---
title: "Great Etymological Work: Letter Χ"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Χ"
author: Great Etymologicon
eul_wid: xie-aav
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-chi-xie-aav"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:2b84321457826ebee78ae0ead2e362921567c1636927961f664271b58dc35abd"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Χ

*Ἐτυμολογικὸν τὸ Μέγα, Χ*

**Author:** Great Etymologicon

**eul_wid:** `xie-aav` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-chi-xie-aav)

## Text

<!-- 804 -->

χ.

χῖ τὸ στοιχεῖον, ὅτι χεομένην ἔχει τὴν ἐκφώνησιν. Ἄλλοι δὲ ἔχι αὐτὸ εἶπον, ὅτι ἔχει ὀξεῖαν καὶ βαρεῖαν ἀλλήλας κατὰ μέσον σχιζούσας. Χαβρίας: Στρατηγὸς Ἀθηναίων. Ὡς φαίνω Φανίας, ἀμύνω Ἀμυνίας, οὕτω χαίρω Χαρίας· καὶ πλεονασμῷ τοῦ β, Χαβρίας. Χάλα: Εὐριπίδης·

  
Χάλα τοκεῦσιν εἰκότως θυμουμένοις.  
Ὑποχώρει, καὶ ἐνδίδου· ἀπὸ μεταφορᾶς τῶν χαλωμένων προτόνων πολλοῦ ὄντος ἀνέμου ἐν τῷ ἁρμένῳ τοῦ πλοίου. Χαλεπῶς: Δυσκόλως· ἀπὸ τοῦ χαλέπτω· οἷον,

  
Χρυσὲ, κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων.  
Ἐκ δὲ τοῦ χαλέπτω χαλεπταίνω γίνεται καὶ χαλεπαίνω. Σημαίνει δύο· τὸν δεινὸν, ὡς τὸ,

  
χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός.  
Σημαίνει καὶ τὸ ἀδύνατον, ὡς ἐν Ὀδυσσείας κʹ,

  
χαλεπὸν δέ κʼ ὀρύσσειν  
  
Ἄνδρα θνητόν.  
<!-- 805 -->Χάλαζα: Παρὰ τὸ χαλῶ, ἡ ἐκ τοῦ ἄνω πρὸς τὰ κάτω χαλωμένη. Χαλάστρη, καὶ Χαλάστρη, Χαλάστρα: Πόλις ἢ λίμνη τὶς ἐν Μακεδονίᾳ, ὅθεν ἔκαιον τὸ νίτρον· ἐξ ἧς τὸ Χαλαστραῖον νίτρον κέκληται. Χαλίφρων: Κυρίως ὁ ἐν μέθῃ ἀφραίνων· χάδις γὰρ ὁ ἄκρατος οἶνος, παρὰ τὸ χαλᾶν καὶ ἀνιέναι ἀραρυίας τὰς φρένας· ἢ ὁ εὐήθης, παρὰ τὸ κεχαλᾶσθαι τὰς φρένας· καὶ τὰς βάκχας χαλιμάδας ἔλεγον, τὰς χαλωμένας πρὸς συνουσίαν· καὶ ΧΑΛΙμάζειν ἔλεγον, τὸ περὶ τὰς συνουσίας πείθεσθαι· καὶ καγχαλίζειν, ἀπὸ τοῦ χαλᾶν τὰς φρένας πρὸς τὸ πάθος, καὶ ἀπὸ τοῦ χάλις ὁ οἶνος. Χαλινός: Χανινός τις ὢν, παρὰ τὸ χαίνειν, ὅτι διʼ αὐτοῦ χαίνειν γίνεται· ἢ παρὰ τὸ ἲς ἰνὸς καὶ τὸ χαλῶ, τὸ πρὸς τὴν δύναμιν χαλώμενον. Τὰ εἰς ΝΟΣ ὀξύτονα μὴ ὄντα παρώνυμα, διὰ βραχέος τοῦ ι γράφεται, πυκινὸς, ἀληθινός· τὸ χαλινὸς δὲ διὰ τοῦ ι γραφόμενον, τῷ χρόνῳ διήλλαξε· μακρὸν γὰρ ἔχει τὸ ι. Χαλκός: Κατὰ πρόσθεσιν τοῦ χ Δωρικῶς, ἀλκὸς καὶ χαλκὸς, ἐπεὶ πρὸς ἀλκὴν εὔθετός ἐστιν· ἢ παρὰ τὸ ἔχειν ἀλκήν· ἢ Χάλυβες ἔθνος εἰσὶ Σκυθικὸν, ἔνθα ὁ σίδηρος τίκτεται· ἐκ τοῦ χάλυψ χάλυβος γίνεται χαλβός· καὶ τροπῇ, χαλκός· ἐκεῖ γὰρ πρῶτον εὑρέθη ὁ σίδηρος, καὶ διὰ τοῦτο ἐκλήθη χαλκὸς ὁ σίδηρος, διότι πρότερον εὑρέθη παρὰ τοῖς ἀρχαίοις ὁ χαλκός· ὕστερον δὲ εὑρεθεὶς ὁ σίδηρος, ἐκάλεσαν αὐτὸν ὁμωνύμως τῷ χαλκῷ. Καὶ ὁ ποιητὴς, χάλκεον ἔγχος, οὐ τὸ ἐκ χαλκοῦ, ἀλλὰ τὸ ἐκ σιδήρου, τῇ παλαιᾷ συνηθείᾳ· ἐπειδὴ τὸ παλαιὸν χαλκῷ ἀντὶ σιδήρου τοῖς ξίφεσιν ἐχρῶντο καὶ τοῖς ἄλλοις ὅπλοις. Ἡσίοδος,

  
Χαλκῷ δʼ εἰργάζοντο, μέλας δʼ οὐκ ἔσκε σίδηρος.  
Χαλκοτύπους: Τὰς ἐκ σιδήρου πληγάς. χαλκεὺς χαλκέως, καὶ ὁ χρυσοχόος· οἷον,

  
Ἦλθε δὲ χαλκεὺς  
  
ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης·  
ἀπὸ γὰρ τοῦ πρώτου φανέντος μετάλλου πάντας τοὺς δημιουργοὺς ἐκάλουν οὕτως οἱ παλαιοὶ, ὡς καὶ τὸν Ἥφαιστον Ὅμηρος,

  
ὅν ποτε χαλκεὺς  
  
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.  
Χαλκήρεϊ: Ἐκ τοῦ χαλκὸς καὶ τοῦ ἄρω, τὸ ἁρμόζω, ἡ τῷ χαλκῷ ἡρμοσμένη· ὡς χαλκοβάρεια, ἡ τῷ χαλκῷ βαρουμένη, ὅ ἐστιν ἰσχυρά. Χάλκεια: Ἑορτὴ ἀρχαία καὶ δημώδης πάλαι· ὕστερον δὲ ὑπὸ μόνων ἤγετο τῶν τεχνιτῶν, ὅτι ὁ Ἥφαιστος ἐν τῇ Ἀττικῇ χαλκὸν εἰργάσατο· ἔστι δὲ ἔνη καὶ νέα τοῦ πυανεψιῶνος· ἐν ᾗ καὶ ἱέρειαι μετὰ τῶν ἀρρηφόρων τὸν πέπλον διάζονται. Ἡρωδιανὸς δὲ λέγει, ὅτι ἡ πλείων χρῆσις προπερισπᾷ. Χαλκίς: Τὸ ὄρνεον, ὅτι ὑποχαλκίζει κατὰ τὴν χροιὰν τῆς πτήσεως. Ἔστι δὲ καὶ πόλις Εὐβοίας ἢ Συρίας. Ὠνόμασται δὲ ἀπὸ τῶν Χαλκίδων τῶν μετὰ Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν καὶ κατασχόντων τὸ χωρίον καὶ μετονομασάντων. Χάλυψος: Ὄνομα ἐθνικόν· παρὰ τὸ χαλέπτω, τὸ βλάπτω, χαλέψω. Χαλκοχίτων: Τὰ εἰς ΩΝ λήγοντα, εἴτε μονοσύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον· <!-- 806 -->χθὼν, αὐτόχθων· χιτὼν, ἀστροχίτων·

  
πόλῳ ἀστροχίτωνι  
λειμὼν, εὐλείμων· αἰὼν, μακραίων. Χωρὶς εἰ μὴ τοπικὴν σχέσιν τινὰ σημαίνει, ὡς κοιτὼν, προκοιτών· θυρὼν, προθυρών. Χαμάδις: Χαμαὶ εἰς γῆν, ἔστι δὲ ἐπίρρημα τοπικὸν ἐκ τοῦ χαμαί. Τὰ διὰ τοῦ ΑΔΙΣ τρισύλλαβα ἐπιρρήματα, τῷ α παραληγόμενα, διὰ τοῦ ι γράφεται καὶ βαρύνεται, φυγάδις, οἰκάδις. Σεσημείωται τὸ ὁμαδὶς ὀξύτονον. Χαμᾶζε: Διατὶ προπερισπᾶται, τοῦ κανόνος λέγοντος, ὅτι τὰ εἰς ΖΕ λήγοντα ἐπιρρήματα τῷ α παραληγόμενα προπαροξύνεται, θύραζε, ἔραζε; Ὅτι ἐκεῖνα μὲν ἀπὸ ὀνομάτων γίνεται· οἷον, θύραζε, ἐκ τῆς θύρας· ἔραζε, ἐκ τῆς ἔρας· καὶ Ἀθήναζε, ἀπʼ Ἀθηνῶν· τοῦτο δὲ ἀπὸ ἐπιρρήματος ἐστίν· ἀπὸ γὰρ τοῦ χαμαὶ γέγονε· καὶ ὡς διήλλαξε πρὸς τὰ ἄλλα περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὸν τόνον· ἢ ὅτι ἐκεῖνα μὲν βραχὺ ἔχει τὸ α· τοῦτο δὲ, μακρόν. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΖΕ ἐπιρρήματα συνεσταλμένον ἔχει τὸ πρὸ τέλους α· οἷον, θύραζε, ἔραζε· πλὴν τοῦ χαμᾶζε. Χαμαί: Ἢ παρὰ τὸ χῶ, ἢ παρὰ τὸ χθὼν, χθαμαὶ, καὶ χαμαὶ, κατὰ ἀποβολὴν τοῦ θ. Χαμαιπετής: Χαμαὶ ἐρριμμένος. Χαμαιεῦναι καὶ Χαμαιευνάδες: Χαμαὶ κοιμώμενοι. Χαμαίζηλοι: Ταπεινοί· ἢ δίφροι κοιλώδεις. Χαμεταιρίς: Πόρνη. Χαμαιτύπη: Πόρνη ἄδοξος· καὶ χαμαιτυπεῖον, τὸ πορνεῖον. Χαμεύνα: Ταπεινὴ, εὐτελὴς κλίνη καὶ στιβάς· καὶ χαμεύνια, κραββάτια ταπεινά. Χανδόν: Ἀθρόον, ἀπλήστως, χωρητικῶς. Χαράσσω: Κατὰ πλεονασμὸν τοῦ χ, ἀπὸ τοῦ ἄρης ἀράσσω· ἢ ἐκ τοῦ χαίρω, τὸ τραχύνω, ὅπερ ἐκ τοῦ χῶ, τὸ χαράσσω, γίνεται. Χαίρω: Τὸ τραχύνω, ἢ χαλῶ· καὶ κάρχαρος κύων, ἐκ τούτου. Ὁμοίως δὲ καὶ τὰ σιδήρῳ τεμνόμενα καὶ χαρασσόμενα, ὀξυνόμενα γίνεται· ὅθεν καὶ χάρακας καλοῦμεν τοὺς ὠξυμμένους καλάμους, ἢ τὰ ξύλα. Χάραξ: Διαφέρει δὲ ὁ χάραξ καὶ ἡ χάραξ· τὸ μὲν γὰρ ἀρσενικῶς σημαίνει τὸ στρατόπεδον, ἢ τειχισμά τι καὶ περίφραγμα καὶ χαράκωμα· θηλυκῶς δὲ, ὁ τῆς ἀμπέλου. Χάραξιν: Ὀξέσι ξύλοις, ἢ καλάμοις, ἢ ἀκανθώδεσι φυτοῖς. Χαράκωμα: Περίφραγμα, τεῖχος. Παρὰ τὸ χαρακῶ, χαρακώσω· τοῦτο παρὰ τὸ χάραξ ἀρσενικῶς. Χαραδροῦται: Ὀρύσσεται, κοιλαίνεται· χαράδραι γὰρ αἱ διαιρέσεις καὶ τὰ σχίσματα, καὶ χείμαρροι γῆς· παρὰ τὸ χαράσσω. Χαρακτήρ: Ἡ σφραγὶς, ὁ τοῦ νομίσματος τύπος. Χάρις: Παρὰ τὸ χαίρω, χαρῶ, χάρις. Τὰ δὲ εἰς ΙΣ δισύλλαβα, ἔχοντα πρὸ τοῦ ΙΣ ἀμετάβολον, ἐὰν κλίνηται διὰ τοῦ δ, ὀξύνεται, οἷον τριγλίς· εἰ δὲ διὰ τοῦ τ, βαρύνεται· οἷον χάρις χάριτος. Σημαίνει τρία· τὴν θεὰν, ὡς τὸ,

  
Χαρίτων μίαν ὁπλοτεράων·  
τὴν δωρεὰν, ὡς τὸ,

  
ἐγὼ δὲ κέ τοι ἰδέω χάριν·  
καὶ τὴν εὐπρέπειαν, ὡς τὸ,

  
Ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.  
<!-- 807 -->Χαρίεις, χαριέστερος: Πᾶν ὄνομα εἰς ΕΙΣ λῆγον τὸ παρακείμενον συγκριτικὸν ἔχει δύο συλλαβὰς πλεονάζον τῆς εὐθείας· οἷον χαρίεις, χαριέστερος· τιμήεις, τιμηέστερος· μορφήεις, μορφηέστερος· τολμήεις, τολμηέστερος καὶ τολμηέστατος· οὐ γὰρ παρὰ τὸ τόλμη ἐσχημάτισται· ἀκοινώνητα γὰρ συγκρίσει πάντα τὰ θηλυκά. Ἡμάρτηται δὲ παρʼ Ὁμήρῳ πλατάνιστος· ὑπερθετικὸν γάρ ἐστιν, ὡς κάκιστος, ἄριστος. Ἔνιοι μέντοιγε παροξύνουσι, λέγοντες εἶναι ὑποκοριστικὸν τὸ σχῆμα, καθὼς καλαμίσκος καὶ πυργίσκος· ἀγνοοῦντες, ὅτι εἰ ἦν ὑποκοριστικὸν, ἔδει διὰ τοῦ κ ἐκφέρεσθαι. Τὸ δὲ ὀρέστερος, οὐκ ἀπὸ τοῦ ὄρους, ἀλλʼ ἀπὸ τοῦ ὀρήεις ὀρηέστερος, καὶ κατὰ συγκοπήν· ἀπὸ γὰρ τῶν εἰς ΟΣ οὐδετέρων οὐδέποτε γίνεται συγκριτικόν. Φιλόξενος. Εἰς τὸ αἱματόεις. Χάριεν: Τὴν τρίτην ἀπὸ τέλους ὀξύνει. Ἡρωδιανός. Χαριεντιζόμενοι: Εὐτραπελευόμενοι, σκώπτοντες. Καὶ Ἀριστοφάνης,

  
Χαριεντίζεις καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.  
Χαρίζεσθαι: Κοινῶς μὲν, ὡς οἱ πολλοί· ἰδίως δὲ, καὶ ὡς ἐπὶ ἀφροδισίων· ἢ ἐπὶ τοῦ ἐν λόγῳ ὑποκατακλίνεσθαι. Χάρμα: Χαρὰ, ἡδονή. Χάρμη: Μάχη, κατʼ εὐφημισμόν· ἢ ἐφʼ ᾗ οὐδεὶς χαίρει. Χάρτης: Παρὰ τὸ χῶ, τὸ χωρῶ, ἀφʼ οὗ καὶ τὸ χάζω, γίνεται παράγωγον χαίρω, οὐκ ἐπὶ τῆς χαρᾶς, χάρτης, ὁ χωρητικὸς τῶν ἐγγραφομένων· ἢ παρὰ τὸ χόρτος. Χάρυβδις: Ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα, καὶ πάλιν ῥαγδαιοτέρως ἐπαναστρέφουσα. Εἴρηται δὲ πᾶν τὸ εἰς χάος καὶ ὄλεθρον κατάγον, οἱονεὶ εἰς χάος βαῖνον. Χάρων: Ὁ λέων, ἀπὸ τῆς χαροπότητος. Χαροπός: Περιχαρὴς, εὐόφθαλμος· ἐξ οὗ χαροπή. Χατίζεις: Σημαίνει τὸ χρῄζεις· παρὰ τὸ ἔχειν αἰτεῖν· ὁ γὰρ χρῄζων ἃ οὐκ ἔχει αἰτεῖ· ἢ ἐκ τοῦ αἰτῶ, τὸ ζητῶ, καὶ χρῄζω, ἀποβολῇ τοῦ ι, γίνεται ἀτῶ· πλεονασμῷ τοῦ χ, χατῶ· καὶ κατὰ παραγωγὴν, χατίζω. Ἢ ἐκ τοῦ ματῶ γίνεται ματίζω· καὶ τροπῇ. Χαυλιόδων: Κεχαλασμένους ἔχων τοὺς ὀδόντας ἐξέχοντας· ἢ κατὰ ἐναλλαγὴν τοῦ ρ εἰς τὸ λ, ὁ χαράσσων τοὺς ὀδόντας καὶ τραχύνων. Χαῦνος: Παρὰ τὸ χαίνω χανὸς, ὡς φαίνω φανός· καὶ πλεονασμῷ τοῦ υ, χαῦνος, ὁ κεχηνὼς καὶ ἄπυκνος. Χαύωνας: Ἄρτους ἐλαίῳ ἀναφυραθέντας κριθίνους, ἢ λάχανα ὀπτά. Χαῖον ἀργύρεον: Ἀπολλώνιος,

  
χαῖον παλάμῃ ἔνι πηχύνουσαι·  
χαῖον, οἱ μὲν, καμπύλην βακτηρίαν· οἱ δὲ, ῥάβδον· οἱ δὲ, λαγωβόλον. Χαίτας: Σημαίνει τὰς τρίχας. Παρὰ τὸ κρατῶ, κράτη· ἀποβολῇ τοῦ ρ, καὶ πλεονασμῷ τοῦ ι, καὶ τροπῇ τοῦ κ εἰς χ, χαίτη. Χαίρω: Παρὰ τὸ χῶ, τὸ διαχέω, παράγωγον χαίρω. Πῶς τοῦ χαίρω ἐν φωνῇ ἐνεργητικῇ πάθος δηλοῦντος τὸ ἐχάρην παθητικός ἐστι δεύτερος ἀόριστος; Λύσις. Τοῦ χαίρω ἐνεστῶτος ἐκλέλοιπεν ἡ φωνὴ ἡ παθητική· τοῦ δὲ ἐχάρην δευτέρου ἀορίστου, ἡ ἐνεργητική· ὁ γὰρ ἔχαρον δεύτερος ἀόριστος ἐνεργητικὸς οὐ λέγεται. Εἰκότως ὁ παθητικὸς, μὴ ἔχων τὶ τὸ ὀφεῖλον ἐλέγξαι τὴν παραλογίαν αὐτοῦ, ἔλαθε <!-- 808 -->τὴν παραλογίαν, καὶ ὑπεισῆλθεν εἰς χρείαν τοῦ ἐνεργητικοῦ. Χαίρειν: Οἰμώζειν, στενάζειν. Χαιρέτω ληρῶν: Ἐρυθριάτω φλυαρῶν. Χαίρειν φράσαντες: Ἀποταξάμενοι, καταγνόντες. Χαίρω σε ἐληλυθότα: Ὀρωπικοὶ οὕτω λέγουσι, καὶ Εὐριπίδης Σισύφῳ. Χαιρέκακος: Τὰ παρὰ βαρυτόνων συγκείμενα, εἰ μὲν ὁ ἐνεστὼς εἴη δισύλλαβος, ἀποβάλλει τὸ ι τοῦ τρίτου προσώπου· ὡς φερέοικος καὶ ἐχεκράτης, οὕτω καὶ χαίρω χαίρει χαριέκακος· εἰ δὲ εἴη ὑπερδισύλλαβος, ἐκκόπτει μίαν συλλαβὴν, ὅπως ἀναλογῇ τοῖς δισυλλάβοις, γανύω γανύεις, γανυμήδης· τανύω τανύεις, τανύπεπλος· μιαίνω μιαίνεις, μιαιφόνος· ἰθαίνω ἰθαίνεις, ἰθαγενής. Χέδροπας: Ὄσπρια· χέδροψ γὰρ τὸ ὄσπριον· ἀπὸ τοῦ χερίδροψ κατὰ συγκοπήν. Χελιδών: Ἢ παρὰ τὸ τὰ χείλη δονεῖν, ἢ παρὰ τὸ τὰ χείλη οἰδαίνειν, ἢ παρὰ τὸ τοῖς χείλεσιν ᾄδειν. Χέλυς: Σημαίνει τὴν κιθάραν· διότι ἀπὸ δέρματος χελώνης κατεσκεύαστο τῷ Ἑρμῇ· δέδωκε δὲ αὐτὴν τῷ Ἀπόλλωνι. Ἢ παρὰ τὸ χέω, τὸ λέγω. Χελύνη: Τὸ περὶ τὸ χεῖλος μέρος τοῦ προσώπου, ὅπερ ἐπώνυμον τῆς ὑπερῴας χελύνης κατάκομον, ὃν δὴ καὶ μύστακα προσηγόρευον οἱ Ῥωμαῖοι· καὶ χελύνιον· καὶ χελυνίδης, ὁ τὴν χελύνην μεγάλην ἔχων. Λέγεται δὲ καὶ ἡ χελώνη· δηλοῖ καὶ τὴν κιθάραν παρʼ Αἰολεῦσι. Χελύσσουσα: Διαπλέουσα, νηχομένη· καὶ γὰρ οἱ νηχόμενοι τοῖς χείλεσι τὸ ὕδωρ ὠθοῦσι· παρὰ Λυκόφρονι· κατὰ πλεονασμὸν δὲ τοῦ λ. Χέρηες καὶ Χείρονες: Οἱ διὰ τῶν χειρῶν πορίζοντες τὸ ζῆν, ὡς καὶ οἱ χερνῆται. Χερνῆσι: Πενιχραῖς γυναιξὶ, καὶ ἀπὸ χειρῶν ζώσαις. Χερνῆτις γυνή: Ἰλιάδος μʹ, ἡ ταπεινή· παρὰ τὸ ἐκ τῶν ἰδίων αὐτῆς χειρῶν τρέφεσθαι. Χεράδες: Τὰ παραθαλάσσια σκύβαλα· παρὰ τὸ χεῖσθαι ῥᾳδίως. Χεράδες λέγονται καὶ οἱ σωροὶ τῶν λίθων τῶν μικρῶν. Φησὶ δὲ Δημήτριος ὁ Σκήψιος τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι. Καὶ Σαπφὼ,

  
Μὴ κίνει χεράδας.  
Χέραδος: Ἰλιάδος φʹ, ὡς κίναδος· οὐδέτερον γάρ ἐστι· τὸ συναγόμενον ἐν τῇ ῥύσει τοῦ ποταμοῦ πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. Καὶ Πίνδαρος τὴν δοτικὴν εἶπε,

  
Χεράδει σποδέων·  
Ἀρίσταρχος δέ φησι χεράδας καλεῖσθαι τοὺς ποταμοὺς, καὶ τοὺς ἐν αὐτοῖς λίθους. Χερμάδιον: Πλεονασμῷ τοῦ μ· παρὰ τὸ χεῖρα χειράδιον, τὸ πληροῦν τὴν χεῖρα· σημαίνει δὲ χειροπλήθη λίθον. Χερειότερος: Ἀπὸ τοῦ χερείων κατὰ μεταπλασμὸν γίνεται χέρειος, ὥσπερ πλείων πλεῖος· ὅθεν τὸ θηλυκὸν, πλεία, ὡς ἐν Ἰλιάδος ιʹ,

  
Πλεῖαι τε χαλκοῦ κλισίαι·  
γίνεται ἐκ τοῦ χεὶρ χερὸς, χωρὶς τοῦ ι εὕρηται ἡ γενική· κυρίως γὰρ χερείων, ὁ ταῖς χερσὶν ἥττων καὶ ἐλάττων. Χέρηϊ: Χερείων, χερείονος· ἡ δοτικὴ, χερείονι· καὶ κατὰ συγκοπὴν, χέρειϊ· καὶ διὰ τὸ ἐπάλληλον τῶν δύο ΙΙ γίνεται τροπὴ τῆς ΕΙ διφθόγγου εἰς η, ὡς ἐν Ἰλιάδος αʹ,

  
ὅτε χώσεται ἀνδρὶ χέρηϊ·  
<!-- 809 -->ἀντὶ τοῦ χείρονι, ἐλάσσονι. Ἔστι δὲ συγκριτικόν. Καὶ,

  
εἷο χέρεια·  
ἑαυτοῦ χείρονα· ἐκ τοῦ χερείονα, κατὰ συγκοπήν. Χερνίψαντο: Μέσος ἀόριστος πρῶτος, ἀπὸ τοῦ χερνίπτω χερνίψω. Χέρσος: Ἡ γῆ, ἐξ ἧς ἐστι χερσὶ προσάπτεσθαι. Τὸ δὲ

  
Χέρσονδʼ ἐξαποβάντες  
ἔστιν ἐπίρρημα τοπικὸν, ἀντὶ τοῦ εἰς τὴν χέρσον, ὡς Ἴλιόνδε. Τὸ ΔΕ, οὐκ ἔστι μέρος λόγου, ἀλλὰ μόριον. Χθών: Παρὰ τὸ διαχεῖσθαι καὶ χώννυσθαι δύνασθαι· ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ· οὗ παράγωγον, χείω· ὅθεν,

  
Οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται·  
κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΩΝ ὀξύτονα μονοσύλλαβα μόνως ἀρσενικὰ καὶ μὴ μόνως θηλυκὰ, φυλάττουσι τὸ ΩΝ, κλὼν κλωνὸς, πρὼν πρωνός· τὸ δὲ χθὼν, ἐπειδὴ μόνως ἐστὶ θηλυκοῦ γένους, τούτου χάριν ἔτρεψε τὸ ω εἰς τὸ ο ἐπὶ τῆς χθονὸς γενικῆς· ὅθεν καὶ χθόνιος. Χθιζά: Ἐπίρρημα ἀπὸ ὀνόματος γενόμενον εἰς ἐπίρρημα, ὡς ἐν τῷ ἐτεὸν καὶ δηρόν. Τὸ χθιζὸς διατί ὀξύνεται; Τὰ εἰς ΖΟΣ ἀπὸ ἐπιρρημάτων παραγόμενα, ἢ τριγενῆ ὄντα, ὀξύνεται, πρωϊζός. Καὶ πόθεν παρήχθη; Ἀπὸ τοῦ ἐχθές. Ἀναλογώτερον δέ ἐστι καὶ κυριώτερον καὶ πρῶτον τὸ ἐχθὲς τοῦ χθές. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶν ἐπίρρημα μονοσύλλαβον ἀπαθὲς κατʼ ἰδίαν ῥητὸν, μακροκαταληκτεῖ φύσει ἢ θέσει. «Κατʼ ἰδίαν ῥητὸν» εἶπε, διὰ τὸ ΛΑ ἐπιτατικὸν καὶ τὸ α. Εἰ ἄρα οὖν τὸ χθὲς ἐπίρρημά ἐστι καὶ κατʼ ἰδίαν ῥητὸν, ὤφειλε μακροκαταληκτεῖν. Γίνεται ἐκ τοῦ ἐκθέω ἐκθεύσω, ἐχθὲς, ἡ ἐκθεύσασα ἡμέρα. Ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐκτὸς ἡμᾶς γίνεσθαι ταύτης τῆς ἡμέρας. Χέω: Κυρίως ἐπὶ τοῦ ὕδατος λέγεται· ὁ δὲ ποιητὴς ἀντὶ τοῦ προήρχοντο εἶπεν, ὡς τὸ,

  
προχέοντο φαλαγγηδόν·  
ἀπὸ μεταφορᾶς τῶν ποταμίων ῥευμάτων. Περὶ τοῦ χεύσω καὶ πνεύσω μέλλοντος εὗρον ἐγὼ ἐν τοῖς Εὐλογίου τοῦ σχολαστικοῦ δυσκλίτοις ῥήμασι, μὴ εἶναι ἀπὸ τοῦ χέω καὶ πνέω κατὰ πλεονασμόν. Φησὶν γὰρ οὕτως· εἰδότες γὰρ, ὡς οὐδέποτε τὸ ε διὰ τοῦ υ μηκύνεται, μᾶλλον τὸ πνεύω καὶ χεύω ἐνεστῶτας παραδεχόμεθα· ὧν ἐστιν ὑπόμνησις παρὰ τῷ ποιητῇ· τὸ γὰρ ἔκηλος εὔκηλος, πλεονασμὸν ἔχει· ὅπερ πάθος, οὐκ αὔξησις. Χεῶ: Χέω χεύσω· ὁ δεύτερος ἀόριστος, ἔχεον· ὁ μέλλων δεύτερος, χεῶ. Τὰ εἰς ω καθαρὰ δισύλλαβα βαρύτονα τῷ ε παραληγόμενα, δύναται ἐπὶ δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν δέξασθαι. Πλεονασμῷ τοῦ υ, κατὰ τὸν μέλλοντα, χεύσω· ὁ παθητικὸς ἀόριστος ἐκ τοῦ παθητικοῦ παρακειμένου, ἐχέθην ἐχέθης· ἐξῆλθε τὸ υ, διὰ τὴν κακοφανίαν. Ὁ ἐνεργητικὸς πρῶτος ἀόριστος, ἔχευα καὶ ἔχεα. Χειά: Ἡ τῶν ὄφεων κατάδυσις. Ἰλιάδος ψʹ, καὶ ἀλλαχοῦ, χείσεται, ἀντὶ τοῦ χωρήσει· ζήτει εἰς τὸ χθών· ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι· εἰς αὐτὸ γὰρ μηχανᾶται ὁ ὄφις χωρῆσαι τὸ σῶμα ὥσπερ εἰς ἔλυτρον. Λέγονται δὲ οἱ τοιοῦτοι τόποι εἰλυοὶ, καὶ τρόχμαλα, καὶ αἱμασιαί· παρὰ γὰρ τὸ χῶ, τὸ χωρῶ, γίνεται χεά· καὶ πλεονασμῷ τοῦ ι, χειά. Χεῖμα: Παρὰ τὸ χέω γίνεται. <!-- 810 -->Χειμών: Χειμαδίῳ τόπῳ, ἐφʼ οὗ ἄν τις δύναιτο χειμῶνος ἐγκαθορμίσασθαι. Ἀπὸ τοῦ χέω οὗ ὁ μέλλων χεύσω γίνεται χεῦμα, ὥσπερ πνέω πνεύσω, πνεῦμα· καὶ τροπῇ τοῦ υ εἰς ι, γίνεται χεῖμα· ἀφʼ οὗ χειμών. Τὰ γὰρ εἰς ΜΑ οὐδέτερα εἰς ΜΩΝ παραγόμενα ὀνόματα κοινά εἰσι τῷ γένει, καὶ τρέπει τὸ ω ἐπὶ γενικῆς· οἷον, μνῆμα, ἀμνήμων ἀμνήμονος· σχῆμα, ἀσχήμων ἀσχήμονος· εἷμα, λευχείμων λευχείμονος. Τὸ δὲ χειμὼν, ὀξυνόμενον καὶ ἁπλοῦν καὶ περιεκτικὸν ὂν, διήλλαξε· ὁμοίως καὶ εἴ τι παρʼ αὐτὸ σύγκειται, βαρυχείμων βαρυχείμονος. Ἀπὸ τοῦ χέω χεϊμὼν καὶ χειμών· φυλάσσει τὸ ω ὡς περιεκτικόν· περιέχει γὰρ μῆνας καὶ ἑβδομάδας. Χειμάρρους: Ὁ χειμερινὸς ποταμός· παρὰ τὸ ἐν τῷ χειμῶνι ῥεῖν· καὶ γίνεται παρὰ τὸ χέειν ἅμα· ἀπὸ τοῦ ῥέειν καὶ τοῦ χειμὼν γίνεται χείμαρρος· καὶ πλεονασμῷ τοῦ ο, χειμάρροος· καὶ κατὰ συναίρεσιν, χειμάρρους· κλίνεται χειμάρρου. Χειμέριος: Ἀπὸ τοῦ χεῖμα γίνεται. Τὰ δὲ διὰ τοῦ ΙΟΣ καθαρὸν ἔχοντα τὸ ρ, καιροῦ ὑπόνοιαν ἔχοντα, διὰ τοῦ ι γράφεται, καίριος, ἀκαίριος, ὁ μὴ ἔχων καιρόν· ὥριος, ὁ τῆς ὥρας, ἀώριος· ἡμέριος. Χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων, διὰ τὸ θέρος θέρειος. Λοιπὸν οὖν ἐκ τοῦ χειμερινὸς γίνεται κατὰ συστολὴν τοῦ ν χειμέριος, ὥσπερ ἑσπερινὸς ἑσπέριος. Χειραμός: Σημαίνει τὴν κατάδυσιν, παρὰ Λυκόφρονι. Οἶμαι δʼ ἀπὸ τοῦ χειὰ γέγονε. Χεῖραι: Αἱ ἐν τοῖς ποσὶ ῥαγάδες· καὶ χειρόποδες, οἱ οὕτως τοὺς πόδας κατερρωγότες, οἷον ῥαγόποδες. Χείριστα: Κάκιστα. Ἀπὸ τοῦ χείρων χείριστος ὑπερθετικόν. Χείρων δὲ κυρίως ὁ κατὰ χεῖρας ἥττων· αἷς ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων διαφέρει, τεχνᾶσθαι δυνάμενος. Καὶ χειρότερος. Χείρων: Ὁ Κένταυρος· ἀπὸ τῆς διὰ τῶν χειρῶν θεραπείας τῆς ἐν ταῖς χειρουργίαις καὶ ῥιζοτομίαις· ἰατρὸν γὰρ τοῦτον ἡμῖν ὑπογράφει Ὦρος. Ἐν ἄλλοις δὲ, ὅτι χεῖραι καλοῦνται αἱ ἐν τοῖς ποσὶ ῥαγάδες. Ἔνθεν καὶ Χείρων, διὰ τὸ ἐν χείροσι καὶ ὀρεινοτέροις τόποις διάγειν. Χειρόηθες: Ἥμερον, πρᾶον· ἢ διὰ τὰ χρειῶδες. Χείρ: Παρὰ τὸ ἔχω, τὸ κρατῶ· ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥᾶον χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι, ἢ διαχέειν. Χειροδίκαι: Οἱ τῇ τῶν χειρῶν δυνάμει πεποιθότες, καὶ διʼ ἑαυτῶν ποιοῦντες τὴν ἐκδίκησιν καὶ τύπτοντες· τουτέστιν, ἐν τῇ ἰσχύϊ τὸ δίκαιον ἔχοντες. Χειρόκμητα: Ὑπὸ χειρῶν γεγλυμμένα, ἢ περιεξεσμένα. Χειρόμακτρον: Ὃ παρὰ Ῥωμαίοις καλεῖται μανδίλιον. Χειρόμαντις: Ὁ διὰ τῶν ἐν ταῖς χερσὶ γραμμῶν μαντευόμενος. Χειρόνιπτρον: Τὸ κατὰ χειρὸς ὕδωρ. Ἀριστοφάνης. Χειρονομεῖν: Κυρίως ἐστὶ νωμᾶν διὰ χειρῶν· ὅθεν χειρονομία. Χηναλώπηξ: Ἰστέον ὅτι τὰ εἰς ἀμετάβολον λήγοντα σύνθετα κατὰ τὴν ἀρχὴν οὐδέποτε ἀπὸ εὐθείας συντίθεται, ἀλλʼ ἢ ἀπὸ γενικῆς, ἢ ἀπὸ δοτικῆς, ὡς ἐπὶ τοῦ πυρίβλητος. Καὶ εἰ μὲν ἡ ἐπιφερομένη λέξις ἄρχεται ἀπὸ συμφώνου, ἀποβάλλει ἡ γενικὴ τὸ σ· <!-- 811 -->οἷον, φρὴν φρενὸς, φρενοβλαβής· χὴν χηνὸς, χηνοτρόφος. Ἐὰν δὲ ἀπὸ φωνήεντος ἄρχηται, ἀποβάλλεται καὶ τὸ ο καὶ τὸ σ, οἷον φρὴν φρενὸς, φρεναπάτης· χὴν χηνὸς, χηναλώπηξ. Δεῖ προσθεῖναι, χωρὶς εἰ μὴ ἄρχεται ἀπὸ τοῦ η, ἢ ἀπὸ τοῦ ε· τότε γὰρ πολλάκις τὸ σ μόνον ἀποβάλλεται, οἷον χεὶρ χειρὸς χειροήθης, χειροεργὸς καὶ χειρουργός· λιμὴν λιμένος, λιμενοειδής. Δεῖ προσθεῖναι, καὶ χωρὶς τοῦ χειροάναξ. Τοῦτο δὲ γίνεται κατὰ κρᾶσιν χειρώναξ, ὡς Ἱππώναξ. Διὰ γὰρ τὴν κρᾶσιν ἠμαυρώθη τὸ παράλογον. Χεῖλος: Παρὰ τὸ χέειν λόγους. Χηλός: Ἡ κιβωτός. Παρὰ τὸ χῶ χήσω, χηλὸς, ἡ χωροῦσα ἕκαστον τῶν ἐντιθεμένων. Χηλή: Ὁ ὄνυξ. Ὦρος δὲ λέγει κυρίως τὴν χηλὴν ἐπὶ τῶν διωνύχων ζῴων, σχηλή τις οὖσα, παρὰ τὸ διεσχίσθαι, ὥσπερ ὁπλὴ ἐπὶ τῶν μονωνύχων. Χήν: Κοινόν ἐστι τῷ γένει· ἔστι δὲ καὶ εἰδικόν. Γίνεται παρὰ τὸ ἠχὴ, ὃ σημαίνει τὴν βοὴν, ἠχήν· καὶ ἀφαιρέσει τοῦ η χήν· κρακτικὸν γὰρ ἐστὶ καὶ φωνητικόν. Χηνίσκος: Τὸ τῆς πρώρας μέρος, οὗ ἀπήρτηνται αἱ ἄγκυραι, ὃ καὶ τῆς τρόπιδος ἐστὶν ἀρχή. Εἰσὶ δʼ οἳ μᾶλλον τὸ τῆς πρύμνης ἔφασαν ἄκρον, πρὸς ὃ ἐπιζεύγνυνται αἱ ἐπωτίδες τῆς νεώς. Πλὴν ὁποτέρως ἔχει, χηνίσκος ἐλέγετο, ὅτι χηνὸς κεφαλὴν μορφοῦντες οἱ ναυπηγοὶ ἐτίθουν τῷ ἄκρῳ, τάχα τὸ πλοῖον εἰς χῆνα ἀπεικάζοντες· ἢ τοῦ εὐοιωνίστου χάριν, ὡς ἀβάπτιστος αὐτοῖς ἡ ναῦς διατελοίη, τρόπον χηνὸς ὑπερνέουσα τῶν κυμάτων. Χήρα: Παρὰ τὸ χῶ, τὸ χωρῶ, ὁ μέλλων, χήσω, χήρα, ἡ χωρητικὴ τῶν κακῶν τῆς λύπης. Ἐτυμολογεῖται δὲ παρὰ τὸ χαρά· καὶ ἀναδόσει τοῦ τόνου, καὶ τροπῇ τοῦ α εἰς η, χήρα, κατὰ ἀντίφρασιν, ἡ ἐστερημένη τῆς εὐφροσύνης καὶ τῆς χαρᾶς. Χῆραι: Ἔρημοι, καὶ ἀνδρὸς μονωθεῖσαι· ἀπὸ τοῦ χηρῶ χηρώσω, ὃ σημαίνει τὸ ἐρημῶ καὶ ἀφανίζω καὶ ἐκπορθῶ· ὅθεν καὶ χηρωτὴς, ὡς γυψώσω γυψωτής· καὶ πλεονασμῷ τοῦ σ, χηρωστής· ΧΗρωσταὶ δὲ λέγονται οἱ μακρόθεν τοῦ γένους κληρονόμοι, οἷον οἱ ἐπίτροποι, οἱ τοῦ χήρου καὶ ἐρήμου συγγενῶν οἴκου κληρονόμοι. Γίνεται δὲ ἐκ τοῦ χωρῶ, τὸ χωρίζω, χηρῶ χηρώσω· οἷον,

  
χήρωσʼ ἀγυιάς·  
καὶ,

  
Χηρώσας δὲ γυναῖκα.  
Χήτει: Στερήσει, ἐνδείᾳ, σπάνει. Παρὰ τὸ χῶ ῥῆμα, ὃ σημαίνει τὸ ἐνδεοῦμαι, ὁ μέλλων, χήσω· ῥηματικὸν ὄνομα, χῆτις, ἡ ἔνδεια· καὶ χῆτος, οὐδέτερον ὄνομα. Ἐκ τούτου καὶ ῥῆμα χητίζω καὶ χατίζω. Χιλός: Θηλυκῶς λέγεται· σημαίνει δὲ τὴν τροφήν· παρὰ τὸ ἔχειν τὸ σῶμα, τουτέστι κρατεῖν· ἢ παρὰ τὸ χεῖλος. Χεῖλος δὲ, ὁ χόρτος τῶν βοσκημάτων, παρὰ τὸ χεῖσθαι τῷ ἕλει. Χίμαρος: Σημαίνει τὸν τράγον· ἐκ τοῦ χίμαιρα· πρὸς ἀντιδιαστολὴν τοῦ ἐν τῷ χειμῶνι ῥέοντος ποταμοῦ. Γίνεται παρὰ τὸ κίω, τὸ πορεύομαι, κίμαρος καὶ χίμαρος. Χίμαιρα: Ἡ ἐν χειμῶνι τεχθεῖσα, οἷον ἡ ἕνα χειμῶνα ἔχουσα. Χίμετλα: Τὰ ἀποκαύματα τὰ γινόμενα ἐν τοῖς ποσὶν, ὃ συμβαίνει ἀπὸ χειμῶνος γίνεσθαι. Εἴρηται παρὰ τὸ ἐν χειμῶνι τλεῖν. <!-- 812 -->Χῖος: Ὁ τῆς Χίου πολίτης. Ἀπὸ τοῦ Χίος Χίϊος, ὡς Σάμιος, Λέσβιος· καὶ κράσει, Χῖος, ὡς Δῖος. Χιράδες: Αἱ τῶν χειρῶν ῥαγάδες. Συνέπαθε δὲ ἡ φωνὴ τῷ σημαινομένῳ. Ἐπειδὴ γὰρ τὸ χιρὰς ἔνδειαν τινὰ σημαίνει, τὰς γὰρ τῶν χειρῶν ῥαγάδας δηλοῖ· ἡ δὲ ῥαγὰς τοῦ ὁλοκλήρου ἔνδειαν ἔχει· τὸ γὰρ ἔχον ῥαγάδας οὐκ ἔστιν ὁλόκληρον· τούτου χάριν διὰ τοῦ ι γράφεται. Χιτών: Τὸ ἁπλοῦν καὶ λινοῦν περιβόλαιον· ἐτυμολογεῖται δὲ παρὰ τὸ κεχύσθαι ἡμῶν τοῖς σώμασι, χυτών· καὶ τροπῇ τοῦ υ εἰς ι, χιτών. Σημαίνει δὲ δύο· ἐπὶ μὲν τοῦ συνήθως ἡμῖν λεγομένου, ἱμάτιον· οἷον,

  
μαλακὸν δʼ ἔνδυνε χιτῶνα·  
καὶ τὸν θώρακα· ὅθεν καὶ χαλκοχίτωνες, οἱ χαλκοθώρακες. Διαφέρει δὲ πέπλου· ἐπὶ μὲν γὰρ ἀνδρῶν λέγεται χιτών· ἐπὶ δὲ γυναικῶν, πέπλος. Τὰ δὲ εἰς ΩΝ ἰαμβικὰ, πρὸ τέλους ἔχοντα τὸ ι, φυλάττει τὸ ω ἐπὶ βαρυτόνων καὶ ὀξυτόνων. Χιών: Παρὰ τὸ χέω χεών· καὶ τροπῇ, χιὼν, ὡς τέρπω, τερπών. Κλίνεται χιόνος, διὰ τοῦ ο μικροῦ. Χλαῖνα: Παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν, χλίαινα καὶ χλαῖνα. Λέγεται μὲν χλαῖνα, τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον· χλανὶς δὲ, τὸ λεπτότατον καὶ μαλακὸν καὶ τρυφερόν· χλαμὺς δὲ τὸ περιφερὲς καὶ κυκλοειδὲς, τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον σαγομάντιον, ὅπερ φοροῦσιν οἱ κηροφόροι. Ὁμοίως παρὰ τὸ χλιαίνω χλιαμὺς καὶ χλαμύς. Χλιαρός: Παρὰ τὸ χλιαίνω· τὸ δὲ λιαρὸς, οὐκ ἀπὸ τοῦ χλιαρὸς, ὥς τινες, ἀλλὰ παρὰ τὸ λίω, τὸ προθυμοῦμαι. Χλιδῇ: Ἀγλαϊσμῷ, τρυφῇ· καὶ ῥῆμα χλίδω, βαρύτονον· καὶ χλιδῶ, περισπώμενον.

  
Ἐξουσιαστικῇ χλιδῇ ἥκιστα ἔχαιρες.  
καὶ χλιδανὸν, τὸ τρυφερόν· παρὰ τὸ χαλῶ καὶ τὸ δέω, τὸ πρέπω, χαλιδὴ καὶ χλιδὴ, ἡ ὑποχαλῶσα τοῦ πρέποντος. Λέγεται δὲ χλιδὴ, ἡ ἔκλυσις καὶ μαλακία· ἀπὸ τοῦ ἐχλιάνθαι καὶ ἐκλελύσθαι ἀσθενείᾳ τοῦ θερμοῦ. Χλευασμός: Ἐκ τοῦ χλευάζω· τοῦτο ἐκ τοῦ χλεύη, ὃ σημαίνει τὴν ἀπάτην, χειλεύη τὶς οὖσα, παρὰ τὸ ἠρέμα ἀνοίγειν τὰ χείλη· ἢ παρὰ τὴν χλόην· δυσωπητικὰ γὰρ τὰ σκώμματα, καὶ χροιᾶς μεταβλητικά. Ἢ παρὰ τὸ κλέπτω, κλεύη καὶ χλεύη· ὁ γὰρ χλευάζων τινὰ ὑποκλέπτει αὐτόν. Ἢ παρὰ τὸ χέω χεύη. Χλόη: Παρὰ τὸ φλέω, τὸ ἀναπέμπω, φλόη καὶ χλόη, ἡ ἐκ τῆς γῆς ἀναπεμπομένη καὶ αὐξάνουσα· ὅθεν καὶ χλοῦναι οἱ σύαγροι, οἱ ἐν ταῖς χλόαις εὐναζόμενοι καὶ διατρίβοντες. Κλίνεται χλούνων, ὡς ἀπὸ τοῦ χλόευνοι χλοεύνων. Τὸ δὲ χρῇσται χρῄστων, πρὸς ἀντιδιαστολὴν τοῦ οἱ χρηστοὶ τῶν χρηστῶν, ἐπὶ τῶν καλῶν. Χρῇσται δέ εἰσιν οἱ δανείζοντες καὶ οἱ δανειζόμενοι. Τὸ δὲ ἐτήσιαι ἐτησίων συνεξέδραμε τῷ ἐτήσιοι ἐτησίων. Χοῖρος: Παρὰ τὸ χοῦν ἐρευνᾶν, χόϊρος· καὶ συναιρέσει, χοῖρος. Ἢ παρὰ τὸ τοῦ χείρονος ἐρᾶν. Χλῆδος: Ὁ κλῆρος τῶν ἀποκαθαρμάτων, ὁ ἔχων ἰλύν τινα καὶ βοτανώδη καὶ φρυγανώδη. Ἢ σωρὸς λίθων. Χλωρός: Παρὰ τὸ χαλῶ καὶ τὸ ὥρα, ὃ σημαίνει τὴν μορφὴν, χαλάωρος, καὶ χλωρὸς, ὁ κεχαλασμένην ἔχων τὴν ὥραν· ἐξ οὗ καὶ χλωρότης. <!-- 813 -->Ἢ ἐκ τοῦ χολὴ, ὑπερθέσει, χλόη· ἐκ τούτου χλοηρὸς καὶ χλοερός· ἢ χολερὸς, κατὰ κρᾶσιν χλωρός. Ἐκ τούτου ὠχρόν. Χλωρὸν δέος: Χλωροποιόν. Σημαίνει δὲ καὶ τὸ νέον. Χλωρηῒς ἀηδών: Ἀπὸ τοῦ χρώματος· ἢ διότι ἐν ἔαρι φαίνεται ὅτε πάντα χλωρά· οἱ δὲ, τὴν χλωροῖς ἡδομένην. Ἀληθὲς δὲ τὸ πρῶτον· τοιαύτην γὰρ τὴν πτέρωσιν ἔχει. Καὶ Σιμωνίδης,

  
Εὖτʼ ἀηδόνες πολυκώτιλοι χλωραύχενες εἰαριναί.  
Χνοῦς: Πλεονασμῷ τοῦ ν, παρὰ τὸ χοῦς· τοῦτο παρὰ τὸ χόος· τοῦτο παρὰ τὸ χέω. Ἀπολλώνιος,

  
νέον χνοάοντα παρειάς.  
Χόανος:

  
Φύσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσσων.  
Χοή: Ἐκ τοῦ χέω· χοαὶ χοῶν, τὰ ἐπιχεόμενα· οἱ γὰρ ἀρχαῖοι ἅπερ εἶχον κάλλιστα καὶ τιμιώτατα ἔρραινον εἰς τοὺς νεκροὺς, τιμῶντες αὐτούς. Χολάδες: Τὰ ἔντερα· κατὰ μετάθεσιν τοῦ κ εἰς χ· κοιλάδες γάρ εἰσι, παρὰ τὴν κοιλότητα. Ἀφʼ οὗ καὶ κόλος καὶ κοῖλος, ὁ ἔρημος καὶ κενὸς τόπος. Ἢ παρὰ τὴν χύσιν. Ὅμηρος,

  
ἐκ δʼ ἄρα πᾶσαι  
  
χῦντο χαμαὶ χολάδες·  
ἢ διὰ τὸ κατὰ φύσιν δέχεσθαι τὸ χολῶδες ἀπὸ τοῦ ἥπατος, ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν. Ἤμελλε γὰρ, ψυχρὰ ὄντα τῇ κράσει, ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη. Χόλικες: Αἱ τῶν βοῶν κοιλίαι. Χόλος: Παρὰ τὸ χέω· συγχεῖται γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργίζεσθαι. Τὸ ΧΟ, μικρόν. Ἐκ τοῦ χέω· ὁ γὰρ χόλος διαχεῖται· ἡ πρώτη γὰρ ἔκκαυσις τῆς καρδίας καὶ διάχυσις τῆς χολῆς πρὸς ὀργὴν χόλος λέγεται. Ἔστι δὲ εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι εἰδικοῦ· τὸ γενικὸν, θυμός. Χολᾶτε: Ἐκ τοῦ χολὴ γίνεται χολῶ χολᾷς, συζυγίας δευτέρας· ὅθεν τὸ πληθυντικὸν,

  
Ἐμοὶ χολᾶτε ὅτι ....  
ἐκ δὲ τοῦ χόλος γίνεται χολῶ χολώσω, συζυγίας τρίτης· ὅθεν χολωθεὶς, τὸ ὀργισθείς· καὶ, χολωτοῖς ἐπέεσσιν, ὀργιστικοῖς. Χορδή: Σημαίνει τὸ ἔντερον· παρὰ τὸ χωρῶ καὶ τὸ ἔδω, τὸ ἐσθίω, παρὰ τὸ διʼ αὐτῶν χωρεῖν τὴν ἐδωδήν. Ὅθεν καὶ τὸ δεκάχορδον ὄργανον. Χορηγός: Παρὰ τὸ χεὶρ χερὸς καὶ τὸ ἄγω γίνεται χερηγός· καὶ τροπῇ τοῦ ε εἰς ο, χορηγὸς, ὁ διὰ χειρὸς ἄγων. Χορός: Οἶμαι παρὰ τὸ χαίρειν· ἢ ἐκ τοῦ χῶρος· ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. Ἢ χαίρω χαρὸς καὶ χορός. Ἢ παρὰ τὸ χεὶρ χερὸς, χορός. Χοροίτυπος: Ὁ χορευτὴς, ἤτοι τύπους ἐν τῷ χορεύειν τῶν ποδῶν ποιῶν, ἢ τύπτων τὸ ἔδαφος. Καὶ Ὅμηρος,

  
Πέπληγον δὲ χορὸν θεῖον ποσίν·  
τὸ δὲ χῶρος παρὰ τὸ χῶ, τὸ χωρῶ· σημαίνει δὲ τὸν τόπον. Χόρτος: Παρὰ τὸ ἐν τῇ χέρσῳ γίνεσθαι· ἢ παρὰ τὸ κείρω κόρτος, καὶ χόρτος. Χόρτος αὐλῆς: Ὁ τῆς αὐλῆς ὅρος· χόρτῳ γὰρ τὸ πρῶτον ἀντὶ τειχίων ἐχρῶντο· ἄχρι δὲ τοῦ νῦν ἐν Λυκίᾳ ἀπὸ τοῦ χόρτου παραβάλλουσιν αὐλὰς τοῖς ἐν ἀγροῖς οἰκήμασιν. Ὅμηρος Ἰλιάδος ωʹ. <!-- 814 -->Χορτάσαι: Παρὰ τὸν χόρτον τὸν παραβαλλόμενον τοῖς ὑποζυγίοις· καὶ ὅτι πρὸ τῆς εὑρέσεως τῶν ἡμέρων τροφῶν τούτῳ ἐκέχρηντο. Παρὰ τὸ κόρος. Χρῶ: Σημαίνει πέντε· τὸ ξέω, ἐξ οὗ χραύω χραύσω, Ἰλιάδος εʹ, χραύσῃ, ἀντὶ τοῦ ἀμύξῃ ἐπʼ ὀλίγον τὸν χρῶτα, ἐπιξύσῃ, ἤτοι προσεγγίσῃ· ἀπὸ τοῦ χρωτὸς, χρῶ, οἷον προσψαύσῃ καὶ προσξέσῃ· τὸ μαντεύομαι, ὡς τὸ,

  
Τοιαῦθʼ ὁ Φοῖβος χρῇ·  
τὸ κτῶμαι, ἐξ οὗ καὶ χρήματα· τὸ ἐφορμῶ, ὡς τὸ,

  
τίς τοι κακὸν ἔχραε δαίμων·  
τὸ παρέχω, ἐξ οὗ καὶ τὸ κιχρῶ, κατὰ ἀναδιπλασιασμόν· καὶ χρηστὸς, ὁ ἀγαθὸς, ὁ πᾶσιν ἑαυτὸν παρέχων. Χραισμῶ: Καὶ βαρύνεται καὶ περισπᾶται. Γίνεται ἀπὸ τοῦ χρήσιμος, χρησιμῶ· συστολῇ τοῦ η εἰς α, καὶ μεταθέσει τοῦ σ, χραισμῶ· ὁ δεύτερος ἀόριστος, ἔχραισμον. Ἔστι δὲ συζυγίας πρώτης, καὶ σημαίνει τὸ βοηθῶ καὶ φυλάσσω. Ἢ ἐκ τοῦ χαρίζω χαρισμῶ· καὶ ἐν ὑπερθέσει καὶ συναιρέσει, χραισμῶ, ἔχραισμον, ὡς ἀπὸ τοῦ ἁμαρτῶ περισπωμένου, δεύτερος ἀόριστος ἥμαρτον. Χρέος: Ἀπὸ τοῦ χῶ, ὃ σημαίνει τὸ ἐνδεοῦμαι, γίνεται χέω· ἐξ οὗ γίνεται χρέος, κατὰ πλεονασμὸν τοῦ ρ. Οὕτως εἰς τὸ αἱμ· εἰς τὸ Μέγα δὲ γράφεται, ὅτι οὐκ ἀπὸ τοῦ χρῶ, ἀλλʼ ἀπὸ τοῦ χρέω χρέομαι. Ὁ δὲ Χοιροβοσκὸς εἰς τοὺς αὐτοῦ Κανόνας τῶν οὐδετέρων λέγει περὶ τοῦ χρέους, ὅτι διὰ μὲν τοῦ ο γράφεται, κλίνεται δὲ ἐν τοῖς ἑνικοῖς καὶ πληθυντικοῖς καὶ δυϊκοῖς· ἐν δὲ τῇ εὐθείᾳ τῶν πληθυντικῶν εἰς α λήγει, οἷον χρέεα· καὶ συγκοπῇ, χρέα. Ὅταν δὲ γένηται διὰ τοῦ ε καὶ ω Ἀττικῶς χρέως, τὴν αὐτὴν ἔχει ὀρθὴν, γενικὴν, αἰτιατικὴν, καὶ κλητικὴν, μόνην δὲ τὴν δοτικὴν διαλλάττουσαν· καὶ ἔστι δίπτωτον· εὐθεῖαν γὰρ καὶ δοτικὴν ἔχει μόνον, οἷον τὸ χρέως, τοῦ χρέως, τῷ χρέει, τὸ χρέως, ὦ χρέως· δυϊκὰ δὲ καὶ πληθυντικὰ οὐκ ἔχει. Χρειώ: Σημαίνει τὴν χρείαν. Ὥσπερ ἀπὸ τοῦ σπέος γίνεται Σπεὼ καὶ Σπειὼ, κλέος Κλεὼ καὶ Κλειὼ, οὕτω χρέος χρεὼ καὶ χρειώ· ἡ δοτικὴ,

  
Χρειοῖ ἀναγκαίῃ·  
ὡς Κλειοῖ· ἤγουν διὰ χρείαν ἐπιφέρουσαν καὶ ἐπείγουσαν. Ἀπὸ δὲ τοῦ χρέω γίνεται χρέα, καὶ χρεία πλεονασμῷ τοῦ ι, ὡς χρέος καὶ χρεῖος. Χρείω: Τὸ χρησμοδοτῶ, διὰ διφθόγγου· παρὰ γὰρ τὸ χρέος χρέω· καὶ πλεονασμῷ τοῦ ι, χρείω· τοῖς γὰρ χρείαν ἔχουσι χρησμῳδεῖ ὁ θεός. Χρίω δὲ, τὸ ἀλείφω, διὰ τοῦ ι· ἐξ οὗ καὶ Χριστός· ἀπὸ τοῦ χρίμπτω· ἢ πρὸς ἀντιδιαστολὴν ἀλλήλων. Χρέμιζον: Ἡσίοδος ἐν Ἀσπίδι,

  
Ὀξεῖα χρέμισαν·  
ἀπὸ τοῦ χρεμέτιζον. Τὸ δὲ χρεμέθεσκον, ἀπὸ τοῦ χρέμω, χρεμέθω. Χρή: Ἀπὸ τοῦ χρῶ δευτέρας συζυγίας γίνεται χρῆμι· οὗ ὁ μέλλων, χρήσω· εἰς τὸ ἀπόχρη. Τὸ δὲ χρὴ, ὀξυτόνως, σημαίνει ἐπίρρημα, τὸ δεῖ· ὡς τὸ,

  
Χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσασθαι·  
περισπωμένως δὲ, σημαίνει ῥῆμα, Ἀττικῶς· ἀπὸ τοῦ χρῶ, χρᾷς, χρᾷ· Ἰωνικῶς καὶ Ἀττικῶς, χρῇ· ἐξ οὗ οἶμαι καὶ τὸ χρῆν. Ὀξύνεται δὲ τὸ χρή· ὅτι πᾶσα λέξις δισύλλαβος ἐν ῥήμασιν, εἰ μὲν ἀπὸ τῆς ἀρχῆς ἀποκοπῇ, τὴν καταλιμπανομένην συλλαβὴν περισπᾷ· εἰ δὲ ἀπὸ τέλους, ὀξύνει. Τὸ χρὴ καὶ δεῖ λέγουσιν εἶναι ἐπιρρήματα· πλέον δὲ λέγεται εἶναι ῥήματα. <!-- 815 -->Χρῆμα: Κυρίως τὸ διὰ χειρὸς ἔργον, οἷον χέρημα· ἢ παρὰ τὸ χρήσω, ὃ σημαίνει τὸ κτῶμαι· ἐξ οὗ ἐχρησάμην, τὸ ἔλαβον, ἐκτησάμην. Χρήιζω: Ἡνίκα σημαίνει τὸ δέομαι, ἔχει τὸ ι προσγεγραμμένον· ἀπὸ γὰρ τοῦ χρέος γίνεται χρεΐζω, καὶ τροπῇ τοῦ ε εἰς η, χρηΐζω·

  
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος·  
καὶ κατὰ συναίρεσιν, χρῄζω· εἰς τὸ κλήζω. Ὅτε δὲ σημαίνει τὸ χρησμῳδῶ, ἄνευ τοῦ ι γράφεται, καίπερ τῆς ἐτυμολογίας ἀπαιτούσης γράφεσθαι σὺν τῷ ι· παρὰ γὰρ τὴν χρείαν ἐστί· τοῖς γὰρ χρείαν ἔχουσι τἀληθῆ μαθεῖν χρησμῳδεῖ ὁ θεός· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ σημαίνοντος τὸ δέομαι οὐκ ἔχει τὸ ι. Χρηστήρ: Ἔστιν ὁ παρέχων χρησμούς· καὶ γίνεται παρὰ τὸ χρείω. Οὕτως ὁ Χοιροβοσκός· οἶμαι δʼ ἐγὼ, παρὰ τὸ χρήζω, ὅπερ σημαίνει τὸ αὐτὸ, γίνεται χρηστήρ. Χρῆσις: Παρὰ τὸ χρήω χρήσω. Διαφέρει δὲ παραδόσεως· χρῆσις μὲν γὰρ λέγεται, ἡ τῶν ἀρχαίων ποιητῶν μαρτυρία· παράδοσις δὲ, ἡ τῶν γραμματικῶν· οἷον, τὰ μὲν Ὁμήρου καλεῖτο χρῆσις· τὰ δὲ Ἀριστάρχου τοῦ γραμματικοῦ καλεῖται παράδοσις. Χρῄστης: Καὶ ὁ δανείσας καὶ ὁ δανεισάμενος. Χρίσμα: Παρὰ τὸ χρίω χρίσω χρίσις καὶ χρίσμα· σημαίνει τὸ ἄλειμμα. Ἰστέον δὲ ὅτι ὥσπερ λέγεται κροῦμα καὶ κροῦσμα, οὕτω λέγεται χρίμα καὶ χρίσμα. Χρίμπτω: Σημαίνει τὸ περιβάλλω, καὶ προσπελάζω. Ἀπὸ τῆς χειρὸς χειρίπτω· πλεονασμῷ τοῦ μ, χειρίμπτω· καὶ συγκοπῇ· κυρίως γὰρ τὸ ταῖς χερσὶ συναντᾶν καὶ περιβάλλειν καὶ προσεγγίζειν. Ἢ ἀπὸ τοῦ χρωτὸς, τὸ τοῦ χρωτὸς ἐγγίζειν· χρῶ, χρίμπτω. Χρόα χροῦν, εἴρηται εἰς τὸ βόα βοῦν. Καὶ διὰ χροός. Γίνεται παρὰ τὸ χρῶ, ὃ σημαίνει τὸ βάπτω· ἐξ οὗ καὶ χρῶμα. Ἡ εὐθεῖα, χροῦς· ὅθεν τὸ,

  
Χροὸς ἄμμεναι ἀνδρομέοιο·  
ὃ καὶ μεταβολῇ τῆς ΟΥ, χρῶς, ὡς βοῦς βῶς παρὰ Δωριεῦσι. Χρόμαδος: Ἰλιάδος ψʹ, τὸν ἐν τοῖς γένυσιν ὑπὸ τῶν πληγῶν γινόμενον ψόφον ὀνοματοποιήσας χρόμαδον εἶπεν ὁ ποιητής· ἢ παρόσον θυμικῶς ἀλλήλοις ἐπιφερόμενοι τρίζουσι τοὺς ὀδόντας· διόπερ φοίνικας ἀναλαμβάνουσιν, ἵνα τούτοις ἐπερειδόμενοι λυμαίνονται τοὺς ὀδόντας. Χρόμις:

  
Μυσῶν δὲ Χρόμις ἦρχεν·  
τὸ δὲ Χρόμιος πλεονασμῷ ἐγένετο τοῦ ο. Ἢ ἡ Χρόμιος γενικὴ μετετέθη εἰς εὐθεῖαν, καὶ γέγονεν ὁ Χρόμιος. Χρόνος: Παρὰ τὸ ῥέω, ῥόνος καὶ χρόνος· ἢ παρὰ τὸ χρῶ, τὸ τελειῶ. Χρωσθῆναι: Μολυνθῆναι· ἀπὸ τοῦ χρώζω· ὅπερ ἀπὸ τοῦ χρῶ, τὸ βάπτω, γίνεται· κυρίως γὰρ χρωσθῆναι τὸ ἀπὸ αἵματος μολυνθῆναι. Χρώζω: Σημαίνει τὸ πλησιάζω. Χρὼς χρωτὸς χρωτίζω, ὡς φῶς φωτὸς φωτίζω· ἀποβολῇ τοῦ τ, χρωΐζω· καὶ συναιρέσει, χρῴζω. Χρυσίτις: Σημαίνει τὸν λίθον ἔνθα ἀκονῶσι τὸ χρυσίον. Χρυσόρραπις: Χρυσῆν ῥάβδον ἔχων ὁ Ἑρμῆς. Χρυσόπολις: Ἀγαμέμνονος καὶ Χρυσηΐδος παῖδας γεγονέναι φασὶ Χρύσην καὶ Ἰφιγένειαν· ὧν <!-- 816 -->ἀπὸ μὲν τοῦ Χρύσου ὠνομάσθη Χρυσόπολις ἐν τῇ Προποντίδι· Ἰφιγένειαν δὲ γενέσθαι ἱέρειαν Ἀρτέμιδος. Χρύσης: Πόθεν Χρύσης; Παρὰ τὸ χρυσός· τὸ δὲ χρυσὸς, παρὰ τὸ ῥύω ῥυσός· καὶ πλεονασμῷ τοῦ χ, χρυσός. Καὶ τί μετέχει τοῦ ῥύω; Ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ἄνθρωπον ἐκ τοῦ θανάτου. Χυτή: Οὐ πᾶσα γῆ, ἀλλʼ ἡ τοῖς νεκροῖς ἐπιχεομένη. Χύτλα: Κυρίως εἰσὶ τὰ μεθʼ ὕδατος ἔλαια, καταχρηστικῶς δὲ καὶ τὰ ἐναγίσματα· οἷον,

  
Χύτλά τέ οἱ χεύαντο, καὶ ἥγνισαν ἔντομα μῆλα.  
Χυτλῶσαι: Οὐχ ἁπλῶς τὸ ἀλεῖψαι· ἀλλὰ τὸ ἐπὶ λουτρῷ ἀλείψασθαι χυτλώσασθαι ἔλεγον· καὶ χύτλον, τὸ μεθʼ ὕδατος ἔλαιον. Χυτῷ λιμένι: Παρὰ Ἀπολλωνίῳ Χυτὸς λιμὴν Κυζίκου. Χυτὸς δὲ καλεῖται ὁ περικλεισθεὶς, καὶ λίθοις οἰκοδομηθεὶς, καὶ μὴ αὐτοφυὴς ὤν. Καλεῖται δὲ οὕτω καὶ ὁ ἰλὺν ἔχων καὶ ἄσιν, ἤγουν ἀκαθαρσίαν. Χυτρόπους:

  
Ἀπὸ τῶν χυτροπόδων,  
Ἡσίοδος· τῶν ἐσχαρῶν τῶν μαγείρων. Περιφραστικῶς χύτραν εἶπε. Χωλός: Ἐκ τοῦ κῶλον, τὸ ὀστοῦν, ὁ τὸ ὀστοῦν βεβλαμμένος· τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ μεταβολῇ τοῦ τόνου, χωλός· Χῶλος δὲ, ὄνομα ῥήτορος κύριον, ὡς Πῶλος κύριον. Εἰς τὸ ἄλλο· εἰς δὲ τὸ Μέγα Ἐτυμολογικὸν, τροπῇ τοῦ κ εἰς χ, καὶ τοῦ ο εἰς ω· κόλος γάρ ἐστιν ὁ μὴ τέλειος. Ὅμηρος,

  
κόλον δόρυ·  
καὶ κόλους κριοὺς, τοὺς ἀποβεβληκότας τὰ κέρατα. Χωλὸς οὖν ὁ μὴ τέλειος. Χῶνες: Ἔθνος Ἰταλίας. Τὸν Ἡρακλέα φασὶ κατὰ τὴν Αἰγυπτίων διάλεκτον Χῶνα λέγεσθαι· παραγενέσθαι δὲ εἰς Ἰταλίαν, καὶ ἀπʼ αὐτοῦ Χῶνας ὀνομασθῆναι τὸ ἔθνος. Χῶρος: Εἰς τὸ χορός. Χᾡ ξυμπόται, χᾡ ξυγγενεῖς: Ἀντὶ τοῦ καὶ οἱ συμπόται, καὶ οἱ συγγενεῖς. Σὺν τῷ ι· οὕτω γὰρ λέγουσι, τὸ μὲν ι τοῦ συνδέσμου ἐκθλίβοντες καὶ ποιοῦντες κρᾶσιν τοῦ α ο εἰς τὸ ω· καὶ προσγράφουσι τὸ ι τῆς διφθόγγου, τρέποντες καὶ τὸ κ ἀναγκαίως εἰς τὸ χ· οἷον,

  
χᾡ τυμπανισμοί.  
Οὕτως εὗρον εἰς τὴν ὀρθογραφίαν Ὤρου τοῦ Μιλησίου. Χώω: Σημαίνει τὸ λυπῶ καὶ ὀργίζομαι· ὅπερ γέγονεν ἀπὸ τοῦ χέω χῶ, παρὰ τὸ διαχεῖσθαι τὴν χολήν. Χῶ οὖν, χώσω· ἡ μετοχὴ παθητικὴ, χοόμενος χούμενος· καὶ Δωρικῶς, χώμενος, ὡς Μοῦσα Μῶσα· καὶ πλεονασμῷ τοῦ ο, χωόμενος. Ἢ παρὰ τὸ χολῶ χολώσω χολούμενος· ἐκβολῇ τοῦ λ, χοούμενος· καὶ τροπῇ τῆς ΟΥ διφθόγγου εἰς ω, χοώμενος· καὶ ἐν ὑπερθέσει βαρυτόνως χωόμενος, ὡς ὄρω ὀρῶ ὄρωρεν, ὤρορεν. Χρῆμα: Πρᾶγμα, ἢ κτῆμα· καὶ χρηματισάμενοι, διαπραξάμενοι· καὶ χρηματίζεσθαι, τὸ χρήματα πράττεσθαι. Χίλιοι: ὅτι τεσσάρων ὄντων τῆς ὀρθογραφίας κανόνων, ἡ μὲν ἀναλογία τῷ τεχνικῷ ἔστι κανόνων ἀπόδοσις· ἡ δὲ διάλεκτος, γλώσσης ἰδίωμα, ὡς ἐπὶ τοῦ μείλιχος· μέλλιχος γράφεσθαι γάρ φασιν οἱ Αἰολεῖς· ἱστορία δέ ἐστιν ἡ τῶν παλαιῶν χρῆσις, ἡ καὶ παράδοσις· ἰστέον δὲ ὅτι πολλάκις ἡ ἱστορία ἐναντιοῦται διαλέκτῳ· <!-- 817 -->τοῦ γὰρ χίλιοι ἀπαιτοῦντος τὴν ΕΙ δίφθογγον, χέλλιοι γάρ φασιν οἱ Αἰολεῖς, ἡ ἱστορία ἐναντιουμένη, διὰ μόνου τοῦ ι γράφει, οὕτω γὰρ ἡ παράδοσις ἔχει· ἐτυμολογία δέ ἐστιν ἐπισημασία λέξεων, ἐπιτοπλεῖστον τὸ πάθος ἔχουσα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aav`.
