---
title: "Great Etymological Work: Letter Β"
title_greek: "Ἐτυμολογικὸν τὸ Μέγα, Β"
author: Etymologicum Magnum
eul_wid: xie-aab
eul_aid: xie
canonical: "https://eulogikon.org/works/etymologicum-magnum-letter-beta-xie-aab"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:097d03398585dbdc30be6aef6810f28f62e95b9061e6de6d68a0fd69148f0d25"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Great Etymological Work: Letter Β

*Ἐτυμολογικὸν τὸ Μέγα, Β*

**Author:** Etymologicum Magnum

**eul_wid:** `xie-aab` · [HTML page](https://eulogikon.org/works/etymologicum-magnum-letter-beta-xie-aab)

## Text

<!-- 183 -->

β.

Β τὸ στοιχεῖον, ὅτι δευτέραν ἔχον τάξιν ἐπιβέβηκε τῶν λοιπῶν. Βαβάκτης: Ὀρχηστὴς, λάλος, μανιώδης, βακχευτής. Λέγεται δὲ καὶ ὁ Πάν. Κρατῖνος,

  
Χαῖρε χρυσόκερω βαβάκτα κήλων  
  
Πάν.  
Παρὰ τὸ βάζω τὸ λαλῶ, βάξω, βέβαγμαι, βέβακται, βαβάκτης, ὁ πολλὰ λαλῶν, φλύαρος. Βάβαξ: Λάλος, φλύαρος. Παρὰ τὸ βάζω, βάξω, βάξ· καὶ κατὰ ἀναδιπλασιασμὸν, βάβαξ. Ἀρχίλοχος,

  
Κατʼ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ.  
Ἔστι καὶ ἐπίρρημα βαβαὶ βαβαιὰξ, θαυμαστικὸν ἐπίφθεγμα. Βάβαξ: Μάταιος, ἐνθουσιῶν, ἀναιδής. Βαβυλών: Πόλις Ἀσσυρίας, ἣν Σεμίραμις ἐτείχισε τῷ περιβοήτῳ τείχει. Εἴρηται δὲ ἀπὸ Βήλου, ὃς κτίσας αὐτὴν ἀφʼ ἑαυτοῦ προσηγόρευσε· Βὰλ γὰρ καλεῖται τῇ Σύρων φωνῇ, ὃ τῇ Ἑλληνίδι Βῆλος. <!-- 184 -->Δοκεῖ δέ μοι βήλων, καὶ ἐν διπλασιασμῷ, βαβηλὼν, καὶ βαβυλὼν κατὰ τροπὴν τοῦ η εἰς υ, ὡς τηρῶ τηρὸς καὶ τυρὸς, τὸ εἰς φυλακὴν καὶ τήρησιν γάλα. Βάδην ἀπιόντος: Ἠρέμα παραγινομένου, ἢ θᾶττον, ἢ ταχέως. Μένανδρος,

  
Τὸ δὴ λεγόμενον τοῦτο Θᾶττον ἢ βάδην.  
Παρὰ τὸ βαίνω, βάδην, ὥσπερ τείνω, τάδην. Βαθμός: Παρὰ τοῖς στρατηγικοῖς, ἡ ἐφʼ ἕνα τῆς φάλαγγος στάσις. Βάζω: Σημαίνει τὸ λέγω· οἷον,

  
Οἵτʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.  
Παρὰ τὸ βοῶ, βῶ· καὶ ὥσπερ παρὰ τὸ φῶ, φάζω, καὶ ὁ μέλλων φάσω, καὶ πλεονασμῷ τοῦ κ, φάσκω· οὕτω καὶ παρὰ τὸ βῶ, βάζω· ὁ μέλλων, βάξω. Ἐκ δὲ τοῦ βάζω γίνεται καὶ βράζω κατὰ πλεονασμὸν τοῦ ρ. <!-- 185 -->Δύναται δὲ εἶναι καὶ παρὰ τὸ βοὴ, βοάζω, καὶ συγκοπῇ, βάζω, ὡς παρὰ τὸ θῶ, τὸ ὀξύνω, γίνεται θοήγω, καὶ συγκοπῇ, θήγω. Βάϊον: Παρὰ τὸ βίᾳ τίλλεσθαι· σημαίνει τὸν κλάδον τοῦ φοίνικος. Βακχεύω: Σημαίνει τὸ μεθύσκομαι· καὶ βακχευτὴς, ὁ μεθυστής· παρὰ τὸ βάκχος, ὃ σημαίνει τὸν οἶνον· τοῦτο παρὰ τὸ ἄχος, ὃ σημαίνει τὴν λύπην, καὶ τὸ βῶ, τὸ βαίνω. Ὁ γὰρ ἔχων λύπην καὶ εἰς μέθην ἐμπίπτων, ἀφίησιν αὐτὸν ἡ λύπη. Ὑπερέβη γὰρ τὴν λύπην ἡ μέθη. Βάκχος: Μαινόμενος. Παρὰ τὸ βάζω, βάξω, βάχος· καὶ πλεονασμῷ τοῦ κ, βάκχος, ὡς ἰαχὴ, ἴαχος καὶ ἴακχος· οἱ γὰρ μεθύοντες πλέον τῇ φωνῇ καὶ ἐνθουσιῶντες χρῶνται. Λέγεται δὲ ὁ ἱερὸς Διονύσου ἀνήρ· καὶ κλάδος, ὁ ἐν ταῖς τελεταῖς· ἢ στεφανός. Βακτηρία: Ἀπὸ τοῦ ἐρείδειν τὴν βάσιν ἐπʼ αὐτῆς· τουτέστι στήριγμα εἶναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως. Ἢ παρὰ τὸ τὴν βάσιν τηρεῖν. Βάκηλος: Εἰς μὲν τὸ Λεξικὸν τὸ Ῥητορικὸν εὗρον σημαῖνον οὕτω· μέγας μὲν, ἀνόητος δὲ καὶ γυναικώδης· εἰς δὲ τοὺς Ἐτυμολογικοὺς, ὁ ἀποτετμημένος τὸ αἰδοῖον. Εἴρηται δὲ οἱονεὶ βιάκολος τὶς ὢν, ὁ βίᾳ καὶ μανίᾳ κόλος γεγονώς. Οὕτω γὰρ ἐκαλοῦντο οἱ Γάλλοι, οἱ περὶ τὴν μητέρα τῶν θεῶν ὀργιάζοντες, καὶ ἑαυτοὺς ἐκτέμνοντες. Βάκηλος: Βιάκολος, καὶ βάκολος· καὶ τροπῇ τοῦ ο εἰς η, ὡς ἔλαφος, ἐλαφηβόλος. Ἐπαφρόδιτος δὲ, τὸν αἰδοῖον μὴ ἔχοντα· κήλων γὰρ τὸ αἰδοῖον· ἔνθεν καὶ κήλων ὁ ὄνος ὁ συνουσιαστικός· ἵνʼ ᾖ ἄκηλος· καὶ πλεονασμῷ τοῦ βῆτα, βάκηλος, ὡς ῥόδον βρόδον. Βάθος: Παρὰ τὸ μετὰ βίας θέειν. Βαθεῖαν αὔλακα: Ὅπερ ἐστὶ στιχὶς γῆς ὑπὸ ἀρότρου· ἡ μεταφορὰ ἀπὸ τοῦ βαθείας φρένας καὶ κεκρυμμένας. Βαθυζώνους: Βαρβάρων γυναικῶν τὸ ἐπίθετον· ἀπὸ τοῦ βαθέως ζώννυσθαι. Βαθύλειμος: Βαθεῖς λειμῶνας ἔχουσαν· ἀπὸ τῆς λειμῶνος γενικῆς, βαθυλείμωνος, καὶ κατὰ συγκοπήν. Βαθύς: Ἐπὶ τοῦ βάθους γὰρ βίᾳ ὁρμῶμεν. Ἢ ἐκ τοῦ θύω, τὸ ὁρμῶ· ὁ μέλλων, θύσω· καὶ ἀθὺς, ἐν ᾧ τὶς τρέχειν οὐ δύναται. Βαθυλήϊος: Ἀντὶ τοῦ πολυλήϊος, πολύσιτος. Βαθυκόλπων: Πέπλος τὸ ἱμάτιον καλεῖται Ἑλληνικῶς. Βάρβαρον καὶ τὸ βαθυκόλπους, ἀπὸ τοῦ ἐκ τῆς ζώσεως κολπώματος. Βάθρον: Τὸ θεμέλιον· καὶ βάθρα, ἀγάλματα. Ἔστι δὲ ῥηματικόν. Παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται παράγωγον βῆμι, καὶ βίβημι· ἐξ οὗ τὸ,

  
Μακρὰ βιβάς.  
Ῥηματικὸν ὄνομα, βάτρον, καὶ βάθρον, ἐφʼ ᾧ ἐστι βαίνειν· σημαίνει καὶ βῆμα, τὸ ἐφʼ οὗ καθίζομεν, καὶ βάσιν τοῦ ἀνδριάντος, καὶ ὑποπόδιον, καὶ ὁ ἐμβάς. Καὶ βαθμοί· ἴχνη, πόδες. Βαλανάγρα: Ἡ κλείς· παρὰ τὸ ἀγρεύειν τὸν βάλανον. Βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλεῖται μάγγανον. Αὕτη ἐκ τῶν Ῥητορικῶν. βαλλάντιον τὸ ἀκόντιον· διὰ τὸ βάλλειν τοὺς ἐναντίους. Βακτηρία ὀρθή: Ἣν καὶ εὐθεῖαν ἐκάλουν. Ἐχρῶντο δὲ αὐτῇ οἱ ἐν περιουσίᾳ καὶ οἱ δικάζοντες· τῇ δὲ καμπύλῃ, οἱ ἄγροικοι. <!-- 186 -->Βακίας: Βόρβορος, πηλὸς, ὑπὸ Ταραντίνων. Βάκτρον: Βακτηρία, καὶ δρέπανον. Βαλανεῖον: Τὸ λουτρόν. Τινὲς δὲ λέγουσι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας. Καὶ Ὅμηρος παρετυμολογεῖ λέγων,

  
Λοῦε δʼ ἐκ τρίποδος μεγάλοιο,  
  
ὄφρά μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.  
Οὐ λέγουσι δὲ καλῶς. Εἰ γὰρ ἦν ἐκ τούτου, ὤφειλε γράφεσθαι διὰ τοῦ ι. Ἀλλʼ ἔστιν εἰπεῖν ὅτι ἀπὸ τῶν βαλάνων εἴρηται· οἱ γὰρ ἀρχαῖοι βαλάνους εἶχον ἔθος ὑποκαίειν· παρὰ τὸ τὰς βαλάνους αὔειν, τουτέστι τὰς δρῦς· οὕτω γὰρ καλοῦνται οἱ δρῦς, καὶ ἄλλό τι φυτόν. Ἐπαφρόδιτος δὲ παρὰ τὸ αὔω, τὸ σημαῖνον τὸ καίω·

  
Ἵνα μή ποθεν ἄλλοθεν αὔοι.  
Βάλανος: Ὁ τῶν δρυῶν καρπός. Βαλβίς: Ἡ ἀφετηρία, καὶ ὁ καμπτὸς, ἤγουν ἡ ἄφεσις τῶν δρομέων. Ἦσαν δὲ ξύλα δύο, ἀφʼ ὧν σχοινία διετείνετο· ἀφʼ ἧς βαλβίδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. Λυκόφρων,

  
Ἐγὼ δʼ ἄκραν βαλβίδα μηρίνθου σχάσας Ἄνειμι.  
Παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλός· οἷον,

  
Βηλῷ ἐπὶ λιθέῳ.  
Καὶ ὥσπερ παρὰ τὸ ψῆφος γίνεται ψηφὶς, οὕτω καὶ παρὰ τὸ βηλὸς βηλίς· καὶ τροπῇ τοῦ η εἰς α, καὶ πλεονασμῷ τοῦ β, βαλβίς. Βαλβίς: Βάσις ταπεινή. Καὶ βαλβίσιν, ἀντὶ τοῦ ταῖς ἀρχαῖς. Εἴρηται δὲ ἀπὸ τῶν δρομέων. Ἡ γὰρ ὑπὸ ὕσπληγγος γινομένη γραμμὴ, διὰ τὸ ἐπʼ αὐτῆς βεβηκέναι τοὺς δρομέας, βαλβὶς καλεῖται, καὶ ὁ τῆς ἀφετηρίας τόπος. Ἔνιοι καμπτῆρα. Βάλιος: Ὄνομα τοῦ ἵππου τοῦ Ἀχιλλέως. Σημαίνει δὲ καὶ τὸν ποικίλον. Εὐριπίδης

  
Βαλίαν ἔλαφον  
φησίν. Ἢ φάλιος τὶς ὢν, ὁ λευκομέτωπος, καὶ ὁ λευκός. Βαλίαι: Αἱ ταχεῖαι· παρὰ τὸ βάλλειν καὶ ταχέως φέρεσθαι τὸ βαλλόμενον· ἢ παρὰ τὸ πάλλεσθαι διὰ τὸ τάχος. Οἷον,

  
Βαλίαις ἀσκαίρων ἁρπυίαις.  
Ἢ παρὰ τὸ βαίνειν ἅλις. Καὶ βαλιὰ, διαποίκιλος. Καὶ Βάλιν, τὸν Διόνυσον, Θρᾶκες. Βάλλις: Εἶδος ἐστὶν ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τοὺς τεθνεῶτας, ὁμοίως τῇ ἀρυώνῃ, οἱονεὶ βίαλλίς τις οὖσα, ἐπειδὴ δοκεῖ βίον ἄλλον ποιεῖν. Κλίνεται βάλλιθος. Βάλε: Ὥσπερ ἀπὸ τοῦ ἄγε προστακτικοῦ ῥήματος μετατιθεμένου γίνεται ἐπίρρημα παρακελευστικὸν, οἷον·

  
Ἄγε δή μοι, ὦ μοῦσα.  
καὶ ἀπὸ τοῦ φέρε προστακτικοῦ ῥήματος, φέρε· οὕτω καὶ ἀπὸ τοῦ ἔβαλον, ἔβαλες, ἔβαλε, οὗ τὸ προστακτικὸν, βάλε, μετατιθεμένου γίνεται σχετλιαστικὸν ἐπίρρημα, ἀντὶ τοῦ φεῦ· οἷον,

  
Βάλε βάλε κῆρυξ φωνήν.  
Τοῦτο πλεονασμῷ τοῦ α, καὶ αὐτοῦ σχετλιαστικοῦ ὄντος ἐπιρρήματος, ὡς παρὰ τῷ ποιητῇ, ἆ δειλὲ, γίνεται ἀβάλε. Ἀμφότερα μίαν σημασίαν ἔχουσι, τὸ ἆ καὶ τὸ βάλε, καὶ τὸ ἀβάλε. Ἔστι δὲ ἰδίᾳ ἆ, καὶ ἰδίᾳ τὸ βάλε· καὶ ἐν συνθέσει, τὸ ἀβάλε· καὶ κατὰ ἀφαίρεσιν, βάλε. Βάλλετε: Σημαίνει τὸ τοξεύετε· βολὴ γὰρ κυρίως, ἡ ἀπὸ τοῦ τόξου πεμπομένη. Βαλάντιον: Μαρσίπιον, ἀπὸ τοῦ ὄπισθεν. Βάλλον: Ῥῆμα ὁριστικὸν πληθυντικὸν δυνάμενον εἶναι καὶ ἑνικὸν, ἔβαλλον ἐγώ· χρόνου παρατατικοῦ. Ἔστι παρὰ τὸ βάλλω, ἐξ οὗ καὶ βολὴ, ὡς στέλλω, στολή. Ἀπὸ δὲ τοῦ βάλλω γίνεται καὶ βαλλίζω. Κλίνεται τὸ βάλλω ἕως τοῦ παρατατικοῦ καὶ μόνον. Βάλλω: Παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται, ὡς θῶ θάλλω, καὶ ἰῶ ἰάλλω· οἱ γὰρ βάλλοντες διαβαίνουσι. Σημαίνει δὲ τρία· ἐπὶ τοῦ προϊέμενον ἐπιτυχεῖν,

  
<!-- 187 -->βέλος ἐχεπευκὲς ἐφιεὶς  
  
βάλλε.  
Καὶ ἐπὶ τοῦ ἐπιθεῖναι,

  
Τάων ἡ μὲν ἔβαλλε δόμοις ἔνι ῥήγεα καλά.  
Καὶ ἐπὶ τοῦ ἐν ἡμῖν συνήθους,

  
Τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε.  
Βαλών: Αἱ εἰς ΩΝ λήγουσαι μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, δραμὼν, ἐλθὼν, πιών· οὕτως οὖν καὶ βαλών. Ἀντίκειται τὸ πέφνων. Αἱ γὰρ εἰς ΩΝ λήγουσαι μετοχαὶ, ὁπότε ἐν ἐπιπλοκῇ ἔχουσι σύμφωνον, ὧν τὸ δεύτερον ἔστιν ἀμετάβολον, πάντως βαρύνονται, τέμνων, κάμνων. Τούτοις ὅμοιον τὸ πέφνων. Βαλανεῖον: Δίφθογγον. Διατί; Τὰ ἀπὸ τῶν εἰς ΕΥΣ διὰ τοῦ ΕΙΟΝ γινόμενα οὐδέτερα διὰ τῆς ΕΙ διφθόγγου γράφεται· κουρεὺς, κουρεῖον· κναφεὺς, κναφεῖον· γραφεὺς, γραφεῖον· γραμματεὺς, γραμματεῖον. Ἢ καὶ τὰ διὰ τοῦ ΕΙΟΝ οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ διφθόγγου γράφονται· οἷον, μαγειρεῖον, πατριαρχεῖον, ὀρφανοτροφεῖον, ἰατρεῖον, ἰαμβεῖον, βυρσοδεψεῖον, ἐπισκοπεῖον. Οὕτω καὶ βαλανεῖον. Πρόσκειται, «μονογενῆ,» διὰ τὸ ἐναντίον. «Πρὸ μιᾶς τὸν τόνον ἔχοντα,» διὰ τὸ αἰπόλιον καὶ ἀρτοπώλιον. «Ὑπὲρ τρεῖς συλλαβὰς,» διὰ τὸ παιδίον· οὐκ ἀναστρέφοντος τοῦ κανόνος. Οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ι. Ἰδοὺ γὰρ τὸ πτωχεῖον, πορνεῖον, πρωτεῖον, καὶ δευτερεῖον, διὰ τῆς ΕΙ διφθόγγου γράφονται· ἀπὸ γὰρ τῶν διὰ τοῦ ΕΥΩ εἰσί. Βάμμα κυζικηνόν: Τὴν ἀκάθαρτον ἀσχημοσύνην Ἀττικοὶ λέγουσι. Διογενιανὸς, τὸ τίλημα. Ἐσκώπτοντο γὰρ ἐπὶ μαλακίᾳ. Βαμβαίνει: Διστάζει, τρέμει τοῖς ποσὶ, καὶ ὑπὸ τρόμου ἠχεῖ τοὺς ὀδόντας, καὶ τῇ γλώσσῃ ἀσήμως φθέγγεται. Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις καὶ ποιητική·

  
τάρβησέν τε  
  
βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίνετʼ ὀδόντων.  
Εἴρηται ἀπὸ μεταφορᾶς τῶν ποδῶν, ἐπὶ τῶν μὴ ἑδραίαν τὴν φωνὴν ἐχόντων. Οἱ γὰρ κατάσχετοι ὑπὸ φόβου οὐχ οἷοί τε ἑδραῖοι ἀμφοτέραις ταῖς βάσεσιν εἶναι, ὥς φησιν ὁ ποιητὴς,

  
ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει.  
Ἔστιν οὖν βαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν, βαβαίνω, καὶ πλεονασμῷ τοῦ μ, βαμβαίνω. Τὸ ὑπὸ τρόμου ἠχεῖν τοὺς ὀδόντας, καὶ ἀνάρθρως λέγειν. Βάναυσος: Κυρίως πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος· βαῦνος γὰρ ἡ κάμινος. Ῥητορική. Σοφοκλῆς·

  
Οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.  
Εἴρηται δὲ παρὰ τὸ τὰς βαύνους αὔειν, τουτέστι τὰς καμίνους καίειν. Καταβέβηκε δὲ ἡ λέξις εἰς πάντα χειροτέχνην. Βᾶν: Εἰ μὲν ἐκ τοῦ βῆναι, βᾶναι, καὶ κατὰ συγκοπὴν, βᾶν· εἰ δὲ θέμα ἐστὶ βῶ βᾷς βᾷ, καὶ τὸ ἀπαρέμφατον, βᾶν. Βάξις: Παρὰ τὸ βάζω, βάξω, βάξις. Σημαίνει δὲ τὴν φήμην, καὶ τὴν ῥῆσιν. Μίμνερμος,

  
Καί μιν ἐπʼ ἀνθρώπους βάξις ἔχει χαλεπή.  
  
ἀργαλέης αἰεὶ βάξιος ἱέμενοι.  
Βάπτω: Παρὰ τὸ βῶ, τὸ βαίνω, παράγωγον βάπτω, οἷον ἐμβαίνειν ποιῶ. Τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσοποιὸν χρῶμα. Βάπτισμα: Ἐν ᾧ βάλλεται, ἤγουν πίπτει, τὸ πταῖσμα. Βάραθρον: Τόπος βαθὺς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται. Ἢ τόπος κοῖλος, τὰ μὲν ἄνω ἔχων ἰσχυρὰ, ὑπόχαυνα δὲ τὰ κάτω, ὥστε καταδῦναι τὸν ἐπιβάντα. Ἐν δὲ Φιλιππικοῖς ὁ Δημοσθένης τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλʼ ἐκ μεταφορᾶς· οἷον ἐν τῷ ὀλέθρῳ. <!-- 188 -->Ἔστι γὰρ ῥητορική. Ὁ δὲ ποιητὴς βέρεθρον τὸ χάσμα διὰ τοῦ ε φησίν· Ἀττικοὶ δὲ διὰ τοῦ α. Κυρίως γὰρ βάραθρα καλοῦσι τοὺς κοίλους τόπους διʼ ὧν οἱ ποταμοὶ καταπίνονται καὶ εἰσβαίνουσι· παρὰ τὸ βαίνω, βάτρον, καὶ βάθρον, καὶ βάραθρον κατὰ πλεονασμόν· καὶ Ἰακῶς, βέρεθρον·

  
Ἧιχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον.  
Ἢ κατὰ ἀντίφρασιν, τῷ ἄβατον εἶναι διὰ τὴν κοιλότητα. Βάραγχος: Ἱππῶναξ μάλιστα, πλεονασμῷ τοῦ ἄλφα· οἱ γὰρ ἄλλοι, βράγχος· καὶ βαραγχιᾶν ἀντὶ τοῦ βραγχιᾶν πολλάκις ἐστὶ παρὰ Ἀττικοῖς. Ἡρωδιανός. Βράγχος: Ὠνοματοπεποίηται ἡ λέξις, οἷον κατὰ μίμησιν τῆς γινομένης αὐτῷ τραχύτητος ἐν τῇ φωνῇ· ἀφʼ οὗ καὶ βρόγχος λέγεται, διʼ οὗ ἀναφέρεται ἡ φωνή· καὶ αὐτὸ τὸ βραγχιᾶν, τὸ σαπρὰν τὴν φωνὴν καὶ τραχεῖαν ἔχειν. Βάρβιτος: Εἶδος μουσικοῦ ὀργάνου, ψαλτήριον, ἢ κιθάρα. Εἴρηται δὲ οἱονεὶ βαρύμιτος τὶς ὢν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ τὰς νευρὰς ἔλεγον· ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς στήμοσιν ἐκέχρηντο· ὅθεν καὶ οἱ Αἰολεῖς βάρμιτον αὐτὸ διὰ τοῦ μ φασί. Βάρδιστος: Παρὰ τὸ βάρος, βαρύς· μεταφορικῶς. Βαρδὺς πλεονασμῷ τοῦ δ, καὶ ἐν ὑπερθέσει, βραδύς· εἶτα βραδίων βράδιστος· καὶ ἐν ὑπερθέσει, βάρδιστος. Ἰλιάδος ψʹ,

  
ἀλλά τοι ἵπποι  
  
βάρδιστοι θείειν.  
Ἀντὶ τοῦ βραδύτατοι. Βαρδίνης: Ποταμός· εἴρηται παρὰ τὸ βαρείας καὶ ἐπαχθεῖς ἔχειν δίνας, βαρυδίνης τις ὤν. Βάρις: Παρὰ τὸ βάρος, καὶ τροπῇ τοῦ βραχέος· σημαίνει δὲ τὸν πύργον, καὶ τὴν κλίνην· παρὰ τὸ μετὰ βίας πολλῆς ἀρηρέναι. Βάρεις, τείχη, πλοῖα, στοαὶ, αὐλαὶ, πύργοι, σφαῖραι. Τινὲς δὲ λέγουσιν, αἱ μεγάλαι καὶ ὑπόβαθροι πέτραι·

  
Ἀπὸ βάρεων ἐλεφαντίνων.  
Βαρείας χεῖρας: Ὑβριστικὰς, φονικὰς, ὅπλῳ βεβαρημένας·

  
Σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας.  
Βάρηκες: Τὰ οὖλα τῶν ὀδόντων· οἱ δὲ, σιαγόνας· οἱ δὲ, τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς ἐνισχόμενα. Σημαίνει δὲ καὶ τὴν τολύπην. Βάναυσοι: Οἱ ἑδραῖοι τεχνῖται· οἱ δὲ, τὸν ἀπάνθρωπον καὶ ὑπερήφανον. Ἔνιοι βαναύσου χειρὸς, τῆς ὑβριστικῆς, ἢ τεχνικῆς. Βαρκάζειν: Τὸ βαρβαρίζειν. Εἴρηται ἀπὸ τῶν Βαρκάνων, οἵ εἰσι βάρβαροι. Ἦν οὖν καραβάζειν, καὶ ἐν ὑπερβιβασμῷ, βαρβακίζειν, καὶ βαρκάζειν. Βαρκαίοις ὄχοις: Λιβυκοῖς· ἀπὸ Βάρκης πόλεως Ἑλληνικῆς. Καὶ ἔστιν ἀπὸ μέρους. Βαρύθω:

  
Βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ.  
Ἀπὸ τοῦ βαρὺς, βαρύω· πλεονασμῷ τοῦ θ, βαρύθω. Τὸ δὲ βαρὺς, παρὰ τὸ βάρος, ὥσπερ παρὰ τὸ πλάτος πλατύς. Τὸ δὲ βάρος, παρὰ τὸ βίᾳ αἴρεσθαι. Ἔστι δὲ ἀπὸ τοῦ βῶ τὸ βαίνω. Βάσανος: Παρὰ τὸ βιάζω, βιάσω· βιάσανος, καὶ βάσανος. Ἢ παρὰ τὸ βίβημι, βήσω, καὶ τὸ ἀνία, ὃ σημαίνει τὴν λύπην. Ἢ ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζεται ὁ χρυσὸς, κἄντε ὄβρυζος, κἄντε κίβδηλος ᾖ. Βασανίζειν: Οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ἀνακρίνειν, καὶ δοκιμάζειν, καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· <!-- 189 -->βάσανος γὰρ ἔστι λίθος ἡ Λυδία λεγομένη, ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. Οὕτω πάντες κέχρηνται οἱ ἀξιόλογοι. Ἐκ τοῦ ῥητορικοῦ. Βασιλεύτωρ: Παρὰ τὸ βασιλεύσω. Ἀντίμαχος ἐν πρώτῃ Θηβαΐδος,

  
οἷοι ἔσαν βασιλεύτορες Αἰγιαλήων.  
Βασιλίς: Ἡ τοῦ βασιλέως γυνὴ, ὡς καὶ βαλανὶς, ἡ τοῦ βαλανέως. Ἀπὸ τοῦ βασιλεὺς βασιλῆος γίνεται βασιληΐς· καὶ ἀποβολῇ τοῦ η, βασιλίς. Βασιλεύς: Σημαίνει τρία· τὸν θεὸν, ὡς τὸ,

  
Ὦ Ζεῦ βασιλεῦ.  
Καὶ τὸν βασιλέα, ὡς τὸ,

  
βασιλεύς τʼ ἀγαθὸς, κρατερός τʼ αἰχμητής.  
Καὶ τὸν οἰκοδεσπότην,

  
βασιλῆϊ δὲ κεῖται ἄγαλμα.  
Παρὰ τὸ σίνω, τὸ βλάπτω, σινεὺς, ὁ βλαπτικός· μετὰ τοῦ στερητικοῦ α, ἀσινεὺς, ὁ ἀβλαβὴς, ὃν οὐδεὶς δύναται βλάψαι· καὶ τροπῇ τοῦ ν εἰς λ, καὶ πλεονασμῷ τοῦ β, βασιλεύς. Ἢ παρὰ τὸ βαίνειν ἵλεως. Ἢ παρὰ τὸ πεπᾶσθαι λαοὺς, ὅ ἐστι κεκτῆσθαι· πάσασθαι γὰρ τὸ κτήσασθαι· καὶ πάμματα, τὰ κτήματα· καὶ πολυπάμμονα· ἵνʼ ᾖ πασιλεὺς, καὶ βασιλεύς· ἢ πασιλεὺς τὶς ὢν, ὁ πάντας λεύσσων, καὶ πάντας προνοῶν. Ἢ παρὰ τὴν βάσιν καὶ τὸ λεύσσειν, ὁ ἐν τῷ περιϊέναι περίβλεπτος. Ἢ παρὰ τὸ βάσιν ἴλης ἔχων, τουτέστι μετὰ πλήθους ποιούμενος τὴν βάσιν καὶ τὴν ἔξοδον· δεῖ γὰρ ἀληθῶς βασιλέα καλοποιεῖν· ὁ δὲ κακοποιῶν, τύραννος. Ἢ παρὰ τὸ βάσις εἶναι λαοῦ, τουτέστιν ἕδρα καὶ στήριγμα. Πόσας γενικὰς ἐπιδέχεται; Ἕξ· βασιλεὺς βασιλέος, κοινῶς· βασιλέως, Ἀττικῶς· βασιλῆος, παρὰ τοῖς ἀρχαίοις Ἴωσι καὶ Αἰολεῦσι· ἀλλʼ οἱ Αἰολεῖς προπαροξύνουσιν, Ἀχίλληος, καὶ βασίληος· βασιλεὺς βασιλέος· καὶ κράσει τοῦ ε καὶ ο εἰς εῦ δίφθογγον, βασιλεῦς, παρὰ τοῖς Αἰολεῦσιν ἢ Δωριεῦσιν, ὥσπερ

  
Ὀδυσεῦς τε λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ.  
Ἀντὶ τοῦ Ὀδυσσέως. Ποσαχῶς συναιρεῖται τὸ ε καὶ ο; Τριχῶς. Παρʼ ἡμῖν μὲν οὖν, εἰς τὴν ΟΥ δίφθογγον, ὡς Δημοσθένεος, Δημοσθένους· παρὰ δὲ τοῖς Ἀθηναίοις, εἰς τὴν ΕΙ δίφθογγον, ὡς πλέον πλεῖν, καὶ δέον δεῖν· παρὰ δὲ τοῖς Δωριεῦσιν, εἰς τὴν ΕΥ δίφθογγον, ὡς τὸ ἐμέο, ἐμεῦ· θηέοντο, θηεῦντο·

  
θηεῦντο δὲ μέρμερα ἔργα.  
Διὰ τί ὀξύνονται; Τὰ εἰς ΕΥΣ λήγοντα ἀρσενικὰ, εἴτε μονοσύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἅπαντα ὀξύνονται· δηλονότι κοινολεκτούμενα· βασιλεὺς, Ἀχιλλεὺς, Πηλεὺς, Ζεὺς, Φλεὺς, ὁ Διόνυσος· Νεὺς, ὄνομα ποταμοῦ· Δνεὺς, ὄνομα πόλεως ἐν Λυκίᾳ, ἔνθα ἀνετράφη ἡ χίμαιρα· σεὺς, ὁ σκώληξ. Τὸ Φλεὺς καὶ Νεὺς οὐ συνήθη εἰσὶ τοῖς Ἕλλησι· τὸ δὲ σεὺς, οὐδὲ ἐν χρήσει εὕρηται κατὰ τὴν εὐθεῖαν, ἀλλὰ κατὰ τὰς πλαγίας. Πρόσκειται, «κοινολεκτούμενα·» οἱ γὰρ Αἰολεῖς βαρυτόνως λέγουσιν Ἀχίλλευς, Πήλευς. Τοιοῦτον δὲ τὸ Ἄρευς, Αἰολικῶς· κοινῶς γὰρ Ἄρης λέγεται. Πρόσκειται, «ἀρσενικῶς·» διὰ τὸ νεῦς καὶ γρεῦς περισπωμένως· ἀλλὰ θηλυκὰ εἰσὶν ἡ ναῦς καὶ ἡ γραῦς. Ἰστέον ὅτι τὰ εἰς ΕΥΣ, ἐὰν μὴ ἔχῃ πρὸ τοῦ ε σύμφωνον, συναιροῦνται παρὰ τοῖς Ἀθηναίοις· οἷον, Ἐρετριεὺς, Ἐρετριέως, καὶ Ἐρετριῶς· Πειραιεὺς, Πειραιέως, καὶ Πειραιῶς· τοῦ ε καὶ ω εἰς ω κιρνωμένου· ἐὰν δὲ μὴ ἔχῃ καθαρὸν τὸ ε, οὐ κιρνᾶται· οἷον, βασιλέως, Ἀχιλλέως. Ἐπεὶ δὲ γίνονται Ἀττικῶς κατὰ συναλοιφὴν τοῦ ε εἰς ω, τὰς αἰτιατικὰς εἰς α μόνον ποιοῦσιν· οἷον, τὸν Ἐρετριέα, τὸν Ἐρετριᾶ· τὸν Πειραιέα, τὸν Πειραιᾶ. ... ἐπειδὴ τὸ α μακρὸν ἦν καὶ πρὸ τῆς συναλοιφῆς. <!-- 190 -->Πᾶσα γὰρ γενικὴ εἰς ΟΣ λήγουσα θέλει ἔχειν τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰς α ὁμότονον καὶ ὁμόχρονον· οἷον, Αἴαντος, Αἴαντα· ὁμοίως, Πηλέως, Πηλέα. Οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ Πηλέως καὶ Ἀχιλλέως διὰ τοῦ ω μεγάλου λέγουσι, τούτου χάριν καὶ τὴν αἰτιατικὴν ποιοῦσιν εἰς α μακρόν· ἵνα ἰσόχρονος γένηται τῇ ἰδίᾳ γενικῇ. Εὐριπίδης,

  
Καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας.  
Εἶδος τῶν ὑποπεπτωκότων τῷ ὀνόματι. Ταῦτα πρὸς μὲν τὰ προσηγορικὰ τασσόμενα τάξιν ἐπιθετικῶν ἔχουσιν· ὁ βασιλεὺς Κωνσταντῖνος, ὁ προφήτης Σαμουήλ· ἐπιθέτοις δὲ συμπλεκόμενα, προσηγορικὰ γίνεται· ὁ καλὸς βασιλεὺς, ὁ εὐκλεὴς πολίτης. Ἔστι δὲ ὅτε τὰ ἐπίθετα τὰ αὐτὰ προσηγορικὰ γινόμενα καὶ ἐπιθετικά· πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπιτιθέμενα· δίκαιος, σοφὸς, μέγας· ὁ σοφὸς δίκαιος, ὁ μέγας δίκαιος. Ταῦτα δὴ ἐπιθετικὰ ὄντα, πολλάκις προσηγορικῶν καὶ ἐπιθετικῶν σύνταξιν ἐπέχουσιν, ἀλλήλοις ὑποκείμενά τε καὶ ἐπιτιθέμενα· οἷον, δίκαιος, σοφὸς, μέγας· ὁ σοφὸς δίκαιος, ὁ μέγας δίκαιος. Βάσκανος: Ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα, καὶ πειρώμενος εἰς ἀπέχθειαν ἄγειν· ὁ φθονερὸς καὶ βλαβερός. Οὕτως Ἀριστοφάνης, οὕτως Εὐριπίδης· Φερεκράτης δὲ ἐπὶ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν· οἷον,

  
Ὁ λαγώς με βασκαίνει καὶ λυπεῖ.  
Εἴρηται δὲ φάσκανος τὶς ὢν, ὁ τοῖς φάεσι καίνων, ἤγουν διαφθείρων διὰ τοῦ βλέμματος. Καὶ ἐκ τοῦ βάσκανος, βασκαίνω, ἢ φασκαίνω. Ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. Οὕτω Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ τοῖς ἑξῆς, Βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμὸν, φησὶν, ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. Βάσκʼ ἴθι: Τινὲς ὡς ἄπιθι, καὶ οὐκ ἐν παραθέσει· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΜΙ λήγοντα μετὰ προθέσεων φιλοῦσι συντίθεσθαι, μέτειμι, σύνειμι· μετʼ ἄλλων δὲ λέξεων οὐδέποτε. Τὸ οὖν ἴθι, ἀπὸ τοῦ εἶμι. Καὶ ἄλλως· Τὰ εἰς ΘΙ παραχθέντα προστακτικὰ κατʼ ἀρχὴν οὐ συντίθενται, πλὴν τῶν προθέσεων· ὥστε δῆλον ὅτι ἐν παραθέσει δεῖ ἀναγινώσκειν αὐτό. Τὸ δὲ βάσκε, ἀπὸ τοῦ βάσκω· τοῦτο παρὰ τὸ βῶ, βήσω· πλεονασμῷ τοῦ κ, βήσκω· καὶ τροπῇ τοῦ η εἰς α, βάσκω· καὶ ἐπειδὴ οὐδέποτε βαρύτονος μέλλων διὰ τοῦ κ ἐκφέρεται, μετάγεται εἰς ἐνεστῶτα. «Βαρύτονος μέλλων» εἶπε, διὰ τὸ πλακῶ. Καὶ,

  
κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν,  
ἀντὶ τοῦ κακῶν ἐπιβαίνειν καὶ ἐν κακοῖς ποιεῖν. Βασκέμεν: Ῥῆμα ἀπαρέμφατον ἐνεστῶτος· καὶ οἱ Δωριεῖς τὰ εἰς ΕΙΝ ἀπαρέμφατα διὰ τοῦ ΕΜΕΝ προφέρουσι. Γίνεται ἐκ τοῦ βῶ, βάσκω· ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ΑΣΚΩ γίνεται· οἷον, γενειῶ, γενειάσκω· ἀλῶ, ἀλάσκω· καὶ κατὰ παραγωγὴν, ἀλασκάζω, ἠλάσκαζον. Βασσάρα: Σημαίνει κυρίως τὴν βάκχην, ὡς Ὠρίων λέγει. Ἀπὸ τούτου δὲ ἡ κατωφερὴς καὶ πόρνος γυνὴ εἴρηται βασσάρα. Λυκόφρων,

  
ἡ δὲ βασσάρα  
  
σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους  
  
θοίναισιν, ὄλβον ἐκχέασα τλήμονος.  
Καὶ,

  
τῆς παντομόρφου βασσάρας λαμπυρίδος.  
Λαμπυρὶς δέ ἐστιν ἡ ἀλώπηξ. Λέγεται βάσσαρος ἡ ἀλώπηξ κατὰ Ἡρόδοτον ὑπὸ Κυρηναίων. <!-- 191 -->Λέγεται βάσσος οὐδετέρως καὶ ἡ βῆσσα. Βασσαρίδες: Αἱ βάκχαι· παρὰ τὸ διάγειν ἐν βήσσαις, ὅ ἐστιν ὀρεινοῖς τόποις· ἢ παρὰ τὸ βασσάρη τὸ λεγόμενον ὑπόδημα, ὅπερ εἴρηται παρὰ τὸ τῇ βάσει ἀρηρέναι. Λέγονται βασσάραι χιτῶνες οὓς ἐφόρουν αἱ Θράκιαι βάκχαι, ἀπὸ τοῦ βασσαρέως Διονύσου· ἢ ἀπὸ τῶν βησσῶν. Βάσσων: Ἐπίχαρμος,

  
Βάσσον χωρίον,  
ἀντὶ τοῦ βαθύτερον, εὔγειον. Ἀπὸ τοῦ βαθὺς, βαθύτερος· βαθίων, βάσσων, ὁ βαθύτερος. Βαστραχαλίσαι: Τραχηλιάσαι. Βάστραχας γὰρ τοὺς τραχήλους οἱ Βοιωτεῖς καλοῦσι. Βάστακας, τοὺς πλουσίους καὶ εὐγενεῖς. Βάτταλος: Ἐπώνυμον ἦν Δημοσθένους. Ἐκάλουν δὲ οἱ παλαιοὶ τὸν μαλακὸν καὶ βδελυρὸν καὶ αἰσχρὸν οὕτως, ἀπὸ Βαττάλου τινὸς αὐλητοῦ, ὃς μαλακὸς ὢν, καὶ αὐλήματα τοιαῦτα ἐφεῦρεν. Οἱ δὲ, Βάτταλον ὄνομα παρὰ τοῖς παλαιοῖς τῶν μαλακιζομένων τὸν πρωκτόν· ἀπὸ τοῦ τύπτεσθαι ἐν τῷ ἔργῳ, καὶ βατταλίζεσθαι. Οὕτως εὗρον εἰς τὸ ῥητορικὸν λεξικόν. Βατταρίζειν: Εἴρηται τὸ μόλις λαλεῖν· ἀπὸ τοῦ Βάττου τοῦ Θηραίου τοῦ εἰς τὴν Κυρήνην τὴν ἀπὸ τῆς Θήρας ἀποικίαν ἀναγαγόντος, ἰσχνοφώνου ὄντος. Ὡς γὰρ βαρβαρίζειν, οὕτως βατταρίζειν κατὰ μίμησιν φωνῆς, ὡς τὸ ποππύζειν, ὃ καὶ πιθανώτερον. Καὶ γὰρ ὁ Βάττος πρὸς τὸ ἐπέχεσθαι τὴν φωνὴν ὠνόμασται, τραυλίζων καὶ τὸν τοιοῦτον ἦχον προφερόμενος. Ἡ δὲ βαττολογία σημαίνει τὴν πολυλογίαν· ἀπὸ Βάττου τινὸς Ἕλληνος, μακροὺς καὶ πολυμήκεις στίχους ποιήσαντος εἰς τὰ εἴδωλα, ταυτολογίαν ἔχοντας. Ὁ Βάττος οὗτος τῆς κατὰ Κυρήνην ἀποικίας ἡγήσατο, μογιλάλος τὶς ὤν. Ἀπὸ τούτου καὶ τοὺς μὴ εὐθυστόμους μηδὲ τρανῇ κεχρημένους τῇ γλώττῃ, ἀλλʼ ἐπισεσυρμένως φθεγγομένους καὶ παρασήμως, βατταρίζειν φασί. Βατταρίζειν οὖν τὸ ἐν τῇ συνηθείᾳ βερβερίζειν. Βατία: Λέγεται καὶ ὁ βάτους ἔχων τόπος. Ἀπὸ τοῦ βάτος Βατία διὰ τοῦ ι, ὡς Αἰτωλὸς, Αἰτωλία· τὸ ἐθνικὸν Βατιεὺς, καὶ Βατιάτης. Ἐπὶ δὲ τοῦ τόπου, Ἐπαφρόδιτός φησιν, ἀπὸ τοῦ πατῶ, πάτος· καὶ ἀπὸ τοῦ πάτου τῶν ἵππων· τοὺς γὰρ ἐν ταῖς ὁδοῖς ὁλκούς τε καὶ συνεχεῖς τριμμοὺς πάτους ἔλεγον. Πάτος οὖν πάτεια· καὶ πλεονασμῷ τοῦ ι, πατίεια, καὶ Βατίεια. Ἔστι δὲ τόπος ἐν τῇ πεδιάδι τῆς Ἰλιάδος. Ὅμηρος,

  
Τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσι.  
Βάτεια δὲ τόπος Τροίας, ἀπὸ τῆς Βατείας τῆς Δαρδάνου γυναικός· ἐξ ἧς γενέσθαι τὸν Ἐριχθόνιον. Ἐν ὑπομνήματι Λυκόφρονος. Οὕτως Ὦρος· ἐγὼ δὲ εὗρον ἐν τοῖς ῥητορικοῖς σημαίνουσαν τὴν λέξιν οἰκίαν τινὰ, ἀπὸ Βάτωνος ἐπωνομασμένην δεσπότου· ἢ σκεῦος, ἢ κόσμον, ἢ χωρίον τι. Λέγεται δὲ καὶ τῆς συκαμίνου ὁ καρπὸς ὑπὸ Σαλαμινίων καὶ μόρα. Βάτος: Ἡ ἄκανθα· εἴρηται κατὰ ἀντίφρασιν· ὁ μὴ ὢν βατός. Καὶ ἔστιν ἐν τόνῳ παρώνυμον. Γίνεται γὰρ τοιαῦτα πολλὰ, ὡς παρὰ τὸ κυρτὸς, κύρτος· ξανθὸς, Ξάνθος· λευκὸς, Λεῦκος, ὄνομα κύριον, οὕτω βατὸς, βάτος, καὶ παρὰ τὸ δρέπω, δρόπος, καὶ βατοδρόπος. Φίλων. Βάτραχος: Παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν, βοάτραχός τις ὤν. <!-- 192 -->Ἔστι δὲ πεποιημένη ἡ λέξις. Καὶ βατραχὶς, ἱματίου χροά. Βατήρ: Ἡ ἀρχὴ τῶν τοῦ πεντάθλου σκαμμάτων.

  
Αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου  
φησί τις, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. Ῥηματικὴ δέ ἐστιν ἡ λέξις. Οὐ παρὰ τὸ βαίνω· ἐγένετο γὰρ βαντήρ· ἀλλὰ παρὰ τὸ βίβημι βατήρ. Βάτης: Παρὰ τὸ βαίνω βάντης ὤφειλεν εἶναι, ὡς φαίνω φάντης καὶ ἱεροφάντης· ἀλλʼ ἀπὸ τοῦ βίβημι, βάτης, καὶ διαβάτης, καὶ ἱπποβάτης. Φίλων. Βάτην: Ἔστι τὸ θέμα βῆμι· ὁ παρατατικὸς ἔβην· τὸ β τῶν δυϊκῶν, ἔβατον· τὸ γʹ, ἐβάτην· καὶ ἀφαιρέσει τοῦ ε, βάτην. Βάτην: Τὴν γῆν, Μεσήνιοι. Βαῦνος: Ἡ κάμινος· παρὰ τὸ αὔω, τὸ καίω,

  
—ἵνα μήποθεν ἄλλοθεν αὔοι  
γίνεται αὖος· καὶ πλεονασμῷ τοῦ β, βαῦνος. Λέγεται καὶ ὁ βουνός. Βαυκίδες: Ὑποδήματα Ἰωνικὰ πολυτελῆ· καὶ βαυκισμὸς, ὄρχησις· καὶ βαυκίζεσθαι, τὸ θρύπτεσθαι. Καὶ βαῦ, τὸ κατακοιμίζειν.

  
Κατεβαυκάλισέ με,  
φησὶν ὁ κωμικός. Βαύκαλον: Μαλακιζόμενον, τρυφερὸν, καὶ ὡραϊστήν. Βαυκὸν γὰρ τὸ τρυφερόν. Βδελύσσω: Παρὰ τὸ βδελύω· τοῦτο παρὰ τὸ βδέλλα· τοῦτο παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω. Βδάλλειν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀμέλγειν. Καὶ γὰρ ἡ βδέλλα ἀμέλγουσιν ἔοικεν ἐν τῷ τὸ αἷμα ἐπισπᾶν. Γίνεται βδέλλα, τοῦ α τραπέντος εἰς ε. Βδέλυγμα: Δυσοσμία. Ἀπὸ τοῦ βδελύσσω, βδελύξω, βεβδέλυχα, βεβδέλυγμαι, βδέλυγμα, ἀπὸ δὲ τοῦ βδέλυγμα γίνεται ὁ βδελυγμὸς, καὶ ὁ βδελυγμίας, καὶ ἡ βδελυγμία. Βδελυρός: Ὁ ἀηδὴς, καὶ τοῦ μυσάττεσθαι καὶ ἀποστρέφεσθαι ἄξιος. Καὶ βδελύττομαι εἴρηται παρὰ τὴν βδέλλαν. Ἢ παρὰ τὸ βδάλλω, βδαλυρὸς, ὡς λήγω λαγαρὸς, λέπω λεπυρός· τουτέστιν ὁ ἀναιδὴς καὶ πανταχόθεν ἕλκειν καὶ ἁρπάζειν βουλόμενος. Ἀπὸ τοῦ μίσους καὶ ἡ βδελυρία. Βδόλος: Ἡ δυσωδία τοῦ λύχνου, καὶ ἡ πορδή·

  
Τὸν βδόλον οὐκ ἔσθʼ ἥτις ῥὶς ὑποστῆναι δύναται.  
Παρὰ τὸ ὄζω, ὀζόλος, ὅθεν καὶ Ὀζόλαι οἱ Λοκροὶ καλοῦνται, διὰ τῆς ἐκ τοῦ αἰγονομεῖν δυσωδίας, ἀφαιρέσει τοῦ ο, ζόλος, ὡς τὸ ὀδύρεσθαι, δύρεσθαι· τροπῇ τοῦ ζ εἰς ΒΔ, βδόλος· καὶ τὸ ῥῆμα, ὄζει, βδεῖ, ὡς τὸ ῥοιζῶ, ῥοιβδῶ. Βαιαί: Αἱ ἐν Ἰταλίᾳ, ἀπὸ Βαίου τοῦ Ὀδυσσέως κυβερνήτου ἐκλήθη, τελευτήσαντος κατὰ τὴν ἄορνιν τῆς Ἰταλίας. Τὸ ἐθνικὸν, Βαιάτης. Βαιόν: Ὃ λέγεται καὶ ἠβαιόν τὸ μικρὸν ἢ ὀλίγον. Παρὰ τὸ βῶ, τὸ βαίνω, βαιὸν, οὗ ἐστιν ἐπʼ ὀλίγον βῆναι. Ἢ παρὰ τὴν ἥβην, ἥτις ταχέως ἄρχεται, καὶ ταχέως λήγει. Ζήτει εἰς τὸ Ἠβαιός. Βαίων: Ὃς καὶ βλέννος λέγεται· ἔστιν ἰχθῦς παραπλήσιος κωβιῷ. Ἐπίχαρμος δὲ βαιόνας λέγει. Καὶ παρʼ Ἀττικοῖς δὲ παροιμία ἐστὶ,

  
Μή μοι βαίων· κακὸς ἰχθῦς.  
Ἐπὶ φιληδόνου εἴρηται. Βαίτυλος: Λίθος γινόμενος κατὰ τὸν Λίβανον τὸ ὄρος τῆς Ἡλιουπόλεως. Βαίτυλος δὲ ἐκλήθη καὶ ὁ λίθος, ὃν ἀντὶ Διὸς ὁ Κρόνος κατέπιεν. <!-- 193 -->Εἴρηται δὲ, ὅτι ἡ Ῥέα βαίτῃ αἰγὸς σπαργανώσασα τῷ Κρόνῳ δέδωκε· βαίτη δὲ σημαίνει τὴν διφθέραν. Καὶ παρὰ τὸ βαίτη βαίτηλος. Βαίτη, στέγαστρον προβάτειον ἢ αἴγειον. Βεβαιῶ: Παρὰ τὸ βέβαιον· τοῦτο παρὰ τὸ βαιὸν, ὃ σημαίνει τὸ μικρὸν καὶ ἀληθές· τοῦτο ἐκ τοῦ βίβημι, βήσω· ὁ δεύτερος ἀόριστος, ἔβην· ἡ μετοχὴ, βὰς βάντος· καὶ ἐξ αὐτοῦ βαὸς, καὶ βαιός· καὶ κατὰ ἀναδιπλασιασμὸν, βέβαιος. Ἢ παρὰ τὸ βιβῶ, βίβαιος, ὡς τιμῶ Τίμαιος· καὶ τροπῇ Αἰολικῇ τοῦ ι εἰς ε, ὡς ἀγχίμαχος, ἀγχέμαχος· ἀδίκαστος, ἀδέκαστος, γίνεται βέβαιος, ὁ ἀσφαλὴς καὶ ἑδραῖος καὶ βεβηκώς· πρὸς ἀντιδιαστολὴν τῶν ἀστηρίκτων. Τὰ διὰ τοῦ ΑΙΟΣ ἀπὸ ῥημάτων, εἴτε κύρια εἴτε προσηγορικὰ, προπαροξύνονται, καὶ διὰ τῆς ΑΙ διφθόγγου γράφονται· οἷον, πηδῶ, Πήδαιος· ὑλῶ, Ὕλαιος· λύω, Λύαιος, ὄνομα κύριον· ματῶ, μάταιος. Οὕτως οὖν καὶ βιβῶ, βίβαιος καὶ βέβαιος. Οὕτω Θεόγνωστος. Βεβαία: Πηγὴ οὕτω καλουμένη ἐν Εὐβοίᾳ. Ἐτυμολογεῖ δὲ Τεῦκρος, ὅτι, φησὶ, τῶν ἐν τῇ νήσῳ ποτὲ ὑδάτων ἐκλιπόντων καὶ ποταμῶν καὶ πηγῶν, μόνη αὕτη ὁμοίως διέμεινε πολύϋδρος. Παρὰ τὸ βέβαιον οὖν καὶ ἀνελλιπὲς, βεβαία. Βεβάασιν: Ἀπὸ τοῦ βεβήκασι παρακειμένου, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ η εἰς α. Ἢ οἱ Ἴωνες ἡνίκα ἐν τῷ ῥήματι ὑφαίρεσιν ποιήσωνται τοῦ συμφώνου, τότε καὶ συστολὴ παρακολουθεῖ· οἷον, ἕστηκα, ἕσταα· βέβηκα, βέβαα· βεβαὼς βεβαότος, καὶ βεβὼς βεβῶτος· καὶ πλεονασμῷ, βεβαὼς, βεβαῶτος, καὶ ἐμβεβαῶτα· καὶ ἐπειδὴ ἡ γενικὴ τοῦ ἀρσενικοῦ κανών ἐστι τοῦ θηλυκοῦ, ἐγένετο ἑστῶσα, βεβῶσα, τεθνῶσα. Βέβαμεν καὶ Βεβάμεν: Εἰ μὲν προπαροξύνεται, ἀπὸ τοῦ βεβήκαμεν γέγονε κατὰ συγκοπήν· εἰ δὲ παροξύνεται, ἀπαρέμφατόν ἐστιν· οἷον,

  
Ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν σχεδόθεν τε μάχεσθαι.  
Βεβίηκε:

  
Τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.  
Καταπεπόνηται, βεβίασται. Ἀπὸ τοῦ βιάζω, βιάσω, βεβίακα, κατὰ τροπήν. Βέβουλα:

  
Καὶ γάρ ῥα Κλυταιμνήστρας προβέβουλα.  
Προκέκρικα, προτετίμηκα. Ἀπὸ τοῦ βούλω βαρυτόνου, ὁ μέλλων, βουλήσω, ὡς μέλω, μελήσω· θέλω, θελήσω· ὁ παρακείμενος, βεβούληκα· ὁ μέσος, βέβουλα. Βεβολήατο: Ἰλιάδος ιʹ,

  
Πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο.  
Τὴν ψυχὴν τετρωμένοι ἦσαν, ἐλυποῦντο. Ἐπὶ μὲν σώματος, βεβλήατο· ἐπὶ δὲ ψυχῆς, βεβολήατο. Ἔκτασιν δὲ ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η, διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. Τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο, καὶ τὸ δεδμήατο. ... Ἀπὸ τοῦ βάλλω, ῥηματικὸν ὄνομα, βολή· ἀπὸ τοῦ βολὴ, ῥῆμα βολῶ, βολήσω, βεβόληκα, βεβόλημαι· ὁ ὑπερσυντέλικος ἐβεβολήμην, ἐβεβόλησο, ἐβεβόλητο, ἐβεβόληντο, καὶ Ἰωνικῶς, ἐβεβολήατο. Λέγει γὰρ ὁ τεχνικός· οἱ μέντοι ἀπὸ περισπωμένων, ταυτοσυλλαβοῦντες, πρὸ τοῦ α ἔχουσι τὸ ε· οἷον, πεποίηνται, πεποιέαται. Οὕτως οὖν καὶ βεβολέατο· καὶ διὰ τὸ ἐπάλληλον τῶν βραχέων ἔκτασις γέγονε τοῦ ε εἰς τὸ η, βεβολήατο. Οὕτω Ζηνόβιος, καὶ ἄλλοι. Βέβηλος: Ὁ μὴ ἱερὸς τόπος, ἀκάθαρτος καὶ βατὸς πᾶσιν. <!-- 194 -->Ἀπὸ τοῦ βῶ, βήσω, βηλός· καὶ διπλασιασμῷ, βέβηλος, ὁ βάσιμος παντί· πρὸς ἀντιδιαστολὴν τοῦ ἀδύτου. Λέγεται

  
Βέβηλος ἀνὴρ,  
ὁ μιαρὸς καὶ ἀκάθαρτος, ἢ καὶ ἀμύητος· ἀπὸ τοῦ τόπου· ὁ ἐν ἀνιέροις τόποις ἄξιος διατρίβειν. Σοφοκλῆς δὲ ἐν Συνδείπνῳ βέβηλον τὸν ἰδιώτην φησί. Βεβρώσεται:

  
Χρήματα δʼ αὖτε κακῶς βεβρώσεται.  
Ἀπὸ τοῦ βρῶ, βρώσω βέβρωκα, βέβρωμαι βέβρωσαι· ὁ μετʼ ὀλίγον μέλλων, βεβρώσομαι· τὸ τρίτον, βεβρώσεται. Βεβρώθοις:

  
Ὠμὸν βεβρώθοις Πρίαμον.  
Φάγοις. Βρῶ, βρώσω βέβρωκα· ἐκ τούτου, ῥῆμα βεβρώκω· τροπῇ τοῦ κ εἰς θ, βεβρώθω· ὁ παρατατικὸς, ἐβέβρωθον· ἡ μετοχὴ, ὁ βεβρώθων, τοῦ βεβρώθοντος· τὸ εὐκτικὸν, βεβρώθοιμι, βεβρώθοις. Βέβρυκες: Παρὰ τὸ βρύχω, βρύξω, βρύξ· καὶ ἀναδιπλασιασμῷ, Βέβρυξ. Βέρης: Ὁ δραπέτης· καὶ βερηδεύει, δραπετεύει. Βεελφεγώρ: Ἔστιν ὄνομα εἰδώλου, τὸ λεγόμενον Βάαλ· καὶ λέγεται παρὰ Ἑβραίοις, Βήλ· καὶ Φαγὼρ, ὄνομα τόπου· καὶ διαλύσει τοῦ η εἰς δύο ΕΕ, καὶ τροπῇ τοῦ α εἰς ε, γίνεται σύνθετον Βεελφεγὼρ, ἤγουν τὸ Βὴλ ἐν Φαγώρ. Βέθρον: Βέρεθρον· καὶ συγκοπῇ, βέθρον Κράτης καὶ Εὐφορίων οὕτως. Βέρεθρον: Ὁ πηλώδης τόπος καὶ καταπηγὰς ποιῶν τοὺς ἀνθρώπους. Οἱ δὲ, ἀπὸ τοῦ οἱονεὶ βέρεθρον εἶναι καὶ βάθος ποιεῖν τῷ ἄρθρῳ τοῦ ποδὸς, ἢ τὴν γῆν θραύειν.

  
Πολλὸν δὲ κατὰ χθονός ἐστι βέρεθρον.  
Σημαίνει καὶ τὸ σκότος καὶ τὸ βάθος·

  
Ἔξω δʼ ἐξίσχε κεφαλὰς δεινοῖο βερέθρου.  
Βέλος: Παρὰ τὸ βάλλω, τὸ τιτρώσκω· πᾶν γὰρ τὸ ἀπὸ μήκοθεν βαλλόμενον βέλος εἴρηται. Βελέκκοι: Ὄσπρια·

  
Καὶ τῶν βελέκκων,  
Ἀριστοφάνης. Βέλεμνα: Βέλη. Ἔστι δὲ καὶ ῥῆμα παρὰ τὸ βέλος, βέλεμος, ὡς ἔχω, Ἔχεμος· Τήλεμος· πλεονασμῷ τοῦ ν, βέλεμνος, καὶ βέλεμνον. Ἡρωδιανὸς περὶ Παθῶν. Ἰστέον ὅτι διακρίνονται ἡ εὐθεῖα τῶν οὐδετέρων καὶ ἡ αἰτιατικὴ ἀπʼ ἀλλήλων οὕτως. Ὅτε τὸ ῥῆμα καθʼ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου φέρεται, καθʼ οὗ καὶ τὸ οὐδέτερον ὄνομα, τότε τὸ οὐδέτερον εὐθεῖα ἐστίν· ὡς ἐπὶ τοῦ, βέλος ἔπεσεν· αὐτὸ γὰρ πίπτει τὸ βέλος. Τοῦτο δὲ ἴδιον εὐθείας, τὸ τὴν διάθεσιν τοῦ ῥήματος ἕλκειν εἰς ἑαυτὴν, οἷον τὸ παιδίον ἀπέθανε· τὸ γύναιον ὑφαίνει. Ὅτε μέντοι τὸ ῥῆμα ἐξ ἄλλης αἰτίας πρόεισι, τότε τὸ οὐδέτερον αἰτιατική ἐστιν, ὡς ἐπὶ τοῦ, τὸ βέλος ἥρπασεν· ἄλλος γὰρ ὁ ἁρπάσας· ἁρπάζεται γὰρ τὸ βέλος· τὸ κρέας ἔκλεψε· τὸ μαχαίριον ἔλαβεν. Οὕτως Ζηνόβιος. Βελόνη: Παρὰ τὸ βέλος καὶ τὴν τούτου ὀξύτητα, ἢ παρὰ τὸ ὅλη βάλλεσθαι. Τὰ διὰ τοῦ ΟΝΗ, εἰ μὲν οὐσίαν σημαίνουσι, πάντα βαρύνονται· οἷον, βελόνη, περόνη, ἀγχόνη, τὸ σχοινίον· ἐπὶ δὲ τοῦ πράγματος, ὀξύνεται· οἷον, ἡδονὴ, καλλονή· ἀγχόνη, ἡ ἄγξις. Βελλεροφόντης: Βέλλερα γὰρ τὰ κακά· ἔστιν οὖν ὁ προνοούμενος παύειν τὰ κακά. Οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ Βέλλερον τὸν Κορίνθιον, Βελλεροφόντης ἐκλήθη. Τὰ εἰς ΤΗΣ ἀρσενικὰ, μὴ ὄντα σύνθετα παρὰ τὸ κράτος, μηδὲ ἔχοντα οὐδέτερον εἰς ΕΣ, εἰς ΟΥ ἔχει τὴν γενικήν· οἷον, πολίτης, πολίτου· δεσπότης, δεσπότου· μητιέτης, μητιέτου· Βελλεροφόντης, Βελλεροφόντου. <!-- 195 -->Πρόσκειται, «ἀρσενικά·» διὰ τὸ φιλότης. «Μὴ ὄντα σύνθετα παρὰ τὸ κράτος·» διὰ τὸ Σωκράτης, Σωκράτους. «Μὴ ἔχοντα οὐδέτερα·» διὰ τὸ ἐνναέτης, ἐνναέτους, ἐννάετες. Τοῦτο δὲ, εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐνναέτης βαρύνεται· εἰ δὲ χρόνον, ἐνναετὴς ὀξύνεται. Βέλτερος: Οὐ παρὰ τὸ βάλλω γέγονεν, ἐπεὶ βάλλος ὤφειλεν εἶναι, ὡς παρὰ τὸ θάλλω θάλλος, ἀλλὰ παρὰ τὸ βέλλω, ὅθεν καὶ βολὴ καὶ βέλος, γίνεται ῥηματικὸν ὄνομα, βέλτος· καὶ τὸ συγκριτικὸν, βέλτερος. Οὕτως Ὠρίων. Ὁ δὲ Φιλόξενος εἰς τὰ Συγκριτικὰ λέγει, ὅτι τὸ βέλτερος καὶ φέρτερος οὐκ εἰσὶ συγκριτικά· θέματα δέ εἰσι συμπεπτωκότα τύποις συγκριτικῶν. Οὐδὲ γὰρ πάντα τὰ εἰς ΔΗΣ πατρωνυμικά εἰσιν, οὐδὲ πάντα τὰ εἰς ΚΟΣ, κτητικά. Καὶ δῆλον ἐκ τούτου· Οὐδὲν εἰς ΡΟΣ λήγει συγκριτικὸν μετὰ στερήσεως λεγόμενον. Εἰ οὖν ἀβέλτερος φαμὲν, δῆλον ὅτι οὐ συγκριτικόν· τὸ γὰρ ἀτυχέστερος οὐκ ἐν τῷ συγκριτικῷ εἴληφε τὴν σύνθεσιν, ἀλλὰ παρὰ τὸ ἀτυχὴς ἐσχημάτισται. Βελτίων: Ἐκ τοῦ βάλλω ἢ βέλλω γίνεται ῥηματικὸν ὄνομα βέλτος· ἐκ δὲ τούτου γίνεται συγκριτικὸς τύπος εἰς ΩΝ, βελτίων· καὶ ὑπερθετικὸς, βέλτιστος. Ὠρίων. Βένθος: Τὸ βάθος. Παρὰ τὸ βάθος, βέθος, καὶ βένθος πλεονασμῷ τοῦ ν, ὡς πάθος, πέθος, καὶ πένθος. Βέμβιξ: Ὁ στρόμβος ὃν οἱ παῖδες στρέφοντες καὶ παίοντες ἱμάντι παίζουσι· πέμπιξ τὶς ὢν, παρὰ τὸ πέμπεσθαι καὶ ἐλαύνεσθαι. Βεμβράς: Εἶδος ἰχθύος εὐτελοῦς. Ἐπίχαρμος δὲ αὐτὰς βράδονας καλεῖ·

  
Βράδονές τε καὶ κίχλαι, λαγοὶ, δράκοντες ἄλκιμοι.  
Γίνεται δὲ ἐξ αὐτῆς σκευασία τὶς, ἡ προσαγορευομένη βεμβραφύα. Ἀριστώνυμος,

  
Ταῖς βεμβραφύαις προσέοικεν ὁ καρκινοβάτης.  
Καὶ αὖθις,

  
Οὔτʼ ἀφύη νῦν ἐστι σαφῶς, οὔτʼ αὖ βεμβρὰς κακόδαιμον.  
Βέροια: Πόλις Μακεδόνων, ἣν φασὶν ἀπὸ Φέρητος τινὸς κτισθεῖσαν, Φέροια, καὶ κατὰ Μακεδόνας, Βέροια, τροπῇ τοῦ φ εἰς β, ὡς Φερενίκη, Βερενίκη, ἡ γυνὴ τοῦ πατρὸς Πτολεμαίου· τοῦ φ τραπέντος εἰς β. Καὶ τὴν κεφαλὴν, κεβαλὴν λέγουσι. Βεστῖνοι: Ἔθνος ἐν Ἰταλίᾳ. Ὠνόμασται δὲ ἀπὸ τοῦ θηριῶδες εἶναι· βέστια γὰρ τὰ θηρία κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον. Βέχειρ: Ἔθνος Σκυθικὸν, ὡς Σάπειρ, ἢ μετὰ τοῦ σ, Σάσπειρ. Βέστον: Τὸ ἱμάτιον ὑπὸ Λακώνων· οἱ δὲ, βέττον. Διογενιανός. Βεῦδος: Καλλίμαχος,

  
Ἐν δὲ Πάρῳ καλά τε καὶ αἰόλα βεύδεʼ ἔχουσαι.  
Σημαίνει δὲ τὰ ποικίλα ἢ πορφυρᾶ ἱμάτια. Δίδυμος, τὰ δέρματα βοεύδεα, ἢ τὰ εὐδίαν ἡμῖν παρέχοντα· Ἡρωδιανὸς δὲ εὕδεα, καὶ πλεονασμῷ τοῦ β, βεύδεα· παρὰ τὸ εὕδειν. Διογενιανός. Βεῦδος: Πόλις, καὶ γυναικὸς ἱμάτιον πολυτελές· παρὰ Ἑρμησιάνακτι δὲ καὶ ἄγαλμα. Βῆ: Περισπᾶται·

  
Βῆ δʼ ἀκέων.  
<!-- 196 -->Ἀντὶ τοῦ ἐπορεύθη. Παρὰ τὸ βῶ, βῆμι· ὁ βʹ ἀόριστος, ἔβην. Ἢ παρὰ τὸ βίβημι, ὁ βʹ ἀόριστος ἔβην· τὸ γʹ, ἔβη· καὶ κατὰ ἀφαίρεσιν, βῆ. Ἰστέον ὅτι μετὰ τὴν ἀφαίρεσιν τοῦ κλιτικοῦ μορίου, εἰ μὲν μακρὰ συλλαβὴ ὑπολίποιτο, περισπᾶται· οἷον, ἔφης, φῆς· ἔβην, βῆν· εἰ δὲ βραχεῖα, ὀξύνεται, ἔβαν, βάν· ἔσταν, στάν. Βῆ: Τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βαὶ, λέγεται Ἀττικῶς. Κρατῖνος Διονυσαλεξάνδρῳ,

  
Ὁ δʼ ἠλίθιος, ὥσπερ πρόβατον, βῆ βῆ λέγων βαδίζει.  
Ῥητορικὴ δέ ἐστιν ἡ λέξις. Βείομαι: Ἰλιάδος οʹ,

  
Τῷ ῥα καὶ οὔτι Διὸς βείομαι φρεσίν.  
Ἀντὶ τοῦ, οὐδαμῶς κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ· διὸ οὐδαμῶς τοῦ Διὸς ἐπιστροφὴν ποιήσομαι. Δημήτριος δὲ, ἀποβήσομαι, εἴξω. Οὕτως ἔχει καὶ τὸ,

  
Οὐ γάρ μοι δηρὸν βέῃ.  
Οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. Βέω ἐστὶ, καὶ πλεονασμῷ τοῦ ἰῶτα, βείω. Ἰλιάδος χʹ,

  
Ἕκτορ τέκνον ἐμὸν, τί νυ βείομαι;  
Ἀντὶ τοῦ, ἐς τί ἔτι βιώσω καὶ ζήσω; Βηλός: Βαθμὸς θύρας, ἢ ὁ οὐρανός· οἷον,

  
Ῥίψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο.  
Ἀπὸ τοῦ οὐρανοῦ. Ἀπὸ γὰρ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπʼ αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν, εἴρηται. Τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀριστάρχειοι, βηλὸν ὡς πηλὸν, τὸν τῶν θεῶν βαθμόν· ἕτεροι δὲ, τὸν βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα ἀέρα· ἄλλοι δὲ, τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἀστέρων· τινὲς δὲ, κατὰ Χαλδαίους, τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν· οἱ δὲ, κατὰ Δρύοπας, τὸν Ὄλυμπον. Ἄμεινον δὲ τὸν βατῆρα λέγειν. Κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃν καλοῦσι φλιάν· καὶ,

  
Οὐδῷ ἐπὶ λιθέῳ.  
Ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. Γίνεται παρὰ τὸν βήσω μέλλοντα, ᾧ ἐπιβαίνουσιν οἱ εἰσιόντες καὶ ἐξιόντες. Βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὁδὸς ἀπὸ τοῦ ὁδεύεσθαι. Καὶ ὁ Πανύασις δὲ τὰ πεδία βαίολα λέγει. Βῆμα: Παρὰ τὸ βῶ, τὸ βαίνω. Τὸ δὲ παρὰ τοῖς φιλοσόφοις σύμβαμα, παρὰ τὸ βίβημι· τὸ δὲ βᾶμα καὶ σχᾶμα κατὰ τὴν Δωριέων φωνὴν εἴρηται ἀντὶ τοῦ βῆμα καὶ σχῆμα. Σχῆμα δὲ καὶ βῆμα δηλοῦσιν ὅτι οὐκ ἀθρόον δεῖ οὔτε τινὸς τῶν μαθημάτων ἀλλʼ οὐδὲ τινὸς τῶν χωρίων ὑπεράλλεσθαι, κατὰ βαθμὸν δέ τινα καὶ τάξιν προϊέναι, καὶ μὴ τὰ μὲν προηγούμενα παρατρέχειν, ὑπὲρ δὲ τὰ ἐσκαμμένα ἅλλεσθαι. Ὅθεν καὶ παροιμία,

  
Γείτων κινῶν τὸν πόδα.  
Τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν μήπω μυηθέντων τὰ προοίμια, περὶ δὲ τὴν τῶν τελῶν κατάληψιν μάτην σπουδαζόντων. Βῆμα σημαίνει τὸ λογεῖον. Βῆσσα: Ὁ βασιμώτατος καὶ ὑψηλὸς καὶ κοῖλος τόπος. Παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆσσα, πλεονασμῷ ἑτέρου σ· διʼ ἧς ἐστι βῆναι καὶ πορεύεσθαι. Οἱ δὲ, πόλιν Λοκρίδος φασί. Συστέλλει τὸ α, ὡς κνίσσα. Βῆσσαν: Κοιλάδα ὕδωρ ἔχουσαν, καὶ μεσότητα ὀρῶν, τὴν συνάγκειαν· ἄλλοι τὸ ἔνυδρον. Βητάγων: Ὁ Κρόνος ὑπὸ Φοινίκων. Βηχμός: Νυσταγμός. Βήθυλος: Εἶδος ὀρνέου· δήθυλος ἦν· τρέπει γὰρ τὸ δ εἰς β, οἷον, Δελφοὶ, Βελφοί· ἐνδύσαι, ἐνβύσαι. Βητάρμονες: Οἱ ὀρχησταί· παρὰ τὸ βαίνειν ἁρμοδίως, διὰ τοῦ βαίνειν μετὰ ἁρμονίας. Βηάρμων, καὶ βητάρμων πλεονασμῷ τοῦ τ. <!-- 197 -->Λέγεται δὲ βηταρμὸς καὶ ἐνόπλιος ὄρχησις· οἷον,

  
Σκαίροντες βηταρμὸν ἐνόπλιον εἰλίσσοντο.  
Βία: Σημαίνει βʹ· τὴν δύναμιν, ὡς τὸ,

  
Σὴ δὲ βίη λέλυται.  
Καὶ τὴν ἐκ δυναστείας ἀδικίαν, ὡς τὸ,

  
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων.  
Καὶ,

  
Βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας.  
Τῇ ἀδικίᾳ. Καὶ τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον,

  
Οὔτε βίας Τρώων ὑπεδείδισαν, οὔτε ἰωκάς.  
Ἀμφότερα παρὰ τὴν ἴαν. Ὃ σημαίνει τὴν δύναμιν· καὶ πλεονασμῷ τοῦ β, βία. Τὸ δὲ μετὰ δυνάμεως καὶ βιαστικῶς τὶ πράττειν βία εἴρηται. Τὸ δὲ ἴα, παρὰ τὸ ἲς ἰνός· τὸ θηλυκὸν, ἴα. Βίβημι: Ὁ παρατατικὸς, ἔβην·

  
Ἂν δʼ ἄρʼ ἔβη Πρίαμος.  
βαίνειν λέγεται τὸ ἁπλῶς διὰ σκελῶν βαδίζειν· ἀναβαίνειν, ἡ ἐκ τῶν κάτω πρὸς τὰ ἄνω ἀνάδοσις. Ὁ μέλλων, βήσω· μετάγεται δὲ εἰς ἐνεστῶτα, καὶ μέλλοντα οὐκ ἔχει. Τὰ γὰρ ποιητικὰ, ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα, ἄχρι τοῦ παρατατικοῦ κλίνονται. βιβάω βιβῶ, ὁ μέλλων, βήσομαι, βήσῃ· γίνεται ἐκ τοῦ βῶ, τὸ βαίνω· δευτέρας συζυγίας τῶν περισπωμένων, βιβάοντα·

  
Μακρὰ βιβῶντα.  
Μεγάλα διαβαίνοντα. Καὶ,

  
Ὁ δʼ ἤϊε μακρὰ βιβάσθων.  
Παρὰ τὸ βιβάζω γίνεται βιβαστός· καὶ ὡς ἁρμόζω ἁρμοστὸς γίνεται ὀρμαθὸς, οὕτως καὶ βιβασθός· καὶ ῥῆμα ἐξ αὐτοῦ, βιβάσθω. Ἢ ἀπὸ τοῦ βιβῶ, βιβάθω· καὶ πλεονασμῷ τοῦ σ, βιβάσθω· ἡ μετοχὴ, βιβάσθων, ἀντὶ τοῦ περιπατῶν, διαβαίνων. Βίβλος: Διὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῇ· ἢ παρὰ τὸ βύω, τὸ σφαλίζω. Καὶ βιβλίον. Βιβλίδες: Τὰ βιβλία· ἢ σχοινία τὰ ἐκ βίβλου πεπλεγμένα. Βίβλινος οἶνος: Οἷον,

  
Ὕδωρ δὲ πίνει, τὸν δὲ βίβλινον στυγεῖ.  
Ἀπὸ Βιβλίνης οὕτω καλουμένης Θρᾳκίας ἀμπέλου· ἥτις, διὰ τὸ εὔφορος εἶναι, ἐν Ἑλλάδι μετετέθη, καὶ ἐν Σικελίᾳ, ὑπὸ Πόλλιδος τοῦ Σικυωνίου τυράννου· ἔνθεν αὐτὴν τινὲς καὶ πόλλιον καλοῦσιν. Ἐπίχαρμος δὲ, ἀπὸ Βιβλίνων ὀρῶν τῆς Θρᾴκης, ἔνθα φύεται, λελέχθαι αὐτὴν οἴεται· Σίμος δὲ ἐν τῇ ἕκτῃ τῆς Ἰλιάδος ἐν Νάξῳ φησὶ ποταμὸν Βιβλίνην· ἀφʼ οὗ καλοῦσιν οἶνον βίβλινον, διὰ τὰς πεφυκυίας ἀμπέλους. Διὰ δὲ τοῦ μ γράφουσι τὸν ποταμὸν, Βιμβλίνην· καὶ τὸν Νάξιον οἶνον διὰ τοῦ μ, Βίμβλινον. Ἔστιν οὖν ὁ Βίβλινος εἶδος οἴνου, καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ· καὶ ὁ παλαιὸς οἶνος. Βίνη: Πόλις. Μέμνηται ταύτης Ἡρόθεος, καὶ φησὶν ὠνομάσθαι ὑπὸ Φιλίππου οἰκισθεῖσαν ἀπὸ τῶν ἐν αὐτῇ συνοικισθέντων μοιχῶν. Ὦρος. Βινεῖν: Τὸ συνουσιάζειν. Παρὰ τὸ βίος ἐστὶν, ὡς ἐν ὑπομνήματι Ἀριστοφάνους, ὅτι οἳ κομίζοντες ἤδη τὴν ἡλικίαν τοῦ συνουσιάζειν ἀρχὰς ἔχουσι τοῦ βίου. Ἄλλοι δὲ παρὰ τὸ βύειν δεδώκασι τὴν λέξιν, κατὰ τροπὴν τοῦ υ εἰς ι. Λέγει δὲ ὁ Ἡρωδιανὸς, ὅτι τοῦτο διφορεῖται κατὰ τὴν γραφήν. Τινὰ γὰρ τῶν ἀντιγράφων διὰ τῆς ΕΙ διφθόγγου γράφουσι τὴν λέξιν, τινὰ δὲ, διὰ τοῦ ι.

  
Ὑπὸ δὲ ἀστυφίας καὶ πλήθους ἐτῶν βινεῖν εἰργόμενον.  
Βιπτάζω: Σώφρων καὶ Ἐπίχαρμος τὸ βαπτίζω βιπτάζω λέγουσιν. Οὕτως Ἡρωδιανός. Βιστονίη:

  
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς.  
Θρακικῇ· ἀπὸ Βίστονος τοῦ Τερψιχόρης. <!-- 198 -->βίος ἡ ζωὴ ἢ βιοτὴ προσαγορεύεται· παρὰ τὸ μετὰ βίας καὶ ἀνάγκης ζῆν, ὥς φησιν Ὅμηρος,

  
Θεοὶ ῥεῖα ζώοντες.  
Οὐχ οὕτως οἱ ἄνθρωποι.

  
Ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,  
  
ζώειν ἀχνυμένους· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσίν.  
Ἢ παρὰ τὸ βέω, τὸ πορεύομαι. Τί γὰρ ἐστὶ βίος, ἢ ὁδὸς καὶ πορεία; Τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει·

  
Ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον.  
Καὶ τὸ,

  
Ζῆν δὲ βέω.  
  
Ἕκτορ, ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα.  
Τὰ δὲ παρὰ τὸ βίος συγκείμενα, εἴτε κατʼ ἀρχὰς λέγεται εἴτε κατὰ τὸ μέσον, διὰ τοῦ ι γράφεται· οἷον, βιωφελὴς, βιοτελὴς, βιοπλανὴς, καὶ βιοπλανές· τὸ δὲ ἐντελὲς, βιοπλανέες, ὡς ἀκλεέες, ἀκλεὲς ὄλβιος, ἄμφιος, ἀμφίβιος. Ποσαχῶς ὁ βίος; Πενταχῶς. Βίος, ὁ χρόνος τῆς ζωῆς· βίος καὶ ἡ ἐντεῦθεν τῆς ψυχῆς μετάστασις· βίος καὶ ἐν ᾧ τις διατρίβει· βίος καὶ τὸ ἐπιτήδευμα, εἴτε ἰατρός ἐστιν, ἢ μηχανικὸς, ἢ τεκτονικὸς, καὶ τὰ ὅμοια· βίος καὶ τὸ εἶδος τῆς ζωῆς, καθὸ λέγομεν τὸν μὲν σεμνὸν καὶ κόσμιον ἑλέσθαι βίον, τὸν δὲ, ἄσεμνον καὶ ἄμουσον. Βιβλιαίγισθος: Ἀνδρέας ὁ ἰατρὸς ἐπεκλήθη ὑπὸ Ἐρατοσθένους, ὅτι λάθρα αὐτοῦ τὰ βιβλία μετέγραψε. Βιός: Ὀξύνεται τὸ τόξον, διὰ τὴν πρὸς τὸν βίον διαστολήν. Ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως λέγεσθαι βιὸς τὸ τόξον καὶ ἡ ζωή. Ἡράκλειτος οὖν ὁ σκοτεινὸς,

  
Τῷ οὖν τόξῳ ὄνομα βιός· ἔργον δὲ, θάνατος.  
Ἤτοι παρὰ τὴν βίαν τῆς τάσεως τὸ ὅπλον οὕτω κεκλῆσθαι, ἐπειδὴ μετὰ βίας τείνεται· ἢ ὅτι διʼ αὐτοῦ τὰ πρὸς τὸν βίον οἱ ἀρχαῖοι εἶχον, ἐν ταῖς θήραις αὐτῷ χρώμενοι· τὰ πρὸς τὸν βίον ἐπορίζοντο, τοξεύοντες τὰ πτηνὰ καὶ τὰ τετράποδα. Βίοτος: Σημαίνει τὴν ζωὴν, ὡς τὸ,

  
Ἔνθα κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ,  
Ἰλιάδος ηʹ· καὶ τὰ κτήματα, καὶ τὰ πρὸς τὸ ζῆν χρήματα,

  
βίοτόν γε τεὸν καὶ κτήματα πάντα.  
Βιῴην: Εὐκτικὸν, ὡς παρʼ Ἀριστοφάνει,

  
Ἀναβιῴην νῦν πάλιν.  
Βιῶν, βιοῦντος· βιοῖμι, βιοῖς, βιοῖ· καὶ πλεονασμῷ τοῦ η, βιοίη· καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω, βιῴην. Ἢ ὥσπερ ἀπὸ τοῦ δοὺς, δόντος, δοίην, καὶ ἐκτάσει, δῴη, οὕτω καὶ βιοὺς, βιόντος, βιοίη· καὶ κατʼ ἔκτασιν, βιῴην. Τὸ δὲ βιῶ, εἰ μὲν ἐστὶ δευτέρας συζυγίας τῶν περισπωμένων, βιᾷς, γίνεται ἐκ τοῦ βία· ὅθεν καὶ τὸ,

  
ἐβιήσατο παῖδα·  
εἰ δὲ ἔστι τρίτης, βιῶ βιοῖς· καὶ ἐκ τούτου βίος. Βίωμι· ὁ δεύτερος ἀόριστος, ἐβίων· τὸ πληθυντικὸν, ἐβίωμεν· καὶ τὸ ἀπαρέμφατον, βιῶναι, τὸ ζῆσαι. Βίωμι, ἐβίων· βιοὺς, βιόντος· τὸ προστακτικὸν, βίωθι· τὸ τρίτον, βιώτω, τὸ ζησάτω. Βιάω, βιῶ· βιάομαι, βιῶμαι· βιαοίμην, βιῴμην· βιάοιο, βιῷο· βιάοιτο, βιῷτο· καὶ πλεονασμῷ τοῦ α, βιῴατο·

  
Τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα Τρῶες.  
Ἀντὶ τοῦ ὡσανεὶ αὐτὸν ἐβιάσαντο. Βίαιος: Παρὰ τὸ βία· τοῦτο παρὰ τὸ ἲς, ἡ δύναμις· τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἡ ὑπάρχουσα ἐν τινί. Προπαροξύνεται. Τὰ γὰρ ἔχοντα τὸ ι ἐν τῇ ἀρχῇ καὶ παράγονται ἀπὸ θηλυκῶν, προπαροξύνονται· οἷον, δίκη, δίκαιος· τιμὴ, τίμαιος. Οὕτως καὶ βία, βίαιος· καὶ ἐξ αὐτοῦ, βιαία. Βλάξ: Ὁ εὐήθης καὶ ἀργὸς καὶ ἀνόητος. Ἀριστοφάνης·

  
<!-- 199 -->Βλάκες φυγεργοί.  
Εἴρηται ἀπὸ τοῦ μαλακός· καὶ τὸ ὑποκοριστικὸν, μάλαξ, ὡς βωμολόχος, βῶμαξ· πλούσιος, πλοῦταξ· μάλαξ οὖν, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν, βλάξ. Εἰς δὲ τὸ Λεξικὸν τὸ Ῥητορικὸν εὗρον ἐγὼ εἰρῆσθαι τὴν λέξιν ἀπὸ ἰχθύος τινὸς, ὁμοίου σιλούρῳ, ἀχρήστου ὄντος, ὡς μηδὲ κύνα αὐτῷ χρήσασθαι. Πολιτείας δ,

  
Βλακικόν τε ἡμῶν τὸ πάθος,  
ὡς εἰ λέγοι τὶς πνευμονιᾶν. Ἀπὸ τοῦ θαλαττίου ζῴου, ὄντος ἀναισθήτου. Οἱ δὲ, ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας· οὗ μέμνηται καὶ Ἀριστοτέλης. Καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τὶ βαακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι, διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς. Βλάπτω: Ἔστι βρῶ, τὸ ἐσθίω· γίνεται κατὰ τροπὴν βλῶ· καὶ κατὰ παραγωγὴν, βλάπτω· ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι ὑγιῶν ὄντων. Βλάβη: Ἀπὸ τοῦ βλάβω, βλάβη·

  
Βλάβεται δέ τε γούνατʼ ἰόντι.  
Ἔνθεν καὶ τὸ βλάβος· εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλαφὴ, ὡς σκάπτω, σκαφή. Βλαστός: Παρὰ τὸ βλώσκειν, ὃ σημαίνει τὸ αὔξεσθαι. Βλάσφημος: Παρὰ τὸ βλάβη καὶ τὸ φήμη γίνεται βλάσφημος, ὁ βλάβας λέγων. Ἢ παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ὁ τὰς φήμας βάλλων, ὁ λοίδορος. Βλαισός: Παραλυτικός. Οὕτως εἰς τὸ Ῥητορικόν. Ὁ δʼ Ἐτυμολόγος, ὁ τοὺς πόδας ἐπὶ τὰ ἔξω διεστραμμένος, καὶ τῷ Λ στοιχείῳ ἐοικώς. Διὰ τοῦτο καὶ Λάμβδα ἐκαλεῖτο ἡ γυνὴ μὲν Ἠετίωνος, μήτηρ δὲ Κυψέλου τοῦ Κορίνθου τυράννου. Εἴρηται δὲ βλαισὸς ὁ βεβλαμμένος τὸ ἶσον τῶν ποδῶν. Τὸ ἐναντίον γοῦν, ὁ ἐπὶ τὰ ἔσω ἔχων τοὺς πόδας, καλεῖται ῥαιβὸς, ὁ διερραισμένος ἤτοι διεφθαρμένος τὸ ἶσον τῆς βάσεως. Βλαῖκος: Δαλὸς, κλάδος, ὄζος. Βλαιτόνους: Ὁ βλαισόπους. Βλέφαρον: Τοῦ βλέποντος φάρος· ἢ παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν· αἰρομένων γὰρ αὐτῶν ἡμεῖς βλέπομεν. Ἢ παρὰ τὸ βάλλειν τοὺς ὦπας. Βλέπησις: Βλέψις. Βλέννα: Μύξα. Οἱ δὲ, διὰ τοῦ π, πλέννη. Καὶ πλέννα τὰ ἀσθενῆ καὶ δυσκίνητα. Βλεφαρίδες: Αἱ ἐν τοῖς βλεφάροις τρίχες. Βλέμμυες: Ἔθνος βαρβαρικὸν Λιβύης, ἀπὸ Βλέμμυος, ἑνὸς τῶν Δηριάδου τριῶν ὑποστρατηγῶν. Εἰσὶ δὲ Ὀρόντης, καὶ Ὀρουάνδης, καὶ Βλέμυς. Τοὺς καταρράκτας φασὶ τοὺς περὶ Συήνην·

  
Τῆς πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι.  
Βλεμεαίνω: Παρὰ τὸ βρέμω βρεμαίνω· καὶ τροπῇ τοῦ ρ εἰς λ, καὶ πλεονασμῷ τοῦ ε· Ἰλιάδος οʹ,

  
σθένεϊ βλεμεαίνων.  
Τῇ ἑαυτοῦ δυνάμει γαυριῶν καὶ ἐπαιρόμενος, μαργαίνων καὶ ἐνθουσιῶν, σφοδρῶς ἐπιρρωννύμενος. Ἔνιοι δὲ τῷ βλέμματι φοβῶν, οἷον τὴν δύναμιν διὰ βλέμματος ἐνδεικνύμενος. Βλείς: Ἐπίχαρμος, «τυροβλείς.» Φασὶν οἱ μὲν ἀπὸ τοῦ βληθεὶς, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ θ, βλείς. Ἣ ἀπὸ τοῦ βλῆμι· ὁ δεύτερος ἀόριστος, ἔβλην· οἷον,

  
Πόθεν δὲ ὠλκὸς εὐπετὲς ἔβλης  
ἡ μετοχὴ βλείς. Κίνημα γὰρ, καὶ οὐ συγκοπή. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Βλείμην: Ἔστι βλῶ, βλῆμι, βλήσω, ἔβλην· ὁ μέσος δεύτερος, ἐβλείμην· τὸ εὐκτικὸν, βλείμην· τὸ δεύτερον, βλεῖο. <!-- 200 -->Ἰλιάδος νʹ,

  
Εἴπερ γάρ κε βλεῖο πονεύμενος.  
Ἐὰν γὰρ βληθῇς πολεμῶν, ἐνεργῶν. Βλῆτο: Ἀπὸ τοῦ βλῶ, βλήσω, βέβληκα· ὁ παθητικὸς, βέβλημαι· ἐβεβλήμην, ἐβέβλησο, ἐβέβλητο· καὶ κατὰ συγκοπὴν, ἔβλητο· οἷον,

  
Ἔβλητο πρὸς στῆθος.  
εἶτα ἀφαιρέσει, οἷον,

  
Βλῆτο γὰρ οὔτι κάκιστος.  
Βλῆσθαι: Βληθῆναι. Ἀπὸ τοῦ βλῶ, βλήσω· βέβληκα, βέβλημαι, βεβλῆσθαι· καὶ κατὰ ἀφαίρεσιν τῆς ΒΕ συλλαβῆς,

  
Πρὶν βλῆσθαι Μενέλαον.  
Βλήμενος: Ἀσκηθείς. Ὥσπερ τὸ οὐτάμενος ἀναδρομὴν ἔπαθε τόνου, οὕτω καὶ τὸ βλήμενος, ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν. Βληχρόν: Τὸ ἀσθενὲς παρʼ Ὁμήρῳ καὶ Ἀλκαίῳ καὶ ἄλλοις· Πίνδαρος δὲ ἐπὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. Ἐκ τοῦ Ῥητορικοῦ. Εἴρηκε δὲ τὴν λέξιν ἐπὶ μὲν τοῦ ἀσθενοῦς, παρὰ τὴν βληχὴν, τὴν τῶν προβάτων φωνὴν, οὐδὲν οὖσαν. Βληχρὸς οὖν καὶ ἀβληχρὸς, τοῦ αὐτοῦ σημαινομένου μένοντος, ὡς στάχυς, ἄσταχυς. Ἢ ἀπὸ τοῦ βέβληται, βληχρὸς, ὁ καταβεβλημένος καὶ πεπτωκώς· ἀπὸ τῶν παλαιόντων· ὁ δὲ ἰσχυρὸς, ἀπὸ τοῦ βέβληκα, ὁ καταβάλλων. Βλητός: Ὁ ἀπόπληκτος, ὁ ὑπὸ τῶν ὀξέων νοσημάτων αἰφνιδίως τελευτῶν. Βλήτροισι: Βλῶ, βλήσω, βλῆτρον· σημαίνει δὲ τοὺς κατὰ τὰς ἁρμονίας γόμφους τοὺς πιούρους. Καὶ βλῆτρα, ἐμβλήματα. Βλήρ: Αἰολικῶς, τὸ δέλεαρ. Οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσι· τοὺς γὰρ δελφῖνας, βελφῖνας φασὶ, καὶ τοὺς Δελφοὺς, Βελφούς. Οὕτως οὖν δέλεαρ, βέλεαρ, καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλὴρ πεποίηται. Οὕτως καὶ οἱ Βοιωτοὶ ποιοῦσι. Βλίσαι: Τὸ τὰ κηρία θλίψαι τῶν μελισσῶν. Ἀπὸ τοῦ μέλι, μελίζω· καὶ κατὰ συγκοπὴν καὶ τροπὴν, βλίζω· καὶ Ἀττικῶς, βλίττω· καὶ βλίττειν, τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων, τουτέστιν ἐκπιέζειν καὶ θλίβειν· ἐπὶ τὸ κινεῖσθαί πως. Βλιμάζειν: Τὸ τιτθολαβεῖν, ἤγουν τὸ ψηλαφᾶν τὰ στήθη, καὶ τοὺς μαστοὺς καταμανθάνειν τῇ ἁφῇ, καὶ ἅπτεσθαι τῶν ἀπορρήτων μελῶν τῶν γυναικείων, καὶ διεγείρειν τὰς ἐπιθυμίας, ὥς φησι Κρατῖνος,

  
Ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί·  
  
καὶ γὰρ ἐβλίμαζον αὐτήν· ἡ δʼ ἐφρόντιζεν οὐδὲ ἕν.  
Εἴρηται δὲ παρὰ τὸ φλίβω, ὅθεν καὶ φλιά· καὶ Ὅμηρος,

  
Ὃς πολλῇσι φλιῇσι παραστὰς φλίψεται ὤμους.  
Παράγωγον, φλιμάζω· καὶ ὡς φλίβω, θλίβω, οὕτω φλιμάζω, βλιμάζω. Φαεινὸς δὲ καὶ Σύμμαχος, παρὰ τὸ φλιμάζειν, τοῦ μαζοῦ ἐγκειμένου. Λαμβάνεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὰ κηρία τῶν μελισσῶν τρυγᾶν· καὶ βλιμάζειν, τὸ ἀποστάζειν τοῦ μέλιτος. Καὶ βλιμάζομεν. Εἰσὶν ἄλλοι οἳ φασὶν, ὡς καὶ βλύω λέγεται παρὰ τὸ φλύω τὸ ἀναδίδωμι· οἷον,

  
ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.  
Κατὰ τροπὴν τοῦ φ εἰς βῆτα. Ὅμηρος,

  
Οἴνου ἀποβλύζων.  
Ἀντὶ τοῦ ἀπεμῶν. Ὁ τρόπος ὀνοματοποιΐα. Καὶ ἐν συνθέσει Εὔπολις,

  
Ἅμα βλυσθονῆσαι, καὶ χλοῆσαι τὴν πόλιν.  
Ἄλλοι δέ φασι κλιμάζειν τὸ διαστρέφειν. Κλίμαξ δέ ἐστιν εἶδος ὀργάνου βασανιστικοῦ· οἷον,

  
Τῇ κλίμακι διαστρέφονται.  
Οἷον, τὰ μέλη στρεβλούμενοι. <!-- 201 -->βλίτυρι καὶ κινδαψὸς λέγεται ἀναπλήρωμα ἄλογον. Γέγονε δʼ ἤδη παροιμιῶδες, ὡς καταριθμεῖσθαι ἐν καταλόγῳ φαρμάκων. Ἰόβας δὲ τὸν κινδαψὸν ὄργανον μουσικὸν ἀποδίδωσι, τὸ δὲ βλίτυρι, χορδῆς μίμημα· οὐκ εὖ. Βλοσυρός: Καταπληκτικὸς, φοβερὸς, δεινός· παρὰ τὸ σοβαρῶς καὶ ἐπηρμένως λεύσσειν ἢ βλέπειν. Οἱ δὲ, λαμπρὸς, ἢ χαλεπός· ἄλλοι, σεμνός. Ἡ δὲ Γοργὼ βλοσυρῶπις τὶς ἐστὶ, τουτέστι φοβερὰ, καὶ καταπληκτικὴ τὴν πρόσοψιν ἀπὸ τοῦ βάλλειν καὶ σύρειν τὰ ὄμματα· βολαὶ γὰρ τὰ ὄμματα. Βλωμός: Ὁ ψωμός. Καλλίμαχος·

  
ὅσον βλωμοῦ πίονος ἠράσατο.  
Εἴρηται δὲ ἀπὸ τοῦ ψωμὸς, βλωμὸς, τοῦ ψ εἰς βῆτα τραπέντος. Ἢ παρὰ τὸ φλωμὸς κατὰ τροπήν· φλωμὸς γὰρ ἦν τὸ κλάσμα τοῦ ἄρτου Ἢ παρὰ τὸ βρῶ, τὸ ἐσθίω, βρωμὸς, καὶ βλαμὸς, ὡς παρὰ τὸ βῶ, βωμός. Ἄλλοι δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα. Ἡσίοδος,

  
τετράτρυφον ὀκτάβλωμον.  
Βλῶσις: Οἷον,

  
Δίφρου τέτυκται βλῶσις.  
Ἢ ἕδρα. Σημαίνει δὲ καὶ τὸ πορευτικόν. Ἴσως μόλησις τις οὖσα· τροπῇ τοῦ μ εἰς βῆτα. Βλωθρή: Οἷον,

  
Ἠὲ πίτυς βλωθρή.  
Μακρὰ, μεγάλη. Ἢ ἡ ἀναδρομὴ καὶ αὔξησις. Εἴρηται παρὰ τὸν αἰθέρα καὶ τὸ μολεῖν, μολαιθέρη τὶς οὖσα, ἡ εἰς τὸν αἰθέρα μολίσκουσα· καὶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ μ εἰς β, διὰ τὴν ἀσυνταξίαν, καὶ ἐκτάσει τοῦ ο εἰς ω, βλωθρή· ἢ παρὰ τὸ μολεῖν καὶ τὸ θορεῖν, ἡ ταχέως μολίσκουσα καὶ θοροῦσα. Βλώσκω: Σημαίνει τὸ αὐξάνω. Ἀπὸ τοῦ μολῶ γίνεται παράγωγον μολίσκω· καὶ ὡς τελῶ, τελίσκω· καὶ γαμῶ, γαμίσκω· καὶ μεταθέσει, βολίσκω· καὶ ὑπερθέσει, βλοΐσκω· καὶ κατὰ συγκοπὴν καὶ ἔκτασιν τοῦ ο εἰς ω, βλώσκω. Ἰστέον ὅτι τὰ μὲν ἀπὸ τῆς πρώτης συζυγίας παραγόμενα διὰ τοῦ ίσκω γίνονται· οἷον, τελίσκω· τὰ δὲ ἀπὸ τῆς δευτέρας, διὰ τοῦ άσκω· οἷον, γελάσκω. Βλίω: Πᾶσα δὲ λέξις ἀπὸ τῆς ΒΛΙ συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται, χωρὶς εἰ μὴ ἀπὸ κλίσεως ῥήματος σχῇ αὐτήν. Πρόσκειται, «ἀπὸ κλίσεως ῥήματος» διὰ τὸ βλῆμι, καὶ βλεῖο, Βλίξαι: Τὸ συνεχῶς βαστάσαι. βλίσκοι, οἱ Βοιωτοί. Βλίμη: Ὁ προπηλακισμός. Βλίτον: Λάχανον. Βλιαρόν: Ἀντὶ τοῦ λαῦρον. Βλίκας: Φύλλον συκῆς. Βλίκανον: Σημαίνει τὸν βάτραχον. Βλίτυρον: Ἐστὶ φυτὸν ἢ φάρμακον, ἢ χορδῆς μίμημα. Βοᾶι: Βοάω, βοῶ. Ἐκ τοῦ βοὴ γίνεται βοῶ βοᾷς. Τὸ παθητικὸν βοῶμαι· τὸ δεύτερον, βοᾷ σὺ, καὶ πειρᾷ σύ. Ἔχει τὸ ι προσγεγραμμένον· τὸ δὲ βοᾶν καὶ γελᾶν ἀπαρέμφατα οὐκ ἔχει τὸ ι προσγεγραμμένον, ὅτι ἀπὸ τοῦ παρατατικοῦ γέγονε τοῦ ἐβόα καὶ ἐγέλα, καὶ ὁ παρατατικὸς οὐκ ἔχει τὸ ι προσγεγραμμένον· ἢ ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τὶ ἀνεκφώνητον. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ βοᾷς καὶ γελᾷς οἱ Δωριεῖς βοῇς καὶ γελῇς λέγουσι. Καὶ μηδεὶς οἰέσθω ἀπὸ τοῦ βοᾷς καὶ γελᾷς γεγονέναι κατὰ τροπὴν τοῦ α εἰς η, ἀλλʼ ἀπὸ τοῦ βοάεις καὶ γελάεις κατὰ κρᾶσιν. Οἱ γὰρ Δωριεῖς τὸ α καὶ ε εἰς η κιρνῶσιν· οἷον, τὰ ἐμὰ, τἠμά. <!-- 202 -->Βοήσω: Ἰστέον ὅτι ἐν τῇ δευτέρᾳ τῶν περισπωμένων πέντε παραλήγονται τῷ ο· βοῶ, γοῶ, ἀκροῶ, μακοῶ, ἀλοῶ· καὶ τὰ μὲν δύο διὰ τοῦ η ἔχει τὸν μέλλοντα, βοήσω, καὶ γοήσω· τὰ δὲ δύο, διὰ τοῦ α, ἀκροάσω καὶ μακοάσω· τὸ δὲ ἓν, διφορεῖται, ἀλοάσω, καὶ ἀλοήσω. Ἡ γὰρ δευτέρα ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ η, ἢ τὸ α, ἐάσω. Ἀλλʼ ἡνίκα καθαριεύῃ ὁ ἐνεστὼς, τότε ὁ μέλλων διὰ μακροῦ τοῦ α ἐκφέρεται· οἷον, ἀνιῶ, ἀνιάσω· θεῶ, θεάσω· ἰῶ, ἰάσω, καὶ ἡνίκα ἔχῃ τὸ ρ, διὰ μακροῦ τοῦ α ὁ μέλλων· οἷον, γηρῶ, γηράσω· φυρῶ, φυράσω· ἡνίκα δὲ ἔχῃ τὸ λ, τότε ὁ μέλλων διὰ βραχέος τοῦ α· οἷον, θλῶ, θλάσω· γελῶ, γελάσω· τὰ δὲ ἔχοντα ἐν τῷ ἐνεστῶτι σύμφωνον χωρὶς τοῦ λ καὶ τοῦ ρ, διὰ τοῦ η ἔχει τὸν μέλλοντα· οἷον, ζῶ, ζήσω· νικῶ, νικήσω· πεινῶ, πεινήσω· διψῶ, διψήσω. Τὸ δὲ πεινάσω καὶ διψάσω, κατὰ τροπὴν Δωρικὴν γέγονε τοῦ η εἰς α. Τὰ δὲ ποιοῦντα παράγωγα εἰς ΜΙ, κἄντε λ ἔχῃ, κἄντε ρ, διὰ τοῦ η ἔχει τὸν μέλλοντα· οἷον, πλῶ, πιμπλῶ, πίμπλημι, πλήσω· χρῶ, κιχρῶ, κίχρημι, χρήσω· στῶ, ἱστῶ, ἵστημι, στήσω. Βοῷεν: Ἔστι βοάοιμι· καὶ κράσει, βοῷμι· τὸ τρίτον τῶν πληθυντικῶν, βοάοιεν, βοῷεν. Βοόωντο, πλεονασμῷ τοῦ ο ποιητικῶς. Βοή: Κυρίως ἡ μάχη· ὅθεν καὶ

  
βοὴν ἀγαθὸς Μενέλαος.  
Καὶ βοηθεῖν, τὸ εἰς βοὴν θεῖν. Βοὴν ἀγαθὸς, ὁ ἐν τῷ πολέμῳ γενναῖος. Ἡ μὲν γὰρ δειλία, θραύουσα τὸ πνεῦμα, βραχίστην ἀπεργάζεται τὴν φωνήν· βαίνει γὰρ ἐπὶ τοὺς ἀκούοντας ἡ βοή. Βοή: Ὄνομα προσηγορικόν. Παρὰ τὸ βέω, βοὴ, ὡς χέω, χοὴ τὸ σημαῖνον τὸ βαίνω· ἐξ οὗ πλεονασμῷ τοῦ ι, βείω· οἱονεὶ ἡ διὰ τῆς τραχείας ἀρτηρίας βαίνουσα καὶ ἐκπεμπομένη φωνή. Ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων ἀποπεμπομένη. Τὰ εἰς η λήγοντα καθαρὸν δισύλλαβα τῷ ο παραληγόμενα, ὧνπερ κατʼ ἀρχὰς ῥημάτων ἔστι τὸ ε, ὀξύνεται· πνέω, πνοή· χέω, χοή. Τὸ ΒΟ, μικρόν. Διατί; Τὰ ἔχοντα τὸ ε ἐγκείμενον—. Βοηθός: Δῆλον τὸ σημαινόμενον. Εἴρηται ἀπὸ τοῦ εἰς βοὴν θέειν· ἢ ὁ εἰς τὴν βοὴν θοὸς καὶ ταχύς. Καὶ βοηθεῖν, τὸ ἅμα τῇ βοῇ θεῖν. Βοηδρομεῖν: Τὸ μετὰ σπουδῆς παραγίνεσθαι. Κᾶρες δὲ, ἀντὶ τοῦ βοηθεῖν, τουτέστιν ἐπὶ τὴν μάχην δραμεῖν. Ἔστι δὲ καὶ ἡ βοηδρομία, ἑορτή τις Ἀθήνῃσι καλουμένη· καθʼ ἣν ἡμέραν ἐβοήθει ὁ Ξοῦθος σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς δὲ τότε Ἀθηναίοις ἐβασίλευε. Βοηδρομίαις: Βοηθείαις, συμμαχίαις. Βοηδρομιών: Μὴν παρὰ Ἀθηναίοις εἴρηται ὅτι ἐν αὐτῷ ἐτιμᾶτο βοηδρόμιος Ἀπόλλων. Τὴν δὲ ἀρχὴν ἔλαβεν, ὅτι πολέμου συστάντος Ἀθηναίοις καὶ Ἐλευσινίοις, συμμαχήσαντος Ἴωνος κατὰ συγγένειαν, ἐνίκησαν Ἀθηναῖοι. Ἀπὸ οὖν τῆς τοῦ στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης, ὅ τε Ἀπόλλων βοηδρόμιος ἐκλήθη, καὶ ἡ θυσία, καὶ ὁ μήν· καὶ τὰ βοηδρόμια ἐπετελεῖτο ἑορτή. Φερεκύδης δὲ ἐν τοῖς Αὐτόχθοσι, διὰ τὸ τῆς φωνῆς σημεῖον, <!-- 203 -->ἣν τὸ πρότερον ἀξύνετον οὖσαν εὗρε καὶ διήρθρωσεν. Βοί: Ἰστέον ὅτι ἐνταῦθα οὐ συναιρεῖται ὡς Λητόϊ, Λητοῖ. Οὐδέποτε γὰρ δοτικὴ ἑνικὴ μονοσύλλαβος ἐκφωνεῖ τὸ ι· οἷον, τῷ νῷ, τῇ γῇ. Εἰ οὖν ἐγένετο κατὰ συναίρεσιν βοῒ, βοῖ, ἔμελλεν ἐκφωνεῖσθαι τὸ ι· ὅπερ ἐστὶν ἄτοπον. Τὸ γὰρ ι τότε ἐστὶν ἀνεκφώνητον, ἡνίκα ἐστὶ μετὰ μακροῦ φωνήεντος. Βοιωτός: Ἄρνη ἡ μήτηρ αὐτοῦ τεκοῦσα αὐτὸν, λαθεῖν βουλομένη τὸν πατέρα, ἔρριψεν εἰς βοῶνα. Παρὰ τὸ οὖν μετὰ βοῶν τραφῆναι, Βοωτὸς καὶ Βοιωτὸς ἐκλήθη. Εὐφορίων,

  
Τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκε μήτηρ,  
  
Βοιωτὸν δʼ ὀνόμηνε· τὸ γὰρ καλέουσι βοτῆρες,  
  
ὅττι ῥα πατρώῃσι βοῶν ἀπεθήκατο κόπροις.  
Βοιωτία: Ἡ χώρα, ἀπὸ Βοιωτοῦ τοῦ υἱοῦ Ἄρνης τῆς Αἰολίδος καὶ Ποσειδῶνος, βασιλεύσαντος τῆς χώρας. Ἢ ἀπὸ τῆς καθηγησαμένης βοὸς τῷ Κάδμῳ. Ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο ἀπὸ τῶν κατοικούντων αὐτὴν Ἀόνων· μετωνομάσθη δὲ Βοιωτία ἀπὸ Βοιωτοῦ Ποσειδῶνος καὶ Ἄρνης. Ἔτι δὲ καὶ οἱ Βοιωτοὶ τιμῶσι τὸν προπάτορα αὐτῶν Βοιωτόν. Καθʼ ἑτέρους δὲ, ἀπὸ τῆς ἐλασθείσης κατὰ τὸ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Ἀγαγοῦσα γὰρ αὐτὸν ἡ βοῦς, εἰς ἐκεῖνα τὰ μέρη ἀνακλιθεῖσα, ἀπέθανεν. Βοαγίδας: Ὁ Ἡρακλῆς, ὁ τοὺς βόας τοῦ Γηρυόνου ἄγων τῷ Διΐ. Βοάγρια: Τὰ ἐκ βοῆς ἀγρευόμενα λάφυρα. Ἔστι καὶ Βόαγρος ποταμός. Βοείας: Τὰς ἐκ βοείων βυρσῶν ἀσπίδας· ἀπὸ τοῦ βεβυρσῶσθαι τοῖς βοείοις. Καὶ βοείας, τὰς ἀσπίδας ὁμοίως. Βοὸς πόδα: Οἱ μὲν Ἀττικοὶ ἐπὶ ζῶντος λέγουσιν, ἐπὶ δὲ τῶν τεθνηκότων βόειον πόδα φασίν· ὡς πατρὸς κλῆρον, ἐπὶ ζῶντος· πατρῷον δὲ, τελευτήσαντος. Παρʼ Ὁμήρῳ δὲ συγχεῖται· οἷον,

  
Ὣς εἰπὼν ἔρριψε βοὸς πόδα.  
Ἐπὶ τοῦ νεκροῦ. Καὶ ἐπὶ ζῶντος,

  
Ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων.  
Καὶ εἰς τὰς Διαφορὰς, βοὸς ποὺς, ὁ τοῦ ζῶντος· βόειος δὲ, ἐπὶ νεκροῦ. Βοῦς: Τὸ ζῷον, παρὰ τὸ βῶ, τὸ τρέφω, τὸ τρέφον ἡμᾶς ἐκ τῆς περὶ τὴν γῆν ἐργασίας. Οὐ δυνάμεθα δὲ λέγειν ἐπὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν τοὺς βόας καὶ βοῦς. Τὸ γὰρ α καὶ ο οὐ κιρνᾶται εἰς τὴν ΟΥ δίφθογγον, ἀλλʼ εἰς ω. Ἀλλὰ λέγουσιν, ὅτι ὁμοφωνία γέγονε τῆς εὐθείας τῶν πληθυντικῶν καὶ τῆς αἰτιατικῆς. Πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς σ λήγουσα καὶ συνῃρημένη κατὰ τὸ τέλος ἔχει τὴν αἰτιατικὴν καὶ κλητικὴν ὁμόφωνον αὐτῇ. Οὐ κλίνεται βοῦς βουός. Τὰ γὰρ εἰς σ λήγοντα μετὰ διφθόγγου ἀποβάλλουσι τὸ ὑποτακτικὸν αὐτῶν φωνῆεν ἐν τῇ γενικῇ· πλὴν τοῦ κλεὶς, κλειδός· καὶ παῖς, παιδός· καὶ δαὶς, δαιτός. Βοὺς, βοός. Καὶ τὸ συνῃρημένον οὐκ ἔχει. Οὐδέποτε δισύλλαβος γενικὴ ἀπὸ μονοσυλλάβου εὐθείας γινομένη συναίρεσιν ἐπιδέχεται. Τῷ βοΐ· καὶ τὸ συνῃρημένον οὐκ ἔχει. Οὐδέποτε δισύλλαβος δοτικὴ βραχυκατάληκτος συναιρεῖται. Ἡ αἰτιατικὴ, τὸν βόα καὶ βοῦν. Ὦ βοῦ. Βοῶπις: Εὐόφθαλμος, καλή· εἶδος τῶν ὑποπεπτωκότων τῷ ὀνόματι προσηγορικόν. Βοῶν: Σημαίνει γʹ· τὴν μετοχὴν,

  
Αὐτὰρ ὃ μακρὰ βοῶν.  
<!-- 204 -->Σημαίνει καὶ τὸ ζῷον,

  
Μυκηθμοῦ δʼ ἤκουσε βοῶν.  
Σημαίνει καὶ τὴν ἀσπίδα,

  
Χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων.  
Βοῦς: Σημαίνει δύο· τὸ ζῷον,

  
Αὐτὰρ ὃ βοῦν ἱέρευσεν.  
Καὶ τὴν ἀσπίδα,

  
βόας αὔας.  
Καὶ,

  
βῶν ἀζαλέην.  
βοῦν Δωρικῶς τὴν ἀσπίδα, ὅτι ἐκ βοείων ἐστὶ δερμάτων· συνεκδοχικῶς, τὸ ὅπλον. Ἔστι βοῦς καὶ εἶδος πλακοῦντος διδομένου τοῖς εἰς Τροφωνίου καταβαίνουσι, διότι οἱ καταβαίνοντες εἰς τὸ ἄδυτον μυκηθμῶν αἰσθάνονται. Βόθρος: Δῆλον τὸ σημαινόμενον. Ὅμηρος,

  
Βόθρον ὀρύξαι ὅσοντε πυγούσιον ἔνθα καὶ ἔνθα.  
Παρὰ τὸ βῶ, βέω, βέθρος, καὶ βόθρος, κατὰ ἀντίφρασιν, ἐφʼ ὃν οὐδεὶς βαίνει· ἢ παρὰ τὸ βάθος, βάθρος, καὶ βόθρος. Ἢ παρὰ τὸ βάραθρον, συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς ο. Βόθυνος: Ὥσπερ παρὰ τὸ θρασὺς γίνεται θράσυνος, οὕτω καὶ παρὰ τὸ βαθὺς γίνεται βάθυνος, καὶ βόθυνος, ὁ λάκκος. Βολβός: Ἐπὶ τοῦ ὀφθαλμοῦ, ἀπὸ τῆς πρὸς τὸν ἔξω τὸν ἐκ γῆς βολβὸν ἐμφερείας. Ἐπὶ δὲ τοῦ ἐσθιομένου, παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι. Βόλβιτον: Τὴν παντοδαπῆ κόπρον· βόλιτον γὰρ ἦν· καὶ πλεονασμῷ τοῦ β· κυρίως δὲ, ἡ βοός. Βολεῶνας: Οὕτως λέγεται οὗ ἡ κόπρος τῶν βοῶν καὶ τῶν ὑποζυγίων βάλλεται, οἷον, τοὺς κοπρῶνας. Λέγεται καὶ τόπος λιμένος, ἔνθα δέδενται αἱ ἄγκυραι. Βόλιτον: Βόλβιτον δὲ Ἴωνες, οἵ τε ἄλλοι καὶ Ἱππῶναξ· οἷον,

  
βολβίτου κασιγνήτην.  
Εἶτα,

  
Νὴ τὸν Ποσειδῶ καὶ βολίτινον θάτερον  
κατὰ παραγωγήν. Εἴρηται δὲ οἱονεὶ βοὸς λιτὸν, τὸ ἁμάρτημα τὸ κοπρῶδες· καὶ πλεονασμῷ τοῦ β, ὡς φέρω, φέρβω βόλβιτον. Βόλινον: Κώμη τὶς τῆς Ἀχαΐας, πλησίον Πατρῶν καὶ τοῦ καλουμένου Δρεπάνου. Εἴρηται δὲ, ὅτι νύμφη τὶς διωκομένη ὑπὸ Ἀπόλλωνος ἐρῶντος, κατὰ τόνδε τὸν τόπον μέλλουσα ἀγρεύεσθαι, ἔρριψεν ἑαυτὴν εἰς θάλασσαν· ὁ δὲ θεὸς τὸ χωρίον οὕτως ἐκάλει, ἀπὸ τῆς βολῆς τῆς νύμφης. Βόλιμος: Τὴν παραγωγὴν ἀπέδωκε· καὶ τὸ σημαινόμενον εὗρον εἰς τὸ Ῥητορικὸν Λεξικόν. Ἔστι μόλιβος· καὶ κατὰ ἐναλλαγὴν, βόλιμος, παρὰ Συρακουσίοις. Βόμβος: Ψόφος τίς. Ὠνοματοπεποίηται δὲ ἡ λέξις κατὰ μίμησιν τῆς γινομένης φωνῆς· καὶ βομβεῖν ἐξ αὐτῆς, τὸ ἠχεῖν· καὶ βομβόλυξ, πομφόλυξ. Βομβύκη: Ὄνομα αὐλητρίδος· παρὰ τὸν βόμβον τῶν αὐλῶν. Καὶ βόμβυξ, αὐλοῦ τὶ εἶδος· καὶ ζῷον, ἀφʼ οὗ τὰ βομβύκινα ὑφάσματα. Βομβηδόν:

  
Ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσι,  
  
βομβηδὸν κλονέονται.  
Κυρίως βόμβος, ὁ τῶν μελισσῶν ἐστιν ἦχος· ἔνιοι δὲ τῆς βοξύνης λεγομένης μελίσσης. Ἀπολλώνιος. Τὰ δὲ εἰς ΔΟΝ ἐπιρρήματα ὀξύνονται, χωρὶς τοῦ ἔνδον. Βομβυλιός: Εἶδος ζῴου παραπλήσιον μελίσσῃ. Εἴρηται δὲ παρὰ τὸ βομβεῖν. Ἔστι δὲ καὶ ποτηρίου εἶδος ἀπὸ μεταφορᾶς τοῦ ζῴου. Καὶ γὰρ αὐτὸ ποιῶς πως κατεσκευάζετο, ὥστε πινόντων βομβεῖν. <!-- 205 -->Καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον, καθʼ ὁμοιότητα τοῦ στενοπόρου ἐκπώματος, βομβυλιὸς λέγεται. Βόρμος: Βρόμος· καὶ καθʼ ὑπέρθεσιν, βόρμος, καὶ βόρμοξ. Ἔστι δὲ τροφὴ τετραπόδων. Βορά: Ἡ τροφή. Παρὰ τὸ βῶ, τὸ τρέφω· ὁ μέλλων, βόσω· βορὸς, καὶ βορά. Ἐξ αὐτῶν βοράζω, τὸ τρέφω. Βορᾶς: Παρὰ τὸ βορώτατα τὰ σώματα ἡμῶν ποιεῖν καὶ ὑγιεινότατα. Ὁ μὲν Ὠρίων ὠνοματοπεποιῆσθαι τὴν λέξιν φησὶ κατὰ μίμησιν τοῦ γινομένου ἤχου κατὰ τὴν πνοὴν αὐτοῦ· ἄλλοι δὲ, παρὰ τὸ βάρος, βορέας· ἢ παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ τρέφων καὶ αὐξάνων τοὺς καρπούς· ἢ παρὰ τὸ βορά· βορᾶς γὰρ ἡμῖν αἴτιος ἐστὶ, τροφῆς, αὔξων τοὺς καρπούς. Ἢ παρὰ τὸ βαίνειν αὐτὸν ῥᾷον πρὸς ἡμᾶς. Βόρβορος: Παρὰ τὸ βάρος, βάρβαρος· καὶ τροπῇ τοῦ α εἰς ο, βόρβορος. Βόρβορος γὰρ λέγεται τὸ περίττωμα τῆς γαστρός· τοῦτο γὰρ ἐν τοῖς ἄνω κείμενον βάρος ἐμποιεῖ. Ἢ παρὰ τὸ βορὰ, βορὸς, ἡ ἐκ τῆς βορᾶς κόπρος· διπλασιασμῷ καὶ πλεονασμῷ τοῦ ρ, βόρβορος, ἡ ἐκ τῆς τροφῆς γεννηθεῖσα ὕλη. Βοσόρ: Ἑβραϊκὴ ἡ λέξις, σημαίνει δὲ ἱμάτιον ἐκ κοκκίνου βεβαμμένον. Λέγεται δὲ καὶ τὸ σῶμα, ὡς τὸ,

  
Οὗ τὸ ἐρύθημα ἐξ ἀμπέλου βοσόρ.  
Ἀντὶ τοῦ, οὗτινος τὸ σῶμα ἐξ ἀμπέλου ἦν βεβαμμένον. Βολωσία: Ἡ Εἰλείθυια· βολὰς γὰρ τὰς ὠδῖνας ὠνόμαζον. Βόλος ὑπὸ Κρητῶν καὶ ἡ διὰ σαγηνείας ἄγρα, καὶ ὁ τῶν κύβων καὶ ἀστραγάλων. Βόσκω: Παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων, βόσω· πλεονασμῷ τοῦ κ, βόσκω, ὡς τιτρώσω, τιτρώσκω· θνήσω, θνήσκω. Ἐξ οὗ βόσις ἡ τροφή· καὶ συβώτης. Βόστρυχος: Ὁ πλόκαμος τῆς τριχός. Σοφοκλῆς,

  
ὁρῶν νεωρῆ βόστρυχον τετμημένον.  
Παρὰ τὸν βότρυν, βότρυχος καὶ βόστρυχος, ὁ βοτρυοειδής. Μετὰ σχήματος γὰρ βοτρυοειδοῦς ἀπήρτηται·

  
Πλοχμοὶ βοτρύοντες ἐπερρώοντο κιόντι.  
Βόσπορος: Οἱονεὶ βοὸς πόρος· ὠνόμασται δὲ ἀπὸ Ἰοῦς τῆς θυγατρὸς Κάδμου. Ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶστρον ἔπεμψεν. Ἥτις ἐλαυνομένη ὥσπερ πόρτις τοῦτον παρῆλθε τὸν τόπον, ὡς φησὶ Διονύσιος·

  
Τῷ δʼ ἔπι Θρηϊκίου στόμα Βοσπόρου· ὃν πάρος Ἰὼ  
  
Ἥρης ἐννεσίῃσιν ἐνήξατο πόρτις ἐοῦσα.  
Φύλαρχος δὲ, ὅτι οἱ ἐντὸς τοῦ Εὐξείνου πόντου ἦσαν ἄπειροι γεωργίας· οἱ δὲ ἐκτὸς, ἔμπειροι. Διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος ἐκαλεῖτο τοῦ πελάγους, ὅτι ἐσπείρετο. Τινὲς δὲ, τοὺς στενοὺς πορθμοὺς Βοσπόρους εἰρῆσθαι. Ἢ ὅτι τὸ παλαιὸν, εἴ ποτέ τινες ἤθελον εἰς τὸ πέραν διαβῆναι, σχεδίας πηγνύντες καὶ βοῦς ὑποζεύξαντες, ἐπὶ τούτων διεπεραιοῦντο. Ὅθεν ἡ ἐπωνυμία. Βοτάνη: Παρὰ τὸ βίᾳ τείνεσθαι, ἤγουν αὔξειν. Βοτά: Πρόβατα, καὶ βοσκήματα, καὶ τὸν λεγόμενον βοτόν· ἀπὸ τοῦ βόσκεσθαι· καὶ βοτεῖν, βόσκειν. Βοτήρ: Ὁ ποιμήν. Καὶ διὰ τοῦ ο, καὶ διὰ τοῦ ω. Ὅθεν καὶ τὸ,

  
Κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.  
Τοὺς βοσκήτορας καὶ νομέας τῶν μήλων. Παρὰ τὸ βῶ, τὸ τρέφω, βόσω, βοτὴρ, καὶ βότειρα, ὡς σωτὴρ, σώτειρα· καὶ βότης· ὅπερ καὶ βούτης λέγεται, πλεονασμῷ τοῦ υ· καὶ συβώτης καὶ συβώσιον, ἐκτάσει τοῦ ο εἰς ω. Ὁ δὲ Φιλόξενος, παρὰ τὸ βόσκω, βοτὴρ, ἀποβολῇ τοῦ κ. <!-- 206 -->Βόττιον: Ἔθνος Μακεδόνων· καὶ Βοττία ἡ χώρα, ἀπὸ τῶν βοτῶν, ὅτι πολυθρέμματός ἐστι. Καὶ τὸ ἔθνος. Ἢ παρὰ τὸν βοτὸν, βοτιανή· καὶ πλεονασμῷ τοῦ τ, βοττιανή. Ἢ ἀπὸ τοῦ Βόττονος τοῦ ἡγησαμένου τῆς ἐκεῖσε ἀποικίας. Βόττεια: Πόλις Μακεδονίας. Καὶ διὰ τοῦ ε ψιλοῦ, Βόττεα. Τούτου τὸ ἐθνικὸν, Βοττεάτης· τὸ δὲ ἐθνικὸν τοῦ Βόττεια, διὰ τοῦ ι, ὡς Στράβων ἐν ζʹ. Καλεῖται δὲ ἀπὸ Βόττωνος Κρητὸς ἡ πόλις· οἱ οἰκοῦντες, Βοττιαῖοι· καὶ Βοττικὴ, ἡ Χαλκιδικὴ γῆ· καὶ θηλυκῶς λέγεται Βοττιαιΐς· καὶ Βοτταϊκὴ, κτητικόν. Βότρυς: Παρὰ τὴν πόσιν, πότρυς, καὶ βότρυς, ὁ τὴν πόσιν καὶ τὸ ποτὸν ῥέων. Ἢ παρὰ τὸ βῶ, τὸ πατῶ, ὁ τοῖς ποσὶ τριβόμενος, τουτέστι πατούμενος. Βοτρυδόν: Συνεστραμμέναι καὶ συνημμέναι, ὡς ἐν βότρυος σχήματι. Βουβάλιον: Κόσμος χρυσοῦς περιτιθέμενος τῷ καρπῷ. Δίφιλος ἐν Παλλακῇ,

  
Βουβάλια καρπῶν παρθένου φορήματα.  
Εἴρηται διὰ τὸ ἔχειν ἐπὶ τοῦ ἄκρου προτομήν τινα βουβάλου ἐξέχουσαν· καὶ βούβαλον μέγα καὶ πολύ. Βουβάρας: Ὁ μεγαλοναύτης. Ἢ ὁ μεγάλως βαρύς· παρὰ τὸ βοῦ ἐπιτατικὸν, καὶ τὴν βάριν, εἶδος πλοίου. Ἢ παρὰ τὸ βάρος ἔχοντα, καὶ καυχητιῶντα. Περὶ ἀλαζόνος γὰρ λέγεται, ὃν καὶ βαρυγέταν εἰρήκασι. Βούβοσις: Πολυφαγία. Βουβωνία: Κόπος. Βούβασις: Κώμη τῆς Αἰγύπτου καὶ θεός. Ὅτι ἡ Ἰὼ ἡ Ἰνάχου εἰς βοῦν μεταβληθεῖσα, καὶ μετὰ τὴν διὰ γῆς καὶ θαλάσσης πλάνην εἰς Αἴγυπτον παραγενομένη, ἐπιβᾶσά τε βροχθώδους τόπου τοῦ Νείλου, τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν. Ὁ δὲ τῆς χώρας βασιλεὺς ἑωρακὼς τὸ μὲν τῆς ἐμπροσθίας χηλῆς τῷ ΕΙ στοιχείῳ ἐμφερὲς, τὸ δὲ τῆς ὀπισθίας τῷ ω, Εἰὼ τὴν βοῦν ὠνόμασε· τὴν δὲ κώμην, Βούβασιν, ἀπὸ τῆς τοῦ βοὸς βάσεως. Ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆς ΕΙ διφθόγγου· δεῖ γὰρ Εἰώ. Ὁ μέντοι Ἡρωδιανὸς φησὶ διὰ τοῦ ι, παρὰ τὸ ἰέναι σχηματιζόμενον· ὅτι πολλὴν φησὶν ἦλθε γῆν. Βούβαστος: Πόλις Αἰγύπτου· καὶ Βουβατῖτις πόλις. Τὸ ἐθνικὸν, Βουβαστίτης. Βούβρωστις: Κυρίως ὁ μέγας λιμός· ὅτι καὶ βοῦς λυμαίνεται καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ ὁ χαλεπὸς λιμός. Ἐπὶ δὲ τοῦ,

  
Καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,  
Ἰλιάδος ωʹ, ἀντὶ τοῦ μεγάλη ἀνία καὶ λύπη. Ἔνιοι δὲ βούβρωστιν τὸν οἶκτον. Βούδιον: Πόλις Θεσσαλίας· οἱ δὲ, Ἠπείρου. Βουγάϊον: Ἐργάτην βοῦν· οἱ δὲ, μεγάλαυχον, ἀμαθῆ, ἀλαζόνα, βοώδη, καὶ ἀναίσθητον. Βουζυγία: Γένος τὶ Ἀθήνῃσιν ἱερωσύνην ἔχον. Βουζύγης γὰρ τὶς τῶν ἡρώων πρῶτος βοῦς ζεύξας τὴν γῆν ἤροσεν· ἀφʼ οὗ γένος Βουζυγία. Βουβών: Τὸ παρʼ ἑκάτερα τῆς ἥβης μέρος, ἐν ἀρχῇ τῶν μηρῶν κείμενον. Εἴρηται δὲ, ὅτι τοῦ βαίνειν ἐστὶν ὑπηρέτης. Παρὰ γὰρ τὸ βῶ γίνεται βών· καὶ συνθέσει τοῦ ἐπιτατικοῦ βοῦ γίνεται βουβὼν, ὁ μεγάλως βαίνων, ἢ διʼ οὗ μεγάλως βαίνομεν. Βουβὼν λέγεται καὶ τὸ πάθος τὸ εἰς ὕψος βαῖνον· ἀπὸ τοῦ ἐπαίρεσθαι, καὶ μεγάλως βαίνειν εἰς οἴδημα. Ὅπερ τινές φασι βομβῶνα, ὡς λέγει Ἡρωδιανὸς ἐν τῷ Καθόλου. <!-- 207 -->Μένανδρος ἐν τῷ Γεωργῷ· οἷον,

  
Βουβὼν ἐπήρθη τῷ γέροντι·  
Καὶ ῥῆμα παρʼ αὐτῷ βουβωνιῶ. Ἔστι καὶ βουβὼν πόλις Λυκαονίας, ἀπὸ Βουβῶνος λῃστοῦ· ὁ πολίτης, Βουβώνιος ὤφειλεν εἶναι· ἀλλʼ ἔστι Βουβωνεύς. Εἴρηται ἀπὸ τοῦ βοῦ· ὅπερ ἀπὸ τοῦ ζῴου ληφθὲν σημαίνει τὸ μέγα, ὡς ἐν τῷ βούτιμος, καὶ Βούπαλος κύριον. Παρὰ δὴ τὸ ἐπιτατικὸν καὶ τὸ γαῖα σύνθετον γίνεται βουγάϊος· ἢ παρὰ τὸ γαίειν, τὸ γαυριᾶν, ὅπερ καὶ αὐτὸ παρὰ τὴν γαῖαν γέγονεν· ἵνʼ ᾖ ἀπὸ τοῦ μεγέθους τῆς γῆς, ὁ μεγαλόφρων· οἷον,

  
Αἶαν ἁμαρτοεπὲς βουγάϊε, οἷον ἔειπες.  
Βουθόη: Πόλις Ἰλλυρίδος. Εἴρηται, ὅτι Κάδμος ἐπὶ βοῶν ζεύγους ἐκ Θηβῶν ταχέως εἰς Ἰλλυρικοὺς παραγενόμενος ἔκτισε πόλιν· καὶ ἀπὸ τῶν βοῶν καὶ τοῦ θοῶς φυγεῖν, Βουθόην αὐτὴν ὠνόμασεν. Ἢ ἀπὸ τοῦ βούτου βουτόη καὶ βουθόη ὠνόμασται. Τὸ ἐθνικὸν, Βουθοαῖος. Βουθοίη: Πόλις τῆς Ἰλλυρίδος. Σοφοκλῆς Ὀνομακλεῖ,

  
Βουθοίη Δρίλωνος ἐπὶ προχοῇσιν ἐνάσθη.  
Εἴρηται ἀπὸ τοῦ βοηθὸν γενέσθαι. Βουθία, πόλις Ἰωνίας· τὸ ἐθνικὸν, Βουθιαῖος. Βουθέρει: Ἐν ᾧ τόπῳ βόες θέρους νέμονται. Βουκάπη: Ἡ φάτνη τῶν βοῶν. Ἀπὸ τοῦ κάπτω, τὸ ἐσθίω, γίνεται κάπη· τουτέστιν ἐν ᾗ οἱ βοῦς κάπτουσι. Βούκαια: Πόλις Φωκίδος ἐν τῷ Παρνασῷ. Ὠνόμασται δὲ, ὅτι ποτὲ Δευκαλίων καὶ Πύρρα, κατακλυσμὸν φεύγοντες, παρʼ αὐτοῖς διεσώθησαν· καὶ σημεῖον τοῦτο· κατʼ ἐνιαυτὸν πυρὰν ἀνάπτοντες, μεγάλην βοῦν ἐπελαύνουσιν, αὐτῇ ἐπιβοῶντες, Ἕρπε βοῦς κατὰ τὰ πάτρια· καὶ κατακαίουσιν αὐτήν. Ἀπὸ γοῦν τοῦ καίειν τὴν βοῦν λέγεται Βούκαια, καὶ Βουκαεῖς. Βούκαιος: Νίκανδρος,

  
Βούκαιός τʼ ἀλέγοι καὶ ὀροίτυπος.  
Καὶ Θεόκριτος. Σημαίνει δὲ τὸν ἀροτριαστὴν, τὸν τοῖς βουσὶ καίνοντα τὴν γῆν, τουτέστι κόπτοντα καὶ σχίζοντα. Βούκερα: Λίμνη τὶς ποτὲ μὲν καλουμένη, νῦν δὲ, εἶδος βοτάνης, ἀπὸ τοῦ σχήματος τοῦ παρὰ τὴν θέσιν· ἐπειδὴ κέρατι βοὸς ἔοικε. Καὶ Νίκανδρος ἐν Ἀλεξιφαρμάκοις παρετυμολογεῖ αὐτὴν, λέγων,

  
Ἄλλοτε βουκέραος χιληγόνου, ὅ ῥα κεραίας  
  
εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει.  
Βουκέρας: Ἡ τῆλις τὸ σπερμάτιον. Διότιμος. Βουκεραΐς: Κρήνη ἐν Πλαταιαῖς, ἥτις ὠνόμασται, ὅτι Πόλυβος ἐξ Ἄργους ἐπέκτισε Πλαταιὰς μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν, βοὸς αὐτῷ ἡγουμένης κατὰ χρησμὸν, ὥς ποτε Κάδμῳ· ἣν ἐκεῖσε κατακλιθεῖσαν τῷ κέρατι πατάξαι τὴν γῆν, καὶ κρήνην ἀναφανῆναι· ἣν ἀπὸ τοῦ κέρατος τοῦ βοὸς Βουκεραΐδα καλεῖσθαι. Οὕτω Θέων ἐν τοῖς ὑπομνήμασι τοῦ αʹ Αἰτίου Καλλιμάχου· οὕτως καὶ Σερῆνος ἐν τῇ Ἐπιτομῇ τῶν Φίλωνος περὶ Πόλεων Πολύϊδος λέγει τὸν χρησμόν. Βουκέφαλος: Ὁ ἵππος ὃν Ἀλέξανδρος ἐκέκτητο· οὐχ, ὥς τινες οἴονται, ὅτι βοὸς κέρατα εἶχεν· τοῦτο γὰρ ψευδές· ἐκοσμεῖτο γὰρ ὑπὸ Ἀλεξάνδρου χρυσοῖς· καὶ οὐ διὰ τὰ κέρατα Βουκέφαλος ὠνόμασται, ἀλλʼ ὅτι οὕτως ἐν Θεσσαλίᾳ ἐκαλοῦντο οἱ ἵπποι ἔχοντες ἐγκεκαυμένον βουκράνιον. Ὅτι δὲ τῶν Θετταλικῶν ἵπποι τινὲς ἐκαλοῦντο βουκέφαλοι, δηλοῖ Ἀριστοφάνης ἐν Ἀναγύρῳ,

  
Μὴ κλαῖʼ· ἐγώ σοι βουκέφαλον ὠνήσομαι.  
<!-- 208 -->Καὶ πάλιν,

  
Ψήχει δʼ ἠρέμα  
  
τὸν βουκέφαλον καὶ κοππατίαν.  
Λέγεται ὁ ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βούκρανον. βοῦνις καὶ βουνίτις ἡ γῆ. Εἴρηται δὲ παρὰ τοὺς βουνούς. Βουνοὶ δέ εἰσιν οἱ ὑψηλοὶ καὶ ὀρώδεις καὶ γεώλοφοι τόποι· παρὰ τὸ βαίνειν ἄνω. Βουόα: Ἀλγεῖ τις τάχα θʼ αἱ βουσόαι τὰ νῶτα. Ἔλλειψις τοῦ σ, καὶ πνεῦμα προσῆλθε τὸ δασύ. Βουκόλοι: Οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷα τινὰ οὕτω καλοῦνται. Καὶ βουκολισμὸς, μελοποιΐας τινὸς εἶδος, καὶ ὀρχήσεως. Βουκόλος: Ἤτοι βουκόνος τὶς ὤν, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν· ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος· ἢ παρὰ τὸ κέλλω, ὃ σημαίνει ὁ ἅμα τοῖς βουσὶ κέλλων. βουκολῶ σημαίνει καὶ τὸ σοφίζομαι. Δίδυμος δὲ, παρὰ τὸ κομεῖν εἴρηκεν· ἵνʼ ᾖ βουκόμος, ὡς ἱπποκόμος· καὶ κατὰ τροπὴν, βουκόλος· καὶ βουκολεῖν, βόας νέμειν. Βουλυτός: Ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων. Βούλιμος: Ὁ μέγας καὶ ἐπιτεταμένος λιμός· παρὰ τὸ βοῦ, ἐπιτατικὸν μόριον, καὶ τὸ λιμός. Βούλω: Βαρύνεται· ἐπειδὴ τὰ εἰς ΛΩ λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῇ ΟΥ διφθόγγῳ, τὰ μὲν βʹ βαρύνονται, τὰ δὲ βʹ περισπῶνται. Βαρύνονται βούλω καὶ οὔλω. Ὅμηρος,

  
Οὖλέ τε καὶ μέγα χαῖρε.  
Περισπῶνται οὐλῶ, παρὰ τὸ οὐλὴ, τὸ τραῦμα, ἔνθεν κατούλωσας, καὶ δουλῶ, παρὰ τὸ δοῦλος. Ἀπὸ δὲ τοῦ βούλω, παράγωγον βουλεύω, ὡς ἄρχω ἀρχεύω. Βουλή: Ὄνομα ῥηματικὸν, εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι προσηγορικοῦ. Γίνεται παρὰ τὸ βέλλω, βολὴ, ἡ σύστοιχος τῆς γνώμης φορὰ ἢ ἐπιβολὴ τῆς ψυχῆς· καὶ πλεονασμῷ τοῦ υ, βουλὴ, ἡ τοῦ νοὸς ἐμβολή. Ἢ παρὰ τὸ βάλλω, βολή· καὶ πλεονασμῷ βουλή. Ἐτράπη δὲ τὸ α εἰς ο, ὡς ἐν τῷ ἡμέρα, ἡμερόβιος· Ἥρα, Ἡρόδοτος· ὥρα, ὡροσκόπος. Σημαίνει δὲ τὴν ἄθροισιν καὶ τὸ προβούλευμα· ὡς τὸ,

  
Βουλὴν δὲ πρῶτον μεγαθύμων ἵζε γερόντων.  
Καὶ τὴν γνώμην, ὡς τὸ,

  
Χρεὼ βουλῆς ἐμὲ καὶ σὲ, διοτρεφὲς ὦ Μενέλαε.  
Καὶ,

  
Διὸς δʼ ἐτελείετο βουλή.  
Καὶ τὴν προαίρεσιν, καὶ τὴν θέλησιν, ὡς τὸ,

  
Νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς.  
Βουληφόρος: Πρόβουλος, ἀρχίβουλος, ἡγεμὼν, ἄρχων, βουλευτικός. Σημαίνει ποτὲ μὲν τὸν βασιλέα, ὡς τὸ,

  
Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.  
ποτὲ δὲ ἐπιθετικῶς αἱ ἐκκλησίαι, ἐν αἷς αἱ βουλαὶ ἀναφέρονται, ὡς τὸ,

  
Τοῖσι δʼ οὔτʼ ἀγορὴ βουληφόρος.  
Τὰ ἐκ βʹ τελείων σύνθετα ὀνόματα, ἀπὸ εὐθείας· ὡς τὸ, ζωὴ, ζωηφόρος, καὶ ἑωσφόρος· ἀπὸ γενικῆς, οὐδεὶς οὐδενὸς, οὐδενόσωρα· ἀπὸ δοτικῆς, Ἄρηϊ, ἀρηΐφιλος· ἀπὸ αἰτιατικῆς, πόδα, Ποδαλείριος. Ἀπὸ δὲ κλητικῆς μόνον οὐ γίνεται σύνθετον· ἐπειδὴ πᾶσα πτῶσις τριπρόσωπος ἐστὶ, πλὴν τῆς κλητικῆς· ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι, καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τὸ,

  
Ὦ μάκαρ Ἀτρείδη μοιρηγενὲς ὀλβιόδαιμον.  
Καὶ πάλιν,

  
Διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ.  
Τὸ δὲ τέλειον μετὰ τοῦ ἀτελοῦς οὐ συντίθεται. Τὸ δὲ γυναιμανὲς, οὐκ ἀπὸ τοῦ ὦ γύναι καὶ τοῦ μαίνομαι ῥήματος, ἀλλʼ ἀποκοπὴ ἀπὸ τοῦ γυναικός. <!-- 209 -->Ἔστι δὲ τὸ ῥῆμα φέρω καὶ φορέω,

  
Ὡς δʼ ἄνεμος ἄχνας φορέει.  
ἀφʼ οὗ φορητός· ἀπὸ δὲ τοῦ φέρω, φερτός· ἔνθεν τὸ

  
συμφερτὴ δʼ ἀρετή·  
τὸ συγκριτικὸν, φερέστερος, καὶ προφερέστερος, καὶ προφερέστατος ὑπερθετικόν. Ἰστέον δὲ ὅτι τὸ φέρω κατὰ τὸ τέλος συντίθεται· σπανίως δὲ καὶ κατὰ τὴν ἀρχὴν, ὡς τὸ, Φέρεκλος, φερέσταχυς, Φερσεφόνη· τελεσφόρος, τοξοφόρος. Οὕτως οὖν παρὰ τὸ βουλὴ καὶ τὸ φέρω γίνεται βουληφόρος. Τὰ δὲ εἰς η λήγοντα θηλυκὰ σύνθετα ἢ φυλάσσουσι τὸ η, ἢ τρέπουσιν· οἷον, γῆ, γηγενής· ὀδύνη, ὀδυνήφατος· κρήνη, κρηνοφύλαξ. Πάντα δὲ τὰ παρὰ τὸ φέρω παροξύνεται, εἰ μὴ ἄρα τύπος κωλύοι, διὰ τὸ ΕΥ μόριον, καὶ τὰς προθέσεις, καὶ τὴν α στέρησιν· εὔφορος, πρόσφορος, ἄφορος. Βουλεία: Ὁ χρόνος τοῦ βουλεύειν· ὥσπερ στρατηγεία ἐστὶν ὅπου στρατηγεῖ. Βούπρηστις: Ἔστι λαχάνου ἀγρίου γένος, ὅμοιον τῷ σινάπι καὶ τῇ λαμψάνῃ. Βούπρηστις δέ φασι λέγεται διὰ τὸ τοὺς γευσαμένους αὐτῆς μεγάλως πιμπρᾶσθαι, τουτέστι φυσᾶσθαι· τὸ γὰρ βοῦς ἐπὶ τοῦ μεγάλου ἔτασσον οἱ ἀρχαῖοι· καὶ βούπαιδα, τὸν μέγαν παῖδα. Βουπράσιον: Τόπος οὕτω καλούμενος, καὶ πόλις, καὶ ποταμὸς, καὶ χώρα τῆς Ἤλιδος. Τὸ ἐθνικὸν, Βουπρασιεὺς, καὶ Βουπράσιος. Βούσιρις: Ὁ ἥρως, ὁ τῆς Αἰγύπτου βασιλεύς· ἀφʼ οὗ καὶ ἡ πόλις οὕτω καλεῖται. Εἴρηται παρὰ τὸ βοῦς εἴρειν, ὁ δυνάμενος μόνος ζευγνύειν δύο βοῦς· παρὰ τὸ βοῦς καὶ τὴν σειρὰν, ἵνʼ ᾖ ὁ ἰσχυρὸς καὶ ἀνδρεῖος, ὥστε δύνασθαι βοῦν ἄγειν σειραῖς· ὥσπερ καὶ Λαέρτης λέγεται. Γράφεται δὲ διὰ τοῦ ι· ὤφειλε διὰ διφθόγγου· τὰ γὰρ διὰ τοῦ ΙΡΙΣ ἀποστρέφεται τὴν ΕΙ δίφθογγον· οἷον, Ὄσιρις, ὁ Διόνυσος, παρὰ τοῖς Αἰγυπτίοις· ἔστι καὶ ὄνομα πόλεως οὕτω λεγομένης, καὶ ὁ Νεῖλος· καλάσιρις, σημαίνει λινοῦν ἱμάτιον· Ἶρις, ἡ τῶν θεῶν ἄγγελος· Κίρις, ὄνομα ποταμοῦ· Τίρις, ὄνομα δούλης· σίρις, ἢ ξίρις· ποτὲ μὲν γὰρ διὰ τοῦ σ λέγεται αὐτὸ, ποτὲ δὲ διὰ τοῦ ξ· καὶ ποτὲ μὲν διὰ τοῦ ι γράφεται, ποτὲ δὲ διὰ διφθόγγου· κρεῖττον δὲ διὰ τοῦ ι· σημαίνει δὲ ἀρωματικὸν φυτόν· χωρὶς εἰ μὴ ἔχει τοῦτο ἀπὸ προϋποκειμένου, διὰ τὸ χεὶρ, χειρὸς, χειρίς· σημαίνει δὲ τὸ χειρομάνικον. Βοῦρα: Πόλις τῆς Ἀχαΐας, ἣν ᾤκησεν Δεξάμενος ὁ Κένταυρος· καὶ ἐκεῖ αὐτοῦ τὰ βουστάσια ἐφυλάττετο. Διὸ καὶ Βοῦρα ὠνομάσθη· ἀπὸ τοῦ τὰς βοῦς ὠρεῖν, ὅ ἐστι φυλάττειν.

  
Βοῦρά τε Δεξαμένοιο βοόστασις Οἰκιάδαο.  
Βούπαις: Εἰώθασι γὰρ τῇ προσθήκῃ τοῦ ἵππου ἢ τοῦ βοὸς τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν. Ἀπὸ μὲν τοῦ βοὸς, βούσυκον· ἀπὸ δὲ τοῦ ἵππου, ἱπποσέλινον· καὶ θυμὸν ἱππογνώμονα, τὸν μεγαλογνώμονα. Βοῦται: Βουκόλοι. Βοῦτα: Λατῖνοι τὰ ἐκ πυρᾶς καλοῦσι λείψανα. Παρὰ τὸ φῶ, τὸ λάμπω, γίνεται φῶτα· τροπῇ τοῦ φ εἰς β, καὶ ω εἰς ΟΥ, βοῦτα. Βουτάδαι: Δῆμος ἐστὶ τῆς Οἰνηΐδος Βουτία, ἀφʼ ἧς οἱ δημόται. Ἢ οἱ ἀπὸ Βούτου. Οὗτος δὲ ὁ Βούτης τὴν ἱερωσύνην ἔσχε· καὶ ἀπʼ αὐτοῦ Βουτάδαι ἐκαλοῦντο. Καὶ βουτρόφος, τάξις ὥς φασι τὶς ἱερωσύνης, ἡ τρέφουσα τοὺς βοῦς, ὥστε θύεσθαι τοῖς θεοῖς δημοσίᾳ. Καλοῦνται δὲ καὶ ἐτεοβουτάδαι, οἱ ἀπόγονοι τοῦ Βούτου. <!-- 210 -->Βουτίδης: Τὰ εἰς ΗΣ, εἰς ΟΥ ἔχοντα τὴν γενικὴν, ἢ διὰ τοῦ ΑΔΗΣ, ἢ διὰ τοῦ ΙΔΗΣ ποιεῖ τὸ πατρωνυμικόν· Ἱππότης, Ἱππότου, Ἱπποτάδης· δότης, δότου, Δοτάδης, κύριον. Εἰ δὲ διὰ τοῦ ΙΔΗΣ, διὰ τοῦ ι γράφεται· κορυνήτης, κορυνήτου, Κορυνητίδης· Τριόπης, Τριόπου, Τριοπίδης. Οὕτω Βούτης, Βούτου, Βουτίδης, τοῦ Ποσειδῶνος υἱός. Τὰ δὲ εἰς ΟΣ διὰ τοῦ ΑΔΗΣ ποιοῦσι τὰ πατρωνυμικά· οἷον, Αὐξέντιος, Αὐξεντιάδης· Ἀσκληπιὸς, Ἀσκληπιάδης· ἥλιος, ἡλιάδης· Ὀϊλιάδης οὐκ ἔστιν· Ὀϊλεὺς γάρ· ἐπεὶ Ὀϊλείδης εἶχεν εἶναι. Οἱ δὲ ποιηταὶ πολλάκις ἀποβάλλουσι τὸ α· οἷον, Ἐριχθονιάδης, Ἐριχθονίδης· Τελαμωνιάδης, Τελαμωνίδης. Τὰ δὲ εἰς ΑΣ ἰσοσυλλάβως κλινόμενα διὰ τοῦ ΑΔΗΣ ποιοῦσι τὸ πατρωνυμικόν· Βορέας, Βορέου, Βορεάδης· Αἰνέας, Αἰνέου, Αἰνεάδης· Κέας, Κέου, Κεάδης· Πυλέας, Πυλέου, Πυλεάδης, καὶ κατὰ συγκοπὴν, Πυλάδης· Δημέας, Δημέου, Δημεάδης, καὶ Δημάδης. Βούτυπος: Ἱερεὺς τὶς, ὃς τοὺς βοῦς ἐν ταῖς θυσίαις τῷ πελέκει τύπτων ἔθυε.

  
Βούτυπος οἶα πόδεσσι τανύσσατο.  
Ἀπολλώνιος. Βουτρωτὸς ἢ βουθρωτός: Πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός· ὅτι Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομένου, θύοντος δὲ ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα τομὴν φεύγει, καὶ κόλπον τινὰ τῆς Ἠπείρου διανηξαμένη εἰς γῆν ἐξέρχεται, καὶ καταπεσοῦσα ἀπέθανεν· ὁ δὲ Ἕλενος, συμβόλῳ θείῳ χρησάμενος κτίζει πόλιν· καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασε. Τὸ ἐθνικὸν, Βουθρώτιος. Βουφόνια: Ἑορτὴ τὶς παρὰ Ἀθηναίοις τὰ βουφόνια, ἐν ᾗ πολλοὶ ἐθύοντο βόες· καὶ ἤγετο αὕτη Σκιροφοριῶνος μηνὸς τετάρτῃ ἐπὶ δέκα. Βουφόνεον: Ἐβουθύτουν, βοῦς ἔθυον. Βούχετα ἢ βουχέτιον: Ἔστι δὲ πόλις τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη· ἥν φησι Φιλόχορος ὠνομάσθαι διὰ τὸ τὴν Λητῶ, ἤτοι Θέμιν, ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν τοῦ Δευκαλίωνος κατακλυσμόν. Μέμνηται δὲ τοῦ ἐθνικοῦ Καλλίμαχος· οἷον,

  
Ἐξ ἁλὸς οὐ δίκην ἀνέρα Βουχέτιον  
  
ἕλκειν.  
Βραδύς: Παρὰ τὸ βάρος βαρύς· καὶ ἐν ὑπερθέσει τοῦ ρ, καὶ πλεονασμῷ τοῦ δ. Βρᾶ: Ἀπὸ τοῦ ῥᾴδιον γίνεται κατὰ πλεονασμὸν τοῦ β Αἰολικῶς βράδιον, καὶ κατὰ συγκοπὴν βρᾶ. Οὕτως Ἡρωδιανὸς καὶ Χοιροβοσκός. Βραβεῖον: Ἀπὸ τοῦ ῥάβδος, ῥαβδεῖον· καὶ τροπῇ τοῦ δ εἰς β, καὶ ὑπερβιβασμῷ, βραβεῖον. Λέγεται δὲ τὸ βασιλικὸν σκῆπτρον. Ἐξ οὗ καὶ βραβευταὶ, οἱ τὰς βασιλικὰς ῥάβδους κατέχοντες, καὶ τοῖς νικῶσι τοὺς στεφάνους διδόντες. Καὶ βραβεῖον λέγεται ὁ παρὰ τῶν βραβευτῶν διδόμενος στέφανος τῷ νικῶντι. Τὸ ΒΕΙ, δίφθογγον. Τὰ διὰ τοῦ ΕΙΟΝ κτητικά .... Βραβεύει: Ἐπιψηφίζεται, διανέμει· καὶ βραβευτὴς, διοικητὴς, ὁριστής. Βραβευταὶ δὲ κυρίως λέγονται, οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος, ἢ τινὸς ἄλλου, <!-- 211 -->διδόντες σύμβολα τῆς νίκης, ῥαβδευταί τινες ὄντες· καὶ ὑπερθέσει τοῦ ρ. Ἢ οἱ διαλλάκται. Καὶ βραβεῖαι, αἱ διαλλαγαί. Βράβηλα: Τὰ καλούμενα Δαμασκηνά. Θεόκριτος,

  
Ὅρπακες βραβύλοισι καταβρίθοντες ἔραζε.  
Ἀθήναιος δὲ ἐν τῷ βʹ τῶν Δειπνοσοφιστῶν φησὶ Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ βάδρυα. Εἴρηται δὲ βοράβηλα τινὰ ὄντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὰ τῆς γαστρός. Εἴρηται δὲ καὶ μάδρυα, μαλόδρυα τινὰ ὄντα. Δαμασκηνὰ δὲ, κατʼ ἐξοχὴν, διὰ τὸ ἐν Δαμασκῷ τῇ πόλει γεωργούμενα εἶναι εὐθαλέστερα καὶ καλλίονα. Βραγχιάζω: Ὁ μέλλων, βραγχιάσω· ὁ ἀόριστος, ἐβραγχίασα.

  
Ἐβραγχίασεν ὁ λάρυγξ.  
Παρὰ τὸ βρέχω γίνεται βρόχος, καὶ βροχίον, τὸ συνεχῶς βρεχόμενον· ἐξ οὗ καὶ βράχος τὸ τῆς θαλάσσης. Ὠνοματοπεποιῆσθαι φασὶ τὴν λέξιν κατὰ μίμησιν τῆς γινομένης αὐτῷ τραχύτητος ἐν τῇ φωνῇ. Ἢ βρόγχος λέγεται ὁ λαιμὸς καὶ φάρυγξ· ὃς καὶ βράγχος παρὰ τοῖς παλαιοῖς λέγεται· ἀφʼ οὗ,

  
Τόσσον ἔβραχʼ Ἄρης.  
Ἀφʼ οὗ τὸ πάθος ἐκάλεσαν βραγχιᾶν. Ἐγὼ δὲ οἶμαι, παρὰ τὸ βαρεῖαν ἰαχὴν ἔχειν, τουτέστι φωνὴν, γίνεται βαριχιᾶν, καὶ βραγχιᾶν. Βραγχιᾶν γὰρ, τὸ ἡσύχως ὀδύρεσθαι, καὶ τὸ σαπρᾷ καὶ τραχείᾳ τῇ φωνῇ χρῆσθαι. Καὶ βράγχος, νόσημά τι περὶ τὸν βρόγχον. Βράζει: Παρὰ τὸ βῶ, τὸ λέγω, γίνεται βάζω· καὶ πλεονασμῷ τοῦ ρ, βράζω. Βράσσω: Τὸ ζέω· ὅπερ καὶ ἀναβράσσω λέγουσιν Ἀττικοὶ, ἐπὶ τοῦ ἀποτελέσματος λαμβάνοντες τὴν λέξιν. Ἀριστοφάνης,

  
Ἀναβράττω κίχλας.  
Ἀντὶ τοῦ ἔψω. Βράσσων: Εἴρηται παρὰ τὸ βάρος· ἢ βαρῶ βαράσσω, καὶ κατὰ συγκοπὴν, βράσσων, ὁ βραδὺς καὶ ὁ βραχύς· ἑκάτερον σημαίνει. Καὶ γὰρ ἀπὸ τοῦ βραδὺς γίνεται βραδύτερος, καὶ βραδίων, καὶ βράσσων· καὶ ἀπὸ τοῦ βραχὺς, βραχύτερος, βραχίων, βράσσων. Ὅθεν ὁ ποιητὴς εἰδὼς ἀμφοτέρων σημαντικὴν τὴν λέξιν ἐπιφέρει, διασαφῶν καὶ λύων τὸ ἀμφίβολον,

  
βράσσων τε νόος, λεπτὴ δέ τε μήτις,  
Ἰλιάδος κʹ, ἀντὶ τοῦ βραδύτερος, ἐλάσσων. Ἢ ταρασσόμενος καὶ ἀκαταστατῶν, ἀπὸ τοῦ βρασμοῦ· οὐ σταθερὸς, ἢ ἄτακτος. Βραχύς: Κατὰ τροπὴν τοῦ λ εἰς ρ. Παρὰ γὰρ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἐλάσσονα γενέσθαι εἴρηται. Οὕτως Ἡρακλείδης, ὥς φησιν Ὦρος. Βραχίων: Εἴρηται, ὅτι βραχύτερός ἐστι τοῦ λοιποῦ μέρους τῶν χειρῶν· ἢ ἐκ τοῦ βραχὺς καὶ τοῦ κίων, βραχυκίων τὶς ἐστί. Βράχω: Σημαίνει τὸ ἠχῶ. Ὀνοματοποιΐα ἡ λέξις ἐστίν·

  
Ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.  
Βρέχω: Ὁ μέλλων, βρέξω· γίνεται παρὰ τὸ βρόχος. Ἢ παρὰ τὸ βάλλω, βλῶ· καὶ βρῶ, βρέχω, ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων. Ὅθεν καὶ Ὅμηρος,

  
βράχεν ὕδατα.  
Ὀνοματοποιΐα ἐστί. Τούτου τὰ ἐνεργητικὰ οὐχ εὕρηνται· ἐπειδὴ τὰ ἐπὶ τῶν εὐθειῶν ἐνεργητικὰ ἐξακουόμενα ῥήματα πρῶτα καὶ δεύτερα πρόσωπα οὐκ ἔχει. Οὐδὲ γὰρ, βρέχω ἐγώ· οὐδὲ, βρέχεις σύ· <!-- 212 -->ἀλλὰ, βρέχει καὶ χιονίζει καὶ ἀστράπτει ὁ θεός. Πᾶν νόημα καὶ πᾶς λόγος τέλειος ἐξ ὀνόματος καὶ ῥήματος συνίσταται· οἷον, λέγει ὁ Πλάτων, δημηγορεῖ Δημοσθένης. Χωρὶς τούτων οὐδέν ἐστι τέλειον. Ἐὰν γὰρ εἴπω, ἀναγινώσκει, ὀφείλω εἰπεῖν καὶ τὸ ἐπαγόμενον, ἢ Θεόδωρος, ἢ ἄλλος· διότι πολλοί εἰσιν οἱ ἀναγινώσκοντες. Ὅταν δὲ ἐρωτηματικῶς εἴπῃ, βρέχει, ἢ βροντᾷ; διατί οὐ προστίθησι καὶ τὸ ἐπαγόμενον; Διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν, τουτέστιν ὁ θεός· ὥσπερ καὶ ἐπὶ τοῦ βασιλέως· οἷον, ἔδωκεν ἀξίας· ἐποίησε σπαθαρίους. Καὶ οὐ λέγει, ὁ δεῖνα· ἐπειδὴ εἷς ἐστιν ὁ ταῦτα πράττων. Βρέγμα καὶ βρεχμόν: Τὸ ὑπερμετώπιον μέρος. Εἰς τὸ Ῥητορικὸν Λεξικόν· ἐν δὲ τοῖς Ἐτυμολογικοῖς, τὸ τῆς κεφαλῆς ἄκρον κρανίον, ὅπερ ὁ ποιητὴς βρεγμὸν καλεῖ, ὥσπερ παρὰ τὸ ἔχω γίνεται ἐχμὸς καὶ συνεοχμὸς, οὕτω καὶ παρὰ τὸ βρέχω γίνεται βρεχμὸς καὶ βρέχμα, ἐπειδὴ ἐν τοῖς ὑετοῖς καὶ ἐν ταῖς ἄλλαις καταχύσεσι τῶν ὑγρῶν τοῦτο πρῶτον βρέχεται. Βρέμει: Ἠχεῖ, κυρίως· οἷον.

  
μέγα βρέμεται χαλεπαίνων.  
Σημαίνει δὲ καὶ τὸ ὁρμᾶν. Παρὰ τὸν βρόμον, τὸν τοῦ πυρὸς ἦχον, πεποίηται. Ἐγὼ δὲ τὸν βρόμον ἀπὸ τοῦ βρέμω. Βρεντήσιον: Χωρίον τῆς Ἰταλίας περὶ τὸν Ἀδρίαν, ἀπὸ Βρέντου τοῦ Ἡρακλέους. Ἢ ὡς εὐλίμενος οὖσα· ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ συγκλείονται. Ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτως ὠνόμασται. Ἔχει λιμένας κέρασιν ἐλάφου παραπλησίους. Βρένδον δὲ καλοῦσι τὴν ἔλαφον Μεσάππιοι· καὶ βρέντιον Μεσαππίοις ἡ κεφαλὴ τῆς ἐλάφου. Τὸ ἐθνικὸν, Βρεντεσῖνος. Βρεττανοί: Ἔθνος ἀπὸ Κελτοῦς τῆς Βρεττάνου θυγατρός· Βρεττία δὲ, ἡ νῆσος ἐν τῷ Ἀδρίᾳ, ποταμὸν ἔχουσα Βρέττιον. Οἱ δὲ Βρεττανίδα καλοῦσι. Τὸ ἐθνικὸν ἔδει Βρεττιανὸς, ὡς Πολύβιος· νῦν δὲ λέγονται Βρέττιοι. Εἰσὶ καὶ Βρεττανίδες νῆσοι ἐν τῷ Ὠκεανῷ. Τὸ ἐθνικὸν, Βρεττανοί. Βρέφος: Τὸ νεογνὸν παιδίον. Κυρίως ἐπὶ ἀνθρώπου· Καλλίμαχος ἐν τρίτῳ τῶν Αἰτίων καὶ ἐπὶ σκύμνου τίθησι. Παρὰ τὸ βράττω, τὸ ἀμέλγω, τὸ βράττον τὸ γάλα· τροπῇ τοῦ α εἰς ε. Ἢ ὅτι βροτός ἐστιν εἰς φῶς προελθών. Βρένθειον: Μύρον τῶν παχέων, ὡς ἡ βάκχαρις· οἱ δὲ, ἄνθινον μύρον. Καλοῦσι δὲ καὶ ὄρνεόν τι βρένθον, ὃ ἔνιοι κόσσυφον καλοῦσι. Κύπριοι δὲ βρένθισιν τὴν θρίδακα λέγουσι. Βρενθία: Διογενιανὸς, ῥιζία τινὰ, οἷς ἐρυθαίνονται τὰς γνάθους αἱ γυναῖκες· οἱ δὲ, φύκος· οἱ δὲ, ἄγχουσαν· οὐκ εὖ. Βρέδον: Ἔλαφον, ἢ κεφαλὴν ἐλάφου. Βρενθύεται: Μεγαλοφρονεῖ, ἐπαίρεται, οἱονεὶ θρύπτεται. Βισαντῖνος φησὶν ἐν τοῖς περὶ Χρηστομαθίας οὕτως· Βρένθιον ἐστὶ μύρον. Καὶ οὕτως ἐν τοῖς ἰάμβοις. Τοὺς οὖν ἀλαζόνας καὶ τρυφεροὺς μύρῳ χρίεσθαι ἀκολουθεῖ. Καὶ ἀπὸ τούτου δηλαδὴ τοὺς θρυπτομένους ἐπὶ παντὶ τὸ ἁπαξαπλῶς βρενθυομένους λέγουσιν. Οὕτως εὗρον ἐν τῷ αὐτῷ βιβλίῳ. Βρενθυόμενοι: Δυσχεραίνοντες, ὀργιζόμενοι, θυμούμενοι· καὶ βρενθύεσθαι, τὸ διὰ θυμὸν μετεωρίζεσθαι, ἢ προσποιεῖσθαι ὀργίζεσθαι· παρὰ τὸ μετὰ βάρους θύειν, ὅ ἐστιν ὁρμᾶν. <!-- 213 -->Σημαίνει καὶ ἐπαιρόμενοι, μέγα φρονοῦντες. Βρέτας: Παρὰ τὸ βροτὸς βρέτας κατὰ τροπὴν, τὸ βροτοειδὲς ἄγαλμα, τὸ βροτῷ ὅμοιον· κυρίως δὲ τὸ ἀπὸ ξύλου πεποιημένον ἀνθρώπου ἄγαλμα, εἴδωλον, μορφή· Κυρηναῖοι δὲ τὸν ἀναίσθητον. Βρεττία: Μέλαινα πίσσα· καὶ βάρβαρος, ἀπὸ τοῦ Βρετίωνος ἐθνικοῦ. Βρέφος: Παρὰ τὸ φέρβω, τὸ τρέφω, γίνεται φέρβος, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων, βρέφος, τὸ δεόμενον τροφῆς. Ἢ παρὰ τὸ εἰς φῶς βεβηκέναι. Βριαρός: Ὁ ἰσχυρός· καὶ βριαρώτερος. Παρὰ τὴν βίαν, βιαρός· καὶ πλεονασμῷ τοῦ ρ, βριαρός· ἔνθεν Βριάρεως, ὁ ἑκατόγχειρος θεός. Ἢ παρὰ τὸ βρίω, ἀφʼ οὗ καὶ βρίθω καὶ βρίθος, τὸ βάρος· καὶ ὥσπερ παρὰ τὸ τάχος γίνεται ταχὺς, οὕτω καὶ παρὰ τὸ βρίθος βριθύς· καὶ

  
βριθὺ, μέγα, στιβαρόν·  
Καὶ βριθοσύνη· καὶ βριάω βριῶ, ῥῆμα· καὶ παρώνυμον, Βριαρεὺς, ὡς πομπὸς, πομπεύς· καὶ ἀπὸ τοῦ Βριαρεὺς γενικὴ Ἀττικῶς Βριαρέως· καὶ αὕτη εἰς εὐθεῖαν ἀναχθεῖσα ἐποίησε τὴν Βριάρεως. Βριαρόν: Δεινὸν, φοβερὸν, ἰσχυρόν· βριηρὸν, μεγάλως κεχαρισμένον. Βριάρηο: Οἷον,

  
Βριάρηο κόρα.  
Ἔστι Βριάρηος ἡ εὐθεῖα ὡς μονῆρες· ἡ γενικὴ, Βριαρήου· καὶ Θετταλικὴ γενικὴ, Βριαρηοῖο, καὶ συγκοπῇ, Βριάρηο. βρίακχος θηλυκῶς, ἡ βάκχη, ἡ βριαρῶς ἰακχάζουσα. Σοφοκλῆς,

  
Ἐγὼ δὲ χερσὶν ἄγραν βρίακχον.  
Βριήπυος: Μεγαλόφωνος, βαρύφωνος, μέγα καὶ βαρὺ βοῶν· παρὰ τὸ ΒΡΙ καὶ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν. Ἢ μέγας, ἢ δεινός. Βρίζω: Τὸ κοιμῶμαι·

  
Ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον.  
Ἰλιάδος δʹ, ἡσυχάζοντα, ἢ νυστάζοντα καὶ ὑπνοῦντα, ἢ ἀμελοῦντα. Βρίξαι: Τὸ μετὰ βορὰν καὶ τροφὴν καθευδῆσαι, βορίξαι τὶ ὄν· σημαίνει καὶ τὸ ἀναπαύεσθαι καὶ καθεύδειν. Βριζώ: Θεὸς παρὰ Δηλίοις, παρὰ τὸ βρίζειν, ὅ ἐστι καθεύδειν. Βριζὼ, θεὸς διὰ ἐνυπνίων μαντευόμενος. Βρίκελος: Ἔστι βαρβαρικὸν τὸ ὄνομα· τίθεται δὲ καὶ ἐπὶ προσώπων βαρβαρικῶν. Καὶ εἴρηται οἱονεὶ βροτῷ εἴκελος, ἢ Βριξὶν εἴκελος. Βρίγες γὰρ ἔθνος βαρβαρικόν. Ἄλλοι δὲ βρικέλλους τοὺς κελέοντας· παρὰ τὸ ΒΡΙ, καὶ τὸ κέλομαι. Ἢ τοὺς ἱστόποδας. Βριμαίνω: Σημαίνει τὸ ὀργίζεσθαι· παρὰ τὸ ΒΡΙ, τὸ ὑπὸ ὀργῆς βαρύνεσθαι. Λέγεται καὶ βριμῶ, ὅθεν καὶ βριμοῦσθαι καὶ βριμῆσαι. Καί μοι δοκεῖ παρὰ τοῦτο τὸ βριμῶ παρῆχθαι τὸ βριμαίνω, τὸ θυμοῦμαι. Καὶ βριμένη, ὀργιζομένη. Βριμώ: Ἡ Φερσεφόνη. Ἡ δὲ αὐτὴ λέγεται καὶ Ἑκάτη. Ἀπολλώνιος,

  
Βριμὼ νυκτίπολον χθονίην ἐνέροισιν ἄνασσαν.  
Ἑρμῆν ἐρασθέντα ἐπὶ κυνηγεσίαν ἐξιούσῃ θελῆσαι βιαίως μιχθῆναι, ἡ δὲ ἐνεβριμήσατο αὐτῷ· ὁ δὲ φοβηθεὶς ἀπετράπη. Καὶ ἐντεῦθεν Βριμὼ προσηγορεύθη Βρίσαι: Νύμφαι οὕτω καλούμεναι· ἢ ὅτι βλίσαι, καὶ γὰρ μελισσουργίαν αὗται τὸν Ἀρισταῖον ἐδίδαξαν τροπῇ τοῦ λ εἰς ρ· ἢ παρὰ τὸ βρύειν, ὅ ἐστιν <!-- 214 -->ἀνθεῖν, τὴν ἐλαίαν, ἧς τὴν ἐργασίαν καὶ αὗται ὑπέδειξαν Ἀρισταίῳ τὴν διὰ τῆς ἀμβροσίας· ἢ ἀπὸ τοῦ βρίξαι καὶ κατακοιμίσαι αὐτὸν, καὶ καταβαυκαλίσαι, ὅτε ἐτιθήνουν αὐτόν. Βρίσαι: Τὸ ἐπελθεῖν βαρέως. Βρισαῖος: Οὕτως ὁ Διόνυσος. Καὶ εἰ μὲν διὰ τοῦ ι, παρὰ τὸ βρίζειν ἐστὶν, ὁ ὁρμητικός· εἰ δὲ διὰ τοῦ η, ἀπὸ ἄκρας Λεσβιακῆς Βρήσης, ἧς μέμνηται Ἀνδροτίων. Ὅτι τὸ ἱερὸν τοῦ θεοῦ ἐν τῇ Βρίσῃ φησὶν ἱδρύσθαι ὑπὸ Μάκαρος. Βριλησός: Ὄνομα τόπου τῆς Ἀττικῆς. Βρίμη: Ἡ ἰσχύς. Ἀπολλώνιος Ἀργοναυτικοῖς,

  
Μηδείης βρίμῃ πολυφαρμάκου.  
Παρὰ τὸ ΒΡΙ πέπτωκε ῥῆμα βρίθω· ὁ μέλλων, βρίσω· ὅθεν ῥηματικὸν ὄνομα, βρίμη. Βαρύνεται. Τὰ γὰρ εἰς ΜΗ λήγοντα ἑνὶ φωνήεντι παραληγόμενα βαρύνεται, φήμη· τὰ δὲ ἔχοντα πρὸ τοῦ μ ἕτερον σύμφωνον ὀξύνεται, γραμμή. Βρισεύς: Ὁ ἥρως· οἷον,

  
Κούρην Βρισῆος.  
Παρὰ τὸ βρίθω, τὸ βαρῶ, βρίσω, Βρισεύς· καὶ πατρωνυμικῶς, Βρισηῒς, παρὰ τὸ βρίθω, παρὰ τὸ βαρεῖν τῷ κάλλει πάσας τὰς γυναῖκας. Ἢ παρὰ τὸ βαρεῖν τοὺς Ἕλληνας. Ἐβάρησε γὰρ καὶ ἔβλαψε τοὺς Ἕλληνας, διὰ τὸ λαβεῖν αὐτὴν τὸν Ἀγαμέμνονα. Βριτόμαρτις: Καὶ Ἄρτεμις καὶ νύμφη. Καλλίμαχος,

  
Ἐλλόφονον Βριτόμαρτιν ἐΰσκοπον.  
Τῆς δὲ θεοῦ Βριτομάρτιδος, ὅτι ταῖς Βρίσαις νύμφαις ὁμαρτεῖ. Καὶ Νεάνθης ἐν τῷ πρώτῳ περὶ Τελετῶν φησὶ χρησμὸν Διῒ δοθῆναι, ὅτι ἐκ τῆς μήτρας τῆς Ἑκάτης ὁ γεννώμενος μεταστήσει τῆς βασιλείας αὐτόν. Γεννηθείσης δὲ τῆς Ἑκάτης, τὰς συμπαρούσας κόρας τῇ λεχοῖ ἀναβοῆσαι Βρίτον, τουτέστιν ἀγαθόν. Παρὰ τοῦτο δὴ τὸ ἐπίφθεγμα ὠνομάσθαι τὴν θεόν. Βρόδον: Βρόδον ἔστι κατὰ διάλεκτον παρὰ τὸ ῥόδον, πλεονασμῷ τοῦ β, ὥσπερ ῥυτίδες, βρυτίδες· καὶ ῥίζα, βρίσδα, κατὰ διάλυσιν τοῦ ζ. Βρόμος: Κυρίως ὁ τοῦ πυρὸς ἦχος. Πεποιημένη δέ ἐστιν ἡ φωνὴ κατὰ μίμησιν τοῦ ἀποτελουμένου ψόφου ἐν πυρί· οἷον,

  
τόσος γε πέλει βρόμος πυρὸς αἰθομένοιο.  
Ἢ παρὰ τὸ βρέμω, βρόμος, ὡς λέγω, λόγος. Καὶ βρομήσει, φυσήσει. Διογενιανός. Βρόμιος: Ὁ Διόνυσος· παρὰ τὸν βρόμον. Καὶ γὰρ τῆς Σεμέλης κεραυνωθείσης ἡρπάγη ὑπὸ τοῦ Ἑρμοῦ, κατὰ βούλησιν τοῦ Διὸς, ἐκ μέσου τοῦ πυρός. Βροντή: Παρὰ τὸν βρόμον, βρομὴ, καὶ βροντή. Ἔμπυρος γὰρ εἰκότως ὠνόμασται. Βρόταχος: Τὸν βάτραχον Ἴωνες, καὶ Ἀριστοφάνης, καὶ παρὰ Ξενοφάνει. Βάτραχος, καὶ καθʼ ὑπερβιβασμὸν, βράταχος, καὶ βρόταχος. Βρότος: Τὸ αἷμα· ἀπὸ τοῦ βροτοῦ· κυρίως γὰρ βρότον τοῦ ἀνθρώπου τὸ αἷμα, καὶ οὐδέποτε ἄλλου ζῴου. Καὶ βρότον αἱματόεντα, καὶ ἔναρα βροτόεντα, τὰ ᾑμαγμένα, ἢ ᾑματωμένα· οἱ δὲ, βροτόεν τὸ λαμπρόν. Σημαίνει καὶ χειμάρρουν. Βροτός: Ὁ ἄνθρωπος παρὰ τὸ μείρω, τὸ μερίζω, μέμορα, γίνεται μορτός· καὶ καθʼ ὑπέρθεσιν, καὶ τροπῇ τοῦ μ εἰς β, βροτὸς, ὁ μεμερισμένην ἔχων τὴν φωνήν. Ἢ ὅτι καὶ βιβρώσκεται θανών. Ἔστι δὲ συνώνυμον, ἄνθρωπος, βροτὸς, μέροψ. Βροτολοιγέ: Ἀνθρωποφθόρε· παρὰ τὸ βροτὸς καὶ τὸ λοιγός. <!-- 215 -->Ὀξύνεται. Τὰ γὰρ εἰς ΟΣ ὀνόματα δισύλλαβα ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον, κακὸς, ἄκακος· σοφὸς, ἄσοφος· φίλος, ἄφιλος· οἶκος, ἄοικος· Ῥωμαϊκὸς, πολυρωμάϊκος χωρὶς τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων· οἷον, Ἀχαιὸς, φιλαχαιός· Βοιωτὸς, φιλοβοιωτός· καὶ χωρὶς τοῦ ἰατρὸς, ἀρχιατρὸς, καὶ ἀγακλειτός. Καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συνθέσει ἡ ὀξεῖα τάσις, ὡς τὸ βροτολοιγὸς, ἵνα φυλαχθῇ ἡ ἐνέργεια· βροτολοιγὸς γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας· τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. Ἂν γὰρ προπαροξύνοιτο, ἤμελλε παρέχειν ἔμφασιν, ὅτι πάθος ἐστί· καὶ γὰρ τὰ προπαροξύτονα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη· ὡς ἐπὶ τοῦ λιθόβολος, ὁ λίθοις βληθείς· λιθοβόλος δὲ, ὁ λίθοις βάλλων· καὶ καράτομος, ὁ τὴν κάραν τμηθείς· καρατόμος δὲ, ὁ τὰς κάρας τέμνων, οἷον ἐπὶ δημίου· τὰ γὰρ παροξυνόμενα σημαίνουσιν ἐνέργειαν· οἷον· ἡ μὲν Γοργὼ, λέγεται καράτομος, ὡς ἀποτμηθεῖσα τὴν κεφαλήν· ὁ δὲ Περσεὺς, καρατόμος, ὁ τῆς Γοργοῦς τὴν κεφαλὴν τεμών. Τὸ δὲ κλειτὸς καὶ κλυτὸς, εἰ μὲν μετὰ ἀπτώτου συντεθῇ ὑπὲρ μίαν συλλαβὴν, φυλάσσει τὴν ὀξεῖαν τάσιν· οἷον, κλειτὸς, ἀγακλειτός· εἰ δὲ μετὰ πτωτικοῦ, ἢ ἀπτώτου μονοσυλλάβου, προπαροξύνεται· πρόκλειτος, ὀνομάκλυτος. Τὸ δὲ δουρικλυτὸς, ἐν παραθέσει. Βρόγχος: Ὁ λαιμός· ἢ βρόχθος· ὃν καὶ φάρυγγα καλοῦσι. Καὶ ἐπὶ τῶν ἰχθύων, τὰ βράγχη ἔχοντα. Παρὰ τὸ βρέχω, βρόχος τὶς ὢν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. Ἡ μὲν συνήθεια βρόγχον καλεῖ· οἱ δὲ ἀρχαῖοι, βράγχον· ἔνθεν καὶ βραγχιᾶν. Βρόχος: Ἐπὶ τοῦ σχοινίου, τὸ περιτιθέμενον ἐν τῷ λαιμῷ· κυρίως δὲ βρόχος λέγεται, ὁ εἰς τὰς ἀγκύρας ἐνημμένος, καὶ τὰ ἀπόγεια σχοινία, διὰ τὸ βρέχεσθαι. Ἢ ὁ ἐπιτιθέμενος τῷ βρόγχῳ, ἤγουν τῷ λαιμῷ. Τινὲς δὲ παρὰ τὸ τὸν βρόγχον ἄγχειν· σκληρὸν δὲ τοῦτο. Βροτός: Ὡς μὲν Εὐήμερος ὁ Μεσήνιος, ἀπὸ Βρότου τινὸς αὐτόχθονος· ὁ δὲ Ἡσίοδος, ἀπὸ Βροτοῦ τοῦ Αἰθέρος καὶ Ἡμέρας· ἄλλοι δὲ, ἀπὸ βρότου τοῦ αἵματος· γεννηθεὶς γὰρ, αἱμόρρυτος φαίνεται· ἢ ὅτι τροφὴ τῷ ζῴῳ, τὸ ἀπὸ ἥπατος ἐπὶ πᾶν μέρος φερόμενον αἷμα. Οἱ γὰρ θεοὶ κατὰ ἀντιδιαστολὴν ἀναίμονές εἰσιν. Ἢ παρὰ τὸ μείρω, μαρτὸς, ὡς φθείρω, φθαρτός· καὶ τροπῇ βροτὸς, ὁ ὑπὸ μοῖραν πεπτωκώς. Βρουμάλιον: Παρὰ τὸ ἐξ ἀλλοτρίων βρωμάτων τρέφεσθαι ἅλις. Ἔστι δὲ ἡ λέξις Ῥωμαϊκή. Βρυγμός: Νόσος· ἀπὸ τοῦ τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει. Καὶ βρύκουσα, δάκνουσα. Καὶ Ἱπποκράτης τὸ βρύκειν τοὺς ὀδόντας ἐπὶ τῆς συνερείσεως τέθεικε. Βρύκειν γὰρ τὸ λάβρως ἐσθίειν· ἀπὸ τοῦ τρίβειν τοὺς ὀδόντας. Βρόχθος: Τὸ ὀλίγον πόμα, καὶ ἡ φάρυγξ, διʼ ἧς καταπίνομεν. Θεόκριτος,

  
Ὡς μέλι τοὶ γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.  
Παρὰ τὸ βρέχω, βέβροχα, βρόχος, καὶ βρόχθος, κατὰ πλεονασμόν. Τὸ γὰρ πινόμενον βρέχει, καὶ τὸ πῖνον ὄργανον βρέχεται. Πεποιημένη δέ ἐστιν ἡ λέξις ἀπὸ τοῦ γενομένου ποιοῦ ἤχου ἐν τῷ καταπίνειν. Βρωμηστής: Χορτοφάγος· καὶ ὄνος διὰ λιμὸν ὀγκούμενος. <!-- 216 -->Βρῶσις: Παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶσις, ἡ τροφὴ, ὡς λέξω, λέξις· καὶ βρώμη, ὡς κωλύσω, κωλύμη· καὶ φιλήσω, φιλήμη. Σημαίνει δὲ τὴν βρῶσιν· οἷον,

  
μνησώμεθα βρώμης.  
Καὶ βρῶμα, παρὰ τὸν βρώσω μέλλοντα· βρῶ γὰρ, τὸ ἐσθίω, ἐνεστώς. Βροῦχος: Εἶδος ἀκρίδος. Παρὰ τὸ βρύκειν, τὸ ἐσθίειν, βρύκος· καὶ βροῦχος, κατὰ πλεονασμὸν τοῦ ο. Τὸ δὲ αὐτὸ καὶ μάσταξ καλεῖται, παρὰ τὸ μασᾶσθαι· Νίκανδρος,

  
Μάστακι σιτοβόρῳ ἐναλίγκιος.  
Κλείταρχος δέ φησιν, ὅτι κατὰ Ἀμβρακιώτας μάσταξ καλεῖται ἡ ἀκρίς. Βρυγμός: Ἡ σύντομος ἐδωδή· ἢ τρισμὸς ὀδόντων· ἢ μύλων ἀκόνησις. Ἐκ τοῦ βρύκω, βρυγμὸς, ὡς νύσσω, νυγμός. Βρύκω: Παρὰ τὴν βορὰν, βορύκω, καὶ βρύκω, τὸ ἐσθίω· ἐκ τούτου βρυκανὸς, ὡς πείθω, πιθανός· ἵκω, ἱκανός· καὶ ὡς πεύκη, πευκανὸς, καὶ πευκεδανὸς, οὕτως καὶ βρύκω, βρυκεδανὸς, ὁ πολυφάγος, ἢ μακρός· σημαίνει δὲ τὸ ῥῆμα συνερείδειν τοὺς ὀδόντας μετὰ ψόφου. βρύτια, ἃ καὶ βρύτεα, τὰ τῆς σταφυλῆς πιέσματα· ἃ τινὲς στέμφυλα λέγουσι· παρὰ τοὺς βότρυς, βρύτια· οἱ δὲ Ἀττικοὶ, τὰ τῶν ἐλαιῶν ἀλέσματα. Βρύττοντες: Οὕτως οἱ Ἀθηναῖοι τοὺς πυρέττοντας ἔλεγον· παρὰ τὸν βρύχετον, ὅ ἐστιν ὁ πυρετός. Εἰς δὲ τὸ Ῥητορικὸν Λεξικὸν εὗρον σημαίνειν τὴν λέξιν ἀντὶ τοῦ ὀρύττοντες. Βρύττειν: Ἐσθίειν, Διογενιανός. Εὗρον ἐγώ. Βύβλος: Πόλις Φοινίκης ἀρχαιοτάτη. Εἴρηται, ὅτι τὰ ἐν αὐτῇ τιθέμενα βιβλία ἄσηπτα διαφυλάττεται. Οἱ δὲ φασὶν, ὅτι Ἴσις ἀπὸ τῆς Αἰγύπτου παραγενομένη, κλαίουσά τε τὸν Ὄσιριν, τὸ διάδημα τῆς κεφαλῆς ἐκεῖσε ἀπέθετο βύβλινον ὑπάρχον ἀπὸ τῆς ἐν τῷ Νείλῳ φυομένης βύβλου. Ἡσίοδος ἐν Ἀσπίδι·

  
Βύβλον τʼ ἀγχίαλον, καὶ Σιδῶνʼ ἀνθεμόεσσαν.  
Τὸ ἐθνικὸν, Βύβλιος, καὶ Βυβλιάς. βυβλίον καὶ βιβλίον διαφέρει. Βύβλιον λέγεται τὸ ἄγραφον· οἷον,

  
Ἐπὶ τὸ βυβλίον σου πάντες γραφήσονται.  
Δηλονότι ἄγραφον· βιβλίον δὲ, τὸ γεγραμμένον. Ἔστι δὲ καὶ ὄνομα πόλεως· ἐξ οὗ καὶ βύβλινος οἶνος, ἀπὸ Βύβλου πόλεως. Βυζάντιον: Ἡ πόλις, διὰ τὸν Βύζαντα τὸν Θρᾴκης βασιλέα. Βύζην: Ἱκανῶς καὶ δαψιλῶς, ὡς τὸ χύδην, βεβυσμένως. Βύκχις: Ὄνομα Αἰολικόν. Παρὰ τὸ βάκχος, βάκχις, καὶ βύκχις· ὡς ἵππος, ἱππίς· καὶ οἶκος, οἰκίς· καὶ τροπῇ τοῦ α εἰς υ, ὡς βάθος, βυθίς. Βύκτης: Ἠχητικὸς, ὁ μεγάλα ἠχῶν. Ὅμηρος,

  
Βυκτάων ἀνέμων.  
Καὶ Λυκόφρων,

  
Βύκτας ἐν ἀσκῷ συγκατακλείσας βοός.  
Παρὰ τὸ βύω, βέβυσμαι, παράγωγον βύζω· ὁ παρακείμενος, βέβυκται· ἐξ αὐτοῦ, βύκτης. Ἢ πεποίηται ἀπὸ τοῦ βυθοῦ καὶ τοῦ ἀράττειν· ἢ παρὰ τὸ βῦ, βύκτης· τὸ γὰρ βῦ ἐπὶ τοῦ μεγάλου ἐλέγετο· καὶ Σώφρων βύβα, ἀντὶ τοῦ μεστὰ καὶ πλήρη καὶ μεγάλα. Βύζειν εἰς τὸ νῆμα. <!-- 217 -->Βυούσης: Μύω, τὸ καμμύω· ὁ μέλλων, μυῶ· τροπῇ τοῦ μ εἰς β, βυῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα, βυῶ, βυεῖς· ἡ μετοχὴ, βυῶν, βυοῦσα. Βύνη: Ἡ Λευκοθέα, ἡ Ἰνώ· οἷον,

  
Βύνης καταλέκτριαι αὐδηέσσης.  
Εἴρηται παρὰ τὸ εἰς βυθὸν δύνειν, βυθοδύνη· καὶ κατὰ συγκοπὴν, Βύνη· ἢ παρὰ τὸ δύνω, δύνη, ἡ καταδῦσα εἰς θάλασσαν, καὶ βύνη, κατὰ τροπήν. Ἄλλοι θαλάμη, ἢ πεύκη, ὡς παρὰ Λυκόφρονι. Βύρσα: Παρὰ τὸ δείρω, τὸ ἐκδέρω, ὁ μέλλων Αἰολικῶς, δέρσω· καὶ δέρσα, καὶ βύρσα, ἡ ἐκδερομένη τῷ σώματι. Ἢ παρὰ τὸ ῥύω, ῥύσα· καὶ πλεονασμῷ τοῦ β, βύρσα, καθʼ ὑπερβιβασμὸν, ἡ περιρρεομένη τῷ ἱδρῶτι. Βυρσοδέψης: Παρὰ τὸ δεψῆσαι, ὅ ἐστιν ἁπαλῦναι. Ὁ αὐτὸς δὲ καὶ σκυλοδέψης καλεῖται. Βυθός: Τὸ βάθος τὸ ἄφατον, παρὰ τὸ βάθος, τροπῇ τοῦ α εἰς υ. Ἣ παρὰ τὸ βύζω, βυστὸς καὶ βυθὸς, τροπῇ τοῦ θ εἰς σ, καὶ πλεονασμῷ ἑτέρου σ, γίνεται βυσσὸς, τὸ βάθος. Βύσσος: Εἶδος βοτάνης· ἐξ οὗ καὶ τὰ ἀπʼ αὐτῆς βαπτόμενα ἱμάτια βύσσινα λέγονται. Βύζαντες: Λίβυες, περὶ Καρχηδόνα τῆς Λιβύης ἔθνος. Ἀφʼ οὗ ἡ πόλις, Βυζάντιον· καὶ Βυζάντιοι ἐν Λιβύῃ. Βυζάντιον δὲ τὸ ἐν Θρᾴκῃ βασίλειον, πόλις διασημοτάτη πρὸς τῇ Προποντίδι, πρὸς τῷ μέρει τῆς Εὐρώπης· ἐκλήθη δὲ ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος. Ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. Μετωνομάσθη δὲ Κωνσταντινούπολις καὶ Νέα Ῥώμη. Τὸ ἐθνικὸν, Κωνσταντινοπολίτης, ἄνευ τοῦ υ· τὸ κτητικὸν, Βυζάντεια, διὰ διφθόγγου. Βυσσοδομεύω:

  
δόλον φρεσὶ βυσσοδομεύων.  
Ὁ ἐν ἑαυτῷ ἐν βάθει διαλογιζόμενος, καὶ κεκρυμμένα βουλευόμενος, ἢ ἐνθυμούμενος. Βυσσοδομεῖν, ἐν βυθῷ τινὶ οἰκοδομεῖν· παρὰ τὸν βυσσὸν, καὶ τὸ δέμω, τὸ οἰκοδομῶ· τὸ ἐν βάθει κατασκευάζειν, ὥστε μὴ πρότερον γνωσθῆναι πρὶν ὑπερέχειν ἄνω. Βώκαρος: Τὸ ἔαρ ὑπὸ Τροιζηνίων· παρὰ τὸ τῷ βίῳ χαρὰν φέρειν, βώχαρος, καὶ βώκαρος. Καὶ ποταμὸς δὲ Σαλαμῖνος οὕτω καλούμενος. Βῶλος: Ἡ γῆ· παρὰ τὸ βῶ, τὸ τρέφω· ὅθεν καὶ βῶστρον. Ἐξ αὐτοῦ βῶλαξ, ὡς λίθος, λίθαξ. Ἢ παρὰ τὸ ὑπὸ τῶν βοῶν ἀλοᾶσθαι κοπτομένη ἡ γῆ· ἢ παρὰ τὸ πωλεῖσθαι καὶ συνεχῶς παρʼ αὐτῶν στρέφεσθαι, πῶλος καὶ βῶλος· ἢ ὅτι βαλλόμενος λύεται. Βωμός: Σημαίνει δύο· τέμενος ἱερὸν ὅπου θύουσι τοῖς θεοῖς, παρὰ τὸ βῶ, τὸ βαίνω, ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς πρὸς θυσίαν· ἐπιτίθεται γὰρ τὰ ἱερὰ παρʼ αὐτῷ· ἢ παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ. Δηλοῖ δὲ καὶ τὴν βάσιν, ὡς παρὰ Ὁμήρῳ,

  
Ἅρματα δʼ ἀμβωμοῖσι τίθει.  
Παρὰ τὸ βῶ, ὅπου τὰ τιθέμενα βέβηκε. Βωμολόχοι: Κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυσιῶν ἐπὶ τοῖς βωμοῖς λοχῶντες, ὅ ἐστι καθεζόμενοι, καὶ μετὰ κολακείας προσαιτοῦντες· <!-- 218 -->οὗτοι γὰρ ὑπὲρ τοῦ λαβεῖν τὶ παρὰ τῶν ἀποθυόντων πολλὰ λιπαροῦσι κολακεύοντες. Μεταφορικῶς δὲ καὶ οἱ παραπλησίως τούτοις ἕνεκα ὠφελείας τινὰ κολακεύοντες ἄνθρωποι εὔκολοι καὶ ταπεινοὶ, καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. Ὅθεν καὶ βωμακεύματα καὶ βωμολοχεύματα. Ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις. Ἀπολλόδωρος δὲ Κυρηναῖος, ὁ εὐτράπελος καὶ γελωτοποιός· τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα, καὶ τὸν πανοῦργον καὶ συκοφάντην. Βωμολοχίαις:

  
Οὐ σύνηθες ἔμοιγε βωμολοχίαις καὶ γλίσχραις ἐλπίσιν  
  
ἐγκαλλωπίζεσθαι.  
Κολακείαις, γελωτοποιΐαις. Βώμαξ: Ὁ βωμολόχος, οὗτος δὲ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. Τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. Λέγεται καὶ βώμαξ ὁ μικρὸς βωμὸς ὑποκοριστικῶς. Βωμύκας: Οὕτω πρότερον ἐκαλεῖτο ὁ Εὐρώτας. Εἴρηται παρὰ τὸ βοὸς μυκηθμὸν παραπλήσιον ἔχειν. Βωνίτης: Σημαίνει τὸν βουκόλον. Καλλίμαχος,

  
Οἵους βωνίτῃσιν ἐνικρύπτουσι γυναῖκες.  
Διὰ τοῦ ι, ὡς πολίτης. Βῶξ: Παρὰ τὸ βοάζω, βοάξω, βόαξ, καὶ κατὰ συναίρεσιν, βῶξ, εἶδος ἰχθύος. Σύνθετον δέ ἐστι, μεταπεπλασμένου τοῦ διπλοῦ· ὥστε ἐγκεῖσθαι τὸ ΒΟΥ ἐπιτατικὸν, καὶ τὸ ὄψ. Τοιοῦτος γὰρ ὁ ἰχθῦς. Ὅμοιον καὶ τὸ κάλυξ, παρὰ τὸν καλύψω μέλλοντα, τὸ κεκαλυμμένον ῥόδον. Ἡρωδιανὸς δέ φησι καὶ δισυλλάβως λέγεσθαι, ὡς Ἀριστοφάνης,

  
Ἀλλʼ ἔχουσα γαστέρα  
  
μεστὴν βοάκων.  
Καὶ Φερεκράτης, εἰπὼν,

  
τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν  
  
ἰχθῦν γε φασὶ τὸ παράπαν  
ἐπιφέρει,

  
Νὴ τὼ θεὼ,  
  
κοὐκ ἔστιν ἰχθῦς ἄλλος οὐδεὶς ἢ βόαξ.  
Ἀριστοτέλης δὲ, ὅτι φωνὴν προΐεται, καὶ οὕτως ὠνόμασται. Βώσεσθε:

  
Πῶς τῆμος βώσεσθε δυσάμμοροι,  
Ἀπολλώνιος. Σημαίνει τὸ βιώσεσθε. Βωστρεῖν: Καλεῖν, βοᾶν. Παρὰ τὸ βοῶ, βοάζω, βοαστής· εἶτα ῥῆμα βοαστρῶ, ὡς ἀπὸ τοῦ καλῶ, καλίζω, καλιστὴς, καὶ καλιστρῶ. Βώτορες: Βοσκήτορες, νομεῖς. Παρὰ τὸ βῶ ῥῆμα, βέβοται, βότης, καὶ βοτὴρ, ὡς ἐλάτης, ἐλατήρ· καὶ ἐπεκτάσει βώτωρ, ὡς Μέντης, Μέντωρ. Βώτιον: Χωρίον περὶ τὸ Ἴλιον, εἰς ὃ καταχθεὶς Ἀγαμέμνων ἐπεβώσατο τὴν Ἄρτεμιν εὐμενῆ αὐτῷ γενέσθαι πλέοντι. Καὶ ὠνόμασται οὕτως ἀπὸ τῆς αἰτίας ταύτης, Βώτιον. Βωτιάνειρα: Ἡ βόσκουσα τοὺς ἄνδρας καὶ τρέφουσα. Ὡς σωτὴρ σώτειρα, καὶ Δημήτηρ Δημήτειρα, οὕτως ἀνὴρ ἄνειρα, καὶ μετὰ τοῦ βῶ, τὸ τρέφω, βωτιάνειρα· καὶ Καλλιάνειρα. Βῶ: Σημαίνει τρία· τὸ τρέφω, ἐξ οὗ καὶ βοῦς, καὶ βόσις, ἡ τροφή· ὁ μέλλων, βόσω. Βῶ, τὸ πατῶ, ἐξ οὗ καὶ βότρυς. Βῶ, τὸ βαίνω, ἐξ οὗ καὶ ὁ μέλλων βήσω· καὶ βίβημι, τὸ πορεύομαι· καὶ βῆμα, καὶ βῆσα. Βῶ, τὸ λέγω, ἐξ οὗ καὶ βάζω.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xie-aab`.
