δέκα, γίνεται ἑνδέκατος. Ἐνδεξιᾷ: Σὺν τῷ ι, τοπικὸν καὶ περισπώμενον· ὅταν δὲ ᾖ προπαροξύτονον, ἄνευ του ι, ἀντὶ τοῦ ἐπιδεξίως. Ἢ ὡς αἴσια καὶ καλά. Ἐκδεξιῶν, ἐπίρρημα τοπικόν. Ἔνδυνε: Ἐκ τοῦ δύω, δύνω· ἔδυνον, ἔδυνες· τὸ τρίτον, ἔδυνε. Καὶ οἱ Ἴωνες αὐξήσεις οὐ δέχονται. Μετὰ τῆς ἐν, ἔνδυνε. Ἔνδειξις: Εἶδος δίκης δημοσίας, ὑφʼ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον εἰς τὸ δικαστήριον, καὶ ἐδείκνυον εἶναι .. Δημοσθένης κατὰ Ἀριστογείτονος. Ἔνδημος: Ὁ μὴ ἀποδημῶν· ἐπίδημος δὲ, ὁ ἐπιδημῶν ξένος. Καὶ παρὰ Ἀριστοφάνει ἐν Νήσοις,

  
ἀλλʼ οὐ τυγχάνει  
  
ἐπίδημος ὤν.  
Λέγεται δὲ περὶ τοῦ Ποσειδῶνος, ὅτι οὐκ ἐπιδημεῖ Ἰσθμοῖ. Κυρίως ἔστιν εἰρημένον. Οὐχ οὕτω γὰρ Ἴσθμιος ὁ θεὸς, ὡς διαπαντὸς ἐκεῖ διατρίβειν. <!-- 339 -->Ἔνδιος: Ἡ μεσημβρία, ἤγουν ὁ μεσημβρινὸς καιρός· παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὴν ἡμέραν. Ἢ παρὰ τὸ ἰδίω, τὸ ἱδρῶ, γέγονεν ἐνίδιος, καὶ ἔνδιος. Ἐνδίκως καὶ Ἐν δίκηι: Ἀντὶ τοῦ δικαίως, καὶ κατὰ τροπήν. Ἔνδινα: Τὰ ἔντερα, οἱονεὶ ἔνινά τινα ὄντα, τὰ ἔντοσθεν τῶν ἰνῶν, ἢ ἁπλῶς τῶν μελῶν. Ἢ παρὰ τὸ ἐντὸς εἶναι τῶν ὅπλων. Γράφεται δὲ διὰ τοῦ ι, ὡς ἀνθρώπινος. Ἔνδινος γάρ. Ἐνδίνοισιν: Ἐν τοῖς ἐγκάτοις. Ἔστιν ἡ δίνη, ὃ σημαίνει τὴν συστροφήν· καὶ τὸ οὐδέτερον, τὸ δῖνος, τοῦ δίνους, τοῖς δίνεσι· καὶ κατὰ μεταπλασμὸν, δίνοισιν. Ἢ τὸ δῖνον τοῦ δίνου, δίνοις καὶ δίνοισι· καὶ γὰρ τὰ ἔγκατα ἀεὶ συστρέφονται.

  
Ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,  
Ἰλιάδος ψʹ, τουτέστι τῶν ἐντὸς τῶν ὅπλων· ἀπὸ τοῦ ἐντείνεσθαι αὐτὰ τῷ θώρακι καὶ τοῖς λοιποῖς ὅπλοις. Οἱ δὲ ἀποδιδόντες ἐντέρων, ἀγνοοῦσιν· οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν. Ἐνδρομίδες: Ὑποδήματα· Ἀττικῶς εἴρηνται, παρὰ τὸν δρόμον, τὰ εἰς τὸν δρόμον ἐπιτήδεια. Ἐνδυκέως: Παρὰ τὸ ἐνδίκως. Οὕτως καὶ ἐνδυκέως τὸ φιλοτίμως καὶ ἀξίως, ἐπιμελῶς, μετʼ ἐπιμελείας καὶ ἐπιστροφῆς. Ἐνέδρα: Παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕδρα καὶ ἐνέδρα, ἐν ᾗ κάθηνταί τινες, μέχρις ἂν ἕλωσι τούτους, οἷς ἂν ἐπιβουλεύωσιν. Ἕδρα σημαίνει τὴν καθέδραν, καὶ τὸ μέρος τοῦ σώματος. Ὡς παρὰ τὸ αἴθω αἶθρα, καὶ χύω χύτρα, οὕτως ἕζω ἕδρα, ἐν ᾗ καθήμεθα, ἢ διʼ ἧς καθήμεθα. Παρʼ αὐτὸ δὲ καὶ ἐνέδρα· ἐγκαθίζοντες γὰρ λοχῶσιν. Ἔνδοξος: Παρὰ τὸ ἐν ἑαυτῷ τὴν δόξαν ἔχειν. Ἐνεῖκαι: Σημαίνει τὸ ἐνέγκαι· ἔστι γὰρ Ἰωνικόν. Παρὰ τὸ ἐνέκω ἐνέξω· πλεονασμῷ τοῦ ι, ἐνείκω, ἤνεικα· ἐξ οὗ,

  
Ἀλλά μʼ ὑπήνεικαν.  
Ἀντὶ τοῦ ἐξήνεγκαν, ἐξήγαγον καὶ τὸ ἀπαρέμφατον, ἐνεῖκαι. Ὁ ἀόριστος, ἤνεξα· ὁ δεύτερος ἤνεκα· καὶ πλεονασμῷ τοῦ ν καὶ τροπῇ ἤνεγκα· καὶ ὥσπερ ἀπὸ τοῦ αἰεὶ γίνεται αἰὲν, τροπῇ τοῦ ι εἰς ν, οὕτως καὶ παρὰ τὸ ἐνείκω γίνεται ἐνέγκω διὰ τοῦ γ. Ἔνεισι καὶ Ἔξεισι: Ταῦτα εἰ μὲν δασύνεται, δύο μέρη λόγου εἰσὶ, καὶ ἔχει τὸ ἓν καὶ τὸ ἓξ ἀριθμητικόν· εἰ δὲ ψιλοῦται, ἓν μέρος λόγου εἰσὶ, καὶ ἔχει τὸ ἐν ἐξ, προθέσεις. Ἔνειμεν: Σημαίνει τὸ ὑπάρχομεν· τρίτην δὲ ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν. Τὸ γὰρ ἁπλοῦν αὐτοῦ εἰμέν ἐστί. Πᾶν δὲ ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει βαρύνεται. Ἔνεσαν:

  
πεντήκοντʼ ἔνεσαν θάλαμοι  
ἀντὶ τοῦ ὑπῆρχον. Εἰμὶ, τὸ ὑπάρχω· ὁ παρατατικὸς, ἦν· τὸ πληθυντικὸν, ἔμεν, ἔτε, ἔσαν, καὶ ἔνεσαν. Ἐνείρω: Ἐμπερονήσω, συναρμόσω, συμπλέξω, συνάψω. Εἴρω οὖν παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, τροπῇ τοῦ α εἰς ε, καὶ πλεονασμῷ τοῦ ι. Εἴρω· ὁ μέλλων, ἐρῶ· ὁ ἀόριστος, εἶρα· καὶ συνεῖρα, καὶ παρενεῖρα, τὸ συνέβαλον, συνέπλεξα ἐμαυτόν. Ἰστέον ὅτι ἔν τισι τῶν ἀντιγράφων τὸ ἐνεπείρουν ἐπένθεσιν τοῦ ε ἔχει, ὡς ἐνεποίουν· ἐν τοῖς πλείστοις δὲ οὐκ ἔχει τὴν τοῦ ε ἐπέκτασιν· ἠμπείρου γὰρ πιττουργὸς καὶ στυππιοποιὸς, καὶ ἐνείρων τῷ ῥαιστῆρι τὸν στελεόν. <!-- 340 -->Ἔνερσις: Συμπλοκή. Παρὰ τὸ εἴρω, τὸ συμπλέκω, πλεονασμῷ τοῦ σ, εἴρσω, εἶρσις, καὶ ἔνερσις, καὶ ἐνέρσει. Ἐνεργμός: Τὸ δʼ αὐτὸ καὶ ἔνερξις· κροῦμα κιθαριστικόν· Εὐφρόνιος δὲ τὸν ἐν μέσῳ τῇ κιθάρᾳ πασσαλίσκον, διʼ οὗ ἡ χορδὴ διήρτηται. Φρύνιχος Κόννῳ·

  
Τὶ δαὶ τὸν ἐνεργμόν.  
Κροῦμα, διάσχεσιν. Ῥητορική. Ἔνεροι: Οἱ νεκροί· ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ κεῖσθαι, ὅ ἐστιν ἐν τῇ γῇ· ὅθεν καὶ πίπτειν ἔραζε· τουτέστιν ἐν τῇ γῇ ὄντες. Ἐνερόχρωτες: Νεκρόχρωτες, νεκροῦ χροιὰν ἔχοντες· καὶ,

  
ἄναξ ἐνέρων Ἀϊδωνεύς.  
Τουτέστι, τῶν νεκρῶν. Ἔνερθεν: Ὑπένερθεν· δύο μέρη λόγου· ὑπὸ, πρόθεσις· ἔνερθεν, ἐπίρρημα τοπικόν. Γίνεται ἐκ τοῦ ἔνερος ἐνέρου, ὃ σημαίνει τὸν νεκρόν. Ἐξ αὐτοῦ ἐνέροθεν· καὶ συγκοπῇ, ἔνερθεν· ἢ παρὰ τὸ ἔρα ἔρερθεν καὶ ἔνερθεν· σημαίνει δὲ τὸ ὑποκάτωθεν· καὶ κατὰ ἀφαίρεσιν τοῦ ε, νέρθεν. Ἐνέρτερος: Κατώτερος· ἀπὸ τοῦ ἔνερθεν, ἐνέρθερος, καὶ ἐνέρτερος. ἐνετοὶ, ἐνετήϊος, παρὰ Παφλαγόσι·

  
τοῖσι δʼ Ἐνετήϊος ἐμβασίλευεν  
  
πρῶτα Πέλοψ.  
Περὶ Παφλαγονίαν δοκεῖ Πέλοψ κατῳκηκέναι· ὅθεν καὶ Ἐνετήϊον αὐτὸν εἶπεν. Ἐνετοὶ γὰρ οἱ Παφλαγόνες οἱ Λυδοί. Ἐνετῇσι:

  
Χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.  
Ταῖς περόναις· διὰ τὴν Ἀθηνᾶν. Ὅτι κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν κλεῖδα τοῦ ὤμου. Δασύνεται δὲ τὸ ἑνέτῃσιν· ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις, ὅ ἐστιν ἐμπορποῦσθαι καὶ ἐμβάλλεσθαι πρὸς τὸν πέπλον. Σημαίνει δὲ τὰς περόνας· καὶ γίνεται παρὰ τὸ ἵημι, τὸ πέμπω· ὁ μέλλων, ἥσω· ὁ παρακείμενος, εἷκα· ὁ παθητικὸς, ἕμαι, ἕσαι, ἕται. Ἑτὸς, καὶ ἄφετος· τὸ θηλυκὸν, ἐτὴ, καὶ ἐνετή. Ἐνεκολλήβασε: Κατέπιεν. Ἴσως ἀπὸ τοῦ κόλου καὶ τοῦ βύσαι. Ἐνεούρησεν: Ἀπὸ τοῦ οὔρησεν, ἐούρησε· καὶ ἐν συνθέσει, ἐνεούρησεν. Ζήτει. ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι καὶ ἐγγύης καταβολήν: Καταδικασθέντων τινῶν δημοσιεύεσθαι τὰς οὐσίας, εἰ λέγοιεν τινὲς ὡς εἴησαν δανεισταὶ τῶν δημευομένων, ἀπογράφεσθαι τούτους ἐκέλευον, πότε καὶ πόσον ἐδάνεισαν ἀργύριον· ὅπερ ἔλεγον ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι· εἰ μέντοιγε παρίστων ἐγγυητὰς τοῦ μὴ ἂν διαψεύσασθαι περὶ τοῦ δανείσματος οἱ δανείσαντες, τοῦτο ἐγγύης καταβολὴν ἔλεγον. Ἐξῆν δὲ τῇ γυναικὶ πρῶτον τὴν ὀφειλομένην προῖκα ζητεῖν, καὶ τῷ δανειστῇ τὸ ὄφλημα. Ἀποδεικνύντες ὃ ἔλεγον, ἀπελάμβανον τὰ ὀφειλόμενα. Ἐκαλεῖτο οὖν τοῦτο, ἐνεπισκήψασθαι. Ἐνεός: Ὁ ἄφωνος· ἀπὸ τοῦ τὴν ἰωὴν παρʼ ἑαυτῷ ἔχειν· ἢ ὁ διὰ μωρίαν λήθαργος καὶ ἀμνήμων· ἀφʼ οὗ καὶ ἐνεάζειν λέγουσι τοὺς διὰ μωρίαν περιβλέποντας. Ἐνέχυρον: Τὸ εἰς ἀσφάλειαν ἀντάλλαγμα· ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, ἔχυρον καὶ ἐνέχυρον. Ἐνεχελιδώ: Τόπος Ἀθήνῃσι σταδίων ὀκτὼ, ἐν ᾧ αἱ ἱπποδρομίαι· ἀπό τινος Ἐχέλου. Ἕνη καὶ νέα: Ἡ τριακοστὴ τοῦ μηνὸς ἡμέρα παρὰ Ἀθηναίοις· ἢ ἡ τριακὰς τῆς σελήνης· ἐπειδὴ τῆς σελήνης συμβαίνει τοὺς δύο μῆνας ἡ ἐννάτη <!-- 341 -->ἡμέρα ὡς ἔγγιστα εἶναι, καὶ τὴν τριακοστὴν ἡμέραν ὑπάρχειν καινήν· Καὶ κελεύειν νῦν μὲν ἥκειν εἰς ἑσπέραν, αὖθις δὲ ἕνης· ἢ ἐφʼ ἕνης. Ἐνήνοχα: Ἀπὸ τοῦ ἐνέχω, ὁ μέλλων, ἐνέξω· ὁ παρακείμενος, ἤνεχα· ὁ μέσος, ἤνοχα· καὶ ὁ Ἀττικὸς, ἐνήνοχα. Ἐνηλύσια: Εὐκίνητα· καὶ ἤλυσιν, τὴν ἔλευσιν. Αἰσχύλος ἐν Ἀργείοις,

  
Καπανεύς μου καταλείπεται λοιποῖς ἀκέραυνος ἀρούρων  
  
ἐπηλυσίων ἀπέλιπεν.  
Οἱ δὲ, τὰ κατασκηφθέντα. Οὕτως εἰς τὸ Ῥητορικόν· εἰς δὲ τοὺς Ἐτυμολόγους εὗρον .... Ἐνηλύσια: Ἐνηλύσια λέγεται εἰς ἃ κεραυνὸς εἰσβέβηκεν· ἃ καὶ ἀνατίθεται Διῒ καταιβάτῃ, καὶ λέγεται ἄδυτα καὶ ἄβατα. Ἐνηής: Ὁ πρᾶος καὶ προσηνὴς καὶ ἡδύς· παρὰ τὸ ἥδω ἥσω· ἢ παρὰ τὸ ἠῢς γίνεται ἐνηὴς, ὥσπερ παρὰ τὸ βριθὺς, ἐμβριθής. Κλίνεται ἐνηέος. Τὸ δὲ ἠῢς σημαίνει δύο, τὸν γενναῖον καὶ ἰσχυρὸν, καὶ τὸν ἀγαθόν. Ἐπὶ μὲν τοῦ ἰσχυροῦ, παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐῢς καὶ ἠΰς· ἐπὶ δὲ τοῦ ἀγαθοῦ, παρὰ τὸ ἥδω ἡδύς· καὶ ἐκβολῇ τοῦ δ, ἠΰς· ἐξ οὗ καὶ ἠεῖα, ὡς ταχὺς ταχεῖα· καὶ ἐνηεῖα ἐνηείης, Ἰλιάδος ρʹ,

  
Νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο  
  
μνησάσθω·  
Τουτέστι τῆς πραότητος. Ἔνθους: Κατὰ συναλοιφὴν ὁ ἐνθεαζόμενος, ἔνθεος καὶ ἔνθους. Ἐνθυμιζόμενοι: Ἐνθυμούμενοι. Ἐνθρυπτά: Τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. Ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι. Καὶ Ἀπόλλων δὲ παρʼ Ἀθηναίοις Ἐνθρυπτός. Ἔνθα: Ἐπὶ μὲν τοῦ τότε δὴ, χρονικὸν ἐπίρρημα.

  
Ἔνθʼ αὖ Τυδείδῃ Διομήδεϊ.  
Καὶ,

  
Ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοί.  
Ἀντὶ τοῦ τότε. Ἢ τοπικόν. Ἐπὶ δὲ τοῦ τοπικοῦ,

  
Ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν.  
Ἐπὶ δὲ τοῦ ἐν τούτῳ ἢ ἐν ἐκείνῳ τῷ τόπῳ,

  
Ἔνθα μὲν Αἴας κεῖται, ἔνθα δʼ Ἀχιλλεὺς,  
  
ἔνθα δὲ Πάτροκλος.  
Ἐνθάδε: Ἐκ τοῦ ἔνθα τοπικοῦ ἐπιρρήματος, ἐπεκτάσει τῆς ΔΕ· καὶ ὤφειλεν εἶναι ἔνθαδε· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ κατὰ φωνὴν παραχθέντα εἰς ΔΕ, μηδὲν πλέον τοῦ πρωτοτύπου σημαίνοντα, πρὸ μιᾶς ἔχει τὸν τόνον· ἔνθα, ἐνθάδε· τοῖος, τοιόσδε· τῆμος, τημόσδε· τηνίκα, τηνικάδε. Καὶ ἀποροῦσι τινὲς λέγοντες, πόθεν γίνεται τὸ ἔνθα; Καὶ λέγομεν ἐκ τοῦ ἔνθεν. Πόθεν δῆλον; Ἐντεῦθεν· τὰ εἰς ΘΑ δισύλλαβα ἐπιρρήματα, οὐκ ἐκ μεταθέσεως ὄντα τοῦ ΘΕ, ὀξύνεσθαι θέλουσιν· οἷον δηθὰ, τριχθά. Εἰ οὖν ἔνθα οὐκ ἐκ μεταθέσεως ὑπῆρχε τοῦ ἔνθεν, ὤφειλεν ὀξύνεσθαι. Οὐκ ἄρα ἐστὶ τὸ ἔνθεν ἐκ τοῦ ἔνθα. Ἰστέον ὡς φησὶν ὁ τεχνικὸς, ἔθος ἔχουσιν αἱ λέξεις αἱ εἰς σύμφωνον λήγουσαι δέχεσθαι ἐπέκτασιν τὴν διὰ τοῦ ι· οἷον νῦν, νυνί· οὗτος, οὑτοσί· ἐκεῖνος, ἐκεινοσί· αἱ δὲ εἰς φωνῆεν λήγουσαι τρέπουσιν εἰς ι· οἷον, ὅδε, ὁδί· δεῦρο, δευρί· ἐνθάδε, ἐνθαδί· ἢ τὸ ι προσλαμβάνουσι κατὰ διάστασιν, οἷον αὕτη, αὑτηΐ· τούτου, τουτουΐ· τούτῳ, τουτῳΐ. Τὸ δὲ οἱονεὶ καὶ ὡσπερεὶ γράφεται διὰ διφθόγγου· διάφορα γὰρ μέρη λόγου εἰσίν. Ἔστι γὰρ οἷον, ὄνομα· καὶ εἰ, σύνδεσμος συναπτικός· τὸ δὲ ὡσπερεὶ, τρία μέρη λόγου εἰσίν· ὡς, ἐπίρρημα· περ, σύνδεσμος παραπληρωματικός· καὶ εἰ, συναπτικός. Ἰστέον ὅτι ἐκ τῶν μονοσυλλάβων προθέσεων δύο ἐπεκτείνονται, ἡ ἐν καὶ ἡ πρός. Ἡ ἐν, προσλαβοῦσα τὸ ι, γίνεται ἔνι· ὡς τὸ,

  
Οὐκ ἔνι ἐκεῖ δοῦλος οὐδὲ ἐλεύθερος.  
<!-- 342 -->Ἡ πρὸς, προσλαμβάνει τὸ ι, καὶ γίνεται προσί· ἐκβολῇ τοῦ ρ, ποσί· καὶ τροπῇ τοῦ σ εἰς τ, ποτί· ἐξ οὗ καὶ τὸ,

  
Διὸς ποτὶ χαλκοβατὲς δῶ.  
Διαφέρει δὲ, ὅτι ἡ ἐν γίνεται ἔνι, καὶ μετάγεται εἰς ῥηματικὴν σημασίαν· ἡ δὲ πρὸς γίνεται ποτὶ, καὶ ὡσαύτως μένει πρόθεσις. Ἐνὶ οἴκῳ: Ὀρθοτονεῖται μετὰ τοῦ ὀνόματος, ἵνα μὴ ἀναστρεφομένη σημαίνῃ ῥῆμα. Ἔστι δὲ κατὰ πλεονασμὸν τοῦ ι. Τότε δὲ ἀναστρέφονται αἱ προθέσεις, ὅτε λείπει ῥῆμα. Γίνεται γὰρ ἀντὶ ῥήματος· ὡς τὸ,

  
ἔνι τοι φρένες οὐδʼ ἠβαιαὶ,  
καὶ,

  
πάρʼ ἔμοιγε καὶ ἄλλοι.  
  
πάρα γὰρ θεοί εἰσι.  
Καὶ ὅτε μεταξὺ δύο ὀνομάτων τεθῇ,

  
ξύλοχον κάτα βοσκομενάων.  
  
Ξάνθῳ ἔπι δινήεντι.  
Καὶ ὅτε ὑποτέτακται τινὶ ἀμέσως· οἷον,

  
ᾧ ἔπι.  
Ἀντὶ τοῦ ἐφʼ ᾧ. Καὶ ὅτε εὑρεθῇ ἐπὶ τέλους· οἷον,

  
Ἀρτέμιδι ξύν.  
Εἰ δὲ μὴ οὕτως ἔχει, ὀρθοτονεῖται, καὶ φυλάσσει τὸν ἴδιον τόνον. Ἔνθʼ εἴη: Ἰλιάδος οʹ,

  
Ὡς δʼ ὅταν ἀΐξῃ νόος ἀνέρος, ὅστʼ ἐπὶ πολλὴν  
  
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ,  
  
ἔνθʼ εἴη ἢ ἔνθα.  
Καὶ οὐκ ἔστι τρίτον πρόσωπον εὐκτικὸν, ἀλλὰ πρῶτον· οὐ γὰρ δύναται τὰ τρίτα τῶν εὐκτικῶν προσλαμβάνειν τὸ ν, ἵνα μὴ συνεμπέσῃ τοῖς πρώτοις. Φιλόξενος δὲ λέγει κατὰ διάλεκτον γεγονέναι· ἔστι ῥῆμα εἴω, τὸ πορεύομαι, εἴεις, εἴει· τὸ ἀπαρέμφατον, εἴειν. Τὸ δὲ λέγειν καὶ φέρειν οἱ Αἰολεῖς λέγην καὶ φέρην λέγουσι διὰ τοῦ η. Οὕτως οὖν καὶ τὸ εἴειν εἴην Αἰολικὸν ἀπαρέμφατον. Ἢ ἐκ τοῦ ἦν τρίτου προσώπου δεύτερος ἀόριστος, πλεονασμῷ τοῦ ε ποιητικῶς· καὶ γίνεται ἔην· καὶ πλεονασμῷ τοῦ ι, εἴην, τὸ τρίτον, εἴη. Ἐνιαυτός: Ἀπὸ τοῦ ἐν ἑαυτῷ ἰέναι· ἀπὸ γὰρ τοῦ κέντρου καὶ τοῦ ὁρίζοντος οὗ ἦν ὁ ἥλιος κατὰ τὸν Μάρτιον μῆνα, διʼ ὅλου κινούμενος τοῦ χρόνου, ἐν ἐκείνῳ πάλιν ἔρχεται, ὡς καὶ ὁ Χριστὸς ἀπὸ τοῦ πατρός. Ἢ παρὰ τὸ ἐν ἑαυτῷ διειληφέναι πάντα, τούς τε καρποὺς καὶ τὰς τροπὰς, ἢ τοὺς χρόνους καὶ τοὺς μῆνας. Ἢ παρὰ τὸ ἰαύω, τὸ ἐνδιατρίβω, σύνθετον ἐνιαύω, καὶ ὄνομα, ἐνιαυτὸς, ὁ ἐνδιάτριπτος χρόνος· καὶ Ὅμηρος,

  
Ἔνθα Κύκλωψ ἐνίαυεν.  
Ἐνιαυθμός: Παρὰ τὸ ἐνιαύω, τὸ ἐνδιατρίβω, ἐνιαυσμὸς καὶ ἐνιαυθμός. Ἐκ δὲ τοῦ ἰαύω, καὶ μηλιαυθμός. Ἐνιλλώπειν: Τὸ κατακεκλασμένῳ ὄμματι βλέπειν καὶ καταμωκᾶσθαι. Ὅθεν καὶ ἐνιλλώψας τὸ καταμωκησάμενος. Ἴλλους γάρ φασι τοὺς ὀφθαλμούς. Ἔνθεν καὶ κατιλλώπειν, καὶ πτίλος. Καὶ σιλληνοὺς δὲ ἔνιοι τοὺς τοῖς ἴλλοις ἐπισίνειν. Εἰ μὴ ἄρα τίλλος τὶς ἐστὶν ἀπὸ τοῦ τετίλθαι τὰ βλέφαρα. Καὶ τὸ διανεύειν, δενδίλλειν Ὅμηρος. Ἐνιπή: Ἡ διὰ λόγων ἐπίπληξις· ἀπὸ τοῦ ἐνέπω ῥήματος, ἢ ἀπὸ τοῦ ἐνίπτω. Ἐνιπεύς: Ὄνομα ποταμοῦ· ἀπὸ τοῦ ἐνιπὴ ἡ ἀπειλή. Καὶ γὰρ οὗτος ὁ ποταμὸς ἄγριός ἐστι, καὶ ἀπειλοῦντι ἔοικεν. Ἐνίπτω: Ἐπιπλήσσω, λοιδορῶ· παρὰ τὸ ἐνέπω, τὸ λέγω, κατʼ ἐπένθεσιν τοῦ τ, καὶ τροπῇ τοῦ ε εἰς ι· τὸ γὰρ ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς ι· ἐνέπω, ἐνίπτω·

  
Μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε.  
  
Εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπεν.  
Ἀντὶ τοῦ εἶπεν, ἢ ἔλεγεν, Ἰλιάδος βʹ· ἀπὸ τοῦ ἐνέπω, πλεονασμῷ καὶ τροπῇ· ἐξ οὗ καὶ ῥῆμα περισπώμενον, ἐνισπῶ, ἐνισπήσω· ὁ δεύτερος ἀόριστος, ἤνισπον· καὶ κατὰ συστολὴν, ἔνισπον. Ἐνισσέμεν:

  
Ἐνισσέμεν ἐκπάγλοις ἐπέεσσιν.  
<!-- 343 -->Κακολογεῖν, ἐπιπλήσσειν· ἀπὸ τοῦ ἐνίσσω· ὁ μέλλων, ἐνίξω. Ἐνίψει: Ἰλιάδος ηʹ κυρίως μὲν, ἐπιπλήξει διὰ λόγων· νῦν δὲ, ἀντὶ τοῦ ἐρεῖ, λέξει. Ἔνισπεν: Ῥῆμα, χρόνου ἀορίστου, ἢ ἐνεστῶτος καὶ παρατατικοῦ. Ἁπλῆ δὲ ἡ λέξις αὐτοῦ, ἴσπω· ἐνίσπω· ὁ παρατατικὸς, ἤνισπον, ἤνισπες, ἤνισπεν· καὶ ἔνισπεν, ὡς ἤλαυνεν, ἔλαυνεν. Καὶ,

  
σὺ δέ μοι νημερτὲς ἔνισπες.  
Οὕτως καὶ σχῶ, ἴσχον· καὶ σπῶ, ἴσπον· καὶ ὥσπερ ἔσχον ἔσχες, οὕτως καὶ ἴσπον ἴσπες, καὶ ἔνισπες. Τὸ μέντοι προστακτικὸν παροξύνεται, ἐνίσπες, ὡς ἐπίσχες, ἐ τὸ δὲ ἄνευ τοῦ σ προστακτικὸν προπαροξύτονον, ἔνισπε, ἀκολουθεῖ τῷ ὁριστικῷ. Ἐννέα: Ἀπὸ τοῦ ἐνδεῖν εἰς τὸν δέκατον ἀριθμόν· ἢ παρὰ τὸ νέα καὶ τὸ ἕν. Ἐκ τοῦ ἐννέα διὰ δύο ΝΝ, ἔνατος διʼ ἑνὸς ν. Ψιλοῦται· τὸ ε πρὸ τοῦ ἑνὸς ν ψιλοῦσθαι θέλει· ὁμοίως δὲ τὸ η, χωρὶς τῶν συνδέσμων, καὶ εἰ μὴ ἐκ κλίσεως εἴη· οἷον, Ἐνυὼ, ἔνδιοι· ἤνις, ἠκέστας· τὸ ἡνία, ἐπεὶ παρὰ τὸν ἥσω μέλλοντα γέγονεν, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη. Πρόσκειται, «χωρὶς τῶν συνδέσμων·» διὰ τὸ ἕνεκα καὶ εἵνεκα. Ἐννέωροι: Ἐνναετεῖς· ὦρος γὰρ ὁ ἐνιαυτός. Ὀδυσσείας νʹ,

  
Ἐννέωροι γὰρ τοίγε καὶ ἐννεαπήχεες ἦσαν  
  
εὖρος· ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.  
Ὀδυσσείας τʹ,

  
ἔνθά τε Μίνως  
  
ἐννέωρος βασίλευε, Διὸς μεγάλου ὀαριστύς.  
Οἱ μὲν, ὅτι ἐνναετὴς βασιλεύειν ἤρξατο· ἢ ὅτι ἐννέα ἔτη ἐβασίλευσεν· ἢ ὅτι οἱ ὑποτεταγμένοι οὐ ῥᾳδίως πείθονται ταῖς τῶν βασιλέων γνώμαις. Ὅθεν φασὶν ἀνιόντα αὐτὸν εἰς Ἴδην διʼ ἐνναετίας συντιθέναι νόμους, καὶ φέροντα διαβεβαιοῦσθαι, ὡς ὑπὸ Διὸς εἶεν δεδομένοι.

  
Τῇσι δʼ ἐνὶ Κνωσσὸς μεγάλη πόλις, ἔνθά τε Μίνως  
  
ἐννέωρος βασίλευε, Διὸς μεγάλου ὀαριστύς.  
Σημαίνει δὲ τὸν ὁμιλητήν. Ὄαροι γὰρ οἱ λόγοι, καὶ ἡ μετὰ λόγου συνουσία. Καὶ ὀαριστὺς πάρφασις, ἀντὶ τοῦ ὁμιλία παραλογιστική. Ὁ μῦθος τὸν τῆς Εὐρώπης καὶ Διὸς Μίνωα διʼ ἐνναετίας ἀφικνεῖσθαι πρὸς τὸν πατέρα παιδευθησόμενον, καὶ ὡς παρὰ σοφιστοῦ μανθάνειν τὰ δέοντα· ὅθεν τῇ τε γνώμῃ καὶ κρίσει τοσοῦτον διενεγκεῖν, ὡς βασιλέα αὐτὸν ποιῆσαι, καὶ ἐν ᾅδου δικαστὴν γενέσθαι τῶν ἀδίκων ψυχῶν. Ἡ ἱστορία παρὰ Πλάτωνι. Ἐννεάψυχος: Ὁ κύων. Παροιμιωδῶς. Ἐννεάκρουνος: Κρήνη Ἀθήνῃσι παρὰ τὸν Ἰλισσὸν, ἣ πρότερον Καλλιρόη ἔσκεν· ἀφʼ ἧς τὰ λουτρὰ ταῖς γαμουμέναις μετίασι. Πολύζηλος Δημοτυνδάρεῳ δὲ

  
ἵξει ἀπʼ ἐννεάκρουνον ἔνυδρον τόπον.  
Ῥητορική. Ἐννῆμαρ: Ἐπὶ ἐννέα ἡμέρας. Κἂν παρὰ τὸ ἦμαρ ὄνομα συντεθῇ, οὐκ ἔστιν ὄνομα, ἀλλʼ εἰς ἐπιρρηματικὴν καὶ ἄκλιτον μετέπεσε σύνταξιν, καὶ σημαίνει χρόνον τινὰ ἢ καιρόν. Τοιοῦτόν ἐστι καὶ τὸ ἑξῆμαρ, αὐτῆμαρ, πανῆμαρ. Οὐδὲν δὲ τῶν εἰς ΑΡ σὺν τῷ ι γράφεται, οἷον ἑξῆμαρ· τὸ δὲ ἦμαρ ἀεὶ μετὰ ἀκλίτων τάττεται. Ἐχρῆν δὲ αὐτὸ προπαροξύνεσθαι, ὡς παρʼ οὐδετέρου συγκείμενον· ἀλλʼ ἐπειδὴ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις, οὐδὲν γὰρ τῶν εἰς ΑΡ συντεθέντων οὐδετέρων προπαροξύνεται, διὰ τοῦτο πρὸ περισπᾶται. Ἔστι δὲ τὸ ἐννῆμαρ ἐπίρρημα, ὡς τὸ ἑξῆμαρ, αὐτῆμαρ· καὶ προπερισπᾶται. <!-- 344 -->Ἔννη: Ἔστι νῶ· σημαίνει τὸ νήθω· ὁ παρατατικὸς, καὶ ἐπὶ πρώτης ἐστὶ συζυγίας, καὶ ἐπὶ δευτέρας. Ἂν γὰρ ἐστὶ νώμενος ὡς κλώμενος, δηλονότι ἐστὶ δευτέρας. Τοῦ νῶ ὁ παρατατικὸς, ἔνων, ἔνης, ἔνη· καὶ πλεονασμῷ τοῦ ν, ἔννη. Οὕτως Ἡρωδιανός. Ἔννεον: Ἔστι ῥῆμα, νέω· ὁ παρατατικὸς, ἔνεον· καὶ πλεονασμῷ τοῦ ν, ἔννεον. Ἐνναέται: Οἱ περίοικοι. Ἀπὸ τοῦ ναίω, τὸ οἰκῶ, ναέτης ναέτου. Ἐννεσίῃσι: Διανοήσεσιν, ἐννοίαις, βουλήσεσιν, ὥς φησι Διονύσιος. Καὶ Ὅμηρος Ἰλιάδος εʹ. Γίνεται παρὰ τὸ ἐννοίαισι· καὶ πλεονασμῷ τοῦ σ, καὶ τροπῇ τοῦ ο εἰς ε, ὥσπερ πηγόμαλλα, πηγεσίμαλλα, γίνεται ἐννεσίῃσι, καὶ ἐκτάσει. Ἐν πύῃ: Τινὲς ἐν χόρτῳ· Ἀρίσταρχος ἐν πυροῖς καὶ κριθῇ· πυὸν γὰρ τὸν πυρὸν δίχα τοῦ ρ. Ἄλλοι δὲ, ἐν καρπῷ. Ἐν μεσάτωι: Ἐν μεσαιτάτῳ τόπῳ, κατὰ συγκοπήν. Ἐν προδοκῇσιν: Ἀπὸ τοῦ δοκεῖν, τοῖς πρὸς ἐνέδραν ἐπιτηδείοις τόποις. Ἐν τοῖς κατωτάτω: Κάτω κατώτατος· ἡ δοτικὴ, κατωτάτῳ, καὶ ἐν τοῖς κατωτάτω. Ἀπὸ ὀνόματος μετήχθη εἰς ἐπίρρημα. Ἐν φρεατοῖ: Δικαστήριον τῶν ἀκουσίων φόνων ἐν Ἀθήναις. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἀκριβῶς διέρχεται περὶ αὐτοῦ. Ὠνομάσθαι δὲ τὸ δικαστήριον ἔοικεν ἀπό τινος Φρεάτου ἥρωος, ὡς Θεόφραστος ἐν ἑκτῳκαιδεκάτῳ Νόμων μαρτυρεῖ. Ἐνσκιρωθείσης: Ἐμπαγείσης· σκίρωμα γὰρ λέγεται τὸ ἀνίατον πάθος. Ἔντερα: Διὰ τὸ ἐντὸς ῥεῖν, ἔντερα. Ζήτει εἰς τὸ ἔγκατα. Ἐντελέχεια: Τὸ ἀεὶ ὄν· παρὰ τὸ ἐντελῶς ἔχειν. Ἔνορχα: Ἰλιάδος ψʹ,

  
Πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν.  
Ὄρχεις ἔχοντα. Τοιαῦτα γὰρ ἔθυον τοῖς ποταμοῖς. Ἐνολμίς: Ἦν τι γένος μάντεων οὕτω καλούμενον, διὰ τὸ ἐν ὅλμῳ κοιμηθῆναι γίνεσθαι· ὅλμοι δὲ λέγονται οἱ τρίποδες τοῦ Ἀπόλλωνος. Ὅθεν καὶ παροιμία, ἐν ὅλμῳ εὐνάσω. Ἀντὶ τοῦ μαντικός. Ὁ δὲ Σοφοκλῆς ἐνόλμιος. Ἐνονυχίζει: Ἀποδέχεται. Ἐνοδία: Ἡ Ἑκάτη· ἐπεὶ κυνηγός. Ἡρακλείδης. Ἐνοσίχθων καὶ Ἐνοσίγαιος: Ὁ Ποσειδῶν· ἐκ τοῦ ἔνοσις, ὃ σημαίνει τὴν κίνησιν· καὶ ἐν συνθέσει μετὰ τοῦ γαῖα, ὁ σείων καὶ κινῶν τὴν γῆν. Ἐνοχλῶ: Ἐκ τοῦ ὄχλος· τοῦτο παρὰ τὸ ἀχλύς. Ἐνοπαῖς: Τοῖς ἐνωτίοις· ἀπὸ τοῦ ταῖς τῶν ὤτων ὀπαῖς κεῖσθαι. Σοφοκλῆς. Ἐνοπῇ: Ἰλιάδος γʹ,

  
Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τʼ ἴσαν, ὄρνιθες ὥς.  
Ἐνοπῇ καὶ κλαγγῇ ἐπιρρήματα εἰσὶ ποιότητος, ὡς τὸ σιγῇ. Γίνεται παρὰ τὸ ὂψ, ὃ σημαίνει τὴν φωνήν· ἡ γενικὴ, ὀπός· καὶ μετὰ τῆς ἐν προθέσεως γίνεται ἐνοπή.

  
Ὁ κανών· τὰ ἀπὸ διαφόρων πτώσεων .....  
Ἐνωπῇ: Ἰλιάδος εʹ,

  
Ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ.  
Ἀντὶ τοῦ ἐν ὄψει, φανερῶς· παρὰ τὴν ὦπα. Καὶ Δωρικῶς, ἐνωπᾷ. Τὸ δὲ,

  
Αὐτὰρ ἐπεὶ κατενῶπα,  
μεταπλασμός ἐστιν, ὡς κρόκην κρόκα. <!-- 345 -->Ἐνωπιδίως ἐσίδεσκεν: Τινὲς ἐνωπαδίως γράφουσι, τὸ εἰς αὐτοὺς τοὺς ὦπας ὁρᾶν καὶ γινώσκειν. Ἐνωπίδες: Αἱ θεράπαιναι· παρὰ τὸ ἕπεσθαι. Δίδυμος. Ἐνῴδια: Σὺν τῷ ι. τὰ ἐνώτια· ἴσως παρὰ τὸ ἐνοιδεῖν τὰ περὶ τὸν τόπον εὐθύτρητα ὄντα. Οὕτως Ὠρίων ὁ Μιλήσιος. Ἐνωρᾷ: Ἔχει τὸ ι· λέγεται δὲ ἐπὶ δοτικῆς μόνης, ἀντὶ τοῦ θᾶττον. Ἀριστοφάνης ἐν Εἰρήνῃ. Ἐνώμοτος: Ἔνοχος τοῖς ὅρκοις, βέβαιος. Ῥητορική. Ἐνωμοτία: Τάξις τὶς στρατιωτικὴ παρὰ Λακεδαιμονίοις. Εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείπειν τὴν τάξιν. Ἐνωμοτάρχης, τάξεως τινὸς στρατιωτικῆς ἄρχων παρὰ Λακεδαιμονίοις. Ῥητορική. Ἐνώμα: Ἐκίνει, ἐκούφιζεν. Ἀπὸ τοῦ ὦμος ἡ μεταφορά· γίνεται ἐνωμῶ. Καὶ,

  
Ἄρης δʼ ἐν χερσὶ πελώριον ἔγχος ἐνώμα.  
Ἔντεα: Τὰ ὅπλα· παρὰ τὸ ἐντὸς περιλαμβάνειν τὸ σῶμα, καὶ ἐντὸς εἶναι τὸν φοροῦντα· οἱονεὶ σκεπαστήριά τινα ὄντα, διὰ τὸ περιλαμβάνειν τὰ σώματα. Ἐντόσθια: Παρὰ τὸ ἐντὸς ἐπίρρημα, ὃ σημαίνει τὸ ἔσω, τὰ ἔσωθεν τοῦ σώματος κείμενα. Οἱ δὲ λέγουσιν ἐνδόσθια. Ἐντύνω: Σημαίνει τὸ εὐτρεπίζω. Ἔντομα: Τὰ τοῖς κατοιχομένοις θυόμενα. Ἐντέμνεται γὰρ τούτων ὁ τράχηλος· τὰ δὲ τοῖς οὐρανίοις θεοῖς ἀνακλᾶται. Ἢ ἔντομα τὰ εὐνουχισθέντα τῶν προβάτων· τοιαῦτα δὲ ἔθυον τοῖς νεκροῖς, ἄγονα, διὰ τὸ καὶ αὐτοὺς εἶναι ἀγόνους.

  
Καί μιν κυδαίνοντας ὑπὸ κνέφας ἔντομα μῆλα.  
Καὶ,

  
Ἥγνισαν ἔντομα μήλων.  
Ἐντρέχεια: Σημαίνει τὸ μετὰ δρόμου καὶ θερμῶς ἐπιπηδᾶν τῷ πράγματι. Ἐντροπαλιζόμενος: Κατʼ ὀλίγον καὶ συνεχῶς ἐπιστρεφόμενος. Ἐκ τοῦ τρέπω, τροπῶ, τροπίζω· καὶ προσθέσει τῆς ΑΛ συλλαβῆς μετὰ τῆς ἐν προθέσεως γίνεται ἐντροπαλίζω. Εἴρηται καὶ χωρὶς τῆς ἐν. Ἰλιάδος υʹ,

  
πρὶν δʼ οὔ τι μετετροπαλίζεο φεύγων.  
Ἀντὶ τοῦ οὐδὲ ἐπεστρέφου. Τοιαῦτα δέ εἰσι ῥήματα ἀπὸ τῶν εἰς ΗΣ, πλεονασμῷ τῆς ΑΛ· οἷον πύκτης, πυκτίζω, πυκταλίζω, Ἀνακρέων. Καὶ Σώφρων φησὶν ἀπὸ τοῦ πυκτεύω πυκταλεύω. Ἕντο:

  
Ἐξ ἔρον ἕντο.  
Δασύνεται· σημαίνει δὲ τὸ ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα, ὅ ἐστιν ἐκορέσθησαν. Ἀπὸ τοῦ ἵημι, τὸ πέμπω, ἥσω, ἧκα, ἕμαι· ὁ ἀόριστος, ἕθην· ὁ μέσος δεύτερος ἀόριστος, ἕμην· τὸ τρίτον τῶν πληθυντικῶν, ἕντο. Ἢ ἀπὸ τοῦ δευτέρου ἀορίστου ἧν· ὁ μέσος, ἕμην. Ἢ ἀπὸ τοῦ ἕω, εἷμι· ἡ μετοχὴ, εἳς, καὶ ἀφείς· ἕμαι, ἕμην ἕσο ἕτο· καὶ τὸ πληθυντικὸν, ἕμεθα ἕσθε ἕντο. Ἐνύπνιον: Κατὰ τοὺς ὕπνους· ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως, ἢ ἐν ὕπνῳ. Ἔστι δὲ καὶ ὄνομα· ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς ἐπίρρημα.

  
Θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.  
Ἐνυώ: Πολεμικὴ θεός. Ἢ παρὰ τὸ ἐναύειν, ὅ ἐστιν ἐμφωνεῖν· ἢ παρὰ τὸ ἴω, ἀπὸ τοῦ ἐνίειν τοῖς πολεμουμένοις τὴν μάχην· ὅθεν καὶ ὑσμίνη. Ὅμηρος,

  
οὔτε πτολίπορθος Ἐνυώ.  
Ἐνυάλιος: Πολεμικός. Παρὰ τὴν Ἐνυὼ δαίμονα, ἥτις ἐστὶ προστάτις τοῦ πολέμου, κτητικὸς τύπος γέγονεν· <!-- 346 -->Ἐνυώ ἐνύϊος, καὶ πλεονασμῷ τῆς ΑΛ συλλαβῆς, ἐνυάλιος, ὁ προσφιλὴς τοῖς τῆς θεᾶς Ἐνυοῦς ἔργοις.

  
Ἐπηχού .. τορόν τι καὶ Ἐνυάλιον.  
Ἀπὸ τοῦ φένω, τὸ φονεύω, ἀποβολῇ τοῦ φ, ἔνω· κατὰ παραγωγὴν, ἐνύω· καὶ ὄνομα ῥηματικὸν, Ἐνυὼ, καὶ ἐνυάλιος. Ἐνώπιον: Ἐπίρρημα τοπικόν. Παρὰ τὸ ὢψ ὠπὸς, ὤπιον, καὶ ἐνώπιον. Πᾶν δὲ ἐπίρρημα εἰς ΙΟΝ, τύπου ὑποκοριστικοῦ ὑπάρχον, διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται· οἷον βράδιον, τάχιον, ῥᾴδιον, μετώπιον, ἐνώπιον. Τὸ δὲ προσωπεῖον διὰ τῆς ΕΙ διφθόγγου, καὶ προπερισπᾶται. Τὸ δὲ προσενώπιον, ἀντὶ τοῦ πρὸς τοὺς ἐξεναντίας τῶν εἰσόδων τοίχους, διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. Ἕξ: Διὰ τὸ ἔξωθεν εἶναι τῶν πέντε. Ἑξάκλινον, ἑξάπουν: Ἀττικῶς μὲν ἕξπουν καὶ ἕξκλινον λέγεται, ὥσπερ καὶ παρὰ τῷ Σοφοκλεῖ ἑξπηχυστί· καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν. Φυλάττουσι γὰρ τὸ τέλος τῶν ἀριθμῶν ἐν τῇ συνθέσει, πεντέμηνον λέγοντες, καὶ,

  
ἐν πεντεσυρίγγῳ ξύλῳ·  
ἡμεῖς δὲ, πεντάμηνον. Ὀκτώπουν ἐκεῖνοι, καὶ ἡμεῖς, ὀκτάπουν. Εἰ οὖν ἄρα τὸ τέλος τῶν ἀριθμῶν φυλάσσουσι, ὁ δὲ ἓξ ἀριθμὸς τὸ ξ ἔχει, φυλάσσουσι ἄρα τὸ τέλος, ἕξκλινον λέγοντες. Ἀλλʼ ἔστιν εἰπεῖν πρὸς τοῦτο, ὅτι οὐδὲ μίαν λέξιν ἔχομεν εἰς διπλοῦν καταλήγουσαν, καὶ ἐν τῇ συνθέσει φυλασσομένην. Εἰσὶ δὲ αἱ φυλασσόμεναι ἐν παραθέσει· οἷον,

  
Πὺξ μὲν ἐνίκησα.  
  
Λὰξ ποδὶ κινήσας.  
Εἰ οὖν ἕξπους ἐν συνθέσει, ὀφείλει τρέπεσθαι καὶ μὴ καταλήγειν εἰς διπλοῦν. Ἀνάλογον ὅτι πεφύλακται τὸ τέλος τοῦ ἀριθμοῦ· ὡς καὶ παρὰ τῷ ποιητῇ· οἷον, ἑξέτης·

  
Ἑξέτεʼ ἀδμήτην.  
Καὶ,

  
Ἑξάετες δʼ ἤνασσεν.  
Οὐκ ἔστιν οὖν πλεονασμὸς, ὡς πλανῶνται τινές. Τὰ εἰς ΚΙΣ ἐπιρρήματα ἐν τῇ συνθέσει ἀποβάλλει τὸ ΚΙΣ· οἷον, ἑπτάκις, ἑπτάμηνος· οὐ γὰρ ἀπὸ τοῦ ἑπτὰ ἀριθμοῦ. Τέσσαρες ὁ ἀριθμὸς, τετράκις τὸ ἐπίρρημα· παρὰ τοῦτο τετράμηνον. Οὕτως οὖν ἑξάκις, ἑξάκλινον, ἑξάπουν. Ἡρωδιανὸς περὶ Παθῶν. Ἐξάγιστος: Ἀκάθαρτος, ἢ πονηρός. Αἰσχίνης δὲ ἐπί τινος λιμένος εἴρηκεν. Ἐξάδιος: Ὄνομα κύριον, ὁ ἐξοχὴν ἐν τῷ διώκειν ἔχων. Τὸ ε πρὸ τοῦ ξ δασύνεται· τὸ δὲ Ἐξάδιον, ψιλοῦται, ἐπεὶ διφορεῖται τὸ ὄνομα, Λεξάδιος καὶ Ἐξάδιος, ὡς Ὀβριάρεως καὶ Βριάρεως, Ὀϊλεὺς καὶ Ἰλεύς. Ἐξάντης: Ἐξεστηκὼς, μαινόμενος· ἢ ἀβλαβὴς καὶ ὑγιὴς, ὁ ἔξω ἄτης· οἷον,

  
Ὦ Ζεῦ, γενέσθαι με τῆσδʼ ἐξάντην νόσου.  
Τὸ ν ἔγκειται διʼ εὐστομίαν. Ἐξ ἁλός: Τινὲς κατὰ συναλοιφὴν, ἔξω ἁλός· οἱ δὲ, ἐκ τῆς ἁλὸς, ὡς τὸ,

  
Ἕκτορα δʼ ἐκ βελέων,  
ἀντὶ τοῦ ἔξω βελῶν. Ἐξακέσαιο: Ἰάσαιο. Ἀκῶ, τὸ θεραπεύω· ἀκέσω· ὁ ἀόριστος, ἤκεσα, ἠκεσάμην· καὶ τὸ εὐκτικὸν, ἀκεσαίμην. Ἔξαρνος: Ὁ τῷ ἀρνεῖσθαι ἐπιμένων, καὶ ἀρνούμενος καθόλου. Ἐξαράσασθαι: Τὸ ἐκτελέσαι τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι. Ἐξαπάφοιτο: Ἐξαπατήσοι. Ἐξαργυρῶσαι: Οὐκ ἐξαργυρίσαι, Θουκυδίδης. Ἐξαυστήρ: Σημαίνει σκεῦός τι. Παρὰ τὸ αὔω, αὔσω, αὐστὴρ, καὶ ἐξαυστήρ. Αἰσχύλος. <!-- 347 -->Ἐξαμβλοῦν: Τὸ διαφθείρειν· καὶ ἐξήμβλωσεν, ἀντὶ τοῦ οὐ διέσωσεν, οὐδὲ συνηύξησε. Κυρίως μὲν ἐπὶ ἀμπέλου ἐπικεκαυμένης τοὺς λεγομένους ὀφθαλμοὺς φασὶ τὸ ἐναμβλῶσαι· μεταφορικῶς δὲ, καὶ βρέφος διαφθαρῆναι ἐν κοιλίᾳ, ἐξαμβλῶσαι· καὶ ἀμβλωθρίδιον, τὸ ἐφθαρμένον. Ἐξαμφοτερίσαι: Τὸ τὰ σαφέστερα εἰς ἀμφίβολον περιστῆσαι. Ἐξ ἀθόω:

  
Ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο.  
Ἐκ δὲ τοῦ Ἄθω, ὅ ἐστιν ὄρος ὑψηλὸν τῆς Θρᾴκης, ἐπὶ τὴν θάλασσαν ἔβη, Ἰλιάδος ξʹ. Πλανώμενοι τινὲς ἀναγινώσκουσιν ἐξ ἄθοω· οὐ γὰρ δύναται τρίτη ἀπὸ τοῦ ω πίπτειν ἡ ὀξεῖα· οὐ γὰρ ἔχει πρὸ τοῦ ω τὸ ε, ὡς τὸ πόλεων. Ἀμφίβολον· εἰ γὰρ παρὰ τὸ Ἄθως ἄθω ἐστὶ, πλεονάζει τὸ ο· εἰ δὲ εἴρηται Ἀθόος ἀθόου ἀθόῳ, οὐκ ἔτι πλεονάζει. Ἡρωδιανὸς περὶ Παθῶν. Ἐξάπινα: Ἐπίρρημα. Γίνεται δὲ παρὰ τὸ ἀφανὴς, ἄφινα, καὶ ἄπινα. Ἐξαίρετοι: Εὐειδεῖς, ἐπίλεκτοι, αἱ κατὰ τιμὴν διδόμεναι ἀπὸ τῶν αἰχμαλώτων γυναῖκες. Τὸ ἀρσενικὸν, ἐξαίρετος. Ἐκ τοῦ αἱρῶ, τὸ διακρίνω καὶ προκρίνω, γίνεται αἱρετὸς, καὶ ἐξαίρετος. Προπαροξύνεται· ἐπειδὴ τὰ διὰ τοῦ ΕΤΟΣ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεσθαι θέλουσιν, ἀριδείκετος, ἀμαιμάκετος· χωρὶς εἰ μὴ ἁπλᾶ ὄντα πρὸ τοῦ ε τὸ π ἔχει, διὰ τὸ Ἰαπετός· ἢ ἀπὸ ῥήματος συντεθείη, διὰ τὸ ἐπαινετός. Σεσημείωται τὸ ἀφυσγετός. Ἐξαίτους: Ἀπὸ τοῦ ἐξαιρέτους κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ ἐξαιτεῖν. Ἐξαίρεσις: Τόπος τὶς Ἀθήνῃσιν, ἔνθα ὑπεξαιρούμενοι τὰ φορτία ἀπετίθεντο. Ἐξαίσιον: ὅτε μὲν δηλοῖ τὸ ἄδικον, γίνεται παρὰ τὴν αἶσαν, ἥτις δηλοῖ τὸ πρέπον, οἱονεὶ τὸ ἔξω τοῦ πρέποντος· ὅτε δὲ τὸ μέγα, ἀντὶ τοῦ ὑπὲρ τὸ καθῆκον, ὥσπερ τὸ ἐκνομίως παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ μεγάλως. Ἐξαίσια: Παντὸς ἐπέκεινα θαύματος, ὑπερβαλλόντως. Ἐξεσίην:

  
Ἐξεσίην ἐλθόντι,  
Ἰλιάδος ωʹ, ἀντὶ τοῦ κατὰ δημοσίαν ἔξοδον καὶ πρεσβείαν. Ἐξεσία γὰρ, ἡ δημοσία πομπὴ καὶ πρεσβεία· ἀπὸ τοῦ τὸν πρεσβεύοντά που ἐξιέναι· ἢ παρὰ τὸ ἵημι, τὸ πέμπω. Ἐξέμεν:

  
Μὴ δʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς.  
Ἀντὶ τοῦ ἐκπέμψαι καὶ ἀπολῦσαι. Σημαίνει καὶ τὸ κρατῆσαι καὶ φυλάξαι. Ἐκ τοῦ ἵημι, τὸ ἀπαρέμφατον, εἷναι καὶ ἕμεν, ὡς θεῖναι, θέμεν. Ἐξαιρῶ: Εἰς τὸ ἠεροφοίτης. Ἐξέτρω: Ἐξεβλάβη, ἐξεκόπη ἡ κύησις. Παρὰ τὸ τρῶ ῥῆμα, ὃ σημαίνει τὸ κόπτω· ὅθεν τρῶσαι, τὸ σιδήρῳ τέμνειν καὶ κόπτειν. Δηλοῖ δὲ καὶ τὸ βλάπτω, ὡς τὸ,

  
οἶνός σε τρώει μελιηδής.  
Τὸ δὲ παράγωγον αὐτοῦ, τρώω· ἐξ οὗ παράγωγον τρῶμι· καὶ παρῳχημένος χρόνος, ἔτρων, καὶ ἐξέτρων, ὡς ἔδων ἐξέδων. Ἑξείδιον: Σημαίνει τὴν ἕξιν· καὶ εἰ μὲν ἀπὸ τῆς ἕξεως γενικῆς ἔστι, γράφεται δίφθογγον· εἰ δὲ ἀπὸ τῆς ἕξιος, ἑξίδιον διὰ τοῦ ι. Ἔξει: Ἀντὶ τοῦ ἔξιθι. Ἐκ τοῦ εἴω, τὸ πορεύομαι, παράγωγον, εἶμι· <!-- 348 -->ὁ παρατατικὸς, εἶν· τὸ δεύτερον, εἶς· τὸ τρίτον, εἶ· καὶ ὥσπερ ἀπὸ τῶν εἰς ω γίνεται προστακτικὸν ἐκ τοῦ τρίτου προσώπου τοῦ παρατατικοῦ, οὕτως καὶ ἀπὸ τοῦ εἰς ΜΙ σχήματος, Αἰολικὸν καὶ Ἀττικόν· οἷον, ἵστη, ἀντὶ τοῦ ἵσταθι· καὶ ἐμπίπλη, ἀντὶ τοῦ ἐμπίπλαθι. Οὕτως καὶ ἐκ τοῦ εἶ τρίτου προσώπου τοῦ παρατατικοῦ γίνεται εἶ· ἐν συνθέσει δεύτερον προστακτικὸν,

  
ἔξει τὸν ἀσκάντην λαβών.  
Ἢ ἐκ τοῦ ἔξειμι συνθέτου σχήματος τῷ εἰρημένῳ τρόπῳ. Ἑξείης: Ἐφεξῆς, ὀρδιναίως. Ἔστι δὲ ἐπίρρημα τάξεως, ἀπὸ τοῦ ἑξῆς, πλεονασμῷ τῆς ΕΙ διφθόγγου. Ἐξειλῆσαι: Τοῦτο λέγουσιν οἱ Ἀλεξανδρεῖς ἐπὶ τοῦ ἐκφυγεῖν. Ἐοίκασι δὲ μεταφορικῶς λέγειν, ἀπὸ τῶν ἐν τῷ παλαίειν ἀναλυόντων ἑαυτούς. Λέγει γὰρ Πλάτων ἐν ἑβδόμῳ Νόμων περὶ πάλης οὕτω· Τὰ δὲ ἀπʼ ὀρθῆς πάλης, ἀπʼ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως, μετὰ φιλονεικίας τε καὶ καταστάσεως διαπονούμενα. Ἐξηγηταί: Οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσι διδάσκοντες καὶ ὑποδεικνύοντες περὶ τοῦ ἀδικήματος οὗ ἕκαστος γράφεται· καὶ ἐξηγούμενοι τὰ πάτρια. Ῥητορική. Ἐξηγητὴς οὖν ὁ τοὺς νόμους ἐξηγούμενος, καὶ πᾶν ὁτιοῦν πρᾶγμα. Ζήτει εἰς τὰς Διαφοράς. Ἐξῃονήθην: Ἀντὶ τοῦ κατηντλήθην· ὅθεν καὶ ἠϊόνες, οἱ αἰγιαλοὶ, διὰ τὸ καταιονᾶσθαι ὑπὸ τῶν κυμάτων. Αἰονήματα γὰρ τὰ καταντλήματα φασὶν οἱ ἰατροί. Ἐξηυλημένα καὶ παρεξηυλημένα: Αἱ παλαιαὶ γλωσσίδες τῶν αὐλῶν οὕτω λέγονται, καὶ κατὰ μεταφορὰν πάντα τὰ παλαιὰ καὶ κατατετριμμένα. Ἐξίτηλον: Τὸ ἀφανές· παρὰ τὸ ἐξιέναι τοῦ δήλου, ὅ ἐστι τοῦ φανεροῦ· ἢ παρὰ τὸ ἔξω εἶναι· ἢ τὸ ἀμαυρὸν καὶ ἐγγὺς ὂν ἀφανισμοῦ. Ἐξίτηλα παρὰ τῷ Θεολόγῳ, ἤγουν ἀφανῆ, εὐτελῆ, χαῦνα· ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις ὅταν μὴ ἔχῃ τὸ βάμμα δευσοποιὸν, τῷ χρόνῳ ἐξίησι τὸ τεθηλός. Ἐξίθηλος οὖν καὶ ἐξίτηλος οἶνος, ὁ ἀνόμοιος ἑαυτῷ· ὅθεν τὸ ἔτυμον τῆς λέξεως εὗρον. Τὸ δευσοποιόν: Τίθεται κυρίως ἡ λέξις ἐπὶ τῶν βαπτομένων ἐρίων· δευσοποιὸς γὰρ λέγεται βαφὴ, ἡ ἔμμονον καὶ δυσέκπλυτον ἔχουσα τὸ ἄνθος. Καὶ Πλάτων δὲ δόξαν δευσοποιὸν εἴρηκε τὴν ἔμμονον· καὶ δευσοποιὸς πονηρία, ἀντὶ τοῦ ἔμμονος καὶ δυσέκπλυτος. Ἐξιτηρίους: Εὐχὰς ἐφοδίους τοῖς πρὸς ἔξοδον ἔχουσιν ἢ πρὸς θάνατον. Παρὰ τὸ ἴημι, τὸ πορεύομαι. Ἢ εἶμι· τὸ πληθυντικὸν, ἴμεν, ἴτε, ἰτὸς, ὄνομα ἰτήριος, καὶ ἐξιτήριος. Ἐξούλης: Ὄνομα δίκης. Οἱ δίκην νικήσαντες ὥστε ἀπολαβεῖν χώραν ἢ οἰκίαν, ἔπειτα ἐμβατεύειν κωλυόμενοι, ἢ ἐμβατεύσαντες ἐξελαυνόμενοι, δίκην εἰσάγουσι πρὸς τοὺς ἐξελαύνοντας, ἢ οὐκ ἐῶντας ἐμβατεύειν· καὶ αὕτη ἡ δίκη καλεῖται ἐξούλης, ἀπὸ τοῦ ἐξίλλειν, ὅ ἐστι κωλύειν. Οἱ γὰρ παλαιοὶ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξίλλειν ἔλεγον. Ῥητορική. Ἐξουρίας πλεῖς: Ἀντὶ τοῦ καλῶς. Ἔστιν ἐπίρρημα μεσότητος· παρὰ τὸν οὖρον, ὃ σημαίνει τὸν φορὸν ἄνεμον. <!-- 349 -->Ἐξοιχνεῦσιν: Ἀντὶ τοῦ ἔξεισιν. Οἴχω, οἰχνῶ· οἰχνοῦσι, καὶ ἐξοιχνεῦσιν. Ἐξυπανέστη: Τὸ αὐτὸ ἐστὶν ὑπανέστη καὶ ἐξυπανέστη, Ἰλιάδος βʹ. Ἢ ὅτι αἱ προθέσεις ἐπισυντιθέμεναι λέγει ὁ κανὼν διεγείρουσι τὴν ἔμφασιν περί τι πλέον· οἷόν ἐστι τὸ, προπροκυλινδόμενος, καὶ παρακαταθήκην. Ἐξυπανέστη. Διὰ τῆς ὑπὸ, τὴν κατʼ ὀλίγον σχέσιν· διὰ τῆς ἐξ, τὴν εἰς εὐθύ· διὰ τῆς ἀνὰ, τὴν εἰς ὕψος σχέσιν. Ἐξ ὑπογυίου: Ἐξ ἑτοίμου, ἐκ τοῦ πρὸ ὀλίγου, ἐκ τοῦ σύνεγγυς· παρὰ τὰ γυῖα, τὰ μέλη. Σημαίνει δὲ καὶ παρʼ αὐτὰ, καὶ ἀπερισκέπτως. Ὑπόγυιον γὰρ σημαίνει πρόσφατον, ἐγγύτατον, τὸ ἐγγὺς γεγονὸς, πρὸ ὀλίγου καὶ μετʼ ὀλίγον. Ἐξοστρακισμός: Ἐξορισμὸς, φυγή. Πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους ἔχον, διʼ ὧν εἰσιὼν πολίτης ἕκαστος ὄστρακον ἐτίθει ἐπιγεγραμμένον. Ἑξακισχιλίων δὲ γινομένων, φυγὴ δεκαετὴς ψηφίζεται τοῦ κρινομένου. Ὠνόμασται δὲ ἀπὸ τοῦ ὀστράκου, εἰς ὃ ἐνέγραφεν ἕκαστος Ἀθηναῖος, εἰ δέον μεθίστασθαι τῆς πόλεως. Ἐνομίσθη δὲ τοῦτο ἐπὶ τῷ τοὺς ὑπερέχοντας τοῖς φρονήμασι κωλύειν. Ζήτει εἰς τὰς Διαφοράς. Ἐξορία: Παρὰ τὴν ἐξ πρόθεσιν καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν. Καὶ τί ἐστιν ὅρος; Λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Καὶ ἔξορος τοίνυν ὁ ἔξωθεν τοῦ ὡρισμένου τόπου ὤν. Ἐξορίσαι: Ἀπὸ τοῦ ὀροῦ τοῦ γάλακτος. Προβατίοις δὲ καὶ συϊδίοις ὁμιλῶν, οὔτʼ ἃν τὴν ψυχὴν βελτίων ἐγένετο, ἢ δεῖ πλέον τοῦ βδῆλαι καὶ ἐξορίσαι τυρὸν καὶ πλῦναι κώδιον. Ἔξοχος: Παρὰ τὸ ἐξέχω· τὸ οὐδέτερον, ἔξοχον· ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἔξοχα· καὶ ἀποβολῇ τῆς ἐξ, ὄχα· ὅθεν τὸ,

  
ὄχʼ ἄριστος ἁπάντων.  
Ἐξουσία: Ἔχω, ἕξω· ἡ μετοχὴ, ἕξων ἕξοντος· τὸ θηλυκὸν, ἕξουσα· καὶ πλεονασμῷ τοῦ ι, ἐξουσία. Ἐξομόσασθαι: Οἱ μαρτυρήσειν τισὶν ἐν δικαστηρίῳ ὑπισχνούμενοι, εἰ μετὰ ταῦτα μὴ βούλοιντο καταμαρτυρεῖν, ὤμνυον μηδὲν ἐπίστασθαι. Καὶ τοῦτο ἐστὶν ἐξομόσασθαι. Ἐξωμοσία: Τὸ μεθʼ ὅρκου ἀπαρνήσασθαι πρᾶξιν τινὰ διὰ νόσον ἢ πρόφασιν ἑτέραν τινὰ, ἐξομόσασθαι ἐστίν. Οὕτω Δημοσθένης. Ἐξωμίς: Χιτὼν ἅμα τε καὶ ἱμάτιον· ἦν γὰρ ἑτερομάσχαλος, καὶ ἀναβολὴν εἶχεν ἣν ἀνεδοῦντο κοσύμβην· διόπερ καὶ οἱ κωμικοὶ ἐπʼ αὐτῆς, ποτὲ μὲν ἔνδυθι, ποτὲ δὲ ἀναβάλλου φασίν. Ἦν δὲ τῶν δούλων ὁ τοιοῦτος χιτών· ὁ δʼ ἀμφιμάσχαλος τῶν ἐλευθέρων καὶ ἀστῶν, οὐκ ἐπισκεπάζων τοὺς βραχίονας· οἱ δὲ νεώτεροι, καὶ θοιμάτιον ἐξωμίδα τὸ μικρὸν καὶ εὐτελές. Ῥητορική. Ἐξωμίς: Χιτὼν ὁμοῦ καὶ ἱμάτιον· τὴν ἑκατέρου γὰρ χρείαν παρείχετο· χιτῶνος μὲν, ὅτι ἐζώννυτο· ἱματίου δὲ, ὅτι ἀνεβάλλετο. Τάχα δὲ ὅτι ἀχειρίδωτον ὂν, καὶ πρὸς τοῖς ὤμοις ἀνοίγματα ἔχον, ἀφʼ ὧν αἱ χεῖρες ἐξεχαλῶντο, ὁπότε καὶ ἐζώννυτο, κατὰ τοῦτο ἐξωμὶς ἐκαλεῖτο. Ἀνεβάλλετο δὲ, θατέρας χειρὸς ὑποστελλομένης, καὶ κάτωθεν πρὸς τοὺς πόδας ὤας τῷ ὤμῳ ἐπανατιθείσης αὐτῷ, <!-- 350 -->μηδὲν ζώνης δεόμενον. Ἔξωρος: Παλαιός· ἢ ἑξαέτης· ὦρος γὰρ ὁ ἐνιαυτός. Λέγονται ὧροι καὶ αἱ γραφαί. Λέγεται καὶ ὁ ἄκαιρος. Ἔξω: ἔξω στηλῶν, ἔξω τῆς οἰκουμένης· ἕως ὅπου γὰρ φασὶν ἔστι πορεύεσθαι, στήλας ἔστησεν Ἡρακλῆς. Πάντα γὰρ τὰ ἀπὸ προθέσεως ἀρχόμενα ἐπιρρήματα χωρὶς τοῦ ι γράφονται· οἷον ἀνὰ, ἄνω· κατὰ, κάτω· εἰς, εἴσω· οὕτως οὖν καὶ ἐξ, ἔξω· καὶ πρὸς, πρόσω. Ὁμοίως καὶ τὰ εἰς ω ἀπὸ ἐπιρρημάτων γινόμενα χωρὶς τοῦ ι γράφονται· οἷον ἐγγὺς, ἐγγυτέρω, ἐγγυτάτω· ἔξω, ἐξωτέρω, καὶ ἐξωτάτω· πέραν, περαιτέρω, καὶ περαιτάτω. Ὅσοι γὰρ τὸ ἐγγυτάτω .... ζήτει εἰς τὸ περαιτέρω. Ἐξώκειλεν: Ἀντὶ τοῦ ἔξω τοῦ κέλλειν ἐγένετο· κέλλειν δέ ἐστι, τὸ εἰς τοὔμπροσθεν ἰέναι· ἐξ οὗ καὶ κέλευθος ἡ ὁδός. Παρὰ τὸ κέλλω ὁ μέλλων κελῶ· ὁ ἀόριστος, ἔκειλα· ὁ δεύτερος, ἔκελον· καὶ ἐξ αὐτοῦ ἐνεστὼς κατὰ τροπὴν τοῦ ε εἰς ο, ὀκέλλω· ὁ μέλλων, ὀκελῶ· ὁ ἀόριστος, ὤκειλα· ἀντὶ τοῦ ἐξῆλθεν, ἔπεσεν· ἐπὶ νηὸς, ἐξέβαλεν, ἔρριψε. Καὶ ἐξοκεῖλαι, ἐξορμῆσαι καὶ ἐκδραμεῖν· ἀπὸ τῆς τοῦ πνεύματος φορᾶς. Ἐξωφρυωμένοι: Ἐξηρμένοι, ὑπερηφανευόμενοι· ἀπὸ τῶν ὀφρύων. Ἐξουδένωται: Ἐκ τοῦ οὐδεὶς οὐδενὸς γίνεται ῥῆμα περισπώμενον οὐδενῶ, οὐδενώσω, οὐδένωκα, οὐδένωμαι, καὶ ἐξουδένωμαι. Ἐξουθενῶ: Ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ τε συνδέσμου καὶ τοῦ εἷς ἑνὸς, γίνεται οὐτενῶ· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, οὐθενῶ, καὶ ἐξουθενῶ. Ἐούσης: Ἔω, τὸ ὑπάρχω· ὁ μέλλων, ἔσω· ὁ δεύτερος ἀόριστος, ἦον· ἡ μετοχὴ, ἐών· καὶ κατὰ συναίρεσιν, ὤν· καὶ τὸ θηλυκὸν, ἐοῦσα ἐούσης, καὶ οὖσα, καὶ πλεονασμῷ τοῦ ι γίνεται οὐσία. Ἢ παρὰ τὸ ἴσος. Ἐών: Μετοχή ἐστιν χρόνου ἀορίστου δευτέρου· διότι οὐδέποτε μετοχὴ ἐνεστῶτος ὀξύνεται, πλὴν τοῦ ἑκών· καὶ οὐδέποτε δευτέρου ἀορίστου μετοχὴ βαρύνεται, πλὴν τοῦ πέφνων. Ὥστε τὸ ἐὼν δεύτερος ἀόριστος ἐστί. Κλίνεται ἐόντος καὶ ὄντος, τὸ δὲ ἐὼν τοῦ ὢν ἐντελέστερόν ἐστιν. Ἔω ὦ· καὶ ἐὼν, ἐνεστὼς καὶ παρατατικός. Ἐοικώς ἐοικότος: Ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος, εἶκα· καὶ ἐν διαιρέσει, καὶ ἐπενθέσει τοῦ ο, ἔοικα· ἡ μετοχὴ, ἐοικώς. Ἢ ἀπὸ τοῦ εἴκω, ὁ μέσος παρακείμενος, οἶκα, τῷ λόγῳ τῆς παραληγούσης· καὶ ἐν πλεονασμῷ τοῦ ε, ἔοικα. Ἢ ἐκ τοῦ εἶκα μέσου παρακειμένου ἔεικα καὶ ἔοικα. Σημαίνει δὲ τρία· τὸ ὁμοιοῦν, τὸ πρέπειν, καὶ τὸ φαίνεσθαι, παρὰ τοῖς φιλοσόφοις. Τὸ ὁμοιῶ, ὡς τὸ,

  
ὁ δʼ ἤϊε νυκτὶ ἐοικώς.  
Τὸ πρέπει, ὡς τὸ,

  
ἔοικέ τοι οὔτοι ἀεικὲς,  
Ἰλιάδος ιʹ, ἀντὶ τοῦ πρέπον σοι ἐστὶν, καὶ οὐκ ἔστι σοι ἀπρεπές. Τὸ φαίνεται, ὡς τὸ,

  
Ὡς ἔοικεν ἡ τῶν φρενῶν ἐναλλαγή.  
Καὶ ὁ Πορφύριος,

  
Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι.  
Ἔοιγμεν: Ἐκ τοῦ ἐοίκαμεν πρώτου τῶν πληθυντικῶν γίνεται, κατὰ συγκοπὴν καὶ τροπὴν, ἔοιγμεν, ὡς δεδοίκαμεν, δέδοιγμεν. Ἐοικυῖα: Ἐκ τοῦ ἐοικὼς ἐοικότος, τὸ θηλυκὸν ἐοικυῖα· καὶ πλεονασμῷ τοῦ ι, Ἰλιάδος ςʹ,

  
ζωῇσι νεήνισιν εἰοικυῖαι.  
Ζητεῖται, ποίου χρόνου ἐστὶ τὸ ἔοικε καὶ εἶκα, ἐπειδὴ <!-- 351 -->γίνεται καὶ ἀπὸ τοῦ εἴδω εἴσω, τὸ ὁμοιῶ, ὁ παρακείμενος, εἶκα, καὶ ἀπὸ τοῦ εἴκω εἴξω εἶχα, ὁ μέσος, εἶκα. Λέγουσιν οὖν, ὅτι μέσος ἐστὶν ἀπὸ τοῦ εἴκω· οὐ— δὲ γὰρ δύναται εἶναι ἀπὸ τοῦ εἴδω· ὅτε γὰρ ὁ ἐνεστὼς ἐνεργητικῶς δηλοῖ, τότε καὶ οἱ λοιποὶ χρόνοι ἐνεργητικῶς σημαίνουσιν· οἱ δὲ μέσοι πολλάκις ἐκφεύγουσι τὴν σημασίαν, ὥσπερ τὸ πέπηγα. Ἐῴκειν: Εἴκω· ὁ μέσος παρακείμενος, εἶκα· κατὰ διάλυσιν, ἔϊκα· καὶ πλεονασμῷ τοῦ ο, ἔοικα. Ἢ ἐκ τοῦ εἴκω, ὁ μέσος παρακείμενος, οἶκα· τὸ γὰρ ε, ἡνίκα εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι, ἢ μόνον, ἢ μετὰ τοῦ ι, εἰς ο τρέπεται ἐν τῷ μέσῳ παρακειμένῳ· οἷον, λέξω, λέλογα· πείσω, πέποιθα. Οὕτως εἴκω, οἶκα· καὶ πλεονασμῷ τοῦ ε, ἔοικα· ὁ μέσος ὑπερσυντέλικος, ἐῴκειν. Καὶ ὤφειλεν εἶναι ἠοίκειν· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε λέξις Ἑλληνικὴ εὑρίσκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο· χωρὶς εἰ μὴ ἐν διφθόγγῳ εἴη, ἢ κατὰ διάλεκτον. Πρόσκειται, «εἰ μὴ ἐν διφθόγγῳ,» διὰ τὸ ἠοῦς ἠοῖ· καὶ,

  
Πρωῒ δʼ ὑπηοῖοι.  
«Κατὰ διάλεκτον,» διὰ τὸ ἠῶ· οἱ γὰρ Ἴωνες διαλύοντες λέγουσιν ἠόα. Κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβασμὸς τοῦ χρόνου· καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο· τὸ δὲ ο ἠμείφθη εἰς ω· καὶ ἔμεινε τὸ ι προσγεγραμμένον. Ἡ γὰρ πρώτη συλλαβὴ συνέστειλε τὸ η ε· ἡ δὲ δευτέρα ἐξέτεινε τὸ ο εἰς τὸ ω, καὶ ἐγένετο ἐῴκειν. Τούτου τὸ τρίτον τῶν πληθυντικῶν, ἐῴκεισαν· καὶ ἀποβολῇ τοῦ ι, ἐῴκεσαν. Ἕοργα: Ἀπὸ τοῦ εἴργω εἴρξω ὁ παρακείμενος, εἶρχα· ὁ μέσος, εἶργα· διαλύσει, ἔεργα· καὶ τροπῇ, ἔοργα. Οὕτως ἐγένετο καὶ τὸ ἐώλπειν καὶ ἐώργειν καὶ τὰ ὅμοια. Ῥέζω· ὁ μέλλων ῥέξω· ὁ παρακείμενος, ἔρρεχα· ὁ μέσος, ἔρρογα· ἀποβολῇ τοῦ ρ, καὶ ὑπερθέσει, ἔοργα· ὁ ὑπερσυντέλικος, ἐώργειν. Καὶ ὤφειλεν εἶναι ἠόργειν· ἀλλὰ κανών ἐστι .... τούτου χάριν ἔσωθεν γίνεται ἡ ἐπέκτασις· καὶ ἡ μετοχὴ, ἐοργώς·

  
Κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ, ὅ τε πολλὰ ἐοργὼς,  
ἀντὶ τοῦ εἰργασμένος, Ἰλιάδος ιʹ. Ἑώρταζον: Ἑορτάζω· καὶ ὁ παρατατικὸς ὤφειλεν εἶναι ἡόρταζον· καὶ ἐπειδὴ οὐδέποτε λέξις εὑρίσκεται ἀρχομένη ἀπὸ τοῦ η, ἐπιφερομένου τοῦ ο, τούτου χάριν ἐγένετο ὑπερβιβασμός· καὶ ἡ μὲν παραλήγουσα ἐξέτεινε τὸ ο εἰς ω· ἡ δὲ ἄρχουσα συνέστειλε τὸ η εἰς ε, καὶ ἐγένετο ἑώρταζον. Ἑώρων: Ἀπὸ τοῦ ὁρῶ, ὁ παρατατικὸς, ὥρων· καὶ πλεονασμῷ τοῦ ε, ἑώρων, τῆς δασείας φυλαττομένης. Ὡσαύτως καὶ ἀπὸ τοῦ οἰνοχοῶ, ὁ παρατατικὸς, ᾠνοχόουν· καὶ πλεονασμῷ τοῦ ε, ἐῳνοχόει· καὶ ἀπὸ τοῦ ὠνῶ ὠνοῦμαι, ὤνημαι, καὶ ἐώνημαι. Ἔωσεν: Ἀπὸ τοῦ ὤθω, τὸ πρώθω, ὁ μέλλων, ὤσω· ὁ ἀόριστος, ὦσα· καὶ πλεονασμῷ τοῦ ε, ἔωσα. Ἔῳγεν: Ἀπὸ τοῦ οἴγω, ὁ παρατατικὸς, ᾦγον, ᾦγε· καὶ πλεονασμῷ του ε,

  
χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέωγε.  
Ἑορτάζω: Ἐκ τοῦ ἑορτή. Τοῦτο παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐροτὴ, καὶ ἑορτὴ καθʼ ὑπερβιβασμὸν, ἧς ἐρῶσι πάντες. Ἐτυμολογεῖται δὲ παρὰ τὸ εἰς τὰ ἑὰ ὀρούειν, ὅ ἐστιν εἰς τὰ ἀγαθὰ ὁρμᾶν· ὅθεν καὶ δασύνεται· οἱ μέντοι Ἴωνες ψιλοῦσιν. Ἐόλητο: Ἐκεκίνητο καὶ ἐτετάρακτο. Γράφεται καὶ διὰ τῆς ΑΙ διφθόγγου.

  
<!-- 352 -->Ἡ μὲν ἄρʼ ὣς ἐόλητο νόον μελεδήμασι κούρη.  
Ἀπολλώνιος. Ἐῷμι: Ἐν τῷ,

  
Κεῖσε δʼ ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι.  
Ἀνέρχεσθαι οὐκ ἐῶ. Ὅταν δὲ εὐκτικὸν ᾖ, ἕξει τὸ ι, ἐῷμι, ἐῷς, ἐῷ· βοῷμι, βοῷς, βοῷ· Δωρικῶς γὰρ τὸ α ε εἰς η κιρνᾶται, ἅπερ ἡμεῖς εἰς α μακρόν. Καὶ γὰρ βοῇς λέγουσι, καὶ ὁρῇς, καὶ τιμῇς. Ἕως: Ἡ ἕως, τῆς ἕω· παρὰ τὸ εὕω, τὸ φωτίζω, εὕως· καὶ ἀποβολῇ τοῦ υ, ἕως· σημαίνει δὲ τὴν ἡμέραν. Ἢ διὰ τοῦ ἕως ταύτης ἡμᾶς κατακλίνεσθαι, ἢ διὰ τοῦ ἵεσθαι ἡμᾶς ἐν αὐτῇ. Ἀπὸ τῆς ἕω γίνεται ἑῷος κτητικὸν σὺν τῷ ι.

  
Ἐπικλείοντες ἑώϊον Ἀπόλλωνα,  
Ἀπολλώνιος. Ἀπὸ τοῦ ἐκ τῆς ἑῴας φέρεσθαι, τουτέστιν ἐκ τῆς ἀνατολῆς. Ἑωσφόρος: Ἀνατολικὸς ἀστὴρ πρωϊνὸς, ὁ τὴν ἑῴαν ἐν αὐτῷ φέρων· ὁ αὐτὸς καὶ φωσφόρος καλεῖται. Ἕωλος: Ὁ χθεσινός· καὶ ἕωλον ὄψον, τὸ χθεσινόν. Παρὰ τὴν ἕω, τὴν ἡμέραν, γίνεται ἕωλος. Φιλόξενος δὲ λέγει, ὅτι γίνεται ἀπὸ τῶν εἰς ω ῥημάτων ὀνόματα εἰς ΛΟΣ· οἷον, φείδω, φειδωλός· αἰτῶ, αἰτωλός· ἁμαρτῶ, ἁμαρτωλός. Οὕτως καὶ παρὰ τὸ ἕω, τὸ κορεννύω, γίνεται ἕωλος· ὅταν γὰρ κορεσθῶμεν τινὸς, εἰώθαμεν τὰ λοιπὰ εἰς τὴν ἑξῆς φυλάττοντες ἕωλα λέγειν. Ἑωλοκρασία: Ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἑώλων δείπνων τοὺς ζωμοὺς, πρὸς τοιαύτην παιδιὰν τετραμμένοι. Ἐγὼ δὲ μᾶλλον νομίζω πεπλάσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας κατηγόρει ὁ Αἰσχίνης. Ἢ ἑωλοκρασία, ἡ χθεσινὴ μέθη· ἕωλον γὰρ τὸ χθεσινόν· παρὰ τὸ τὴν ἕω ἐλαθῆναι. Ἢ ἕωλον τὸ λιτὸν, ἢ τὸ μὴ πρόσφατον, ἀλλὰ χθεσινόν· παρὰ τὸ ἕω, ὃ σημαίνει τὸ περιπατῶ· ἢ μάταιον, ψυχρὸν, ἀνωφελὲς, ἀνίσχυρον. Καὶ ἄλλως· ἡνίκα συνέπινον ἀλλήλοις παρὰ Ἀθηναίοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθετο. Καὶ εἴ τις ἐκαθεύδησε, μὴ πιὼν τὸν ἴδιον κρατῆρα, πρωῒ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἐξεχέετο· καὶ ἐκαλεῖτο ἑωλοκρασία. Λαμβάνεται δὲ ἐπὶ κατηγορίᾳ ἀρχαίων πραγμάτων. Ἕω: Σημαίνει ἕξ· τέσσαρα βαρυνόμενα, καὶ δύο περισπώμενα. Ἕω, τὸ ἐνδύομαι, ἀφʼ οὗ καὶ ἱμάτιον· ἕω, τὸ πορεύομαι, ἀφʼ οὗ καὶ ἕος καὶ ὁδός· ἕω, τὸ τελειῶ, ἀφʼ οὗ καὶ ἕως καὶ ἑσπέρα, ἡ τῆς ἡμέρας τελείωσις. Ἔω, τὸ ὑπάρχω, ἀφʼ οὗ καὶ ἔσεται καὶ ἔσται. Ἐῶ, τὸ συγχωρῶ, ἀφʼ οὗ καὶ ἐάσας. Ἑῶ, τὸ καθέζομαι, ἀφʼ οὗ καὶ τὸ ἕημι, ἕεμαι ἧμαι, κάθημαι. Ἐπαγωγή: Πειρασμὸς, ἢ ζημία, ἢ αἰχμαλωσία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. Ἐπαγωνιεῖται: Φιλονεικήσει, προσκαρτερήσει· ἐκ τοῦ ἐπαγωνίζω. Ἐπάκριος ζεύς: Ἐπʼ ἄκρας γὰρ τῶν ὀρῶν ἱδρύοντο βωμοὺς τῷ Διῒ, οἷον τοῦ Ὑμηττίου, τοῦ Παρνηθίου. Πολύζηλος Μουσῶν γοναῖς,

  
Ἱερὸν γὰρ ὂν τετύχηκας ἐπακρίου Διός.  
Ἐπακρία χώρα: Ἀθηναίους πάλαι κωμηδὸν οἰκοῦντας πρῶτος Κέκροψ συναγαγὼν κατῴκισεν εἰς πόλεις δυοκαίδεκα· καὶ τὴν τῶν πολιτῶν ἐπωνυμίαν ἀφʼ ἑαυτοῦ Κεκροπίαν προσηγόρευσε· δύο δὲ τετραπόλεις ἐκάλεσεν, ἐκ τεσσάρων πόλεων ἑκατέραν μοῖραν καταστήσας· <!-- 353 -->τρεῖς δὲ τὰς λοιπὰς, ἐπακρίας ὠνόμασε· καὶ ἡ προσεχὴς χώρα ταύταις ταῖς τρισὶν ὁμωνύμως αὐταῖς ἐπακρία ἐκαλεῖτο. Ῥητορική. Ἐπακτρεῖς: Οἱ κυνηγέται, ἀπὸ τοῦ ἐπάγειν τὰς κύνας. Ἐντεῦθεν καὶ ἡ ναῦς ἡ ἁλιὰς ἐπακτρία, καὶ ἐπακτρὶς ἐπακτρίδος. Ἐπακτροκέλης: Συνετέθη ἔκ τε κέλητος καὶ ἐπακτρίδος. Πλοῖα δὲ ἦν βραχέα λῃστρικά· ἡ μὲν ἐπακτρὶς, εἰς τὸ κατάγειν τὰ συλώμενα· ὁ δὲ κέλης, εἰς τὸ διώκειν καὶ φεύγειν· κουφότατος γὰρ ἦν. Πρῶτος δὲ δοκεῖ εὑρηκέναι τὴν ἐπακτρίδα Μίνως. Ἐπακτὸς ὅρκος: Ὃν ἄν τις ἑκὼν αὐτὸς ἑαυτῷ ἐπάγηται, τουτέστιν ὃν αἱρεῖται. Ἄλλοι δὲ τοὐναντίον, ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλʼ οὐκ αὐθαίρετος. Εἰσὶ δὲ ὅρκου τρία εἴδη, ἀπώμοτος, κατώμοτος, ἐπακτός. Ἐπακτῆρες: Οἱ κυνηγοί· ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. Ἐπάκτιον: Μέγαν, ὑψηλόν. Ἐπάλμενος: Ἐφορμήσας. Ἀπὸ τοῦ ἅλλομαι, τὸ πηδῶ, ἁλλόμενος· καὶ συγκοπῇ. Ἔπαλξις: Ὁ προμαχὼν τοῦ τείχους. Ἐκ τοῦ ἄλκω, τὸ βοηθῶ, ὁ μέλλων, ἄλξω· ὄνομα ῥηματικὸν, ἄλξις· καὶ,

  
Ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς.  
Ἢ ἐπαλέξησις τὶς οὖσα· οἷον, Πολλοὺς ἐπὶ τὰς ἐπάλξεις ἤγαγεν ἡ τῆς ἀπιστίας ὑπερβολὴ, μόνοις τοῖς ὀφθαλμοῖς τὸ σαφὲς ἐπιτρέψαντας. Λιβάνιος. Ἀπὸ τοῦ ἀλεξῶ περισπωμένου. Ἔστι δὲ ἐξοχὴ τειχῶν, ἁψίς. Ἔστι δὲ καὶ δικαστήριον τῶν φονικῶν. Ἐπαλξίτης: Ὁ λίθος ὁ ἐπάνω τῆς ἐπάλξεως, τῷ κανόνι τοῦ Ἀσκαλωνίτου· ἢ καὶ τὰ ἀπὸ τῶν εἰς ΙΣ διὰ τοῦ ΙΤΗΣ γινόμενα διὰ τοῦ ι γράφεται· οἷον, Ναυκράτις, Ναυκρατίτης· Ταμιάθις, Ταμιαθίτης. Ἐπανακροῦσαι: Ἀριστοφάνης· ἀπὸ τῶν κωπηλατούντων, ὅταν ἀναστρέψαντες πρύμναν ἀνακρούωνται, ἵνα εἰς τοὐπίσω ἀναχωρήσῃ τὸ πλοῖον. Ἐπάρουρος: Ὀδυσσείας λʹ. Οἱ μὲν πάρουρος ἀπέδοσαν, ὅ ἐστι φύλαξ· οὖρος γὰρ ὁ φύλαξ. Δεήσει οὖν ὀξυτόνως προφέρεσθαι, ὡς θυρωρός. Βέλτιον ἐπάρουρος, ἀντὶ τοῦ ἐπίγειος. Τὴν γὰρ γῆν ἄρουραν λέγουσιν. Ἐπαοιδή: Ἰστέον ὅτι ἀρχαία ἐστὶν ἡ διὰ τῆς ἐπαοιδῆς θεραπεία. Ὅμηρος,

  
παῦε δʼ ἐπαοιδῇ αἷμα κελαινόν.  
Καὶ Πίνδαρος ἐπὶ τοῦ Ἀσκληπιοῦ,

  
Τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς.  
Ἐπαγγεῖλαι καὶ ἐπαγγελία: Σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν πεπορνευμένων καὶ δημηγορούντων, οὐκ ἐξόν. Καὶ ἐπήγγελλε, παρεκελεύετο, προσέταττε. Λέγεται καὶ παθητικῶς. Καὶ ἐπαγγείλασθαι λέγεται, τὸ κελεύειν, ἢ καταγγέλλειν. Ἐπάσαντο: Ἐγεύσαντο. Παρὰ τὸ πατῶ ὃ δηλοῖ τὸ ἐσθίω· ἐξ οὗ πάτνη καὶ φάτνη, ἐν ᾗ ἐσθίουσι τὰ ἄλογα, ὁ μέλλων, πατήσω· καὶ συγκοπῇ, πάσω· καὶ τὰ λοιπὰ δῆλα. Ἢ παρὰ τὸ μασῶ μασήσω ἐμάσησα· συγκοπῇ, ἔμασα· ἐμάσαντο, καὶ ἐπάσαντο· παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π, καὶ τοῦ τόνου ἐναλλαγέντος. Καὶ πάσασθαι, τὸ γεύσασθαι· καὶ,

  
σπλάγχνʼ ἐπάσαντο.  
Ἐπασσύτεροι: Ἔστιν ἆσσον, τὸ ἐγγύς· ἐξ αὐτοῦ ἀσσότερος· καὶ ἐπασσύτερον, τὸ συνεχὲς καὶ πυκνόν. Ἐπαύλεις: Μάνδραι βοῶν, καὶ προβάτων αὐλαί. <!-- 354 -->ἐπαύλια λέγεται, καθʼ ὅσον ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη τότε πρῶτον ἐπηύλισται. Καλεῖται δʼ ἐπαύλια καὶ τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τῶν γάμων παρὰ τοῦ τῆς νύμφης πατρὸς δῶρα φερόμενα τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐν πομπῆς σχήματι. Παῖς γὰρ ἡγεῖται χλανίδα λευκὴν ἔχων, καὶ λαμπάδα καιομένην· ἔπειτα μετὰ τοῦτον κανηφόρος· εἶθʼ αἱ λοιπαὶ ἀκολούθως ἐφεξῆς φέρουσαι χρυσίου λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστους, σανδάλια, θήκας, μυράλιπτρα· ἐνίοτε δὲ καὶ τὴν προῖκα ἅμα τῷ νυμφίῳ φέρουσιν. Οἱ δὲ φασὶν ἐπαυλίαν τὴν δευτέραν μετὰ τοὺς γάμους ἡμέραν καλεῖσθαι, ἐν ᾗ πρῶτον ἐπαυλίζεται τῷ νυμφίῳ ἡ νύμφη. Ἐπαυρῶ: Τὸ ἀπολαύω· ἀπὸ τοῦ ἀρῶ, τὸ ἁρμόζω, ἢ ἀπὸ τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ, γίνεται αὐρῶ, ὡς παίω, παύσω· ὁ δεύτερος ἀόριστος, ἐπηῦρον· ἐὰν ἐπαύρω, ἐπαύρωμαι, ἐπαύρηται.

  
Οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς  
  
πρώτη ἐπαύρηαι,  
Ἰλιάδος οʹ, ἀντὶ τοῦ ἐπιψαύσῃ, ἀπολαύσῃ. Ἐπαυτοφώρῳ: Σὺν τῷ ι. Ἐκ γὰρ τοῦ φὼρ φωρὸς, ὁ κλέπτης, καὶ τῆς αὐτὸς ἀντωνυμίας, γίνεται αὐτόφωρος, καὶ ἐπαυτόφωρος. Σημαίνει δὲ τὸν ἐν αὐτῇ τῇ κλοπῇ ληφθέντα· ἢ ἐπʼ ὀφθαλμοῖς ἐπʼ αὐτῷ τῷ κλέμματι ἁλούς. Ἐπὰψ θέμεναι: Πάλιν ἐπικλεῖσαι, καὶ ἐπιθεῖναι. Ἐπαιγίζων:

  
Λάβρος ἐπαιγίζων.  
Σφοδρῶς ἐπιπνέων. Ἐκ τοῦ αἰγὶς, αἰγίζω. Αἰγὶς δέ ἐστι, συστροφὴ ἀνέμου. Ἐπαίτης: Ἀπὸ τοῦ αἰτῶ αἰτήσω αἰτητὴς, καὶ ἐπαίτης. Ἐπένεξις: Ἀπὸ τοῦ ἐνέκω ἐνέξω, ἔνεξις καὶ ἐπένεξις. Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆι ἐκφορᾶι, καὶ προαγορεύειν ἐπὶ τῶι μνήματι: Εἰς τοὺς βιαίως ἀποθανόντας ταῦτα ἐπράττετο. Καὶ Ἴστρος ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων φησὶν, ὅτι Τινὲς ἐπὶ τοῦ τάφου δόρυ φασὶ καταπεπηχέναι τὸν Ἐρεχθέα, τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας. Ῥητορική. Ἐπενήνεον: Ἐπεσώρευον. Ἐκ τοῦ εἷς ἑνὸς, ἑνῶ ῥῆμα· ἤγουν τὰ διῃρημένα εἰς ἓν ἄγω. Ἤνεον, ἐνήνεον· καὶ ἐπενήνεον. Ἐπενήνοθε: Κάλλιόν ἐστιν ἀντὶ τοῦ ὑπῆρχεν. Εἰ γὰρ ἐψιλωμένην καὶ μαδῶσαν καὶ ὀλιγότριχον σημαίνει, πῶς ἂν ἁρμόζοιτο τὸ ἐπανθεῖν, ὃ σημαίνει μᾶλλον τὸ δασύ; Ἔστι δὲ μέσος παρακείμενος· οἱ μὲν παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους ἐπιμελοῦμαι, ὅθεν καὶ ἔθειρα ἡ θρίξ, μετὰ τῆς ἐν προθέσεως γίνεται ἐνέθω· ὁ μέλλων, ἐνέσω· ὁ παρακείμενος, ἤνεκα· ὁ μέσος, ἤνεθα· καὶ Ἀττικῶς, ἤνοθα, ὡς πέπεμφα, πέπομφα. Ἤνοκα οὖν καὶ ἤνοθα· καὶ Ἀττικῶς, ἐνήνοθα. Ἔστι δὲ καὶ ἄλλως· ὄθω, τὸ κινῶ· ὁ μέλλων, ὄσω· ὁ παρακείμενος, ὦκα· ὁ μέσος, ὦθα· καὶ μετὰ ταῦτα προσθέσει, ἐνόθω ἐνόσω· καὶ Ἀττικὸς παρακείμενος, ἐνήνοκα, καὶ ἐνήνοθα. Ἄλλως· ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, γίνεται ἐέθω· καὶ κατὰ συναίρεσιν καὶ σύνθεσιν, ἐνήθω· ὁ μέσος παρακείμενος, ἔνηθα· καὶ Ἀττικῶς, ἐνένηθα· εἶτα ὑπερθέσει καὶ τροπῇ, ἐνήνοθα. Ζήτει εἰς τὸ ἀνήνοθεν. Ἑπέται: Οἱ θεράποντες· ἀπὸ τοῦ ἕπεσθαι τοῖς δεσπόταις. Ἐπέτειον: Ἐπὶ τοῦ νῦν ἔτους. Ἔπετος γὰρ <!-- 355 -->δεῖ λέγεσθαι τὸν ἐνεστῶτα καιρὸν, οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥς φησι Πίνδαρος καὶ Δημοσθένης. Ῥητορική. Ἐπεσβόλος: Ὁ λοίδορος, ὁ τοῖς ἔπεσι βάλλων· ἐκ τοῦ ἔπος καὶ τοῦ βάλλω. Τὰ δὲ παρὰ τὸ βάλλω μὴ μετὰ προθέσεως συντεθέντα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ἐλαφηβόλος, ἑκηβόλος. «Μὴ μετὰ προθέσεως» εἶπε, διὰ τὸ ἀμφίβολος, πρόβολος, ὁ προβεβλημένος πρόμαχος. Ἐπεδίκασε καὶ ἐπεδικάσατο: Δημοσθένης ἐν τῷ κατὰ Ὀλυμπιοδώρου. Τὸ μὲν ἐπεδίκασεν, οἷον προέκρινε· τὸ δὲ ἐπεδικάσατο, οἷον ἔπεισε τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. Ἐπέζεσεν: Ἀντὶ τοῦ ᾔρθη καὶ ηὐξήθη· ἀπὸ μεταφορᾶς τοῦ ζέοντος ὕδατος, καὶ ἐν τοῖς λέβησιν αἰρομένου ἐν τῷ ζέειν. Εὐριπίδης,

  
Δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσε.  
Ἐπελήκεον: Ἐψόφουν, ἐκρότουν· ἴσως ἀπὸ τοῦ ληκῶ ληκεῖς. Ἐπεμαίετο: Ἐπεζήτει, ἐπεθύμει· παρὰ τὸ μαίω, τὸ ζητῶ. Ἐπέντυε: Ἑτοίμαζε, παρασκεύαζε· παρὰ τὸ ἔντος, ὃ σημαίνει τὸ ὅπλον. Ἐπέπλως: Τινὲς λέγουσιν ἀπὸ τοῦ πλῶμι, ὅπερ ἐν κινήσει οὐχ εὕρηται. Οὐκ ἔστι δὲ ἀληθές· ἀλλʼ ἔστιν ἀπὸ τοῦ πλώω πλώσω· ὁ δεύτερος ἀόριστος, ἔπλων, ἔπλως· εἶτα τοῦ πρώτου ἀορίστου τὸ δεύτερον πρόσωπον ἔπλωσας, καὶ ἐπέπλωσας· καὶ κατὰ ἀποκοπὴν, ἐπέπλως. Ἐπέπιθον: Ἐκ τοῦ πείθω, ὁ δεύτερος ἀόριστος, ἔπιθον· καὶ κατὰ ἀναδιπλασιασμὸν, ἐπέπιθον· τὸ πρῶτον τῶν πληθυντικῶν, ἐπεπίθομεν· καὶ κατὰ συγκοπὴν, Ἰλιάδος βʹ,

  
καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν,  
ἀντὶ τοῦ αἷς ἐπεπιστεύκειμεν. Ἐπερρώσαντο: Ἀντὶ τοῦ ἐπεσείσθησαν, ἐκινήθησαν. Ἔστι ῥώω σημαῖνον τὸ κινῶ καὶ σείω· ὁ μέλλων, ῥώσω· ἔρρωσα, ἐρρωσάμην, ἐρρώσαντο.

  
Ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος,  
Ἰλιάδος αʹ. Ἐπεσκήψατο: Ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν· σπανιάκις δὲ καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν. Τὸ δὲ ἐπέσκηψεν, ἐνεργητικῶς, ἀντὶ τοῦ ἐνετείλατο, ἢ προεφασίσατο. Ἔστι καὶ ἐπισκηψάμενον, ἐπιβαρήσαντα· καὶ ἐπισκήψασθαι, τὸ ἐπιβαρῆσαι, καὶ ἐπισημειώσασθαι. Τὸ δὲ ἐπισκήπτω, ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω, καὶ οἷον ἐξορκίζω, Ἀνδοκίδης καὶ Λυσίας ἔλαβον. Ἐπεσσεύοντο: Ἀντὶ τοῦ ἐπηκολούθουν, ἐφώρμων. Ἐκ τοῦ σῶ γίνεται παράγωγον σεύω· ὁ παθητικὸς ἐνεστὼς, σεύομαι· ὅθεν τὸ,

  
ἐπεσσεύοντο δὲ λαοί.  
Ἐκ τοῦ σῶ, τὸ ὁρμῶ, παράγωγον σύω· ἐξ αὐτοῦ, σῦμι· ὁ μέλλων, σύσω· ὁ παρακείμενος, σέσυκα· ὁ παθητικὸς, σέσυμαι· τὸ τρίτον, σέσυται· καὶ ἐν ὑπερθέσει τοῦ ε, ἔσσυται·

  
Εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται,  
Ἰλιάδος ιʹ, ἀντὶ τοῦ ἐφορμεῖται, ἐπιθυμεῖ. Ἐπετοξάζοντο:

  
Τῷ δʼ ἐπετοξάζοντο.  
Ἀντὶ τοῦ ἐπʼ αὐτῷ τὰ τόξα ἔτεινον. Ἐκ τοῦ τοξάζω. Ἔπεφνεν: Ἐκ τοῦ φῶ, φένω· συγκοπῇ, φνῶ· καὶ διπλασιασμῷ, πεφνῶ, συζυγίας πρώτης τῶν περισπωμένων. Φένω· καὶ ὁ βʹ ἀόριστος, ἔφενον· διπλασιασμῷ, ἐπέφενον· συγκοπῇ, ἔπεφνον· ἐὰν πέφνω. Τινὲς δὲ παρατατικοῦ αὐτὸ νομίζουσιν, ἀγνοοῦντες τὴν κλίσιν αὐτοῦ. <!-- 356 -->Τὸ γὰρ πέφνω ὑποτακτικοῦ ἐστὶν, οὐχ ὁριστικοῦ. Ἢ φῶ· παράγωγον, φημὶ, ἐπὶ τοῦ ἀναιρῶ· οὗ ὁ παθητικὸς παρακείμενος, πέφαμαι, πέφαται· ὅθεν καὶ φατός. Πέφνων, βαρύτονον. Ζήτει εἰς τὸ βαλών. Ἐπέφραδον: Ἀντὶ τοῦ εἶπον, Ἰλιάδος κʹ. Ἐπεί: Ἐκ τῆς ἐπὶ προθέσεως, καὶ τοῦ εἰ συναπτικοῦ συνδέσμου. Διὰ διφθόγγου· ἐπεὶ οἱ Δωριεῖς ΑΙ λέγουσιν. Ἔθος γὰρ ἔχουσιν οἱ Δωριεῖς τὸ ε εἰς α τρέπειν· τὸ γὰρ Ἄρτεμις, Ἄρταμις λέγουσι· καὶ τὸ τρέχω, τράχω. Οὕτω καὶ τὸ ει, αι. Ἰστέον δὲ ὅτι τὸ ἐπεὶ, ἡνίκα ἐστὶ χρονικὸν ἐπίρρημα, ὡς τὸ,

  
ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν.  
ἀντὶ τοῦ ἀφʼ οὗ ἐστι· καὶ πάλιν,

  
Αὐτὰρ ἐπεὶ κόσμηθεν.  
ἀντὶ τοῦ ὅταν, ἢ ἀντὶ τοῦ ἐπειδή. Σημαίνει καὶ ὅτε· ὡς τὸ,

  
Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα.  
Ἡνίκα δὲ αἰτιολογικῶς παραλαμβάνεται, σύνδεσμος ἐστίν· «ἐπεὶ ἡμέρα ἐστὶ, φῶς ἐστιν.» Ἐπειῆ: Περισπᾶται τὸ η ἀντὶ τοῦ δὴ παραπληρωματικοῦ. Ὁ η σύνδεσμος μετὰ τοῦ ἐπεὶ περισπᾶται ἐν μέσῃ φράσει· τὸ δὲ τίη εὐθύνεται. Ἔπειτα: Ἐπίρρημα χρόνου δηλωτικὸν, ἀντὶ τοῦ μετὰ ταῦτα. Ἐκ τῆς ἐπὶ προθέσεως καὶ τοῦ εἶτα, ἐπίειτα καὶ ἔπειτα, καὶ ἀποτελεῖται σύνδεσμος. Ἔπεισι: Παρὰ τὸ εἶμι, τὸ πορεύομαι, τὸ τρίτον, εἶσι· καὶ μετὰ τῆς ἐπὶ προθέσεως, ἔπεισι. Τὸ δὲ εἶμι, παρὰ τὸ ἔω, τὸ περιπατῶ, γίνεται εἴω, ὡς βῶ, βέω καὶ βείω· κῶ, κέω καὶ κείω. Ἐξ αὐτοῦ εἶμι. Ἐπεισόδιον: Τὸ ἐπιφερόμενον τῷ δράματι γέλωτος χάριν, ἔξω τῆς ὑποθέσεως ὄν· καταχρηστικῶς δὲ, τὸ ἐξαγώνιον ἅπαν πρᾶγμα. Ἐπειοί: Οἱ Ἠλεῖοι· ἀπὸ Ἐπειοῦ τοῦ Ἠλείου βασιλέως αὐτῶν. Ἐπείγω: Τὸ σπεύδω· ἐξ οὗ καὶ ἐπείκτης· καὶ ἔπειξις καὶ ἐπειγωλὴ, ἡ σπουδὴ, ἀπὸ τοῦ ἐπείγεσθαι. Γράφεται διὰ διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ οἴγω. Ὁ γὰρ κατεπείγων, ὡς πάνυ βουλόμενος κατεπείγει. Ἐπήν: Ἐκ τοῦ ἐὰν, ἄν καὶ μετὰ τῆς ἐπὶ προθέσεως, ἐπάν· καὶ Ἰωνικῶς, ἐπήν. Ἐπηετανός: Παρὰ τὸ ἔτος, ἐτανός· καὶ πλεονασμῷ τοῦ η, ἐπηετανός. Ἐπητής: Παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ἔπης· ἔδει γὰρ ἰσοσυλλαβεῖν τῷ ῥήματι· καὶ πλεονασμῷ τῆς ΤΗ συλλαβῆς, ἐπητής. Δηλοῖ δὲ οὐ μόνον τὸν τοῦ λέγειν δυνάμενον, ἀλλὰ καὶ τὸν τοῦ φρονεῖν ἐν δυνάμει ὄντα·

  
Οὕνεκʼ ἐπητὴς ἐσσί.  
Ἀντὶ τοῦ, συνετός. Λέγεται καὶ ἐπητὺς, θηλυκῶς, ὡς ἐδητὺς ἐδητύος· οἷον,

  
Οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις  
  
ἡμετέρῳ ἐνὶ δήμῳ.  
Ἀντὶ τοῦ ἐπαιτήσεως, συγγνώμης. Ἐπήτριμοι: Ἐπάλληλοι, πυκνοί. Ἐπημοιβοί: Ἰλιάδος μʹ, διαλλάσσοντες, ἐξ ἀμοιβῆς ἀλλήλοις ἐπικείμενοι, εἷς ἐφʼ ἕνα. Ἐπηλυγάζονται: Ἐπισκιάζονται, ἐπικρύπτονται. Λύγην γὰρ καλοῦσιν οἱ Ἀττικοὶ τὴν σκιὰν, ἢ τὴν σκοτίαν. Τινὲς δὲ ἀπὸ τῶν λύγων· διὰ γὰρ τούτων σχοίνους πλέκουσι. Ῥητορική. Ὁμίχλης ἐπηλυγαζούσης. Καὶ ἐπηλυγασάμενος, ἀντὶ τοῦ προβαλόμενος, ἐπίπροσθεν ποιησάμενος, ὥστε σκοτισθῆναι. <!-- 357 -->Ἠλύγη γὰρ ἡ σκοτία καὶ ἡ σκιά. Ἔστι τὸ ὄνομα παρὰ τῷ φιλοσόφῳ. Καὶ ἐπηλύγαια, τὰ ἐπινέφελα. Ἐπηγκενίς: Τὸ ἐπὶ μῆκος παρατεταμένον μακρὸν ξύλον, ἤγουν ἡ μακρὰ σανίς. Παρὰ τὸ ἐνέκω ἢ ἐνέγκω γίνεται ἐνεγκίς· καὶ ἐκτάσει, ἐνηγκίς· καὶ καθʼ ὑπερβιβασμὸν, καὶ μεταθέσει τοῦ ν εἰς γ, ἐπηγκενὶς ἐπηγκενίδος. Ἐπήρεια: Κυρίως ἡ ἐν τῷ πολέμῳ ἀπειλὴ καὶ καταδρομή. Ἐκ τοῦ ἄρης ἄρεια· καὶ μετὰ τῆς ἐπὶ, ἐπάρεια, ἐπήρεια. Ἐπηράτου: Ἐπεράστου, καλῆς, ἡδείας· ἀποβολῇ τοῦ σ, καὶ τροπῇ τοῦ ε εἰς η·

  
Ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν.  
Ἐπήλυδες: Οἱ ἐξ ἄλλης γῆς εἰς ἄλλην μετελθόντες καὶ οἰκήσαντες. Ἐπηβόλον: Ἐπιτυχῆ καὶ ἐπιρρεπῆ πρὸς τύχην. Τινὲς δὲ λοίδορον, τὸν πρὸς τὰ ἔπη ἐπιβάλλοντα ὡς βέλη. Ἐπίβολος: Ἐπιτευκτικὸς, ἐπιτυχὴς, ἐγκρατής· ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν· ὃ σημαίνει τὸν τυγχάνοντα τοῦ σκοποῦ. Μετῆκται γὰρ ἀπὸ τῶν πόρρωθεν ἐπιβολὴν ποιουμένων, ὥστε τυχεῖν. Οὕτω τῇ λέξει καὶ οἱ μεθʼ Ὅμηρον κέχρηνται. Πλάτων, Νόμων πρώτῳ,

  
Ἐπήβολοι γεγόνατε τῆς καλλίστης ὠδῆς.  
Ξενοφῶν τετάρτῳ

  
Παιδείας γίγνονται κατὰ δύναμιν ἐπήβολοι.  
Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου,

  
Μήτε πόλιν μήτε πολιτείας ἐπήβολον γενέσθαι.  
Ἄρχιππος Πλούτῳ

  
νῦν ὡς ἐγενόμην χρημάτων ἐπήβολος.  
Ἔστι δὲ οὐ ποιητικὴ ἡ λέξις, ἀλλʼ Ἀττική. ἐπηβολία καὶ συνηβολία διὰ τοῦ η. Ἀπολλώνιος,

  
ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο.  
Ἀντὶ τοῦ συντυχίᾳ, ὑπαντήσει. Ἐπί: Πρόθεσις ἐστὶ παραλαμβανομένου ἢ σημαινομένου ῥήματος. Ἔστιν ἰδίωμα τοῦ ποιητοῦ. Λέγει ὅτι ὥσπερ τὰ ῥήματα πολλάκις ἐλλειπτικά εἰσι τῶν προθέσεων, ὡς τὸ,

  
Ἔρχομαι εἴ τι τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται  
  
οἰσόμενος,  
Ἰλιάδος νʹ· καὶ

  
Ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω,  
Ἰλιάδος λʹ, ἀντὶ τοῦ ἀπέρχομαι· οὕτως καὶ αἱ προθέσεις ἐλλειπτικαί εἰσι τῶν ῥημάτων, σημαίνουσαι ῥῆμα· οἷον,

  
ἐπεὶ οὔ τοι ἔπι δέος.  
Καὶ,

  
οὕνεκα καλὸν  
  
εἶδος ἔπʼ.  
Ἀντὶ τοῦ ἔπεστιν. Ἐπιβάτης: Οὕτως ἐκάλουν τοὺς ἐν ταῖς τριήρεσι στρατευομένους, καὶ μὴ κωπηλατοῦντας μὲν, ἐπιτηδείους δὲ πρὸς τὸ μάχεσθαι. Καὶ ἐπεβάτευσε, τὸ ἐπῆλθε καὶ ἐπέβη· κυρίως δὲ ἐπὶ νηός. Καὶ ἐπιβάται λέγονται οἱ μὴ ἐρέσσοντες, ἀλλὰ μαχόμενοι. Καὶ ἐπιβατικὰ ἐν τοῖς πλοίοις, ἃ ἡμεῖς παρενθήκας λέγομεν. Ἐπιβασκέμεν: Κακοποιεῖν, κακῶν ἐπιβαίνειν, καὶ ἐν κακοῖς ποιεῖν. Ἰλιάδος βʹ. Ἐπιβάλλει: Ἀντὶ τοῦ προσήκει· ἵνʼ ᾖ ἡ ἐπὶ πρόθεσις ἀντὶ τοῦ δέον· τέτακται δὲ τὸ ἐπιβάλλειν καὶ ἐπὶ τοῦ ζημιοῦσθαι· καὶ ἐπιβολὴ ζημία ὠνόμασται. Ἐπιβωσόμεθα: Εἰς βοήθειαν ἐπικαλεσόμεθα. Γράφεται καὶ ἐπιδωσόμεθα· ἵνʼ ᾖ δώροις τιμήσομεν. Ἐπίβδαι: Αἱ μεθέορτοι ἡμέραι· διὰ τὸ πρὸς ἐπίδειξιν ταῖς προτέραις ἡμέραις γενέσθαι, ἄλλης ἐπιβαινούσης. Δίδυμος πλεονασμῷ τοῦ β· ἔστι γὰρ ἐπίδαι. Ἔνιοι, ἐπίμνας· ὅτι ἐπίμνησις ἐν αὐταῖς γίνεται. <!-- 358 -->Οἱ δὲ, ἐπίβδαι, ἀπὸ τοῦ ἐπιβαίνοντας τῇ ἑορτῇ συμπορεύεσθαι. Ἐπιβλής: Ὁ τῇ θύρᾳ ἐπιβαλλόμενος μοχλός. Τὰ εἰς ΗΣ λήγοντα ἀρσενικὰ σύνθετα ὑπάρχοντα, ἔχοντα ἐν τῷ τέλει μίαν συλλαβὴν τοῦ ῥήματος, καὶ διὰ τοῦ ΤΟΣ κλινόμενα, ἅπαντα ὀξύνονται· οἷον, προβλὴς, ἡμιθνὴς, ἀδμὴς, ἀσπιδαποβλὴς, παρὰ Ἀριστοφάνει. Οἱ μὲν βαρύνουσιν, ὅτι δοκός ἐστιν· οἱ δὲ, ποιότης δοκοῦ· οὐ γὰρ βαρύνεται. Οὐ γάρ ἐστι βλὴς μονοσύλλαβον καθʼ ἑαυτὸ ἐπὶ ταύτης τῆς ἐννοίας, ἵνα ἐν τῇ συνθέσει βαρύνηται, ὥσπερ τὸ Κρὴς, ἐτεόκρης. Ἐπίβοιον καὶ Ἐπιβόϊον: Ὅταν τὶς τῇ Ἀθηνᾷ ἔθυε βοῦν, καὶ τῇ Πανδώρᾳ ὄϊν μετὰ βοός· καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον καὶ ἐπιβόϊον, τὸ ἐπὶ τῇ θυομένῃ βοῒ θυόμενον. Ἐπιγνώμονες: Ἀντὶ τοῦ ἐπισκόπους. Ἐπιγραφέας τοὺς καθεστηκότας ἐπὶ τὸ γράφειν ἑκάστῳ, ὅσον εἰσφέρειν ὀφείλουσιν εἰς δημόσιον. Οἱ δὲ φασὶν ἐπιγραφεῖς εἶναι τοὺς ὁρίζοντας καὶ ἐπιγράφοντας τὰ ἐπιτίμια τῶν ἐν ταῖς δίκαις ἁλισκομένων. Ἐπιγραφεῖς: Οἱ τὰ δημόσια διαγράφοντες, ἢ οἱ ὁρίζοντες καὶ ἐπιγράφοντες τὰς εἰσφορὰς ἑκάστῳ. Ἐπιγράβδην: Ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα. Ἐπιγράμματα: Καλοῦνται οἱ πεζοὶ καὶ ἔμμετροι λόγοι. Ἐῃγονατίς: Τὸ πρὸ τοῦ γόνατος ἄνωθεν σαρκῶδες τοῦ μηροῦ. Ἔνιοι τὴν ἐπωμίδα, διὰ τὸ ἐπὶ γόνατος κεῖσθαι. Ἢ χιτὼν ἀνάκολος γυναικεῖος, ὃν ἔνδοθεν ἐπενδύονται. Παρὰ οὖν τὸ γόνυ γίνεται ἐπιγουνὶς καὶ ἐπιγονατὶς, ὁ πρὸς τὰ γόνατα μῦς. Ὡς δὲ ἄλλοι φασὶν, ἡ διʼ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ γόνατι. Ἐπὶ γύης: Ὄνομα δίκης. Ὁδός ἐστι καὶ τρίβος μεταξὺ δύο γειτόνων διατέμνουσα τὰ χωρία ἐξ ἑκατέρου. Οἱ οὖν κρίνοντες ξενίας ἑκατέρωθεν ἔκ τε πατρὸς καὶ μητρὸς δύο γύας ἔχουσιν· οἱ δὲ ἐκ τοῦ ἑτέρου, ἕνα. Ἐπίδαυρος: Θηλυκόν· ὄνομα πόλεως· ὁ πολίτης, Ἐπιδαύριος. Λέγεται καὶ Ἐπιδαυρὶς καὶ Ἐπιδαυρία. Καὶ Ἐπιδαυριώτης ὁ πολίτης, ὡς ἀπὸ τῆς Σικελίας Σικελιώτης. Ἐπίδρομον καὶ ἐπίδρομος:

  
Ἐπίδρομον ἔπλετο τεῖχος,  
Ἰλιάδος ζʹ, ἀντὶ τοῦ ἐπιτρεχόμενον, ὁμαλὸν ἐξ ἐπιδρομῆς, καθό ἐστιν ἐπιδραμεῖν τὴν ὁδὸν κατερχομένην τὴν ἀπὸ τοῦ τείχους, καὶ ἀναβῆναι τὴν αὐτήν. Ἐπιδαίσιον οἶκον: Τὸν ἐπίκοινον καὶ ἀμέριστον· ἢ ὁ ἐξίσου καταλειφθεὶς δύο τισίν. Ἐπιδέξια: Ἰλιάδος βʹ,

  
Ἀστράπτων ἐπιδέξια.  
Ἀντὶ τοῦ ἐπιδεξίως, αἰσίως. Ἔστι δὲ ἐπίρρημα μεσότητος. Ἡ εὐθεῖα, ἐπιδέξιος· κλίνεται, τοῦ ἐπιδεξίου· τὸ οὐδέτερον, τὸ ἐπιδέξιον καὶ τὰ ἐπιδέξια· καὶ ἐπιρρηματικῶς ἐπιδέξια, ὡς ἐνδέξια· καὶ φυλάσσει τὸν αὐτὸν τόνον. Κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνόματος εἰς ἐπιρρηματικὴν σύνταξιν μετενηνεγμένα ὁμοτονοῦσιν· οἷον, ἐπιεικὲς, ὡς ἐπιεικές· συνεχὲς, διαμπερὲς, ἀτρεκές. Τὸ δὲ ἄληθες ἀντὶ τοῦ ἀληθῶς παρὰ Ἀττικοῖς οὐχ ὁμότονον. Ὁμοίως καὶ τὸ ἐπάναγκες· καὶ τὸ χάριεν, ἀντὶ τοῦ χαριέντως. Ἐπὶ δελφινίωι: Δικαστήριον Ἀθήνῃσιν, ἐπὶ τῶν ὁμολογούντων φόνους δεδρακέναι. Οἱ δὲ φασὶν, <!-- 359 -->ὅτι Κρητῶν χειμαζομένων, εἰκασθεὶς δελφῖνι ὁ Ἀπόλλων ἔσωσεν αὐτοὺς εἰς τὴν Ἀττικὴν κομίσας· ἀνθʼ ὧν Ἀπόλλωνι Δελφινίῳ ἱδρύσασθαι ἱερόν. Ὕστερον δὲ δικαστήριον γενέσθαι τῶν φονικῶν· ἐν ᾧ καὶ Θησέα κεκρίσθαι ὑπὲρ τῶν φόνων τῶν περὶ Σκείρωνα καὶ Σίνιν. Ἐπιδήμιοι ἁρπακτῆρες: Ἰλιάδος ωʹ, τὰ τῶν πολιτῶν ἁρπάζοντες, καὶ οὐ τὰ τῶν πολεμίων. Ἐπιδημίου πολέμου: Ἐμφυλίου, κοινοῦ καὶ δημοσίου, τοῦ μὴ πρὸς πολεμίους, ἀλλὰ πρὸς οἰκείους γινομένου. Ἐπιδίφριος: Ἀργὸς καὶ γυναικώδης. Ἐπὶ δηλίωι μάχη: Χωρίον ἐστὶ τῆς Βοιωτίας τὸ Δήλιον· ἐν ᾧ μαχόμενοι Ἀθηναῖοι ὑπὸ Βοιωτῶν ἐνικήθησαν. ἐπιδιφριάς ἐπιδιφριάδος, ἡ τοῦ ἅρματος περιφέρεια, ἥτις καὶ ἄντυξ καλεῖται. Ἐκ τοῦ δίφρος. Ἐπιδίετες ἡβῆσαι: Τουτέστιν ἐτῶν ἑξκαίδεκα γενέσθαι· τὸ γὰρ ἡβῆσαι μέχρι δεκατεσσάρων ἐστίν. Ἄλλʼ οἱ ἔφηβοι παρὰ Ἀθηναίοις ὀκτωκαίδεκα ἐτῶν γινόμενοι ἐλέγοντο· καὶ ἔμενον μὲν ἐν τοῖς ἐφήβοις ἔτη δύο· ἔπειτα εἰς τὸ ληξιαρχικὸν ἐγράφοντο γραμματεῖον. Ἐπιδιατίθεσθαι: Τὸ συνθήκας τινὰς ποιεῖσθαι κατατιθεμένους ῥητόν τι ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων· ὅπερ ἐγγυᾶται, εἰ ἡ πρᾶξις γίνοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι. Ἐπίδικος: ἐπίκληρός ἐστιν, ἡ ἐπὶ κλήρῳ παντὶ καταλελειμμένη ὀρφανὴ, μὴ ὄντος αὐτῇ ἀδελφοῦ. Ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις. Ἐπίπροικος δὲ, ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου, ὥστε μόνην προῖκα ἔχειν, ἀδελφὸν ἔχουσα. Ἐπίδικος δὲ, ἡ ἀμφισβητουμένη ἐπίκληρος, τίνι χρὴ αὐτὴν γαμηθῆναι. Ἰσαῖος δὲ τὴν ἐπίκληρον ἐν τῷ πρὸς Λυσίβιον ἐπικληρῖτιν ἐκάλεσεν. Ἐπιεικής: Παρὰ τὸ εἴκειν καὶ ὑποχωρεῖν. Καὶ γὰρ οἱ πραεῖς ὑποχωροῦσι, καὶ οὐκ ἀντιτείνουσιν. Ἔνθεν ἐπιείκεια. Ἐπιεικῶς: Τὸ ἐπίρρημα τοῦτο σημαίνει τὸ πάνυ· σημαίνει καὶ τὸ παραδόξως καὶ παρʼ ἐλπίδα· καὶ τὸ μετὰ ἐπιεικείας καὶ χρηστότητος. Σημαίνει καὶ τὸ μετρίως, ἤτοι συμμέτρως, καὶ τὸ ἱκανῶς. Ἐπιεικές: Πρέπον. Ἐπίηρα: Τὴν μετʼ ἐπικουρίας χάριν. Ἔστιν ἧρ, ἡ ἐπικουρία· ἡ γενικὴ, ἧρος, ἧρα, καὶ ἐν συνθέσει, ἐπίηρα. Ἢ ἔρω ἔρανον, ὡς ὄχανον· καὶ ἤρανα· εἶτα συγκοπῇ, ἢ ἀποκοπῇ, ἦρα. Ἀρίσταρχος δὲ ὑφʼ ἓν κατʼ ὀρθὴν σημασίαν λέγει ἐπίηρα. Ἐπιήρανα: Προσηνῆ, κεχαρισμένα. Ἐπίθημα, ἀνάθημα: Παρὰ τὸ θῶ, θήσω. Εἰ γὰρ ἦν ἀπὸ τοῦ τίθημι, ἐπίθεμα ὤφειλεν εἶναι. Ἰλιάδος ωʹ,

  
Ἦ, καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν.  
Ἐπιθορνυμένη: Ἐπιοῦσα, καὶ σπερμαίνουσα. θορὸν γὰρ τὸ σπέρμα ἔλεγον. Ἐπὶ θρασύλλωι: Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ, τὸ ἐπὶ Θρασύλλῳ φησίν. Ἀττικὸν ἔθος, ἀντὶ τοῦ, ἐπὶ τῷ Θρασύλλου μνήματι. Ἐπιθέτους ἑορτάς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. Τὰς μὴ πατρίους ἑορτὰς, ἄλλως δὲ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. Ἐλέγετο δὲ παρʼ αὐτοῖς καὶ ἄλλα ἐπίθετα τινὰ, ὅσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζε. <!-- 360 -->Λυσίας δὲ ἐπιθέτους ἐπιστολὰς λέγει, τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· καὶ ἐπιθεῖναι ἐπιστολὰς, ἀντὶ τοῦ παραδοῦναι· καὶ ἐπέθηκεν, ἀντὶ τοῦ παρέδωκε. Ῥητορική. Ἐπίθετα: Τὰ οὐκ ἐκ τῶν νόμων τῇ βουλῇ προστεταγμένα ἐξ ἀρχῆς, ἀλλὰ προστεθέντα. Ἐπικάρ: Ἰλιάδος πʹ,

  
ῥέουσαι  
  
ἐξ ὀρέων ἐπικάρ.  
Ἤτοι ἄνωθεν ἐκ τοῦ προσάντους· ἢ ἐπικάρσιαι καὶ πλάγιοι· ἢ ἐπὶ κεφαλὴν καὶ εἰς τὸ κάταντες. Ἀπὸ τοῦ κάρη, ἀποκοπῇ τοῦ η, καὶ οὐκ ἀπὸ τοῦ κάρα· Τὸ δὲ κάρη ἐκ τοῦ κάρηνόν ἐστιν ἀποκοπῇ· τὰ γὰρ εἰς η οὐδέτερα δυϊκά εἰσιν ἢ πληθυντικά. Ἐπικεκηρυχέναι: Ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναι τινὰ τῶν μὴ ὑφʼ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα τῷ ἀνελόντι, ἢ καὶ ζῶντα προσαγαγόντι, καθὰ καὶ Ξέρξην ἐπεκήρυξαν οἱ Ἕλληνες τῷ καταγαγόντι ἢ ζῶντα ἢ τεθνηκότα Ἀθήναζε ἑκατὸν δώσειν τάλαντα. Ἢ ἐπικεκηρυχέναι, τὸ κηρύξαι τινὶ λαβεῖν χρήματα, ὥστε ἀποκτεῖναι τὸν δοκοῦντα ἀδικεῖν. Ἐπίκηρα: Ἐπιθανάτια· κὴρ γὰρ ὁ θάνατος. Ἑπικηρυκεύεται: Διὰ κήρυκος τινὸς συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται· καὶ ἐπικηρυκεία, ἡ ἐκ τῶν πολεμίων φιλία· ἢ τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν· τὸ διὰ κήρυκος εἰς φιλίαν ἐλθεῖν ἐχθροὺς ὄντας. Ἐπίκλοπος: Ἀσύνετος, καὶ παραλογιστικός· ἢ ἀπατέων· οἷον,

  
Θηητὴρ ἐπίκλοπος.  
Νῦν ὁ ἐπιθυμητής· κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν· ὅθεν καὶ κλέπτης ὁ τῶν ἀλλοτρίων ἐπιθυμητής. Ἐν ἄλλοις δὲ καὶ τὸν παραλογιστὴν σημαίνει, οἷον,

  
Ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων.  
Ἐπικλώσειαν: Ἀπὸ τοῦ κλώθω, κλώσω, ἔκλωσα, κλώσειαν τὸ εὐκτικόν. Ἐπικνημίδιοι: Τῶν Λοκρῶν οἱ μὲν Ἐπικνημίδιοι, οἱ δὲ Ὑποκνημίδιοι ὀνομάζονται· ἀπὸ Κνήμιδος τοῦ ὄρους. Ἐπὶ κόρρης τύπτοντες: Ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου. Κόρρην γὰρ καὶ κόρσην τὴν ὅλην κεφαλὴν ἔλεγον σὺν τῷ αὐχένι. Τινὲς δὲ καὶ ῥάπισμα λέγουσι, τὸ ἐπὶ τῆς γνάθου ἐκλαμβάνειν, ἁπτόμενον καὶ τοῦ κροτάφου. Βέλτιον δὲ, ἐπὶ τῆς γνάθου ἐκλαμβάνεσθαι· ὃ κατʼ ἔθος λέγεται ῥάπισμα. Οὕτως γὰρ ἐχρῶντο καὶ οἱ ῥήτορες. Ἐπίκοποι: Οἱ κακῶς τὸ πρῶτον πληγέντες χαρακτῆρες, καὶ διὰ τοῦτο ἐπικοπτόμενοι. Ἐπίκωπος: Ὁ παρὰ τῇ κώπῃ καθήμενος. Ἐπικωπαστὴρ, καὶ ἐπικωπητὴρ, λέγεται ὁ τροπωτὴρ ἱμὰς, παρὰ τὴν κώπην. Ἐπίκλημα: Ἐπωνυμίαν· ἀπὸ τοῦ κλῶ, ὃ γέγονεν ἀπὸ τοῦ καλῶ κατὰ συγκοπήν. Ἐπίκληρος λέγεται, ἡ ἐπὶ πολλῷ κλήρῳ μονογενὴς ὑπὸ τοῦ πατρὸς καταλειφθεῖσα. Ἐπικουρεῖν: Τὸ βοηθεῖν. Ἡ ἐπὶ πρόθεσις ἐνταῦθα σημαίνει τὸ δέον καὶ τὸ πρέπον· οἷον, πρέπει καὶ προσήκει τοῖς κούροις, τουτέστι τοῖς νέοις, πολεμεῖν καὶ συμμαχεῖν. Ἐπίκουροι δὲ λέγονται οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν πολεμουμένων καὶ βοηθοί· Σαρπηδὼν ἐπίκουρός ἐστι τῶν Τρώων, οἱονεὶ τῶν πολεμουμένων βοηθός· οἱ γὰρ Τρῶες ἐπολεμοῦντο. Σύμμαχος δὲ τῶν Ἑλλήνων ὁ Ἀχιλλεὺς, ὁ τῶν πολεμούντων· σύμμαχοι γὰρ οἱ τοῖς πολεμοῦσι βοηθοῦντες· <!-- 361 -->ἐπίμαχοι δὲ πάλιν εἰσὶν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες. Ἐπικράτης: Ἀθηναῖος δημαγωγὸς, ὁ καὶ ἔφορος ἐπικαλούμενος. Ἔστι δὲ καὶ ἕτερος ὁ Αἰσχίνου κηδεστής· καὶ ἄλλος, οὗ μνημονεύει Λυκοῦργος. Ἐπικράναι: Τῇ κεφαλῇ κατανεῦσαι. Ἐπικύλλωμα: Τὸ μετὰ τὴν τῶν ἄρτων διάρτισιν περισσευόμενον. Κόλιξ γὰρ ὁ ἄρτος· ὅθεν καὶ τὸ ἰατρικὸν κολλύριον, ἀπὸ τοῦ κολοβόν. Καλοῦσι δὲ κυλλίστην, τὸν Αἰγύπτιον. Ἐπικυνεῖν: Σημαίνει ἐπὶ τοῦ στόματος φιλεῖν· κύλοι γὰρ τὰ βλέφαρα· ὅθεν καὶ κυλοιδιᾶν λέγεται, τὸ ἐπῆρθαι τοὺς ὀφθαλμούς· καὶ Χρύσιππος γράφει Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ ἀνδρῶν ὄμματα θέλγει· ἀπὸ τοῦ ἐπιπολὺ καθεύδοντας οἰδεῖν τοὺς ὀφθαλμούς. Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας, οὐ διὰ τὸ καθεύδειν, ὡς Ὅμηρος

  
ὅτε μνησαίατο κοίτου.  
οὐχ ὅτι ὀνειρόπομπος ἦν, ἀλλʼ ὅτι ὕπνου ἡδέος αἴτιος. Ὅθεν καὶ ἐπισκύνιον τὸν περὶ τὸν κύκλον ἢ τὸν περὶ τοὺς κύκλους τόπον καλοῦμεν. Ἐπὶ λάεϊ: Λᾶς λαός λαΐ καὶ πλεονασμῷ τοῦ ε, λάεϊ. Ἐπιλάρκισμα: Λάρκου βύσμα. Λάρκος δὲ, ἀγγεῖον ἀνθράκων πλεκτόν. Ῥητορική. Ἐπιλαχών: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος, Οὔτε λαχὼν, οὔτʼ ἐπιλαχών· ἀλλʼ ἐκ παρασκευῆς πριάμενος. Τοιοῦτον δέ ἐστι τὸ λεγόμενον. Ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι· ἔπειτα ἑκάστου τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵνα ἐὰν ὁ προλαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντʼ ἐκείνου γένηται βουλευτὴς ἢ ἄρχων ὁ ἐπιλαχών. Ἐπὶ λειψυδρίῳ μάχη: Χωρίον ὑπὲρ τῆς Πάρνηθος, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιονίδαι προεστήκεσαν· ἐκπολιορκηθέντων δʼ αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον, σκολιὸν εἰς αὐτοὺς ᾔδετο,

  
Αἲ αἲ Λειψύδριον προδωσέταιρον·  
  
οἵους ἄνδρας ἀπώλεσας μάχεσθαι  
  
ἀγαθούς τε καὶ εὐπατρίδας.  
  
οἳ τότʼ ἔδειξαν οἵων πατέρων ἔσαν.  
Ἐπιλησμονέστατον: Ὡς σωφρονέστατον. Ἐπιληναίῳ: Περίβολός τις μέγας Ἀθήνῃσιν, ἐν ᾧ ἱερὸν Διονύσου Ληναίου, καὶ τοὺς ἀγῶνας ἧγον τοὺς σκηνικούς. Ἐπιλλίζουσι: Τὸ διανεύουσιν· οἷον,

  
Οὐκ ἀΐεις, ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί.  
Ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς διανεύοντα εἰλεῖν· ἐξ οὗ καὶ ἰλλάδες, οἱ συνεστραμμένοι ἱμάντες. Ἐπιλίγδην: Ἰλιάδος ρʹ,

  
Βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ  
  
ἄκρον ἐπιλίγδην.  
Οὐ κατὰ βάθους, ἀλλʼ ὡς ἐπιψαῦσαι τρώσαντα ἐξ ἐπιπολαίου τὴν ἐπιφάνειαν·

  
γράψεν δέ οἱ ὀστέον ἄχρις.  
Ἀντὶ τοῦ ἕως τέλους ἔξεσε τὸ ὀστοῦν. Ἐκ τοῦ λείχω γίνεται λίγδην. Ἐπίμαστον ἀλήτην: Τὸν ἐπιμαστεύοντα τὴν τροφὴν ἐπαίτην. Ἢ τὸν ἐκ παιδὸς, οἷον τὸν ἀπὸ μαστοῦ, ἐπαίτην. Ἐπίμαχον: Πρὸς ὅ ἐστι μάχεσθαι· καὶ ἐπιμαχώτατον, τὸ ἀσθενέστατον. Ἐπιμεληταί: Ἐχειροτονοῦντο τῶν χορῶν, ὡς μὴ ἀτακτεῖν τοὺς χορευτὰς ἐν τοῖς θεάτροις. <!-- 362 -->Ἄλλοι δὲ λέγουσιν, ὅτι ἐμπορίου ἄρχοντες εἰσὶ κληρωτοὶ, ἑκάστου ἔτους καθιστάμενοι· οἷς προσετέτακτο ἐπιμελεῖσθαι τοῦ καταπλέοντος σίτου εἰς τὸ ἐμπόριον τὸ Ἀττικὸν, καὶ τοὺς ἐμπόρους ἀναγκάζειν εἰς ἄστυ κομίζειν. Δέκα δὲ ἐπιμελητὰς ἐμπορίου ἐκληροῦντο οἱ Ἀθηναῖοι, τῶν τε ἐμπορίων ἐπιμελεῖσθαι καὶ τοῦ σίτου· καὶ τὰ δύο μέρη εἰς τὸ ἄστυ κομίζειν. Ἐπιμελητὴς τῶν μυστηρίων: Παρὰ Ἀθηναίοις ὁ λεγόμενος Βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος ἐχειροτόνει. Τέσσαρες δὲ ἦσαν· δύο μὲν, ἐξ Ἀθηναίων ἁπάντων· εἷς δὲ, ἐξ Εὐμολπιδῶν· καὶ εἷς ἐκ κηρύκων. Ἐπιμήνια: Τὰ καθʼ ἕκαστον μῆνα θυόμενα· ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γινόμενα θύματα ὑπὲρ τῆς πόλεως. Ἐπιμίξ: Παρὰ τὸν μίξω μέλλοντα, ὡς τὸ ἐναλλάξ· εἰ γὰρ ἐβαρύνετο, ὡς ὄνομα ἐκλίνετο. Ἐπίνητρον: Τὸ ἐπὶ τῶν γονάτων, ἐφʼ οὗ τὴν κρόκην ἔνηθον. Ἐπίξηνον: Ξύλον, ἐφʼ οὗ κρέα κόπτουσι, τὸ νῦν ἐπίκοπον· παρὰ Ἀριστοφάνει καὶ Δημοσθένει. Ἐπὶ ξυροῦ: Ἐπὶ κινδύνου, ἐν αὐτῇ τῇ τοῦ πράγματος ἐπιτάσει. Ἰλιάδος κʹ,

  
ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.  
Ἀντὶ τοῦ, τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται· ὅ ἐστιν, ἐν ἐσχάτῳ κινδύνῳ. Ἔστι καὶ ἐπὶ ὀξύτητος κινδύνου, μεταφορικῶς. Ἐπίουρος: Ὁ ἐφεστηκὼς φύλαξ· παρὰ τὸ ὁρῶ γίνεται ἐπίορος· καὶ ἐπενθέσει τοῦ υ. Ἐπίουρα, ὅρια, ὁρμήματα· παρὰ τὸ ὁρῶ τὸ ὁρμῶ. Ἐπιούσιος ἄρτος: Ὁ ἐπὶ τῇ οὐσίᾳ ἡμῶν ἁρμόζων. Ἐπιορκεῖν: Ἡ ἐπὶ πρόθεσις ἐνταῦθα ἀντὶ τῆς ὑπὲρ κεῖται· καὶ δηλοῖ τὸ ὑπεράνω τῶν ὅρκων γίνεσθαι, καὶ ὑπερβαίνειν αὐτούς. Ἐπιόψομαι: Ἰλιάδος ιʹ,

  
Τοὺς ἂν ἐγὼ ἐπιόψομαι.  
Ἐπικρίνω, ἐπιλέξω.

  
Ὁ βασιλεὺς ἐπιώψατο ἀρρηφόρους.  
Πλάτων ἐν Νόμοις. Ἔστι δʼ Ἀττικὸν, ἀντὶ τοῦ κατέλεξεν, ἐξελέξατο. Ἐπιωγαί: Οἱ συγκλεισμοὶ, οἱ παραθαλάσσιοι τόποι, οἷς τὰ κύματα προσάγνυνται· ἀπὸ τοῦ ἐποῖσαι, ὅ ἐστι συγκλεῖσαι. Ἐπὶ παλλαδίωι: Δικαστήριον Ἀθήνῃσιν, ἐν ᾧ περὶ ἀκουσίου φόνου ἐδίκαζον. Κλειτόδημος φησὶν ὅτι Ἀγαμέμνονος σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναζε, Δημοφῶντα ἁρπάσαι τὸ Παλλάδιον· τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος, κρίσιν ὑποσχεῖν ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ νʹ Ἀργείων· οὓς ἐφέτας κληθῆναι, διὰ τὸ παρʼ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς περὶ τῆς κρίσεως. Ἐπίπαστα: Τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλφιτα. Ἀριστοφάνης Ἱππεῦσιν,

  
Ἐπίπαστα λείχων δημιόπρατα ὁ βάσκανος,  
Ῥητορική. Ἐπὶ πρυτανείωι: Ὅταν τὸ μὲν ἀποκτεῖναν βέλος, ἢ λίθος, ἢ τὶ τοιοῦτον, ᾖ φανερὸν, ὁ δὲ δράσας μὴ ᾖ· ἀρχαῖον γὰρ ἔθος τὸ καὶ τὰ ἄψυχα κρίνειν εἰ χρὴ ἐξορίζεσθαι. <!-- 363 -->Ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νέας: Κατὰ πρύμναν ὑπεχώρουν οὐχὶ ἐπιστραφέντες, καὶ ἐξέκλιναν τὰς ἐπιούσας τῶν πολεμίων ναῦς. Κυρίως, τὸ κατʼ ὀλίγον ὑπαναχωρεῖν μὴ στρέψαντας τὸ πλοῖον. Ὁ γὰρ ὄντως κωπηλατῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ. Τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ δόξωσι φεύγειν φανερῶς, κατʼ ὀλίγον ὑπαπιόντες, ἵνα μὴ νῶτα τοῖς πολεμίοις δόντες τιτρώσκωνται. Ἔπιπλα: Τὰ ἐξ ἐπιπολῆς σκεύη· οἷον ἐπιπόλαιος κτῆσις, καὶ ὅση δυνατὴ πλωΐζεσθαι, ἀλλʼ οὐκ ἔγγειος· ἢ τὰ σκεύη τὰ ἐν χερσὶ, καὶ χρειώδη· οἷον τὰ ἐπιπόλαια καὶ ἐπιπολάζοντα ἐν τῇ οἰκίᾳ, διὰ τὸ ἑκάστοτε ἐν χερσὶν εἶναι. Ἢ ἔπιπλα, τὰ ἱμάτια· ἀπὸ τοῦ πέπλον, ἔπιπλον. Καὶ τὰ ἐλαφρότατα τῶν κτημάτων οὕτω φασὶ, παρὰ τὸ ἐπιπολάζειν. Ἐπίπλους: Τὸ λῖπος· ἀπὸ τοῦ ἐπιπλεῖν καὶ ἐξ ἐπιπολῆς εἶναι. Ἐπιπλὼς καὶ πόντον ἐπιπλώσας: Ἀντὶ τοῦ ἐπιπλεύσας. Ἐκ τοῦ πλέω γίνεται πλόω· καὶ ἐπαυξήσει τοῦ ο, πλώω βαρύτονον· οὗ ὁ ἀόριστος, ἔπλωσα· μετὰ τῆς ἐπὶ προθέσεως, ἐπέπλωσα· καὶ ἡ μετοχὴ, ἐπιπλώσας· καὶ συγκοπῇ ἐπιπλώς. Ἐπιπόλαιος: Διὰ τῆς ΑΙ διφθόγγου καὶ ο μικροῦ. Ἔστι δὲ ἐπίρρημα τοπικὸν, ἀντὶ τοῦ ἄνωθεν καὶ οὐκ ἐν βαθυτάτῳ. Ἐπίπολις: Τόπος ἐν Συρακούσαις· καὶ ὠνόμασται ἀπὸ τοῦ ἐπιπολῆς τῶν ἄλλων εἶναι. Ἐπιπόρπημα: Ἐπιπόρπημα ἐστὶ, τὸ ἐπὶ τῇ πόρπῃ προκόσμημα λίθινον, ἢ χρυσοῦν, ἢ ἀργυροῦν. πόρπη δέ ἐστιν ἡ ἄνω τῆς χλαμύδος σύνθεσις. Παρὰ τὸ πείρω, τὸ κεντῶ καὶ διεκβάλλω, πόρη· καὶ πλεονασμῷ τοῦ π, πόρπη. Ἐπιπτέσθαι μενεαίνων: Ἰλιάδος δʹ, ἐπιπετασθῆναι, ἐφάψασθαι προθυμούμενος. Δύο μέρη λόγου εἰσί. Τὸ ἁπλοῦν πτέσθαι καὶ ἐπιπτέσθαι. Πᾶν δὲ ἀπαρέμφατον φυλάσσει τὸν αὐτὸν τόνον. Πτῶ, πτῆμι· πτήσω, ἔπτακα, ἐπτάθην· ἐπτάμην, ἔπτασο, ἔπτατο· πτάσθαι· καὶ τροπῇ τοῦ α εἰς ε. Οὐκ ἀπὸ τοῦ πτῶ πτᾷς γίνεται, ἀλλʼ ἀπὸ τοῦ πέτω βαρυτόνου, ὁ δεύτερος ἀόριστος, ἔπετον· ὁ μέσος, ἐπετόμην ἐπέτου ἐπέτετο, πετέσθαι· καὶ συγκοπῇ, πτέσθαι. Ἐπιρρήδην: Παρὰ τὸ ῥῶ, τὸ λέγω, γέγονε ῥήδην, καὶ ἐπιρρήδην, ὡς παρὰ τὸ τμῶ, τμήδην. Ἐπίρρησις: Ὁ ψόγος καὶ ἡ κακηγορία· ἔνθεν καὶ ἐπίρρητος. Ἐπιρρήματα: Ἐν τοῖς χοριακοῖς, ὅτε στροφὴν ᾄσειαν μέλος, ἐπέλεγον ποιημάτιον ιϛʹ στίχων· εἶτα τὴν ἀντίστροφον ἀποδόντες, ἐπέλεγον πάλιν τετράμετρον ποιημάτιον τῶν ἴσων στίχων. Ἐκαλοῦντο δὲ ταῦτα ἐπιρρήματα. Ἐπίρροθος: Ἐπίκουρος, βοηθός· οἱονεὶ ἐπιρρωννύων καὶ ἐπικελεύων· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ θήρᾳ ἐπιρρωννυμένων κυνῶν ὑπὸ τῶν θηρώντων. Ἐπίσιστον: Τὸ συρίζοντας ἐποτρύνειν τοὺς κύνας ἐπὶ τὰ ἔργα ἐν τοῖς κυνηγεσίοις ἐπίσιστον καλεῖται. Ἐπίσιον: Τὸ ἐφήβαιον· ἀπὸ τοῦ τὰ σία τὰ ξηρά· ξηρὸν γὰρ ἐστίν. Ἢ παρὰ τὸ εἰσιέναι, ἐπείσιον. <!-- 364 -->Σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Ἐπισίτια: Τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα, ταῦτα δὲ ἐνίοτε καὶ σιτία ἐκάλουν. Ἐπισκύνιον: Ἰλιάδος ρʹ,

  
Πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτον.  
Τὸ περὶ τὰς ὀφρῦς δέρμα, κατὰ μετάθεσιν τοῦ λ εἰς ν· σκύλος γὰρ λέγεται τὸ δέρμα· ἔνθεν καὶ σκυλοδέψης· τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος ἤτοι δέρμα, τὸ συνοφρύωμα τοῦ μετώπου· ὅθεν καὶ σκύζεσθαι, τὸ ὀργίζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις. Καὶ ἐπισκύσαι, τὸ χαλεπῆναι, ἀπὸ τοῦ τὸ ἐπισκύνιον καθέλκειν τοὺς χαλεπαίνοντας· ἐξ οὗ τὸ ἐπισκύζονται, ἀντὶ τοῦ ὀργίζονται, χαλεπαίνουσιν. Ἐπίσκοπος: Κατάσκοπος· ἢ ὁ ἐπὶ τὸ σκοπεῖν ὤν. Καὶ ἐπισκέπται, ἄρχοντες .... Ἐπὶ σκηνῆς: Ἀντὶ τοῦ θεατρικῶς. Ἐπίσπαστον: Τὸ ἐπὶ τῆς ἀγχόνης καὶ τοῦ βρόχου ἐπισπᾶσθαι· καταχρηστικῶς δὲ καὶ τὸ ἑκούσιον, ὃ ἑαυτῷ τις ἐπισπᾶται. Ἐπισπεῖν: Ἐκ τοῦ σπῶ μονοσυλλάβου, σπεῖν, ὡς πλεῖν· καὶ φυλάττει τὸν τόνον ὡς ἀπαρέμφατον. Τὸ δὲ ἐπίσπηι, ἀντὶ τοῦ καταλάβῃ, διώξῃ· ἀπὸ τοῦ ἐπείγω·

  
Ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.  
Τουτέστιν, ὅπως εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ, καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην. Ἐπίσσωτρα: Οἱ ἐκτὸς τῶν τροχῶν σιδήρειοι κύκλοι οἱ ἐπὶ τὴν γῆν κυλιόμενοι, τὰ κύκλῳ τῶν τοῦ ἅρματος τροχῶν σιδηρᾶ, τὰ ἐπάνω τῶν τροχῶν σιδηρᾶ ἢ χαλκᾶ, ἃ καὶ κανθοὶ καλοῦνται. Παρὰ τὸ σῶ, τὸ ὁρμῶ, ὁ μέλλων σώσω· ὄνομα ῥηματικὸν σῶτρον· καὶ μετὰ τῆς ἐπὶ προθέσεως πλεονασμῷ τοῦ σ, ἐπίσσωτρον, ὁ ἔξω τῶν τροχῶν συνέχων σίδηρος. Ἐπισταδόν: Ἐκ τοῦ ἵστημι ἵσταμαι, σταδόν.

  
Νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν.  
Ἐπιστημόνως διήνεγκεν ἴσα διελὼν, ἢ ἐφιστάμενος ἑκάστῳ ἐν αὐτῷ. Ἐπίσταθμοι: Ἄρχοντες εἰσί· παρὰ τὸ ἐν σταθμοῖς εἶναι ὠνομασμένοι. Σταθμοὶ δέ εἰσιν αἱ καταγωγαί. Ἁρμοστὰς δὲ τοὺς τοιούτους Λακεδαιμόνιοι καλοῦσιν. Ἐπίσταθμοι: Οἱ σατράπαι, οἱ κατέχοντες βασιλεῖ τὰς ὑποκειμένας πόλεις. Ἐπιστάται: Δύο ἦσαν Ἀθήνῃσιν· ὧν ὁ μὲν ἐκ πρυτάνεων ἐκληροῦτο· ὁ δὲ, ἐκ προέδρων· φυλάσσει δὲ τοῦ ἱεροῦ τὰς κλεῖς, ἐν ᾧ τὰ δημόσια χρήματα, ἔτι μὴν καὶ τὴν δημοσφραγίδα. Λέγεται δὲ καὶ ὁ ἐφεστηκὼς εἰς πρᾶγμα ὁτιοῦν, ῥηματικῶς. Λέγεται δὲ καὶ ὁ ἐπιστάμενος τινὶ, καὶ ἐπαίτης· παρὰ τὸ ἐφίστασθαι· οἷον,

  
σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης.  
Πολλάκις δὲ καὶ ἐπὶ τοῦ διδασκάλου λαμβάνεται ἡ λέξις. ὅτι τῶν φʹ οἱ μὲν νʹ, πρυτάνεις· οἱ δὲ δέκα, πρόεδροι· ὁ δὲ εἷς, ἐπιστάτης. Ἐπίσταμαι: Εἴδω, τὸ γινώσκω· ὁ μέλλων, εἴσω· ῥῆμα περισπώμενον, ἰσάω ἰσῶ· καὶ εἰς ΜΙ, ἴσημι· τὸ παθητικὸν, ἴσαμαι· πλεονασμῷ τοῦ τ, ἴσταμαι· καὶ ἐφύλαξε τὸ π Ἰωνικῶς· οἱ γὰρ Ἴωνες ψιλωτικοί εἰσιν. Εἰς τὸ ἄϊστος. Ἐπίστηι: Ζήτει εἰς τὸ δύνηι. Ἐπιστοβέωσιν: Ἀπολλώνιος,

  
Μή μιν κερτομέουσαι ἐπιστοβέωσι.  
<!-- 365 -->Ἐπιστομέωσι· καὶ τροπῇ τοῦ μ εἰς β. Ἐπιστροφάδην: Ἰλιάδος κʹ,

  
Κτεῖνε δʼ ἐπιστροφάδην.  
Μετʼ ἐπιστροφῆς, ἐφʼ ἑκάτερα μέρη στρεφόμενος. Ῥητορική. Ἢ ἐνεργῶς, σπουδαίως. Ἐπισύστασις: σύστασις καὶ σύστημα σημαίνει τὸ πλῆθος. Ἡ δὲ ἐπὶ πρόθεσις τὴν ἐπὶ δευτέρου ἐπιδιόρθωσιν σημαίνει. Ἐπισύστασις οὖν, ἡ ἐπὶ δευτέρου ἐπανόρθωσις. Ἐπίσφατον: Ἐπίρρητον. Παρὰ τὸ φημὶ φατὸς, ὡς βίβημι βατός· τὸ οὐδέτερον, φατὸν καὶ ἐπίφατον· καὶ πλεονασμῷ τοῦ σ. Ἐπισχερώ: Ἐφεξῆς, σύνεγγυς. Καὶ σεσημείωται ὀξυτόνως ὥσπερ ἰώ· οὐδὲν γὰρ τῶν εἰς ω ληγόντων ἐπιρρημάτων ὀξύνεσθαι θέλει. Γράφεται χωρὶς τοῦ ι· ἀπὸ γὰρ τοῦ σχεδόθεν, σχεδὼ, ὡς πόθεν, πώ· καὶ αὐτόθεν, αὐτώ· καὶ μεταθέσει τοῦ δ εἰς ρ, ἐπισχερώ. Ἢ παρὰ τὸ σχέσιν ἔχειν. Ἐπισχόμενος: Στοχαζόμενος· ἐξ οὗ τὸ,

  
Ἐπίσχες τὰ πάλαι θρυλῶν.  
Ἔνιοι ἐπισχόμενον συσσημαίνειν τὸν προσάγοντα τῷ ἕρματι τὸ ποτήριον. Ἐνταῦθα ὁ Θρᾷξ Διονύσιος φησὶ τὴν παροιμίαν,

  
Πολλὰ μεταξὺ κύλικος.  
Ἐπιτάξ: Παρὰ Καλλιμάχῳ, ἐπίρρημα, παρὰ τὸν ἐπιτάξω μέλλοντα. Εἰς δὲ τὸ Ῥητορικὸν λεξικὸν εὗρον τὴν λέξιν σημαίνειν συντόμως, κωμικῶς·

  
Ὅστις τῆς ὁδοῦ  
  
ἡγήσεταί σοι τὴν ἐπιτάξ.  
Οὐχ ὡς οἱ τραγικοὶ, μακρῶς. Ἐπιτάρροθος: Βοηθὸς ἰσχυρὸς, σύμμαχος. Παρὰ τὸ ῥόθος ῥοθῶ τὸ παρορμῶ γίνεται ἐπίρροθος· καὶ πλεονασμῷ τῆς ΤΑΡ συλλαβῆς, ἐπιτάρροθος, ὁ ἐν τῷ βοηθεῖν πρόθυμος καὶ παρορμῶν. Ἐπίτασις καὶ ἄνεσις: Οἷον τὸ μᾶλλον καὶ ἧττον. Ταῦτα δὲ εἴρηται ἀπὸ μεταφορᾶς τῶν χορδῶν· ἐκεῖ γὰρ ἡ μὲν ἀποτεινομένη σφοδρὸν ἀποτελεῖ ψόφον, ἡ δὲ παρειμένη ἐλάττονα. Οὕτως οὖν οἱ φιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρὰν ἀντίληψιν τοῦ πράγματος, ἄνεσιν δὲ, τὴν ἐλάττονα. Ἐπιτεῖλαι: Ἰλιάδος δʹ,

  
σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι.  
Προπερισπᾶται. Ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐπίτειλον, ὅ ἐστι πρόσταξον. Ἐπιτείλαι παροξύτονον, τρίτον ἐστὶ πρόσωπον εὐκτικόν. Ἐπιτέλλεο: Ἔστι τέλλω, τὸ προστάσσω· τέλλομαι, ἐτελλόμην, ἐτέλλου. Τὸ προστακτικὸν, τέλλου· καὶ διαλύσει Ἰωνικῇ, τέλλεο. Ἐπιτελὲς καὶ ἐπιτελέωμα: Τὸ ἐπὶ πᾶσι γινόμενον· ἀπὸ τοῦ τελείας γενέσθαι τὰς πρότερον θυσίας. Ἐπιτεθυμμένον: Ἐπιτετυφλωμένον, πεπηρωμένον. Ἐπιτετράφαται: Ἰλιάδος βʹ,

  
Ὧι λαοί τʼ ἐπιτετράφαται.  
Ἐπιτετραμμένοι καὶ ὑποτεταγμένοι εἰσίν. Ἰστέον ὅτι τὰ δισύλλαβα τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων, τὰ τρέποντα τὸ ε εἰς ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον, ἐν τοῖς παθητικοῖς παρακειμένοις ἀναδέχεται τὴν παραλήγουσαν τοῦ ἐνεστῶτος· οἷον, λέγω, λέλοχα, λέλεγμαι· στέφω, ἔστοφα, ἔστεμμαι· <!-- 366 -->κέκλοφα, κέκλεμμαι· εὑρέθη καὶ κέκλαμμαι. Δεῖ προσθεῖναι, «χωρὶς τῶν ἐχόντων τὸ ρ μετʼ ἐπιπλοκῆς συμφώνου·» ἐκεῖνα γὰρ τρέπουσι τὴν παραλήγουσαν, ἤγουν τὸ ε εἰς α, κατὰ τὸν παθητικὸν παρακείμενον· οἷον στρέφω ἔστροφα καὶ ἔστραμμαι· τρέφω τέθροφα τέθραμμαι. Οὕτως καὶ τρέπω τέτροφα τέτραμμαι, τέτραπται· τετράμμεθα· τέτραφθε· καὶ τὸ Ἰωνικὸν, τετράφαται, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ προσθέσει τοῦ α. Δεῖ προσθεῖναι, «καὶ χωρὶς τοῦ βρέχω βρέξω βέβροχα καὶ βέβρεγμαι·» τούτου γὰρ οὐκ ἐτράπη τὸ ε εἰς τὸ α. Ἐπιτηθή: Ἡ τῆς τηθῆς μήτηρ. Ὥστε εἶναι τὴν μὲν τηθὴν μητρὸς ἢ πατρὸς μητέρα· τὴν δὲ ἐπιτηθὴν, τῆς τοῦ πατρὸς μητέρος καὶ τῆς μητρὸς μητέρα· ἤγουν ὡς ἐπίπαππος. Θεόπομπος Παμφίλῃ,

  
Αὐτὴ δʼ ἐκείνη πρότερον ἐξηπίστατο  
  
παρὰ τῆς ἐπιτηθῆς.  
Ῥητορική. Ἐπιτήδειος: Φίλος καὶ συνήθης. Λέγουσι δὲ καὶ ὡς ἡμεῖς τὸ ἁρμόττον ἐπιτήδειον. Ἀπὸ τοῦ ἔθος, ἔθης, καὶ ἔτης· ἐξ οὗ καὶ ἐπιτήδειος φίλος, ὁ συνήθης. Ἢ ἀπὸ τοῦ ἥδω, ἡδὴς καὶ ἐπιτηδής· ἐξ οὗ τὸ ἐπιτήδειος. Ἐκ δὲ τοῦ ἐπιτηδὴς γίνεται ἡ εὐθεῖα τῶν πληθυντικῶν ἐπιτηδέες ἐπιτηδεῖς· καὶ ἡ αἰτιατικὴ ὁμοίως· καὶ ἀποβολῇ τοῦ ι, ἐπιτηδές.

  
Ἐς δʼ ἐρέτας ἐπιτηδὲς  
ἀντὶ τοῦ ἐπιτηδείους πρέποντας καὶ ἐπισταμένους· οἱ μὲν, ἐκ τοῦ ἐπιτηδέας· οἱ δὲ, ἐκ τοῦ ἐπιτηδεῖς· ἐπιστηδής οἶμαι. Δεῖ γινώσκειν, ὅτι ὅτε μὲν λέγεται ἐπιτηδὲς καὶ ἀληθὲς ὀξυτόνως, ὀνόματά εἰσιν· ὅτε δὲ βαρυτόνως ἐπίτηδες καὶ ἄληθες, ἐπιρρήματά εἰσιν, ἀντὶ τοῦ ἐπιτηδείως καὶ ἀληθῶς. Ἐπιτηδής: Ἀπὸ τοῦ ἀδεὴς ὁ ἄφοβος, καὶ τῆς ἐπὶ προθέσεως, γίνεται ἐπιαδεής· καὶ ἐκβολῇ τοῦ ε, καὶ πλεονασμῷ τοῦ τ, καὶ τροπῇ τοῦ α ἐπιτηδὴς, ὁ ἀφόβως τὶ ποιῶν. Ἐκ τούτου καὶ ῥῆμα ἐπιτηδεύω. Ἐπίτιμος καὶ ἐπίτιμον: Πλούσιον, ἢ τὸν μὴ ἄτιμον κατὰ νόμους, ἀλλʼ ἔχοντα ἐξουσίαν καὶ δημηγορῆσαι καὶ δικάσασθαι. Λουκιανός· Ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸν ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην, καὶ ἤδη ἐπίτιμός ἐστι. Ῥητορική. Ἐπιτιμία: Ἡ εὐπορία, ἢ ἡ μὴ ἀτιμία. Κέφαλος· Ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας, ἢ τῆς πατρίδος, ἢ τοῦ βίου παντὸς, διεσώσατε. Ἐπιτιμηταί: Οἱ πρῶτόν τι τιμώμενοι ἐκαλοῦντο τιμηταί· ἐπιτιμηταὶ δὲ, οἱ χρόνῳ ὕστερον τὰ αὐτὰ τιμώμενοι. Ἔπιτνον: Ἡσίοδος ἐν Ἀσπίδι,

  
Οἵδʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον,  
ἀντὶ τοῦ τὰ κῶλα τῶν ἀσταχύων

  
καὶ ἔπιτνον ἀλωήν.  
Ἀντὶ τοῦ ἐπὶ τὴν ἀλωὴν ἐπλήρουν, ἔρριπτον, ἐξέτεινον, ἥπλουν ἐπὶ τῷ ξηρανθῆναι, ἔψυγον. Ἀπὸ τοῦ πίπτω, πίτνω· ἢ πέτω, πίτνω. Ἐπιτοαυτό: Ἐπίρρημα συλλήψεως ἢ ἀθροίσεως, οἱονεὶ μοναδικόν· ἐκ τῆς ἐπὶ προθέσεως, καὶ τῆς αὐτὸς ἀντωνυμίας. Ἐπιτραπεζώματα: Τὰ ἐπιτιθέμενα τῇ τραπεζῇ βρώματα. Ἐπιτρίτας: Ἰσαῖος ἐν τῷ δευτέρῳ κατὰ Καλλιφῶντος,

  
Ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις.  
Ἀντὶ τοῦ ἐπὶ ὀκτὼ ὀβολοῖς. Κατὰ τὸ τρίτον εἶναι μερίδα τοὺς ὀκτὼ ὀβολοὺς τοῦ τετραδράχμου. <!-- 367 -->Ἐπίτριπτον: Τὸν πονηρὸν, τὸν ἄξιον τοῦ ἐπιτριβῆναι, τουτέστι πληγωθῆναι. Ἐπιτροχάδην ἀγόρευεν: Ἀντὶ τοῦ ἠπειγμένως ὡς παρατρέχων, ἢ κεφαλαιωδῶς, ἢ ταχέως· ἀπὸ τοῦ τρέχω ῥήματος, ὅπερ ὁ ποιητὴς τρώχω εἴρηκεν· ὡς τὸ,

  
εὖ μὲν τρῶχον.  
Ἐκ τοῦ τροχάδην. Ἢ ἐκ τοῦ τροχὸς ἐπιτροχάδην, Ἰλιάδος γʹ, τὸ σύντομον καὶ ταχύ. Τὰ γὰρ ἀπὸ ὀνομάτων τῶν εἰς ΟΣ γινόμενα ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται· οἷον, μόνος, μονάδην· σπόρος, σποράδην· τροχὸς, τροχάδην. Τὸ δὲ παμπήδην, ἐκ τοῦ πάμπαν. Ἐπιτροπή: Οἱ μὲν, παρὰ τὸ ἐπιτροπεύειν· οἱ δὲ, παρὰ τὸ ἐπιτρέπειν.

  
Ἀνέντες τὴν ἐπιτροπὴν,  
φησὶ Θουκυδίδης, τουτέστι τὸ ἐπιτρέπειν. Ἐπιτροπεύουσι: Ἐπιτροπὴ καὶ ἡ τῶν ὀρφανῶν ἐπιμέλεια παρὰ τοῖς ῥήτορσι. Καὶ τὸ συγχωρῶ τοὺς ἀμφισβητοῦντας διακρῖναι. Ἐπιφυλλίδες: Τὰ πρὸς τοὺς βότρυας, οἱ καλούμενοι ἐπίτραγοι. Ἐπὶ χαριξένης: Αὐλητρὶς ἡ Χαριξένη ἀρχαία, καὶ ποιήτρια κρουμάτων· οἱ δὲ, μελοποιόν. Θεόπομπος Σειρῆσιν,

  
Αὐλεῖ γὰρ σαπρὰ  
  
αὕτη γε κρουμάτια τὰ ἐπὶ Χαριξένης.  
Κρατῖνος Ὀδυσσεῦσιν,

  
Οὐκ ἰδία τάδʼ οὐκετὸν θοι τἀπὶ Χαριξένης.  
Ἀριστοφάνης Ἐκκλησιαζούσαις,

  
τἀπὶ Χαριξένης.  
Ἐπίχειρα: Κυρίως τὰ τοῖς ἐργαζομένοις ἐπὶ ταῖς χερσὶ διδόμενα, οὐ τὰ κατὰ μισθὸν, ἀλλʼ οἷον καὶ ἄλλα τινά. Ἐπιχθόνιοι: Οἱ ἐπίγειοι· χθὼν χθονὸς, χθόνιος· διότι κατὰ φύσιν ἐπὶ τῆς χθονός εἰσι· πρὸς ἀντιδιαστολὴν τῶν οὐρανίων θεῶν. Ἐπίχυτος: Ὁ ἔγχυτος πλακοῦς. Νικοφῶν Χειρογάστορσι,

  
Κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτας.  
Ἔπλεο: Σημαίνει τὸ ἐγένου. Ἐκ τοῦ πέλω ὑπερβιβασμῷ, πλέω, πλέομαι, ἐπλεόμην· τὸ δεύτερον κατὰ διάλυσιν, ἔπλεο, καὶ ἔπλετο. Ἔπληντʼ ἀλλήλῃσι: Ἐκ τοῦ πλῶ, τὸ πλησιάζω, ὁ παρακείμενος, πέπληκα· λέγεται καὶ πέπλακα· ὁ παθητικὸς, πέπλημαι, πέπληται· καὶ παρὰ Σιμωνίδῃ, πεπλήαται· ὁ μέσος δεύτερος ἀόριστος παθητικὸς, ἐπλήμην· τὸ τρίτον τῶν πληθυντικῶν, ἔπληντο. Ἐπλινθεύθησαν: Τέσσαρα σημαίνει· ἢ ὅτι εἰς πλίνθους μετεπλάσθησαν· ἢ ὅτι πλίνθοις ἀπετειχίσθησαν· ἢ ὅτι ὑβρίσθησαν· ἔστι γὰρ καὶ ὄργανον βασανιστικόν· ἢ ὅτι ᾐχμαλωτίσθησαν· ἐπεὶ οἱ αἰχμάλωτοι πιπρασκόμενοι εἰς πλίνθους ἐβάλλοντο. Ἐποιχομένην:

  
Ἱστὸν ἐποιχομένην.  
Τὸν ἱστὸν ἐπιπορευομένην, ἤγουν ἱστουργοῦσαν καὶ ὑφαίνουσαν. Ἐκ τοῦ οἴχω, οἴχομαι, οἰχόμενος. Αἱ πάλαι γυναῖκες ἑστῶσαι ὕφαινον, καὶ ἐπιπορευόμεναι τὸν ἱστόν. Πρώτην δὲ γυναῖκα Αἰγυπτίαν τοὔνομα Υἱὸν καθεζομένην ὑφᾶναι φασίν· ἀφʼ ἧς καὶ Αἰγύπτιοι τῆς Ἀθηνᾶς ἄγαλμα ἱδρύσαντο· ὥς φησιν Ἔφορος ἐν τοῖς Εὑρήμασι. Ἔπος: Ὁ λόγος· παρὰ τὸ ἔπω, τὸ λέγω, ὡς τεύχω, τεῦχος. Ἔπος λέγεται κυρίως ὁ ἔμμετρος λόγος· καταχρηστικῶς δὲ, πᾶς λόγος. Ζήτει περὶ τοῦ ἐπικοῦ κύκλου εἰς τὸ ἔλεγος. <!-- 368 -->Ἐπορθρεῦσαι: Τοῦ ὄρθρου ἐπεγερθῆναι. Καὶ ἀφεσπερεῦσαι. Ἐποστρακίζειν: Παιδιά τις, ἣν παίζουσιν οἱ παῖδες, ὄστρακα ἀφιέντες εἰς τὴν θάλασσαν. Ἑπτά: Ἀπὸ τοῦ ἐπιέναι τῷ δεκάτῳ ἀριθμῷ. Οὕτως Σέλευκος. Καὶ ἑπτὰς, ἀπὸ τοῦ σέβω, σεπτάς τις οὖσα, ὡς θεία καὶ ἀμήτωρ καὶ παρθένος. Ἑπτάπεκτος: Ἡ τὴν βαθεῖαν ἔχουσα κόμην· ἡ δυναμένη ἑπτάκις τμηθῆναι. Ἔπω: Σημαίνει τέσσαρα. Ἔπω, τὸ λέγω· ὡς τὸ,

  
Ἄνδρά μοι ἔννεπε Μοῦσα.  
Ἕπω, τὸ ἀκολουθῶ· ὡς τὸ,

  
Ἢ οὐχ ἑπέσθην Λακεδαιμονίοις.  
Ἕπω, τὸ εὐτρεπίζω· ὡς τὸ,

  
Τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα.  
Ἕπω, τὸ διοικῶ· ὡς τὸ,

  
Ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο  
  
χεῖρες ἐμαὶ διέπουσι.  
Καὶ,

  
Ὣς ὅγε κοιρανέων δίεπε στρατόν.  
Διαφέρει δὲ τὸ λέγω τοῦ ἀκολουθῶ κατὰ τρόπους δύο· ὅτι τὸ μὲν ἔπω, τὸ λέγω, ψιλοῦται· τὸ δὲ ἕπω, τὸ ἀκολουθῶ, δασύνεται· καὶ ὅτι τοῦ μὲν ἔπω, τὸ λέγω, τὰ ἐνεργητικὰ εἴρηται· ἔπω, καὶ ὁ παρατατικὸς, εἶπον, ὁ ἀόριστος, εἶπα, ὁ δεύτερος, εἶπον, ἡ μετοχὴ, ὁ εἰπὼν, τὰ δὲ παθητικὰ, οὐχί· τοῦ δὲ ἕπω, τὸ ἀκολουθῶ, τὰ μὲν παθητικὰ, οἷον ἕπομαι, ὁ παρατατικὸς, εἱπόμην, καὶ ποιητικῶς, ἑπόμην, τὸ δυϊκὸν, ἑπόμεθον, τὸ τρίτον, ἑπέσθην, καὶ πλεονασμῷ τοῦ σ, ἑσπέσθην· τὰ δὲ ἐνεργητικὰ, οὐχί· ἀμφιέπω δὲ καὶ περιέπω. Ἐπωνία: Τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον· εἴη δʼ ἂν ἴσως ἡ πέμπτη. Ἐπωπίδα: Εἰ μὲν δασύνεται, σημαίνει τὴν ἀκόλουθον· εἰ δὲ ψιλοῦται, τὴν ἐπίσκοπον, διὰ τοὺς ὦπας. Λυκόφρων. Ἐκ τοῦ ἕπω ἑπωπίδες λέγονται αἱ θεραπαινίδες. Ἐπῴχατο: Σὺν τῷ ι. Ἡ ἐπὶ πρόθεσις ἀντὶ τῆς ἀπὸ, ἀπῷγμαι καὶ ἀπῴγμην· τὸ τρίτον πρόσωπον κατὰ διάλυσιν, ἀπῴχατο, ἀπὸ τοῦ οἴγω, ἀντὶ τοῦ κεκλεισμέναι ἦσαν. Ἐπωμαδόν: Ἀντὶ τοῦ ἐπὶ τῶν ὤμων.

  
Ζῆθος μὲν, ἐπωμαδὸν ἠέρταζεν  
  
οὔρεος ἠλιβάτοιο κάρη μογέοντι ἐοικώς·  
  
Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων  
  
ἤϊσε· δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη.  
Διπλασίων ἠκολούθει τῇ Ἀμφίονος κιθάρᾳ κρουούσῃ, εἵπετο καὶ ἀπῄει, τῆς βασταζομένης ὑπὸ Ζήθου. Ζῆθος γὰρ καὶ Ἀμφίων ἐτείχισαν τὰς Θήβας. Ἀπολλώνιος Ἀργοναυτικοῖς. Ἐπωβελία: Πολλῶν εἰς χρήματα συκοφαντούντων τοὺς ἐπιεικεῖς καὶ ἀπράγμονας τῶν πολιτῶν, καὶ μάλιστα τοῦτο πράττειν διαβαλλομένων τῶν περὶ τὸ ἐμπόριον συμβαλλόντων ἐπὶ ναυτικοῖς τόκοις, Ἀθηναῖοι ζημίαν ἔταξαν κατὰ τῶν ἐγκαλούντων ὀβολὸν ἐκτίνειν, εἰ μὴ καθʼ ὧν ἐνεκάλουν τούτους ἕλοιεν. Ταύτην τὴν ζημίαν ἐπωβελίαν ἐκάλουν. Ἄλλως· ἐπωβελία ἐστὶν ἐπιτίμιον τοῖς διώκουσι τινὰ χρηματικὴν δίκην, ἦν δὲ τοῦτο ἕκτον μέρος τοῦ τιμήματος, ἐπειδὰν μὴ ἕλωσιν οὓς ἐπεδικάζοντο καὶ ἐπεγράφοντο. <!-- 369 -->Ἐκαλεῖτο δὲ οὕτως, ὅτι ἐπὶ τῇ δραχμῇ ὀβολὸς ἦν, τῆς δραχμῆς ἑξαπλασίου λογιζομένης. Ἐλάμβανε δὲ τὴν ἐπωβελίαν ὁ φεύγων παρὰ τοῦ διώκοντος, εἰ τὴν δίκην ἀπέφυγεν. Λέγεται δὲ καὶ ὁ τόκος παρὰ τῷ Πλάτωνι Νόμων ἑνδεκάτῳ. Ἐπώνυμοι: Οἱ κατὰ ἀρετὴν διαπρέποντες ἀστοὶ καὶ ξένοι χαλκαῖς εἰκόσιν ἐτιμῶντο· ἀφʼ ὧν ἐνίων καὶ ταῖς φυλαῖς ἐτίθετο ὄνομα. Φασὶν ἐκεῖθεν δόξαι πρῶτον τὰς φυλὰς ἐξηγήσασθαι· ἀπορούντων γὰρ αὐτῶν ὄνομα ταῖς φυλαῖς θέσθαι, ἀπὸ τῶν ἐνδοξοτάτων τοῦτο ποιῆσαι, καὶ ἕκαστον ἑκατὸν ὀνόματα ἰδίᾳ γραψάμενον κληρῶσαι. Παρὰ γοῦν τὰς εἰκόνας τῶν ἐπωνύμων τούτων εἰσηγοῦντο τοὺς νόμους, πρὶν ἢ γενέσθαι κυρίους· ἵνʼ ἐντυγχάνοντες οἱ βουλόμενοι κατηγοροῖεν. Ἢ ἄλλως· ἐπώνυμοι Διττοί εἰσιν οὗτοι· οἱ μὲν, λεγόμενοι τῶν ἡλικιῶν· καὶ εἰσὶ δύο καὶ τεσσαράκοντα, οἳ καλοῦνται καὶ λήξεων ἐπώνυμοι· οἱ δὲ δέκα, ἀφʼ ὧν αἱ φυλαὶ προσηγορεύθησαν, οἷον Ἐρεχθεὺς, Αἰγεὺς, Πανδίων, Λεὼς, Ἀλμᾶς, Οἰνεὺς, Κέκροψ, Ἱπποθόων, Αἴας, Ἀντίοχος. Ταῦτα δὲ τὰ δέκα ὀνόματα ἄπορα ὁ Πύθιος εἵλετο· Κλεισθένης οὕτως διαταξάμενος τὸ πᾶν πλῆθος εἰς δέκα φυλάς. Ἐπωτίδες: Τὰ ἑκατέρωθεν πρώρης ἐξέχοντα ξύλα. Ἔρα: Ἡ γῆ· ὅτι ἐνερρίζωται. Καὶ οὕτω καλεῖται ἐρίσαι, τὸ περὶ ἴσης γῆς φιλονεικῆσαι, παρὰ τὴν ἔραν. Ὅμηρος,

  
Ὥτʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης.  
Ἔνθεν καὶ τὸ ἔραζε, ἀντὶ τοῦ εἰς τὴν γῆν. Ἐρᾶν: Ἐπιθυμεῖν· πρῶτον ἐπὶ τῆς γῆς ἐρρέθη· ἀφʼ οὗ ἔρα, ἡ γῆ· καὶ ἐρωῆσαι, τὸ ἀπʼ αὐτῆς ὑποχωρῆσαι. Ἔστι καὶ ἐρῶ, τὸ καθαίρω· ἐξ οὗ καὶ ἔρασος καὶ ἑορτή. Ἔρανος: Τὸ ἐκ συνεισφορᾶς δῶρον· ἢ ἐντολὴ, ἢ συλλογὴ, ἢ εἰσφορά· ἢ σπουδαιότερον ἀπὸ τοῦ συνερᾶν καὶ ἐπιθυμεῖν καὶ συνεισφέρειν τὶ τοῖς φίλοις καὶ εὐωχεῖσθαι. Ἀπὸ τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ, ὁ μέλλων, ἐράσω· ἐξ αὐτοῦ ἔρανος. Ἐρανίσας: Δημοσθένης ἀντὶ τοῦ ἔρανον αἰτήσας, ἢ λαβὼν καὶ συλλέξας παρά τινων. Ἐρανιστής: Κυρίως ὁ τοῦ ἐράνου μετέχων, καὶ τὴν φορὰν ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν εἰσφέρων. Ἐρατίζων: Ἐπιθυμῶν, ἐφιέμενος. Ἐρῶ, ἐράσω, ἤρακα, ἤραμαι, ἤραται, ἐρατὸς, ἐρατίζω. Ἐράσθην: Οὐκ ἀπὸ τοῦ ἐρῶ· ἦν γὰρ ἂν ἠράθην, ὡς μακρᾶς οὔσης τῆς παραληγούσης· ἀλλʼ ἀπὸ τοῦ ἐρῶ γίνεται ἐράζω, τετάρτης συζυγίας τῶν βαρυτόνων. Ἐρασῖνος: Ὄνομα κύριον, παρὰ τὸν ἐράσω μέλλοντα. Ἐργατίναι: Οἱ γηπόνοι. Ἐρατεῖνος: Ἐκ τοῦ ἐρῶ, τὸ φιλῶ, γίνεται ἐρατὸς, ὁ ἐπιθυμητός· καὶ ἐκ τοῦ ἐρατὸς, ἐρατεινός. Ἐραννῆς: Ἐπεράστου, καλῆς· ἀπὸ τοῦ ἐρατεινῆς κατὰ συγκοπήν. Ἐργάνη: Ἡ Ἀθηνᾶ· παρὰ τὸ τῶν ἔργων ἐπιστατεῖν, ταύτης εὑραμένης τὰς τέχνας. Ἔργαθεν: Ἐκώλυσεν, ἐχώρισεν. Ἐργίσκη: Τῆς Θρᾴκης ἐστὶν, ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης. Ἐργᾷ:

  
Ὅτι ἐργᾷ τὴν γῆν.  
Ἔστιν ἐργάζω ἐργάσω· καὶ ἐπειδὴ πᾶς μέλλων <!-- 370 -->βραχείᾳ παραληγόμενος περισπᾶσθαι θέλει, οἷον περῶ, κερῶ, γίνεται ἀποβολὴ τοῦ σ, ἐργαῶ περισπώμενον, καὶ μετάγεται εἰς ἐνεστῶτα, ἐργῶ, ἐργᾷς, ἐργᾷ· ὁ παθητικὸς, ἐργῶμαι, ἐργᾷ. Ἔργον: Σημαίνει τρία· τὴν παρασκευὴν τοῦ πολέμου,

  
Ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο.  
Καὶ τὰ γεώργια,

  
Πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν.  
Σημαίνει καὶ κύριον ἔργον,

  
Ἀλλʼ εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε.  
Ἐργολάβος: Ὁ φλαύροις πράγμασι χρώμενος, παρὰ τοῖς ῥήτορσι, καὶ οὐχ ὁ ὑπέρ τινων ἔργων μισθὸν λαμβάνων καὶ ἔχων τοὺς συνεργαζομένους, ὃ καὶ ἡ συνήθεια. Ἔρδω: Τὸ πράττω· παρὰ τὸ ῥέζω, τὸ πράττω, ὑπερθέσει ἔρζω, καὶ τροπῇ Δωρικῇ, ἐπειδὴ ἐν ἁπλῇ λέξει σύμφωνον πρὸ τοῦ ζ οὐχ ὁρᾶται, γίνεται ἔρδω. Πρόσκειται, «ἐν ἁπλῇ λέξει,» διὰ τὸ ἐνζεῦξαι σύνθετον, καὶ μελάνζοφος. Ἐκφέρεται δὲ ἐπὶ τοῦ μέλλοντος διὰ τοῦ ξ, τῷ λόγῳ τοῦ ἔρζω, ἵνα φυλάξῃ τὸ κεχρεωστημένον τοῦ ζ· οἷον,

  
Ἔρξον ὅπως ἐθέλεις.  
Ἀντὶ τοῦ πρᾶξον. Σημαίνει δὲ καὶ τὸ τελῶ καὶ θύω· οἷον,

  
Ἔρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας.  
Ἀντὶ τοῦ ἐπετελοῦμεν, ἐθύομεν. Ἔρεβος: Τὸ ὑπὸ τὴν γῆν σκότος· παρὰ τὸ ἐρέφω, τροπῇ τοῦ φ εἰς β· τὸ κατεστεγασμένον ὑπὸ τῆς γῆς. Ἢ παρὰ τὴν ἔραν, τὴν γῆν, τὸ ὑπὸ τὴν ἔραν βαῖνον. Ἐρεγμός: Ὁ διακεκομμένος κύαμος· παρὰ τὸ ἐρείκω. Εἰς τὸ ἐρεχμός. Ἐρεθίζω: Τὸ παροξύνω· ἀπὸ τοῦ ἐρέθω καὶ τῆς ἔρας. Ἢ παρὰ τὸ εἴρω ἢ ἐρῶ, τὸ λέγω, γίνεται ἐρέθω καὶ ἐρεθίζω. Ἢ ἐκ τοῦ ἔρις ἐρίζω καὶ ἐρεθίζω. Ἢ παρὰ τὸ ἐρέθω, τὸ ἐρεθίζω, ὡς λέπω λεπίζω· ἐρεθισμὸν δὲ λέγουσι καὶ τὸν τῶν ἐχθρῶν ἔπαινον, ἐκ τοῦ ἐρέθω. Ὅθεν τὸ,

  
Μή μʼ ἔρεθε σχετλίη.  
Καὶ τὸ, ἐρέθῃσιν, ἀντὶ τοῦ παροξύνῃ. Γίνεται ἐρέθω ἐρεθεύω· καὶ πλεονασμῷ τοῦ ι, ἐρειθεύω. Οὕτως Φιλόξενος· ὁ δὲ Ἡρωδιανὸς, ἔριθος ἐριθεύω φησίν. Ἐρεμβοί: Οἱ Ἄραβες. Εἰσὶ γὰρ ἀπὸ Ἄραβος βασιλέως Βαβυλῶνος. Ἐρεμβοὺς οἱ μὲν τοὺς Ἄραβας φασὶν, ὡς Ἑλλάνικος· ἔνιοι δὲ τοὺς Τρωγλοδύτας ἤκουσαν, ἀπὸ τοῦ εἰς ἔραν βαίνειν· Κράτης δὲ Ἐρεμνοὺς γράφει, καὶ ἀποδίδωσι τοὺς Ἰνδοὺς, ἐπεὶ μέλανες οὗτοι. Λέγονται δὲ καὶ Ἐρεμβαῖοι. Ἐρεμνή: Ἡ σκοτεινή. Παρὰ τὸ ἔρεβος, ἐρεβεννή· καὶ κατὰ συγκοπὴν, ἐρεμνή· καὶ ἔρεμνος. Ἐρεπτόμενοι: Κυρίως ἐπὶ τῶν ἀλόγων· σημαίνει δὲ τὸ ἐσθίειν· οἷον,

  
κρῖ λευκὸν ἐρεπτόμενοι.  
Παρὰ τὸ ἔρας ὅ ἐστι τῆς γῆς τὴν τροφὴν ἔχειν. Ἐρέτης: Ὁ κωπηλάτης· παρὰ τὸ ἐλῶ, τὸ ἐλαύνω, ἐλέτης καὶ ἐρέτης· ἐξ οὗ καὶ πεντηκόντορος ναῦς, ἡ ἔχουσα πεντήκοντα ἐρέτας. Ἐρέσσειν: Τὸ κωπηλατεῖν. Παρὰ τὸ ἐρῶ ἢ ἐλῶ, παράγωγον ἐλέσσω, καὶ ἐρέσσω· ὅθεν καὶ ἐρέτης. Ἐρετμόν: Ἐπὶ τῆς κώπης. Παρὰ τὸ ἐρέσσω ῥηματικὸν ὄνομα ἐρεσμός· καὶ τροπῇ τοῦ σ εἰς τ, ἐρετμός. <!-- 371 -->Ἐρεσχελία: Ἡ φλυαρία· παρὰ τὸ ἔριν ἐν τοῖς χείλεσιν ἔχειν. Ἐρεσχελεῖν: Σημαίνει τὸ ἀπατᾶν· ἀπὸ τοῦ ἐρᾶν καὶ τῆς λέσχης. Πολὺ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ, καὶ παρʼ Ἴωσιν. Ἐρέτρια: Πόλις Εὐβοίας· ὁ πολίτης, Ἐρετριεὺς, καὶ Ἐρετριαῖος· τὸ θηλυκὸν, Ἐρετριαία καὶ Ἐρετριάς. Ἐρεύγω: Παρὰ τὸ ἔρα, ὃ σημαίνει τὴν γῆν. Ἢ παρὰ τὸ ἐρέπτω, τὸ βλάπτω· ἢ παρὰ τὸ ἐρέσσω, σημαίνει τὸ ἐλαύνω. Ἔρευνα: Παρὰ τὸ ἐρῶ, τὸ ἐρευνῶ· Ὅμηρος,

  
Τὰς ἐρέων.  
Ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐρωτῶ, καὶ τὸ εὐνὴ, ὃ σημαίνει τὴν διατριβήν· ὁ γὰρ ἐρευνῶν ἐπὶ πολὺ ἐρωτῶν ἐνδιατρίβει. Ἐρευνῶ: Ἐκ τοῦ ἐρέω, τὸ ζητῶ, πλεονασμῷ τοῦ υ καὶ ν· ἐξ οὗ καὶ ἔρευνα ἡ ζήτησις. Ἐρεύω: Ἀπὸ τοῦ ἐρῶ, τὸ λέγω, γίνεται ἐρεύω. Ἐρεύθων: Ἐρυθρὸν ποιῶν. Ἐρεχμὸς καὶ Ἐρεγμός: Παρὰ τὸ ἐρεύγω ἐρευγμός· ὃς λέγεται καὶ ἐρεγμός. Δοκεῖ δὲ ταῦτα παρὰ τοῖς Αἰολεῦσιν ἐκφέρεσθαι διὰ τοῦ χ· διωχμὸν γὰρ λέγουσι διὰ τοῦ χ, καὶ ληχμὸν, ὡς Ἀντίμαχος,

  
ληχμὸν δʼ ἐμπάζεσθαι ἀλεείνων.  
Ἐρέχθεον: Οὕτω διὰ τοῦ ε Ἀρίσταρχος· καὶ φησὶν στεναγμοῦ τινὸς καὶ ποιᾶς φωνῆς ἔμφασιν δηλοῦν· καὶ ἴσως παρὰ τὸ ἐρείκω. Τίθεται δὲ καὶ ἐπὶ φωνῆς ἁπλῶς, ὡς τὸ,

  
Πολλοὶ μὲν βόες ἀργοὶ ἐρέχθεον ἀμφὶ σιδήρῳ.  
Ὁ δʼ Ἀπίων ἐρεχθὼν λέγει διακόπτων. Ἐρεχθεύς: Ὁ Ἐπιχθόνιος καλούμενος, ἀπὸ τοῦ ἐσπᾶσθαι εἰς τὴν ἔραν· ἢ ἀπὸ τῆς ὀρέξεως τοῦ Ἡφαίστου· ἢ παρὰ τὸ ἐρείκω, Ἐρεχθεὺς κύριον· παρὰ τὸ διασχίσαι αὐτὸν τὴν γῆν καὶ γεννηθῆναι ἀπὸ τοῦ σπέρματος Ἡφαίστου, ἡνίκα ἔκρυψεν αὐτὸ ἡ Ἀθηνᾶ ἐν τῇ γῇ, ὁ αὐτὸς δὲ λέγεται καὶ Ἐριχθόνιος. ὅτι ὁ Ζεὺς βουλόμενος ἀποκυῆσαι ἐκ τοῦ ἐγκεφάλου αὑτοῦ τὴν Ἀθηνᾶν, ἐδεῖτο συνεργοῦ τοῦ πλήξοντος τὴν κεφαλὴν, ἵνα ἀποκυηθῇ· καὶ δὴ λόγους προσφέρει τῷ Ἡφαίστῳ περὶ τούτου. Ὁ δὲ Ἥφαιστος οὐκ ἄλλως εἵλετο σχίσαι τὴν κεφαλὴν τοῦ Διὸς, εἰ μὴ τὴν γεννωμένην διαπαρθενεύσει· καὶ ἠνέσχετο ὁ Ζεύς. Καὶ λαβὼν τὴν βουπλῆγα, τέμνει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐξέρχεται ἡ Ἀθηνᾶ, καὶ ἐπεδίωκεν αὐτὴν ὁ Ἥφαιστος, ἵνα συγγένηται· καὶ ἐπιδιώκων, ἀπεσπέρμηνεν εἰς τὸν μηρὸν τῆς Ἀθηνᾶς· ἡ δὲ Ἀθηνᾶ, λαβοῦσα ἔριον, ἐξέμαξε τὸ σπέρμα, καὶ ἔρριψεν ἐν τῇ γῇ· καὶ ἐγένετο ἐκ τῆς γῆς καὶ τοῦ ἐρίου ἄνθρωπος δρακοντόπους, ὃς ἐκαλεῖτο Ἐριχθόνιος, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς λαβὼν τὸ ὄνομα τοῦτο. Ἐρέχθειον: Κτητικὸν, τὸ τοῦ Ἐρεχθέως. Ἐριχθόνιος: Ὁ Ἑρμῆς. Μετασυντέθειται ἡ λέξις. Ὥσπερ λέγεται φθινόπωρον καὶ μετόπωρον, καὶ πάλιν φθινομετόπωρον, καὶ συνομήλικες· οὕτως ἐριούνιος Ἑρμῆς, καὶ χθόνιος καὶ ἐριχθόνιος Ἑρμῆς. Ἐρεχθόμενος: Σαλευόμενος· καὶ ἐρεχθομένη, ἡ σαλευομένη καὶ ἐλαυνομένη καὶ ὀχλουμένη ὁμοίως. Ἔρεψα: Ἰλιάδος αʹ, ἀντὶ τοῦ ὠρόφωσα, ἐστεφάνωσα, ἐκόσμησα. Τὸ θέμα, ἐρέφω· οἱ μὲν, ὅτι πρωτότυπον· ἢ ἀπὸ τῆς ἔρας. Παρὰ τὸ ἐρέφω καὶ εἰραφιώτης ὁ Διόνυσος λέγεται· <!-- 372 -->ἐστέφετο γὰρ κισσῷ· ἢ παρὰ τὸ τὴν Ἐρέφαν τροφὸν αὐτοῦ γενέσθαι· ἢ ὅτι ἐν Ῥαφίᾳ πόλει τῆς Ἀσσυρίας ἐτράφη· ἢ ὁ στεφάνοις ἡδόμενος· ἐκ τοῦ ἐρέφω. Ἢ ἀπὸ ἐρίφης τροφοῦ αὐτοῦ· οἷον,

  
Κεῖθι δέ οἱ πρώτη μαζὸν ἐπέσχʼ ἐρίφη,  
  
χωρὶς ἀπʼ ἀνθρώπων· καὶ ἐπωνόμασʼ Εἰραφιώτην.  
Ἐρέω: Σημαίνει δύο· βαρυτόνως μὲν, τὸ ἀπαγγέλλω·

  
Ἀλλʼ ἔκ τοι ἐρέω.  
Περισπωμένως δὲ, ἐρεῶ τὸ ἐρευνῶ καὶ ἀναζητῶ. Ἰστέον ὅτι πάντοτε ὁ ποιητὴς τὸ ἐρέω προφέρει· καὶ σημαίνει τρία· τὸ λέγω, ὡς τὸ,

  
Ἄλλο δέ τοι ἐρέω.  
Καὶ τὸ ἐρωτῶ, ὡς τὸ,

  
Πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.  
Καὶ τὸ ζητῶ, ὡς τὸ,

  
Ἵππους τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο.  
Τὸ ῥῆμα, εἴρω· ὁ μέλλων, ἐρῶ· καὶ ἀπὸ τοῦ ἐρῶ, ἐρειῶ, ὡς τελῶ τελειῶ. Ἐρείκω: Τὸ σχίζω· δίφθογγον· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω, τὸ σχίζω. Ἐξ αὐτοῦ δὲ ἐρείκη εἶδος δένδρου εὐχερῶς σχιζομένου· καὶ ἔρειξις, ἡ ἐσχισμένη γῆ. Ἐρείδω: Τὸ ἐπακουμβίζω·

  
Τῷ ὅγʼ ἐρεισάμενος.  
Ἐκ τοῦ ἐρι ἐπιτατικοῦ μορίου, καὶ τοῦ εἴδω, τὸ γινώσκω, γίνεται ἐριείδω· καὶ συγκοπῇ, ἐρείδω. Εἰς ὃν γὰρ γινώσκει τὶς ἐπερείδεται. Τὸ ΡΕΙ, δίφθογγον. Διατί; ἢ ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἐρειρέδαται· ἢ τὰ διὰ τοῦ ΕΙΔΩ ῥήματα, εἴτε δισύλλαβα εἴτε τρισύλλαβα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται, εἴδω, φείδω, ἐρείδω, ὑπερείδω· ἐξ οὗ καὶ τὸ,

  
ὑπερείδοντας τοὺς νεανίας.  
Πλὴν τοῦ μήδω, τὸ βουλεύομαι, καὶ κήδω, τὸ φροντίζω· καὶ πηδῶ περισπωμένως. Ἐρείπω καὶ Ἐρείπια: Σημαίνει τοὺς πεπτωκότας τόπους· καὶ λέγει ὁ Δίδυμος, ὅτι διὰ τοῦ ι ὤφειλε γράφεσθαι· ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐστὶν, ὅπερ σημαίνει τὴν μεγάλως περιπνεομένην· τὸ δὲ ἐρίπνη, διὰ τοῦ ι, παρὰ τὴν ἐρι ἐπίτασιν. Ὁ δὲ Φιλόξενος λέγει, ὅτι διὰ διφθόγγου γράφεται, τῆς παραδόσεως οὕτως ἐχούσης· ἀπὸ γὰρ τοῦ ἔρα, ἡ γῆ, γέγονεν ἐρέπτω· καὶ πλεονασμῷ τοῦ ι, καὶ ἀποβολῇ τοῦ τ, ἐρείπω. Σημαίνει δὲ καὶ ἐνέργειαν καὶ πάθος, τὸ καταβάλλω καὶ τὸ πίπτω. Ἐρείπω καὶ ἐρείπτω, τὸ εἰς γῆν βάλλω· ὁ μὲν Ἡρωδιανὸς, διὰ τῆς ΕΙ διφθόγγου· οἱ δὲ ποιηταὶ, διὰ τοῦ ι· οἷον,

  
Ἤριπε δʼ ἐξ ὀχέων.  
Καὶ,

  
Ἤριπε δʼ ἀμφοτέροισιν ἐπιρρηδὴς κεράεσσιν,  
ἀντὶ τοῦ περιρραγείς. Ἐρηρότηκα: Ἐρωτήσω, ἠρώτηκα, ὁ κοινὸς παρακείμενος· ἐρηρότηκα, ὁ Ἀττικός. Ἐρηρέδαται: Ἰλιάδος ψʹ,

  
Λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται.  
Ἐρηρεισμένοι εἰσὶν ἐν τῇ γῇ, προσπελάζονται. Ἀπὸ τοῦ ἐρείδω ἐρείσω ἤρεικα, ἤρεισμαι, ἤρεισται· καὶ Ἀττικῶς, ἐρηρέδαται, τῆς γʹ συλλαβῆς συσταλείσης. Ζήτει. Ὁ Ἀττικὸς παρακείμενος ἔστιν ἐρήρεικα· καὶ οὐ συστέλλει, διὰ τὸ μὴ συνεμπεσεῖν τῷ ἀπὸ τοῦ ἐρίζω. Ἐρήρειστο: Ἥρμοστο καὶ ἐπέπηκτο. Φυλάσσει δὲ τὴν ΕΙ δίφθογγον, πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρισται, ὅπερ σημαίνει τὸ φιλονεικῶ. Ἔστι δὲ ὅτε καὶ οἱ Δωριεῖς φυλάττουσι τὴν φύσει μακράν· οἷον ὁρῶ, ὁρήσω, ὥρηκα, καὶ ὁρώρηκα, ὁ Ἀττικός· καὶ φυλάσσεται παρὰ Δωριεῦσιν ἡ μακρά. Ὁμοίως δὲ καὶ ἀκήκουα ἐν αὐτοῖς. Ἡνίκα δὲ ἔχει τὴν ΕΙ δίφθογγον τὸ θέμα, ἢ τὴν ΕΥ, ἐν τοῖς Ἀττικοῖς παρακειμένοις ἀποβάλλεται τὸ ε· αἱ δὲ ἔχουσαι τὴν ΟΥ τὸ ὑποτακτικὸν ἀποβάλλουσιν· <!-- 373 -->οἷον ἀκούω, ἀκήκοα. Καὶ ἡ ΟΙ δίφθογγος τὸ ὑποτακτικὸν ι ἀποβάλλει· οἷον ἑτοιμάζω, ἑτοιμάσω, ἡτοίμακα καὶ ἐτητόμακα. Ἐρήρειδα: Ἀπὸ τοῦ ἐρείδω, ὁ Ἀττικὸς παρακείμενος ἐρήρειδα· ἀπὸ δὲ τοῦ ἐρίζω, ἐρήριδα. Ἐρητύσειέ τε θυμόν: Ἐπίσχῃ καὶ παύσῃ τὴν ὀργήν. Ἐκ τοῦ εἰρκτὴ γέγονεν εἰρκτύω· καὶ ἐξ αὐτοῦ ἐρητύω· ὁ μέλλων, ἐρητύσω· ὁ παρακείμενος, ἠρήτυκα· ὁ παθητικὸς, ἠρήτυμαι· ὁ ἀόριστος, ἐρητύθην· ἐρήτυθεν οἱ Βοιωτοὶ, ἐπὶ τῶν ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ..... Ἐρήτυθεν δὲ καθέδρας: Ἀντὶ τοῦ κατεῖχον ἕκαστος τὰς ἑαυτῶν καθέδρας. Ἔρημος: Ἀπὸ τοῦ ἤρεμος κατὰ ἐναλλαγὴν τῶν στοιχείων· ἢ παρὰ τὸ ἔραν μόνην ἔχειν. Τοῦτο παρὰ τοῖς Ἀττικοῖς προπαροξύνεται· παρὰ δὲ τῷ ποιητῇ προπερισπᾶται, οἷον, Ἰλιάδος κʹ,

  
Ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι.  
Ἀντὶ τοῦ ἠρημωμένον, μονήρη. Ἔρημον ἐμβλέπειν: Ἀκίνητον καὶ νωθρόν. Οἷον ὅταν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπωμεν· Ἀριστοφάνης Πολυείδῳ. Ἐριβώλακι: Μεγαλοβώλῳ, εὐγείῳ. Παρὰ τὸν βῶλον, βῶλαξ· καὶ μετὰ τοῦ ἐρι, ἐριβῶλαξ. Ἐριβρεμέτης: Μέγα βροντῶν· παρὰ τὸ ἐρι ἐπιτατικὸν καὶ τὸ βρέμω. Ἐρίγδουπος: Μεγάλους ψόφους ποιῶν διὰ τῶν βροντῶν. Ἐκ τοῦ δουπῶ ἐρίδουπος καὶ ἐρίγδουπος. Ἐριδαίνω: Ἐκ τοῦ ἔρις, ἐρίδω καὶ ἐριδαίνω. Ἐριδμαίνοντες: Ἐρεθίζοντες, Ἰλιάδος πʹ· παρὰ τὸ ῥῶ, τὸ λέγω· διὰ λόγου γὰρ γίνεται ἡ φιλονεικία. Ἐρίζειν κυρίως, τὸ ἐπὶ τῆς ψυχῆς διαφθείρεσθαι· ἀπὸ τῆς ἔρας, ἐρίσαι, τὸ περὶ ἴσης γῆς φιλονεικεῖν. Ἐκ τοῦ ἔρις ἐρίζω καὶ ἐρίδω. Ἐρίηρ: Εὐάρμοστος. Παρὰ τὸ ἐρι ἐπιτατικὸν μόριον, καὶ τὸ ἀρῶ, τὸ ἁρμόζω. Παρὰ τὸ ἄγαν ἀρηρέναι, ὁ φίλος, ἢ παρὰ τὸ ἥρα, ὃ σημαίνει τὴν χάριν. Ἰλιάδος γʹ,

  
ἑτάρους ἐρίηρας ἀγείρας.  
Ἄγαν εὐαρμόστους καὶ ἐπεράστους, τουτέστι φίλους συναθροίσας σαυτῷ ὁμοίους, ἅρπαγας, καὶ πλεονέκτας, καὶ μοιχούς. Ἔριθος: Σημαίνει τὸν ἐργάτην καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην τὰ ἔρια· καὶ ἐπὶ μὲν τοῦ ἐργάτου, παρὰ τὴν ἔραν, τὴν γῆν, κατὰ μετάθεσιν τοῦ α εἰς ι, ἢ παρὰ τὸ ἔρις καὶ τὸ θὴς, ὃ σημαίνει τὸν μισθωτόν· ἐπὶ δὲ τῆς γυναικὸς, ἀπὸ τοῦ ἔριον γέγονεν ἔριθος. Κυρίως δὲ ὁ τὴν γῆν ἐργαζόμενος ἐργάτης ἐπὶ μισθῷ. Ἐριθεύς: Εἶδος ὀρνέου. Παρὰ τὸ ἔριθος ἐριθεύς. Ἐριθηλής: Ὁ ἐριθηλὴς καὶ ἡ ἐριθηλής. Ἰλιάδος εʹ,

  
ἀλωάων ἐριθηλέων.  
Τῶν ἀμπελοφύτων χωρίων, ἢ δενδροφύτων, τῶν μεγάλως θαλλουσῶν, αὐξομένων. Ἔνιοι δὲ κήπων, ἀρούρων. Ἐρικυδέα: Μέγα ἔνδοξον. Παρὰ τὸ κῦδος, ἐρικυδὴς ἐρικυδέος. Ἐρινεός: Ἀγρία συκῆ. Ἐκ τοῦ ἐρίζω, ἐρινὸς, καὶ ἐρινεός· ἐριστικὸν γάρ ἐστι τὸ δένδρον· ἀνέρχεται γὰρ καὶ εἰς τοίχους καὶ εἰς ἕκαστον τόπον. Ἐρινεὸν σῦκον: Ἀπὸ Ἐρινεοῦ τῆς Θετταλίας, ὅπου πρῶτον ὤφθη. <!-- 374 -->Ἐρινύειν: Κατὰ Ἀρκάδας τὸ ὀργίζεσθαι. Ἐρινύες: Θεαὶ τιμωροὶ τῶν πατρικῶν ἀσεβημάτων, ἤγουν τῶν εἰς τοὺς γονεῖς ἁμαρτημάτων· παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν, ὅ ἐστιν οἰκεῖν ἐν τῇ γῇ. Ἢ ἡ ἐκ τῆς γῆς ἀνερχομένη, ἐρανὺς, καὶ ἐρινύς· καταχθονία γὰρ ἡ δαίμων. Ἢ παρὰ τὸ τὰς ἀρὰς ἀνύειν, οἱονεὶ ἀρανύς τις οὖσα καὶ ἐρινὺς, ἡ τὰς ἀρὰς ἢ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα. Ἢ παρὰ τὸ ἐρι– καὶ τὸ ἀνύειν, ἡ μεγάλως ἀνύουσα. Ἢ παρὰ τὸ ἐλινύειν, τὸ ἡσυχάζειν, γέγονεν ἐλινὺς καὶ ἐρινὺς, ἡ ἡσυχάζουσα, κατὰ ἀντίφρασιν, τουτέστιν ἡ μὴ ἡσυχάζουσα. Ἔριον: Καὶ εἶρος, ὁ πόκος· παρὰ τὸ ἔρρω, τὸ μοχθῶ καὶ φθείρω· περὶ ὃ ἐταλαιπώρουν ἐργαζόμεναι αὐτό· ἢ ὅτι τῷ ἔαρι κείρεται τὰ πρόβατα. Ἐρί: Ἐπίρρημα· παρὰ τὸ πέρι, ὃ σημαίνει τὸ περισσῶς· οἷον,

  
πέρι μέν σε τίω.  
Ἢ παρὰ τὴν ἔραν, τὴν γῆν· αὕτη γάρ ἐστι μεγίστη πάντων τῶν ζώντων. Ἐριούνιος: Χθόνιος, ἀγαθὸς, πολυωφελὴς, κλέπτης, μέγας. Ἔστι δὲ ἐπίθετον Ἑρμοῦ. Εἴρηται δὲ καὶ ἐπὶ ἄλλων ἁπλούστερον. Παρὰ τὸ ἐρὶ ἐπιτατικὸν καὶ τὴν ὄνησιν, ἐριόνιος, ὁ μέγα ὠφελῶν· ὠφελιμώτατος γὰρ ὁ Ἑρμῆς· καὶ πλεονασμῷ τοῦ υ. Ἢ ἀπὸ τῆς ἐρευνήσεως· καὶ γὰρ ὁ τὴν Φορωνίδα γράψας φησὶν,

  
Ἑρμείαν δὲ πατὴρ Ἐριούνιον ὠνόμασʼ αὐτόν·  
  
πάντας γὰρ μάκαράς τε θεοὺς θνητούς τʼ ἀνθρώπους  
  
κέρδεσι κλεπτοσύναις τʼ ἐξαίνυτο τεχνηέσσαις.  
Ἐρίηρες ἑταῖροι: Εὐάρμοστοι· παρὰ τὸ Ἐρι– καὶ τὸ ἀρῶ, τὸ ἁρμόζω. Ἐρίπναι: Οἱ συριγγώδεις τόποι καὶ παρατεταμένοι· ἢ ἀπερρωγυῖαι πέτραι, διʼ ὧν μεγάλαι πνοαὶ εἰσδύνουσιν, ἐρίπνοαι. Ἐρίπναι, διὰ τοῦ ι· ἀπὸ τοῦ βʹ ἀορίστου, ἐρείπω, ἤριπον· καὶ ἐριπώσας, τὸ καταβαλών. Ἐρίπνη: Ἡ ἄκρα τοῦ ὄρους· ἢ σπήλαιον. ἔστι δὲ καὶ ὄρος Ἀρκαδίας· καὶ τὸ ἀποσίτισμα· παρὰ τὸ ἐρίπτειν, τὸ πεσεῖν, ἐρίπη τὶς οὖσα, τὸ ἀπόκλιμα καὶ πτῶμα τοῦ ὄρους. Καὶ γὰρ ὀχμοὶ καλοῦνται τὰ ῥήγματα τῶν ὀρῶν ἢ τῶν τόπων, ἀφʼ οὗ ῥήγνυταί τι. Ἢ πάνυ πνεομένη, ἐριπνόη. Ἢ ἀπὸ τοῦ ἐρέφω ἐρέψω, τὸ καλύπτω· ἢ ἐρέπτω σκέπουσι γὰρ καὶ καλύπτουσι καὶ σκιάζουσι τὰ ἀκρωτήρια. Ἔρις: Σημαίνει δύο· παρὰ τὸ εἴρω, τὸ λέγω, ἡ διὰ λόγου φιλονεικία· ἢ παρὰ τὸ Ἄρης, ἔρις, ὡς βάλλω βέλος, καὶ σάλος σέλας, τὸ ἀεικίνητον πῦρ. Ἢ ἐκ τοῦ ἐρίζω, τὸ φιλονεικῶ, ἐρίσω, ἔρις. Τὴν σωματοειδῆ καὶ πολεμικὴν θεόν· ὡς τὸ,

  
Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·  
καὶ,

  
Ἔρις ἄμοτον μεμαυῖα.  
Σημαίνει καὶ τὴν φιλονεικίαν, ὡς τὸ,

  
Ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο·  
καὶ,

  
Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε μάχαι τε.  
Ἐρίσχηλος: Ὁ λοίδορος· ἀπὸ τοῦ ἐρίζειν διὰ τῶν χειλέων· ἢ ἐρίλεσχός τις ὢν, παρὰ τὴν ἔριν καὶ τὴν λέσχην, ὁ ἐξ ἔριδος λεσχαίνων. Παρθένιος ἐν Ἡρακλεῖ,

  
ἐρισχήλοις κορυνίταις.  
Καὶ ἐρισχηλεῖν, τὸ εἰς ἔριν προκαλεῖσθαι. Ἐρίτιμος: Ὁ μεγαλότιμος, ὁ ἔνδοξος. Ἰλιάδος βʹ,

  
Αἰγίδʼ ἔχουσʼ ἐρίτιμον.  
Μέγα ἔντιμον. Καὶ

  
ἐν ἀσφαλείᾳ τῇ ἐριτίμῳ,  
<!-- 375 -->Ὑψώσεως Κανόνι. Παρὰ τὸ ἐρι τὸ ἐπιτατικὸν, καὶ τὸ τιμή. Τὸ δὲ ἐρι, παρὰ τὸ πέρι, ἀποβολῇ τοῦ π· σημαίνει τὸ περισσῶς. Ἰστέον δὲ ὅτι τὸ ἐρι συντιθέμενον, ἢ μακροσύλλαβον ἐπιφέρεται, οἷον ἐρίτιμος· ἢ διπλοῦν, οἷον ἐρίζηλος. Διὰ τοῦτο καὶ τὸ ἐριούνιος ἐπλεόνασε τὸ υ. Τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ ἀρι μορίου. Ἔριφος: Ὁ μικρὸς αἲξ, ἢ ἡ μικρὰ αἴξ. Παρὰ τὸ ἔαρ καὶ τὸ φῶ, τὸ φαίνω, ἐάριφος καὶ ἔριφος κατὰ συγκοπὴν, ὁ ἐν τῷ ἔαρι φαινόμενος, ἤγουν ὁ πρώϊμος. Ὁ γοῦν ἐν τῷ χειμῶνι τεχθεὶς, χίμαρος. Ἐριώλη: Ἡ πνοή· παρὰ τὸ ἐρι καὶ τὸ ἄω, τὸ πνέω, ἡ μεγάλως πνέουσα. Ἕρκος: Τεῖχος, ἀσφάλεια. Παρὰ τὸ ἐρύκω, τὸ κατέχω καὶ κωλύω καὶ ἀσφαλίζομαι, γίνεται ἔρυκος· καὶ κατὰ συγκοπὴν, ἕρκος. Σημαίνει δʹ· τὴν ἀσφάλειαν, ὡς τὸ,

  
Ἕρκος Ἀχαιοῖσι πέλεται·  
καὶ,

  
Ἕρκος ἕμεν πολέμοιο·  
καὶ,

  
Ἕρκος ἔμεν βελέων·  
καὶ τὸ ἐπὶ τοῦ τείχους, ὡς τὸ,

  
Αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος·  
καὶ τὸ φράγμα τῶν ὀδόντων, ὡς,

  
Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.  
Σημαίνει καὶ τὰ δίκτυα, ὡς τὸ, ὅτε δὴ παρὰ λίνου

  
Ἕρκει ἐνιπλήξωσιν,  
ἐρύκεά τινα ὄντα, ἀπὸ τοῦ ἐρύκειν. Ἢ ἀπὸ τοῦ εἴργω, ὃ καὶ ἐέργω λέγεται. Ἕρκειος ζεύς: Ὧι βωμοὶ ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυνται. Τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. Καὶ, ἑρκείου διός. Ἕρκος Ἀθηναῖοι τὸν οἶκον ἐκάλουν. Τὸν οὖν φύλακα τοῦ οἴκου ἱδρυσάμενοι, Ἕρκειον Δία καλοῦσιν. Ἑρκίον: Περίφραγμα, τειχίον. Παροξύνεται. Τὰ ἀπὸ μακρᾶς ἀρχόμενα ὑποκοριστικὰ παροξύνεται, τυρὸς, τυρίον· τεῖχος, τειχίον· ὠτὸς, ὠτίον. Τὰ δὲ ἀπὸ βραχείας, οὐκέτι· ῥάκος, ῥάκιον· φάκος, φάκιον. Σεσημείωται τὸ ἴχνιον, μὴ ποιοῦν μακρὰν τὴν ἀρχὴν, ὡς ὑγρὸν σύμφωνον ἔχον. Ἑρκύνιος δρυμός: Ὁ τῆς Ἰταλίας ἐνδοτάτω, ὥς φησιν Ἀπολλώνιος ἐν δʹ Ἀργοναυτικῶν,

  
σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησε.  
Καὶ Παρθένιος,

  
Ἄλλʼ ὅτʼ ἀφʼ ἑσπερίης Ἑρκυνίδος ὤρετο γαίης.  
Διὰ τὸ εὑρεῖν ἐν αὐτῷ χοῖρον ὑπὸ κυνὸς ἐσθιόμενον. Ὅθεν τὸν μὲν δρυμὸν, ἕρκος φασί· τὸν δὲ κύνα, κύνον· καὶ ἐν συνθέσει, ἕρκυνος καὶ ἑρκύνιος. Ἕρκτωρ: Ὁ πρακτικός. Ἀντίμαχος,

  
τῶν μεγάλων ἕρκτορες εἰσὶ κακῶν.  
Παρὰ τὸ ἕρξω ἕρκτωρ, ὡς ἄγω ἄκτωρ, καὶ ἔχω ἕκτωρ. Ἕρμα: Εἰ μὲν δασύνεται, σημαίνει ἐρείσματα, στηρίγματα, βαστάγματα· οἷον,

  
ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν,  
Ἰλιάδος βʹ.

  
ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν.  
εἰ δὲ ψιλοῦται, σημαίνει τὰ ἐνώτια· οἷον,

  
Ἐν δʼ ἄρα ἔρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι  
Ἀμφότερα ἀπὸ τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ ἁρμόζω, εἷρμα καὶ ἕρμα, ὡς κείρω κέρμα. Ἢ παρὰ τὸ ἐνῆρθαι· ἢ ἀπὸ τοῦ ἔρυμα, κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ ἔρεισμα, συγκοπῇ. Ἑρμαφρόδιτος: Ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια, ἀρρένων καὶ θηλειῶν· ἢ τὸν αἰσχρὰ καὶ ποιοῦντα καὶ πάσχοντα. Ἕρματα: Τὰ πετρώδη τῆς θαλάσσης μέρη καὶ ὕφαλα· παρὰ τὸ εἶναι ἐρύματα καὶ κωλύματα τοῦ πρόσω που πλεῖν. Ἑρμαῖον: Τὸν σωρὸν τῶν λίθων, καὶ συνόλως τοὺς ἐνοδίους λίθους. <!-- 376 -->Λέγει δὲ περὶ αὐτῶν Ξάνθος, Ὅτι ἀποκτείναντος Ἑρμοῦ τὸν Ἄργον, καὶ δίκας εἰσπραττομένου καὶ ὑπέχοντος ἐν τοῖς θεοῖς διὰ τὸ πρῶτον ἅψασθαι, τοὺς λοιποὺς ἀφοσιουμένους τὸ ἄγος, καὶ ἀπολύοντας τοῦ φόνου, προσβάλλειν αὐτῷ τὴν ψῆφον· ὅθεν διαμένειν ἔτι καὶ νῦν. Ἰλιάδος πʹ,

  
ὅθι Ἑρμαῖος λόφος ἐστίν.  
Ἑρμῆς κατὰ Διὸς κέλευσιν ἀνελὼν Ἄργον τὸν Ἰοῦς φύλακα, ἤχθη ὑπὸ δίκην, Ἥρας αὐτὸν καὶ τῶν ἄλλων θεῶν εἰς κρίσιν ἀγαγόντων. Κρίνοντας δὲ τοὺς θεοὺς, εὐλαβεῖσθαι μὲν Δία, διὰ τὸ ὑπόδικον γενέσθαι τὸν Ἑρμῆν· ἅμα δὲ ἀφοσιουμένους ἣν εἶχον ὀργὴν, προσβαλεῖν αὐτῷ τὰς ψήφους· καὶ οὕτως ἐπισωρευθῆναι πλῆθος πολύ. Διὰ τοῦτο λέγεται σωροὺς ποιεῖν λίθων· καὶ τούτους καλεῖν Ἑρμαίους λόφους. Ἕρμαιον: Τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν· ἢ ἀπὸ τοῦ ἐν ἔθει λεγομένου Κοινὸς Ἑρμῆς, ἐπὶ τῶν εὑρισκόντων τὶ, οἷον κοινὸν τὸ εὕρημα. Παρὰ τὸ οὖν Ἑρμῆς ἕρμαιος· καὶ ἕρμαιον, τὸ οὐδέτερον. Ἑρμῆς: Παρὰ τὸ ἐρῶ, τὸ λέγω, Ἐρέας καὶ Ἑρμέας καὶ Ἑρμείας. Καὶ δεῖ γινώσκειν, ὅτι ἔστι καὶ Ἑρμείας ὄνομα κύριον, ὁ εὐνοῦχος ὁ τρίπρατος· οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην, καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. Καὶ δεῖ γινώσκειν ὅτι ὡς λέγει ὁ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὐτοῦ, διὰ τοῦ ι γράφεται, ὡς παρʼ Ἀριστοτέλει,

  
Εὐνοῦχος ὢν καὶ δοῦλος ἦρχεν Ἑρμίας.  
Ἑρμῆς: Ἀπὸ τοῦ εἴρω, τὸ λέγω ἢ τὸ ἁρμόζω· ὅθεν ἕρματα, διὰ τὸ ἔρυμα ἡμῶν εἶναι, καὶ ὀχύρωμα τοῦ βίου· μέγιστον γὰρ τῷ βίῳ λόγος εὑρέθη. Ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, Ἑρμῆς, ὁ τοῦ λόγου ἔφορος· ἢ ὅτι μέγιστον ἐστὶν ἕρμα τῶν περὶ τὸν βίον· ὅθεν καὶ τὰ ἀπὸ τύχης ἀγαθὰ καὶ κέρδη, Ἕρμαια. Ἑρμῆς στροφαῖος: Ὁ παρὰ ταῖς θύραις ἱδρυμένος· ἀπὸ τοῦ στροφαίου τῆς θύρας. Ἑρμίς: Δικατάληκτόν ἐστι καὶ σημαίνει τοῦ κραβάτου τὸν πόδα. Ὅμηρος,

  
Ἑρμῖνʼ ἀσκήσας.  
Παρὰ τὸ εἴρω, τὸ ἁρμόζω, ὁ ἐνειρόμενος καὶ ἁρμόζων τῇ κλίνῃ. Ἢ παρὰ τὸ ἕρμα εἶναι τοῦ παντὸς, ὅ ἐστιν ἔρεισμα. Ἢ παρὰ τὸ ἐνείρεσθαι. Ἢ παρὰ τὸν Ἑρμῆν. Ἑρμίς: Ὁ κλινόπους· ἐπειδὴ ἐν αὐτοῖς ἔγλυφον ἀγάλματα Ἑρμοῦ, ὡς ἐφόρου ὕπνου καὶ ὀνείρων, καὶ φυλακῆς χάριν. ἑρμιόνη ἡ θυγάτηρ Μενελάου καὶ Ἑλένης. Ἔστι καὶ ὄνομα πόλεως,

  
Ἑρμιόνην Ἀσίην τε.  
Παρὰ τὸ εἵρω, τὸ ἁρμόζω, ἀφʼ οὗ Ἑρμῆς, Ἑρμίων· καὶ παράγωγον, Ἑρμιόνη. Ἑρμηνεύς: Παρὰ τὸ Ἑρμῆς. Ἑρμώνεια: Προσωπεῖα οὕτω καλούμενα ποιὰ, ἀπὸ Ἑρμῶνος τοῦ πρῶτον εἰκονίσαντος, ὡς ἡ Θηρίκλειος κύλιξ, καὶ Ἰφικρατὶς, τὸ ὑπόδημα. Ἔρνος: Φυτὸν, κλάδος· τὸ ἐκ τῆς ἔρας γινόμενον. Ἐρξίας: Ὄνομα κύριον. Παρὰ τὸ ῥέζω ῥέξω, ῥεξίας· ὑπερβιβασμῷ, ἐρξίας, ὁ πρακτικός· ὁμοίως τῷ ἐρέκτης, ἔρκτης. Ἑρπετόν: Ζῷον χερσαῖον· παρὰ τὸ ἐρείπειν, τὸ καταπίπτειν, τὸ μὴ ὀρθὸν περιπατοῦν. Καὶ ψιλοῦσι τινὲς τὸ ὄνομα. Κυρίως γὰρ λέγεται ἐπὶ τῶν συρογάστρων ζῴων· παρὰ τὸ ἕρπω ἑρπετὸν, ὡς κόπτω, κοπετός. Ἢ παρὰ τὸ ἐν τῇ ἔρᾳ πέτειν. Κυρίως δὲ <!-- 377 -->τὰ ἄποδα εἴρηται ἑρπετὰ, ἀπὸ τοῦ πίπτειν ἐν τῇ ἔρᾳ· καταχρηστικῶς δὲ καὶ τὰ τετράποδα. Ἑρπῶ, ἑρπήσω, ἑρπητὸν, καὶ ἑρπετόν. Ἑρπήν: Ὄνομα πάθους. Παρὰ τὸ ἕρπω, ἑρπήν. Ἔστι δὲ πάθος χαλεπόν· ἀπὸ τοῦ ἕρπειν καθʼ ὅλου τοῦ σώματος. Ἐπιπλατύνεται γὰρ τῷ σώματι, οὐκ εἰς ὄγκον, ἀλλʼ εἰς πλάτος καὶ μῆκος. Λέγεται δὲ καὶ ἑρπήνη, ὡς εὗρον εἰς τὸ Λεξικόν. Ἑρπηστικός: Ἐκ τοῦ ἕρπω γίνεται περισπώμενον ἑρπῶ, ἑρπήσω· ἐξ αὐτοῦ, ἑρπητικός· καὶ πλεονασμῷ τοῦ σ, ὡς χηρώσω χηρωτὴς, καὶ χηρωστής. Ἕρπυλλος: Παρὰ τὸ ἕρπειν ἐν τῷ αὔξεσθαι. Ἐρράδαται: Ἀπὸ τοῦ ῥάζω ῥάσω, ὁ παθητικὸς παρακείμενος ἔρρασμαι ἔρρασται· καὶ Ἰωνικῶς, ἐρράδαται. Ἐρρέθην: Ἀπὸ τοῦ ῥῶ, ῥήσω, ἔρρηκα ἔρρημαι, ἐρρέθην· ἢ ἐρρήθην, καὶ τροπῇ ἐρρέθην. Τὸ δὲ ῥῶ σημαίνει τὸ λέγω. Ἐρρεντί: Παρὰ Ἀλκαίῳ· ἀπὸ τοῦ ἔρρω, ἢ ἐρρῶ περισπωμένου· ἡ μετοχὴ, ἐρρεὶς ἐρρέντος· καὶ ὡς παρὰ τὸ ἐθέλοντος, ἐθελοντὶ, οὕτως καὶ παρὰ τὸ ἐρρέντος ἐρρεντί. Ἐρρηνοβοσκός: Ὁ προβατοβοσκός· ἐν Τυροῖ βʹ Σοφοκλῆς. Ἐρρίγῃσιν: Ἀπὸ τοῦ ῥιγῶ, ἐρρίγουν, ἐρρίγηκα· ὁ μέσος, ἔρριγα· καὶ κατὰ μεταπλασμὸν, ἐρρίγω· καὶ τὸ ὑποτακτικὸν, ἐρρίγω· τὸ δεύτερον, ἐρρίγῃς· τὸ τρίτον,

  
ὄφρα τις ἐρρίγῃσιν,  
ἀντὶ τοῦ εὐλαβηθῇ, φοβηθῇ. Ἐρρωπίζομεν: Εὔμικτα καὶ συμπεφορημένα ἐποιοῦμεν· ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. ἔρρω σημαίνει τὸ φθείρω· ἐξ οὗ,

  
Ἔρρε κακὴ γλήνη.  
Καὶ,

  
Ἔρρʼ ἐκ νήσου θᾶσσον.  
Ἀντὶ τοῦ φθείρου. Καὶ,

  
ἐνθάδε ἔρρων.  
Ἀντὶ τοῦ ἐπὶ φθορᾷ παραγενόμενος· μετοχή. Παρὰ τὸ ῥῶ, τὸ φθείρω, μετὰ τοῦ ἐρι ἐν συγκοπῇ ἔρρω, ὡς τὸ ἐριθυρὶς, ἡ μεγάλη θυρὶς, καὶ ἐρθυρίς. Τινὲς δὲ παρὰ τὸ φθέρσω Αἰολικῶς, κατὰ ἀποβολὴν τῶν δύο συμφώνων, καὶ τροπῇ τοῦ σ εἰς ρ. Ἕρσαι: Αἱ ἐν ἔαρι γεννηθεῖσαι· ἢ αἱ ἁπαλαὶ, καὶ τελείως νέαι, μεταφορικῶς, ὡς Ἀριστόνικος ἐν Σημείοις. Ἕρση γὰρ ἐστὶν ἡ δρόσος. Καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι τοὺς σκύμνους τῶν λεόντων δρόσους κέκληκε, μεταφράζων τοῦτο. Ἔστι δὲ καὶ ῥῆμα σημαῖνον τὸ πνίγω· ὡς τὸ,

  
Ὅν ῥά τʼ ἔναυλος ἀποέρσει.  
Γίνεται δὲ παρὰ τὸ εἴρω, ὁ μέλλων Αἰολικῶς, ἔρσω. Ἀπὸ τοῦ εἴρειν καὶ ἐπέχειν τὴν ἀναπνοήν. Ὅθεν καὶ εἱρκτὴ, παρὰ τὸ ἕρκος· καὶ ἐρχθέντα, ἀντὶ τοῦ ἐν ὕδατι ἀποπνιγέντα. Ψιλοῦται. Παρὰ τὸ εἴργω, ὁ παρακείμενος, εἶρχα, εἶργμαι, εἴρχθην· ἡ μετοχὴ, ἐρχθεὶς ἐρχθέντος· Ἀττικῶς δὲ δασύνεται. Ἔρχαται: Ἀπὸ τοῦ εἴργω, ὁ παθητικὸς παρακείμενος, εἶργμαι· τὸ τρίτον, εἶρκται· καὶ Ἰωνικῶς εἴρχαται, καὶ ἔρχαται. Ὡσαύτως καὶ ὁ ὑπερσυντέλικος εἶρκτο· καὶ Ἰωνικῶς, ἔρχατο. Ἔρση: Ἡ δρόσος, νοτία, ὁμίχλη· καὶ πλεονασμῷ τοῦ ε, ἐέρση. Παρὰ τὸ ἄρδω ἄρσω, ἄρση, καὶ ἔρση· ποτίζεται γὰρ ὑπʼ αὐτῆς πάντα τὰ φυτὰ, καὶ κατάρδεται. Ἢ παρὰ τὸ ἔραζε σεύεσθαι· ἢ παρὰ τὸ τὴν ἔραν δεύειν. <!-- 378 -->Ἑρσήεις: Ὁ δροσώδης· ἐκ τοῦ ἕρση· ἢ ὁ ἐν ὕδατι πεπνιγμένος. Ἐρύω: Ὥσπερ γέγονεν τὸ ἀρτύω ἐκ τοῦ ἀρτῶ κατὰ πλεονασμὸν τοῦ υ, καὶ ἀπὸ τοῦ μνῶ μνύω καὶ μηνύω πλεονασμῷ τοῦ η, οὕτω καὶ παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ἰσχύω, ἐπενθέσει τοῦ υ, ῥύω· καὶ πλεονασμῷ τοῦ ε, ἐρύω· οἷον, δυνάμει ἑλκύω. Ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύω, ὁ μέλλων, ἐρύσω· ἐρυσάμην, ὁ μέσος πρῶτος ἀόριστος· ἡ μετοχὴ, ἐρυσάμενος· καὶ ποιητικῶς διὰ δύο ΣΣ· ὁ παθητικὸς παρακείμενος, ἔρυμαι, ἔρυσαι, ἔρυται· καὶ Ἰακῶς, ἐρύαται· ἢ ἐρύω· καὶ ὁ παρατατικὸς, εἴρυον· ὁ παρακείμενος, εἴρυκα· ὁ παθητικὸς, εἴρυμαι· καὶ Ἰωνικὸν πληθυντικὸν, εἰρύαται· ἢ παρὰ τὸ εἴρυμι, τὸ παθητικὸν εἴρυμαι εἴρυται· καὶ Ἀττικῶς, εἰρύαται. Ἔρυτο: Ἐφύλαξεν, ἐβοήθησεν· ἀπὸ τοῦ εἰρύμην εἴρυτο. Ἔρυκε: Κατεῖχεν, ἐκώλυεν. Ἔρυξαν: Κατέσχον, ἐκώλυσαν. Ἐρύκω, ἐρύξω, ἔρυξα· παρὰ τὸ ἕρκος ἑρκύω· καὶ καθʼ ὑπέρθεσιν, ἐρύκω. Ἀπὸ τοῦ ἔρα, ἡ γῆ, γίνεται ἐράκω, καὶ ἐρύκω, κατὰ τροπὴν τοῦ α εἰς υ. Ἢ παρὰ τὸ εἴργω, τὸ κωλύω, ἐργύκω. Κυρίως γὰρ ἐρύκειν τὸ ἐν τῇ γῇ κατέχειν· καὶ ἀπερύκειν, κατέχειν, κωλύειν, κρατεῖν. Ἔρυμα χροός: Φύλαγμα καὶ ἀσφάλισμα τοῦ σώματος· παρὰ τὸ ἐρύω, ἢ παρὰ τὸ ῥύω, τὸ φυλάσσω, ὡς λύω λῦμα, καὶ θύω θῦμα, καὶ εἰλύω εἴλυμα·

  
Εἴ τί μοι εἴλυμα σπείρων ἔχες.  
Ἐρύμας Ἐρύμαντος, ὄνομα ἥρωος· παρὰ τὸ ἐρύω, ἔρυμα καὶ Ἐρύμας. Τὸ δὲ ἐρύω, καὶ εἰρύω φησὶν ὁ ποιητὴς,

  
Εἴρυτο δὲ ἄστυ καὶ αὐτούς.  
Ἐρυμνώσας: Ἰσχυροποιήσας, πυκνώσας, ἀσφαλισάμενος. Παρὰ τὸ ἔρυμα, ὃ σημαίνει τὴν ἀσφάλειαν, ἐρυμνῶ, πλεονασμῷ τοῦ ν. Ἐρυμνή: Ἰσχυρὰ, ὑψηλή· παρὰ τὸ ἐρυμνόν· ἐρύματος τάξιν ἐπέχουσα. Ἐρυσίπτολις: Ἡ ἐρύουσα καὶ ἀνθέλκουσα ἐν ταῖς μάχαις τὰς πόλεις· ὡς ἐρυσάρματας ἵππους, τοὺς ἕλκοντας τὰ ἅρματα· ἢ παρὰ τὸ ῥύεσθαι τὰς πόλεις· ἄμεινον δὲ οὕτως· ὅθεν καὶ Πολιοῦχος· καὶ εἰρύσθαι, τὸ φυλάσσειν. Ἰλιάδος ζʹ,

  
Πότνιʼ Ἀθηναίη ἐρυσίπτολι.  
Φυλάσσουσα τὴν πόλιν. Ἐρυσιπέλας: Πάθος πλανώμενον καὶ σῆπον· παρὰ τὸ ἐρύεσθαι ἐπὶ τὸ πέλας, ὅ ἐστιν ἕλκεσθαι καὶ ἐπιρρεῖν τοῖς πλησίον ἐπινεμόμενον. Ἐρυσίβη: Πόλις Σικελίας· ἀπὸ τοῦ Ἔρυκος υἱοῦ Ἀφροδίτης. Ἐρυσίβη: Τὸ ἐκ τοῦ ἀέρος καὶ τῆς πάχνης ἐπιγινόμενον φθαρτικὸν τῶν καρπῶν· ἢ τὴν τοῖς στάχυσιν ἐπανθοῦσαν ὠχρίαν καὶ συγκλονοῦσαν τοὺς καρποὺς, ἣν τινὲς αἰθαλίδα καλοῦσιν· ἀεριγίνη τὶς οὖσα, ἡ ἐκ τοῦ ἀέρος γινομένη. Ἢ παρὰ τὸ ἐρύειν καὶ γίνεσθαι, ἡ ἐπισκοπωμένη νόσος τῶν καρπῶν. Παρὰ τὸ ἐρύω, τὸ κωλύω, καὶ τὸ βῶ, τὸ τρέφω, ἡ κωλύουσα τρέφεσθαι τοὺς καρπούς. Σημαίνει δὲ τὴν πάχνην τὴν γινομένην ἐν τῇ δυσαερίᾳ καὶ φθείρουσαν τοὺς καρπούς. Ἐρυσίβη: Τὸ ΣΙ, ι. Διατί; Τὰ ἀπὸ μελλόντων συντιθέμενα τῷ ι παραλήγεται· στήσω, στησίχορος· ἐρύσω, ἐρυσίβη, ὅ ἐστιν ὥς τινες ζῷον μικρόν. <!-- 379 -->Ἔρυξ: Πόλις Σικελίας ἀρσενικῶς. Τὸ ἐθνικὸν, Ἐρυκῖνος· τὸ θηλυκὸν, Ἐρυκίνη. Ἔστι δὲ καὶ Ἐρύκη πόλις, καὶ Ἐρυκαῖος. Ἐρυθρόν: Παρὰ τὸ ἐρύω ἐρύσω, ἐρυτρὸν καὶ ἐρυθρόν. Λέγεται δὲ τὸ ἐρύον καὶ κωλύον. Ἢ παρὰ τὸ ἐρεύθω, τὸ βάπτω, ἐρευθὸν καὶ ἐρυθρόν. Ἐρυθρά: Ἡ θάλασσα, ἀπὸ Ἐρυθροῦ βασιλέως, πεσόντος ἐκεῖ καὶ πνιγέντος· ἢ ἀπὸ τῶν παρακειμένων ὀρέων ἐρυθρῶν, ἅ εἰσιν ἐρυθρὰ δεινῶς καὶ πορφυρᾶ· καὶ ἐπὴν βάλῃ ὁ ἥλιος εἰς αὐτὰ τὴν αὐγὴν, καταπέμπει εἰς τὴν θάλασσαν σκιὰν ἐρυθράν. Καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων, οὕτως γίνεται ἡ θάλασσα τὴν χρόαν. Ἐρυθραῖον πέλαγος: Ἀπὸ Ἐρυθραίου τινὸς βασιλέως. Ἀποθανόντος γὰρ αὐτοῦ, ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ, ἐπιγράψαντες τῷ τάφῳ αὐτοῦ οὕτως·

  
Ἐνθάδε τάφος ἁλὸς παμμεδέοντος Ἐρυθροῦ.  
Ἐρύθεια: Νῆσος ἐν τῷ Ὠκεανῷ· ὁ νησιώτης, Ἐρυθεὺς, ὡς Μαντινεύς· ἢ Ἐρυθείτης, ὡς Ζελείτης. Ἐρυθαίνω: Φοινίσσω, μολύνω. Ἐρύγμηλος: Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνονται· οἷον κάμηλος, φάσηλος· τὰ μέντοι ἐπιθετικὰ ὀξύνονται, ὅτε ἔχει παρασχηματισμὸν θηλυκοῦ· οἷον, σιγηλὸς, ὑψηλός· μὴ οὕτω δὲ ἔχοντα βαρύνεται, βέβηλος, κίβδηλος, κάπηλος, ἐρύγμηλος. Γέγονε παρὰ τὸ ἐρύγω, ἐρύγηλός τις ὤν· καὶ πλεονασμῷ τοῦ μ· ὅθεν,

  
Ἤρυγεν ἑλκόμενος.  
Ἢ παρὰ τὴν ἐρυγήν. Ἐρυγμήλη δὲ, ἐπίθετον ῥαφανίου, ἴσως ἀπὸ τῆς ἐρυγῆς.

  
Ταῦρον ἐρύγμηλον.  
Ἐροίη: Ὡς περιπατοίη. Ἐροτίς: Ἡ ἑορτή. Ὡς γὰρ παρὰ τὸ κάλπη γίνεται κάλπις, καὶ φήμη φῆμις, οὕτως καὶ παρὰ τὸ ἑορτὴ παρώνυμον ἑορτὶς, καὶ καθʼ ὑπέρθεσιν, ἐροτὶς, ὡς αὐλὴ, αὐλίς. Ἢ θυσία ἐστὶ, παρὰ τὸ ἐρᾶν αὐτῆς. Ἔρος:

  
Ἐξ ἔρον ἕντο.  
ἔρον τὸν ἔρωτα οἱ Αἰολεῖς λέγουσιν. Ὁ ἔρος τοῦ ἔρου τῷ ἔρῳ τὸν ἔρον Αἰολικῶς. Λέγουσι δὲ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ τῶν Ἀφροδισίων· ὅ ἐστιν ἀπίθανον. Πίνδαρος γοῦν,

  
Καὶ γὰρ ἐτέροις ἑτέρων ἔκνιζεν ἔρως φρένας.  
Ἔρως: Πλάτων ἐτυμολογεῖ παρὰ τὸ ἕλω ἕλως, καὶ τροπῇ, ἔρως. Ἴσως δὲ ὅτι ἔρρει πᾶς ὑπʼ αὐτοῦ. Ἢ παρὰ τὸ ἑλεῖν τὸν ἑλόντα. Ἢ παρὰ τὸ εἴρειν, τὸ δεσμεῖν, ὁ συνδέων ἡμᾶς πόθος. Ἢ παρὰ τὸ ἐρεῖν τὰς ψυχὰς τῶν ἐρώντων τοῖς ἐρωμένοις, ὅ ἐστιν ἕπεσθαι· τυφλὸς γὰρ ὁ ἐρῶν περὶ τὸν ἐρώμενον. Ἢ παρὰ τὸ ἐρρῶσθαι, ὁ ἰσχυρὸς, ὁ πάντων περιγινόμενος. Ἢ ἀπὸ τοῦ Ἄρης ἄρως καὶ ἔρως· Ἄρεως γὰρ μυθολογεῖται υἱός. Ἢ παρὰ τὸ εἴρω, τὸ λέγω· λάλοι γὰρ οἱ ἐρῶντες. Ἢ παρὰ τὸ ὁρῶ, τὸ βλέπω, ὁ διὰ τῆς αἰσθητικῆς ὁράσεως ἐγγινόμενος τοῖς ἀνθρώποις πόθος. Ἔρος δὲ, παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ. Ἔρω: Εἰ μὲν χωρὶς τοῦ ι, ἀποκοπή ἐστιν ἀπὸ τῆς ἔρωτος γενικῆς καὶ ἔρωτι δοτικῆς· εἰ δὲ μετὰ τοῦ ι, ὁ ἔρος τοῦ ἔρου, τῷ ἔρῳ. Ἔρως: Ὁ στέφανος παρὰ Νικαεῦσιν ἐκ πάντων ἀνθέων, τοῖς νέκυσι πωλούμενος· παρὰ τὴν ἔραν, τὴν γῆν, ὁ ἠρανισμένος ἐκ γῆς. Ἀπὸ δὲ τοῦ ἐρῶ, <!-- 380 -->ἐρανὸς, καὶ ἐραννὸς, ὡς πείθω πιθανὸς, ἄγω ἀγανὸς, ὁ διὰ τοῦ ἤθους ἐπαγόμενος. Ἐρωτῶ: Παρὰ τὴν ἔρωτος γενικὴν γίνεται ἐρωτῶ· οἱ γὰρ ἐρωτῶντες ὃ εὔχονται μαθεῖν, τοῖς ἐρῶσιν ἐοίκασι. Τὸ παθητικὸν, ἐρωτῶμαι· ἠρωταόμην ἠρωτώμην· τὸ εὐκτικὸν, ἐρωταοίμην ἐρωτῴμην, ἐρωτάοιτο ἐρωτῷτο. Ἐρωδιός: Ἐτυμολογεῖται διαφόρως· οἱ μὲν, παρὰ τὸ ἔαρ, ὃ σημαίνει τὸ αἷμα, ὡς παρὰ Κυρηναίῳ, αἷμα γὰρ λύχνου τὸ ἔλαιον,

  
πῖον ἔλειξαν ἔαρ,  
γίνεται ἔωρ, ὡς τέκμαρ τέκμωρ. Ἀπὸ γοῦν τοῦ ἔωρ καὶ τοῦ ἰδίειν, τὸ ἱδροῦν, γίνεται ἐν ὑπερθέσει· ἐν γὰρ ταῖς μίξεσιν ὥς φασιν ὁ ἐρωδιὸς αἷμα ἱδροῖ. Ἀντιλέγει δὲ Κλαύδιος ὁ φιλόσοφος, ὅτι τὸ τέκμωρ οὐκ ἐγένετο ἀπὸ τοῦ τέκμαρ, ἀλλὰ προϋπάρχει· ἀπὸ γὰρ τοῦ τέκω γίνεται τέκωρ καὶ τέκμωρ, πλεονασμῷ τοῦ μ. Καὶ κακῶς λέγει τὸ ἔαρ ἔωρ γίνεσθαι· οὐδαμοῦ γὰρ εὕρηται ἔωρ. Εἰ δὲ καὶ οὕτως ἐγίνετο, ἐωρίδιος εἶχεν εἶναι. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐρωΐδιος γέγονε κατὰ συναίρεσιν ἐρῳδιός. Ἔτι δὲ λέγεται, ὅτι ἀπὸ τοῦ ἕλους καὶ τὸ ἴδιον γίνεται ἐλοίδιος· καὶ ἐκτάσει τοῦ ο εἰς ω, ἐλῳδιός· καὶ τροπῇ τοῦ λ εἰς ρ· πολλάκις γὰρ τρέπεται τὸ λ εἰς ρ· οἷον, θλῶ θλάσω καὶ θραύσω. Ἄλλοι δὲ λέγουσιν ἀπὸ τοῦ ἔρωτος καὶ τοῦ ἴδιον γίνεται ἐρωτίδιος· καὶ ἀφαιρέσει τοῦ τ καὶ συναιρέσει, ἐρῳδιός· καὶ γὰρ ὥς φασιν ἀφροδίσιόν ἐστι τὸ ὄρνεον. Ἀλλʼ οὐκ ἔστιν ἀφροδίσιον, ἀντιλέγει ὁ Κλαύδιος, ἀλλὰ τοὐναντίον τῆς Ἀθηνᾶς, ὥς φησιν ὁ ποιητὴς,

  
Τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο  
  
Παλλὰς Ἀθηναίη,  
Ἔστι δὲ εἰπεῖν πρὸς αὐτὸν, ὥς φησιν Ἀριστοτέλης, ὅτι πολλά εἰσιν ἐρωδιοῦ εἴδη. Δύναται οὖν τὰ μὲν αὐτῶν τῇ Ἀθηνᾷ ἀνακεῖσθαι· τὰ δὲ, τῇ Ἀφροδίτῃ. Ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ὥσπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ῥοίζου γίνεται ῥοίδιος· καὶ πλεονασμῷ τοῦ ε, καὶ ἐκτάσει τοῦ ο εἰς ω, ἐρῳδιός· καὶ μένει τὸ ι προσγεγραμμένον. Καὶ λέγουσι τινὲς, ὅτι ὤφειλε βαρύνεσθαι· τὰ γὰρ διὰ τοῦ ΔΙΟΣ πάντα βαρύνονται, παυρίδιος, μαψίδιος. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἐξηκολούθησε τοῖς ἐπὶ ὀρνέων· τὰ γὰρ εἰς ΟΣ καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς, ἐπὶ ὀρνέων, ὀξύνονται, αἰγυπιὸς, χαραδριὸς, βομβυλιός· οὕτω καὶ ἐρῳδιός. Λέγεται καὶ ῥῳδιὸς παρὰ Ἱππώνακτι·

  
Κνεφαῖος ἐλθὼν ῥῳδιῷ κατηυλίσθην.  
Καὶ ὡς μὲν πρὸς τὴν συνήθειαν, ἔστιν ἀφαίρεσις· ὡς δὲ πρὸς τὸν σχηματισμὸν, ἐντελές. Ἢ παρὰ τὸ ἕλος ἐλωδιὸς καὶ ἐρῳδιός· φιληδεῖ γὰρ τοῖς ἑλώδεσι τόποις. Ἐρωή: Σημαίνει τρία· τὴν κατάπαυσιν τοῦ πολέμου, ὡς τὸ,

  
πολέμου δʼ οὐ γίνετʼ ἐρωή.  
Καὶ τὴν ὁρμὴν, ὡς τὸ,

  
Ὄφρα δὲ Τυδείδης μετὰ δούρατος ᾤχετʼ ἐρωήν.  
Καὶ τὴν ὑποχώρησιν, ὡς τὸ,

  
ὑπερώησαν δέ οἱ ἵπποι  
  
ὠκύποδες.  
Ὑπεχώρησαν. Ἐρωή: Κυρίως ἡ ὁρμή· καὶ κατὰ μετάληψιν, ἡ ἰσχύς· ὡς τὸ,

  
ὁ δʼ οὐχ ὑπέμεινεν ἐρωήν.  
Παρὰ τὸ ῥῶ, τὸ ὁρμῶ, γίνεται ῥώω, ὡς τὸ ζῶ, ζώω· καὶ ὡς ζῶ ζωὴ, οὕτως ῥῶ ῥωή· καὶ πλεονασμῷ τοῦ ε, ἐρωή· ἐξ οὗ ἐρωῶ ἐρωήσω ῥῆμα. Σημαίνει τὸ ἀμελῶ. Ἢ ἀπὸ τῆς ἐράσεως· χύσις γάρ τις καὶ ἀπόκλισίς ἐστιν, ὡς Καλλίμαχος,

  
ἐρωήσας θηρὸς ὀλοὸν κέρας.  
Τὸ κέρας εἰς τὴν ἔραν καταγαγών. Ἢ ἐρώω ἐστὶ ῥῆμα, ἐξ οὗ ἐρωή· ἔνθεν τὸ,

  
πολέμου ἀπερωήσειας.  
<!-- 381 -->Ἐρωήσει περὶ δουρί: Περιρρυήσεται τῷ δόρατι.

  
Μὴ δέ τʼ ἐρώει.  
Μὴ δὲ συγχώρει. Ἐσάλευε: Λέγεται καὶ ἐπὶ νεῶν καὶ ἐπὶ ἀνθρώπων. Ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς, Ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ γῇ ὥρμει· τὰ δὲ δὴ πλείω καὶ μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν. Ἐπὶ δὲ ἀνθρώπων, ὡς τὸ,

  
Ἐφʼ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν.  
Ἕς: Ἵημι ἥσω· ὁ βʹ ἀόριστος, ἧν· ἡ μετοχὴ, εἵς, ἕντος· καὶ τὸ προστακτικὸν, ἕς· καὶ γίνεται ἕθι. Ἀλλὰ σεσημείωται τὸ θὲς, δὸς, ἕς· καὶ ἐν συνθέσει, πρόες καὶ ἄφες. Ἔσαν:

  
Τώ οἱ ἔσαν κήρυκε.  
Οἵτινες αὐτῷ ὑπῆρχον. Εἰμὶ, τὸ ὑπάρχω· ὁ παρατατικὸς, εἶν· τὸ πληθυντικὸν, ἔμεν, ἔτε, ἔσαν. Ῥῆμα τῶν εἰς ΜΙ· ὁ παρατατικὸς, ἦν· τὸ πληθυντικὸν, ἦμεν, ἦτε, ἦσαν· καὶ συστολῇ, ἔσαν. Εἰμὶ, τὸ ὑπάρχω· τὸ πληθυντικὸν, ἐμέν· καὶ πλεονασμῷ τοῦ σ, ἐσμέν· τὸ δεύτερον, ἐτὲ, ἐστέ. Ἔσσεται: Ἔω, τὸ ὑπάρχω· ὁ μέλλων, ἔσω ὁ μέσος μέλλων, ἔσομαι, ἔσῃ, ἔσεται· καὶ ἀποβολῇ τοῦ τ, ἔσεαι γίνεται δεύτερον πρόσωπον. Ἢ ἐκ τοῦ ἔσῃ δευτέρου προσώπου, διαλύσει Ἰωνικῇ τοῦ η εἰς ε καὶ α, γίνεται ἔσεαι. Τριχῶς δὲ προφέρεται· ἔσεται, διʼ ἑνὸς σ, κοινῶς· ἔσσεται, διὰ δύο ΣΣ, ποιητικῶς· οἱ γὰρ Σικελοὶ τὰ ἀπὸ μελλόντων ῥήματα, προηγουμένων βραχέων φωνηέντων, διπλασιάζουσι τὸ σ, τελέσσω λέγοντες. Ὁμοίως καὶ τὸ ἔσω, ἔσσω. Ἐκ τοῦ ἔσεται γίνεται συγκοπῇ ἔσται. Λέγεται καὶ ἐσσεῖται, Δωρικῶς· Ἰλιάδος βʹ,

  
Οὔ οἱ  
  
ἄρκιον ἐσσεῖται φυγέειν κύνας.  
Ἀντὶ τοῦ, οὐκ ἂν αὐτῷ ἱκανὸν ἔσται. Καὶ ὤφειλεν εἶναι ἔσεται, καὶ γενήσεται. Ἐπὶ τοῦ μέσου μέλλοντος οἱ Δωριεῖς παρατιθέντες τὸ ι, προπερισπῶσιν· οἷον ἐκ τοῦ ἔσεται καὶ πλεύσεται, ἐσσεῖται, πλευσεῖται, ῥευσεῖται. Ἐσσομένοισι: Τοῖς μεταγενεστέροις. Ἔω, ἔσω· ὁ μέσος μέλλων, ἔσομαι· ἡ μετοχὴ, ἐσόμενος· καὶ διπλασιάζουσι τὸ σ οἱ ποιηταί. Ἔσκεν: Ὑπῆρχε. Γέγονε δὲ Ἰωνικῶς. Ὡς γὰρ παρὰ τὸ ἔφερον, φέρεσκον· καὶ παρὰ τὸ ἔλεγον, λέγεσκον· οὕτως καὶ παρὰ τὸ ἔον, ὤφειλεν εἶναι τὸ Ἰωνικὸν, ἔεσκον· ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τὸ ἓν ἐξεβλήθη, καὶ γέγονεν ἔσκον, ἔσκες· ἔσκε, τὸ τρίτον· Ἢ ἀπὸ τοῦ ἔω, ὦ· ἔεις, εἶς· καὶ οἱ Δωριεῖς τὰ δύο πρόσωπα τοῦ παρατατικοῦ κατὰ ἀφαίρεσιν τοῦ ι προφέρουσι προσθέσει τοῦ ΣΚΕ· οἷον ἐφίλει, ἐφίλεσκε. Οὕτως οὖν καὶ εἶ, ἔσκε. Ζήτει εἰς τὸ εἰμί. Ἔστω: Ἐκ τοῦ ἔω, εἰμί· τὸ πληθυντικὸν, ἐμέν· ὁ παρατατικὸς, ἦν· ἡ μετοχὴ, εἲς, ἔντος· καὶ τὸ προστακτικὸν, ἔθι· τὸ γʹ, ἔτω· καὶ πλεονασμῷ τοῦ σ, ἔστω·

  
Εἷς δέ τις ἀνὴρ βουληφόρος ἔστω.  
Γενέσθω. Ἢ τὸ προστακτικὸν ἔθι γίνεται ἴσθι, πλεονασμῷ τοῦ σ καὶ τροπῇ· τὸ γὰρ ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς ι, οἷον ἔπω, ἴσπω ἐνίσπω. Καὶ ἐκ τοῦ ἴσθι, τὸ τρίτον, ἔστω· τὸ γὰρ κεχρεωστημένον ε ἀνέλαβε τὸ τρίτον. Τὰ δυϊκὰ, ἔστον, ἔστων.

  
Ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο.  
Ἀντὶ τοῦ ἐστὲ, ὑπάρχετε.

  
Τὼ δʼ αὐτὼ μάρτυροι ἔστων.  
Ἀποκοπῇ τοῦ ἔστωσαν, ὑπαρχέτωσαν. Ἔστε: Ἐκ τοῦ ἔθι προστακτικοῦ, τὸ γʹ, ἔτω, καὶ ἔστω· καὶ τὸ πληθυντικὸν, ἔστε, ἔστωσαν· οἷον,

  
Ἀνέρες ἔστε φίλοι.  
Βαρύνεται· τὰ εἴς τε λήγοντα προστακτικὰ, ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς, <!-- 382 -->ὁμότονα καθεστήκασιν· οἷον ἤγετε, ἄγετε· ἐλέγετε, λέγετε. Ἐπίτασιν οὖν ἔχει τὸ ἐστέ· τὸ μὲν ὁριστικὸν, ὀξύνεται· τὸ δὲ προστακτικὸν, βαρύνεται. Ὁμοίως καὶ τὸ φατέ. Ἔστε: Σημαίνει τὸ ἕως ἄν. Σοφοκλῆς,

  
ἔστʼ ἐγὼ μολὼν  
  
τάφου μεληθῶ.  
Γέγονε δὲ παρὰ τὴν ἐς πρόθεσιν καὶ τὸν ΤΕ, νῦν παραπληρωματικὸν παρειλημμένον· διὸ καὶ ψιλοῦται Ἀττικῶς· Δωριεῖς δὲ δασύνουσιν, ἀπὸ τοῦ ἕωστε κατὰ συγκοπὴν ἡγούμενοι εἶναι. Ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν ἀχαιοῖς: Ἰλιάδος εʹ, ἀντὶ τοῦ μέχρι τίνος· οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, ἕν ἐστιν, ἀλλὰ τρία μέρη λόγου εἰσίν· ἐς, πρόθεσις, ὅπερ ἀντὶ τοῦ ἕως κεῖται· τί, ἀντὶ τοῦ τίνος· καὶ ἔτι. Οὐκ ἄηθες δὲ πρόθεσιν ἰσοδυναμεῖν ἐπιρρήμασιν. Ἔσταν: Ἐκ τοῦ ἔστησαν δευτέρου ἀορίστου κατὰ συγκοπὴν ἔσταν. Ἀπὸ δὲ τοῦ ἵστημι ὁ δεύτερος ἀόριστος ἔστην· τὸ τρίτον τῶν πληθυντικῶν, ἔστησαν· καὶ συγκοπῇ,

  
Ἔσταν δʼ ἐν λιμένι.  
Τοῦτο μὲν δασύνεται, ἐπειδὴ ἀπὸ τοῦ ἑστήκεισαν ἐστὶ κατὰ συγκοπήν· ὁ δὲ παρακείμενος καὶ ὑπερσυντέλικος ἐπὶ τούτου τοῦ ῥήματος δασύνεται. Τὸ δὲ,

  
Τοὺς ἔστασαν υἷες Ἀχαιῶν,  
ψιλοῦται· ἐπειδὴ ἀπὸ τοῦ ἔστησαν ἐστὶ πρῶτος ἀόριστος. Ἑσταότες: Ἀπὸ τοῦ ἵστημι, στήσω, ἕστηκα, ἑστηκὼς ἡ μετοχὴ, καὶ ἑστηώς· καὶ συστολῇ, ἑσταὼς, ἑσταότος· ἔστι καὶ ἕσταα· ἔστιν εἰς τὸ γεγῶσα. Ἢ εἰς τὸ ἕστακα. Ἑστάκω ῥῆμα, ἢ ἑστήκω. Τοῦ ἵστημι ὁ παρακείμενος ἕστακά ἐστι. Διατί; Ἵνα μὴ συνεμπέσῃ τῷ ἀπὸ τοῦ ἑστήκω ἑστήξω μέσου παρακειμένου. Ἑστηκὼς, καὶ τεθνηκὼς, καὶ βεβηκώς· καὶ κατὰ κρᾶσιν, ἑστὼς, τεθνὼς, βεβώς. Ἐσταλκώς: Τοῦ ἐσταλκὼς οὐκ οἶδε τὴν χρῆσιν. Περὶ Παθῶν. Ἑστία: Ἡ θεός· παρὰ τὸ ἕσασθαι, ὅ ἐστιν ἱδρύσασθαι· πρώτη γὰρ αὕτη οἶκον συνέστησεν. Ἢ ὅτι πανταχοῦ ἵδρυται καὶ τιμᾶται· καὶ ὅτι τὰ ἀγάλματα αὐτῆς ἱδρύοντο καθήμενα· παρὰ τὸ ἧσθαι· ἢ παρὰ τὸ ἑστάναι, ὅ ἐστιν ἐν ἑνὶ τόπῳ ἱδρύσθαι· καὶ τοὺς οἴκους γὰρ πάλαι ἑστίας ἐκάλουν. Ὅμηρος,

  
Ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος.  
Εὐριπίδης,

  
Οὔποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.  
Καὶ ἡ εὐωχία δὲ ἑστία λέγεται, διὰ τὸ συνέχειν καὶ ἱδρύειν τὰ σώματα. Ἀπὸ μὲν τοῦ ἵζω, ἱστία· ἀπὸ δὲ τοῦ ἕζω, ἑστία. Ἐκ τούτου καὶ ἑστιῶ, τὸ ἀριστοποιῶ. Καὶ οἱ μὲν Ἀττικοὶ, διὰ τοῦ ε, ἑστιῶ καὶ ἑστία· οἱ δὲ Ἴωνες καὶ οἱ Δωριεῖς, διὰ τοῦ ι, ἱστιῶ καὶ ἱστία. Ἀμφότερα δὲ εἰσὶ παρὰ τῷ ποιητῇ·

  
Ἱστίη τʼ Ὀδυσῆος.  
Καὶ διὰ τοῦ ε, ἐν τῷ ἀνέστιος, ὁ μὴ ἔχων οἰκίαν, ὁ ἄοικος. Καὶ παρὰ Ἡσιόδῳ ἡ σωματοειδὴς θεὸς,

  
Ἱστίην Δήμητρα καὶ Ἥραν χρυσοπέδιλον.  
Ἐσθής: Τὸ ἱμάτιον. Παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ὁ μέλλων, ἕσω· ὁ παρακείμενος, εἷκα· ὁ παθητικὸς, εἷσμαι· τὸ τρίτον, εἷσται· ὄνομα ἑστός· καὶ ὡς παρὰ τὸ ἀργὸς γίνεται ἀργὴς ἀργῆτος· καὶ παρὰ τὸ γυμνὸς, γυμνὴς γυμνῆτος· καὶ παρὰ τὸ ποτὸς, ποτὴς ποτῆτος· οὕτως καὶ παρὰ τὸ ἑστὸς, ἑστὴς, καὶ ἐσθής· καὶ κλίνεται ἐσθῆτος. Τὸ δὲ ἔσθησις ἐσθήσεως, ὃ σημαίνει τὴν ἐσθῆτα, γίνεται οὕτως· ἕω, ἕσω· πλεονασμῷ τοῦ θ, γίνεται ῥῆμα περισπώμενον ἐσθῶ, πρὸς ἀντιδιαστολὴν τοῦ ἔσθω, τοῦ σημαίνοντος τὸ ἐσθίω· ὁ μέλλων, ἐσθήσω· καὶ ἐξ αὐτοῦ γίνεται ἔσθησις· ἐξ οὗ,

  
Ἦσαν ἄγγελοι ἐν ἐσθήσεσιν ἀστραπτούσαις.  
<!-- 383 -->Ἔσθος: Τὸ ἔνδυμα, τὸ ἱμάτιον. Παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, γίνεται ἑστὸς, ὡς ἔδω, ἐδεστός· καὶ τροπῇ τοῦ τ εἰς θ, ἔσθος. Ἢ παρώνυμον τοῦ ἐσθής. Ἔσθω: Ἀφʼ οὗ παράγωγον τὸ ἐσθίω. Παρὰ τὸ ἔδω γίνεται ἐστός· καὶ ἐκ τοῦ ἐστὸς, ἔσθω, ὡς ἐγείρω, ἐγερτὸς, καὶ ἐγέρθω· ἡ μετοχὴ,

  
Ἔσθων καὶ πίνων.  
Ἐσθλόν: Τὸ ἀγαθόν· ἐθέλον τὶ ὄν. Παρὰ τὸ ἐθέλω, ἐθλόν· καὶ πλεονασμῷ τοῦ σ, ἐσθλόν. Ἐσμός: Κυρίως τὸ πλῆθος τῶν μελισσῶν, παρὰ τὸ ἅμα πετομένας ἵεσθαι. Ὡς γὰρ ἀπὸ τοῦ τίθημι, θετός· καὶ βίβημι, βασμὸς καὶ βαθμός· καὶ ἵστημι, στήσω, στασμὸς, καὶ σταθμός· οὕτως καὶ ἵημι, ἥσω, ἐσμός. Ἢ παρὰ τὸ ἕπεσθαι τῷ βασιλεῖ τὰς μελίσσας· ὡς γὰρ παρὰ κόμπω, κόμπος· λείπω, λιμός· οὕτως ἕπω, ἐσμός. Καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ πλήθους καὶ ὄχλου λαμβάνεται. Λέγεται δὲ ἐσμὸς ὑπὸ Ταναγραίων καὶ ἡ γεννῶσα. Ῥητορική. Λέγεται καὶ ἡ καθέδρα. Καὶ τὰ ἕδνα δὲ τὰ εἰς τὴν ἕδραν τῆς νύμφης διδόμενα. Ἕστωρ: Πασσαλίσκος ἐμβαλλόμενος διὰ τοῦ ῥυμοῦ ἐπὶ τὸν ζυγὸν, ὥς φησιν Ὅμηρος,

  
ἐπὶ δὲ κρίκον ἕστορι βάλλον.  
Ἀντὶ τοῦ, τῷ δὲ ὀκκάβῳ τὸν ἕστορα ἔβαλλον. Παρὰ τὸ ἕσω, ἕστωρ, ὁ ἐνιέμενος, ὡς ἔχω, ἕκτωρ· θέω, θέστωρ· μήσω, μήστωρ. Ἕστορι: Τῷ ἐνιεμένῳ πασσάλῳ κατὰ τοῦ ῥυμοῦ τοῦ ζυγοῦ, Ἰλιάδος ωʹ. Τινὲς δὲ γράφουσιν ἕκτορι, οἱονεὶ ἐχέτορι. Ἐσσήν: Ὁ βασιλεὺς, ὡς παρὰ Καλλιμάχῳ,

  
Οὔ σε θεῶν ἐσσῆνα πάλιν θέσαν.  
Παρὰ τὸ ἡσσῶ, ἡσσὴν, ὁ ἡττῶν τοὺς ὑφʼ ἑαυτόν· καὶ κατὰ συστολὴν τοῦ η, ἐσσήν. Ἐσσήν: Ὁ βασιλεὺς κατὰ Ἐφεσίους· ἀπὸ μεταφορᾶς τοῦ μελισσῶν βασιλέως, ὃς εἴρηται ἐσσὴν ἀπὸ τοῦ ἔσω ἐνέζεσθαι· ἵνʼ ᾖ, ἐζὴν, καὶ ἐσσὴν, ὁ προκαθήμενος. Ἢ ἐσσὴν, ὁ σεύων καὶ περισκοπῶν τὰ τῆς πόλεως. Ἢ ὁ οἰκιστὴς, παρὰ τὸ ἕσσαι καὶ ἱδρῦσαι. Ὅθεν Ὅμηρος,

  
Εἷσεν δὲ σχερίην.  
Ἢ ὁ ἡσσῶν καὶ ἥττονας ποιῶν τοὺς ὑπʼ αὐτοῦ ἀρχομένους. Ἕσσατο: Ἔστιν ἕω, τὸ ἐνδύομαι· ὁ μέλλων, ἕσω· καὶ πλεονασμῷ τοῦ σ, ἕσσω· ὡς τὸ,

  
Ἕσσατο δʼ ἔκτοσθεν ῥινόν.  
Ἀντὶ τοῦ ἐνεδύσατο, Ἰλιάδος κʹ. Καὶ,

  
ἑέσσατο δέρμα λέοντος.  
Πλεονασμῷ τοῦ ε, ἀντὶ τοῦ περιέθετο, ἠμφιέσατο. Ἔσσευα: Ἰλιάδος εʹ,

  
Ἀτρεκὲς αἷμʼ ἔσσευα.  
Ἀντὶ τοῦ ἀληθὲς καὶ φανερὸν αἷμα ῥυῆναι ἐποίησα. Ἔστι σῶ, τὸ ὁρμῶ· παράγωγον, σῦμι· ὁ μέλλων, σύσω, σέσυκα, σέσυμαι· καὶ ἐν ὑπερθέσει, ἔσσυμαι· ἐξ οὗ καὶ τὸ ἐσσυμένως. Ἐκ τοῦ σῶ, σεύω· ὁ ἀόριστος, ἔσευσα· καὶ ἀποβολῇ τοῦ σ, ἔσευα. Ἔσπετε: Λέγετέ μοι, ὦ Μοῦσαι, εἴπατε, ἐξηγεῖσθε. Τὸ ψιλούμενον σημαίνει τὸ λέγω· ἐξ οὗ καὶ ἔπος, ὁ λόγος, καὶ τὸ τοιόνδε μέτρον, καὶ πᾶν μέτρον· τοῦ ἔπω τὸ βʹ τῶν πληθυντικῶν, ἔπετε· καὶ πλεονασμῷ τοῦ σ, ἔσπετε. Εὑρίσκομεν δὲ αὐτοῦ καὶ ἑνικὸν τρίτον μετὰ τοῦ σ, ἔσπε· οἷον,

  
Πολλὰ δίεσπε.  
Ἔσπετο: Ποίου εἴδους τοῦ πλεονασμοῦ; Παρεμπτώσεως. Καὶ τί ἐστι παρέμπτωσις; Πλεονασμὸς συμφώνου κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν· οἷον, πόλις, πτόλις· ἔπετο, ἔσπετο. Ἕσπερος:

  
<!-- 384 -->Ἕσπερος ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ.  
Καὶ ἑσπέρα· ἀπὸ τοῦ ἔσω ποιεῖν περᾶν τὰ ζῷα ἀναπαυσόμενα· ἢ ὁ πέρας τῆς ἕω φέρων. Σαπφὼ,

  
Ἕσπερε πάντα φέρων ὅσα φαινόλις ἐσκέδασʼ αὔως.  
Τὸ γὰρ ἐναντίον ἕως καλεῖται, παρὰ τὸ ἐᾶν πάντα καὶ ἀπολύειν. Ἡσίοδος,

  
Ἠὼς ἥτε φανεῖσα πολεῖς ἐπέβησε κελεύθου.  
Ἑσπερία θάλασσα καὶ ἀτλαντικὸν πέλαγος: Ἐβασίλευε γὰρ αὐτῆς Ἄτλας καὶ Ἕσπερος. Ἀπὸ μὲν Ἄτλαντος, τὸ πέλαγος· ἀπὸ δὲ Ἑσπέρου, ἡ θάλασσα. Ἐσχάρα: Ἰλιάδος κʹ,

  
πυρὸς ἐσχάραι.  
Ἀντὶ τοῦ πυραὶ, πυρκαϊαί. Δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸν ῥύπον, καὶ τὸ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρʼ Εὐριπίδῃ ἐν Ἡρακλεῖ. Καὶ τὴν κυρίως λεγομένην ἐσχάραν φασὶ καλεῖσθαι ἐστίαν, τὴν μὴ ἔχουσαν ὕψος, ἀλλʼ ἐπὶ γῆς ἱδρυμένην, ἢ κοίλην· παρὰ τὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν τῷ σώματι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. Ῥητορική. Ἔσχατος: Ὁ τελευταῖος. Παρὰ τὸ ἔχω ἔχατος, καὶ πλεονασμῷ τοῦ σ, ἔσχατος. Περὶ γὰρ τὰ τέλη γενόμενοι, ἐνεχόμεθα ἢ βαδίζειν, ἢ ἀριθμεῖν, ἢ ὅ τι ποιεῖν. Ἢ παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος. Καὶ ὕστατος δὲ, ὅτι ὑπʼ αὐτόν ἐστιν ἡ στάσις, καὶ οὐκέτι προβῆναι δύναται, ἀλλὰ ὕστερος εἱστήκει, τοῦ πρώτου μὴ ἐῶντος. Καὶ πύματος, ἀπὸ τοῦ πεπαῦσθαι. Καὶ τερμιόεν, τὸ ἔσχατον, ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους. Ἐσχατιά: Ὁ ἀγρὸς, ἢ τὸ ἔσχατον τοῦ ἀγροῦ. Τὰ γὰρ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον· οἷς γειτνιᾷ εἴτε ὄρος, εἴτε θάλασσα. Σημαίνει δὲ καὶ ἐξοχίαν τινὰ εἶναι τὸ ἐξοχώτατον. Ἀττικοὶ δὲ τὰ τελευταῖα μέρη τῶν ἀγρῶν καλοῦσιν, ὥς φησιν Ὅμηρος,

  
Ἀγροῦ ἐπʼ ἐσχατιῆς, ὅθι δώματα ναῖε Θυέστης.  
Ἐσχατιῶτις: Λίμνη κειμένη μετὰ τὸν Ἰσθμόν· ὅτι πολλοὶ τῶν ἀπὸ Θρᾴκης σὺν Εὐμόλπῳ στρατευσαμένων ἐπʼ Ἀθήνας ἐν αὐτῇ λουσάμενοι ἀπέθανον, ὥσπερ ἐσχάτῳ λουτρῷ χρησάμενοι. Ἢ ἀπὸ τῆς Ποσειδῶνος θυγατρὸς Ἐσχατιώτιδος, ἥτις ἐκεῖ κατῴκησε, Ποσειδῶνος αὐτῇ χρησαμένου ἀπόσπασμα θαλάσσης εἰς λουτρόν. Ὕστερον δὲ Γοργῶπις ἐκλήθη ἀπὸ Γόργης τῆς Μεγαρέως θυγατρὸς, γυναικὸς Κορίνθου· ἥτις ἀκούσασα τὸν τῶν παίδων φόνον, περιαλγὴς γενομένη, ἔρριψεν ἑαυτὴν εἰς τὴν λίμνην. Ἐσχατιόωντα: Ἔσχατον ὄντα καὶ πεπλανημένον, καὶ περὶ τὰ ἔσχατα μέρη διατρίβοντα. Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου, ἀντὶ τοῦ ἀπώλλυτο· παρὰ τὴν σπάθην· ἢ τὸ ἔρριπτο, ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο· ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὸ ὑφαινόμενον. Καὶ ἐσπάθα, σπάθῃ ὕφαινεν· ἢ διέφθειρε τὰ οἰκεῖα. Ἐσπαθημένος: Πεπυκνωμένος· ἀπὸ τῶν κατακρουουσῶν σπαθῶν τὴν κρόκην. Ἐσκοροδισμένος: Παρωξυμμένος· ἀπὸ τῶν σκορόδων. Ἡ μεταφορὰ δὲ ἀπὸ τῶν ἀλεκτρυόνων τῶν διὰ τὴν νόσον χριομένων σκόροδα. Ἐσκληκότα: Προσλιπαροῦντα, προσεσκληκότα. Μετῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων. Ἐσμυρνισμένον: Σμύρνῃ ἐπεστυμμένον· μύρον γὰρ, παρὰ τὸ τῇ μύρᾳ συνέψεσθαι. Ῥητορική. <!-- 385 -->Ἐσφηκωμένον: Ἐσφιγμένον· ἀπὸ τῶν σφηκῶν, οἳ κατὰ τὸ μέσον εἰσὶν ἐσφιγμένοι. Ἔνθεν καὶ ὁ σφήν. Σοφοκλῆς τοὺς ἐσφιγμένους μύρμηκας τῇ σαρκώσει·

  
Τετράπτεροι γὰρ νῶτον ἐν δεσμώμασι  
  
σφηκοὶ κελαινόρινες.  
Καὶ Ὅμηρος Ἰλιάδος ρʹ.

  
Πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.  
Ἀντὶ τοῦ ἐσφιγμένοι ἦσαν, ἐδέδεντο· ὅθεν καὶ σφήκωμα εἴρηται. Ἢ ὅτι πεπλεγμένοι ἦσαν. Καὶ Νίκανδρος,

  
Δειρὴν δʼ ἐσφήκωται ἅλις.  
Ἐσυνῆκεν: Ἀλκαῖος, ἐσυνῆκεν· καὶ Ἀνακρέων, ἐξυνῆκεν, πλεονασμῷ. Οὐκ ἔστι δὲ πλεονασμὸς, ἀλλʼ Ἀττικὴ κλίσις· ὥσπερ παροινῶ, πεπαρῴνηκα· καὶ ἐνοχλῶ, ἠνώχληκα, καὶ παρηνώχληκα. Ἐσκαλευκότες: Σεσαλευκότες, ἐρευνήσαντες. Ἀπὸ τοῦ σκαλεύω·

  
Ἐφʼ ἡμᾶς αὐτοὺς ἐσκαλευκότες φαινόμεθα.  
Ἐσκευωρῆσθαι: Κατεστοχᾶσθαι, ἐπιβεβουλεῦσθαι· ἀπὸ τοῦ σκευωρῶ· τοῦτο ἀπὸ τοῦ κεύθω, τὸ κρύπτω, πλεονασμῷ τοῦ σ, καὶ ἐκβολῇ τοῦ θ. Ἐστόβεον: Ἐλοιδόρουν, ὕβριζον· ἀπὸ τοῦ ἐστόμεον· τὸ διὰ στόματος λέγειν. Στομῶ γὰρ τὸ στοβῶ κατὰ ἐναλλαγήν. Ἐστιχόωντο: Ἐκ τοῦ στιχῶ, τοῦ ἐν τάξει πορεύομαι, ὁ παρατατικὸς, ἐστίχαον ἐστίχων· τὸ γʹ, ἐστιχῶντο· καὶ πλεονασμῷ τοῦ ο, ἐστιχόωντο. Ἐς φοινικίδας καταξάναι: Αἱμόρρυτον ποιῆσαι. Οἱ δὲ, ὅτι εἰς φοινικίδα κατέξαινον τὰ ἔρια· οἱ δὲ, ὅτι οἱ Λάκωνες ἐν φοινικίσι παρετάττοντο. Ἐσωληνευόμην: Συμπεριεφερόμην. Ἐς χεῖρα: Παραχρῆμα. Ἑταῖρος: Βοηθὸς, συνναύτης, φίλος. Εὔσημος ἡ λέξις κατὰ τὸ δηλούμενον. Παρὰ τὸ ἠθεῖος, ἠθαῖος κατὰ Δωριεῖς, ὡς εἴθε, αἴθε. Ἢ παρὰ τὸ ἦθος, ἠθαῖος, καὶ ἐθαῖος· καὶ κατὰ ἐναλλαγὴν, ἑταῖρος, πλεονασμῷ τοῦ ρ· καὶ τὸ ε δασύνεται. Ἢ ὡς δρόμος δρομαῖος, οὕτως ἔθος ἐθαῖος, ὁ συνήθης· εἶτα μεταθέσει τοῦ θ εἰς τ, ἑταῖος, καὶ πλεονασμῷ τοῦ ρ, ὡς στὰξ, στράξ· ἄτεμις, ἄρτεμις· ἴδις, ἴδρις· ἀκοῶμαι, ἀκροῶμαι. Ἢ ἐκ τοῦ ἔθω, ἐθαῖρος· καὶ μεταθέσει τοῦ θ, ὡς θρὶξ τριχὸς, γίνεται ἑταῖρος, ὁ ἐξ ἔθους τινὶ ἐπιφοιτῶν· καὶ ἀποβολῇ τοῦ ι, ἕταρος. Τὸ ΤΑΙ, δίφθογγον· τὰ εἰς ΟΣ καθαρὰ, ἀπὸ πρωτοτύπου τῶν εἰς ΟΣ παρηγμένα, διὰ τῆς ΑΙ διφθόγγου γράφεται· οἷον λῆνος, ληναῖος· δρόμος, δρομαῖος· οὕτως καὶ ἔθος, ἐθαῖος· ἐξ οὗ ἑταῖρος, ὁ συνήθης φίλος. Σημαίνει δύο· τὸν φίλον, ὡς τὸ,

  
Σούς τε μάλιστα ἔτας καὶ ἑταίρους,  
Ἰλιάδος κʹ· καὶ τὸν σύμπλουν καὶ συνεργὸν εἰς τὸν πλοῦν, ὡς τὸ,

  
Οὐ γάρ μοι πάρα νῆες καὶ ἑταῖροι.  
Ἑταιρήσεως: Πορνείας· καὶ ἡταιρηκὼς, ὁ πεπορνευμένος, ἢ πεπορνευκὼς, ἢ ἠτακτηκώς. Ἑτέρωθεν: Ἐν ἑτέρῳ τόπῳ· καὶ ἑκατέρωθι· μέγα. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἔκτοσθε καὶ προτέρωθε καὶ τὰ ὅμοια χωρὶς τοῦ ν γράφεται, εἰ μὴ φωνῆεν ἐπιφέροιτο. Ἑτερόγναθος ἵππος: Ὁ σκληρόστομος· οἷον, ὁ ταῖς γνάθοις ὡς μὴ ἰδίαις χρώμενος· ἢ ὁ ἄπληστος, καὶ ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων. Ἐτεός: Ὁ ἀληθής· ἐκ τοῦ ἐτός κατὰ πλεονασμὸν τοῦ ε. Ἐκ τοῦ εἰμὶ, τὸ ὑπάρχω, ὁ παθητικὸς ἐνεστὼς ἔμαι· τὸ τρίτον, ἔται· καὶ ἐξ αὐτοῦ, ἐτός. Τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγὸς καὶ ὄν· <!-- 386 -->ὥσπερ τὸ ψεῦδος, οὐχ ὑπάρχον.

  
Ἐδόκει μὲν καὶ ἐτεὰ εἶναι.  
Ἀντὶ τοῦ ἀκριβῆ, ἀληθῆ. Ἐτεοβουτάδαι: Γένος τι ἐπίσημον καὶ περιφανὲς τοῖς Ἀθηναίοις, οἱ ἀληθῶς ἀπὸ τῆς τοῦ Βούτου γεγονότες. Ἐκ δὲ τούτου καθίστανται ἱερεῖαι τῆς Πολιάδος. Ἐτεόκρητες: Οἱ ὡς ἀληθῶς Κρῆτες, οἱ αὐτόχθονες. Ἐτάζω: Ὥσπερ παρὰ τὸ μάταιον γίνεται ματαιάζω, οὕτω καὶ παρὰ τὸ ἐτεὸν, τὸ ἀληθὲς, γίνεται ἐτεάζω, τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἐμφαίνω· καὶ ἀποβολῇ τοῦ ε, ἐτάζω, καὶ ἐξετάζω. Ἐξεταστής: Σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ τοὺς πεμπομένους ἄρχοντας τοῦ ἐξετάσαι πόσοι εἰσὶν, ἵνα μισθὸς αὐτοῖς σταλῇ. Ἐγίνετο δὲ τοῦτο, ὅτι οἱ στρατηγοὶ ἐψεύδοντο, ἐν ξέναις μισθούμενοι χώραις. Ἐπεποιήκειν: Ἐπεποιήκεα. Δεῖ γινώσκειν, ὅτι οἱ Ἴωνες τὴν ΕΙ δίφθογγον τοῦ ὑπερσυντελίκου ἐν μὲν τῷ αʹ προσώπῳ διὰ τοῦ ε καὶ α προφέρουσιν· οἷον ἐτετύφειν, ἐτετύφεα, τοῦ ν ἀποβληθέντος, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐστι τοῦ ν· οἷον, Ξέρξην, Ξέρξεα. Τὸ γὰρ μοῦσα, μοῦσαν, καὶ ἔτυψα, ἔτυψαν, ἀπὸ κλίσεως ἔχει τὸ ν. Ἐν τῷ τρίτῳ δὲ προσώπῳ εἰς δύο ΕΕ διαλύουσι· οἷον, ἐτετύφει, ἐτετύφεε· ἐπειδὴ τὸ α χαρακτηριστικόν ἐστι τοῦ πρώτου προσώπου· τὸ δὲ ε, τοῦ τρίτου. Διὰ τοῦτο διαλύεται ἐν τῷ πρώτῳ καὶ τρίτῳ. Ἐν τῷ δευτέρῳ δὲ προσώπῳ τὴν διάλυσιν εἰς δύο ΕΕ, καίπερ τοῦ βʹ προσώπου εἰς ΑΣ λήγοντος· ἐπειδὴ γνησία ἐστὶν ἡ διάλυσις τῆς ΕΙ διφθόγγου εἰς δύο ΕΕ, οὐ μέντοι εἰς ε καὶ α· τὰ γὰρ δύο ΕΕ συναιρούμενα τὴν ΕΙ δίφθογγον ἀποτελοῦσιν, οἷον Πηλέες, Πηλεῖς. Ὀφείλουσιν οὖν εἰς ἐκεῖνα ἀναλυθῆναι ἐξ ὧν καὶ συνέστηκεν. Ἰστέον δὲ ὅτι τὸ διαλυθὲν ἐκ τοῦ Ἰωνικοῦ συναιροῦσιν οἱ Ἀθηναῖοι, καὶ ποιοῦσιν εἰς η, πεποιήκη λέγοντες· ὅθεν παρὰ Ἀριστοφάνει,

  
ἐκεχήνη προσδοκῶν τὸν Αἰσχύλον.  
Ἦν γὰρ ὁ ὑπερσυντέλικος ἐκεχήνειν· καὶ διαλύσει, ἐκεχήνεα· καὶ κράσει, ἐκεχήνη. Ἐφυλάχθη δὲ ἡ συναίρεσις καὶ ἐν τῷ τρίτῳ προσώπῳ τῶν δύο ΕΕ εἰς η· τὰ γὰρ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλει ἔχειν τῶν ἰδίων πρώτων, ἡνίκα ἰσοσυλλαβῇ· οἷον, ἔτυπτον, ἔτυπτες, ἔτυπτε· τέτυφα, τέτυφας, τέτυφε. Εἰ οὖν τὸ α διʼ ἐνὸς φωνήεντος, οἷον ἐκεχήνη ἐγὼ, δῆλον ὅτι καὶ ἐπὶ τὰ δεύτερα καὶ τρίτα πρόσωπα διʼ ἑνὸς φωνήεντος ἀναγνωσθήσεται. Ἐτετύφεσαν, κατὰ Ἴωνας καὶ Ἀττικοὺς, οὐχὶ κατὰ κανόνα· ἐτετύφεισαν γάρ. Ἔτης: Ὁ ἑταῖρος, ἔθης τὶς ὢν, παρὰ τὸ ἔθος, ὁ συνήθης. Λέγεται δὲ καὶ ὁ συνηλικιώτης, παρὰ τὸ ἔτος, ὁ τῶν αὐτῶν ἐνιαυτῶν ὢν, οἷον ὁμοέτης.

  
Ἦ μὲν πολλοὶ ἔται καὶ ἀνεψιοί.  
Ἢ παρὰ τὸ ἐτεὸν, τουτέστιν ὁ ἀληθὴς φίλος. Ἐτήσιος: Οἱονεὶ ἐθόσιος καὶ ἐθήσιος, ὁ συνήθης· καὶ ἐτήσιοι, οἱ ἐν ἔθει ὄντες, οἱ πρόσκαιροι. Λέγονται ἐτήσιοι καὶ οἱ ἀπὸ βορέου ψυχροῦ πνέοντες ἄνεμοι· παρὰ τὸ ἔτος. Ῥητορική. Ἐτησίας: Τοὺς κατʼ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνέοντας ἀνέμους. Ἡ εὐθεῖα ὁ ἐτησίας, τοῦ ἐτησίου· ἡ εὐθεῖα τῶν πληθυντικῶν, οἱ ἐτησίαι, τῶν ἐτησίων. Σεσημείωται τὸ χλούνων, χρῄστων, ἐτησίων. Γίνεται ἐκ τοῦ ἔθος, ἐθησίας, καὶ ἐτησίας· <!-- 387 -->οἱ ἔθος ἔχοντες κατὰ ἓν ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνεῖν ἄνεμοι. Ἐτήτυμος: Ὁ ἀληθής· καὶ ἐτήτυμον, τὸ ἀληθές. Ἐκ τοῦ ἔτυμος, ὁ ἀληθὴς, πλεονασμῷ τῆς ΤΗ συλλαβῆς. Ἐτνήρυσις: Λέγεται καὶ ζωμήρυσις. Ἀριστοφάνης Ἀχαρνεῦσιν,

  
Ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν.  
Ῥητορική. Ἔτνος: Οὐδετέρως, ὃ νῦν φάβα καὶ ἰδιῶται καὶ ἀγροῖκοι ὀνομάζουσιν. Ἔστι δὲ ὄσπριον· καὶ δασύνεται· παρὰ τὸ ἕω, τὸ ἀπολύω· ἀφʼ οὗ ἕως, ἡ ἡμέρα, ἐν ᾗ πάντα ἀφίενται· καὶ ἔαρ. Ἀπὸ οὖν τοῦ ἕω, ἕτος· καὶ πλεονασμῷ τοῦ ν, ἔτνος, τὸ διαλελυμένον ὑπὸ τῆς ἐψήσεως καὶ τῆς τορύνης· τορύνη δέ ἐστιν ὁ χυτρόπους. Ὅτι δὲ τῶν κατερηριγμένων ἐστὶ, μαρτυρεῖ Ἀριστοφάνης λέγων,

  
Ὄψει κατερικτῶν χύτρας  
  
ἔτνους δύο ἢ τρεῖς.  
Ἔτι: Ἐπίρρημα ἐπιτάσεως δηλωτικὸν, ἢ παρατάσεως. Εἰ γὰρ εἴπωμεν, τρέχοντός τινος, ἔτι δραμεῖν, τοῦτο ἐπίτασις· εἰ δὲ νυκτὸς οὔσης, ἔτι νὺξ, παράτασις. Τὸ ΤΙ, ι. Διατί; Τὰ εἰς ι λήγοντα ἐπιρρήματα βαρύτονα συνεσταλμένα, δισύλλαβα ὑπάρχοντα, διὰ τοῦ ι γράφεται· οἷον, αὖθι, κεῖθι, νόσφι, ἄχρι, ἄρτι, ᾗχι, ἶφι, μέχρι. Ἔτος: Βαρυτόνως, σημαίνει τὸν χρόνον. Παρὰ τὸ ἕω, τὸ ὑπάρχω καὶ τελειῶ, γίνεται ἔτος· ἢ παρὰ τὸ ἔτι καὶ ἔτι εἶναι καὶ ἰέναι. Ἐτὸς δὲ ὀξυτόνως, σημαίνει τὸν ἀληθῆ, ὥς φησιν Ἀριστοφάνης,

  
Οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.  
Παρὰ τὸ εἶναι τὸ ὑπαρκτικὸν ἐτὸς, ὁ ὑπάρχων, ὡς θεῖναι, θετὸς, δοῦναι, δοτός· καὶ παρὰ τὸ ἐτὸς, ἐτεὸς, ὡς θετὸς, θετεός· καὶ δοτὸς, δοτεός. Ἐτώσιος: Ὁ μάταιος καὶ ἀνωφελής. Ἀπὸ τοῦ ἀήτης, ὁ ἄνεμος, τὸ πληθυντικὸν, ἀῆται ἀητῶν· ἐξ αὐτοῦ ἀητώσιος καὶ ἐτώσιος, ὁ μηδὲν λυσιτελὲς ποιῶν, ἀλλʼ ἀνέμου δίκην ὤν. Ἢ ἐκ τῆς ἀητῶν γενικῆς κατὰ ἀποβολὴν τοῦ α, καὶ συστολῇ τοῦ η, γίνεται ἐτῶν· ἐξ οὗ κατὰ παραγωγὴν ἐτώσιος. Γίνεται γὰρ καὶ ἀπὸ γενικῆς πληθυντικῶν παράγωγον διὰ τοῦ ΙΟΣ, ὡς τὸ, ἀνέμων ἀνεμώνιος καὶ ἀνεμώλιος· ἡ ἑλίκη, αἱ ἑλίκαι ἑλικῶν, Ἑλικώνιος,

  
Ἑλικώνιον ἀμφὶ ἄνακτα.  
Φιλόξενος δὲ καὶ Τρύφων φασὶν, ὥσπερ παρὰ τὸ πλησίον, τὸ ἐγγὺς, γίνεται κατὰ ἀντίφρασιν τὸ πλὴν ἐπίρρημα σημαῖνον τὸ χωρὶς, οὕτως καὶ ἐκ τοῦ ἐτὸς, ὃ σημαίνει τὸν ἀληθῆ, γίνεται κατὰ ἀντίφρασιν ἐτώσιος, ὁ μάταιος. Ἐτώσιον: Ἐπίρρημα μεσότητος. Τὸ τῶ, μέγα. Ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, ἐτὸς, ὁ ἀληθής· μετὰ τοῦ στερητικοῦ α, ἄετος· τὸ πληθυντικὸν, ἄετοι ἀέτων, ἀετώσιος· καὶ ἀφαιρέσει, ἐτώσιος. Κανὼν γάρ ἐστιν ὁ λέγων, αἱ διὰ τοῦ ΙΟΣ γινόμεναι παραγωγαὶ ἀπὸ γενικῆς τῶν πληθυντικῶν διχῶς σχηματίζονται, καὶ διὰ τοῦ σ, καὶ διὰ τοῦ ν· ἡ μὲν τῶν Ῥηγίνων διάλεκτος, διὰ τοῦ σ, ὡς ἐτώσιος· ἡ δὲ τῶν Αἰολέων, διὰ τοῦ ν, ὡς Ἑλικώνιος. Ἑτοιμάσατε: Παρασκευάσατε· καὶ ἑτοιμασία· ἐκ τοῦ ἑτοιμῶ· τοῦτο ἐκ τοῦ ἕτοιμος. Παρὰ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδὸν, καὶ τὴν ἐπὶ πρόθεσιν, γίνεται ἔποιμος, καὶ ἔτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευασμένος, τροπῇ τοῦ π εἰς τ. Ἢ παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα καὶ τὸ ἔθος, τροπῇ τοῦ θ εἰς τ, γίνεται ἕτοιμος, ὁ πρόχειρος εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι. <!-- 388 -->Ἔτυμος: Ὁ ἀληθής· καὶ τὸ οὐδέτερον ἐν ἐπιρρηματικῇ συντάξει ἔφη Ὅμηρος· οἷον,

  
Ἀλλʼ ἔτυμόν τοι ἦλθʼ Ὀδυσεύς.  
Παρὰ τὸ ἐτὸς, ὁ ἀληθὴς, ὃ λέγεται καὶ ἐτὴ θηλυκῶς, γίνεται, ὡς ἔλος ἔλυμος, τὸ σπέρμα τὸ ἐν ἕλεσι χαῖρον καὶ ὕδασιν. Τοῦτο κατὰ πλεονασμὸν γίνεται ἐτήτυμος. Ἐκ τοῦ ἔτος ἔτυμος, ὁ ὑπάρχων καὶ ἀληθὴς, ἐκ τούτου καὶ τοῦ λόγος γίνεται ἐτυμολογία, οἱονεὶ ἀληθινολογία τὶς οὖσα. Ἐτύχθη: Κατεσκευάσθη, ἐγένετο, ἐποιήθη· ἀπὸ τοῦ τεύχω, κατʼ ἔλλειψιν τοῦ ε, ὡς καὶ τὸ,

  
γυναικὸς ἄρʼ ἀντετέτυξο.  
Τουτέστιν, ἀντὶ γυναικὸς ἐγένου, ἐπίσης γυναικὸς τετίμησο. Ἰλιάδος θῆτα. Γράφεται καὶ ἀντιτέτυξο. Εὖ: Σημαίνει τὸ ἰσχυρῶς καὶ καλῶς. Παρὰ τὸ ἐῢς, ἐΰ· καὶ ἐν συναιρέσει, εὖ, ὡς ἀπὸ τοῦ ταχὺς ἐπίρρημα ταχὺ, καὶ ὄνομα ταχὺ παιδίον· καὶ ἀπὸ τοῦ εὐρὺς, ἐπίρρημα εὐρὺ, καὶ ὄνομα εὐρύ. Ὤφειλε δὲ ὀξύνεσθαι· ὅτι ἡ βαρεῖα εἰς ὀξεῖαν, οὐκ εἰς περισπωμένην, μεθίσταται. Περισπᾶται δέ· ὅτι πᾶσα δίφθογγος τελικὴ εἰς Υ λήγουσα ..... Εὐαγγέλιον: Τὸ ἀγαθὰς ἀγγελίας δωρούμενον·

  
εὐαγγέλιον δέ μοι ἔστω.  
Εὔαδε: Ἰλιάδος ξʹ,

  
ἐπεὶ νύ τοι εὔαδεν εὐνή.  
Ἀντὶ τοῦ ἤρεσε. Παρὰ τὸ ἥδω, ὁ βʹ ἀόριστος, ἅδον, ἅδες, ἅδε· καὶ μετὰ τοῦ ΕΥ, εὔαδε. Ἢ ἔστιν ἧδον, ἧδες, ἧδε· κατὰ διάλυσιν, ἔαδε· καὶ πλεονασμῷ τοῦ υ, εὔαδεν. Εὐαής:

  
Χώρῳ ἐν εὐαέϊ καὶ ἐϋτροχάλῳ ἐν ἀλωῇ.  
Εὐανέμῳ, εὖ πνέοντι· εὐτροχάλῳ δὲ, καλῶς κεκρατημένῳ διὰ τὴν κόνιν· ἢ ὁμαλῷ, ὅπου τὶς εὐκόλως τροχάζει, ὅ ἐστι τρέχει. Εὐάζω: Τὸ βακχευτικὸν ἐπίρρημα καὶ ἐπίφθεγμα, ὥς φησιν Εὐριπίδης,

  
Εὐάζω ξένα μέλεσι βαρβάροις.  
Παρὰ τὸ εὔϊος τὸ ἐντελὲς εὐϊάζω, ὡς ἄν τις εἴποι διονυσιάζω, ὡς ἥλιος, ἡλιάζω· βάκχιος, βακχιάζω· ἄντιος, ἀντιάζω· καὶ συγκοπῇ. Εὐάντητος: Ἡ Ῥέα· ἀνταίαν γὰρ αὐτὴν ἐκάλουν, διὰ τὸ δυσάντητον εἶναι καὶ τοῖς ἀπαντῶσιν ἐν τοῖς ὄρεσι δυσχεραίνειν. Τὸ Νικαδίου ὑπόμνημα. Θεοφορουμένης, κατʼ εὐφημισμόν· δυσάντης γάρ ἐστι καὶ ὀργίλη τοῖς ἀντιάζουσιν ἐν τοῖς ὄρεσι. Τὸ Ἀρτίου. Σημαίνει δὲ καὶ τὸν εὐϊκέτευτον· ἀντέσθαι γὰρ τὸ ἱκετεῦσαι. Εὔαρχος: Οὕτως ἐκαλεῖτο ὁ Κύκνος διὰ τὸ ἐπιτυχῶς καινίσαι τὸ δόρυ τοῦ Ἀχιλλέως. Καὶ γὰρ οἱ μετάβολοι, εὐφημιζόμενοι τοὺς πρώτους ὠνητὰς, εὐάρχους καλοῦσι. Φασὶ δὲ καὶ ποταμόν τινα παρὰ τὴν Σινώπην Εὔαρχον ὑπὸ τῶν Ἀργοναυτῶν προσηγορεῦσθαι, ἀφʼ οὗ πρῶτον ἔπιον, ὥς φησιν Εὐφορίων,

  
Ἥ οἱ Εὐάρχοιο φέρε κλέος ἀμφὶ ῥέεθρον.  
Εὐαρεστῶ: Ἐκ τοῦ εὖ καὶ τοῦ ἀρετῶ, πλεονασμῷ τοῦ σ· τοῦτο παρὰ τὸ ἀρετή· τοῦτο παρὰ τὸ ἐρῶ, ἐρατή· καὶ ὑπερβιβασμῷ, ἀρετή. Εὐβοϊκὸν νόμισμα: Ἐπειδὴ Φείδων ὁ Ἀργείων βασιλεὺς ἐν Εὐβοίᾳ χωρίῳ τοῦ Ἄργους πρῶτος ἔκοψε χρυσοῦν νόμισμα. Ὠνόμασται δὲ τὸ χωρίον ἀπὸ Εὐβοίας τροφοῦ τῆς Ἥρας. <!-- 389 -->Εὐβοΐδες: Τὰ καστάνια. Εὔβοια: Ἡ νῆσος ἡ καὶ Μάκρις καὶ Δολιχή. Ὅτι τῇ Ἴσιδι εἰς βοῦν μεταβληθείσῃ ἐκεῖσε πολλὰς βοτάνας ἡ γῆ ἀνεβλάστησεν· ἢ ὅτι εὔβοτός τε καὶ εὐθαλὴς ἡ νῆσος ἐστίν· ἢ ὅτι ἐν αὐτῇ βοῦς γενομένη καλλίστη διέτριψεν ἡ Ἰώ. Τὸ ἐθνικὸν, Εὐβοεὺς, καθʼ ὑφαίρεσιν τοῦ ι· τὰ γὰρ εἰς α λήγοντα φυλάττει τὴν παραλήγουσαν τοῦ πρωτοτύπου καὶ ἐν τοῖς εἰς ΕΥΣ· οἷον Ἐλλοπία, Ἐλλοπιεύς· Ὀρθωσία, Ὀρθωσιεύς. Οὕτως καὶ Εὔβοια Εὐβοιεὺς ὤφειλεν εἶναι· οἱ δὲ λέγοντες τὸ Εὐβοεῖς καὶ Φωκαεῖς σὺν τῷ ι ἁμαρτάνουσιν. Ἔοικε δὲ τὰ πολλὰ τοῖς τοιούτοις τὸ ι ἀποβάλλειν, ὡς Νύσσα, Νυσσαεύς· Νίκαια, Νικαεύς. Εὐβοΐς: Τὰ εἰς ΕΥΣ ἐθνικὰ, εἰ μὲν ἔχουσι προηγούμενον σύμφωνον, εἰς ΙΣ ποιοῦσι τὸ θηλυκόν· οἷον, Ἀλεξανδρεὺς, Ἀλεξανδρὶς γυνή· Ἀντιοχεὺς, Ἀντιοχὶς γυνή· εἰ δὲ φωνῆεν, εἰς ΑΣ, Ἰλιεὺς, Ἰλιάς. Οὕτως Ὦρος· ὁ δὲ γραμματικὸς Σωκράτης ἀντιλέγει, ὅτι ἰδοὺ τὸ Εὐβοεὺς προηγούμενον ἔχει φωνῆεν, καὶ ἔστιν Εὐβοῒς γυνή. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι τὸ Ἰλιεὺς καὶ Πηλιεὺς, ἐπειδὴ τὸ ι ἔχει ἐν τῇ παραληγούσῃ, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον, ἐγένετο εἰς ΑΣ· τὸ δὲ Εὐβοεὺς, ἐπειδὴ οὐκ ἔχει τὸ ι, ἐγένετο εἰς ΙΣ. Εὐβύριον: Τὸ εὔοικον, ὥς φησιν Εὐφορίων,

  
Ἄστυ κατʼ εὐβύριον.  
Εἴρηται ὅτι κατὰ τὴν Βαυρίαν, ἣ κατὰ Μεσαπίους σημαίνει τὴν οἰκίαν, ὥς φησι Κλέων ὁ ἐλεγειοποιός·

  
Τοῦτο μὲν οὖν ῥέξαντες, ἀολλέες ἠγερέθοντο  
  
βαυριόθεν βριαροὶ γοργοφόνοι νέποδες.  
Κατʼ ἔλλειψιν οὖν τοῦ α, τὸ βαύριον, βύριον· καὶ ἐν συνθέσει, εὐβύριον. Εὔδιος καὶ εὐδία: Ἡ τοῦ ἀέρος ἠρεμία, καὶ κυρίως ἀβροχία· παρὰ τὸ δεύω, τὸ βρέχω, δευΐα· καὶ κατὰ μετάθεσιν, εὐδία· ἢ ἀπὸ τοῦ εὕδω εὐδία· δοκεῖ γὰρ κοιμᾶσθαι ὁ ἀὴρ, ὥς φησιν Ὅμηρος,

  
ὄφρʼ εὕδῃσι μένος βορέαο καὶ ἄλλων  
  
ζαχρειῶν ἀνέμων.  
Ἢ ὅτι ὁ Ζεὺς σημαίνει καὶ τὸν οὐρανόν· καὶ εὔδιος, ὁ αἴθριος. Ἢ εὐοδία τὶς ἐστὶ, χρήσιμος τοῖς ὁδοιποροῦσιν· ἢ σύνθετόν ἐστι τὸ εὔδιος παρὰ τὸ Δία, ἵνʼ ᾖ ὁ εὐάερος· Δία γὰρ καὶ τὸν ἀέρα φησὶ Πλάτων ὁ κωμικός·

  
Ἀὴρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία.  
Εὐδείελον: Ἤτοι ἐπιφανῆ, εὖ πρὸς τὴν δείλην κείμενον. Εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται ἀνάγκῃ. Ἕλη γάρ ἐστιν ἡ τοῦ ἡλίου αὐγή· ὅθεν καὶ εἰληθερεῖν, τὸ ἡλίῳ χρῆσθαι. Εὔδμητον:

  
Ἐΰδμητον περὶ βωμόν.  
Τὸν καλῶς ᾠκοδομημένον. Ἐκ τοῦ δέμω, τὸ οἰκοδομῶ, κατὰ συγκοπὴν, δμῶ, δμήσω, δέδμητο, δμῆτο, δμητόν· καὶ ἐν συνθέσει, ὡς εὔνητος· Εὕδω: Τὸ καθεύδω· ὅθεν,

  
Εὗδον παννύχιοι.  
Ἀντὶ τοῦ ἐκάθευδον, ἐκοιμῶντο· ἀπὸ τοῦ ἕω, ὃ σημαίνει τὴν ἡμέραν· κυρίως γὰρ εὕδειν ἐστὶ, τὸ μέχρι τῆς ἡμέρας κοιμᾶσθαι, μέχρι τῆς ἕω. Τινὲς δὲ παρὰ τὸ ἕδος φασὶν, ὃ σημαίνει τὴν καθέδραν, ἐπεὶ ἑδραῖα τὰ τῶν κοιμωμένων σώματα. Γίνεται ἕδω· καὶ ἵνα μὴ συνεμπέσῃ τῷ ἐσθίω, πλεονασμῷ τοῦ υ γίνεται εὕδω. Εὕδωνος: Ποταμὸς τῆς ποτὲ μὲν Δίας τε καὶ Ἐρύμνης καὶ Λαρίσης, νῦν δὲ Τράλλεων καλουμένης τῆς Ἀσίας· ὅτι Λάβρανδος καὶ Πανάμορος, καὶ <!-- 390 -->Πάλαξος, ἢ Σπάλαξος, οἱ Κούρητες, κατὰ χρησμὸν ἐπὶ τὴν Καρίαν ὁρμῶντες, νυκτὸς ἐπικαταλαβούσης, ἐπὶ ταῖς ὄχθαις αὐτοῦ κατεκοιμήθησαν. Παρὰ τὸ εὑδῆσαι οὖν Εὕδωνον τὸν ποταμὸν ὠνόμασαν. Εὐδοκῶ: Παρὰ τὸ εὖ μόριον καὶ τὸ δοκῶ· τὸ δὲ δοκῶ, παρὰ τὸ δέχω· ἅπερ γὰρ δέξεται ὁ νοῦς, ταῦτα καὶ δοκεῖ. Παρὰ τὸ εὐδοκῶ δὲ εὐδοκία, ἡ ἀρίστη καὶ καλλίστη τοῦ θεοῦ ἑκούσιος θέλησις· ὅθεν καὶ εὐδοκία κυρίου, παρὰ τὸ εὖ καὶ καλῶς δοκεῖν αὐτῷ· οἷον, Προηγουμένως γὰρ θέλει ὁ θεὸς πάντας σωθῆναι· τοῦτο εὐδοκία. εὐδοκούμενος, ὁ συγκατατιθέμενος καὶ μὴ ἀντιλέγων. Εὐδοκία σημαίνει τρία, τὴν πόλιν, καὶ ὄνομα κύριον, καὶ τὴν θέλησιν· ὡς τὸ,

  
Ηὐδόκησας κύριε τὴν γῆν σοῦ.  
Ἀντὶ τοῦ ἠθέλησας. Εὐεργής: Εὐεργέος εὐεργοῦς.

  
Εὐεργέος ἔκπεσε δίφρου.  
Καλῶς καὶ ἐπιμελῶς κατεσκευασμένου. Εὐερκέος: Ἀσφαλῆ περίβολον ἐχούσης. Εὐερκές. Καὶ εὐερκίας, εὐπρεποῦς ἀσφαλείας καὶ περιφράξεως. Εὐέρειος: Ὁ ἔχων καλὸν ἔριον· καὶ εὐέρεια. Εὐεργεσία: Ἐκ τοῦ εὐεργέτης εὐεργετία, ὡς ἱκετία· καὶ τροπῇ Ἰωνικῇ τοῦ τ εἰς σ. Εὐεστώ: Ἡ εὐετηρία καὶ εὐθηνία. Παρὰ τὸ ἔτος εὐετὼ, καὶ εὐεστὼ, πλεονασμῷ τοῦ σ. Ἢ παρὰ τὸ εὖ εἶναι· καὶ γὰρ ἡ εὐηπέλεια τὸ συνώνυμον εἴρηται. Ἐν δὲ τῷ Ῥητορικῷ εὗρον σημαίνουσαν τὴν λέξιν, εὐσθένειαν, παρὰ τὸ εὖ ἑστάναι. Εὐετὴ δὲ, εὐθηνία, εὐνομία, εἰρήνη, τὸ καλῶς διοικεῖσθαι. Εὐέκτης: Ὁ πλούσιος· ἔστι δὲ ῥηματικὸν κατὰ σύνθεσιν, ἀπὸ τοῦ ἔχω, ἕκτης, ὡς ψάλλω, ψάλτης· τρώγω, τρώκτης· καὶ ἐν συνθέσει εὐέκτης. Εὔειλος: Ὁ εὐάερος τόπος· παρὰ τὸ εἴλη, ὃ σημαίνει τὴν θερμασίαν. Εὔεικτον: Εὐπειθὲς, ἢ καλῶς εἶκον. Ῥητορική. Εὐηγενέων:

  
Τρώων εὐηγενέων.  
Ἢ τῶν εὐγενέων, πλεονασμῷ τοῦ η· ἢ τῶν εὖ ἀρχομένων, παρὰ τὸν ἡγὸν, ὃ σημαίνει τὸν ἡγεμόνα. Καὶ,

  
Ἐξ εὐηγεσίης.  
Σημαίνει δὲ τὴν εὐδαιμονίαν· ἡγὸν γὰρ τὸν εὐδαίμονα λέγουσιν Ἴωνες. Δύναται δὲ καὶ ἐπὶ εὐαρχίας λαμβάνεσθαι, παρὰ τὸ ἡγεῖσθαι. Εὐηπέλεια: Ἡ εὐετηρία καὶ εὐθηνία, καὶ τὸ εὖ εἶναι, ὥς φησι Καλλίμαχος,

  
Ἔν τʼ εὐωπελία, φέρε δʼ ἀγρόθι νόστιμα πάντα.  
Εἴρηται δὲ παρὰ τὸ πέλειν ὠπέλης· καὶ ἐν συνθέσει, εὐωπέλεια· καὶ τροπῇ, εὐηπέλεια, ἐναντίον τῷ κακηπέλεια. Εὐήθης: Λέγεται καὶ ὁ χρηστοήθης καὶ ὁ ἄνους καὶ βλάξ· καὶ εὔηθες, τὸ ἁπλοῦν καὶ ἀπόνηρον· τάττεται καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ. Εὐήθεια, μωρία, ἄνοια. Ὁ Θουκυδίδης ἐν τρίτῳ τὸ εὔηθες ἐπὶ τοῦ βελτίονος λαμβάνει· καὶ ὁ φιλόσοφος. Εὐήρεια: Ἡ εὐπείθεια καὶ εὐχέρεια· ἀπὸ τῆς εἰρεσίας καὶ τοῦ εὖ. Ὡς οὖν εὐήνιος ὁ εὐχερὴς καὶ εὐπειθὴς, ἀπὸ τῶν ἵππων τῶν εὐχερῶς χαλιναγωγουμένων, οὕτως εὐήρεια ἡ εὐπείθεια, παρὰ τὴν εἰρεσίαν. Εὐῆρες: Εὐάγωγον, ἐπιεικὲς, πρᾶον· ἀπὸ τῆς εἰρεσίας. Εὐήνιον: Εὐπειθὲς, καλῶς ἡνιοχούμενον· καὶ εὔηνος, ὁ πρᾶος καὶ μέτριος, καὶ μὴ ταραχώδης· ἀπὸ μεταφορᾶς τῶν ἵππων. Καὶ εὐηνιώτατα, τὰ εὖ ἔχοντα· <!-- 391 -->ἀπὸ τῶν ἵππων, αἳ θέουσαι τὰ ἡνία ἄγουσιν. Εὐηνέμους: Εὐδιεινοὺς, καλοὺς, ἀχειμάστους. Ῥητορική. Εὐήκεα φάσγανα: Τὰ εὖ καὶ καλῶς ἠκονημένα· ἡ εὐθεῖα, τὸ εὔηκες· παρὰ τὸ ἥκω ἥκης καὶ εὐήκης. Εὐήνορα χαλκόν: Τὸν εὖ τοὺς ἄνδρας κοσμοῦντα ἐν τῷ καθοπλίζειν. Ἢ εὐένορον, διʼ οὗ ἐστι καλῶς ἐνοπτρίσασθαι, ἢ καλὸν ἐν τῷ ὁρᾶσθαι. Ἐπὶ δὲ τοῦ ἀνδρείου, ὁ εὖ τῇ ἠνορέῃ χρώμενος, τουτέστι τῇ ἀνδρείᾳ. Εὐίλατος: Παρὰ τὸ εὖ μόριον καὶ τὸ ἱλατός· τοῦτο παρὰ τὸ ἵλημι, τὸ συγχωρῶ· ὁ μέλλων, ἱλάσω, ἵλακα, ἵλαμαι, ἵλαται, ἱλατὸς, καὶ εὐίλατος. Εὔϊος καὶ εὔσιος: Ὁ Διόνυσος· καὶ τὸ εἰς αὐτὸν ἐπίφθεγμα, Εὖσοι καὶ Εὖοἱ, κατὰ Λάκωνας· Δωρικῇ γὰρ διαλέκτῳ μεταγενεστέρᾳ κατʼ ἔνδειαν τοῦ σ φασὶ γεγενῆσθαι εὔϊος· καὶ Εὖοἱ καὶ Εὐάν. Ἔθος δὲ ἔχουσι Δωριέων τινές· ὡς γὰρ οἱ Ἀργεῖοι καὶ Λάκωνες καὶ Παμφύλιοι καὶ Ἐρετριεῖς καὶ Ὠρώπιοι, ἔνδειαν τοῦ σ ποιοῦντες, δασεῖαν χαράττουσι τοῖς ἐπιφερομένοις φωνήεσιν, ὡς ἐπὶ τοῦ ποιῆσαι ποἱῆαι· καὶ Βουσόα, Βούὁα· καὶ μουσικὰ, μωἱκά. Κέχρηται τούτῳ τῷ εἴδει τῆς δασείας καὶ Δέρκυλλος. Εὐθηνία: Παρὰ τὸ εὐθηνός· τοῦτο παρὰ τὸ εὖ μόριον, καὶ τὸ θύω, τὸ ὁρμῶ. Ἢ παρὰ τὸ θάλλω, θαλῶ, θαλία· καὶ κατὰ τροπὴν, θηνία καὶ εὐθηνία. Εὐθήμονι:

  
Εὐθήμονι μέλπεν ἀοιδῇ.  
Εὐποιήτῳ. Ἐκ τοῦ θεῖναι, τὸ ποιῆσαι. Καὶ Πίνδαρος διʼ ὅλου θέσιν τὸ ποίημα λέγει. Εὐθημοσύνη: Τάξις. Παρὰ τὸ θῆμος, θημοσύνη, ὡς ἱπποσύνη, καὶ εὐθημοσύνη. Εὔθικτον: Εὐαφὲς, εὐψηλάφητον· παρὰ τὸ θίγω. Εὐθεῖς: Ἡ εὐθεῖα εὐθής. Παρὰ τὸ εὖ μόριον καὶ τὸ τίθημι θήσω θὴς, καὶ εὐθὴς, ὁ καλῶς διακείμενος πρὸς πάντας. Ἢ ἐκ τοῦ θέω, τὸ τρέχω, εὐθὴς, ὁ καλῶς τρέχων. Τὸ θηλυκὸν, ἡ εὐθής· τὸ οὐδέτερον, τὸ εὐθές. Εὐθύτης: Παρὰ τὸ τίθημι, θήσω, θὺς, καὶ εὐθύς. εὐθὺς καὶ εὐθὺ καὶ ὡς ὄνομα καὶ ὡς ἐπίρρημα εὑρίσκεται. Παρὰ τὸ εὖ καὶ τὸ θύω, τὸ ὁρμῶ· ὁ μέλλων, θύσω, θὺς, καὶ εὐθύς. Ἢ ἐκ τοῦ εὐθὴς, εὐθύς. Τὸ δὲ εὐθὺ σημαίνει τὸ καλῶς ὁρμῶ, τουτέστιν ὀρθῶς· καὶ τὸ παραχρῆμα καὶ τὸ ταχύ. Ἐκ τοῦ εὐθὺς γίνεται εὐθύνω. Εὐθύωρον:

  
Εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο.  
Εὐθυτάτην, σύντομον· παρὰ τὸ εὐθὺ καὶ τὸ ὥρα· οἷον αὐτῇ τῇ ὥρᾳ. Εὐθυδικία: Ὅταν εἰσάγηταί τις κριθησόμενος περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου, τοῦτο εὐθυδικία καλεῖται. Περὶ ὧν γὰρ κεκρίσθαι τὶς φησὶ, περὶ τούτων παραγράφεσθαι ἐφεῖται. Ῥητορική. Εὐθύορον: Τόπος ἐπʼ εὐθείας ἔχων τὸν ὅρον. Εὔθυνοι: Δικασταὶ, εὐθυνταί· οὓς ἡμεῖς λογιστὰς λέγομεν. Παρὰ τὸ εὐθύναι. Νόμων δωδεκάτῳ,

  
Διὸ δεῖ πάντας τοὺς εὐθύνους θαυμαστῶς πᾶσαν ἀρετὴν  
  
μετεῖναι.  
Εὐθύναι: Ὄνομα ἀρχῆς παρὰ Ἀθηναίοις· δέκα δὲ τὸν ἀριθμὸν ἦσαν· παρʼ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες, ἢ ἄρξαντες, ἢ διοικήσαντές τι τῶν δημοσίων, τὰς εὐθύνας. Καὶ πάλιν κυρίως εὐθύνη λέγεται, ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως, ἢ πρεσβεῦσαι κακῶς· <!-- 392 -->καὶ τὰ δικαστήρια μὲν οἱ δικασταὶ κληροῦσι, κατηγορεῖ δὲ ὁ βουλόμενος, καὶ τοῖς δικασταῖς δὲ ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. Εὐκαμία: Ἡσυχία, ἤτοι εὐφημία, Δωρικῶς Εἴρηται παρὰ τὸν κημὸν τὸν ἐν τῷ στόματι τῶν ἵππων ἐμβαλλόμενον, εὐκαμία. Εὔκηλος: Ὁ ἥσυχος. Παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ, ἕκηλος, καὶ πλεονασμῷ τοῦ υ· ἢ εἴκηλος, καὶ τροπῇ τοῦ ι, εὔκηλος. Ὁ γὰρ ὑποχωρῶν ἡσυχάζει. Εὔκηλον: Εὔσχιστον, εὔκαυστον.

  
Ἐξανθρακώσας πυθμένʼ εὔκηλον δρυός.  
Οὕτως εἴρηται εἰς τὸ Ῥητορικόν. Εὐκηλήτειρα: Εἰς τὸ ἀλεξιάρη. Εὔκλεια: Ὡς εὐγενὴς εὐγένεια, οὕτως εὐκλεὴς εὐκλέεια, καὶ ἐνδέεια· καὶ κράσει, εὔκλεια καὶ ἔνδεια· φασὶ γὰρ ἐπιφερομένου φωνήεντος, καὶ οὐ συμφώνου. Ὅπου γὰρ φωνῆεν ἐστὶ, καὶ κρᾶσις· ὅπου δὲ σύμφωνον, συγκοπή. Ἡρωδιανὸς περὶ Παθῶν. Εὐκλείας:

  
Δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλείας ἀφικέσθαι,  
Ἰλιάδος κʹ, ἀντὶ τοῦ εἰς τοὐπίσω εὐκλείας ἀφικέσθαι, ἀντὶ τοῦ εὐκλεεῖς καὶ ἐνδόξους ἡμᾶς ὑποστρέψαι. Ὁ εὐκλεής· καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, τοὺς εὐκλεέας· καὶ κατὰ συναίρεσιν, εὐκλείας· ἢ ἀπὸ τοῦ εὐκλέας, ἐπενθέσει τοῦ ι. Εὐκόμιστος: Ἐπιμελείας εὖ τετυχηκώς· ΚΟμιδὴ γὰρ, ἡ ἐπιμέλεια. Εὐκολίνη: Ἡ Ἑκάτη λέγεται παρὰ Καλλιμάχῳ, κατὰ ἀντίφρασιν, ἡ μὴ οὖσα εὔκολος. Εὐκράς: Ἀντὶ τοῦ εὔκρατος. Ῥητορική. Εὐκρινής: Συνήθως μὲν ὁ ἐξ ἀρρωστίας ἀναλαμβάνων καὶ ὑγιάνας, διὰ τὸ εὖ κεκρίσθαι· Ἀττικοὶ δὲ ἐπὶ τοῦ νεκροῦ τιθέασιν· ἴσως κατὰ ἀντίφρασιν. Σημαίνει δὲ καὶ τὸν εὐχερῆ. Εὐκτά: Εὐχῆς ἄξια. Ἐκ τοῦ εὔχω, ηὖχα, ηὖγμαι ηὖκται, εὐκτά. Εὐκτήριον: Παρὰ τὸ εὐχῆς εἶναι οἰκητήριον. Εὔκτιτον: Ἐκ τοῦ κτίζω. κατʼ ἔνδειαν τοῦ σ· εὔκτιστον γάρ. Ἢ ἐκ τοῦ κτίω· ἐξ οὗ καὶ πρωτόκτιστος· καὶ

  
ἐϋκτίμενον πτολίεθρον.  
Εὐλαβής: Ὁ εὖ τῶν πραγμάτων ἐπιλαμβανόμενος, καὶ ὁ εὖ προσλαμβάνων τὸ μέλλον· οἷον, εὐλαβὴς μάχαιρα, καὶ εὐλαβὴς λίθος. Ὅθεν δυσχερὴς, ὁ δύσληπτος, ἀπὸ τῶν χειρῶν. Τινὲς δὲ τὸν δειλὸν καὶ δείλαιον. Γίνεται παρὰ τὸ λήβω, ἔλαβον, εὐλαβὴς, ὡς παρὰ τὸ πήσσω ἔπαγον παγὴς, καὶ πρωτοπαγής. Εὐλαί: Αἱ σκώληκες. Παρὰ τὸ εἰλῶ εἰλαὶ, αἱ εἰλούμεναι, καὶ εὐλαὶ, ὡς χαίνω, χαῦνος. Ἢ παρὰ τὸν αὐλὸν, ὃ σημαίνει τὸ ἐπίμηκες, αὐλαὶ καὶ εὐλαί. Τὰ εἰς ΛΗ λήγοντα θηλυκὰ διφθόγγῳ παραληγόμενα, εἰ μὴ ἔχει ἔννοιαν συνθέτου, ὡς τὸ δείλη, ὀξύνεται· τὸ μέντοι οὔλη βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ οὐλὴ μονογενοῦς. Εὐλογία: Παρὰ τὸ εὐλογῶ· τοῦτο παρὰ τὸ εὖ καὶ τὸ λόγος· τὸ δὲ εὖ, παρὰ τὸ ἐῢς, ὃ σημαίνει τὸν ἀγαθόν· οὐδέτερον, τὸ ἐῢ, καὶ κράσει εὖ. Τὰ ἀπὸ τῶν εἰς ω περισπωμένων διὰ τοῦ ΙΑ γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται· οἷον εὐδοκῶ, εὐδοκία· εὐλογῶ, εὐλογία· μαρτυρῶ, μαρτυρία. <!-- 393 -->Εὔληρα: Οὐδετέρως, τὰ ἡνία, τοὺς ἱμάντας· ἔστι δὲ τῶν ἅπαξ εἰρημένων. Παρὰ τὸ εἰλῶ, εἴληρα, καὶ εὔληρα κατὰ τροπὴν, τὰ εἰλοῦντα καὶ συνέχοντα τὰ ὑποζύγια. Παρὰ δὲ Ἐπιχάρμῳ αὔληρα εἴρηται, παρὰ τὸν αὐλόν· ἵνʼ ᾖ τὰ ἐπιμήκη. Εὐληνής: Παρὰ τὸ λῆνος οὐδετέρως. Τὰ δὲ ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων εἰς ΗΣ γινόμενα σύνθετα ὀνόματα τῷ η παραληγόμενα, εἰ μὴ ἔχει τὸ ν, βαρύνεται· ὅθεν τὸ εὐληνὴς ὀξύνεται. Εὐμαρής: Εὔκολος, εὐχερὴς, εὔληπτος, καὶ δῆλος. Παρὰ τὸ μαίρω, τὸ λάμπω, γίνεται μαρῶ μαρὴς, καὶ εὐμαρὴς, ὁ μὴ ὑπὸ σκότει κείμενος, ὁ λαμπρὸς, κατὰ μετάληψιν. Εὐμαρίς εὐμαρίδος, εἶδος ὑποδήματος, διὰ τὸ εὐμαρῶς ὅ ἐστιν εὐχερῶς βαδίζειν τοὺς ὑποδεδεμένους. Εὐριπίδης,

  
βαρβάροις ἐν εὐμαρίσιν.  
Εὔμαιος: Κύριον· ἀπὸ τῆς πρὸς τὸν δεσπότην εὐμενείας· καὶ Φιλοίτιος, ἀπὸ τῆς πρὸς αὐτὸν φιλίας· Ὀδυσσέως δοῦλος. Εὐμενής: Ὁ εὖ τισὶ κατὰ ψυχὴν διακείμενος· ὅπέρ ἐστι μένος· ἀντίκειται αὐτῷ τὸ δυσμενής. Ἐϋμελίω: Εὐμελίας, εὖ περὶ τὴν μελίαν ἠσκημένος, πολεμικός· ἢ καλῶς τῇ μελίᾳ χρώμενος· μελία δέ ἐστιν εἶδος δένδρου, ἐξ οὗ τὰ δόρατα ποιοῦσι τὰ πολεμικά. Ὁ εὐμελίας τοῦ εὐμελίου. Εἰς τὸ ἄσιος. Εὐμολπίδαι: Γένος Ἀθήνῃσιν, ἀπὸ Εὐμόλπου τοῦ Θρᾳκὸς, ὃς καὶ τὴν μύησιν εὗρεν. Ἢ ἀπὸ τοῦ Μουσαίου· ὃς ἦν ἀπὸ βʹ πέμπτος. Εὐνείκη ῥοδόπηχυς: Ὄνομα Νηρηΐδος· οὐ παρὰ τὸ νίκη, ἀλλὰ παρὰ τὸ ἐνείκω, τὸ κομίζω, ὡς τὸ,

  
μελιηδέα οἶνον ἐνείκω.  
Εὐνείκη οὖν, ἡ τὰ καλὰ κομίζουσα, ἢ ἡ ἀβαρὴς, ἣν οἷόντε καλῶς ἐνεγκεῖν. Εὐνεῖδαι: Γένος Ἀθήνῃσι μουσικόν· ἀπὸ Εὐνέως τοῦ Ἰάσονος καὶ Ὑψιπύλης. Γράφεται διὰ τῆς ΕΙ διφθόγγου, ὡς ἀπὸ τῶν εἰς ΕΥΣ. Εὖνις: Σημαίνει τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ὁ εὖνις, καὶ ἡ εὖνις. Σημαίνει δὲ καὶ τὸν μεμονωμένον καὶ ἐστερημένον, ὡς τὸ,

  
Ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε.  
Παρὰ τὸ εἷς ἑνὸς γίνεται ἕνις καὶ εὖνις. Ὅτε δὲ σημαίνει τὸν ἄνδρα καὶ τὴν γυναῖκα, γίνεται παρὰ τὸ εὐνὴ, εὖνις. Εὐναῖος: Ἐγκεκρυμμένος. Σοφοκλῆς Δόλοψιν,

  
Εὐναῖος εἴη δραπέτιν στέγην ἔχων.  
Εὐνάς:

  
Ἐκ δʼ εὐνὰς ἔβαλον,  
Ἰλιάδος αʹ. Τὰς ἀγκύρας νῦν λέγει, τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλώμενα εἰς τὸ ὕδωρ, καὶ ποιεῖν ἵστασθαι τὴν ναῦν ἐν ἡσυχίᾳ, ὅπερ ἡμῖν ἐν τῇ εὐνῇ ὅ ἐστι τῇ κοίτῃ συμβαίνει· καὶ,

  
Εὐναίας τʼ ἐβάλοντο,  
ὁμοίως. Εὐνή: Ἡ κοίτη. Παρὰ τὸ εὕδω εὐδίνη· καὶ συγκοπῇ, εὐνὴ, ἐφʼ ᾗ καθεύδομεν. Ἢ παρὰ τὸ νῶ, τὸ σωρεύω, καὶ τὸ εὖ, γίνεται εὐνὴ, οἱονεὶ τὰ καλῶς νενησμένα καὶ σεσωρευμένα στρώματα, παρὰ τὸ εὖ σεσωρεῦσθαι ταῦτα ἐν τῇ κοίτῃ. Ἡ δὲ λέξις παρὰ τῷ ποιητῇ τρία σημαίνει, τὴν κοίτην, ὡς ὅταν λέγῃ,

  
Εὐνῇ ἐνὶ μαλακῇ·  
καὶ,

  
φιλότητι καὶ εὐνῇ.  
Τὴν ἄγκυραν, ὡς τὸ,

  
Ἐκ δʼ εὐνὰς ἔβαλον·  
καὶ,

  
<!-- 394 -->Ὕψι δʼ ἐπʼ εὐνάων ὁρμήσομεν,  
Ἰλιάδος ξʹ· καὶ τὴν διατριβὴν, ὡς τὸ,

  
ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.  
Εὔνοστος: Θεὸς ἐπιμύλιος, ἡ δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων. Εὐνοέστατον: Δέον εὐνοώτατον. Ῥητέον ὅτι ἔθος ἐστὶν Ἰάδι διαλέκτῳ οὕτω τὰ τοιαῦτα ποιεῖν, ὥσπερ ἀφθονώτερον καὶ ἀφθονέστατον· τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ διὰ τοῦ ΕΣ προφέρουσιν· οἷον δικαιέστερος, ἀντὶ τοῦ δικαιότερος, καὶ τὰ τοιαῦτα. Πᾶν ὄνομα εἰς ΟΥΣ λῆγον τὸ παρακείμενον συγκριτικόν τε καὶ ὑπερθετικὸν προσθέσει τοῦ ΤΟΣ ἀποτελεῖ· οἷον ἁπλούστατος, εὐχρούστατος. Ζητεῖται δὲ, τί δήποτε εὔνους ἐστὶ τὸ ἁπλοῦν, καὶ τὸ συγκριτικὸν εὐνοώτερος, τὸ δὲ συνῃρημένον σχηματίζεται εὐνούστερος, καὶ οὐχὶ εὐνούτερος; Ῥητέον ὅτι ὅσα μὲν τῶν πρωτοτύπων βραχυκαταληκτεῖ, ταῦτα οὐκ ἔχει σύμφωνον ἐν τῷ συγκριτικῷ καὶ ὑπερθετικῷ· οἷον ταχὺς, ταχύτερος καὶ ταχύτατος· ὅσα δὲ μακροκαταληκτεῖ, ταῦτα μετὰ συμφώνου ἐν τοῖς συγκριτικοῖς ἐκφέρονται καὶ ὑπερθετικοῖς· οἷον εὐγενὴς, εὐγενέστερος, εὐγενέστατος· καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως. Τὸ δὲ εὐνούστατος, ὅτε μὲν ἐστὶν ἀπὸ τοῦ εὔνοος, δεῖ εἶναι εὐνοώτερος· ὅτε δὲ ἀπὸ τοῦ εὔνους, εὐνούστερος. Ἰστέον ὅτι τὰ μετὰ συμφώνου γινόμενα ἐν τοῖς συγκριτικοῖς βραχύνεται κατὰ τὰ φωνήεντα, οἷον σωφρονέστερον, ὑγιέστερον. Τὸ οὖν εὐνούστερον, ἢ περισσὸν οἰητέον ἔχειν τὸ σ, ἢ ὀφείλει βραχύνεσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους. Ὥστε τὸ μὲν εὐνούστερος ἡμάρτηται, ὑγιῶς δὲ ἔχει τὸ εὐνοώτερος. Φιλόξενος. Εὐνοῦχος: Σπάδων, τομίας· ἀπὸ τοῦ τὴν εὐνὴν ἔχειν καὶ ἐπιμελεῖσθαι καὶ φυλάσσειν. Τινὲς δέ φασι παρὰ τὸ εὖ τοῦ νοῦ ἔχειν καὶ ἀπηλλάχθαι τῶν ἀφροδισίων· οἱ γὰρ ἀρχαῖοι τὰ ἀφροδίσια ἀνόητα ἐκάλουν, ὡς παρὰ Ἀριστοφάνῃ,

  
Ὕπνου τε ἀπέχεσθαι καὶ τῶν ἀνοήτων πάντων.  
Εὐξαντίδος:

  
Γενεῆς Εὐξαντίδος.  
Εὐξάντιος· τὸ πατρωνυμικὸν, Εὐξαντιάδης, τὸ θηλυκὸν, Εὐξαντιὰς Εὐξαντιάδος. Ἆρον τὸ ἄλφα, καὶ γίνεται Εὐξαντὶς Εὐξαντίδος. Ἡρωδιανὸς περὶ Παθῶν. Εὔξεινος: Ὁ πόντος. Οὗτος τὸ πρῶτον ἄξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι, καὶ μηδένα ἐκεῖ παραβάλλειν τῶν ξένων. Εὔξεινος δὲ ἐκλήθη νῦν κατὰ ἀντίφρασιν· ὅτι Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς, φιλοξένους κατῴκισεν. Εὔξοον:

  
Ἐΰξου δουρὸς ἀκωκή.  
Ἀπὸ τοῦ ἐΰξοος ἐΰξους, ὡς εὔνοος εὔνους· καὶ ἐΰξου καὶ εὔνου. Ἐκ τοῦ ξέω, μετὰ τοῦ ΕΥ, ἐΰξοος· ἐΰξοον, τὸ καλῶς ἐξεσμένον καὶ κατεσκευασμένον. Διατί ἀναβιβάζει τὸν τόνον; Τὰ εἰς ΟΣ ὀνόματα ἔχοντα τὸ εὖ μόριον κατʼ ἀρχὴν, ἅπαντα προπαροξύνονται, χωρὶς τῶν παρὰ τὸ ἔργον συγκειμένων, ὡς τὸ εὐεργὸς γυνή. Εὐπαλές: Ῥᾴδιον καὶ εὐχερές· ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, καὶ εὐχερῶς ὑπεικόντων τοῖς ἀνταγωνισταῖς. Τὸ γοῦν δυσχερὲς, δυσπαλὲς ἔλεγον. Ἢ εὐπαλὲς, τὸ εὐμεταχείριστον, ἀπὸ τῆς παλάμης· ἢ ἀπὸ τῆς τῶν δοράτων πάλσεως. Καὶ γὰρ εὐλαβὲς φαμὲν ἀπὸ τῶν ῥᾳδίως λαβόντων. <!-- 395 -->Εὐπαλέας: Εὐχερεῖς· ἀπὸ μεταφορᾶς τῶν εὐπαλαίστων ἀνδρῶν· τούτοις γὰρ εὐχερεῖς δοκοῦσιν οἱ ἀγῶνες. Εὐπατέρεια: Εὐγενὴς, καλὸν πατέρα ἔχουσα. Εὐπινής: Εὐειδής· πίνος γὰρ τὸ εἶδος. Εὐπυρίδαι: Δῆμος Ἀθηναίων· ὅτι ἐν Ἀθήναις πρῶτον τὸ πῦρ εὑρῆσθαι φασὶ, κατὰ τὸν δῆμον τοῦτον τῆς ἐκλάμψεως αὐτοῦ γενομένης. Εὔπρυμνοι: Καλὰς πρύμνας ἔχουσαι· πρύμνα γὰρ τὰ ὄπισθεν μέρη τῶν νεῶν. Ἐϋπλίσσοντο: Καλῶς ἐβάδιζον καὶ διέβαινον· πλίσσεσθαι γὰρ τὸ βάδην διαβαίνειν· καὶ πλίγμα, τὸ διάστημα τῶν ποδῶν. Σοφοκλῆς Τριπτολέμῳ,

  
Δράκοντα δʼ αἶρον ἀμφιπλὶξ εἰληφότε.  
Περιβάδην. Ἀριστοφάνης ἀναπεπλίξατο Ἀχαρνεῦσιν. Εὐράξ: Ἐκ πλαγίου·

  
Στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών.  
Ἀντὶ τοῦ εἰς πλάγιον. Παρὰ τὸ εὖρος, ὡς μόνος μοῦνος καὶ μουνάξ. Ἢ παρὰ τὸ πλευρὸν, πλευράξ· καὶ ἀφαιρέσει, εὐράξ· ἀφʼ οὗ καὶ εὖρος, οἱονεὶ πλευρὸς ὤν. Ἐκ δὲ τούτου καὶ πλάτος εἴρηται τὸ πλάγιον, ὡς πρὸς τὸ ὀρθὸν μῆκος. Εὐράχαντες: Ἥκοντες· ῥαχίας γὰρ ἐκάλουν τοὺς τραχεῖς καὶ παρήκοντας τόπους. Εὔριζος: Παρὰ τὸ εὖ καὶ τὸ ῥίζα γίνεται ὄνομα ὁ εὔριζος, ἡ εὔριζος, τὸ εὔριζον. Εὔριπος: Παρὰ τὸ ῥιπίζω, οἱονεὶ ὁ εὐχερῶς ῥιπιζόμενος· ἢ παρὰ τὸ εὐρὺ, κατὰ ἀντίφρασιν, ὁ μὴ ὢν πλατύς· πέλαγος γάρ ἐστι στενὸν ὁ Εὔριπος μεταξὺ τῆς Ἀττικῆς καὶ Εὐβοίας· ὅπερ ἑπτάκις καθʼ ἡμέραν ἐναλλάττει τὴν ἰδίαν κίνησιν, καὶ πάντως ἐναντίως τῇ κινήσει τοῦ ἀνέμου κινεῖται. Ἐκεῖσε δὲ ἐτελεύτησεν ὁ Ἀριστοτέλης ὀλιγοψυχήσας, μὴ εὑρηκὼς τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως. Εὐριπίδης: Ἀπὸ τοῦ Εὐρίπου. Καὶ γὰρ ἐν Εὐρίπῳ φασὶ γεννηθῆναι αὐτόν. Εὔριπος Εὐριπίδης. Εὔρις κύων: Τὰ εἰς ΙΝ δικατάληκτα ἁπλᾶ ὀξύνονται, ῥὶν καὶ ῥίς· εἰ δὲ σύνθετα, παροξύνονται· οἷον εὔριν, καμπυλόριν. Εὐρίνων κυνῶν καὶ σκυλάκων. Ἀπὸ τῆς ῥινὸς, ἤτοι τῶν τὴν ὄσφρησιν ἐχόντων ὀξυτάτην· κυρίως διὰ τὸ ταῖς ῥισὶν ἰχνοποιεῖν τὰ θηρία· διὸ καὶ παρατηροῦσιν οἱ κυνηγοὶ πρὸ ἡμέρας ἐξάγειν τοὺς κύνας, ἵνα, πρὶν ἥλιον ἀνατεῖλαι, εὐχερῶς ἰχνηλατῶσι ταῖς ῥισί. Καὶ Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ κελεύει κύνας ἐκλέγεσθαι εὔρινας, ἵνα ὀσφραίνωνται τοὺς λαγωούς. Καὶ Νίκανδρος,

  
Ἄρτεμις εὐρίνων ἐσμὸν ἄγει σκυλάκων.  
Ἀπολλώνιος. εὔπλοος εὐπλόου· καὶ εὔπλους εὔπλου. Τὰ σύνθετα γὰρ τὴν τῶν ἁπλῶν φυλάσσει κλίσιν. Δεῖ προσθεῖναι, φυλαττομένου τοῦ αὐτοῦ γένους· διὰ τὸ πόλις πόλεως θηλυκόν· εὔπολις δὲ εὐπόλιδος, ἀρσενικόν. Φυλαττομένης δὲ τῆς αὐτῆς καταλήξεως, διὰ τὸ τύχη τύχης, εὐτυχὴς, εὐτυχοῦς δέ. Εὐπατρίδαι ἐκαλοῦντο οἱ αὐτὸ τὸ ἄστυ οἰκοῦντες, καὶ μετέχοντες βασιλικοῦ γένους, τὴν τῶν ἱερῶν ἐπιμέλειαν ποιούμενοι· γεωργοὶ δὲ, οἱ τῆς ἄλλης χώρας οἰκήτορες· ἐπιγεώμοροι δὲ, τὸ τεχνικὸν ἔθνος. Ἐΰρρηνός τε καὶ εὔβοτος: Ὁ καλλιπρόβατος. Ἐκ τοῦ ῥὴν ῥηνὸς, ἐΰρρηνος, πλεονασμῷ τοῦ ρ· πολύρρινος δὲ, ὁ πολύδερμος· καὶ,

  
Πολύρρινον νώμα σάκαιον ἔγχος.  
Τὸ ἐκ πολλῶν βυρσῶν κατεσκευασμένον. <!-- 396 -->ἐυρείτης ἄνεμος, παρὰ τὸ εὐρὺ καὶ σφοδρὸν τῆς πνοῆς· ἢ ὁ ἀπὸ τῆς ἕω ῥέων· ἀνατολικὸς γάρ. Παρὰ τὸ ῥέω ῥεΐτης, καὶ ῥείτης κατὰ συναίρεσιν· ἐξ οὗ εὐρείτης καὶ βαθυρείτης. Εὐρρεῖος ποταμοῦ: Τοῦ καλῶς ῥέοντος. Παρὰ τὸ ῥέω γίνεται ῥεεύς· καὶ εὐρρεεὺς εὐρρεέος· καὶ κράσει τῶν δύο ΕΕ εἰς τὴν ΕΙ δίφθογγον, ἐϋρρεῖος. Εὖρος: Ἀπηλιώτης ἄνεμος· καὶ τὸ πλάτος, καὶ ὁ ῥοῦς τοῦ πυρός. Ὁ ἄνεμος,

  
Ὡς δʼ εὖρός τε νότος τε.  
Παρὰ τὸ εὖρος, τὸ πλάτος, ἵνʼ ᾖ ὁ πλατὺς καὶ ἐπίπλατος πνέων. Ἢ εὖρός τις ὤν· ἐπεὶ ἱδρωτοποιὸς διὰ θερμότητα. Ἢ ὁ ἀπὸ τῆς ἕω ῥέων, ἀνατολικός· ὁ γὰρ ἐναντίος αὐτῷ δυτικός· ζέφυρος δὲ, ὁ ἐκ τοῦ ζόφου ῥέων. Ἢ παρὰ τὴν αὖραν, τὴν πνοήν. Εὖρος οὐδετέρως, τὸ σημαντικὸν τοῦ πλάτους· διʼ οὗ ἐστιν εὖ ῥεῖν καὶ φέρεσθαι. Ἢ παρὰ τὸ ἕω, τὸ πορευόμενον εἰς πλάτος. Εὐρύς: Ὁ πλατὺς, παρώνυμον· παρὰ τὸ εὖρος εὐρὺς, ὡς θράσος, θρασύς· κότος, κοτύς· ἵππος, ἱππύς. Καὶ εὐρὺ, τὸ πλατύ· παρὰ τὸ εὕδω, οὗ ἐστι κοιμηθῆναι· πλάτους γὰρ χρῄζει, διὰ τὸ περιστρέφεσθαι, ὁ κοιμώμενος. Ἢ παρὰ τὸ εὖ μόριον, καὶ τὸ ῥούω, τὸ ὁρμῶ. Εὐρυάγυιαν: Πλατυάμφοδον, μεγάλην· ἀγυιαὶ γὰρ τὰ ἄμφοδα. Εὐρυοδεία: Παροξυτόνως, ἡ μεγάλη.

  
Ἀπὸ χθονὸς εὐρυοδείης.  
Μέγα τὸ ἕδος ἐχούσης, ὅ ἐστιν ἕδρασμα. Ἔστι δὲ ἐπίθετον τῆς γῆς. Εὐρυκόωσα: Ἡ μέγα χάσμα ἔχουσα· παρὰ τὸ εὐρὺ καὶ τὸ κόον· ἡ μεγάλη καὶ πλατεῖα· κόον γὰρ λέγουσι τὸ μέγα οἱ Λάκωνες. Εὐφορίων,

  
Ὅσσους εὐρυκόωσα Τυφάονι κύσσατο Κητώ.  
Εὐρυνόμη: Ἡ θεὰ ἡ τῶν Χαρίτων μήτηρ· παρὰ τὸ εὐρέως καὶ μεγάλως νέμειν αὐτὴν καὶ διδόναι· διὰ τοῦτο γὰρ καὶ θυγατέρα Ὠκεανοῦ καὶ μητέρα Χαρίτων φασίν. Εὐρύπυλος: Ὄνομα κύριον· ἀπὸ τοῦ εὐρὺς καὶ τοῦ πύλη. Τὰ δὲ εἰς ΥΣ ὀξύτονα συντιθέμενα ἀποβάλλει τὸ σ· οἷον, ὠκὺς, ὠκύμορος· ταχὺς, ταχυθάνατος. Σεσημείωται τὸ Πολύμνια, ἀπὸ τοῦ Πολυΰμνια, ἀποβάλλον τὸ υ. Καὶ τὰ εἰς η λήγοντα θηλυκὰ ἐν τῇ συνθέσει ἢ φυλάττει τὸ τέλος, ὡς Ἀνδρομάχη· ἢ τρέπει εἰς ΟΣ, ὡς φωνὴ, εὔφωνος· ἢ εἰς ΟΝ, ὡς τρίπυλον· ἢ προσλαμβάνει τὸ σ, ὡς μισογύνης. Εὐρύαλος: Ἰστέον ὅτι αἱ συνθέσεις πολλάκις φυλάσσουσι τὸ πνεῦμα τῶν ἁπλῶν· οἷον, ἵστημι, ἐφίστημι· Ῥωμαῖος, φιλορωμαῖος. Πρόσκειται, «πολλάκις·» διὰ τὸ εὐρύαλος· τοῦτο γὰρ, ὅτε μέν ἐστιν ἐπιθετικὸν, καὶ σημαίνει τὸν πλατυθάλασσον τόπον, δασύνεται κατὰ τὴν δευτέραν ἀπὸ τέλους συλλαβὴν τῶν ἁπλῶν· ὅτε δέ ἐστι κύριον, ψιλοῦται. Ζήτει εἰς τὸ ὠκύς. Εὐρυμέτωπος: Ὁ μεγαλομέτωπος. Εὐρυτίων: Ὄνομα κύριον. Παρὰ τὸ εὐρὺς Εὔρυτος Εὐρυτίων· ἵνʼ ᾖ ὁ μέγας· ὡς αἰπὺς, Αἰπύτης. Εὐρύοψ: Ὁ μεγαλόφωνος.

  
Εὐρύοπα Κρονίδην.  
Ψιλοῦται. Ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας· ἢ μεγαλόφωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι φωνήν. Εἰ μὲν μεγαλόφθαλμον, τὸν μεγάλως τὰ πάντα ἐφορῶντα, διὰ τὸ προνοητικόν· εἰ δὲ μεγαλόφωνον, τῷ βροντοποιὸν εἶναι τὸν θεὸν τοῦτον, ὡς ἐριβρεμέτην. <!-- 397 -->Εὐρύοπα ζεύς: Ὡς Ἑρμείας ἀκάκητα. Ζήτει εἰς τὸ ἀκών. Εὐρυσθενές: Ὦ μεγάλην δύναμιν ἔχων, μεγαλοσθενές. Εὐρυφυές: Ὄνομα παρὰ τὸ εὐρὺ καὶ τὸ φύω· ἐξ οὗ φυὰ τὸ φυτόν. Εὐρυμίδης: Ὁ ποιητὴς, Τήλεμος. Παρὰ τὸ εὖρος Εὔρυμος, ὡς σκόλος, σκόλυμος· καὶ πατρωνυμικὸν, Εὐρυμίδης. Εὐρυάδης: Εἷς τῶν μνηστήρων. Παρὰ τὸ εὐρὺς πατρωνυμικῷ τύπῳ, Εὐρυάδης. Εὐρυμνάσαι: Ἐρευνῆσαι. Εὐρυπῴδης: Ἔστιν Εὐρύπων Εὐρύποντος Εὐρυποντίδης· καὶ κατὰ συγκοπὴν, Εὐρυποΐδης· καὶ κατὰ συναίρεσιν τοῦ ο καὶ ι, καὶ ἐκτάσει πάλιν τοῦ ο εἰς ω, Εὐρυπῴδης. Ἢ καὶ τὰ εἰς ΔΗΣ πατρωνυμικὰ πρὸ τοῦ δ, ἢ τὸ ι ἔχει, ἢ τὸ α· οἷον Πηλείδης, Ἀλκιβιάδης· οὕτως οὖν καὶ Εὐρυπῴδης τῷ ι παραλήγεται. Λέγει δὲ ὁ Ὦρος, ὅτι εἰσὶ τινὰ δύο ἀντιπεπονθότως ἔχοντα. Ἔστι γὰρ Λεὼς καὶ Εὐρύπων. Καὶ τὸ μὲν Λεὼς εἰς σ λῆγον ἐποίησε τὸ Λεῶνις φυλὴ, ὡς ἵνα εἰς ΩΝ ἔληγεν, ὥσπερ Θέων, Θεῶνις. Τὸ δὲ Εὐρύπων ὤφειλεν εἶναι Εὐρυποντίδης, ὥσπερ Λέων Λεοντίδης· καὶ ἐγένετο Εὐρυπῴδης, ὡς ἵνα εἰς ΩΣ ἔληγεν, ὡς Μίνως Μίνω, Μινῴδης· ἥρως ἥρω, ἡρῴδης. Εὕρω: Δύναται καὶ βαρύνεσθαι, ὡς ἱππεύω καὶ βασιλεύω· τὰ γὰρ τῇ ΕΥ διφθόγγῳ παραληγόμενα πάντα βαρύνονται. Ἐν δὲ τῷ δευτέρῳ ἀορίστῳ, οὐ τῷ λόγῳ τῆς παραληγούσης ἔμεινεν ἡ μακρὰ, ἀλλὰ τῷ λόγῳ τῆς ἀρχούσης ἐφυλάχθη ἡ ΕΥ δίφθογγος. Δύναται δὲ καὶ περισπᾶσθαι· ἐξ οὗ εὑρῶ, εὑρήσω, εὑρήκαμεν. Εὗρεν: Ῥῆμα ἀόριστος δεύτερος· ὁ γὰρ ἐνεστὼς οὐκ ἔστι ῥητός· ἀλλʼ ἐξ ὑπομνήσεως τοῦ μέλλοντος καὶ τοῦ παρακειμένου λέγεται καὶ ὁ ἐνεστώς· ὡς οὐδὲ τοῦ ἔω, τὸ ὑπάρχω, ἐστὶν ὁ ἐνεστὼς ῥητὸς, ἀλλʼ ἐξ ὑπομνήσεως ὡς εἴπομεν τοῦ ἦον δευτέρου ἀορίστου ἐνεργητικοῦ, καὶ τοῦ ἔω ὑποτακτικοῦ·

  
ὄφρα μὴ οἶος  
  
Ἀργείων ἀγέραστος ἔω.  
Οὕτως ἐστὶ καὶ τὸ ὑπόλοιπον. Εὑρέμεν: Εὗρον· τὸ ἀπαρέμφατον, εὑρεῖν· καὶ οἱ Ἴωνες καὶ οἱ ποιηταὶ διαιροῦσιν εἰς ΕΜΕΝ. Εὐρώπη: Ἀπὸ μητρὸς Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Σαρπηδόνος. Λυκόφρων. Εὐρώπεια: Τὰ διὰ τοῦ ΕΙΑ θηλυκὰ, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου ὄντα, διὰ τῆς ΕΙ διφθόγγου γράφεται· Πλειστοδόκη, Πλειστοδόκεια. Καὶ Εὐρωπαῖος· καὶ οὐδετέρως, τὰ Εὐρωπαῖα· καὶ θηλυκὸν, Εὐρωπίς. Ἀπὸ τοῦ Εὔρωπος ἡ Εὐρώπη. Ἔστι καὶ Εὔρωπος πόλις Μακεδονίας· τὸ ἐθνικὸν, Εὐρωπαῖος· ὡς ἤπειρος ἠπειραῖος, νῆσος νησαῖος. Ἔστι καὶ ἄλλη Καρίας. Τὸ ἐθνικὸν ταύτης, Εὐρώπιος, ὡς Ὠρώπιος. Εὐρώς: Ἡ τοῖς σκεύεσιν ἐπιχεομένη ἐκ τῆς ὑγρότητος ἢ νοτίας λευκή τις ἐπίχυσις, τουτέστιν ὑγρότης σεσηπυῖα. Θεόκριτος,

  
Χἀ σύριγξ εὐρῶτι παλύνεται.  
Κλίνεται εὐρὼς, εὐρῶτος· καὶ ῥῆμα, εὐρωτιῶ. Ἐκ τοῦ αὖρα, ἡ νοτὶς, γίνεται αὐρώς· καὶ τροπῇ τοῦ α εἰς ε, εὐρὼς, ὡς βάθος, βένθος· καὶ πάθος, πένθος. Ἢ παρὰ τὸ εὖρος, τὸ πλάτος, ὁ ἐπιπλατυνόμενος τοῖς σκεύεσιν. Εὐρώεντα: Πλατέα, ἀναπεπταμένα· ἢ σκοτεινά. <!-- 398 -->Παρὰ τὸν εὐρῶτα γίνεται εὐρωτόεντα· καὶ συγκοπῇ, εὐρώεντα. Ἢ παρὰ τὸ εὖρος εὐρόεντα· καὶ ἐκτάσει, εὐρώεντα. Ἐΰς: Ὁ ἀγαθός. Ὡς παρὰ τὸ ἥδω ἡδὺς, καὶ βρίθω βριθὺς, οὕτω καὶ παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐΰς· τὸ γὰρ ἀγαθὸν βέβαιον καὶ ἑδραῖον ὑπάρχει. Ἣ παρὰ τὸ ἑῶ, τὸ εὐφραίνομαι καὶ ἥδομαι· οἷον,

  
ἐπεί με πρῶτον ἔασας.  
Ἀντὶ τοῦ ἥδυνας. Ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι παρὰ τὸ ἐῶ γίνεται ἐὸς, ὁ ἀγαθός· τὸ θηλυκὸν, ἐή· καὶ ἐκ τοῦ ἐὸς, ἐΰς. Εὐσέλμους: Καλὰ σανιδώματα ἐχούσας· σέλματα γὰρ αἱ τῶν ἐρεσσόντων καθέδραι. Γίνεται παρὰ τὸ ἕω, τὸ κάθημαι, ἕημι, ἕεμαι, ἕμα· πλεονασμῷ τοῦ λ, ἕλμα· καὶ προσθέσει τοῦ σ, σέλμα· ἐξ οὗ καὶ σέλλα, καὶ σελλίον· καὶ παρὰ τὸ εὖ. Ἐϋσέλμοιο νηός: Τῆς εὐκαθέδρου. Ὥσπερ ἐκ τοῦ ἔρεισμα γίνεται κατὰ συγκοπὴν ἕρμα, οὕτως ἔστι καὶ σελλίς· καὶ σημαίνει τὴν καθέδραν· ἡ γενικὴ σελλίδος· ἐξ αὐτοῦ ῥῆμα σελίζω· καὶ παράγωγον ὄνομα, σέλισμα· καὶ συγκοπῇ, σέλμα. Καὶ μετὰ τοῦ εὖ, εὔσελμος, τροπῇ τοῦ α εἰς ΟΣ, ὡς σχῆμα, εὔσχημος· καὶ διαλύσει, ἐΰσελμος. Εὐσχήμων: Ὁ κόσμιος καὶ πειθόμενος τοῖς νόμοις παρὰ τοῖς ῥήτορσιν, οὐχ ὁ πλούσιος καὶ πολλὰ κεκτημένος. Εὔσκαρθμοι: Εὐσκάριστοι, ὅ ἐστιν εὐκίνητοι, ταχεῖς. Παρὰ τὸ σκαίρω σκαρμὸς, καὶ σκαρθμὸς πλεονασμῷ τοῦ θ. Λέγεται δὲ κατὰ διάλεκτον ὁ πούς. Σκαλμοὶ δὲ τὰ ξύλα, ὧν ἐκδέονται αἱ κῶπαι πρὸς τὴν εἰρεσίαν. Εὐσύμβολος: Ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλλων. Ἀντιφῶν ἐν τῷ Πολιτικῷ. Εὔστρα: Βόθρος ἐν ᾧ τοὺς σῦς εὔουσι· καὶ ὁ στάχυς, ὅταν μήπω πέπειρος ἀποφλογισθῇ. Εὔστραι, βόθυνοι ἐν οἷς οἱ χοῖροι, ἤγουν οἱ σῦς, εὔονται, καὶ καίεται ἱερεῖα. Εὖσαι τὸ χοιρίδιον: Οὕτω λέγουσιν, ἁμαρτάνουσι δέ. Δεῖ γὰρ θῦσαι λέγειν· καὶ παρʼ Ὁμήρῳ δὲ κακῶς γράφεται,

  
σιάλους τʼ εὔοντας ἐν αὐλῇ.  
Εὔστιπτον: Εὖ πεπλυμένον καὶ πεπατημένον· ἐκ τοῦ στείβω, τὸ πατῶ· οἷον,

  
Ἔνθʼ αὖ Τυνδαρίδης μὲν ἐΰστιπτον θέτο φᾶρος.  
Εὖτʼ ἂν πολλοὶ ὑφʼ ἕκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσιν: Ἰλιάδος αʹ· ἀντὶ τοῦ ὁπόταν. Δύο μέρη λόγου· εὖτε, ἐπίρρημα χρόνου δηλωτικὸν, καὶ ἂν σύνδεσμος. Καὶ ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε γίνεται πλεονασμῷ τοῦ υ, οὔτε, καὶ μεταθέσει τοῦ ο εἰς ε, εὖτε· ὁ δὲ Ἡρωδιανὸς, ὅτι ἐκ τοῦ ὅτε, πλεονασμῷ τοῦ ε, καὶ κράσει Δωρικῇ τοῦ ΕΟ εἰς τὴν ΕΥ, γίνεται εὖτε.

  
Εὖτʼ ὄρεος κορυφῇσιν.  
Ἀντὶ τοῦ καθάπερ, ὃν τρόπον. Δεῖ γινώσκειν, ὅτι τὸ εὖτε οὐκ ἔστι χρονικὸν, ἀλλʼ ὁμοιωματικὸν, ἰσοδυναμοῦν τῷ Ἠΰτε. Ἀρίσταρχος μέντοι διὰ τοῦ ε, εὖτε, ὡς καὶ ἑτέρωθί που λέγει,

  
Τῷ δʼ εὖτε πτερὰ γίνετʼ.  
Ἀντὶ τοῦ, ὡς πτερὰ ἐγένετο τὰ ὅπλα τῷ Ἀχιλλεῖ, Ἰλιάδος τʹ. Εἰσὶ δὲ οἳ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε, ἀντὶ τοῦ ὅτε, καθὰ καὶ ἐν ἄλλοις· οἷον,

  
Εὖτε γὰρ ἠέλιος φαέθων·  
καὶ,

  
Εὖτʼ ἀστὴρ ὑπερέσχεν.  
Λαμβάνεται δὲ ὑπὸ μίαν παραγραφὴν τὸ ὅλον,

  
Εὖτʼ ὄρεος κορυφῇσιν.  
Εὖτε: Δύο σημαίνει· ἐπίρρημα παραβολῆς, ὡς τὸ,

  
Εὖτʼ ὄρεος κορυφῇσι.  
<!-- 399 -->Καὶ χρόνου δηλωτικόν. Εὐτείχεον: Τὴν καλῶς τετειχισμένην ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος. Τὰ εἰς ΟΣ ἀπὸ οὐδετέρων συντιθέμενα ἀπὸ εὐθείας συντίθεται· οἷον, ξίφος, ἄξιφος· ῥῖγος, δύσριγος· πλὴν τοῦ εὐτείχεος, ἀπὸ γενικῆς συντιθεμένου. Ὤφειλε γὰρ ἡ σύνθεσις ἀπὸ εὐθείας εἶναι· ἐγένετο δὲ ἀπὸ γενικῆς, διὰ τὸν κανόνα. Γίνεται ἐκ τοῦ, τὸ τεῖχος τοῦ τείχεος, καὶ μετὰ τοῦ εὖ μορίου, εὐτείχεος. Εὔτυκτον:

  
Κυνέην εὔτυκτον,  
καλῶς κατεσκευασμένην. Ἐκ τοῦ τεύχω τέτευχα, τέτευγμαι τέτευκται· καὶ ἀποβολῇ τοῦ ε, τέτυκται· Ὄνομα ῥηματικὸν, τυκτὸς, καὶ εὔτυκτος. Ὁ κανών· τὰ εἰς ΟΣ σύνθετα κοινά εἰσι τῷ γένει, καὶ ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς. Εὐτυκίζειν: Ἑτοιμάζειν. Εὐτρήσιος: Παρὰ τὸ τετρῆσθαι τὸν Αὐτόλυκον, ὁ Εὔπολις σκώπτει. Εὔτρησις δὲ πόλις Ἀρκαδική. Εὐτραφής: Παρὰ τὸ εὖ καὶ τὸ τρέφω, τραφὴς, καὶ εὐτραφὴς εὐτραφέος. Εὐτελής: Ἐκ τοῦ τέλος; ὃ σημαίνει τὴν δαπάνην. Εὐτελεῖς λέγουσι τοὺς μὴ ἐπὶ πολὺ χαίροντας ταῖς δαπάναις. Εὐτράπελος: Ὁ κοῦφος καὶ μωρὸς καὶ ἀπαίδευτος. Ὥσπερ γὰρ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκελος, οὕτως καὶ ἀπὸ τοῦ τρέπω, οὗ ὁ δεύτερος ἀόριστος ἔτραπον, γίνεται τράπελος καὶ εὐτράπελος. Ἢ ἀπὸ τοῦ στρέφω εὔστρεπτος, εὐστράπελος, καὶ εὐτράπελος· καὶ εὐτραπελῶ, ῥῆμα· ἐξ οὗ εὐτραπελία, ἡ μωρολογία, κουφότης, ἀπαιδευσία. Παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον εἴρηται. Εὐφάλαρα: Λαμπρά. Εὐφαμία: Σιωπὴ, εὐλογία. Εὐφραδέως: Πεφρασμένως καὶ συνετῶς, παρὰ τὴν φράδην· ἢ εὐπρεπῶς καὶ κοσμίως, ἀπὸ τοῦ φράζειν συνεχῶς. Ὁ δεύτερος ἀόριστος, ἔφραδον· φράδης, καὶ εὐφραδής. Εὐφυΐα: Ὤφειλε διὰ διφθόγγου, ὡς γίνεται ἀπὸ τῶν εἰς ΗΣ, ὡς εὐσεβὴς, εὐσέβεια· ἀλλὰ τὰ παρὰ τὸ φύω καὶ δυσώδης σύνθετα διὰ τοῦ ι γράφεται· οἷον εὐωδία, δυσωδία· ἀφυΐα, καὶ εὐφυΐα. Εὐφραίνω: Παρὰ τὸ φρῶ, τὸ προϊῶ, γίνεται φραίνω· καὶ μετὰ τοῦ εὖ, εὐφραίνω, τὸ καλῶς προϊῶ. Ὁ μέλλων, εὐφρανῶ· ὁ παρακείμενος, εὔφραγκα. Εἰ δὲ εἴη ὁ μέλλων διʼ ἀμεταβόλου, ὁ παρακείμενος διʼ αὐτοῦ καὶ τοῦ κ. Καὶ ὤφειλεν εἶναι ηὔφραγκα· ἀλλὰ τὰ ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ ΔΥΣ ἀρχόμενα ῥήματα ἄτρεπτον τηρεῖ τὴν ἀρχὴν, ἔσωθεν δὲ αὐξάνεται· οἷον, εὐορκῶ, εὐώρκουν. Ὁ παθητικὸς, εὔφραμμαι· ὁ ἀόριστος, εὐφράνθην· ἡ μετοχὴ, εὐφρανθεὶς, τοῦ εὐφρανθέντος. Εὐφρόνη: Ἡ νύξ· παρὰ τὸ εὖ φρονεῖν ἡμᾶς ἐν αὐτῇ· καὶ ὁ χρησμὸς, νὺξ καὶ βουλή· καὶ γὰρ ὁ λογισμὸς, ὅτε ἀσχολεῖ, κριτὴς γίνεται τῶν πραγμάτων. Ἢ παρὰ τὸ εὐφραίνειν τὸ σῶμα διὰ τῆς ἀναπαύσεως. Ἢ παρώνυμόν ἐστιν, ἀπὸ τοῦ εὔφρων εὔφρονος εὐφρόνη, ὡς ἀμύμονος ἀμυμόνη. Εὐφροσύνη: Ἐκ τοῦ εὔφρων· τοῦτο ἐκ τοῦ φρῶ, τὸ προϊῶ· οἱονεὶ ἡ καλῶς προερχομένη, κατὰ συγκοπὴν καὶ τροπήν. <!-- 400 -->Ἐκ τοῦ φρῶ δὲ γίνεται ὄνομα ῥηματικὸν φρὼν, καὶ εὔφρων· καὶ κλίνεται εὔφρονος. Ὁ κανών· τὰ εἰς ΩΝ ῥηματικὰ τρέπει τὸ ω εἰς ο· εὔφρων οὖν, ὁ εὐφραινόμενος. Εὐχερής: Κυρίως ὁ εὐκαταπάλαιστος, ὁ εὐκαταγώνιστος καὶ εὐκατάγνωστος· ἀπὸ μεταφορᾶς τῶν παλαιστῶν ἢ πολεμιστῶν· παρὰ γὰρ τὴν χεῖρα ἡ σύνθεσις· καταχρηστικῶς δὲ ὁ ἐπιεικὴς, καὶ μὴ ἀντιπαλαίων· καὶ δυσχερὴς, ὁ δυσπειθής. Εὐχήνωρ δέ τις ἦν, Πολυΐδου μάντιος υἱός: Παρὰ τὸ εὐχὴ Εὐχήνωρ, ὡς μάντις υἱὸς, ἀπὸ τῆς πράξεως τοῦ πατρὸς κληθείς. Εὐχή: Παρὰ τὸ εὖ μόριον καὶ τὸ σχῶ, τὸ προϊῶ, εὔχω εὐχή· ἢ ἡ τοῦ εὖ ἔχειν αἴτησις· ἢ παρὰ τὸ ἔχεσθαι, τὸ ἀκολουθεῖν, εὔχω· ἀφʼ οὗ τὸ εὔχομαι· τοῦτο γάρ ἐστιν ἐν χρήσει· καὶ ἔστι τῇ μὲν φωνῇ παθητικὸν, τῷ δὲ σημαινομένῳ ἐνεργητικόν· τὰ δὲ ἐνεργητικὰ ἀπέλειψαν. Παρὰ τὸ εὖ καὶ τὸ ἔχω· ἵνʼ ᾖ, εὐέχω· τὰ γὰρ καλὰ ἔχειν αἰτοῦμεν. Ἢ παρὰ τὸ ἔχω πλεονασμῷ τοῦ υ· ἃ αἰτοῦμεν ἔχειν. Σημαίνει δὲ γʹ· τὸ κυρίως λέγειν, καὶ ἁπλῶς· Ὅμηρος,

  
Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός·  
καὶ,

  
Εὔχετο δʼ ἐξ Ἰθάκης ἔμεναι·  
καὶ τὸ εὔχομαι· ὡς τὸ,

  
Εὔχεο δʼ Ἀπόλλωνι λυκηγενέϊ·  
καὶ τὸ καυχῶμαι, ὡς τὸ,

  
Ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ....  
Εὐχόμην καὶ Εὐφραινόμην: Ἰστέον ὅτι παρʼ ἡμῖν φυλάττεται, παρὰ δὲ Ἀθηναίοις τρέπεται· ὥσπερ ἡ ΕΙ δίφθογγος ἔχουσα τὸ ε, παρʼ ἡμῖν μὲν οὐ τρέπεται κατὰ τὸν παρατατικόν· οἷον εἴργω, εἶργον· οὕτω καὶ ἡ εὖ, ὡς ἔχουσα τὸ ε, οὐ τρέπεται· παρὰ δὲ Ἀττικοῖς πολλάκις τρέπεται τὸ ε τῆς ΕΙ διφθόγγου· οἷον, εἰκάζω, ᾔκαζον. Τούτου χάριν καὶ τὸ ε τῆς ΕΥ διφθόγγου εἰς η τρέπεται· οἷον, εὔχομαι, ηὐχόμην. Εὖχος: Τὸ καύχημα. Παρὰ τὸ αὐχῶ, αὖχος· καὶ εὖχος, τροπῇ τοῦ α εἰς ε. Εὐχωλή: Εὐχὴ, δέησις· ἐκ τοῦ εὔχω, κατʼ ἐπέκτασιν τῆς ΛΗ συλλαβῆς, ὡς παύσω παυσωλή. Σημαίνει δὲ καὶ καύχησιν, ὡς τὸ,

  
Καδδέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν  
  
Ἀργείην Ἑλένην,  
Ἰλιάδος βʹ. Εὔχομαι καὶ Ἐπεύχομαι, ἀντὶ τοῦ πρὸς, ὡς καὶ τὸ ἐπιορκῶ, ἀντὶ τοῦ ὑπεράνω τῶν ὅρκων γίνομαι· καὶ ἐπιβλέπειν, ὑπεράνω τὴν διάνοιαν ἔχειν. Ἐπευχόμενος οὖν, ἀντὶ τοῦ προσευχόμενος· καὶ ἐπὶ γούνασιν, ἀντὶ τοῦ πρὸς τοῖς γόνασι, ἢ πρὸς τὰ γόνατα. Τὰ ἐνεργητικὰ δὲ οὐκ ἔστι· τότε γὰρ ἀπολιμπάνουσιν τά τε ἐνεργητικὰ καὶ τὰ παθητικὰ, ἐν ᾧ ἂν ῥήματι ἐναντίως ἔχῃ τὸ σημαινόμενον τῷ τῆς φωνῆς χαρακτῆρι· οἷον, ῥιγῶ, κάμνω, πυρέσσω, φρίσσω, πάσχω· ὁμοίως ἅλλομαι, εὔχομαι, ὀρχοῦμαι, ἱππάζομαι, φείδομαι, τύπον μὲν ἔχουσι παθητικοῦ, σημαίνουσι δὲ ἐνέργειαν. Τετραχῶς γὰρ ἀπολιμπάνονται αἱ φωναὶ τῶν ῥημάτων· ἢ διὰ σημασίαν, ὡς τὰ ῥήματα τὰ φωνὴν ἔχοντα ἐνεργητικὴν, σημαινόμενον δὲ παθητικόν· οἷον, ῥιγῶ, καὶ ἑξῆς· τρέχω, ὀφθαλμιῶ, καὶ ἐπὶ τῶν ὁμοίων. Ἀπολιμπάνει γὰρ τὰ παθητικὰ, ὅτι τὴν σημασίαν τοῦ παθητικοῦ ἀνεδέξαντο τὰ ἐνεργητικά. Ὁμοίως καὶ τὰ φωνὴν ὄντα παθητικὰ, σημασίαν δὲ ἐνεργητικὰ, ὡς τὸ ἅλλομαι, καὶ ἑξῆς· <!-- 401 -->πορεύομαι, μάχομαι· ἀπέλειψε τὰ ἐνεργητικά· τὴν γὰρ σημασίαν αὐτοῦ προϋφήρπασε τὰ παθητικά· ἢ διὰ σύνταξιν, ὡς τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παθητικοῦ παρακειμένου καὶ τὸ πρῶτον τῶν δυϊκῶν ἐνεργητικῶν διʼ ἀσυνταξίαν τῶν συμφώνων ἀπέλειψαν· ἀσύντακτον δέ ἐστι, τὸ μὴ ἔχειν χαρακτῆρα Ἑλληνικὸν, ἢ καταφορτικὸν, ὡς τοῦ ῥέω ὁ μέλλων, καὶ τοῦ ἐκτρώσασα τὸ ἀρσενικόν· οὐ γὰρ ἀνὴρ ἐκτιτρώσκει· ἢ κατὰ τύχην, ὡς τοῦ γυνὴ ἡ κλητικὴ, καὶ τοῦ ὕδωρ ἡ γενικὴ, καὶ τοῦ ὕδατος ἡ εὐθεῖα, καὶ ἐπὶ τῶν ὁμοίων. Εἰδέναι δὲ δεῖ, ὅτι εἰσὶ τινὰ ῥήματα, ἅτινα οὔτε ἐνέργειαν, οὔτε πάθος σημαίνουσι, ἃ καὶ οὐδέτερα λέγονται, ὡς ἐπὶ τοῦ ζῶ, πλουτῶ, ὑπάρχω. Εὐοχθέων δʼ ἵξεαι πολιὸν ἕαρ: Ἡσίοδος, ἀντὶ τοῦ χαίρων. Πλήθων τῆς ὀχῆς· ὀχὴ δὲ ἡ τροφή· εἴρηται δὲ κατὰ πλεονασμὸν τοῦ θ. Ἢ ὄχθος λέγεται ὁ κόπος· εὐοχθέων οὖν, ὁ καλῶς ἔχων τοῦ κόπου, τουτέστιν, ὁ εὖ κεκοπιακώς. Ἢ ἄχθος, ἡ λύπη· εὐαχθῶν δὲ, τοὐναντίον, χαίρων. Πλήθοντος τοῦ καρποῦ, εὐοχθέστερον παραγένῃ ἐπὶ τὸν καθαρὸν καιρὸν τοῦ ἔαρος. Ἰστέον ὅτι τὸ εὖ μόριον ἀεὶ καὶ διαπαντὸς ἀντὶ τοῦ καλῶς παραλαμβάνεται, πλὴν τοῦ εὐώνυμος χείρ. Εἰς τὸ ἀριστερά. Εὔω: Σημαίνει τὸ φλογίζω, ὡς τὸ,

  
Εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο.  
Εὐώδης: Ἐκ τοῦ ἄω, τὸ πνέω, γίνεται ἀής· ἐξ αὐτοῦ εὐαὴς καὶ δυσαής· ἡ γενικὴ τῶν πληθυντικῶν, εὐαέων καὶ δυσαέων· ἐξ οὗ εὐαώδης καὶ δυσαώδης· καὶ κατὰ συγκοπὴν, εὐώδης καὶ δυσώδης. Τὰ διὰ τοῦ ΩΔΗΣ μετουσιαστικὰ διὰ τοῦ ω μεγάλου γράφεται, χωρὶς τῶν παρὰ τὸ ποὺς, οἷον τριπόδης, τετραπόδης. Εὐωχία: Παρὰ τὸ εὖ ἔχειν, ὅτε ἐπὶ τὰς τῶν θεῶν παραγίνονται τιμάς. Βέλτιον δὲ ἀπὸ τοῦ τὴν τροφὴν ἡμῖν εὖ ἔχειν· καὶ γὰρ ἡ παροχὴ, ὅτι πολλὴ ὀχὴ πρόκειται. Ἐκ τοῦ ὀχὴ οὖν γίνεται εὐωχία, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω, ἡ καλῶς τρέφουσα τὸ σῶμα. Εὔωροι: Ἀπαραφύλακτοι, ἀμελεῖς· ἢ ὀλίγωροι, καταφρονητικοί. Παρὰ τὸ εὐωρεῖν, ὅ ἐστι φυλάσσειν, κατὰ ἀντίφρασιν, οἱ ἀπαραφύλακτοι. Εὐφορίων,

  
Οὐδέ τοι εὔωροι θυέων.  
Ἢ παρὰ τὸ εὖ καὶ τὴν ὤραν, τὴν φροντίδα, κατὰ ἀντίφρασιν εὔωρος, ὁ μὴ φροντίζων. Ἐξ οὗ καὶ εὐωρία, ἡ ὀλιγωρία καὶ ῥαθυμία. Ἔφαν: Οἱ Βοιωτοὶ ἐπὶ τῶν ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον, ἔβημεν ἔβαν. Οὕτως ἐκ τοῦ φημὶ, τὸ λέγω, ὁ παρατατικὸς ἔφην· τὸ πληθυντικὸν, ἔφαμεν· τὸ τρίτον, ἔφασαν· καὶ Βοιωτοὶ, ἔφαν. Φημί· ὁ μέλλων, φήσω· ὁ μέσος δεύτερος ἀόριστος, ἐφάμην, ἔφασο, ἔφατο. Ἐφεζόμενος: Ἐκ τοῦ ἕζω. Τοῦτο ἐκ τοῦ ἕω, τὸ καθέζομαι. Ἔφεσις: Ἡ ἐκ δικαστηρίου οἱουδήποτε ἐφʼ ἕτερον δικαστήριον μεταγωγή· ἡ εἰς ἄλλο δικαστήριον ἐφιεμένη δίκη ὑπὲρ τοῦ κριθῆναι πάλιν. Ἐγένετο δὲ Ἀθήνῃσιν ἐπὶ τῶν ἐν τοῖς δήμοις ἀποψηφισθέντων. Ἐφεῖσθαι γὰρ αὖθις ἐξῆν αὐτοῖς εἰς δικαστήριον περὶ τῆς πολιτείας. Καὶ εἰ μὲν ἑάλωσαν, ἐπωλοῦντο ὡς ξένοι· εἰ δὲ μὴ, ἐπανίεσαν εἰς τοὺς ἐξ ὧν ἀπεψηφίσθησαν δήμους. Τὸ δὲ αὐτὸ καὶ ἔκχλητος καλεῖται. Καὶ τὸ ἐφεῖναι, ῥῆμα ἐξ αὐτοῦ. <!-- 402 -->Ἐφεταί: Ἄνδρες ὑπὲρ νʹ ἔτη γεγονότες, καὶ ἄριστα βεβιωκέναι ὑπόληψιν ἔχοντες, οἱ καὶ τὰς φονικὰς καὶ ἐφʼ αἵματος δίκας ἔκρινον. Ἐκαλεῖτο δʼ αὐτῶν τὰ δικαστήρια ἐφετῶν. Ἐφεταὶ δὲ ἐκλήθησαν, ἤτοι ὅτι ἐπὶ αἵματος δικάζειν ἔλαχον, ἢ ὅτι ἔφεσις παρʼ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι, τουτέστιν ἔκκλητος. Ἔφεσος: Ἡ πόλις· ἀπὸ Ἐφέσου ἐκεῖσε καπηλεύοντος καὶ φιλοξενοῦντος τοὺς παριόντας, καὶ πάντας λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι. Ἢ ἀπὸ Ἐφέσου Λυδῆς Ἀμαζόνος, ἣ πρώτη Ἄρτεμιν ἐτίμησε καὶ ὠνόμασεν Ἐφεσίαν· ἀπὸ δὲ τῆς Ἀρτέμιδος τοὺς οἰκοῦντας καὶ τὴν πόλιν κληθῆναι. Ἢ ὅτι Θησεὺς συστρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱππολύτης ζωστῆρα, ἐδίωξε τὰς Ἀμαζόνας ἄχρι Λυδίας· κἀκεῖ καταφευγούσας ἐπί τινα βωμὸν Ἀρτέμιδος, δεῖσθαι σωτηρίας τυχεῖν, τὴν δὲ ἐφεῖναι αὐταῖς τὴν σωτηρίαν· ὅθεν Ἔφεσον κληθῆναι τὸ χωρίον, καὶ τὴν Ἄρτεμιν Ἐφεσίαν. Τὸ ἐθνικὸν, Ἐφεσεύς. Ἢ ἀπὸ τοῦ τὰ τόξα μὴ ἔχειν ἐκεῖ, ὑπὲρ τοῦ μὴ βάλλειν τινά· ἱκεσία γὰρ ἡ θεός· στεφάνοις δὲ διὰ θαλλῶν τὰς ἱκεσίας ποιοῦσιν. Ὅθεν οὐδὲ πρόβατα αὐτῇ θύουσι, διὰ τὸ τοὺς ἱκέτας μαλλοὺς προσφέρειν. Ἐφέσια γράμματα: Ἐπῳδαί τινες δυσπαρακολούθητοι, ἃς καὶ Κροῖσον ἐπὶ τῆς πυρᾶς εἰπεῖν· καὶ ἐν Ὀλυμπίᾳ Μιλησίου καὶ Ἐφεσίου παλαιόντων, τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν, διὰ τὸ τὸν ἕτερον περὶ τὸν ἀστράγαλον ἔχειν τὰ Ἐφέσια γράμματα. Φανεροῦ δὲ τούτου γενομένου, καὶ λυθέντων αὐτῶν, τριάκοντα τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον. Ἢ ἀπὸ ἐφεσίων τινῶν οὐσῶν ἐπαοιδῶν δυσπαρακολουθήτων, ὡς προείρηται· ὅθεν καὶ ἐφέσια λέγονται. Ἐφέσια ἀλεξιφάρμακα καὶ γράμματα: Ὀνόματα ἄττα καὶ φωναὶ, ἀντιπάθειαν φυσικὴν ἔχουσαι. Ἐφέστιοι: Ἔποικοι, ὅ ἐστιν αὐτόχθονες πολῖται. Παρὰ τὴν ἑστίαν, ὃ σημαίνει τὴν οἰκίαν, γίνεται ἐφέστιος. Ἐφετμή: Ἡ ἐντολή. Παρὰ τὸ ἵημι ἥσω ἑσμή· τροπῇ τοῦ σ εἰς τ, ἑτμὴ, καὶ ἐφετμὴ ἐν συνθέσει. Ἢ παρὰ τὸ ἐφεῖναι ἐφεθμὴ, καὶ τροπῇ, ὡς βῆναι βαθμὸς, καὶ στῆναι σταθμός. Ἐφετμαὶ, προστάγματα, ἐντολαὶ, νουθεσίαι. Ἐφετίνδα: Ὄνομα παιδιᾶς φενακικῶς. Ὡς γὰρ Ἀριστοφάνης, φησὶ, τὸ ὀστρακίνδα παρὰ τὸ ὄστρακον ἀνέπλασεν, αἰνιττόμενος τὸν ἐξοστρακισμὸν, οὕτω Κρατῖνος ἀνέπλασε τὸ ἐφετίνδα, παρὰ τὰς ἐν τοῖς δικαστηρίοις γενομένας ἐφέσεις. Παρὰ οὖν τὴν ἔφεσιν ἐφετίνδα παιδιὰν, κατὰ τροπὴν τοῦ σ εἰς τ, καὶ γὰρ ἐφέτης λέγεται ὁ πέμπων τὴν ἔφεσιν. Ἐφεκτοὺς τόκους: Οἱ ἔγγραφοι τόκοι, οἷον ἐπεχόμενοι καὶ ὡρισμένοι, μὴ μέντοι προϊόντες, μήτε συλλεγέντες. Ῥητορική. Ἢ ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου. Ἐφεστρίς: Τὸ ἐπὶ τοῖς ἱματίοις ἐπίβλημα· ἣν μανδύαν καὶ χλαμύδα καὶ πόρπην καλοῦσιν. Ἐφείω:

  
Ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω,  
Ἰλιάδος αʹ, ἀντὶ τοῦ ἐπιβάλλω, ἐπενέγκω. Ἐκ τοῦ εἴω, τὸ πορεύομαι, καὶ ἐν συνθέσει ἐφείω. Ἐφειμένον: Ἐντεταλμένον, προστεταγμένον. Ἀπὸ τοῦ ἐφίημι, ὁ μέλλων, ἐφήσω· ὁ παρακείμενος, ἐφεῖκα· ὁ παθητικὸς, ἐφεῖμαι, πλεονασμῷ τοῦ ι· ἡ μετοχὴ, ἐφειμένος· καὶ τὸ οὐδέτερον. <!-- 403 -->Ἐφεῖντο: Ἀπὸ τοῦ ἔδω, τὸ ἐσθίω, ἔσω· εἷκα, εἷμαι, εἵμην, εἷντο, καὶ ἐφεῖντο. Οὕτως εὗρον· ἀλλὰ κακῶς. Ἔστιν ἕω ῥῆμα, καὶ σημαίνει τὸ κορεννύω, ὡς τὸ,

  
ἐπεί χʼ ἑῶμεν πολέμοιο.  
Ἀντὶ τοῦ κορεσθῶμεν. Παράγωγον ἕημι· τὸ παθητικὸν, ἕεμαι· καὶ κράσει, εἷμαι· ὁ παρατατικὸς εἵμην· τὸ τρίτον τῶν πληθυντικῶν, εἷντο· καὶ μετὰ τῆς ἐπὶ προθέσεως, ἐφεῖντο· οἷον,

  
Ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο.  
Ἀντὶ τοῦ ἀπολαύσουσιν. Ἐφῆπται: Παρὰ τὸ ἅπτω, τὸ ἀρτῶ, καὶ ἐπίκειμαι, ἧμμαι ἧψαι ἧπται, καὶ ἐφῆπται. Ἐφημοσύνη: Ἡ ἐντολή· παρὰ τὸ εἰς τὸ αὐτὸ συμβάλλειν τὸν ἀμφοτέρων λόγον. Ἀπὸ τοῦ ἵημι ἥσω· ὄνομα ῥηματικὸν, ἥμων ἥμονος, καὶ ἐφήμονος, καὶ ἐφημοσύνη. Ἐφημερία: Ἡ πατρία. Λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία, διὰ τὸ εὐμετάβλητον πρὸς τὴν ἑκάστης ἡμέρας κατάστασιν. Ὅμηρος,

  
Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,  
  
οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.  
Ἐφηλίς: Σημαίνει καὶ τὴν ἐκ τοῦ ἡλίου περὶ τὸ πρόσωπον ἔκκαυσιν καὶ μελανίαν, καὶ πάθος τὶ περὶ τὸ πρόσωπον γενόμενον τραχύτητα παρέχον, καὶ περόνην. Εἴρηται ἀπὸ τῆς τοῦ ἡλίου ἐκκαύσεως τοῦ προσώπου· καὶ γράφεται ἔφηλος. Ἐφήγησις: Ἔστι δίκη εἰσαγομένη ἀπὸ τοῦ τοὺς ὑποδεξαμένους τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπιβαίνειν τῆς χώρας, οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅταν τῶν δημοσίων κατέχειν δοκῇ τις κρύφα. Ἐφιείς: Ἰλιάδος αʹ·

  
βέλος ἐχεπευκὲς ἐφιεὶς  
  
βάλλεν.  
Ἀντὶ τοῦ ἐπιπέμπων. Ἐκ τοῦ ἵημι, ὁ παρατατικὸς, ἵην· ἡ μετοχὴ, ἱεὶς ἱέντος· καὶ ἐν συνθέσει ἐφιεὶς, καὶ διείς. Ἐφιέμην: Ἀπὸ τοῦ ἵημι, τὸ παθητικὸν, ἵεμαι, ἱέμην, καὶ ἐφιέμην. Ἐφιάλτης: Ὄνομα κύριον. Παρὰ τὸ ἰάλλω, τὸ ἐκτείνω, γέγονεν ἰάλτης, καὶ Ἐπιάλτης, καὶ Ἐφιάλτης. Ἔφθη: Ἢ ἔφθασεν, ἢ ἔβλαψεν. Ἀπὸ τοῦ φθῶ, φθῆμι, ἔφθην. Ἐφθίατο: Ἐκ τοῦ φθίνω κατὰ ἀποβολὴν τοῦ ν γίνεται φθίω· ὁ παθητικὸς παρακείμενος, ἔφθιμαι· ὁ ὑπερσυντέλικος, ἐφθίμην, ἔφθισο, ἔφθιτο· καὶ πλεονασμῷ τοῦ α. Ἢ τὸ πληθυντικὸν ἐφθίμεθα, ἐφθίατο.

  
Δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων  
  
ἐφθίατο.  
Ἀντὶ τοῦ διεφθάρησαν. Ἐφθός: Ὁ ὠπτημένος ἢ ἠψημένος. Οἷον πυροὺς ἐφθούς· ὃ καὶ ἐν συνθέσει λέγεται ἄνεφθος καὶ πάνεφθος. Ἐκ τοῦ ἐψῶ ἐψήσω γίνεται ἐψητὸς, ὡς ἀγαπῶ ἀγαπήσω, ἀγαπητός· καὶ τροπῇ τοῦ ψ εἰς φ, καὶ τοῦ τ εἰς θ, κατὰ συγκοπὴν, ἐφθός. Ἔφλαδον: Σημαίνει τὸ ἐσχίσθην, ἢ ἐθλάσθην, ἢ διερρήγνυντο, ὥς φησιν Αἰσχύλος,

  
Λινοφθόροι ὑφασμάτων λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν.  
Παρὰ τὸ θλῶ, κατὰ τροπὴν, φλῶ· παράγωγον, φλάζω· ὁ δεύτερος ἀόριστος, ἔφλαδον, ὡς χάζω ἔχαδον. Ἐφεσπερεύω: Ἑσπέρας ἐγρηγορῶ. Ἐφόλκιον: Πηδάλιον. Ἐφόλκια: Τὰ ἐκ περιττοῦ ἐπιφερόμενα τοῖς ἀποδημοῦσιν. Ἔφοροι: Ἄρχοντες ἦσαν ἐν Λακεδαίμονι ἐννέα· ἀπὸ τοῦ πάντας ἐφορᾶν. Ἦν δὲ μεγίστη ἡ ἀρχή. <!-- 404 -->Ἔχελος: Ἥρως παρὰ Ἀθηναίοις τιμώμενος καὶ δῆμος τῆς Ἀττικῆς Ἐχελίδαι, ἀπὸ τοῦ παρακειμένου ἕλους τῷ τόπῳ, ἐν ᾧ ἵδρυται τὸ τοῦ Ἐχέλου ἄγαλμα. Παρὰ τὸ ἕλος ἔχειν, ἔχελος. Καὶ Ἐχελιδῶν δῆμος, ἀπὸ τοῦ Ἐχέλου. Ἐχέδωρος: Ποταμὸς Μακεδονίας, ὁ πρότερον Ἡδωνὸς καλούμενος· ὁ ἔχων φησὶ δῶρα· χρυσοῦ γὰρ καταφέρων ψήγματα, οἱ ἐγχώριοι ἀρύονται, δέρματα αἰγῶν κείραντες καὶ καθιέντες εἰς τὸ ὕδωρ. Ἢ ἀπὸ Δώρου τινὸς Ἀρκάδος, ἀρίστου τὰ πολεμικά· ὃς συμμαχῶν Ἀλεξάνδρῳ τῷ φιλαδέλφῳ, ἐμπεσὼν τῷ ποταμῷ αἴτιος γέγονε τῆς ὀνομασίας. Ἐχέτλη: Τὸ κράτημα τοῦ ἀρότρου, οὗ ἔχεται τῇ χειρὶ ὁ ἀροτριῶν. Ὡς παρὰ τὸ ἔξυσται, ξύστρα· πέφυται, φύτρα· καὶ Ἰωνικῶς, φύτλη· γενέτρα γενέτλη· οὕτως ἐχέτρα ἐχέτλη· ἢ παρὰ τὸ ἔχω καὶ τὸ τελῶ, οὗ ἐχόμενος ὁ ἀροτριῶν τελεῖ τὰ τοῦ ἔργου, γίνεται ἐχετέλη καὶ ἐχέτλη. Ἐχέτης: Ὁ πλούσιος, ὡς Πίνδαρος· ἀπὸ τοῦ ἔχω ἐχέτης· σθένω, σθενέτης καὶ ἐρισθενέτης. Ἔχης: Ὁ πλούσιος· παρὰ τὸ ἔχειν. Τοὺς γὰρ πένητας τοὐναντίον ἀχῆνας προσαγορεύουσι, κατὰ στέρησιν τοῦ ἔχειν. Ἔχις: Τὸ θηρίον· Νίκανδρος·

  
Πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις.  
Κυριώτερον ἐπὶ τῆς θηλείας· παρὰ τὸ ἔχειν ἐν ἑαυτῇ τὴν γονὴν ἄχρι θανάτου· ὠοτοκούντων γὰρ τῶν ἄλλων ἑρπετῶν, αὕτη δεξαμένη τῷ στόματι τὴν τοῦ ἄρρενος κεφαλὴν, οὕτως γὰρ ἔγκυος γίνεται, κατὰ τὴν μίξιν ἀπεσθίει· διαβρωθεῖσα δὲ ὑπὸ τῶν ἐντὸς τὴν γαστέρα, ἀπόλλυται. Ἢ παρὰ τὸ ἄχος ἔχις, ἡ πάνυ λυποῦσα. Καὶ Νίκανδρος,

  
Κωκυτὸν δʼ ἐχιναῖον ἐπικλείουσιν ὁδῖται.  
Ἢ παρὰ τὸ ἔχειν καὶ κρατεῖν τοῖς ὀδοῦσιν. Ἔχις: Ὅτι μόνον τῶν ὄφεων μὴ ὠοφορῆσαν παρʼ ἑαυτῷ κατέχει· καὶ ζωοφορῆσαν τίκτει οὐκ ὠὸν ἀλλὰ τέλεια τὰ ἑρπετά. Ἀπὸ τοῦ κατέχειν οὖν. Ἔχιδνα: Παρὰ τὸ ἔχις, ὃ σημαίνει τὸν ὄφιν καὶ τὸν ἰὸν, γίνεται ἔχια· καὶ πλεονασμῷ τῶν συμφώνων γίνεται ἔχιδνα, ἡ ἐν αὑτῇ τὸν ἰὸν ἔχουσα. Ἐχίων: Ἀπὸ τοῦ ἔχις ἔχιος γίνεται Ἐχίων, ὄνομα κύριον. Ἐχιλιώθη: Χίλια ἐζημιώθη. Ἐχῖνος: Χερσαῖον ζῷον· παρὰ τὸ συνέχειν ἑαυτὸν στρογγυλούμενον. Ἐν γὰρ τῷ ἀλέξασθαι τὸν ἐπερχόμενον συνειλούμενος τὸν τῶν ἀκανθῶν περίβολον περιβάλλεται ὡς ἔρυμα. Ἐχῖνος δὲ καὶ ἡ γαστὴρ, ὥς φησι Καλλίμαχος,

  
Ὅντε μάλιστα βοῶν ποθέουσιν ἐχῖνοι.  
Καὶ αὕτη δὲ παρὰ τὸ ἐπέχειν ἐν ἑαυτῇ τὴν τροφήν. Καὶ ὁ λέβης· οἷον,

  
ἐχῖνον βουδόκον,  
ἀντὶ τοῦ λέβητα. Καλλίμαχος. Ἔστι δὲ καὶ πόλις Θεσσαλίας, καλουμένη ἀπὸ Ἐχίνου ἑνὸς τῶν σπαρτῶν ἐνταῦθα οἰκήσαντος. Λυκόφρων. Μέμνηται δὲ αὐτοῦ καὶ Δημοσθένης ἐν πέμπτῳ Φιλιππικῶν. Σημαίνει καὶ μέρος γαστέρος. Εὗρον δὲ σημαίνειν τὴν λέξιν εἰς τὸ Ῥητορικὸν καὶ ἄλλο, ἤγουν καδίσκους, ἀγγεῖα τινά· τὰ μὲν, ἐκ χαλκοῦ· τὰ δὲ, ἐκ κεράμου· εἰς ἃ αἵ τε μαρτυρίαι καὶ αἱ προκλήσεις ἔγγραφοι <!-- 405 -->ἐνεβάλλοντο ὑπὸ τῶν δικαζομένων, καὶ κατεσημαίνοντο, ἵνα μηδεὶς κακουργήσῃ τὰ ἐμβαλλόμενα. Εἴρηται δὲ ἐχῖνος καὶ ὁ θαλάσσιος. Καὶ ἄλλως· ἀπὸ τοῦ ἔχειν ἑαυτὸν, ἀφανῶν τῶν σαρκῶν οὐσῶν. Ἢ κατὰ ἀντίφρασιν, ἀπὸ τοῦ μὴ δύνασθαι ἔχεσθαι διὰ τὰς ἀκάνθας, ὅ ἐστιν ὁ ἀκράτητος. Ἐχινάς: Ἀπὸ τοῦ ἐχῖνος Ἐχινάδες εἰσὶν νῆσοι· ἢ παρὰ τὸ ἔχειν πλῆθος ἐχίνων· ἢ ἀπὸ Ἐχίνου τοῦ μάντεως τοῦ μετὰ Ἀμφιτρύωνος στρατεύσαντος· ἢ παρὰ τὸ ἐνέχεσθαι πλησίον ἀλλήλων· ἢ ἐπειδὴ ἰλὺς ἐκ τοῦ Ἀχελώου ποταμοῦ κατερχομένη ἐκεῖσε ἐνέχεται καὶ ἀπογαιοῦται. Ἐχινόπους: Ἀκάνθης εἶδος· παρὰ τὸ ἐπέχειν τοὺς πόδας τῶν βαδιζόντων ἐπʼ αὐτῆς· ἢ ὅτι ἐχίνων θαλασσίων ποσὶν ἔοικεν. Ἐχυρός: Ἰσχυρὸς, ἀσφαλής. Παρὰ τὸ ἔχω ἐχυρὸς, ὡς λέπω, λεπυρὸς, καὶ ὀχυρὸς, ὁ ἀντέχων· ὅθεν καὶ ἐνέχυρον. Ἐκ τοῦ ἐναντίου ἄχυρον, ἀέχυρόν τι ὄν. Ἐχυρόφρονες: Αἱ ἀσφαλεῖς ἐν φρονήσει. Ἔχμα: Κώλυμα, ἔρεισμα. Παρὰ τὸ ἔχω ἔχμα.

  
Ἐξῄειρε σὺν αὐτοῖς ἔχμασι γαίης.  
Τοῖς ἀναχώμασι, καὶ ταῖς ῥίζαις, καὶ τοῖς συνέχουσι λίθοις ταῦτα. Ἐχθὲς καὶ Χθές: Οἱ Ἀττικοὶ, χθές· οἱ δὲ κοινοὶ, ἐχθές. Πρῶτον δὲ τὸ ἐχθὲς τοῦ χθές· καὶ δῆλον, πρῶτον μὲν ἀπὸ τῆς ἐτυμολογίας, ὅτι ἐχθὲς εἴρηται παρὰ τὸ ἐκτὸς γεγενῆσθαι τῆς σήμερον. Παρὰ τὸ ἐκτὸς τοῦ χρόνου γεγονὸς κατάστημα, ἐκτές· καὶ τροπῇ τῶν ψιλῶν εἰς δασέα, ἐχθές· τὸ γὰρ ἀπόβλητον ἐκτὸς ἡμῶν. Δεύτερον δὲ, ὅτι πᾶν μονοσύλλαβον ἐπίρρημα ἢ φύσει ἢ θέσει γίνεται κατʼ ἰδίαν μακρόν· οἷον ναὶ, νὴ, πλὴν, γνὺξ, μάψ. Οὐ μάχεται τὸ δὶς καὶ τρίς· ἀπὸ γὰρ τοῦ δυάκις καὶ τριάκις, συγκοπῇ. Οὐ μάχεται τὸ ψό ἐν Ποιμέσι Σοφοκλέους· ἐπίφθεγμα γάρ. Χωρὶς τοῦ πρίν. Πῶς οὖν τὸ χθὲς βραχύνεται; ἐὰν οὖν εἴπωμεν χθὲς, ἠλόγηται· ἐὰν δὲ ἐχθὲς, μιμεῖται τὸ αἰές. Τρίτον δὲ, ὅτι τὸ ε φωνῆεν πέφυκε πλεονάζειν, εἶπον, ἔειπον· ἀφαιρεῖται δὲ, ὅτε μετὰ συμφώνου ὑπάρχει, ἔβη, βῆ. Οὕτως οὖν καὶ ἐχθὲς, χθές. Ἀφαιρέσει ἄρα, καὶ οὐ πλεονασμῷ. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω καὶ θέλω· πρῶτον τὸ ἐθέλω, καὶ δεύτερον τὸ θέλω. Περὶ Παθῶν. Χθιζὰ ζήτει χθές. Ἔχθος: Ἡ ἔχθρα, ἢ τὸ μῖσος· ἀπὸ τοῦ ἔχω· ἀφʼ οὗ ῥηματικὸν ὄνομα, ἑκτός· καὶ συνθέσει, καθεκτὸς, καὶ ἀκάθεκτος. Καὶ ὡς ἀπὸ τοῦ ἀκτὸς γίνεται ἀχθῶ καὶ ἄχθος, οὕτως ἀπὸ τοῦ ἐκτὸς ἔχθω ἔχθομαι γίνεται ἔχθος, τὸ ἀπόβλητον καὶ ἐκτὸς ἡμῶν. Ἐχθοδοπόν: Τάττεται ἀντὶ τοῦ ἀπεχθοῦς· καὶ ἐχθοδοπεῖν ἀντὶ τοῦ ἀπέχθεσθαι. Ἰλιάδος αʹ,

  
ὅτε μʼ ἐχθοδοπῆσαι ἐφήσεις  
  
Ἥρῃ,  
ἀντὶ τοῦ ἐχθρὸν καταστῆσαι ἐποτρυνεῖς, ἐφορμήσεις, ὅ ἐστιν ἀναγκάσεις. Ἐχθροποιῆσαι, καὶ πλεονασμῷ τοῦ ΔΟ, καὶ ἀποβολῇ τοῦ ρ, ἐχθοδοπῆσαι. Ἢ τὸ διὰ λόγων μαχέσασθαι· παρὰ τὸ ἐχθρῶς τοὺς ὦπας προσενέγκασθαι. Ἔχθιστος:

  
Ἔχθιστος δέ μοι ἐσσὶ διοτρεφέων βασιλήων.  
Ἀντὶ τοῦ ἐχθρότατος. Παρὰ τὸ ἐχθρὸς ἐχθρότατος, ἐχθρίων· καὶ ἀποβολῇ τοῦ ρ, ἐχθίων ἔχθιστος. Ἢ παρὰ τὸ ἐχθρὸς γίνεται τὸ συγκριτικὸν, ἐχθρότερος· τὸ ὑπερθετικὸν, ἐχθρότατος· καὶ ὁ δεύτερος τύπος, ἔχθιστος. Ἐχθρός: Ἐκ τοῦ θορῶ, τὸ πηδῶ· καὶ ἐκ τοῦ θορῶ θορήσω, γίνεται ἔκθορος· <!-- 406 -->καὶ συγκοπῇ, ἐχθρὸς, ὁ ἔξω ἡμῶν προδιερχόμενος· παρὰ τὸ ἔξω ἡμῶν εἶναι καὶ πηδᾶν. Ἐψεύσθησαν: Ἀπὸ τοῦ ψεύδω ψεύσω, ὥσπερ ᾄδω ᾄσω· ὁ παθητικὸς ἐνεστὼς, ψεύδομαι· ὁ παρακείμενος, ἔψευσμαι· ὁ ἀόριστος, ἐψεύσθην, ἐψεύσθημεν· τὸ γʹ, ἐψεύσθησαν, ὡς ᾐνέσθησαν. Ἐχυρόν: Δυσαντίρρητον, ἀσφαλές. Ἔψια: Τὰ ἀπὸ λόγων ἔχοντα παίγνια· οἷον ἔπεα ἔπη· καὶ φιλέψιος, δασύνεται μὲν, φιλοπαίγμων· ψιλοῦται δὲ, φιλολόγος. Ἐψίω: Σημαίνει τὸ λέγω. Ἀπὸ τοῦ ἔπω ἔψω, ἐψίω. Ἐψιάασθαι: Τὸ παίζειν, ἢ ὁμιλεῖν· παρὰ τὸ ἔπω, τὸ λέγω, ἔψω ἐψίω, καὶ ἐψιῶ· ἐψιάομαι ἐψιῶμαι, ἐψιάῃ, ἐψιῶ.

  
Δαῖτʼ ἄμφι πανήμεροι ἐψιόωντο,  
Ἀπολλώνιος. Ἐχθήρω καὶ Ἐχθήρειε γέροντα: Ἀντὶ τοῦ μισήσειε. Ἐχόμενα: Ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ παραπλησίως καὶ ἐγγύς· ὡς τὸ,

  
Ἐχόμενα τρίβου σκάνδαλα.  
Ἀπὸ τοῦ ἔχω, τὸ πλησιάζω. Ἔχω: Σημαίνει ὀκτώ· τὸ πλησιάζω· τὸ βαστάζω,

  
Τόξʼ ὤμοισιν ἔχων·  
τὸ κρατῶ,

  
Ἀλλʼ οὐκ Ἀγαμέμνονα ὕπνος ἔχε γλυκερός·  
τὸ οἰκῶ,

  
θεοὶ Ὀλύμπια δώματʼ ἔχοντες·  
τὸ ἐλαύνω,

  
Τὼ δὲ διὰ σκαιῶν πεδίονδʼ ἔχον ὠκέας ἵππους·  
τὸ φυλάσσω,

  
Ὅς μοι κῆπον ἔχει πολυδένδρεον·  
τὸ κτῶμαι,

  
ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ·  
τὸ συνοικῶ γυναικὶ,

  
Τὴν δʼ ἔχε κρείων Ἑλικάων·  
τὸ κρύπτω,

  
Ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ·  
ἄλλως τὸ κρατῶ, ὡς τὸ,

  
Αἰνεία, σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·  
τὸ φυλάττω, ὡς τὸ,

  
Ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον·  
τὸ ἐπιμελοῦμαι, ὡς τὸ,

  
Ὅς μοι κῆπον ἔχει πολυδένδρεον.  
Ἐψιμυθιῶσθαι: Προστετρίφθαι τρίμματι λευκὸν τὸν χρῶτα ποιοῦντι, ὥσπερ τὸ φύκος ξανθόν. Ἐχρῶντο δὲ τῷ φύκει εἰς τὰ μῆλα, ἵνα ἐξανθίζῃ· τῷ δὲ ψιμυθίῳ, εἰς ὅλον τὸ πρόσωπον, ἵνα λευκὸν ᾖ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aae`.
