---
title: Gudian Etymological Work
title_greek: Ἐτυμολογικὸν τὸ Γουδιανόν
author: Gudian Etymological Work
eul_wid: xib-aa
eul_aid: xib
canonical: "https://eulogikon.org/works/etymologicum-gudianum-xib-aa"
period: Byzantine
domain: Lexicography
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Gudian Etymological Work

*Ἐτυμολογικὸν τὸ Γουδιανόν*

**Author:** Gudian Etymological Work

**eul_wid:** `xib-aa` · [HTML page](https://eulogikon.org/works/etymologicum-gudianum-xib-aa)

## Text

### α 1

Ἀάλιον · ἄπληκτον

### α 2

Ἀάγη · ἡ ἔκπληξις

### α 3

Ἀασιφόρος · βλάβην φέρων

### α 4

Ἀάσαι · κορέσαι, καθυπνῶσαι, βλάψαι

### α 5

Ἄακτον · ἄθραυστον

### α 6

Ἀάνης · χρήσιμος

### α 7

Ἀάβηκτον · μέλαν, ἀβλαβές

### α 8

Ἀαγές λ · ἄ θρ αυστον, ἰσχυρόν

### α 9

Ἀάπτους Α · ἀπροσπελάστους, ὧν οὐ δύναταί τις ἅψασθαι

### α 10

Ἀά · σχετλιαστικὸν ἐπίρρημα καὶ σύστημα ὑδάτων

### α 11

Ἀαδεῖν · ὀχλεῖν, ἀπορεῖν

### α 12

Ἀαδέν · ὑεία κόπρος

### α 13

Ἀάθη · ἠπατήθη

### α 14

Ἀάθης · ἥμαρτες

### α 15

Ἀαιδής · εἰς τὸ Ἀνία, Ἀναιδής

### ο 1

ος · εἰς τὸ. νία, Ἀνέμων

### τ 1

τος · τρι ακ άς. Κύπριοι

### α 16

Ἀακραγές · συὸς κόπρος

### α 17

Ἄακτον · ἄθρ αυ στον

### α 18

Ἀάλιον · ἄπληκτον

### α 19

Ἀάνης · χρήσιμος

### α 20

Ἄβαλε · σχετλιαστικὸν ἐπίρρημα· παρὰ τὸ βάλλω· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἐπίρρημα ἄβαλε

### α 21

Ἄβαλε · παρὰ τὸ βάλε ἐπίρρημα

### α 22

Ἀβύρβηλον · ἀναίσχυντον

### α 23

Ἄβαξ · κυρίως ὁ μὴ ἔχων βάσιν, καταχρηστικῶς δὲ καὶ ἐπὶ οἵου δήποτε σανιδίου

### α 24

Ἀβλέπτημα · ἁμάρτημα τὸ ἄνευ βουλῆς πραττόμενον

### σ 1

σσος · ὑδάτων φύσις ἤγουν πλῆθος ἀπέραντον

### α 25

Ἀβληχρόν · τὸ ἀσθενές· δύνατ αι τ ὸ α καὶ κατ’ ἐπίτασιν τὸ σφόδρα

### α 26

Ἀβελτηρία · ἀνοησία, μωρία, ἡ τὸ βέλτιον μὴ γινώσκου σα · ἀπὸ τοῦ ἀβέλτερος· τοῦτο παρὰ τὸ βέλτερος μετὰ τοῦ στερητικοῦ α · τὸ θηλυκὸν ἀβελτερία καὶ τροπῇ τοῦ ε εἰς η ἀβελτηρία. ἀβέλτερος ἀπὸ τοῦ βάλλω τύπῳ συγκριτικῷ· ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτως καὶ παρὰ τὸ βάλλω βέλτερος. τὸ βάλλω συντάσσεται αἰτιατικῇ, τὸ δὲ φέρω δοτικῇ καὶ αἰτιατικῇ

### α 27

Ἀβλεμέως · ἀφροντίστως, οἷον ἀμελέως· παρὰ τὸ ἀμελεῖν ὑπερθέσει ἀλεμέως καὶ ἐν πλεονασμῷ τοῦ β ἀβλεμέως

### α 28

Ἀβραάμ · πατὴρ πολλῶν ἐθνῶν

### α 29

Ἀβλής · εἰς τὸ Προβλῆτι

### α 30

Ἁβροείμονες · κατηγλαϊσμένοι, λαμπροφόροι· ἁβρὸν γὰρ τὸ λαμπρὸν καὶ τρυφερὸν καὶ κοῦφον. ἁβρός οὖν, ὁ ἁπαλός, παρὰ τὸ ἅπτω, ὁ εὐαφής· ἢ κατὰ στέρησιν τοῦ βάρους ἄβαρος καὶ κατὰ συγκοπὴν ἁβρός, ὁ μ ὴ ὢν βαρὺς ἀλλὰ κοῦφος καὶ ἐλαφρός

### α 31

Ἁβρός · βάρος ἄβαρος καὶ ἁβρός, ὁ κούφως βαίνων καὶ ἀβαρῶς, κατὰ στέρησιν τοῦ βάρους

### α 32

Ἀβρότη Ξ · ἡ νύξ· ἀπρότη τις οὖσα, παρὰ τὸ μὴ προϊέναι ἐν αὐτῇ· ἢ ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται· ἢ παρὰ τὸ βροτὸν εἰς τοιαύτην ὥραν ἠρεμεῖν

### α 33

Ἁβρός · παρὰ τὸ ἅπτω, ὁ εὐαφής. οὕτω φιλόξενος. οἱ δὲ κατὰ στέρησιν τοῦ βάρους

### α 34

Ἀβροτάξομεν Κ · παρὰ τὸ βροτοῦ μὴ τυχεῖν

### α 35

Ἀβροτάξομεν Κ · κυρίως ἐστὶν ἐπὶ τῶν τοξοτῶν τὸ βροτοῦ ἀποτυχεῖν

### α 36

Ἄβυσσος · ὡς ἂν εἴποι τις, ἄβατός ἐστιν· ἢ παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δύσσος βύσσοσ καὶ ἄβυσσος· ἢ παρὰ τὸ βύω, τὸ μὴ ὑπεισέρχομαι ἤγουν σφαλίζω, βύσσος καὶ ἄβυσσος μετὰ τοῦ στερητικοῦ α οἱονεὶ ἡ μὴ ὑπό τινος ὑπεισερχομένη. τὸ βύω σημαίνει δύο, τὸ ὑπεισέρχομαι καὶ τὸ σφαλίζω, ὡς τὸ βυούσης τὰ ὦτα αὐτῆσ“

### α 37

Ἀβασγός · ἅμα συζῶν καλῶς. εἴρηται δὲ πατὴρ ἰδίας πόλεως καὶ οὐχ ἑτέρας

### α 38

Ἁβρά · ὀξυτόνως καὶ δασέως ἡ τρυφερὰ καὶ μαλακή, βαρυτόνως ἡ θεράπαινα καὶ ἀκόλουθος

### α 39

Ἀβροτάξαι · τὸ μὴ συναντᾶν

### α 40

Ἀβροτάξομεν Κ · κυρίως ἐπὶ τῶν τοξευόντων, τὸ βροτοῦ ἀποτυχεῖν ὡς ἐν πολέμῳ· καταχρηστικῶς δὲ ἁπλῶς ἐπὶ τοῦ ἀποτυχεῖν. τὸ θέμα ἀβροτάζω, ὁ μέλλων ἀβροτάξω

### α 41

Ἄβροτον · θεῖον

### α 42

Ἁβρός · ἀνθηρός

### α 43

Ἁβρύνεται · κοσμεῖται, θρύπτεται

### α 44

Ἀβραμιαῖοι · γιγαντιαῖοι, ἱεροπρεπεῖς

### α 45

Ἅβραι · νέαι δοῦλαι, θεραπαινίδια

### α 46

Ἄβδελλον · ταπεινόν

### α 47

Ἁβρίζεται · καλλωπίζεται

### α 48

Ἀμβλωθρίδια · ἀτέλεστα ἐκτρώματα μὴ ἔχοντα ζωήν

### α 49

Ἀβακῶ · ἀγνοῶ

### α 50

Ἄβατον · ἱερόν, ἀπρόσιτον, ἔρημον

### α 51

Ἀβασάνιστον · ἀγύμναστον, ἀνεξέταστον, ἢ ἀπερίεργον

### α 52

Ἀβάκησαν δ · ἠγνόησαν

### α 53

Ἄβρομοι · ἄνευ ἤχου καὶ θορύβου

### α 54

Ἄβαπτον · ἀστόμωτον

### α 55

Ἀβακήμων · ἄλαλος

### α 56

Ἀβέβηλον · καθαρόν, ἀμώμητον

### α 57

Ἀβδία · θάλασσα

### α 58

Ἀβίωτον · ἀηδῆ, κακόν, ὀδυνηρόν

### α 59

Ἀβής · ἀσύνετος, ἀνόσιος

### α 60

Ἀβλεψία καρδίας · πώρωσις

### α 61

Ἀβουλία · ἀπαιδευσία, ἄνοια

### α 62

Ἁβροδίαιτος · τρυφητής, τρυφερόβιος

### α 63

Ἀβρόταξις · ἁμαρτία

### α 64

Ἀγάγω · παρὰ τὸ ἄγω· ἐκ τούτου ἄγη, ἡ ἔκ πληξις, ἐξ οὗ καὶ ἀγῶ· τὰ γὰρ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν εἰς η θηλυκῶν γίνεται

### α 65

Ἀγάζω · τὸ θαυμάζω· τοῦτο παρὰ τὸ ἀγῶ, ὅπερ ἐστὶ δευτέρας συζυγίας τῶν περισπωμένων, ἐξ οὗ καὶ ῥῆμα εἰς μι ἄγημι καὶ ἄγαμαι παθητικόν. τοῦτο παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν· τοῦτο παρὰ τὸ ἄγω, τὸ θραύω καὶ συντρίβω· τοῦ γὰρ ἐκπλησσομένου κατέαγεν ἡ διάνοια καὶ οἱονεὶ συντέθραυσται. τὸ δὲ ἄγη ἄκλιτόν ἐστιν, ἐπειδὴ τὰ εἰς γη ἰαμβικὰ ἀπὸ συμφώνου ἄρχονται καὶ οὐκ ἀπὸ φωνήεντος, οἷον στέγη σφαγή ταγή. πρόσκειται ἰαμβικά“ διὰ τὸ ἀγή, ὃ σημαίνει τὴν κλάσιν τῶν κυμάτων· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἄλλ’ οὐκ ἔστιν ἰαμβικόν, ἀλλὰ σπονδειακόν· τὸ γὰρ α μακρόν ἐστιν. ἐπειδὴ οὖν τὸ ἄγη εἰς γη ἐστὶν καὶ ἰαμβικὸν καὶ ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον

### α 66

Ἀγάμενοι · παρὰ τὸ ἀγάζω, ὅ ἐστι θαυμάζω

### α 67

Ἄγαν · πάνυ, λίαν, πολύ· ἐπιτατικὸν ἐπίρρημα

### α 68

Ἀγαθός · φύσει μόνος ὁ θεός ἐστι· γίνεται δὲ καὶ ἄνθρωπος ἐξ ἐπιμελείας τῶν τρόπων ἀγαθός

### α 69

Ἀγαθός · ἔστιν ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλὰ χαριζόμενος

### α 70

Ἀγαθόν · ἔστιν οὗ πάντα ἐφίεται

### α 71

Ἀγανώπιδος · πραείας, εὐοφθάλμου, καλῶς βλεπούσης

### α 72

Ἄγαμαι · ἀποδέχομαι, θαυμάζω, ἐπαινῶ

### α 73

Ἄγαννα · ἅμαξα ἱερά, καὶ ἡ ἐν οὐρανῷ ἄρκτος

### α 74

Ἀγάπησις · ἔστιν τὸ ὑπερτιμᾶν ἑαυτοῦ ἀπόντα τε καὶ παρόντα τὸν ἀγαπώμενον

### α 75

Ἀγαυρίαμα · ἔπαρμα, ὕψωμα

### α 76

Ἀγανόφρων · ἀγαθός, πραότατος

### α 77

Ἀγαθός · ἐπίθετόν ἐστιν ἁπλοῦν καὶ σύνθετον. οἱ μὲν ὥσπερ ἀπὸ τοῦ σκεδῶ ποιοῦσι σκεδάζω, οὕτως καὶ ἀπὸ τοῦ ἀγῶ ἀγάζω ἀγαστός καὶ ἀγαθός ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ · οἱ γὰρ Ἀττικοὶ τρέπουσι τὸ τ εἰς θ τὸ γὰρ κρεμάστρα κρεμάθρα λέγουσιν. λέγεται δὲ ἀγαθόν καὶ παρὰ τὸ ἄγαν θεῖον, ἢ παρὰ τὸ ἀγαπᾶν τὸν θεόν. ἢ παρὰ τὸ ἄγαν θέειν, ἐφ’ ᾧ ἄγαν θέομεν ἐφιέμενοι

### α 78

Ἀγαθόν · παρὰ τὸ ἄγαν θέειν ἐπ’ αὐτὸ πάντας

### α 79

Ἀγακλειτός · ὁ ἄγαν ἔνδοξος· ἀπὸ τοῦ κλείω, ὅ ἐστι δοξάζω, γέγονεν. τὸ δὲ κλείω ἀπὸ τοῦ κλέος γέγονε κλέω καὶ κατὰ πλεονασμὸν τοῦ ι κλείω καὶ ἐν συνθέσει ἀγακλειτός

### α 80

Ἀγαλλίαμα · δόξα, καύχημα

### α 81

Ἀγάλμητον · ἀσθενῆ

### α 82

Ἀγάλματα · ξόανα, ἀφομοιώματα, εἰκόνες ἢ ἀνδριάντες κεράμειοι, κολοσσοί, βρέτας, χαρακτήρ, ὅ ἐστιν εἴδωλον

### α 83

Ἀγαυός · ἔνδοξος

### α 84

Ἀγάλακτες · οἱ ἀδελφοί· παρὰ τὸ α τὸ σημαῖνον τὸ ὁμοῦ, καὶ τὸ γάλα, ὁμογάλακτές τινες ὄντες παρὰ τὸ γάλα, οἱονεὶ τὸ αὐτὸ γάλα σπάσαντες

### α 85

Ἄγαλμα · ἐκ τοῦ ἀγάλλω· ἐν ᾧ ἀγάλλεταί τις κἄν τε ἱμάτιον ᾖ κἄν τε εἰκών. καὶ εἰς τὸ Ξόανον

### α 86

Ἄγαν · πάνυ· ἐπίρρημα. τὸ γαν μακρόν. διὰ τί; τὰ εἰς αν λήγοντα ἐπιρρήματα μακρὸν ἔχουσιν τὸ α οἷον πέραν λίαν εὐάν· πλὴν τοῦ ὅταν καὶ πάμπαν

### α 87

Ἀγάπη · παρὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν καὶ συνάπτειν πρὸς ὁμόνοιαν

### α 88

Ἀγαπῴην · ῥῆμα εὐκτικόν· ἐκ τοῦ ἀγαπάω ἀγαπῶ, ἀγαπάων ἀγαπῶν, ἀγαπάοντος ἀγαπῶντος, ἀγαπάοιμι ἀγαπῷμι, ἀγαπάοι ἀγαπῷ. καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεντιθέναι τὸ η. καὶ ἀναλόγως πάλιν τὸ πρῶτον γίνεται ἀγαπῴην· κανὼν γάρ ἐστιν ὁ λέγων· πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον

### α 89

Ἀγαπῶ · ἐκ τοῦ ἀγάπη· τοῦτο παρὰ τὸ ἄγειν τὸ πᾶν, ἢ παρὰ τὸ ἄγαν ποιότητα ἔχειν. ὁ μέλλων ἀγαπήσω καὶ ἡ μετοχὴ ὁ ἀγαπῶν καὶ ὁ μέσος μέλλων ἠγαπημένος

### α 90

Ἀγέλη ποίμνης διαφέρει· ἀγέλη ἐπὶ βοῶν, ποίμνη ἐπὶ προβάτων

### α 91

Ἀγέλη · τὸ πλῆθος τῶν προβάτων ἢ τῶν ζώων, ἢ τὰ ὁμοῦ συνηθροισμένα

### α 92

Ἀγάρροος · ἄγαν ῥοώδης

### α 93

Ἀγαρηνός · παρὰ τὸ ἄγαν Ἀγαρηνός. τὸ ρη η. διὰ τί; τὰ εἰς ηνος ἐθνικὰ ὀξύτονα διὰ τοῦ η γράφεται, οἷον Ἀγαρηνός Ἀβυδηνός Δαμασκηνός, πλὴν τοῦ Αἰδεσινός Ἐμεσινός

### α 94

Ἀγασσάμενοι · θαυμάσαντες· παρὰ τὸ ἀγάζω

### α 95

Ἀγαυός Γ · θαυμαστός, λαμπρός, ἢ ὁ ἥλιος· παρὰ τὸ ἀγῶ, τὸ θαυμάζω, γίνεται ῥῆμα εἰς μι ἄγημι, τὸ παθητικὸν ἄγαμαι καὶ ἐξ αὐτοῦ ἀγαός καὶ πλεονασμῷ τοῦ υ Αἰολικῶς ἀγαυός

### α 96

Ἀγαυρός · ἀγαθός· παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐπιτατικὸν δὲ ἔχει τὸ α

### α 97

Ἄγαυρος · παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ, Α καθέζετο κύδεϊ γαίων“· ἢ παρὰ τὴν ἄγην, τὴν ἔκπληξιν ἄγηρος καὶ ἄγαυρος. οὕτως Ἡρῳδιανὸς ἐν τῷ Περὶ παθῶν . δηλοῖ δὲ καὶ τὸν ὑπερήφανον ὄσσαν ἀγαύρου“

### α 98

Ἀγγεῖα · παρὰ τὸ διάγειν τι ἐν αὐτοῖς. καὶ εἰς τὸ Γραφεῖον

### α 99

Ἀγγείλας · ἐκ τοῦ ἀγγέλλω γέγονεν· ὥσπερ ἀπὸ τοῦ στέλλω στείλας, οὕτω καὶ ἀπὸ τοῦ ἀγγέλλω ἀγγείλας

### α 100

Ἀγάσαιτο · θαυμάσειεν

### α 101

Ἀγάστονος · πολυστένακτος

### α 102

Ἀγάσυρτος · ἀκάθαρτος

### α 103

Ἄγγαρος · ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος· ὅθεν ἀγγαρείαν τὴν ἀναγκαίαν καὶ ἀκούσιον λέγομεν καὶ ἐκ βίας γενομένην ὑπηρεσίαν

### α 104

Ἄγγελος · ὁ σημαίνων, ὁ ἀποκρισιάριος, ἢ ὁ τὰς ἀγγελίας ἤγουν τὰς ἀκοὰς καὶ τὰς φήμας διαγγέλλων, ὁ πρέσβυς καὶ ἀγγελλεὺς καὶ ἐπιστολεὺς καὶ ἀγγελιοφόρος καὶ ἀπόστολος

### α 105

Ἄγγελος · ἔστιν ζῶον λογικὸν κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφός

### α 106

Ἀγγελιαφόρος · πρεσβευτής

### α 107

Ἀγγελίης · ἄγγελος

### α 108

Ἄγγελος · παρὰ τὸ ἄγω ἐγένετο ἄγελος καὶ κατὰ προσθήκην τοῦ γ ἄγγελος· ἢ παρὰ τὸ διαγγέλλεσθαί τι δι’ αὐτοῦ· ἢ παρὰ τὸ εἰς ἀγγελίαν πέμπεσθαι ἐκ θεοῦ ἐπὶ γῆς ἢ ἐξ ἀνθρώπου πρὸς ἄνθρωπον. καὶ διὰ τοῦτο καὶ εὐαγγελισταὶ εἴρηνται παρὰ τὸ εὖ ἀγγέλλειν ἡμῖν, ἤγουν καλόν. ἄγγελος ἤγαγεν“ ἀντὶ τοῦ ἐκόμισεν· φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμψυχον, κομίζεται δὲ τὸ ἄψυχον. Πτολεμαίου

### φ 1

φέρειν διαφέρει· ἄγεται μὲν γὰρ τὰ ἔμψυχα, φέρεται δὲ τὰ ἄψυχα βαστακτῇ. καὶ Ὅμηρος οὐ τί μοι ἐνθάδε τοῖον, Οἷον κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν“, καὶ πάλιν δ οἱ δ’ ἦγον μὲν μῆλα, φέρον δ’ εὐήνορα οἶνον“

### α 109

Ἀγαυός · Ἀγαμέμνων σημαίνει τρία· τὸν γενναῖον καὶ θαυμαστόν, οἷον Δ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν“· σημαίνει δὲ καὶ ὄνομα κύριον, ὡς τὸ Ω Δηίφοβον τε καὶ Ἱππόνοον καὶ δῖον Ἀγαυόν“· σημαίνει δὲ καὶ ὄνομα ἔθνους, Ν Μυσῶν τ’ ἀγχεμάχων καὶ Ἀγαυῶν ἱππημολγῶν“

### α 110

Ἀγελαῖος · ὀχλώδης, ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη. τὸ δὲ ἀγέλη ἀπὸ τοῦ ἄγω. διὰ τί προπερισπᾶται; τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ αιος γινόμενα ὀνόματα προπερισπᾶται, οἷον Γάζα Γαζαῖος, Ῥώμη Ῥωμαῖος. τὸ δὲ Ἀγέλαιος ὄνομα κύριον προπαροξύνεται

### α 111

Ἀγερώχων Β · ἀλαζόνων· ἡ μὲν συνήθεια τὴν λέξιν ἐπὶ τοῦ ψόγου τάσσει· τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους λέγει. ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους, ἀπὸ τοῦ ἄγαν ἐπὶ τὸ γέρας ὀχεῖσθαι· Γ καθ’ ὅμιλον ἔ δυ Τρώων ἀγερώχων“

### α 112

Ἀγέρωχον · εὐκλεᾶ, ἔντιμον· ἐπὶ γέρως ὀχούμενον. ἔνιοι δὲ τὸν ἐπεισάκτῳ χρώμενον τροφῇ· ἀγέρωχον δὲ λέγει τὸν ἀγείροντα τὴν ὀχήν, τουτέστι τὴν τροφήν. οἱ δὲ τὸν ὑπερήφανον ἢ μεγάλαυχον ἢ ἀλαζόνα

### α 113

Ἄγε · φέρε, κόμιζε· ἢ βλέπε

### α 114

Ἀγερωπεῖ · ἐφορᾷ

### α 115

Ἀγεννῶς · ἀσθενῶς, ἀνάνδρως

### α 116

Ἀγελαίων · ἀμαθῶν, ἰδιωτῶν, ἀγροίκων

### α 117

Ἄγευστοι · ἄπειροι

### α 118

Ἀγείρει · συναθροίζει

### α 119

Ἀγερώσσει · ἀγρυπνεῖ

### α 120

Ἀγερώψατο · ἠμέλησεν

### α 121

Ἄγε δῆτα · δεῦτε δή καὶ φέρε δή

### α 122

Ἀγεληδόν · ἠθροισμένως ὡς ἀγέλη

### α 123

Ἀγήραος · ἄφθαρτος, μὴ ἔχων τέλος, ἀπέραντος

### α 124

Ἁγιάσατε · προευτρεπίσατε, κηρύξατε

### α 125

Ἀγείρατον · ἄτιμον· παρὰ τὸ γέρας. ἀγήρατον δέ

### α 126

Ἀγέρωχος · ὁ ἄγαν αὐχῶν, ἢ μὴ ἔχων γέρας ἤγουν τιμήν

### α 127

Ἀγείρω · ει · ἀγέρρω γὰρ Αἰολικῶς καὶ ἀγορά καὶ Β ἠγερέθοντο κακὰ Πριάμῳ“ καὶ Α ὁμηγερέεσ“

### α 128

Ἄγη · ἡ ἔκπληξις· οἱ γὰρ ἐκπληττόμενοι ἀκίνητοι καὶ ἄφωνοι μένουσι. καὶ ἀγὴ ἡ κλάσις τοῦ κύματος

### α 129

Ἄγη · ἡ ἔκπληξις· τροπῇ τοῦ κ εἰς γ ἀκή καὶ ἄγη, ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει· ἢ παρὰ τὸ ἀγῶ, ὅθεν ἄγαμαι, τὸ ἐκπλήττομαι· ἢ παρὰ τὸ ἄγαν, τὰ γὰρ μεγάλα θαυμάζεται

### α 130

Ἀγερώχων · αὐθαδῶν, ὑβριστῶν, ὁτὲ δὲ ἐνδόξων· ἀπὸ τοῦ ἄγαν ἐπὶ τοῦ γέρως ὀχεῖσθαι

### α 131

Ἀγήοχα · παρὰ τὸ ἄγω ἄξω ἦχα καὶ τὸ Ἀττικὸν ἄγηχα καὶ πλεονασμῷ τοῦ ο ἀγήοχα

### α 132

Ἀγαί. τὰ τραύματα, τρώσεις· ἀπὸ τοῦ ἄγνυμι, τὸ κατάσσω

### α 133

Ἀγαί · αἰγιαλοὶ κατὰ τοὺς Ἴωνας

### α 134

Ἀγήνωρ Β · αὐθάδης παρὰ τὸ ἄγαν καὶ τὸ ἀνήρ γίνεται ἀγάνωρ, καὶ κατὰ τροπὴν τοῦ α εἰς η γίνεται ἀγήνωρ. καὶ ἀποροῦσί τινες λέγοντες, ὅτι τροπὴν ἔπαθεν ἢ ἴδιον σχηματισμόν; καὶ λέγομεν, ὅτι ἴδιον σχηματισμόν, ὅτι τὸ ἀνήρ μετ’ ἄλλης λέξεως κατ’ ἀρχὴν συντιθέμενον τρέπει τὸ α εἰς η καὶ τὸ η εἰς ω οἷον εὐήνωρ Ἀντήνωρ· τὸ δὲ Νικάνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ η εἰς α. σημαίνει δὲ τὸν αὐθάδην

### α 135

Ἄγη Γ · ἡ κλάσις τοῦ ξίφους ἐκ τοῦ ἄσσω, τὸ κλάνω, ὁ μέλλων ἄξω, ὁ ἀόριστοσ ἦξα καὶ τὸ προστακτικὸν ἆξον καὶ ὁ δεύτερος ἀόριστοσ ἦγον καὶ ὁ παθητικὸς ἤγην καὶ ποιητικῶς ἄγην ἀγηοχώς

### α 136

Ἀγινεῖν · ἀπαρέμφατον ὄνομα, ὃ σημαίνει τὸ ἄγειν· ἀπὸ ῥήματος τοῦ ἄγω ἀγνῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ι μακροῦ γίνεται ἀγινῶ καὶ ἀγινεῖν· Ω ἀγίνεον“ ἔφερον ἀγινῶ

### α 137

Ἅγιος · ἐκ τοῦ ἅγος γέγονεν· ἅγιον δέ ἐστι τὸ παντὸς ἅγους ὂν ἀνώτερον, ἢ τὸ δύναμιν ἔχον πρὸς τὸ τοὺς ἑτέρους ἁγιάζειν αὐθαγίαστον ὄν

### α 138

Ἁγιστεία · ἁγιωσύνη· ἔστιν ἅγος, τὸ σέβασμα, καὶ ἐξ αὐτοῦ ἁγίζω, ἁγίσω, ὁ παθητικὸς παρακείμενος ἥγισμαι, τὸ τρίτον ἥγισται καὶ ἐξ αὐτοῦ ἁγιστός καὶ τὸ θηλυκὸν ἁγιστεία καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν ἁγιστείαις ἐσθ’ ὅτε καὶ μιαρωτάταισ“

### α 139

Ἁγνεύειν · ἀπὸ ἀφροδισίων. καθαρεύειν, ἀπὸ νεκροῦ

### α 140

Ἀγχίνουν · συνετήν· παρὰ τὸ ἐγγὺς τὸν νοῦν ἔχειν

### α 141

Ἄγκιστρον · παρὰ τὸ ἄγω, τὸ φέρω, ἄγιστρον καὶ ἄγκιστρον. καὶ εἰς τὸ Ἠγκιστρωμένοι

### α 142

Ἀγκοίνη · ἡ ἀγκάλη. εἰς τὸ Ὦμος

### α 143

Ἄγκος · εἰς τὸ Μισγάγκεια

### α 144

Ἀγκυλομήτεω Β · ὄνομα ἐκ τοῦ ἀγκύλος· σημαίνει δὲ ἀγκυλομή της τὸν ἐπὶ τῶν ἀγκύλων καὶ σκολιῶν πραγμάτων ὀρθῶς βουλευόμενον. τὸ ω μέγα, ὡς τὸ πᾶσα γενικὴ εἰς φωνῆεν λήγουσα. ὁ τόνος· αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων γενικῶν ὦσι, προπαροξύνονται, οἷον Ἀτρείδου Ἀτρείδ εω, Αἰνείου Αἰνείδεω, Πηλείδου Πηλείδεω· εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, καὶ παροξύνονται

### α 145

Ἀγκύλη · διὰ τὸ ἄ νω αὐτῆς κοῖλον

### α 146

Ἀγκύλος · τὸ κυ ψιλόν· διὰ τί; τὰ διὰ τοῦ υλος ὀνόματα ὑπὲρ δύο συλλαβὰς εἴτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον κορβύλοσ Αἰσχύλος, ἀγκύλος, κρωβύ λοσ

### α 147

Ἀγκών Ε · παρὰ τὸ ἀνέχω, τὸ ἐξέχω, ὁ ἐξέχων· ἢ ἀπὸ τοῦ ἐγκεῖσθαι τῷ ἑτέρ ῳ ὀστέῳ τὸ ἕτερον· ἢ παρὰ τὸ κατ’ αὐτὸν ἄγεσθαι τὴν χεῖρα

### α 148

Ἄγγωνες · δοράτια οὐ λίαν σμικρά, ἀλλ’ οὐδὲ μεγάλα, ἀλλ’ ὅσον ἀκοντίζεσθαι, εἴ που δεήσοι

### α 149

Ἀγλαά Α · παρὰ τὸ ἀγάλλω· ἐφ’ ᾧ τις ἀγάλλεται. ἢ παρὰ τὸ αἴγ λη, ὅ ἐστιν ἀπὸ τοῦ ἀΐσσω, τὸ ὁρμῶ· ἡ γὰρ λαμπηδὼν ὁρμητική. ἐφ’ οἷς τις ἀγάλλεται καὶ λα μπρύνεται. καὶ εἰς τὸ Κεραόν ἀγλωφῶν

### α 150

Ἁγνεία · διὰ τὸ ἀγόνου ἵεσθαι βίου. ἢ παρὰ τὸ ἀγωνιᾶν εἰς τὸ καθαριεύειν

### α 151

Ἁγνός · παρὰ τὸ ἅζω ἁγνός

### α 152

Ἀγνοεῖν · εἰς τὸ Ἀνοεῖν

### α 153

Ἄγνοια · εἰς τὸ Ἀμφισβ ήτησισ

### α 154

Ἄγνος · τὸ φυτόν· παρὰ τὸ εἰς ἁγνείαν συντελεῖν ἐσθιόμενον καὶ πινόμενον, ἔτι δὲ καὶ ὑποστρωννύμενον

### α 155

Ἀγνοῶ · νοῶ, τὸ γινώσκω, πλεονασμῷ τοῦ γ γνοῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ· οἱ γὰρ Αἰολεῖς τὸ νοῶ γνοῶ λέγουσιν

### α 156

Ἀγνύω · εἰς τὸ Καταγνύναι καὶ Περιαγνύμενος

### α 157

Ἄγονος Γ · ὄνομα παρὰ τὸ γόνος. γόνος δὲ λέγεται βαρυτόνως μὲν ὁ γεννηθείς, ὀξυτόνως δὲ ὁ γεννήτωρ· καὶ πλεονασμῷ τοῦ υ γουνός, ὡς καὶ ὁ ποιητὴς Ι γουνῷ ἀλωῆσ“ ἀντὶ τοῦ ἐν τῷ γεννητι κῷ καὶ καρπίμῳ τόπῳ. τὸ δὲ Γ ἄγαμος τ’ ἀπολ έσθαι “ ὁ τέ σύνδεσμος ἀντὶ τοῦ ἤ διαζευκτικοῦ συνδέσμου π αραλαμβάνεται, ἤτοι ἢ καὶ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι

### α 158

Ἀγοράασθαι · ἐκ τοῦ ἀγο ρῶ, καὶ περισπᾶται. ἀπαρέμφατόν ἐστιν. τὰ γὰρ εἰς ρω λήγοντα ῥήματα τῷ ο παραληγόμενα περισπῶνται, οἷον δημηγορῶ ἐγρηγορῶ ἀλληγορῶ· οὕτως οὖν καὶ ἀγορῶ. ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· τὸ ἀπαρέμφατον ἀγοράασθαι· καὶ ἀγοράζω, τὸ εἰς ἀγορὰν ἐ μβάλλω

### α 159

ἀγοραῖος διαφέρει· ἀγόραιος μὲν γὰρ ἡ ἡμέρα, ἀγοραῖος δὲ ὁ Ἑρμῆς ὁ ἐπὶ τῆς ἀγορᾶσ

### α 160

Ἀγορά · διὰ τὸ ἄγαν ῥέειν ἕκαστον πρᾶγμα

### α 161

Ἀγορητής · ὁ ῥήτωρ, ὁ ἀγορεύειν καὶ λέγειν εἰδώσ

### α 162

Ἀγοραῖος · ὁ ἐν τῇ ἀγορᾷ περιστρεφόμενος

### α 163

Ἀγορεύω · παρὰ τὸ ἀγείρω· τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω, τὸ λέγω· τὸ πρὸς τὸ λέγειν συναθροίζω

### α 164

Ἀγορῆθεν Β · διὰ τί προ περισπᾶται; ἐπειδὴ τὰ ἀπὸ ὀξυτόνων ἢ περισπωμένων παραγενόμενα εἰς θεν ἐπιρρήματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον γῆθεν ἀγορῆθεν

### α 165

Ἀγορήνδε · ἐπίρρημα τοπικόν· ἡ αἰτιατική, ὅταν ἔχῃ τὸν δέ σύνδεσμον, ἔστιν ἐπίρρημα τοπικὸν καὶ ἓν μέρος λόγου

### α 166

Ἀγορήσατο Α · ἐκ τοῦ ἀγορῶ, τὸ δημηγορῶ, ἠγόρησα, ὁ μέσος ἀόριστος ὁ παθητικὸς ἠγορησάμ ην, τὸ τρίτον ἡγορήσατο καὶ ἀγορήσατο Ἰωνικῶς

### α 167

Ἀγορήνδε Α · εἰς τὴν ἀγοράν, τουτέστιν εἰς τὴν ἐκ κλησίαν· ἐπιρρημα τικὴ ἡ σύνταξις, ὥσπερ οἴκαδε, εἰς τὸν οἶκον, Ἀθήναζε, τουτέστιν εἰς Ἀ θήνασ

### α 168

Ἀγοστός · ἀγκών ἢ στόμα · παρὰ τὸ ἄγαν ὀστώδη εἶναι τὸν τ όπον

### α 169

Ἄγουρος · εἰς τὸ Γέρων

### α 170

Ἀγριωπός · ἀγριόφθαλμος· παρὰ τὸ ἄγριος καὶ τὸ ὤψ ὠπός, ὃ σημαίνει τὸν ὀφθαλμὸν καὶ τὸ π ρόσωπον. τὸ δὲ ἄγριος παρὰ τὸ ἀγρός. τὸ δὲ ἀγρός παρὰ τὸ ἀήρ ἀέρος, καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ ἀγρός, ὁ εὔωρος· ἢ π αρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός· ἢ παρὰ τὸ ἀγορά ἄγορος καὶ ἀγρόσ

### α 171

ἀγροῖκος προπερισπωμένως διαφέρει· ἄγρο ικος μὲν βαρυτόνως ὁ γνώσεωσ ἄμοιρος, ἢ ὁ ἐν ἀγροῖσ διατρίβων· ἀγροῖκος δὲ προπερισπωμένωσ ὁ μὴ ἥμερος, ἴσος τῷ ἄγριος

### α 172

Ἀγρός · παρὰ τὴν ἄγραν· ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀ ρός καὶ ἀγρός πλεονασμῷ τοῦ γ · ἢ παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν σίδη ρον, ὁ τῷ σιδήρῳ τεμνόμενοσ

### σ 2

σι Β · ἔστιν ἀγείρω, τὸ συναθροίζω, τὸ παθητικὸν ἀγείρομαι, ἀγρόμενος, ἀγρομένη καὶ ταῖς ἀγρομέναις καὶ ποιητικῶς τροπῇ τοῦ α εἰς η ἀγρομένῃσι

### α 173

Ἀγροτέρας ἐλάφους ζ · παρὰ τὸ ἀγηροτέρας· πο λυχρόνιον τὸ ζῶον τοῦτο, ὡς χρησμός φησιν ἐννέα γὰρ ζώει γενεὰς λακέ ρυζα κορώνη Ἀνδρῶν γηρώντων· ἔλαφοσ δέ τε τετρακόρωνος.“

### α 174

Ἀγρυπνία · παρὰ τὸ ἄϋπνος ἀϋπνία καὶ ἀγρυπνία· τοῦτο δὲ παρὰ τὸ ὕπνος ἄϋπνος, ὥσπερ κακός ἄκακος

### α 175

Ἀγρώσσω ε · παράγωγος ὁ χαρακτήρ· ἀγρ ός ἀγρώσσω. ὁ κανών· τὰ διὰ δύο σς ἐκφερόμενα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται, τὸ δὲ ο οὐ λ αμβάνει· τὸ α ὡς τὸ ἄλλος ἀλλάσσω· τὸ ε ὡς τὸ πῦρ πυρέσσω· τὸ η ὡς τὸ πτή σσω· τὸ ι ὡς τὸ δειδίσσω· τὸ δὲ ο οὐκ ἔχει, τὸ γὰρ ὄσσω ἐκ τοῦ ὄπτω ἐστὶν μετειλημμένον· τὸ υ ὡς τὸ ἀφύσσω, τὸ ἀπαντλῶ· τὸ ω ὡς τὸ ἰκτερώ σσω, ὀνειρώσσω, ἀγρώσσω καὶ σημαίνει τὸ ἀγρεύω. ὥστε ἔχεις μὲν δοῦναι τὸ ο οὐκ ἐν παραγωγῇ δέ

### α 176

Ἄγρωστις · ἄγριός τισ βοτάνη· ἐκ τοῦ. ἄγρωστις εἶδος πόας χορτώδους

### α 177

Ἄγυρις · Αἰολικῶς ἡ ἄθροισις· παρὰ τὸ ἀγείρ ω ἀγορά καὶ ἄγυρις. καὶ εἰς τὸ Πανήγυρις

### α 178

Ἀγύρτας · ἐπειδὴ πολλαχοῦ κατὰ τὰς πόλεισ ἀγύρτας τινὰς τυχὸν ἢ λωποδύτασ“ ὑπῆρχον καὶ ἐπαίτας, φιλοκερδεῖσ

### γ 1

γύρτης · ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών· παρὰ τὸ ἀγείρειν, τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ σεμνυνόμενον. λέγονται δὲ ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα

### α 179

Ἄγχειν · πνίγειν· παρὰ τὸ ἄγειν καὶ συ νάγειν τὸν λάρυγγα

### α 180

Ἀγχιστῖναι Ε πυκναί· ὄνομα γένους θηλυκοῦ παρὰ τὸ ἄγχι καὶ ἀγχοῦ, ὅθεν ἔχει καὶ τὸ ι τοῦ κανόνος· τὰ γὰρ παρὰ τὸ ἄγχι συγκείμενα διὰ τοῦ ι γράφεται, οἷον ἀγχίθυμος Ἀγχί σης. τὸ δὲ ἀγχηστίνη κατὰ διάλεκτον γέγονεν· οἱ γὰρ Αἰολεῖς τὸ ι εἰς η τρέπουσιν

### α 181

Ἄγχιστα Β · ἐπίρρημα τοπι κόν· ἐκ τοῦ ἀγχοῦ ἄγχιστος καὶ ὄνομα παράγωγον ἀγχιστεύς, ὁ συγγενής, καὶ ῥῆμα ἀγχιστεύω καὶ ὄνομα ἀγχιστεία

### α 182

Ἄγχω Γ · πνίγω· παρὰ τὸ ἄγω· οὐδ ὲν γάρ ἐστιν ἄλλο τὸ ἄγχω ἀλλ’ ἢ τὸ ἄγω καὶ συνάγω τὸν φάρυγγα

### α 183

Ἀγχώμαλα · ἰσόμαλα, παρὰ μικ ρὸν ἴσα, ἐγγὺς τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλός γέγονεν ἀγχώμαλος· καὶ γράφεται δι ὰ τοῦ ω μεγάλου, ἐπειδὴ τὰ παρὰ τὸ ὁμαλός συντιθέμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον ἀγχώμαλος ἀνώμαλος κατώμαλος

### φ 2

φόβος· ἀγωνίας, φόβου· ἐκ τοῦ ἀγών

### α 184

Ἄδδην · παρὰ τὸ δήν, τὸ ἐπὶ πολύ, καὶ μετὰ το ῦ ἀθροιστικοῦ α ἄδ δην, ὡς τὸ πᾶς ἅπας, καὶ πλεονασμῷ τοῦ δ ἄδδην

### α 185

Ἄδεια · ἀπὸ τοῦ δέους, ὅ ἐστιν φόβος· ἐκ τούτου ἀδεής, ὁ ἄφοβος, καὶ ἐκεῖθεν ἀδέεια καὶ κατὰ συγκοπὴν ἄδεια

### α 186

Ἁδεῖν Γ · ἀρέσαι· ἀπαρέμφατον ἀορίστου δευτέρου καὶ μέλλοντος. ἔστι τὸ ῥῆμα ἥδω, τὸ ἀρέσκω, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧδον καὶ ἅδον, Μ ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων“, ὁ μέλλων δεύτερος ἁδῶ ἁδεῖς ἁδεῖ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν· λέγεται γὰρ οἱονεὶ τὸ εἰς ἡ δονὴν κινεῖν

### α 187

Ἀδελφειός · ἐκ τοῦ ἀδελφοῦ, τοῦ ἐκ τῆς αὐ τῆς δελφύος ἤγουν μήτρασ

### α 188

Ἀδευκής · παρὰ τὸ δείκω δεικήσ ἀδεικής καὶ ἀδευκής, ὡς τριφάλεια τ ρυφάλεια

### α 189

Ἅδην · παρὰ τὸ ἅδω, τὸ κορέννυμαι, ἅδομαι καὶ ἥδομαι, ἅδην, Λ ἅδος τέ μιν ἵκετο θυμόν“

### α 190

Ἀδήριτος · ὁ ἄμαχος· ἀπὸ τοῦ δῆρις δηρίω ῥ ῆμα, ὁ παθητικὸς παρακείμενος δεδήριμαι δεδήρι σαι δεδήριται, διὰ τοῦ ι · καὶ λοιπὸν ἐκεῖθεν ἀ δήριτος, ὡς κονίω ἀκόνιτοσ

### α 191

Ἅιδης · διὰ τὸ ἄδηλος δύσις

### α 192

Ἀδηφάγος · ἄδην, τὸ δαψιλῶς, καὶ ἐξ αὐτοῦ ἀδηφά γος, ὁ δαψιλῶς ἐσθίων. ἢ ἐκ τοῦ ἄδην ἐσθίειν Ἅιδης

### α 193

Ἀδῄωτον · ἀπολέμητον, ἀπραίδευτον, ἀπόρθητον· τὴν χώραν ἀδῄωτον οἰκεῖν“, ἀπόρθητον. παρὰ τὸ δῃ ῶ, τὸ σημαῖνον τὸ πορθῶ· τοῦτο δὲ παρὰ τὸ δαίω, τὸ κόπτω, τροπῇ τῆς αι εἰς ῃ μετὰ περισπωμένου τόνου δῃῶ, τοῦ ι ἀνεκφωνήτου ὄντοσ διὰ τὸ μέγεθος τοῦ η. τὸ δὲ δαίω σημαίνει δ· δαίω τὸ καίω, δ αίω τὸ κόπτω· ἀμφότερα συντάσσεται πτώσει δοτικῇ · δαίω τὸ μανθάνω, δαίω τὸ εὐωχοῦμαι· ἀμφότερα πτ ώσει αἰτιατικῇ

### α 194

Ἀδιαφόρως · χωρὶς παρατηρήσεως. Ὁμήρου

### α 195

Ἁδινάων Β · ὁ κανών·. ἡ εὐθεῖα ἁδινή, τὸ ἀρσενικὸν ἁδινός. τὸ δι ι · τὰ εἰς νος ὀξύτονα

### α 196

Ἀδολεσχῶ · ἐκ τοῦ ἅδω, τὸ ἀρέσκω, καὶ τοῦ λέσχης· τοῦτο ἐκ τοῦ λέσχη, ὃ σημαίνει τ ὴν φλυ αρίαν · τοῦτο παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην, ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν καὶ τῷ χειμῶνι τόπον εἶ χον ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες καὶ ἐν αὐταῖς καθεζόμενοι καὶ ὁμιλοῦντες διημέρευ ον φλυαροῦντες καὶ ἀδολεσχοῦντες. καὶ ἄλλως. ἀδολεσχῶ παρὰ τὸ ἀδολεσχία· τοῦτο παρὰ τὸ ἀδό λεσχος· τοῦτο παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ δεύτερος ἀόριστος ἅδον καὶ ἐξ αὐτοῦ ἇδος, ἡ εὐφροσ ύνη · καὶ ἔστι λέσχη, ἡ φλυαρία, καὶ κατὰ σύνθεσιν γίνεται ἀδόλεσχος, ὁ ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. ἀδολέσχης ἀδολέσχου. ὁ κανών· τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα ἀρσενικὰ μὴ ἔχον τα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν. καὶ ἄλλως. ἀδολεσχία, στενολεσχία ἢ φλυαρία· ἔστιν ἅδω καὶ σημαίνει τὸ ἀρ έσ κω καὶ λέσχη, ἡ φλυαρία· καὶ ἐξ αὐ τῶν γίνεται ἀδολεσχῶ, τὸ φλυαρῶ καὶ μετεωρίζομαι, ἤγουν τὸ περὶ τοὺς αὐτοὺς λόγους ἀναστρέφο μαι· καὶ ἐκ τούτου ἀδόλεσχος, ὁ φλύαρος. τὸ δὲ λέσχη παρὰ τὸ λέγω, λέξω, λέλειχα, λέχη καὶ πλεονασμῷ τοῦ ς λ έσχη

### α 197

Ἀδολεσχία · παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη, ὃ σημαίνει τὴν φλυαρίαν, καὶ γίνεται ἀδολεσχῶ ῥῆμα καὶ ἐξ αὐτοῦ ἀδολεσχία. σημαίνει δὲ δ· τὸ φλυαρῶ, ὡς τὸ ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου “· καὶ τὸ φιλοσοφῶ, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου“· καὶ τὸ παίζω, ἐξῆλθεν Ἰα κὼβ ἀδο λεσχῆσαι εἰς τὸ πεδίον“· καὶ τὸ ὀλιγοψυχῶ, ὡς τὸ ἠδολέσχησα καὶ ὠλ ιγοψύ χηκε τὸ πνεῦμά μου “

### α 198

Ἀδράνεια · ἡ ἀσθένεια· ἐκ τοῦ ἀδρ ανής, ὃ σημαίνει τὸν ἀνίσχυρον, ὅπερ ἐκ τοῦ δραίνω, τὸ πράττω, καὶ Ὅμηρος Κ ἀλλ’ εἴ τι δραίνεισ“

### α 199

Ἀδράστεια · ὅτι οὐδεὶς αὐτὴν ἀπο διδράσκει· ἢ ἀναπόδραστον αἰτίαν ἔχου σαν κατὰ φύσιν. καὶ εἰς τὸ Πεπρωμένην

### α 200

Ἁδρός · πλούσιος, μέγας· παρὰ τὸ ἥδω, ἡδόμεθα γὰρ τοῖς με γάλοις καὶ ἁδροῖς. οὕτως Ἡρωδιανὸς ἐν τῷ ἐν Ἐπιμερισμοῖς

### α 201

Ἄδυτα · σπήλαια, ὡς τὸ ἄδυτά τε ἔχ ειν αὐτόματα“, ὀροφαί, οἷον οἶκοι ὑπόγαιοι σκοτεινοί. λέγεται δὲ καὶ τὰ μύχια τῶν ἱερῶν ἄ δυτα, εἰς ἃ οὐκ ἔστιν εἰσελθεῖν· ἀπὸ τοῦ δύω, ὃ σημαίνει τὸ ὑπεισέρχομαι, ὁ παθητικὸς παρακείμενος δέ δυμαι, δέδυται, καὶ ἐξ αὐτοῦ δυτός καὶ ἄδυτος, καὶ τὸ οὐδέτερον ἄδυτον. ἄδυτα οὖν τὰ ἀφανῆ

### α 202

Ἄεθλον · σημαίνει β· ἀρσενικὸν μὲν τὸν πόνον καὶ τὸ ἀγώνισμα, ὡς ὁ ποιητής χ οὗτος μὲν δὴ ἄεθλος ἄα τοσ“. λέγεται δὲ καὶ οὐδετέρως τὸ ἄεθλον τὸ ἐπὶ ἀγῶνος διδόμενον, Ψ νηῶν δ’ ἔκφερ’ ἄεθλα λ έβητάς τε τρίποδάς τε“

### α 203

Ἀεί · εἰς τὸ Αἰεί

### α 204

Ἀειγενέτῃσι Γ · διὰ παντὸς οὖσιν. ὁ κανών· αἱ τοιαῦται δοτικαὶ. ἡ εὐθεῖα ἀειγενέτης· τὸ νε ψιλόν· τὰ διὰ τοῦ ετης ἀρσενικὰ βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον εὐνέτης λογοθέτης μητιέτης· πλὴν τοῦ προσ αίτης καὶ εὐχαίτης, ὁ καλλίθριξ ἵππος. ἀειγενέτης ἀειγενέτου. ὁ κανών· τὰ εἰσ ης ἀρσενικὰ μὴ ὄντα σύνθετα πα ρὰ τὸ κ ρατῶ ἢ κράτος μὴ δεχόμενα οὐδέτερον παρασχηματισμὸν

### α 205

Ἀείδαρος · διὰ τὸ ἀεὶ δέρεσθαι. καὶ εἰς τὸ γ στοιχεῖον. Ὁμήρου

### δ 1

δε Α · προστακτικὸν χρόνου τὸ αὐτὸ δὲ ἐνεστῶτος καὶ παρατατικοῦ· τὸ θέμα ἀείδω. γράφεται διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ἀοιδή· τὰ γὰρ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι ἔχουσι τὸ ο ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν, οἷον λέγω λόγος, φέρω φόρος, λείβω λοιβή, ἀλείφω ἀλοιφή. οὕτως καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδή. γίνεται δὲ ἐκ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, καὶ τοῦ α ἐπιτατικοῦ μορίου ἀείδω, τὸ πολλὰ γινώσκω· ὁ παρατατικὸς ἤειδον, τὸ τρίτον Ι ἄειδε“· οἱ Ἴωνες γὰρ συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἐνεστῶσι· καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν ᾆδε, καὶ μένει τὸ ι ἀνεκφώνητον. καὶ τὸ ᾠδή γέγονεν ἀπὸ τοῦ ἀοιδή κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω ᾠδή. διὰ τί βαρύνεται τὸ ἀείδω; τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ει δίφθογγος· ὀπηδῶ, ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, ὁμαδῶ καὶ κελαδῶ· τὸ γὰρ κελάδων κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται. ἐξ έφυγεν δὲ τὸ ἀείδω καὶ ἐρείδω

### δ 2

δελος · ὁ ἀόρατος· ἀπὸ τοῦ εἴδω εἴδελος καὶ ἐν συνθέσει ἀείδελος, ἤγουν ὁ μὴ θεωρού μενος· ἢ ἀπὸ τοῦ ἀεί γέγονεν ἀείδελος, τὸ οὐδέτερον ἀείδελον. παρὰ τὸ εἴδω εἴδελον καὶ ἐπιτατικὸν ἀείδελο ν

### α 206

Ἀειδέμεναι θ · παραγωγὴ ποιητική, οὐ Δωρικὴ διάλεκτος. τὸ α τοῦτο συνεστα λμένον ἐστὶ παρὰ τῷ ποιητῇ, ἅπαξ δὲ ἐκτεταμένον ἐν τῷ ρ ἀείδει δεδαώσ“. κανών· τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς περισπώμενα ὀνόματα ἔχει προκατάρχοντα· ὅμαδος ὁμαδῶ, κέλαδος κελαδῶ· τὸ δὲ ἀείδω καὶ ἐρείδω οὐκ ἔχει

### α 207

Ἀείδω · εἰς τὸ Ὠιδή

### α 208

Ἀεικέλιος · ἀπὸ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὁμοιῶ· εἴκελος καὶ ἐν συνθέσει ἀείκελος καὶ ἀεικέλιος ὁ ἀνόμοιος

### α 209

Ἀεικέσσι Β · ἀπρεπέσι· δύο σς ποιητικῶς. ἀεικής, ὁ σκληρός· ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται εἰκής καὶ μετὰ τοῦ στερητικοῦ α ἀεικής. ἔστι δὲ τριγενές, ὥσπερ ὁ εὐφυής, ἡ εὐφυής, τὸ εὐφυές

### α 210

Ἀεικής · ἐκ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὑποχωρῶ, ἐξ οὗ καὶ τὸ οἶκος, οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν· καὶ ἐκεῖθεν ἀεικής. ἀεικέστερος δέ ἐστιν ὁ ἀπρεπέστερος

### α 211

Ἀειτάνιον · διὰ τὸ ἀεὶ τανύεσθαι

### α 212

Ἀέκοντας · μὴ βουλομένους. ἀέκουσα· ἀέκω καὶ ἡ μετοχὴ ἀέκων τοῦ ἀέκοντος καὶ ἀέκουσα. καὶ ἡ μετοχή· παρὰ τὸ εἴκω, τὸ θέλω, ἡ μετοχὴ ἑκών παραλόγως καὶ σεσημείωται· ἐν δὲ τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον καὶ μετὰ τοῦ στερητικοῦ α ἀέκων καὶ κράσει τοῦ αε ἄκων

### α 213

Ἄελλα · ἡ ἄγαν εἰλοῦσα· ἢ παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἀέσω, ἄελα καὶ ἄελλα κατὰ πλεονασμὸν τοῦ λ

### α 214

Ἄελλα · πνοή, ἀνέμου συστροφή· ἔστι δὲ ὄνομα προσηγορικὸν καὶ ῥηματικόν. γίνεται δὲ παρὰ τὸ ἄω, τὸ πνέω, ἄελα καὶ πλεονασμῷ τοῦ ἑτέρου λ ἄελλα, ὡς τὸ θύελλα. καὶ προπαροξύνεται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς λα ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν ἅπαντα προπαροξύνεται, οἷον δίκελλα μάκελλα θύελλα Πρίσκιλλα Φαλκώνιλλα Σίβυλλα. οὕτως οὖν καὶ ἄελλα οὗ ὁ μέλλων ἀέσω ἄελλα

### α 215

Ἀεργός · ἀργός, ὀκνηρός, ὁ ἄνευ ἔργου, ἀκάματος

### α 216

Ἀηδών · παρὰ τὸ ἀείδω ἀειδών καὶ τροπῇ Αἰολικῇ τῆς ει εἰς η ἀηδών

### α 217

Ἀερσίποδες Γ · σημαίνει τοὺς εἰς ὕψος αἴροντας τοὺς πόδας, τουτέστι ταχεῖς· καὶ γίνεται ἐκ τοῦ ἀείρω, τὸ κουφίζω, ὁ μέλλων ἀερῶ, Αἰολικῶς ἀέρσω καὶ ἐξ αὐτοῦ ἀερσίπους ταχύς. Ὁμήρου

### α 218

Ἀέσαι ο · κοιμᾶσθαι· παρὰ τὸ ἄωτον, οἷόν Κ τί πάννυχον ὕπνον ἀωτεῖς;“

### α 219

Ἀεσίφρων · ματαιόφρων· παρὰ τὸ ἀέσαι, ὅ ἐστι κοιμᾶσθαι· ὁ μὴ ἐγηγερμένας ἔχων τὰς φρένας

### α 220

Ἀεικής · αἰσχρός

### α 221

Ἀεικέλιος · παρὰ τὸ εἴκελος· δεινός, αἰσχρός, κακός, οἰκτρός, εὐτελής

### α 222

Ἀήσυρον · κοῦφον, ὃ δύναται πνοὴν σύρειν

### α 223

Ἀείδηλον · τὸ ἀεὶ δῆλον καὶ φανερόν

### α 224

Ἀείρω · ει · ἀέρρω γὰρ Αἰολικῶς λέγεται

### α 225

Ἀετός · ἀείετος, ὁ ἀεὶ νέος ὢν διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ ζῆν. λέγεται δὲ παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἀϊτός καὶ ἀετός. ἢ παρὰ τὸ ἀεὶ ἐτεὸς εἶναι· λέγεται γάρ, ὅτι ἀετὸς ἐπὶ ἀληθινῷ σημείῳ παρὰ τοῦ Διὸς πέμπεται. Ὁμήρου

### α 226

Ἀετός · ἐκλήθη οὐχ ὥς τινες παρὰ τὸ ἀΐσσειν, ἀλλὰ παρὰ τὸ ἐτεὸν δηλοῦν, ὅ ἐστιν ἀληθές. λέγεται γὰρ κατὰ τὴν τοῦ Διὸς γένεσιν τὸν ἀετὸν γεννηθῆναι, ἐν δὲ τῇ πρὸς τοὺς Γίγαντας μάχῃ παραπτῆναι· διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς τὸν ἀετὸν εἵλετο, ᾧ καὶ προστάσσει καὶ ἀγγέλῳ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ

### α 227

Ἀζηχές · παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸν ἀδιαλείπτως, ἀδηχές καὶ τροπῇ ἀζηχές

### α 228

Ἀζηχές · τὸ σκληρόν· ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι καὶ χλωροῖς κατὰ στέρησιν τοῦ ζῆν· τὰ γὰρ ζῶντα καὶ χλωρά· καταστρέφει οὖν εἰς τὸ σκληρόν. οἱ δέ, ἀντὶ τοῦ ἀδιάλειπτον, ἔνθεν τὸ Ε εἰωθότες ἔδμεναι ἄδην“

### α 229

Ἀελλόπος · Ἶρις

### α 230

Ἀζηχής · παρὰ τὴν ἄζην, ἥτις ἐστὶν ξηρὰ ξηρασία

### α 231

Ἄζη · ἡ ξηρασία· ὅτι τοῦ ζῆν καὶ θάλλειν ἐστέρηται

### α 232

Ἅζομαι · παρὰ τὸ χάζομαι ὁ σκληρὸς ἀποβολῇ τοῦ χ ὡς λείβω εἴβω· οἱ γὰρ ἅζοντες καὶ τιμῶντες ὑποχωροῦσιν

### α 233

Ἅζομαι · ἐντρέπομαι, ἢ σέβομαι, ἢ ὑποχωρῶ

### α 234

Ἄζω · τὸ ξηραίνω· κατὰ στέρησιν τοῦ μὴ ζῆν· τὸ γὰρ ζῶν καὶ ὑγρόν ἐστιν, ἔνθεν ζ διερὸς βροτόσ“, ὁ ζῶν. ἀλίβας, ὁ νεκρός, ὡσαύτως

### α 235

Ἄζυξ · μονάζων, ἄζευκτος, παρθενεύων

### α 236

Ἀηδών · διὰ τὸ ἀεὶ ᾄδειν ἐν θέρει καὶ ἐν χειμῶνι· ἢ παρὰ τὸ ἀείδω ἀηδών κατὰ διάλεκτον Αἰολέων· ἢ διὰ τὸ ἡδυτάτως λαλεῖν

### α 237

Ἀηδῆ · τὰ ἄγλυκα, παρὰ τὸ μὴ ἥδειν ἡμᾶς

### α 238

Ἀήρ · παρὰ τὸ ἀείρειν, ὅ ἐστι κουφίζειν. ἢ παρὰ τὸ ἄω, τὸ πνέω· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ παρὰ τὸ ἠρτῆσθαι τοῦ αὔοντος αὐτὸν αἰθέρος καὶ καίοντος

### α 239

Ἀήρ · παρὰ τὸ ἀραιὸν εἶναι αὐτὸν καὶ τοῖς πᾶσιν ἀναπνευστικόν

### α 240

Ἀήτης · ὁ ἄνεμος· παρὰ τὸ ἄω, τὸ πνέω. Ὁμήρου

### α 241

Ἀήσυλα Ε · ἄδικα, ἁμαρτωλά· ἔστιν ἥδω, τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ἥσυλα καὶ μετὰ τοῦ στερητικοῦ α ἀήσυλα, τὰ μὴ εὐφραίνοντα ἢ μὴ πρέποντα

### α 242

Ἀήσω · εἰς τὸ Ἄημα

### α 243

Ἀήτης · ὁ ἄνεμος· ἐκ τοῦ ἄω, τὸ πνέω

### α 244

Ἀήτης · εἰς τὸ Ἦτορ

### α 245

Ἄημα · σημαίνει τὸ προγεγονὸς καὶ τὸ ἐνεστὸς πνεῦμα

### α 246

Ἀθέριζον Α · ἀπεδοκίμαζον· μεταφορικὴ ἡ λέξις, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων, ἤγουν τῶν ἀσταχύων τῶν ἐκ τῆς ἅλω ἀπορριπτουμένων· ἀθέρες γὰρ οἱονεὶ οἱ μὴ θεριζόμενοι καὶ πρὸς χρείαν συναγόμενοι, ἀλλ’ ἀποβαλλόμενοι. γίνεται οὖν ἐκ τοῦ θέρος θερίζω καὶ μετὰ τοῦ στερητικοῦ α ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω Αἰολικῶς καὶ Θερσίτης καὶ θερμός

### α 247

Ἀθέσφατος λ · πολύς, ἄπειρος, ἄφατος· ἐκ τοῦ θεός καὶ τοῦ φατός· τοῦτο ἐκ τοῦ φημί, τὸ λέγω· θεόφατός τις ὤν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατος

### α 248

Ἀθηνᾶ · παρὰ τὸ ἀθρεῖν τὸν νοῦν, ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν

### α 249

Ἀθηνᾶ · παρὰ τὸ ἀθρεῖν· διανοητικὴ γὰρ ἡ θεός

### α 250

Ἀθηνᾶ · ἀθρηνᾶ τις οὖσα· παρὰ τὸ τὸν νοῦν ἀθρεῖν ἐν τῷ κόσμῳ πάντα

### α 251

Ἀθηναίη Β · ἡ εὐθεῖα. τὸ ναι δίφθογγον. διὰ τί; ὡς τὸ δίκη δικαία· ἔστι γὰρ Ἀθήνη Ἀθηναίη. παρὰ τὸ θῶ, τὸ θηλάζω, ὁ μέλλων θήσω, ῥηματικὸν ὄνομα θήνη καὶ Ἀθήνη καὶ Ἀθηνᾶ· ἀμήτωρ γὰρ ἡ θεὸς παραδέδοται ἡμῖν. ἔστιν Ἀθηναία, καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα εἰς α μακρὸν Ναυσικᾶ, οὕτως καὶ ἀπὸ τοῦ Ἀθηναία ἀποβολῇ τοῦ ι γίνεται Ἀθηνάα, καὶ κράσει τῶν δύο αα εἰς α μακρὸν γίνεται Ἀθηνᾶ, ἐξ οὗ καὶ περισπᾶται· πᾶσα γὰρ συναίρεσις

### α 252

Ἀθῆναι · Δωριεῖς Ἀθᾶναι λέγουσιν

### α 253

Ἀθηνᾶ · ἐκ τοῦ Ἀθήνη· τοῦτο ἐκ τοῦ θήσω μέλλοντος θήνη καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α καὶ Ἀθηνᾶ. Ἀθηνᾶ δὲ λέγεται, ἐπειδή, ὥσπερ μυθεύουσι, τὴν Ἀθηνᾶν παρθένον λέγουσιν εἶναι καὶ ἀμήτορα· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς μυθεύουσιν αὐτὴν ἐξελθεῖν. ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν

### α 254

Ἀθήνη · παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω· Ω γυναῖκά τε θήσατο μαζόν“. θήσω οὖν καὶ ῥηματικὸν ὄνομα θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη· ἀμήτωρ γὰρ παραδέδοται ἡ θεός. οὕτω Φιλόξενος

### α 255

Ἀθήνη Α · ἡ Ἀθηνᾶ· τὸ θη η · ἐκ τοῦ θήσω μέλλοντος θήνη, ἡ θηλάζουσα, καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α ἡ μὴ θηλάσασα· ἀμήτωρ γὰρ παραδέδοται ἡ θεόσ

### α 256

ἀγώνισμα· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλόν καὶ ἄτλον καὶ τροπῇ τοῦ τ εἰς θ ἆθλον, τὸ τῷ νικῶντι διδόμενον

### α 257

Ἀθλήσαντα · κακοπαθήσ αντα

### α 258

Ἀθλοθέται · οἱ ἐν τοῖς γυμνικοῖς· ἀθληταὶ δέ

### α 259

Ἆθλον ἐπάθλου διαφέρει· ἆθλον μὲν καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον

### α 260

ἆθλον οὐδετέρως διαφέρει· ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔ παθλον· Ὅμηρος χ οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται“, ἐπὶ δὲ τῶν ἐπάθλων Ψ ἀέθλια πόσς’ ἀνελόντεσ“

### ε 1

ἐκ τοῦ δρῶ, τὸ βλέπω, μετὰ τοῦ ἐπιτατικοῦ α ἀδρῶ καὶ τροπῇ τοῦ δ εἰς θ ἀθρῶ, ὡς τὸ ἀθρῶν ὁ πλάστης ἐν ζόφῳ τῶν πταισμάτων“ καὶ ἐκ τούτου ἄθρει τὸ προστακτικὸν καὶ σημαίνει τὸ βλέ πε

### α 261

Ἀθροίζω · συν άγω· ἐκ τοῦ θρόος θροῦς, ὁ θόρυβος, Δ οὐ γὰρ πάν τω ν ἦεν ὁμὸς θρόοσ“· ἐκ τοῦ οὖν θροῦσ θροός γίνεται κατὰ παραγωγὴν θροΐζω, καὶ κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω. τὸ θροι δίφθογγον. διὰ τί; τὰ διὰ τοῦ υζω ῥήματα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον γογγύζω τρύζω· πλὴν τοῦ ἀθροίζω· γέγονε γὰρ παρὰ τὸ θροῦς θροός θροΐζω καὶ ἀθροίζω

### β 1

Β · ταχεῖς· ὄνομα. ἄθροος δὲ διαφέρει τοῦ ἁθρόου· ἄθροος γὰρ προπαροξυτόνως σημαίνει τὸν αἰφνίδιον, παροξυτόνως δὲ τὸ συνηθροισμένον, καὶ Ὅμηρος Β ἡμεῖς δ’ ἁθρόοι ὧδε“ ἀντὶ τοῦ συνηθροισμένοι. τὸ ἀθροιστικὸν α δασύνεται

### α 262

Ἄθροος · παρὰ τὸ στέρησιν ἔχειν τοῦ θροῦ. ἀθρῶ, τὸ βλέπω· καὶ ἀθρείω, τὸ ἐπιθυμῶ ἰδεῖν· καὶ ἀθρείοντεσ“, ἰδεῖν ἐπιθυμοῦντες. ἐξ οὗ καὶ ἀναθρούσησ“ καὶ εἰσαθρούσησ“ ζημίαν. οὕτως Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ

### α 263

Ἀθύρων · ὁ μὴ θύραν τῇ γλώσσῃ τιθέμενος· ἐξ οὗ καὶ ἄθυρμα, τὸ παίγνιον

### α 264

Ἀθῷος · καθαρός· παρὰ τὸ θῶ ῥῆμα, ὃ σημαίνει τὸ ζημιῶ καὶ καταβάλλω, γίνεται θωή· καὶ ὡς φῶ φωή καὶ ζῶ ζωή, οὕτως καὶ παρὰ τὸ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, γίνεται θωή, ἡ ζημία· ὁ γὰρ ζημιούμενος καταβάλλει. καὶ ἐξ αὐτοῦ γίνεται θῶος καὶ μετὰ τοῦ στερητικοῦ α ἀθῷος, ὁ ἀζήμιος· καὶ ὤφειλε προπαροξύνεσθαι κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν καὶ η θηλυκῶν διὰ τοῦ ω ος γινόμενα ὀνόματα ἅπαντα προπαροξύ νεται, οἷον κεφαλή ἀκέφαλος, ὥρα ἄωρος, φωνή ἄφωνος. ἀλλ’ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ὀνόματα ὑπὲρ δύο συλλαβὰς τῇ ῳ παραληγόμενα προπερισπῶνται, χωρὶς τοῦ κολῳός, ὃ σημαίνει τὸν θόρυβον· Κῷος, Μινῷος, πατρῷος, μητρῷος. τούτοις συνεξηκολούθησε καὶ τὸ ἡρῷος· ἔχει δὲ τὸ ι ἐκ παραδόσεως

### α 265

Ἄϊος · ὄνομα παρὰ τῷ Στησιχόρῳ . Ἀΐτης καὶ Ἀΐτιος ὀνόματα

### α 266

Ἀθύρματα · παίγνια ἢ κόσμια

### α 267

Ἀνθρήνη · μετὰ τοῦ ν ἐστὶν εἶδος μελι σσίου· ἀ θρήνη δίχα τοῦ ν ἐστὶν εἶδος ἰχθύος, ὃ καὶ ἀφύη λέγεται

### α 268

Ἀθηρηλοιγόν · τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσι καὶ διαλέγουσι· καὶ ἔστιν ἀθερολόγον, τὸ τοὺς ἀθέρας διαλέγον

### θ 1

θωή · παρὰ τὸ θεῖναι· λέγουσιν γάρ αὐτοῖς ἐπέθηκε ζημίαν“. οὕτως Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ

### α 269

Αἴ Β · ἐπίρρημα εὐχῆς σημαντικόν· τοῦτο ἐκ τοῦ εἴ τοῦ σημαίνοντος τὸ εἴθε τροπῇ τοῦ ε εἰς α καὶ ἀπομένει τὸ ι καὶ γίνεται αἴ

### α 270

Αἶα · εἰς τὸ Αἰγιαλός

### α 271

Αἴαψ · ματαίως

### α 272

Αἰγανέη · τὸ ἀκόντιον· παρὰ τὸ αἰγὸς ἱμάντα ἔχειν ἐν τῷ μέσῳ, ὃν οἱ κρατοῦντες ῥίπτουσιν

### α 273

Αἰγανέη · τὸ κοντάριον· παρὰ τὸ ἄγαν ἵεσθαι, πλεονασμῷ τοῦ ι

### α 274

Αἰγιαλός · διὰ τὸ ἐγγίζειν τῇ ἁλί

### α 275

Αἴγισθος · παρὰ τὸ θῶ, τὸ θηλάζω· Ω γυναῖκά τε θήσατο μασθόν“

### α 276

Αἰάζειν · τὸ θρηνεῖν· παρὰ τὸ αἶ σχετλιαστικὸν ἐπίρρημα

### α 277

Αἰγίς · ὅπλον Διὸς καὶ Ἀθηνᾶς τι κροσσωτὸν ἐξ αἰγὸς δέρματος γεγονός. αἰγὶς καὶ ἡ θάλασσα εἴρηται

### α 278

Αἰγίς · οὐχ, ὥς τινες, ἀπὸ τῆς Ἀμαλθείας αἰγός, ἀλλ’ ἀπὸ τοῦ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην

### α 279

Αἶ · σχετλιαστικὸν ἐπίρρημα· ἀπὸ τοῦ εἴ τοῦ σημαίνοντος τὸ εἴθε· οἱ γὰρ Δωριεῖς τὴν ει εἰς αι τρέπουσιν κατὰ διάλεκτον

### α 280

Αἴγειρος Δ · εἶδος δένδρων ἐν βοτανώδεσι τόποις φυόμενον· ὠνομάσθησαν δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως. Δ ἕλεοσ“ ἕλους καὶ ἕλεις· ἕλος δὲ καλεῖται ὁμαλὸς τόπος καὶ κάθυδρος

### α 281

Αἴγειος Γ · ἐκ τοῦ αἴξ αἰγός αἴγειος· τοῦτο γὰρ παρὰ τὸ ἀΐσσω, ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω ἀΐξ καὶ αἴξ. τὸ γει δίφθογγον. διὰ τί; τὰ διὰ τοῦ ειος ὀνόματα σημαίνοντα μέρος σωματικὸν διὰ τῆς ει διφθόγγου γράφεται. Δωρικῶς Αἰγαῖος· οἱ γὰρ Δωριεῖς τὴν ει δίφθογγον αι λέγουσιν, τὸ γὰρ κύπειρον κύπαιρον λέγουσι καὶ τὸ αἴγειον Αἰγαῖον πέλαγοσ“

### α 282

Αἴγειρος · διὰ τὸ ἐκ τῆς ἔρας ἀΐσσειν καὶ κινεῖσθαι. ἢ παρὰ τὸ κατάγνυσθαι ὑπὸ τῶν ἀνέμων. ἢ ἀπὸ τοῦ ἀΐσσω αἴγειρος κατὰ κρᾶσιν. ἢ παρὰ τὸ εἰς ὕψος αἴρεσθαι· ὀξέως γὰρ λέγουσιν αὔξεσθαι τὸ φυτόν

### α 283

Αἰγείοχος · ὁ Ζεύς

### α 284

Αἰγιαλός · ἐτυμολογεῖται παρὰ τὸ τὴν αἶαν γείτονα εἶναι τῆς ἁλός· ἐξ αὐτοῦ γράφεται διὰ τῆς αι διφθόγγου. ἐκ τοῦ αἶα, ὃ σημαίνει τὴν γῆν· τοῦτο ἐκ τοῦ γαῖα ἀποβολῇ τοῦ γ. ἢ ὁ ἐγγὺς τῆς ἁλός, ἤγουν τῆς θαλάσσης. ἢ παρὰ τὸ τὴν ἅλα ἐκεῖ κλᾶσθαι. ἢ παρὰ τὸ κατάγνυσθαι ἐν αὐτῇ τὰ κύματα, ἤτοι κλᾶσθαι, ὡς Ἀπολλόδωρός φησιν· ἄξαι γὰρ τὸ κλάσαι λέγεται. αἰγιαλός ἐστι μέχρις οὗ τὸ μέγιστον τῆς θαλάσσης ἐκτρέχει ῥῆμα ἤγουν κῦμα

### α 285

Αἰγίλιψ · αἰγίλιπος· ἡ ὑψηλὴ πέτρα, παρὰ τὸ ἀπολείπεσθαι καὶ τὰς αἶγας ἐξ αὐτῆς διὰ τὸ ὕψος

### α 286

Αἰγίλιψ · πέτρα ὑψηλή· παρὰ τὸν λείψω μέλλοντα λείψ, καὶ ἀποβολῇ τοῦ ε λίψ διὰ τοῦ ι · σύνθετον αἰγίλιψ, ἧς ἀπολείπεται καὶ αἲξ καὶ ἀναβῆναι οὐ δύναται. Ὁμήρου

### α 287

Αἰγιόχοιο Β · αἰγίδα ἔχοντος. αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαὶ. γίνεται παρὰ τὸ ὀχή, ὃ σημαίνει τὴν τροφήν, καὶ τὸ αἴξ αἰγός· λέγεται γὰρ αὐτὸν τεθηλακέναι Ἀμάλθειαν τὴν αἶγα. οἱ δέ, ὅτι σκεπαστήριον αὐτῷ αἰγὶς ἦν ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα. οἱ δέ, ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ αἰγὶς ὁ ἄνεμος. οἱ δέ, ἀπὸ τοῦ Αἶγα πρώτην γῆμαι τὴν τοῦ Πανὸς θυγατέρα. ἐκ τοῦ ὀχή δὲ γίνεται καὶ εὐωχία, ἡ καλῶς τρέφουσα, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω

### α 288

Αἴγλη · παρὰ τὸ αἴθειν, ὅ ἐστι καίειν

### α 289

Αἰγλῆντα · ὄνομα θηλυκόν, καὶ κλίνεται ἡ αἰγλῆντα τῆς αἰγλήντας· γέγονε δὲ ἀπὸ τοῦ αἴγλη αἰγλήεις αἰγλήεντος καὶ ἡ αἰτιατικὴ αἰγλήεντα καὶ κατὰ κρᾶσιν αἰγλῆντα, καὶ μετάγεται ἡ αἰτιατικὴ εἰς εὐθεῖαν

### α 290

Αἰγόκερως · ὁ ἀστήρ· παρὰ τὸ ἄστρον· καὶ ζῶον αἰγιδίου κέρατα ἔχον

### α 291

Αἰγοπόλος · καὶ κατὰ συγκοπὴν αἰπόλος, ὁ αἰγοβοσκός

### α 292

Αἰγοπόλος · εἰς τὸ Ὀνειροπόλος

### α 293

Αἴγαγρος · αἲξ ἄγριος

### α 294

Αἴγυπτος · διὰ τὸ ἐγγύποτος, ὡς ἐγγίζουσα τῷ ποτῷ ἢ τῷ ποταμῷ. ἢ παρὰ τὸ αἴθω, τὸ καίω· ἐπειδὴ οἱ ἐν τῇ Αἰγύπτῳ ὑπάρχοντες κεκαυμένοι εἰσὶν ἐκ τῆς σφοδρᾶς τοῦ ἡλίου φορᾶς. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ αἶγας πίονας ἔχειν. Αἴγυπτος δὲ σημαίνει τρία· ἐπὶ μὲν τῆς χώρας, ξ Αἴγυπτον δέ με θυμὸς ἀνώγει ναυτίλλεσθαι“· ἐπὶ δὲ τοῦ ποταμοῦ, ὃν ᾖδον Ἡσίοδος καὶ οἱ λοιποὶ ποιηταί, ξ στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσασ“· σημαίνει δὲ καὶ παρὰ τῷ θεολόγῳ τὴν ἁμαρτίαν, ὡς τὸ σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον“ καὶ πάλιν Αἴγυπτος σκότει κολάζεται“. κέκληται δὲ Αἴγυπτος ἀπὸ Αἰγύπτου τινὸς βασιλεύσαντος ἐν αὐτῇ

### α 295

Αἴγυπτος · παρὰ τὸ ἄγαν πιαίνειν καὶ εὐτραφῆ εἶναι· οἱονεὶ λιπαράν

### α 296

Αἰγύπτιος · ἐγγὺς πύκτιος· ὅτε γὰρ ἐγγίσῃ φίλῳ, πυκτεύει, εἴ ποτε αὐτοῦ συλήσει τὴν ὕπαρξιν· ἀκατάφραστος δὲ ὢν ἐν ταύτῃ αὐτοῦ τῇ χαλεπῇ πονηρίᾳ κρατούμενος καὶ ἐλεγχόμενος οὐκ ἀνιέμενος, τιμωρίαις ἕτοιμος, πολυβάστακτος, λόγῳ ἄπιστος, ὅρκῳ παντεπίορκος, μὴ ἐνδιδοὺς τὸ κλέμμα μέχρι τοῦ θανεῖν τὸ σῶμα. συμμεμιγμένοι δέ εἰσι βαρβάροις, ἐξ ὧν καὶ τὴν αὐτῶν πολιτείαν εἰσοικισμένην ἔχουσιν

### α 297

Αἰγείοχος· παρὰ τὸ αἰγίς, ὅ ἐστιν ἱμάτιον Διὸς ἐξ αἰγείας

### α 298

Αἰδεῖσθαι Α · ἐντρέπεσθαι· πρώτης συζυγίας τῶν περισπωμένων· ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. τὸ θέμα αἰδῶ αἰδήσω, ἐξ οὗ καὶ αἰδήμων· τοῦτο παρὰ τὸ αἰδώς· τοῦτο παρὰ τὸ εἴδω, τὸ βλέπω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀειδώς καὶ αἰδώς· οἱ γὰρ ἐντρεπόμενοι συστέλλουσι τὰ ὄμματα

### α 299

Ἀείδελον · τὸ ἀεὶ δῆλον· Ἄρατος τοῦ δὲ τέρας περίσημον ἀείδελον ἐστήρικται“. καὶ ἔστι παρὰ τὸ εἴδω εἴδελος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀείδελος καὶ ἀείδελον. Ὁμήρου

### α 300

Ἀΐδηλον Ἄρηα θ · τὸν ἀφανιστικόν· παρὰ τὸ ἀϊδνόν, τὸ ἀφανιστικόν, ἀϊδνόδηλον καὶ κατὰ συγκοπὴν ἀΐδηλον· καὶ ἔγκειται τὸ δηλεῖν, ὅ ἐστι βλάπτειν, ἔνθεν καὶ τὸ Ω δηλήμονεσ“ καὶ Δ δηλήσασθαι“

### α 301

Ἀΐδηλον Β · ἐκ τοῦ εἴδω, τὸ βλέπω· καὶ ὥσπερ ἀπὸ τοῦ στίλβω γέγονε στιλπνός, οὕτως καὶ παρὰ τὸ εἴδω γέγονε ἀϊδνόν διὰ τοῦ ι καὶ μετὰ τοῦ στερητικοῦ α · πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων. καὶ μετὰ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν, γίνεται ἀϊδνόδηλον καὶ συγκοπῇ ἀΐδηλον

### α 302

Ἀΐδιος · διὰ τοῦ ι · παρὰ τὸ ἵζω γέγονεν ἵζιος καὶ ἀΐδιος

### α 303

Ἄϊκες · αἱ πνοαί· διὰ τοῦ ι · παρὰ τὸ ἀΐσσω ἐξ οὗ καὶ κορυθάϊξ καὶ κορυθάϊκος καὶ τὸ πολυάϊξ τὸ ἀμφισβητούμενος

### α 304

Ἀΐδηλον Ἄρηα θ · παρὰ τὸ δηλεῖν, ὅ ἐστι βλάπτειν, ἐξ οὗ καὶ τὸ Ω δηλήμονεσ“ καὶ Δ δηλήσασθαι“

### α 305

Ἀΐδιος · παρὰ τὸ εἴδω, τὸ βλέπω· ἢ παρὰ τὸ εἴδω, τὸ φαίνω, ὁ πάντοτε φαινόμενος καὶ ζῶν. κατὰ ἀντίφρασιν ὁ ἀθεώρητος καὶ αἰώνιος

### α 306

Ἄϊδος Γ · εἰς Ἅιδου· ἐκ τῆς Ἄϊς εὐθείας, ἢ ἐκ τῆς Ἅιδου γενικῆς κατὰ μετάπλασιν καὶ διαίρεσιν. Ὁμήρου

### α 307

Ἄϊδι Α · οἱ μέν φασιν· παρὰ τὸ εἴδω, τὸ βλέπω, ὁ μέλλων εἴσω, ὄνομα ῥηματικὸν ἴς διὰ τοῦ ι · πολλὰ γάρ εἰσιν ὀνόματα· καὶ μετὰ τοῦ στερητικοῦ α Ἄϊς, ἐν ᾧ οὐδέν ἐστιν ὁρᾶν, καὶ ἡ γενικὴ Ἄϊδος καὶ Ὅμηρος Γ δῦναι δόμον Ἄϊδος εἴσω“, καὶ ἡ δοτικὴ Ἄϊδι. οἱ δέ φασι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ Ἀΐδης Ἀΐδου Ἀΐδῃ καὶ Ἄϊδι

### α 308

Ἄϊδι · ἐκ τοῦ εἴδω, τὸ θεωρῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδω, ἀείσω, ἀποβολῇ τοῦ ω Ἄϊς συστολῇ τῆς ε ι . κλίνεται δὲ Ἄϊς Ἄϊδος Ἄϊδι

### α 309

Αἰδοῖα · διότι αἰδούμεθα ἀλλήλοις ταῦτα δεικνύοντες

### α 310

Αἰδοίη · ἡ ἀπὸ τῶν αἰδοίων

### α 311

Αἰδοῖα · παρὰ γὰρ τὸ αἰδώς· τὰ ὀρχίδια. αἰδοῖα παρὰ τὴν αἰδῶ· καὶ γὰρ γυμνῶσαι καὶ ὀνομάσαι ταῦτα αἰδούμεθα. ἢ ἀπὸ τοῦ ἀνοιδαίνειν ἐπὶ συνουσίᾳ ὀργῶντα· ἔστιν οὖν οἷον οἰδοῖά τινα ὄντα, καὶ τροπῇ τοῦ ο εἰς α αἰδοῖα παρὰ τὸ ἐντρέπεσθαι

### α 312

Αἰδοῖος Γ · ὄνομα παράγωγον· ποίου εἴδους τῶν παραγώγων; κτητικοῦ. πόσοι τύποι τῶν κτητικῶν; δύο· ὅ τε εἰς κος καὶ ὁ εἰς ος καθαρόν, ὡς τὸ ἀνθρώπειος ἄρνειος Ἀριστάρχειος Πλατωνικός Δημοσθενικός. πόσας καταλήξεις ἐπιδέχεται τὰ εἰς ος κτητικὰ καὶ πόσας παραλήξεις; καταλήξεις μὲν δύο· εἰσὶ δὲ αὐτῶν παραλήξεις δὲ ὀκτώ, τοῦ εἰς κος δ καὶ τοῦ εἰς ος καθαρὸν δ. καὶ τοῦ μὲν εἰς κος εἰσὶ ταῦτα· ἢ γὰρ τῷ ι παραλήγεται, ὡς τὸ Ἑλληνικός Ῥωμαϊκός· ἢ τῷ α ὡς τὸ Ῥοδιακός· ἢ τῷ υ ὡς τὸ Λιβυκός θηλυκός ἁλυκός καὶ πλεονασμῷ τοῦ ρ ἀλυκρός· ἢ τῇ ει διφθόγγῳ, ὡς τὸ Κεραμεικός δαρεικός. τοῦ δὲ εἰς ος καθαρόν· ἢ τῇ ει διφθόγγῳ, ὡς τὸ Ἑκτόρειος Ὁμήρειος· ἢ τῇ αι διφθόγγῳ, ὡς τὸ ταλαντιαῖος· ἢ τῇ οι διφθόγγῳ, ὡς τὸ παντοῖος ἀλλοῖος, οὕτως καὶ αἰδοῖος καὶ ἠοῖος, Θ πρωῒ δ’ ὑπηοῖοι“· ἢ τῇ ῳ διφθόγγῳ, ὡς τὸ πατρῷος ἡρῷος. ὅθεν τὸ αἰδοῖος ἐκ τοῦ αἰδῷος κτητικοῦ γέγονε κατὰ τροπὴν Αἰολικὴν τῆς ῳ διφθόγγου εἰς οι. καὶ τίνα εἰσὶ τὰ ὄντα καὶ τύπῳ καὶ σημαινομένῳ κτητικά; τίνα δὲ τὰ τύπῳ μὲν κτητικά, σημαινομένῳ δὲ οὐκέτι; ἐκεῖνά εἰσι τῷ τύπῳ καὶ σημαινομένῳ κτητικά, ὅσα εἰς τὴν γενικὴν τοῦ πρωτοτύπου ἀναλύονται, οἷον γραμματικὸς λόγος, ὁ τοῦ γραμματικοῦ, Ἀριστάρχειος βίβλος, ἡ τοῦ Ἀριστάρχου· ὅσα δὲ οὐκ ἀναλύονται εἰς τὴν τοῦ πρωτοτύπου γενικήν, ταῦτα τῷ μὲν τύπῳ εἰσὶ κτητικά, καθότι τὰ εἰς κος κτητικά, καὶ τῷ ι παραλήγεται, τῷ δὲ σημαινομένῳ οὔκ εἰσι κτητικά· ὀφθαλμικὸν γὰρ ἰατρὸν οὐ τὸν τοῦ ὀφθαλμοῦ λέγομεν, ἀλλὰ τὸν τὸν ὀφθαλμὸν ἰατρεύοντα· ὁμοίως δὲ καὶ ἡπατικὸν ἄρρωστον οὐ τὸν τοῦ ἥπατος λέγομεν, ἀλλὰ τὸν τὸ ἧπαρ ἀλγοῦντα. εἴδη δὲ τοῦ κτητικοῦ τρία· οἰκειωτικόν, συνεκφαντικόν, μετουσιαστικόν. καὶ οἰκειωτικὸν μέν ἐστι τὸ οἰκείωσιν ἔχον πρὸς τόπον, οἷον οὐράνιος θαλάσσιος ἐπίγειος Κύπριος Ῥόδιος· συνεκφαντικὸν δέ ἐστιν τὸ συνεκφαῖνόν τι μεθ’ ἑαυτοῦ, οἷον γραμματικός ἀστρονομικός · μετουσια στικὸν δέ ἐστι τὸ μετέχον οὐσίας τιν ός, οἷον κέδρινος δερμάτινος χάλ κειος χρύσειος

### ω 1

ῶ Β · ὄνομα θηλυκὸν πτώσεως αἰτιατικῆς· σημαίνει δὲ τὴν ἐντροπήν. αἰδὼς καὶ αἰσχύνη διαφέρει· αἰδὼσ ἡ ἐντροπή, ὡς τὸ αἰ δεῖταί τις τὸν πατέρα σεβασ μίως πρὸς αὐτὸν διακείμενος· αἰσχύνεταί τισ ἐφ’ οἷς κατὰ συνήθειαν ἁμαρτάνει, ὡς αἰ σχύνεταί τις μεθυσκόμενοσ

### α 313

αἰσχύνη διαφέρει· αἰδὼς μ ὲν ἐντροπὴ πρὸς ἕκαστον ὅν τις σεβασμίως ἔχει· αἰσχύνη δὲ ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δέ τις μεθύσκεσθαι. φησὶ γὰρ Ἀριστόξενος ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικ ίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸσ εὐδοξίαν· ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτως διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέ βεσθαι καὶ τιμᾶν τὰς προειρημένας ὑπερο χάς· ἡ δὲ αἰσχύνη πρῶτον μὲν πρὸς π άν τ α ἄνθρωπον ἔπει τα ἐπὶ τοῖς νομιζομέ νοις αἰσχροῖς. εἰς τὸ Ἀναιδής καὶ εἰς τὸ Φό βοσ

### α 314

Αἰεί Β · τὰ εἰς ει λήγοντα ἐπιρρήματα, εἰ μὲν καθαρεύει ἢ διπλῷ παραλήγεται, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον αὐτοβοεί, ἀντὶ τοῦ παραχρῆμα, αὐτοθεεί αὐτολεξεί αὐτοψεί· τὰ δὲ εἰς ει δισύλλαβα ὀξυνόμενά εἰσι· σεσημείωται τὸ ἄγρει καὶ τὸ ἐκεῖ, ὅπερ ἐστὶν ἐξ ἀποκοπῆς. Ὁμήρου

### α 315

Αἰέν Β · σημαίνει τὸ διηνεκῶς· ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν, ποιητικὸν δέ ἐστι· γίνεται ἀεί αἰέν. τριχῶς οἶδεν ὁ ποιητὴς τοῦτο· αἰέν, αἰεί, ἀεί

### α 316

Αἰζηός Γ · τὸ ζη ἦτα ἐκ τῆς ἐτυμολογίας· παρὰ τὸ αἰεί γίνεται καὶ τὸ ζέω γίνεται αἰζεός καὶ κατ’ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηόσ, ὁ ἀεὶ ζέων καὶ ἀκμάζων πρὸς τὴν ἡλικίαν. ἢ παρὰ τὸ αἷμα ζωτικὸν μᾶλλον ἔχειν

### α 317

Αἴης Β · γῆς· παρὰ τὸ αὔω, τὸ ξηραίνω, αὔη καὶ τροπῇ τοῦ υ εἰς ι γίνεται αἴη

### α 318

Αἴητον · εἰς τὸ Ἀμνίον

### α 319

Αἰθάλη · εἰς τὸ Λιγνυῶδες

### α 320

Αἴθε · εἰς τὸ Εἴθε

### α 321

Αἴθειν · εἰς τὸ Θεός καὶ Αἴθω

### α 322

Αἰθήρ · παρὰ τὸ αἴθεσθαι· πυρώδης γάρ

### α 323

Αἴθουσα · ἡ στοά· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καίεσθαι, αὐτὴν ὑπὸ τοῦ ἡλίου

### α 324

Αἴθω · εἰς τὸ Αἴγυπτος καὶ Αἷμα καὶ Αἴτνη καὶ Ἄστρον. Ὁμήρου

### α 325

Αἴ κεν Β · ὁ εἴ σύνδεσμος συναπτικός, καὶ τροπῇ τοῦ ε εἰς α αἴ· οἱ γὰρ Δωριεῖς τὸ ε εἰς α τρέπουσιν τὸ γὰρ Ἄρτεμις Ἄρταμις λέγουσιν. οὕτως καὶ τοῦτο πλεονασμῷ τοῦ ν αἴ κεν. Ὁμήρου

### α 326

Αἴ κέν πως Β · ἐκ τοῦ εἴ κεν αἴ κεν· ἡ ει δίφθογγος εἰς τὴν αι τρέπεται, ὡς ἀνώγειον καὶ ἀνώγαιον, κατώγειον καὶ κατώγαιον. τὸ δὲ πώς ἐπίρρημα ἀόριστον

### α 327

Αἰκίζω · οἱ μέν, ἀπὸ τοῦ ἀεικής, ὃ σημαίνει τὸν σκληρὸν καὶ ἀπότομον, γίνεται ἐκ τοῦ ἀει κίζω καὶ γράφεται τὸ ει δίφθογγον· ἐκλείψει οὖν τοῦ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον αἰκίζω · Ὅμηρος Τ αἰκίσσωσι δὲ νεκρόν“. οἱ δέ, ἀεικὴς ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, μετὰ τοῦ α στερητικοῦ, ὁ μὴ εἴκων τινί

### α 328

Αἴλουρος · παρὰ τὸ αἰόλλειν τὴν οὐράν, ὅ ἐστι κινεῖν καὶ ἀνάγειν. καὶ εἰς τὸ Αἰολόπωλος καὶ Κορυθαίολος

### α 329

Αἷμα · δύο πάθη ἀνεδέξατο, ἔνδειαν καὶ μ ετάθεσιν τοῦ πνεύματος. ἔνδειαν μέν, καθόλου γὰρ ἡ τρίτη συζυγία ἐ ν τοῖς ῥηματικοῖς ὀνόμασι τὸ ς γεννᾷ· πείθω πεῖσμα, κλώθω κλῶσμα, ᾄ δω ᾆσμα· οὕτως οὖν ἔδει καὶ παρὰ τὸ αἴθω αἶσμα. μετάθεσιν δὲ τοῦ πνεύματος· ἡ γὰρ αι δίφ θογγος πρὸ μὲν ἄλλου συμφώνου ψιλοῦται, πρὸ δὲ τοῦ μ δασύνεται

### α 330

Αἷμα · παρὰ τὸ ἅμμα καὶ σύνδεσμόν τι εἶναι τοῦ ὅλου σώματος· καὶ ὁ Ἐμπεδοκλῆς αἷμα γὰρ ἀνθρώ ποισι περικάρδιόν ἐστι νόημα“

### α 331

Αἱμασιά ς · τὸ ἐκ χαλίκων ᾠκοδομ ημένον τειχίον· κυρίως δὲ αἱμασιὰ λέγεται φραγ μὸς ἠκανθωμένος. γίνεται δὲ παρὰ τὸ αἱ μάττεσθαι τοὺς δι’ αὐτοῦ διερχομένους. τὸ δὲ αἱμάττω συντάσσεται πτώσει αἰτιατικ ῇ

### α 332

Αἱματόεσσα Β · ὁ κανών · πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς σα καὶ τ ὴν π αραλήγουσαν θέσει μακρὰν ποιοῦσα τὸ θηλυκὸν ποιεῖ. τὸ ἀρσενικὸν ὁ αἱματόεις· τὸ το μικρόν. τὰ εἰς εις πόσασ παραλήξεις ἐπιδέχονται; γ· τὰ γὰρ εἰς εις ὀνόματα μετουσιαστικά, ἃ πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς συλλαβῇ, βαρύνεται καὶ ἢ τῷ η παραλήγεται ἢ τῷ ο σπανίως δὲ τῷ ω ὅτε ἐν ἐκτά σει ἐστίν, οἷον τὸ εὐρώεις κηώεις ἐρώεις· καὶ τῷ μὲν ο οἷον αἱματόεις τιμιόεις σκιόεις, Α οὔρεα τε σκιόεντα“· τῷ δὲ η οἷον φθογγήεις τιμήεις τελήεις. ὅθεν τὸ χαρίεις ἀπὸ τοῦ χάρις χάριτος γέγονεν χαριτόεις καὶ ἐν συγκοπῇ χαρίεις. τὸ δὲ ἀμφιγυήεις καὶ θυήεις καὶ τὰ ὅμοια κατὰ τροπὴν ἐγένοντο τοῦ ο εἰς η · ἔστι γύον καὶ σημαίνει τὸ μέλος, ἐξ αὐτοῦ γυόεις καὶ τροπῇ τοῦ ο εἰς η γυήεις καὶ ἀμφιγυήεις· καὶ ἔστι θύον καὶ σημαίνει μυρεψικὸν ἄνθος ἢ βοτάνην, καὶ γίνεται ἐξ αὐτοῦ θυόεις καὶ τροπῇ τοῦ ο εἰς η θυήεις, Θ βωμός τε θυήεισ“. τὸ δὲ αἱματόεις ἐστὶ μετουσιαστικόν· μετέχει γάρ. ταῦτα δὲ τὰ εἰς εις ἅπαντα μετουσιαστικά εἰσι. καὶ ἔστι καὶ ἰόεις· τοῦτο, εἰ γράφεται διὰ τοῦ ι ἔστιν ὁ μετέχων τοῦ ἰοῦ· εἰ δὲ γράφεται διὰ τοῦ η γίνεται ἀπὸ τοῦ ᾐών, ὃ σημαίνει τὸν αἰγιαλόν, ἡ γενικὴ ᾐόνος, ἐξ αὐτοῦ ᾐονόεις καὶ συγκοπῇ ᾐόεις. ἔστι δὲ καὶ κοτήεις διὰ το ῦ η · γίνεται ἐκ τοῦ κότος, ἐξ αὐτοῦ κοτόεις καὶ κοτήεις

### μ 1

μωδεῖν · σημαίνει τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ, ὡς καὶ αἱμάσσεσθαι· παρὰ τὸ αἷμα. Ὅμηρος

### α 333

α · ἔμπειρος, συνετός, κολακευτικός· παρὰ τὸ δαίω, τὸ μανθάνω, δαίμων ἀποβολῇ τοῦ δ αἵμων· Ε αἵμονα θήρησ“, τουτέστιν εἰδήμονα. ὑπο κορ ιστικὸν τοῦ αἵμων αἱμύλος, οὗ κτητικὸν αἱμύλιος· Ἡσίοδος αἱμυλίοισι λόγοισιν“, ὅ ἐστι κολακευτικοῖς. ἢ παρὰ τὸ δαῆναι δαίμων καὶ ἀπο βολῇ τοῦ δ αἵμων· τούτου τὸ ὑποκοριστικὸν αἱμύλος, ὅ ἐστιν ἔμπειρος. πρὸς τὴν Ἀρ έθουσαν κρήνην ἐν Ἰθάκῃ καὶ ἐν Σικελίᾳ

### α 334

Αἵμων · παρὰ τὸ δαίω, τὸ διδάσκω, δα ίμων καὶ αἵ μ ων. καὶ εἰς τὸ Ἄπολλον καὶ Λακεδα ίμων

### α 335

Αἴνιγμα · ἡ παραβολὴ καὶ ὁ σκοτεινὸς λόγος· ἐκ τοῦ αἰνί σσω, τὸ ἐν παραβολαῖσ λέγω. τὸ αι δίφθογγον. ἐκ τοῦ αἰνός, ὃ σημαίνει τὸν δεινὸν καὶ φοβερόν· τοῦ το ἐκ τοῦ δει νός αἰνόσ · οἱ γὰρ Ἴωνες ἡνίκα ὕφεσιν ποιήσωνται τοῦ συμφώνου, τότε καὶ τὸ παραλῆγον φωνῆεν τρέπουσιν εἰς α οἷον δεινός αἰνός, μέχρις ἄχρις. εἰ δὲ σημαίνει τὸ ἐπιπλή σσω, τὸ ε ψιλόν

### α 336

Αἰνίσσω · εἰς τὸ Ἠινιξάμην

### α 337

Αἶνος · παρὰ τὸ ἰαίνειν καὶ χαίνειν ἴαινος καὶ ἀποβολῇ τοῦ ι αἶνος. Ἐρεννίου

### π 1

παροιμία διαφέρει· ὁ μὲν γὰρ αἶνός ἐστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ἤγουν ἐξηπλωμ ένη παροιμία· παροιμία δὲ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρ ο ν ἀν α φορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν, οἷον μένε βοῦς π ο τε β οτάνην “. Ὁμήρου

### α 338

Αἴνυτο · ἔστι ῥῆμα κτῶ καὶ σημαίνει τὸ φονεύω· καὶ ὥσπερ παρὰ τὸ βῶ βαίνω, οὕτως καὶ παρὰ τὸ κτῶ κταίνω, καὶ ἀποβολῇ τοῦ τ καίνω, τὸ κόπτω· καὶ ἐξ αὐτοῦ αἴνω καὶ κατὰ παραγωγὴν αἰνύω, καὶ αἴνυμι παράγωγον ῥῆμα εἰς μι τὸ παθητικὸν αἴνυμαι, ὁ παρατατικὸς αἰνύμην καὶ ἐξ αὐτοῦ αἴνυτο

### α 339

Αἴξ Α · ὄνομα ἀρσενικόν· παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἄϊξ· πέπονθε δὲ τὸ ὄνομα καὶ γέγονεν αἴξ. οὕτως καὶ τὸ Θρ ᾷ ξ. οὐδὲν εἰς ξ περισπᾶται· τὸ τοίνυν αἴξ ὀξύνεται. τὸ δὲ Θρᾷξ περισπᾶται καὶ τὸ Ταῦξ καὶ τὸ γλαῦξ. πάντων δὲ τῶν εἰς ξ ληγόντων ὀνομάτων τοῦτο μόνον διὰ τοῦ γ κλίνεται

### α 340

Αἴξ · αἰγός, αἰγῶν. ὁ κανών· πᾶσα εὐθεῖα ἔχουσα τὸ σύμφωνον τοῦ μέλλοντος ὀφείλει ἔχειν ἐν τῇ γενικῇ τὸ σύμφωνον τοῦ παρακειμένου ἢ τοῦ μέσου παρακειμένου

### α 341

Αἴξ · παρὰ τὸ ἀΐσσω· ὁρμητικὸν γὰρ τὸ ζῶον

### α 342

Αἴξ · αἰγός· ὁ κανών· τὰ εἰς ξ μονοσύλλαβα ἔχοντα πρὸ τοῦ ξ δίφθογγον ἀρχόμενα ἀπὸ συμφώνου διὰ τ οῦ κ κλίνονται, οἷον γλαῦξ γλαυκός, Θρᾷξ Θρᾳκός. τὸ δὲ αἴξ, ἐπειδὴ ἀπὸ φωνήεντος μόνον ἤρξατο, διὰ τοῦ γ κλίνεται

### α 343

Ἄϊξ · ἔστιν ἡ ὁρμή· ἀπὸ τοῦ ἀΐξω μέλλοντος· πᾶς γὰρ μέλλων ἀποβάλλων τὸ τελευταῖον ω ἀποτελεῖ ὄνομα, οἷον τρώσω Τρώς, θήσω θής. οὕτως καὶ ἀΐσσω ἀΐξω διὰ τοῦ ι καὶ κατὰ ἀποβολὴν τοῦ ω ἄ ϊξ

### α 344

Ἀΐξας Β · ἀΐσσω, ὁ παρατατικὸς ἤϊσσον· καὶ οὔτε χρονικῶς αὐτὸ ηὔξησεν οὔτε συλλ αβι κῶς, τὸ γὰρ ἀΐσσω πάντοτε ὁ ποιητὴς μακρὸν ἔχει

### α 345

Ἀΐξασα Β · τὸ α φύσει ἐστὶ μακρόν, τὸ δὲ ι θέσει

### α 346

Αἰξωνεύεσθαι · σημαίνει τὸ κατηγ ορεῖν· βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς

### α 347

Αἰόλλω · εἰς τὸ Αἴλ ουρος καὶ Ἀντίος καὶ Κορυθαίολος καὶ Αἰολόπωλος

### λ 1

λόπωλος · σημαίνει τὸν τ αχὺν καὶ εὐκίνητον ἵππον. προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ος δισύλλαβα προπερισπώμενα ἐν τῇ συ ν θέσει προπαροξύνεται, οἷον οἶκος ἄοικος, κοῦρος ἐπίκουρος· οὕτως καὶ πῶλος αἰολόπωλος· γίνεται ἐκ τοῦ αἰόλλω, ὃ σημαίνει τὸ ποικίλλω καὶ κινῶ, καὶ τοῦ πῶλοσ. τὸ πω μέγα· παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι πόαλλος καὶ πῶλος. ἐκ δὲ τοῦ αἰόλλω αἴλουρος, παρὰ τὸ αἰόλλειν τὴν οὐράν· δολερὸν γὰρ τὸ ζῶον

### ο 2

ον Β · ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ ἀναστρέφομαι, γίνεται αἰγοπόλιον καὶ συγκοπῇ αἰπόλιον, καὶ σημαίνει τὸ ποίμνιον. διαφέρει δὲ αἰπόλιον ποιμνίου· τὸ μὲν αἰπόλιον σημαίνει τὸ τῶν αἰγῶν πλῆθος, τὸ δὲ ποίμνιον τὸ πλῆθος τῶν προβάτων

### α 348

Αἰπόλος · ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ ἀναστρέφομαι, αἰγοπόλος, ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος, καὶ κατὰ συγκοπὴν αἰγοπόλος. καὶ διὰ τί οὐκ ἀναβιβάζει τὸν τόνον; ἐπειδὴ τὰ παρὰ τοῦ πολῶ μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον ὀνειροπόλος μυστιπόλος θυηπόλος μυροπόλος. πρόσκειται μὴ μετὰ προθέσεωσ“ διὰ τὸ ἀμφίπολος πρόπολος

### α 349

Αἰπόλος · παρὰ τὸ αἰγοπόλος, ἤγουν αἶγας βόσκων· ἢ ὁ περὶ τὰ αἴπη εἱλούμενος, ἅ εἰσιν ὄρη

### α 350

Αἰπύς · παρὰ τὸ αἶπος, τὸ ἀκρωτήριον

### α 351

Αἶρα · ἡ σφῦρα· παρὰ τὸ ῥαίω, τὸ φθείρω, ῥαῖα καὶ ἐν ὑπερθέσει αἶρα

### α 352

Αἶρα · παρὰ τὸ αἴρεσθαι ἐκ τοῦ σίτου καὶ διαχωρίζεσθαι· ἢ παρὰ τὸ φθείρω

### α 353

Αἱρεῖσθαι · εἰς τὸ Ἀποαιρεῖσθαι

### α 354

Αἱρείτω · ἐκ τοῦ αἱρῶ, τὸ καταβάλλω

### α 355

Αἱρετός · εἰς τὸ Ἡιρετίσατο καὶ Ἐξαιρέτως

### α 356

Αἱρήσειν · πορθήσειν· ἀπὸ τοῦ ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον αἱρῶ, ὁ μέλλων αἱρήσω, τὸ ἀπαρέμφατον αἱρήσειν· συντάσσεται πτώσει αἰτιατικῇ. σημαίνει καὶ τὸ προκρίνω, ἐξ οὗ καὶ τὸ προαιροῦμαι· πτώσει αἰτιατικῇ συντάσσεται. σημαίνει καὶ τὸ χωρίζω, ἐξ οὗ καὶ τὸ διαιρῶ· συντάσσεται δὲ πτώσσει γενικῇ. καὶ αἱρῶ, τὸ καταλαμβάνω, μηδέ σε λήθη Αἱρείτω“. ταῦτα δὲ τὰ δ περισπῶνται. αἴρω δέ, τὸ κουφίζω, καὶ αἴρω, τὸ προσφέρω, ἐξ οὗ καὶ ἄρτος, βαρύνονται· τὸ κουφίζω συντάσσεται μετὰ αἰτιατικῆς, τὸ προσφέρω μετὰ δοτικῆς

### α 357

Ἄϊρος ς · εἰς τὸ Ἀΐσιος

### α 358

Αἰρόπινον · τὸ κόσκινον· πίνος, ὁ ῥύπος, καὶ πιναρόν, τὸ ῥυπαρόν· διὰ γὰρ τὸ αἴρειν τὸν ῥύπον καλεῖται αἰρόπινον

### α 359

Αἱρῶ · εἰς τὸ Αἱρήσειν

### α 360

Αἴρω · εἰς τὸ Ἀπαιωρημένος καὶ Τάφρος

### α 361

Ἄϊς · εἰς τὸ Ἄϊδι

### α 362

Αἴσιμος. παρὰ τὴν αἶσαν· ὡς σπορά σπόριμος, ἀλκή ἄλκιμος, αἶσα αἴσιμος. παρ’ Ὁμήρῳ Ρ πάντα κατ’ αἶσαν ἔειπεσ“

### α 363

Αἶσα · ἡ μοῖρα καὶ εἱμαρμένη. παρὰ τὸ δαίω, τὸ μερίζω, δαίσω δαῖσα, ὡς βήσω βῆσα καὶ βῆσσα καὶ πείσω πεῖσα, ἡ πεισμονή· καὶ ἀποβολῇ τοῦ δ αἶσα, ἡ ἑκάστῳ μεμερισμένη. ἢ παρὰ τὸ ἀεὶ ἴση· πᾶσι γὰρ ἴσως ἔπεισιν

### α 364

Αἴσιον · ἀγαθόν, δεξιόν, εἰρηνικόν, γνήσιον, συμφέρον

### α 365

Αἶσαν · μοῖραν βίου ἀεὶ οὖσαν. καὶ εἰς τὸ Αἰσιμία

### α 366

Αἶσαν · μοῖραν, τύχην· παρὰ τὸ ἄγαν ἴσην εἶναι καὶ μὴ μεταβάλλεσθαι· ἢ παρὰ τὸ δαίω, τὸ μερίζω

### α 367

Ἀΐσθων Π · αἰσθόμενος

### α 368

Αἴσθησις · ἡ νόησις· παρὰ τὸ αἰσθῶ· τοῦτο παρὰ τὸ ἀΐσθω, Π ὁ δ’ ἔβραχε θυμὸν ἀΐσθων“. τοῦτο παρὰ τὸ ἀΐω, ὃ σημαίνει τὸ πνέω καὶ τὸ ἀκούω, καὶ ἐπεκτάσει γίνεται ἀϊστός, ὡς ἀκούω ἀκουστός, καὶ ἀϊσθός, ὡς ὁρματός ὁρμαθός, ἀφ’ οὗ ῥῆμα ἀΐσθω, μετοχὴ ἀΐσθων

### α 369

Αἰσιμία · ἡ μαντεία ἢ τὸ καθῆκον· παρὰ τὴν αἶσαν, τὴν μοῖραν

### α 370

Ἄϊος · σημαίνει τὸν ἀκούοντα· γέγονε δὲ ἀπὸ τοῦ ἀΐων ἄϊος

### α 371

Αἴσθω · σημαίνει δύο, τό τε νοῶ, ὃ καὶ ψιλοῦται, τό τε χαίρομαι, ὃ καὶ δασύνεται, ἐξ οὗ καὶ τὸ ἥσθην σου τοῖς λόγοισ“ καὶ ὁ θεολόγος οὐχ ἵνα συνησθῶσιν, ἀλλ’ ἵνα ἐφησθῶσιν“

### α 372

Ἀΐσσω · εἰς τὸ Ἀγλαά καὶ Ἀετός καὶ Αἴγειος καὶ Ἄττειν

### α 373

Αἶστρον · εἰς τὸ Ἄστρον

### α 374

Ἄϊστος · ἄγνωστος· καὶ αἰστῶσαι καὶ αἰστωθῆναι· σύνθετον ἀπὸ τοῦ ἰστός· τοῦτο δὲ ἀπὸ τοῦ ἴσημι, Δωρικῶς ἴσαμι, ἴσαμαι καὶ ἴσταμαι ἴσταται καὶ ἐξ αὐτοῦ ἰστός· ὅθεν καὶ τὸ ἐπίσταμαι· μετὰ τοῦ στερητικοῦ α ἄϊστος

### α 375

Αἴσυλα · τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν τὰ ἁμαρτωλά· ἢ ἐστερημένα τῆς αἴσης, οὐ τῆς μοίρας, ἀλλὰ τοῦ καθήκοντος

### α 376

Αἴσυλος · ὁ ἄδικος καὶ ἁμαρτωλός· παρὰ τὸ συλῶ ἄσυλος καὶ πλεονασμῷ τοῦ ι αἴσυλος

### α 377

Αἰσυμνηστήρ · ὁ βασιλεύς· παρὰ τὸ αἰσυμνᾶν, ὅ ἐστιν αἰσίων μνήμην ποιεῖσθαι· ὁ γὰρ τύραννος τοὐναντίον. ἢ αἰσιομήτης, ὁ αἴσια βουλευόμενος

### α 378

Αἰσυητήρ · ὡς μέν τινες, ὁ ἐντρεχὴς καὶ κεκινημένος· τινὲς δέ, νεανίας· Νίκανδρος δέ, ὁ νομεύς· Ὅμηρος Ω δὲ μᾶλλον ἐπὶ τοῦ κοσμίου καὶ καθήκοντος. ἀπὸ τῆς αἴσης παράγωγον· Ὅμηρος Γ γὰρ τὴν αἶσαν ἐπὶ τοῦ καθήκοντος τάττει· αἶσα αἴσω αἰσύω ἀπὸ τῆς αἴσης παράγωγον αἰαισύω αἰσυτήρ καὶ πλεονασμῷ τοῦ η αἰσυητήρ

### α 379

Αἰσχίνης · εἰς τὸ Αἰσχύλος

### α 380

Αἴσχιστος Β · αἰσχρός, ἐπονείδιστος· ὄνομα εἴδους τῶν παραγώγων ὑπερθετικοῦ ἐκ τοῦ αἶσχος, ὅπερ ἐκ τοῦ ἴσχω ἴσχος ὄνομα, καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊσχος καὶ ἐν συναιρέσει αἶσχος, ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν. σημαίνει δὲ τὸ ὄνειδος, καὶ ἐξ αὐτοῦ αἰσχρός αἰσχρότερος αἰσχρίων καὶ ἐκβολῇ τοῦ ρ αἰσχίων καὶ αἴσχιστος, ὥσπερ ἐστὶ μακρός μακρότερος μακρίων καὶ μακίων καὶ τροπῇ τοῦ α εἰς η μηκίων καὶ μήκιστος· Η τὸν μὲν δὴ μήκιστον.“

### α 381

Αἰσυμνῆται θ · οἱ παρ’ ἡμῶν λεγόμενοι βραβευταὶ καὶ ἀγωνοθέται, ἤτοι ἐπίσκοποι τοῦ ἀγῶνος· καὶ εἴη ἂν κατὰ τὸ ἔτυμον αἰσιονεμῆται, οἱ τὸ αἴσιον, τουτέστι τὸ κατὰ μοῖραν καὶ καθῆκον, ἀπονέμοντες τοῖς ἀγωνιζομένοις

### α 382

Αἶσχος · παρὰ τὸ α στερητικὸν ἁμαρτία, λοιδορία, μῖσος αἰσχύνης ἄξιον, σαπρία, καὶ μετὰ τοῦ στερητικοῦ α καὶ τὸ ἴσχω γέγονεν αἶσχος

### α 383

Αἰσχρός Β · παρὰ τὸ αἶσχος, ὃ σημαίνει τὸ ὄνειδος, καὶ ὥσπερ παρὰ τὸ κῦδος γίνεται κυδρός, οὕτως καὶ παρὰ τὸ αἶσχος γίνεται αἰσχρός. τὸ δὲ αἶσχος γίνεται ἐκ τοῦ ἔχω, καὶ πλεονασμῷ τοῦ ς ἔσχω καὶ ἴσχω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀΐσχω καὶ αἶσχος, ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν. ἢ παρὰ τὸ αἶσχος αἰσχηρός καὶ ἐν συγκοπῇ αἰσχρός

### α 384

Αἰσχύλος · ὁ ποιητὴς ὁ τραγῳδοποιός· παρὰ τὸ αἶσχος Αἰσχύλος, ὡς σιμός Σιμύλος, παρ’ ὃ καὶ Αἰσχίνης Αἰσχινάδης· παρὰ τὸ εἶναι αἰδήμονα

### α 385

Αἰσχύλος · ὁ ποιητής· παρὰ τὸ αἶσχος Αἰσχύλος, ὡς σιμός Σιμύλος, παρ’ ὃ καὶ Αἰσχίνης. παρὰ τὸ ἴσχειν αἶσχος· σημαίνει δὲ τὸ παῦσαι καὶ κωλῦσαι

### α 386

Αἰσχύνη · εἰς τὸ Αἰδώς καὶ Φόβος

### α 387

Ἀΐσσω · εἰς τὸ Ἄιττειν

### α 388

Αἴσω · εἰς τὸ Ἄστρον

### α 389

Αἴσω · ἐπὶ μέλλοντος, καύσω

### α 390

Ἀΐτης · ὁ ἐρώμενος· παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν· ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. φασὶ γὰρ γίνεσθαι τὸν ἔρωτα διὰ τὸ εἰσ πνεῖσθαι ἐκ τῆς μορφῆς τοῦ ἐρωμένου, ὅθεν καὶ εἰσπνήλας καλοῦσι τοὺς ἐραστὰς οἱ Λάκωνες

### α 391

Ἀΐτιας · σημαίνει δὲ τὰς ἐρωτικάς· ὥσπερ ἀπὸ τοῦ ὁ δεσπότης ἀρσενικοῦ γίνεται τὸ θηλυκὸν ἡ δεσπότις διὰ τοῦ ι οὕτως καὶ ἀπὸ τοῦ ἀΐτης ἀῗτις διὰ τοῦ ι ἀΐτιδος ἀΐτιδασ καὶ ἐκεῖθεν ἀΐτιας

### α 392

Ἄϊος · ὁ ἄφωνος, οἷον ἄνευ ἰωῆς καὶ φωνῆς· οἱ γὰρ ἐκπεπληγμένοι ἄφωνοι γίνονται

### α 393

Αἰτιατική · ἀπὸ τοῦ ἴω, τὸ ἔρχομαι, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀΐω, τὸ πάνυ ἔρχομαι, καὶ ἐξ αὐτοῦ αἰτία, καὶ ἐκ τούτου αἰτιῶ αἰτιάσω καὶ αἰτιατική

### α 394

Ἀϊτία · καὶ ἡ χορδή

### α 395

Αἰτία · πολλὰ σημαίνει, τὴν εὐθύνην, τὸν τρόπον καὶ τὴν ποίησιν καὶ τὴν ἀλήθειαν, ἐξ ἧς τὸ αἰτιατικόν γίνεται

### α 396

Αἴτιος Γ · παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλάβην, ἄτιος καὶ πλεονασμῷ τοῦ ι αἴτιος, ὁ βλαπτικός. τὸ τι ι. διὰ τί; τὰ ἀπὸ ἀπτώτων διὰ τοῦ ιος γινόμενα ὀνόματα ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται, οἷον ἀρκῶ ἄρκιος, αἰτῶ αἴτιος. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός τι ἔχοντος. καὶ πρὸς τίνα ἔχει τὴν σχέσιν; πρὸς τὸν αἰτιατόν· τὸ γὰρ αἴτιον τοῦ αἰτιατοῦ ἐστιν αἴτιον, ὥσπερ ὁ χαλκὸς τοῦ ἀνδριάντος ἐστὶν αἴτιος, καὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου εἰσὶν αἴτια τῆς γραμματικῆς, καὶ ὁ πατὴρ τοῦ υἱοῦ

### α 397

Ἀΐω · ἀκούω· καὶ ὁ παρατατικὸς ἄϊον, Λ ἄϊεν“ ἐπήκουεν

### α 398

Αἰτεῖν · ἐπὶ τοῦ μὴ ἀποδοῦναι. τὸ αἰτεῖσθαι ἐπὶ τοῦ κιχρᾶσθαι

### α 399

Αἴτνη · ὄρος Σικελίας· παρὰ τὸ αἴθω, τὸ καίω, Αἴτνη, ὡς φάγω φάτνη, πήσσω πάχνη· φασὶ γὰρ αὐτὸ καπνὸν ἐκεῖθεν ἀναδίδοσθαι

### α 400

Ἄϊτος · εἰς τὸ Ἀπρόσιτος

### α 401

Αἰτοῦμαι · εἰς τὸ Αἰτῶ

### α 402

αἰτοῦμαι διαφέρει· τὸ μὲν γὰρ αἰτῶ ἐπὶ τοῦ εἰς ἅπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Δυσκόλῳ διαστέλλει τὴν διαφοράν, οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενοσ“

### α 403

Αἰφνίδιον · παρὰ τὸ ἀφανές ἀφανίδιον καὶ ἐν συγκοπῇ αἰφνίδιον

### α 404

Αἰχμαλωτεύω · ἐκ τοῦ αἰχμάλωτος· τοῦτο δὲ παρὰ τὸ αἰχμή καὶ ἁλῶ, τὸ πορθῶ

### α 405

Αἰχμάς · εἰς τὸ Ὀχμάσσω

### α 406

Αἰχμή · ὅπλον· παρὰ τὸ ἀΐσσω, εὐκίνητος γάρ. Ὅμηρος

### α 407

Αἰχμητάων Α · τῶν πολεμιστῶν· αἰχμητής αἰχμητοῦ· παρὰ τὸ αἰχμή αἰχμῶ αἰχμᾷς αἰχμάσω αἰχματής καὶ αἰχμητής· τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσω γέγονεν ἀϊχή καὶ κράσει αἰχή καὶ πλεονασμῷ τοῦ μ αἰχμή. Δωρικὴ δὲ ἡ διάλυσις. τὰ δὲ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα εἰς της ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· ἐραστής, θεατής, δαπανητής, λωβητής. τὸ δὲ πεδήτης καὶ κομήτης καὶ ἀλήτης οὐ παρὰ ῥῆμα, ἀλλὰ παρὰ τὸ πέδη καὶ κόμη καὶ ἄλη. τὰ δὲ τοιαῦτα δισύλλαβα ὀνόματα δηλονότι ἀπὸ μονοσυλλάβων περισπωμένων τῆς δευτέρας συζυγίας ἐγένοντο, καὶ βαρύνονται, οἷον κτῶ κτήτης καὶ Φιλοκτήτης, βῶ βήτης καὶ διαβήτης, θλῶ θλάτης, πρῶ πράτης. τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσειν. ἡ γενικὴ τῶν πληθυντικῶν αἰχμητάων. ὁ κανών· τὰς εἰς ων γενικὰς τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας οἱ Αἰολεῖς διὰ τοῦ αων προσφέρουσιν, οἷον μέλισσαι μελισσάων, μέλαιναι μελαινάων, αἰχμηταί αἰχμητάων· οἱ δὲ Δωριεῖς διὰ τοῦ εων πύλαι πυλέων, καὶ Ὅμηρος Η ὣς εἰπὼν πυλέων“. καὶ ὥσπερ αἰχμητής αἰχμητοῦ αἰχμητᾶο καὶ αἰχμητέων, οὕτως αἰχμητῶν καὶ αἰχμητάων καὶ αἰχμητέων

### α 408

Αἰχμητής · ἐκ τοῦ αἰχμάζω ὁ μέλλων αἰχμάσω, αἰχματής καὶ τροπῇ τοῦ α εἰς η αἰχμητής· εἰ γὰρ ἦν παρώνυμον ἀπὸ τοῦ αἰχμή, ὤφειλε βαρύνεσθαι, ὥσπερ τὸ ὑπήνη ὑπηνήτης καὶ κορύνη κορυνήτης. τὸ δὲ αἰχμή ἐκ τοῦ ἀΐσσω· ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ αἷμα χέειν

### α 409

Αἶψα Α · παρὰ τὸ ἅπτω ἅψα καὶ αἶψα· σημαίνει δὲ τὸ ταχέως γινόμενον

### α 410

Αἰών · παρὰ τὸ ἀεὶ

### α 411

Αἰώρημα · εἰς τὸ Αἰωρῶν καὶ Ἀπαιωρημένος καὶ Ἀπαιώρων

### ρ 1

ρον · τὸ παρὰ καιρόν

### α 412

Ἀκαλήφη · ἔστι φυτὸν θαλάττιον καὶ βοτάνη δῆξιν καὶ κνησμὸν ἐν τῷ ἅ πτεσθαι ποιοῦσα

### α 413

Ἀκαμπίας · εὐθύδρομος, ἐπ’ εὐθείας περιπατῶν· παρὰ τὸ καμπτὴν μὴ ἔχειν

### α 414

Ἄκανθα · διὰ τὸ αἰκίζειν ἤγουν πλήττειν. ἢ παρὰ τὸ ἐν τῇ ἀκ ῇ ἀνθεῖν, ἤγουν ἐν τῇ ὀξύτητι

### α 415

Ἄκανθος · πόλις Μακεδονίας· ὅτι ἀντὶ ἐρυμά των ῥάχαισ ὅ ἐστιν ἀκανθώδεσι φυτοῖς, περιβέβληται

### α 416

Ἀκάτιον · παρὰ τὸ ἄγω ἄξω ἀκτός καὶ προσθήκῃ τοῦ α ἄκατος, καὶ ἐξ αὐτοῦ ἀκάτιον

### α 417

Ἄκατος · σημαίνει τὸ μικρὸν πλοιάριον· γίνεται δὲ παρὰ τὸ ἀκτή, ὃ σημαίνει τὸν αἰγια λόν· ἡ μὴ πελαγοδρομοῦσα, ἀλλὰ τὰς ἀκτὰς περιερχομένη

### α 418

Ἀκέραιος · ὁ ὑγιής· ἀπὸ τοῦ κέρας κέραιος καὶ ἀκέραιος, ὁ μὴ θυμούμενος καὶ διὰ τοῦ κέρατος βλάπτων· ἀπὸ μεταφορᾶς τῶν τοῖς κέρασιν ἀμυνο μένων ζώων. καὶ εἰς τὸ Ἀκραιφνής

### α 419

Ἀκεστόν · ἰάσιμον· παρὰ τὸ ἀκέσασθαι. καὶ ἀνήκεστον τὸ ἀθεράπευτον

### α 420

Ἀκεσώδυνος · ὁ ἰατρός ὁ τὰς ὀδύνας θεραπεύων· ἐκ τοῦ ἀκῶ ἀκέσ ω καὶ τοῦ ὀδύνη· ἐξ οὗ ῥηματικὸν ὄνομα ἀκέστωρ, ὁ ἰατρός. Ὁμήρου

### α 421

Ἀκέων Α · ἔστι ἠκέω, τὸ ἡσυχάζω, τροπῇ τοῦ η εἰς α ἀκέων, ἡ μετοχὴ ἀκέων. ἢ παρὰ τὴν ἀκήν, τὴν ἡσυχίαν. ἢ λυπούμενος· παρὰ τὸ ἄχος ἀχέω καὶ ἀκέω καὶ ἡ μετοχὴ ὁ ἀκέων. οἱ δὲ τὸ πάνυ σιγᾶν καὶ λυπεῖσθαι λέγουσι· παρὰ τὸ κέω, τὸ κοιμῶμαι, μετὰ τοῦ ἐπιτατικοῦ α ἀκέω καὶ ἀκέων. τὸ δὲ ἀκέων εἰ καὶ θηλ υκὸν παρασχηματισμὸν ἔχει, Ε ἡ δ’ ἀκέους’ ἀπεβήσατο“, ἀλλὰ καὶ ὡς ἐπίρρημα πληθυντικῶς εἴρηται, τὸ ἀκέων ἕκαστος φ ἀλλ’ ἀκέων δαίνυσθε“. ἢ γί νεται π αρὰ τὸ ἀ γῶ, τὸ ἐκπλήττομαι, ἀγήν καὶ ἀκήν ἔστιν οὖν ἐπίρρημα μεσότητος. ἀλλὰ κανών ἐστιν ὁ λέγων αὐτὸ μετοχὴν· ἐπεὶ τῶν εἰς ων ληγόντων, οἷς παράκειται θηλυκὸν εἰς α τῇ παραλήξει τοῦ ς τούτοις παρέπεται τὸ εἶναι μετοχαῖς, οἷον λέγων λέγουσα, φ έρων φέρουσα, φρονῶν φρονοῦσα. διὰ τούτου τοῦ λόγου δείκνυται καὶ τὸ κρ είων μετοχή ἐκ τοῦ Χ κρείουσα γυναικῶν“

### α 422

Ἀκή · εἰς τὸ Ὦκα

### α 423

Ἀκή · εἰς τὸ Ἄκανθα καὶ Ἀκέων καὶ Κατ’ ἄκρας καὶ Ἄκος

### α 424

Ἀκηδιῶ · παρὰ τὸ ἀηδιῶ· τοῦτο παρὰ τὸ ἡδύς καὶ μετὰ τοῦ στερητικοῦ α ἀηδής καὶ πλεονασμῷ τοῦ κ ἀκηδής καὶ ἀκηδιῶ ἐξ αὐτοῦ

### α 425

Ἀκήματα · παρὰ τὸ ἀκῶ ἀκέσω, ἐξ οὗ καὶ ἀκεστής καὶ ἀκεστός

### α 426

Ἀκήν Γ · ἐπίρρημα μεσότητος. ἀντὶ τοῦ ἡσύχως καὶ ἀφώνως. γίνεται παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, κατὰ μετάμειψιν τοῦ γ εἰς κ · ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ σκοτεινόν, λυγόφως καὶ λυκόφως, οὕτως καὶ ἄγη καὶ ἄκη, καὶ κατὰ μετάθεσιν τοῦ τόνου γίνεται ἀκή καὶ ἀκήν, ἀντὶ τοῦ ἡσύχως· οἶδε γὰρ ἡ ἔκπληξις καὶ ἀφω νίαν ἐμποιεῖν. ἢ παρὰ τὸ μὴ χαίνειν. τὸ κην ἦτα· τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν ταῖς πτώσεσι φυλάττει γραφήν, οἷον τὴν ἀπριάτην Α ἀπριάτην ἀνάποινον“. οὕτως καὶ τὴν ἀκήν καὶ ἀκήν ἐπίρρημα. καὶ εἰς τὸ Ἀκινάκης

### α 427

Ἀκηχέδαται · παρὰ τὸ ἀχῶ, τὸ λυποῦμαι, ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω· ὁ παρακείμενος ἤχακα, ὁ παθητικὸς ἤχασμαι ἤχασται καὶ τὸ Ἰωνικὸν ἠχάδαται καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ τροπῇ τοῦ α εἰς ε ἀκηχέδαται

### α 428

Ἀκίβδηλος · ὁ καθαρός· οἷον ἀκρύβδηλος· ἀπὸ τοῦ κρύβω κρύβδηλος καὶ ἀκίβδηλος πλεονασμῷ τοῦ α ὁ μὴ κρυβόμενος ἀλλὰ φανερός. τὸ κρύβω συντάσσεται πτώσει αἰτιατικῇ καὶ δοτικῇ

### α 429

Ἀκιδνός · ὁ ἀσθενής· παρὰ τὸ αἰκίζω αἰκιδνός καὶ ἀκιδνός

### α 430

Ἀκινάκης · εἶδος ἀκοντίου Περσικοῦ· παρὰ τὴν ἀκήν, ὃ σημαίνει τὴν ὀξύτητα. Χοιροβοσκοῦ

### α 431

Ἀκίνδυνον ἐκ τοῦ κίνδυνος· τοῦτο δὲ παρὰ τὸ κινεῖν τὰς ὀδύνας κινόδυνος καὶ ἐν συγκοπῇ ἀκίνδυνος

### α 432

Ἀκίς · τὸ τοῦ βέλους σιδήριον· παρὰ τὸ ἀκή ἀκίς, ὡς σκάφη σκαφίς, ὑποκοριστικόν

### α 433

Ἀκκίζεσθαι · τὸ μωραίνειν· ἀπὸ Ἀκκοῦς τινος θυγατρός. ἥτις ἱστορεῖται μωροτάτη γίνεσθαι

### α 434

Ἀκκίζεται · ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται“· ἐπαίρεται, γυναικίζεται, θρύπτεται, ἢ μωραίνει. σημαίνει δὲ καὶ τὸν θέλοντα μὲν προσποιούμενον δὲ μὴ θέλειν· ἀκκισμοὶ γὰρ προσποιήσεις εἰσὶ καὶ ὑποκρίσεις. ἀπὸ Ἀκκοῦς τινος Σαμίας μωρᾶς οὔσης

### α 435

Ἀκλόνητος · ἐκ τοῦ κλῶ, τὸ κλάνω

### α 436

Ἀκμάζω · παρὰ τὸ ἀκμή, ὃ σημαίνει τὴν ἡλικίαν· τὸ δὲ ἀκμή παρὰ τὸ ἄγω ἀγή καὶ πλεονασμῷ τοῦ κ ἀκμή κατὰ μετάθεσιν

### α 437

Ἀκμαία · παρὰ τὸ μὴ κάμνειν εὐχερῶς

### α 438

Ἀκμή · ἡ ὀξύτης· παρὰ τὸ ἥκω ἀκή καὶ πλεονασμῷ τοῦ μ ἀκμή. καὶ εἰς τὸ Ἀλκή

### α 439

Ἀκμή · παρὰ τὸ μὴ κάμνειν διὰ νεότητα· ἔνθεν καὶ ὁ ἥλιος ἀκάμας παρὰ τὸ ἀεὶ νέον εἶναι τὸν θεόν

### α 440

Ἄκμηνος · ὁ ἄγευστος. ἀκμηνὸς ὁ θάλλων καὶ αὔξων

### α 441

Ἀκμῆτες · ἀκοπίαστοι, μὴ κάμνοντες· ἀπὸ τοῦ κάμνω, οὗ ὁ δεύτερος ἀόριστος ἔκαμον· ἐξ αὐτοῦ καμής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμής καὶ συγκοπῇ ἀκμής. σημαίνει δὲ τοὺς ἀκμάζοντας καὶ τοὺς ἀσίτους. τὸ δὲ ἀκμής, τὸ σημαῖνον τὸν ἄσιτον, γίνεται παρὰ τὸ ἀκτήν, ὃ σημαίνει τὸν σῖτον· Ὅμηρος Ν Δημήτερος ἀκτήν“, τουτέστι ψωμὸν ἢ σῖτον. τὸ κάμνω συντάσσεται μετὰ δοτικῆς· ἔκαμε δὲ ὁ πατὴρ τῷ παιδί.“

### α 442

Ἄκνηστις · παρὰ τὸ δυσκόλως κνήθεσθαι αὐτὴν διὰ τῆς χειρός

### α 443

Ἀκόλαστος · παρὰ τὸ μὴ κολάζειν τὴν ἐπιθυμίαν

### α 444

Ἄκολος · ὁ ψωμὸς ὁ μικρὸς· εἴρηται ὁ μηκέτι δυνάμενος κολούεσθαι διὰ σμικρότητα

### α 445

Ἀκόλουθος · σημαίνει τὸν ὀπίσω τὴν κέλευθον ποιούμενον· τὸ γὰρ α τὸ ὀπίσω σημαίνει, καὶ ἐκ τοῦ ἐλεύθω ἔλευθος καὶ κέλευθος

### α 446

Ἀκόνη · ὁ λίθος, δι’ οὗ τὸν σίδηρον ὀξύνομεν· παρὰ τὸ κονῶ, τὸ φθείρω καὶ λεπτύνω, μετὰ τοῦ ἐπιτατικοῦ α. ἢ παρὰ τὸ κονῶ, τὸ ἐνεργῶ

### α 447

Ἀκονιτί · οἷον ἀκονιτὶ τὰς πλείστας προσηγάγετο“. ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν εὐμαρῶς περιγινομένων, ὥστε μὴ κονίσασθαι, τουτέστι κόνιν ἐπισπάσασθαι· τοῖς γὰρ παλαίουσιν ἐκ τῆς βίας ἱδρῶτα γίνεσθαι, εἶτα κόνιν ταῖς χερσὶν ἀναλαμβάνειν. ἢ ἀκονιτί· εὐχερῶς, συντόμως, ὥστε μηδὲ κονιορτὸν ἐγείρεσθαι

### α 448

Ἀκόντισε · παρὰ τὸ ἀκοντίζω· τοῦτο δὲ παρὰ τὸ ἄκων, ὃ σημαίνει τὸ δόρυ· τὸ δὲ ἄκων παρὰ τὴν ἀκὴν καὶ ὀξύτητα

### α 449

Ἄκος · κυρίως ἡ διὰ σιδήρου θεραπεία· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, ἐξ οὗ καὶ ἀκωκή, ἢ τὸ τῆς ἀκμῆς τοῦ ξίφους ἴαμα. καὶ εἰς τὸ Φαρμακεία

### α 450

Ἀκούσειαν Β · ἀκούσαιμι, ἐξ αὐτοῦ ἀκούσειαν. ὁ κανών· τὰ εἰς μι εὐκτικὰ ἀορίστου ὄντα ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ εια προφέρονται· τίσαιμι τίσειαν, ὑποστρέψαιμι ὑποστρέψειαν. ζήσαιμι δὲ οὐ λέγεται ζήσειας, ἐπειδὴ τὰ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι πράγματος ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς τέλος ἔλθῃ τοῦ γράψαι. ὅθεν οὐ δεῖ λέγειν ζήσειας, ἐπειδὴ εὑρίσκεται εὐχόμενος ἵνα εἰς τέλος ἔλθῃ τῆς ζωῆς, τουτέστιν ἵνα ἀποθάνῃ, καὶ λοιπὸν εὑρίσκεται κατευχόμενος αὐτοῦ. ὁ δὲ κανὼν τοῦ ἀκούσειαν· ὅσοι δὲ αὐτῶν οὐκ εἶχον τὴν μετοχὴν εἰς ο μετ’ ὀξείας. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 451

Ἀκουτιεῖς · ἔστιν ἀκούω ὁ παρακείμενος ἤκουκα, ὁ παθητικὸς ἤκουσμαι, τὸ τρίτον ἤκουσται καὶ ἐξ αὐτοῦ ἀκουστός ἀκουστίζω καὶ ἀκουτίζω, ὁ μέλλων ἀκουτίσω ἀποβολῇ τοῦ ς καὶ ὁ Ἀττικὸς ἀκουτιῶ· σημαίνει δὲ τὸ ποιῶ ἀκοῦσαι

### α 452

Ἀκούω · ἔστι κοῶ, τὸ νοῶ, κούω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀκούω· οἱ γὰρ ἀκούοντες πάνυ νοοῦσι. καὶ εἰς τὸ Πατρακούστης

### α 453

Ἀκράαντον Β · παρὰ τὸ κραίνω, τὸ τελειῶ, ἐξ οὗ ὁ μέλλων κρανῶ, ὁ ἀόριστος ἔκρανα καὶ τροπῇ τοῦ α εἰς η ἔκρηνα, καὶ τὸ προστακτικὸν κρῆνον· καὶ ὥσπερ παρὰ τὸ χραίνω, τὸ μολύνω, χραντός, ὁ μεμολυσμένος, καὶ ἄχραντος, ὁ ἀμόλυντος, καὶ παρὰ τὸ φαίνω φαντός καὶ ἄφαντος, οὕτως καὶ παρὰ τὸ κραίνω κραντός καὶ ἄκραντος· καὶ πλεονασμῷ τοῦ α ἀκράαντοσ ποιητικῶς

### α 454

Ἀκραιφνής · σημαίνει τὸν καθαρὸν καὶ εὐειδῆ· γίνεται ἐκ τοῦ ἀκέραιος καὶ τοῦ φαίνω. τὸ ραι δίφθογγον. τὸ δὲ ἀκέραιοσ ἐκ τοῦ κέραιος· τοῦτο ἐκ τοῦ κερῶ, τὸ μιγνύω καὶ κιρνῶ· καὶ ὥσπερ παρὰ τὸ πτῶ πταίω καὶ πλεονασμῷ τοῦ ν πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω, καὶ παρὰ τὸ περῶ τὸ περαίω περαίνω νέον περαίνεισ“, οὕτως καὶ παρὰ τὸ κερῶ κεραίω κεραίνω· ἐκ δὲ τοῦ κεραίω κέραιος καὶ μετὰ τοῦ στερητικοῦ α ἀκέραιος, ὁ μὴ κεκραμμένος κακοῖς ἀλλ’ ἁπλοῦς καὶ ἀποίκιλος, καὶ μετὰ τοῦ φαίνω ἀκεραιοφανής καὶ συγκοπῇ ἀκραιφνής, ὁ καθαρός

### α 455

Ἀκρασία · ἀνωμαλία· παρὰ τὸ συγκεκρᾶσθαι. Χοιροβοσκοῦ

### α 456

Ἄκρατος · ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κεράσω, οὗ παράγωγον κρῶ κράσω κρατός καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος κατὰ ἀνάδοσιν τοῦ τόνου, οἱονεὶ ὁ μὴ μεμιγμένος. καὶ εἰς τὸ Κατ’ ἄκρας

### α 457

Ἄκρητος · εἰς τὸ Ἄκρητοι

### α 458

Ἀκριβής · ἐκ τοῦ κρύβω κρυβής καὶ ἀκρυβής μετὰ τοῦ στερητικοῦ α καὶ μεταθέσει τοῦ υ εἰς ι γίνεται ἀκριβής. ἢ παρὰ τὸ ἄχρι καὶ τὸ βαιόν, ὃ σημαίνει τὸ ὀλίγον, ἀχριβής καὶ ἀκριβής, ὁ καὶ τῶν ὀλίγων ἀκριβευόμενος. ἢ παρὰ τὸ ἀχριβής, ὁ μέχρι βίου ζητῶν. ἢ ὥσπερ ἀπὸ τοῦ Ἀφροδύτη Ἀφροδίτη τροπῇ τοῦ υ εἰς ι τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀκρυβής γίνεται ἀκριβής· τὸν γὰρ ἀκριβῆ οὐδεὶς δύναται κρύψαι ἢ λαθεῖν

### α 459

Ἄκρις · βαρυτόνως τὸ ἀκρωτήριον, παρωνύμως παρὰ τὸ ἄκρα ἄκρις. ὀξυτόνως δὲ τὸ ζῶον, παρὰ τὸ τὰς ἄκρας τῶν ἀσταχύων νέμεσθαι, ἢ παρὰ τὸ τὰ ἄκρα τῶν ἀσταχύων ἐσθίειν, ἢ παρὰ τὸ κάρα κάρις καὶ ἐν ὑπερβιβασμῷ τοῦ α ἀκρίς οἱονεὶ. μεγάλην κεφαλὴν ἔχουσα

### α 460

Ἀκριτόμυθε Β · κρίνω κέκριμαι κέκριται κριτός, καὶ ἄκριτος· ἐκ δὲ τούτου καὶ τοῦ μῦθος καὶ ἀκριτόμυθος. καὶ ἀναβιβάζει τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, χωρὶς εἰ μὴ τὸ σημαινόμενον κωλύσῃ, ὡς τὸ βροτολοιγός

### α 461

Ἄκριτον · τὸ ἀδιαχώριστον

### α 462

Ἄκρητοι Β · τί σημαίνει; Γ κρητῆρι δὲ οἶνον Μίσγον“· τοῦτο δὲ σημαίνει ὅτι τῷ κρατῆρι τὸν οἶνον ἔμισγον τῶν τε Τρώων καὶ τῶν Ἑλλήνων. ἀρτίως δὲ οὐ σημαίνει τοῦτο, ἀλλὰ ἄκρητοι“ ἀντὶ τοῦ μὴ μίξαντες τῶν βαρβάρων τὸν οἶνον μετὰ τῶν Ἑλλήνων, ἤγουν ἡμῶν. γίνεται δὲ ἐκ τοῦ κερῶ, τὸ ἐπιχέω, ὁ μέλλων κεράσω, συγκοπῇ κράσω, κρατήρ καὶ κρητήρ· λοιπὸν ἐκ τοῦ κράσω γίνεται κρατόσ κρητός καὶ ἄκρητος

### α 463

Ἀκροβολησαμένῳ · τῆς συμβολῆς ἐν τῷ πολέμῳ ἀρξαμένῳ, ἢ ἀκοντίσαντι. τὸ θέμα ἀκροβολῶ. συντάσσεται μετὰ αἰτιατικῆς

### α 464

Ἀκροβόλισμα · παρὰ τὸ ἄκρως βαλλόμενον

### α 465

Ἀκροβυστία · ἐκ τοῦ ἀκρόβυστον, ὃ σημαίνει τὸ κεκαλυμμένον· παρὰ τὸ βύω, τὸ καλύπτω, βύσω βέβυκα βέβυσμαι βέβυσται βυστός καὶ τροπῇ τοῦ τ εἰς ς βυσσός καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄβυσσος, ὁ τόπος ὁ ὑπὸ πλήθους ὑδάτων καλυπτόμενος

### α 466

Ἀκροθίνιον · σημαίνει τὴν ἀπαρχήν· γέγονε δὲ παρὰ τὸ ἄκρον καὶ τὸ θίς, ὃ σημαίνει τὸν σωρόν

### α 467

Ἄκρον · παρὰ τὸ ἥκω, τὸ ἔρχομαι· οἱονεὶ τὸ ἐπὶ τῇ ἐξοχῇ ἐληλυθός

### α 468

Ἄκρον · σημαίνει τὸ πέρας καὶ τὸ ἔξοχον· γίνεται δὲ παρὰ τὸ ἄχρι καὶ τὸ ὄν ἄχρον καὶ ἄκρον

### α 469

Ἄκρον ἄωτον · οὗτοι δὴ οὖν ἅπαντες τὸ ἄκρον ἄωτον, κατὰ τὴν ποίησιν, τῶν ἐν τῷ καθ’ ἡμᾶς χρόνῳ φιλοσοφησάντων“, ἡ ἀπαρχὴ κατὰ μετάληψιν. σημαίνει γὰρ ἀπὸ τοῦ ἄνθους ἀπαρχὴν καὶ καρπόν ἀπὸ δὲ τοῦ ἄκρου τὸ σπουδαῖον. τὸ δὲ ἄωτον ἄνθος δηλοῖ, ἱμάτιον, ἔριον, δέρμα, ὕπνον ἡδὺν καὶ μαλακόν. κυρίως δὲ τὸ δέρμα καὶ τὸν ὕπνον σημαίνει ἡ λέξισ. Ὅμηρος Κ τί πάννυχον ὕπνον ἀωτεῖσ“, ἀντὶ τοῦ ἀπανθίζῃ, ἀπολαύεις

### α 470

Ἀκρωτηριάζω · ἱστορεῖται, ὅτι τοὺς ἔν τινι ἁλόντας ἀτοπήματι οἱ παλαιοὶ ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον. τὸ οὖν κρω μέγα, ὅτι παρὰ τὸ ὦς ὠτός γέγονεν

### α 471

Ἀκτάζων · ἀντὶ τοῦ ἐξανιστάμενος· ἀπὸ τοῦ ἄττω ἀττάζω καὶ ἀκτάζω

### α 472

Ἀκταίνειν · μετεωρίζεσθαι· παρὰ τὸ ἀκτή ἀκτός καὶ ῥῆμα ἀκτῶ, ἀφ’ οὗ ἀκταίνω, τὸ κ ου φίζω, παρὰ τῷ Αἰσχύλῳ

### α 473

Ἀκταῖος · εἰς τὸ Ἄμφιος

### α 474

Ἀκταίωρος · παρὰ τὸ τὴν ἀκτὴν οὐρεῖν, ὅ ἐστι φυλάσσειν, τροπῇ τῆς ου εἰς ω

### α 475

Ἀκτή · παρὰ τὸ κατεάχθαι καὶ καταλελύσθαι. σημαίνει δὲ δύο· τὸν αἰγιαλόν, ὡσ τὸ Β ἀκτῇ ἐφ’ ὑψηλῇ“, καὶ γίνεται παρὰ τὸ κατάσσεσθαι εἰς αὐτὴν τὰ κύματα· σημαίνει δὲ καὶ τὸ λεπτότατον τοῦ ἀλεύρου, ὡς τὸ Ν Δημήτερος ἀκτή“, γίνεται δὲ παρὰ τὸ κατάσσεσθαι αὐτὴν ἐν τῷ ἀλήθεσθαι

### α 476

Ἀκτίς · ἀπὸ τοῦ ἄγω ἄξω ἦγα ἦγμαι ἦξαι ἦκται ἀκτίς, οἱονεὶ ἡ πανταχοῦ φερομένη· ἢ ἐκ τοῦ ἦκται ἀκτός καὶ ἐκ τούτου ἀκτίς διὰ τοῦ ι. δεῖ γινώσκειν, ὅτι τὸ ἀκτίς, τὸ σημαῖνον τὴν ἀκτῖνα τοῦ ἡλίου, διὰ τοῦ ι γράφεται, ἐπειδὴ δικατάλεκτόν ἐστι· λέγεται γὰρ ἡ ἀκτίς καὶ ἡ ἀκτίν. πάντα δὲ τὰ εἰς ις δικατάληκτα διὰ τοῦ ι γράφεται, οἷον δελφίς δελφίν, Ἐλευσίς Ἐλευσίν, γλωχίς γλωχίν, Τελχίς Τελχίν, ῥίς ῥίν, θίς θίν. οὕτως οὖν καὶ ἀκτίς διὰ τοῦ ι

### α 477

Ἀκτή · παρὰ τὸ κατάγνυσθαι τὰ κύματα. καὶ εἰς τὸ Παρὰ θῖν’

### α 478

Ἄκυθος · λέγεται ἡ ἄγονος

### α 479

Ἄκυστις · παρὰ τὸ ταχέως καὶ ἀπνευστὶ πίνειν ἐξ αὐτοῦ

### α 480

Ἀκωκή · εἰς τὸ Ἄκος

### α 481

Ἄκων · εἰς τὸ Ἀέκοντας

### α 482

Ἅλα · εἰς τὸ Ἀλᾶσθαι

### α 483

Ἀλάβαστρον · σκεῦός τι ἐξ ὑέλου· παρὰ τὸ λήβω μετὰ τοῦ στερητικοῦ α ἀλάβαστον καὶ πλεονασμῷ τοῦ ρ ἀλάβαστρον, ὃ οὐκ ἔνι λαβεῖν διὰ λειότητα

### α 484

Ἀλαβής · ὁ ἰχθύς· ὁ ἐστερημένος τοῦ λήβεσθαι, ἤγουν διὰ χειρῶν κρατεῖσθαι

### α 485

Ἀλαζών · ὁ ἀπατεὼν καὶ κομπαστής· εἴρηται δὲ ὁ ἐν ἄλῃ καὶ πλάνῃ καὶ ἐκ τοῦ περιϊέναι ζῶν· ἤ, ὡς Χρύσιππος ὁ ἄλλως ζῶν οὐκ ἀπὸ ἐπιτηδευμάτων, ἀλλὰ ἀπάτης. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 486

Ἀλαλάξατε · ἐκ τοῦ ἀλαλάζω· τοῦτο ἐκ τοῦ λαλῶ λαλάζω καὶ ἀλαλάζω

### α 487

Ἀλαλάξω · ἔστι ῥῆμα λαλῶ, οὗ παράγωγον λαλάζω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλαλάζω

### α 488

Ἀλαλύκτημαι Κ · τὸ ἀδημονῶ καὶ περιπεπλάνημαι· ἐκ τοῦ ἀλῶ ἀλύω, οὗ μέλλων ἀλύσω, ἀλυκτός καὶ ῥῆμα ἀλυκτῶ, ὁ παθητικὸσ παρακείμενος ἠλύκτημαι, ὁ Ἀττικὸς ἀλαλύκτημαι

### α 489

Ἀλαός · εἰς τὸ Κεραόν καὶ Λέων

### α 490

Ἀλαπάζοντα στίχας ἀνδρῶν Ε · πορθοῦντα, φθείροντα· κυρίως δὲ κενοῦντα. διὸ καὶ Ἀθηναῖοι τὰ τῆς γῆς κενώματα ἀλάπαθα καλοῦσιν

### α 491

Ἀλαπάζειν Β · ἐκ τοῦ λάπαθος, ἥτις ἐστὶ βοτάνη κενωτικὴ τῆς γαστρός, καὶ γίνεται παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ πάθος, παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη· ἐκ τούτου γίνεται λαπάζω καὶ πλεονασμῷ τοῦ α ἀλαπάζω

### α 492

Ἀλᾶσθαι · παρὰ τὸ ἀλῶ, ὃ σημαίνει τὸ πλανῶ, ὁ παθητικὸς ἐνεστὼς ἀλῶμαι, τὸ ἀπαρέμφατον ἀλᾶσθαι· τὸ δὲ ἀλῶ παρὰ τὴν ἄλην, ὃ σημαίνει τὴν πλάνην· τοῦτ’ ἔστι παρὰ τὸ ἅλα, ὃ σημαίνει τὴν θάλασσαν· κυρίως γὰρ ἄλη ἡ ἐν θαλάσσῃ πλάνη. καὶ εἰς τὸ Ἀλάστωρ

### α 493

Ἀλαστήσας Μ · χρόνου ἀορίστου πρώτου· τὸ ῥῆμα ἀλαστῶ ἐκ τοῦ ἄλαστος, ὡς ἄπιστος ἀπιστῶ. ἀλῶ, τὸ πλανῶ, παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω, σκεδῶ σκεδάζω· ἐκ τούτου ἀλαστός, ὡς σκευάζω σκευαστός, καὶ ἐξ αὐτοῦ ῥῆμα ἀλαστῶ· σημαίνει τὸ χαλεπαίνω, διότι οἱ πλανώμενοι χαλεπαίνουσιν. ἢ παρὰ τὸ λάζω, τὸ σημαῖνον τὸ λαμβάνω, ἄλαστον, ὃ οὐκ ἄν τις θέλοι λαβεῖν

### α 494

Ἀλαστῶ · λάζω, τὸ λαμβάνω, λαστός καὶ ἀλαστῶ

### α 495

Ἀλάστωρ · ὁ φονεὺς καὶ ὁ ἐφορῶν τοὺς φόνους Ζεὺς ἢ δαίμων, καὶ δαιμόνων ἀλαστόρων“· ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι· ἢ ἀπὸ τοῦ ἀλᾶσθαι, ὅ ἐστι πλανᾶσθαι· ἢ ὁ ἄλαστα δρῶν

### α 496

Ἀλάστωρ · ὁ Ζεύς· παρὰ τὸ ἐποπτεύειν τοὺς ποιοῦντας τὰ ἄλαστα

### α 497

Ἀλαῶς · παρὰ τὸ λάω· στερητικὸν δὲ τὸ α

### α 498

Ἄλγος · παρὰ τὸ ἀλέγω, τὸ φροντίζω· ὃ περὶ πολλοῦ ποιούμεθα καὶ φροντίζομεν

### α 499

Ἀλδήσκω · τὸ αὐξάνω· παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω καὶ πλεονασμῷ τοῦ δ ἀλδήσκω

### α 500

Ἄλδω · εἰς τὸ Δυσαλθές

### α 501

Ἀλέασθαι · ἐκκλῖναι, ἀναχωρῆσαι· κυρίως δὲ τὸ ἀπὸ πυρὸς ἐκφυγεῖν· ἀλέα γὰρ ἡ θέρμη τοῦ πυρός, δαλέα τις οὖσα, ἀπὸ τοῦ δαίω, τὸ καίω

### α 502

Ἀλεγίζεις Α · παρὰ τὸ ἀλέγω, τὸ φροντίζω· τοῦτο παρὰ τὸ λέγω, ἐξ οὗ καὶ λόγος, ἡ φροντίς, οἷον οὐ ποιοῦμαι αὐτοῦ λόγον“ ἢ φροντίδα· λέγω οὖν μετὰ τοῦ ἐπιτατικοῦ α ἀλέγω, καὶ ἐξ αὐτοῦ ἀλεγίζω παράγωγον

### α 503

Ἀλέγω · εἰς τὸ Ἀπηλεγέως

### α 504

Ἀλεείνω Γ · σημαίνει τὴν θερμασίαν καὶ γίνεται παρὰ τὸ ἀλέα, ὃ σημαίνει τὴν θερμασίαν, οἱονεὶ ἐκ τοῦ ψύχους εἰς τὴν θερμασίαν ἀποφεύγω

### α 505

Ἄλειαρ · διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὰ ἄλευρα. ἐκ τοῦ ἄλεαρ γέγονε κατὰ προσθήκην τοῦ ι ἄλειαρ

### α 506

Ἀλειπής · πηγὴ ἐν Ἐφέσῳ· οὕτως καλεῖται παρὰ τὸ μηδέποτε ἐπιλείπειν μήτε θέρους μήτε χειμῶνος

### α 507

Ἄλεισον · παρὰ τὸ ἁλὲς πίνειν ἐξ αὐτοῦ

### α 508

Ἀλείτης Γ · ὄνομα· τὸ λει δίφθογγον. τὰ διὰ τοῦ ιτης παρώ νυμα διὰ τοῦ ι γράφεται, πλὴν τοῦ ἀλείτης καὶ τὰ ὅμοια· τοῦτο δέ, ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ διὰ τοῦ ο ἀλοίτης· σημαίνει δὲ καὶ αὐτὸ τὸν ἁμαρτωλόν. καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον. ἢ ὅτι κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖς τὴν ει δίφθογγον εἰς οι τρέπουσι, τὸ γὰρ ὄνειρον ὄνοιρον λέγουσι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ, τὸ ἁμαρτάνω, ἐξ οὗ καὶ ἀλιτήριος, ὁ ἁμαρτωλός· παρὰ τὸ τὰς λιτὰς μὴ τηρεῖν. ὅθεν καὶ ὁ Ἀλεξίων διὰ τοῦ ι · ἐξ οὗ καὶ ἀλιτρός, ὁ ἁμαρτωλός. ἡ δὲ γίνεται· τοῦτο γὰρ διὰ τοῦ ι · ἐξ οὗ καὶ ἀλιτρός, ὁ ἁμαρτωλός. ἡ δὲ παράδοσις διὰ τῆς ει διφθόγγου

### α 509

Ἀλείτης · σημαίνει τὸν ἁμαρτωλόν· παρὰ τὸ ἀλοίτης τροπῇ τοῦ ο εἰς ε ἀλείτης

### α 510

Ἀλέκτωρ · παρὰ τὸ λέγω λέκτωρ, ὡς κραίνω κράντωρ· ἢ παρὰ τὸ λέχω, τὸ κοιμῶμαι, ἀλέκτωρ, ὁ μὴ κοιμώμενος. καὶ εἰς τὸ Ἠλέκτωρ

### α 511

Ἀντιόχεια · κατὰ παρώνυμον παραγωγὴν γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ τοῦ Ἀλεξάνδρου καὶ Ἀντιόχου

### α 512

Ἀλέξανδρος · παρὰ τὸ ἄλεξιν εἶναι ἀνδρῶν, ἤγουν βοήθειαν

### α 513

Ἀλεξῶ · εἰς τὸ Ἔπαλξις

### α 514

Ἀλευρότησις · παρὰ τὸν σήσω μέλλοντα σῆσις καὶ ἀλευρότησις

### α 515

Ἀλεύω Γ · ποίου σχήματος; συνθέτου. ἐκ τοῦ ἀλῶ, τὸ πλανῶ καὶ τὸ ἐκκλίνω· τοῦτο ἐκ τοῦ λῶ, τὸ θέλω, μετὰ τοῦ στερητικοῦ α ἀλῶ· οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται καὶ ὧν βούλονται οὐ τυγχάνουσιν

### α 516

Ἀλεωρή · ἡ φυλακή· παρὰ τὴν ἁλέαν, ὃ σημαίνει τὴν θερμασίαν, καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν

### α 517

Ἀλήθεια · ἐκ τοῦ ἀληθής ἀρσενικοῦ εἰς θηλυκὸν μετῆλθεν διὰ τῆς ει ἀλήθεια. Χοιροβοσκοῦ

### α 518

Ἄληκτος · παρὰ τὸ λήγω, τὸ παύω· τὸ λη η · καὶ ὁ μέλλων λήξω, ὁ πρῶτος ἀόριστος ἔληξα, ὁ παθητικὸς παρακείμενος λέληγμαι λέληξαι λέληκται ληκτός καὶ ἄληκτος, ὁ ἀκατάπαυστος καὶ πολύς, ἐξ οὗ καὶ τὸ ἄληκτον ὑμνεῖ τὸν κενούμενον λόγον“. ἔστι δὲ ἐπίρρημα μεσότητος ἀντὶ τοῦ ἀλήκτως· μετάγεται γὰρ ἀπὸ ὀνόματος εἰς ἐπίρρημα μεσότητος. ἔστι γὰρ τὸ ἄληκτον καὶ ἐπίρρημα ὁμοίως, καὶ φυλάσσει τὴν αὐτὴν γραφήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει

### α 519

Ἀλησιάς · ἡ Ἀφροδίτη· διὰ τὸ περὶ πᾶν ζῶον ἀλᾶσθαι

### α 520

Ἄληστα · παρὰ τὸ ἀνεπίληστα εἶναι τὰ κακά

### α 521

Ἀλήτης · ὁ Ἡρακλέους ἀπόγονος, ἀφ’ οὗ καὶ οἱ Κορίνθιοι Ἀλητίδαι λέγονται. Νικήτου

### α 522

Ἀλθαίνω · τὸ θεραπεύω· παρὰ τὸ ἄλθω· τοῦτο παρὰ τὸ ἄρδω, τὸ βρέχω, ἐξ οὗ καὶ ἀρδεύω· ὥσπερ ὅταν βρέξῃ ξηρὰν οὖσαν τὴν γῆν εὔτροφον αὐτὴν ποιεῖ, οὕτως καὶ ταῦτα

### α 523

Ἄλθω · εἰς τὸ Δυσαλθές

### α 524

Ἀλίβας · ὁ νεκρός· παρὰ τὸ λιβάδα καὶ ὑγρότητα μὴ ἔχειν. καὶ εἰς τὸ Ἄζω καὶ Ζωννύω καὶ Ὑγιής

### α 525

Ἁλίζωνες · οἱ Βιθυνοί, διότι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερσόννησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος διεζωσμένη

### α 526

Ἁλιζώνων Ε · τῶν Παφλαγόνων· παρὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί

### α 527

Ἁλίζω · εἰς τὸ Ξυναλιζόμενοι

### α 528

Ἅλιον · τὸ μάταιον· ἀπὸ τῆς ἁλὸς γενικῆς· τὸ γὰρ τῆς θαλάσσης ὕδωρ ἄχρηστον

### α 529

Ἅλιος δ · νῦν ἐπίθετον· ἔστι δὲ καὶ κύριον. τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος γινόμενα ὀνόματα μὴ σημαίνοντα μέρος σωματικὸν μηδὲ μετουσίαν μηδὲ κτητικὰ ὄντα διὰ τοῦ ι γράφεται, οἷον Φρύξ Φρυγός Φρύγιος, χθών χθονός χθόνιος, Στύξ Στυγός Στύγιος, ἅλς ἁλός ἅλιος· μέρος σωματικόν, αἴγειος βόειος χήνειος· φλόγειος μετουσιαστικόν. καὶ εἰς τὸ Ἡμῖν. Ἐρεννίου

### α 530

Ἁλίπαστον ἁλισπάρτου διαφέρει· τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον· ἁλίσπαρτον δὲ τὴν ἁλσὶ κατεσπαρμένην χώραν. τῶν γὰρ ἀρχαίων τινὲς βαρβάρων δυσμενῶς διακείμενοι πρὸς τοὺς Ἕλληνας τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς· ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους δεινῶς καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλισπάρτους καλεῖ

### α 531

Ἁλίπεδον · τὸ παραθαλάσσιον πεδίον· παρὰ τὴν ἁλός γενικὴν καὶ τὸ πέδον

### α 532

Ἁλίσπαρτον · εἰς τὸ Ἁλίπαστον. Νικήτου

### α 533

Ἅλις · παρὰ τὴν ἁλός γενικὴν γίνεται ἅλις ἐπίρρημα. Ἀναλίσκω· τὸ λι ι · οἱ μέν, ὅτι οὐδέποτε πρὸ τοῦ σκ εὑρίσκεται ἡ ει δίφθογγοσ· οἱ δέ, ὅτι τὰ διὰ τοῦ ισκω μὴ παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα διὰ τοῦ ι γράφεσθαι εὑρίσκεται, οἷον ἁλίσκω. πρόσκειται μὴ παρ’ ἐνεστῶτα ἢ μέλλοντα“ διὰ τὸ κλῶ κλήσω καὶ κικλήσκω. γίνεται δὲ τὸ ἀναλίσκω ἐκ τοῦ ἁλῶ ἁλίσκω καὶ ἀναλίσκω, καὶ σημαίνει τὸ δαπανῶ ἀπὸ τοῦ ἁλῶ, τὸ συναθροίζω, ἐξ οὗ τὸ Ψ χειμέριον ἀλὲν ὕδωρ“, καὶ μετὰ τοῦ στερητικοῦ α ἀναλῶ, τὸ τὰ ἠθροισμένα διαφθείρω· τοῦτο παρὰ τὴν ἁλός γενικὴν ἐκταθέντος τοῦ α · ἐν ταύτῃ γὰρ ἅπαντα συναθροίζεται

### α 534

Ἅλις Β · ἱκανῶς· ἐπίρρημα μεσότητος. δασύνεται· τὸ ἀθροιστικὸν α δασύνεται, ἅλις ἅπας. γίνεται οὖν τὸ ἅλις ἐκ τῆς ἁλός γενικῆς· ἐν αὐτῇ γὰρ ἀθρόον καὶ ἱκανόν ἐστι τὸ ὕδωρ

### α 535

Ἅλις · παρὰ τὸ ἅλιθα καὶ Λ ἤλιθα πολλήν“

### α 536

Ἀλῖσαι · τὸ κυλῖσαι

### α 537

Ἁλιτενής · ὁ παράλιος τόπος, ὁ παρατεταμένος τῇ θαλάσσῃ

### α 538

Ἀλιτήριος · εἰς τὸ Ἀλείτης

### α 539

Ἀλκαία · ἡ οὐρά· κυρίως ἡ τοῦ λέοντος διὰ τὸ εἰς ἀλκὴν αὐτὸν τρέπειν

### α 540

Ἀλκή · ἡ ἰσχύς· ἀρκή τις οὖσα, ἡ βοηθητική· ἀρκεῖν γὰρ τὸ βοηθεῖν

### α 541

Ἀλκή Γ · παρὰ τὸ ἀρκῶ, τὸ βοηθῶ, ἀρκή καὶ μεταθέσει τοῦ ρ εἰς λ ἀλκή. ἢ παρὰ τὴν ἀκμήν, τὴν ἡλικίαν· τοῦτο παρὰ τὸ ἀκμῶ, τὸ κοπιῶ, γίνεται κμή καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη

### α 542

Ἀλκμήνη · παρὰ τὸ ἀλκή ἀλκήνη καὶ πλεονασμῷ τοῦ μ Ἀλκμήνη

### α 543

Ἀλκυών · ὄνομα ὀρνέου· παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν

### α 544

Ἄλκω · εἰς τὸ Ἄναλκις

### α 545

Ἀλλά · ὁ ἀλλά σύνδεσμος ἀντὶ τίνος παραλαμβάνεται; ἀντὶ τοῦ δέ, οἷον ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ“. κατὰ πόσους τρόπους διαφέρει ὁ ἤτοι σύνδεσμος τοῦ μέν; κατὰ δύο· ὅτι ὁ μὲν ἤτοι ποιητικῶς λαμβάνεται, ὁ δὲ μέν συνήθης ἐστίν· καὶ ὅτι ὁ μὲν ἤτοι κατ’ ἀρχὴν τίθεται, ὁ δὲ μέν κατὰ τὸ μέσον παραλαμβάνεται

### α 546

Ἀλλ’ ἄγετε Β · τὸ ἄγετε ῥῆμά ἐστι ἢ ἐπίρρημα; καὶ λέγομεν ἐπίρρημα. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ ἀριθμὸν ἀναδεχόμενα μετὰ τῆς δεούσης τῶν προσώπων καταλήξεως ῥήματά εἰσι· καὶ ὀφείλει εἶναι ῥῆμα. ἀλλ’ ἕτερος κανών ἐστιν ὁ ποιῶν αὐτὸ ἐπίρρημα· ὥσπερ γὰρ τὸ δεῦρο, ὁμολογουμένως ὂν ἐπίρρημα, ἐχόμενον δὲ προστακτικῆς ἐννοίας, κατὰ συνεκδρομὴν ἀριθμὸν ἀνεδέξατο, ὡς ἐν τῷ θ δεῦτε, ὦ φίλοι, τὸν ξεῖνον ἐρώμεθα“, οὕτως τὸ ἄγε, ἐπίρρημα ὄν, κατὰ συνεκδρομὴν τοῦ ῥήματος ἔσχε παρακείμενον τὸ ἄγετε

### α 547

Ἀλλαντοπωλῶν · σαλσικοπωλῶν· παρὰ τὸ ἀλλᾶς ἀλλᾶντος καὶ τὸ πωλῶ γίνεται ἀλλαντοπώλης. τὸ δὲ ἀλλᾶς παρὰ τὴν ἀόλλησιν τῶν κρεῶν· ἢ παρὰ τὴν ἄλησιν, τουτέστι συγκοπήν. συντάσσεται τὸ πωλῶ πτώσει δοτικῇ καὶ αἰτιατικῇ. καὶ εἰς τὸ Ἱμάς

### α 548

Ἀλλήλοισιν Β · ἡ εὐθεῖα τῶν πληθυντικῶν οὐκ ἔστι. διὰ τί; διότι ἡ τοῦ ῥήματος σύνταξις τὴν ἐν τοῖς δύο προσώποις μετάβασιν δηλοῖ· τὸ γὰρ ἀλλήλων ἤκουσαν“ τοιοῦτόν τί ἐστιν ἄλλοι ἄλλων ἤκουσαν“, ἀλλήλους ἔτρωσαν“ οἷον ἄλλοι ἄλλουσ“. ἐγγινομένης δὲ τῆς εὐθείας ἐν τῷ ἄλληλοι νοηθήσεται τὸ ἄλλοι ἄλλοι, ὅπερ ἄλογον διὰ τὸ ἀλλεπάλληλον τῶν δύο εὐθειῶν

### α 549

Ἄλλο · ἀσύναρθρόν ἐστιν ἢ σύναρθρον; ποτὲ μὲν σύναρθρον, ποτὲ δὲ ἀσύναρθρον. καὶ πότε ἐστὶν ἀσύναρθρον καὶ πότε σύναρθρον; ἡνίκα τοῦ κατηγορουμένου πλήθους ὅλου ἐστὶν ἐμπεριληπτικὸν τήν τε διαίρεσιν μερικὴν ποιεῖται, ἕξει καὶ τὸ ἄρθρον παραλαμβανόμενον· ὅτε δὲ ἀόριστόν ἐστι, τότε ἐμποδίζει καὶ τὰς τῶν ἄρθρων παρεμπτώσεις

### α 550

Ἄλλο, τοῦτο · διὰ τί σεσημείωται; τὰ ἐπὶ τῶν οὐδετέρων παρασχηματιζομένων ἀρσενικῷ καὶ ὁμοφωνούντων τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τὸ ἄρθρον ἐστὶ τὸ διακρῖνον. ἐὰν γὰρ εἴπω σοφόν, τοῦτο ἄδηλον, εἴτε εὐθεῖά ἐστιν οὐδετέρου εἴτε ἀρσενικόν. προσερχομένων δὲ τῶν ἄρθρων διαφορὰν ποιοῦσιν. ἐὰν γὰρ εἴπω τὸν σοφόν, τοῦτό ἐστιν αἰτιατικὴ τῶν ἀρσενικῶν· ἐὰν δὲ τὸ σοφόν, εὐθεῖα οὐδετέρου. ἐπεὶ οὖν ἡ ἄλλο τοῦτο ἀντωνυμία οὐ δέχεται ἄρθρα τὰ ὀφείλοντα διάκρισιν ποιεῖσθαι τῇ τε αἰτιατικῇ τοῦ ἀρσενικοῦ καὶ τῇ εὐθείᾳ τοῦ οὐδετέρου, τούτου χάριν σεσημείωται

### α 551

Ἀλλ’ ὅ τι οἱ Β · δ μέρη λόγου εἰσίν· ἀλλά σύνδεσμος, τὸ ὅ ἄρθρον, τὸ τί ὄνομα ἀόριστον, τὸ οἵ ἀντωνυμία

### α 552

Ἀλλοδαπῷ Τ · γίνεται ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν, ἤγουν τῶν ἄλλων, καὶ κατὰ παραγωγὴν ἀλλοδαπός. χρὴ μέντοι κἀκείνῳ ἐπιστῆσαι, δι’ ἣν αἰτίαν ἐκ μόνων τῶν πληθυντικῶν ἐγένετο ἡ παραγωγή, τῶν κτητικῶν ἀντωνυμιῶν καὶ οὐ καθ’ ἕκαστον ἀριθμὸν παρηγμένων. καὶ λέγομεν, ὅτι ἐπειδὴ ἀνέφικτόν ἐστιν ἐξ ἑνικοῦ ἢ δυϊκοῦ ἀριθμοῦ ἐθνικὴν παραγωγὴν γενέσθαι· οὐ γάρ ἐστιν ἐπινοῆσαι ἔθνος ἐν ἑνὶ ἀνθρώπῳ ἢ δυσίν, ἀλλ’ ἐν ἀπείροις. διὰ ταύτην τὴν παραγωγὴν ἔδοξεν καὶ τὸ ἄλλος ἐν τῷ ἀλλοδαπὸς γενόμενον ἀντωνυμίαν εἶναι. οὐκ ἔστι δέ, ἐπειδὴ μάχεται τῇ ἐννοίᾳ τῶν ἀντωνυμιῶν· ἃ γὰρ ὁρίζει ἡ ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ ἄλλος αἰναιρούμενα ἀοριστοῦνται, οἷον ἄλλος, οὐκ ἐγώ· ἄλλος, οὐ σύ“

### α 553

Ἀλλόθρους · παρὰ τὸ ἄλλος καὶ τὸ θροῦς· ἀλλόθρους γάρ ἐστιν ὁ ἀλλοτρίαν φωνὴν ἔχων, ἤγουν ὁ βάρβαρος

### α 554

Ἀλλοιῶ · εἰς τὸ Ἠλλοιωμένοι καὶ Ἀλοιῶ

### α 555

Ἀλλοίωσις · εἰς τὸ Μεταβάλλεσθαι

### α 556

Ἀλλόκοτον · ἀνόμοιον ἢ ἐξ ἀνομοίων συνεστός· ἀλλότοκόν τι ὄν, καθ’ ὑπερβιβασμόν, ὡς τύπτω τύπτιλος καὶ πίτυλος καθ’ ὑπερβιβασμόν, καὶ σκέ πω σκέπος καὶ πέσκος· σημαίνει δὲ δέρος προβάτειον. ἢ παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατ’ αὐτό

### α 557

Ἅλλομαι · εἰς τὸ Ἆλτο

### α 558

Ἀλλήλοις Β · διὰ τί ἐστιν ἀσ ύναρθρον; ἐπειδὴ αἱ ἀντωνυμίαι πρώτην δεῖξιν σημαίνουσιν, οἷον ἐγώ σύ, τὰ δὲ ἄρθρα ἀναφορὰν δηλοῦσιν· ἐναντία δέ ἐστιν ἡ δεῖξις τῆς ἀναφορᾶσ. οἱ ἄ λλοι· ἀσύναρθρον δέ ἐστιν, διότι ἐν ὀρθῇ καὶ πλαγίᾳ πτώσει νοεῖται· ὁποτέ ρᾳ οὖ ν πτώσει προσέλθοι τὸ ἄρθρον, ἀκαταλληλότητα δηλοῖ

### α 559

Ἄλλος · ἐκ τοῦ ἄλαλος γέγονε κατὰ συγκοπήν, διότι τὸ ἄλλος ἀναιρετικόν ἐστιν τῶν ὡρισμένων π ροσώπων. καὶ ὄνομά ἐστιν ἢ ἀντωνυμία; εἰσὶ γάρ τινες λόγοι οἱ ἕλκοντες αὐτὸ ὡς ἀντωνυμίαν καὶ μὴ ὄνομα. ἐπειδὴ ὃν τρόπον τὸ ἐκεῖνος καὶ τὸ οὗτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολῇ τοῦ ν οἷον ἐκεῖνο τοῦτο, τὸν αὐτὸν τρόπον ἔχει καὶ τὸ ἄλλο οὐδέτερον ἀποβολῇ τοῦ ν · σεσημείωται τὸ ἄλλο τοῦτο καὶ τὰ ὅμοια. ἕτερος δὲ λόγος ἐστὶν τοῦ μὴ εἶναι ἀντωνυμίαν. πῶς δέ ἐστιν; ἀντωνυμία λέγεται ἀντὶ ὀνόματος, τὸ δὲ ἄλλος ἐστὶν ἀόριστον, διότι τὸ ἐκεῖνος καὶ τὸ οὗτος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει ἢ ἀναφοράν, τὸ δὲ ἄλλος οὔτε δεῖξιν σημαίνει οὔτε ἀναφοράν. καὶ ἔστιν ὄνομα καὶ τὸ ἄλλος. καὶ κλητικὴν οὐκ ἔχει. διὰ τί; διότι ἡ φύσις τῆς κλήσεως μάχεται τῇ σημασίᾳ τοῦ ὀνόματος. καὶ διὰ τί μάχεται; διότι ἡ μὲν κλητικὴ πρὸς παρόν ἐστιν πρόσωπον καὶ μὴ γνωριζόμενον, τὸ δὲ ἄλλος ἀναιρετικὸν τοῦ παρόντος

### α 560

Ἄλλος · παρὰ τὸ ἄλαλος κατὰ συγκοπὴν ἄλλος. τὸ δὲ ἄλαλος παρὰ τὸ λαλῶ λάλος καὶ μετὰ τοῦ στερητικοῦ α καὶ προσθέσει ἑτέρου λ ἄλλος. σημαίνει δὲ ὄνομα ἀόριστον καὶ ξένον

### α 561

Ἄλλος · ἀντωνυμία ἐστὶν ἢ ὄνομα ἀόριστον; ὄνομα ἀόριστον, ἐπειδὴ αἱ μὲν ἀντωνυμίαι ἢ δεῖξιν σημαίνουσιν ἢ ἀναφοράν

### α 562

Ἀλλοπρόσαλλος · ὁ διπρόσωπος, ἢ ὁ εὐμετάβλητος καὶ εὐάρμοστος

### α 563

Ἀλλότριος · παρὰ τὸ ἄλλος καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν· ἀλλόριός τις ὤν, οἱονεὶ ὁ ἄλλου ὁρισμοῦ ὑπάρχων, καὶ πλεονασμῷ τοῦ τ ἀλλότριος

### α 564

Ἀλλόφυλος · ἐκ τοῦ ἄλλος καὶ τοῦ φυλή

### α 565

Ἄλλως · ἐπίρρημα μεσότητος, σημαίνει δὲ τὸ μάτην· ἄλλως ἄρ’ ἐξαπατώμεθ’ ὑπὸ τῶν πρέσβεων“, Ἀριστοφάνης · παρὰ τὸ ἠλός, τὸ μάταιος· Ο δαιμόνιε, φρένας ἠλέ, διέφθορασ“. παρὰ τὸ ἠλός ἠλῶν ἦλε ἠλῶς καὶ Αἰολικῶς μετὰ διπλασιασμοῦ τοῦ λ καὶ συστολῇ ἄλλως· εἰώθασιν γὰρ οἱ Αἰολεῖς τὰ ἀμετάβολα διαπλασιάζειν καὶ συστέλλειν τὰς ὑπερκειμένας συλλαβάς

### α 566

Ἅλμη · ὥσπερ παρὰ τὸ τρυγός γίνεται τρύγη, οὕτως καὶ παρὰ τὴν ἁλός γίνεται ἅλη καὶ παρεμπτώσει τοῦ μ ἅλμη· ἢ παρὰ τὸ ἅλς ἁλός ἅλιμος ἁλίμη καὶ συγκοπῇ ἅλμη

### α 567

Ἅλμη · τὸ τῆς θαλάσσης ὕδωρ λέγεται ἅλμη καὶ τὸ ἐξ ἁλῶν καὶ ποτίμου κεκραμμένον ὕδωρ. παρὰ τὴν ἁλός γενικήν, ὡς παρὰ τὸ κῦδος κύδιμος, ἁλός ἅλιμος· καὶ ἁλίμη, ὡς εὔφρονος εὐφρόνη, καὶ συγκοπῇ ἅλμη

### α 568

Ἁλμυρός · ὁ ἅλμης μετέχων· ὡς τόλμη τολμηρός, ἄτη ἀτηρός, οὕτω καὶ ἅλμη ἁλμηρός, καὶ τροπῇ τοῦ η εἰς υ ἁλμυρός, ὡς τηρός τυρός· ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων

### α 569

Ἁλοσύδνη · ἡ κατὰ τῆς ἁλὸς δύνουσα· εἴρηται δὲ οὕτως καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης καὶ ἐπιθετικῶς ἐπὶ τῶν Νηρηΐδων καὶ τῶν φωκῶν. παρὰ τὴν ἁλός γενικὴν καὶ τὸ δύνω ἁλοσδύνη καὶ ὑπερθέσει ἁλοσύδνη. ἐπὶ μὲν τῶν Νηρηΐδων καὶ τῶν φωκῶν οὕτως οὔσης, ἐπὶ δὲ τῆς θαλάσσης αὐτῆσ εἴρηται οὕτως· ἀπὸ τῆς ἁλός γενικῆς γίνεται ἁλόσυνος καὶ ἐπ’ αὐτῆς, ὡς γηθόσυνος γηθοσύνη, οὕτωσ καὶ ἁλόσυνος ἁλοσύνη καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη

### α 570

Ἅλμη ε · ὄνομα προσηγορικὸν παρώνυμον. οἱ μέν, παρὰ τὴν ἁλός ἅλιμος, ὡς κύδιμος, τὸ θηλυκὸν ἁλίμη, ὡς κυδίμη, καὶ ἐνδείᾳ τοῦ ι ἅλμη. οἱ δέ, ἀπὸ τῆς ἁλός ἅλη, ὡς εὔφρονος εὐφρόνη, ἀμύμονος ἀμυμόνη· ἐπενθέσει τοῦ μ ἅλμη

### α 571

Ἀκμαῖον · ἀνδρεῖον

### α 572

Ἁλμυρός · εἰς τὸ Ἄτρυτα

### α 573

Ἄλοχος · γυνή, γαμετή

### α 574

Ἁλουργίς · παρὰ τὸ ἐκ τοῦ κόχλου τοῦ θαλασσίου βαφῆναι

### α 575

Ἄλογον · διὰ τὸ ἄμοιρον τοῦ λόγου, ἤγουν μὴ ἔχον λόγον

### α 576

Ἁλοσύδνη · καὶ ἐπ’ αὐτῆς τῆς θαλάσσης καὶ ἐπιθετικῶς ἐπὶ φωκῶν· ἁλοσδύνη τις οὔσα, ἡ κατὰ τῆς ἁλός δύνουσα, καὶ ἐν ὑπερθέσει ἁλοσύδνη. καὶ τοῦτο, ὅτε ἐστὶν ἐπίθετον, ἁρμόττει· ὅτε δὲ ἐπ’ αὐτῆς τῆς θαλάσσης, παρὰ τὴν ἅλα ἁλόσυνος καὶ ἁλοσύνης καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη

### λ 2

λογον · διὰ τὸ μὴ ἔχειν λόγον

### α 577

ἀλλοιῶ διαφέρει· ἀλ λοιῶ μὲν σημαίνει τὸ τύπτω καὶ βαρύνεται, καὶ Ὅμηροσ Ι πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία“. καὶ ἀλλοιῶ περισπωμένως, τὸ μεταποιῶ, ὡσ τὸ αὕτη ἡ ἀλ λοίωσισ “

### α 578

Ἄλοξ · ἡ αὖλαξ· Εὐριπίδης μὴ σπεῖρε τέκνων ἄλοκα“. παρὰ τὸ αὖλαξ ἐλλεί ψει τοῦ υ καὶ τροπῇ τοῦ α εἰς ο

### α 579

Ἁλοσύδνη · θαλάσσιον θηρίον· παρὰ τὸ εἰς ἅλα δύ νειν· καὶ ἐπὶ τῶν νυμ φῶν

### ο 3

Ὅμηρος · Ἆλτο Α · ῥῆμα χρόνου μέσου ἀορίστου πρώτου, τρίτου προσώπου τῶν ἑνικῶν· ἅλλομαι, τὸ πηδῶ, ὁ ἀόριστος ἧλα, καὶ ὁ μέσοσ ἀόριστος πρῶτος ἡλάμην ἥλω ἥλα ο καὶ ἐν συγκοπῇ ἦλτο καὶ ἆλ το· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ συγκοπῇ

### α 580

Ἀλύειν · τὸ δυσφορεῖν· παρὰ τὸ μὴ λύσιν τῶν κακῶν εὑρίσκειν. σημαίνει δὲ καὶ τὸ χαίρειν· παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλύω· πλανῶνται γὰρ αἱ ψυχαὶ καὶ τῶν χαιρόντων ὡς τῶν λυπουμένων ἀνδρῶν

### α 581

Ἀλύειν · τὸ δυσφορεῖν καὶ λυπεῖσθαι· σημαίνει δὲ καὶ τὸ ἐπαίρεσθαι καὶ χαίρειν

### α 582

Ἀλύειν · τὸ δυσφορεῖν καὶ λυπεῖσθαι· παρὰ τὸ μὴ λύσιν τῶν κακῶν εὑρίσκειν. καὶ ἀλύω, τὸ χαίρω. τὸ λυ ψιλόν. διὰ τί; ὡς τὸ ς ἦ ἀλύεις, ὅτι Ἶρον πτωχὸν ἐνίκησας;“

### α 583

Ἀλύειν · παρὰ τὸ ἀπορεῖν καὶ ἐν πλάνῃ ἔχειν τὴν ψυχήν· ἢ τὸ ἀλύτως αὐτὴν ἔχειν καὶ συνδεδεμένως. ς ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας;“ ἤγουν πτωχόν

### α 584

Ἅλυς · ποταμὸς ἐν Παφλαγονίᾳ κατὰ Σινώπην χωρίζων Χάλυβας καὶ Λευκοσύρους τοὺς ἐν τῷ Πόντῳ· Ἶριν δὲ αὐτὸν λέγει Καλλίμαχος · ἔστι δὲ μεταξὺ Σινωπέων καὶ Ἀμισέων. εἴρηται δὲ Ἅλυς οἱονεὶ ἄλης τις ὢν καὶ πλανήτης· πολλὴν γὰρ διοδεύει γῆν· τροπῇ τοῦ η εἰς υ ὡς ἅλμη ἁλμυρός

### α 585

Ἄλυσις · ἡ ἐκ χαλκοῦ ἢ σιδήρου ἢ ἄλλου τινὸς πεπλεγμένη σειρά

### α 586

Ἄλυσσον. παρὰ τὸ τοὺς λυσσῶντας ὀνεῖν· ἔστι δὲ εἶδος βοτάνης ἐν ταῖς ὁδοῖς φυόμενον πορφυροῦν ἐχούσης φύλλον

### α 587

Ἄλφα · παρὰ τὸ ἀλφῶ, τὸ εὑρίσκω, ὅθεν καὶ ἀλφησταί, οἱ ζητηταὶ καὶ εὑρεταί, ὡς πρῶτον εὑρεθέν· α ἀνδράσιν ἀλφησταῖσιν“ ὁ Ὅμηρος. διὰ τί οὐ λέγεται μετὰ τοῦ ἄρθρου τὸ ἄλφα; ἐπειδὴ δεῖξίς ἐστιν πρώτη καὶ ἀντὶ τοῦ ἄρθρου ἐστίν

### α 588

Ἀλφεῖν · εἰς τὸ Τιμαλφέστατον

### α 589

Ἀλφειός · λέγεται ὁ ποταμὸς παρὰ τὸ θεραπεύειν τοὺς ἀλφούς, ἤγουν τὰς λέπρας. ἢ παρὰ τὸ ἀλφεῖν, ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ

### α 590

Ἀλφός · τὸ πάθος· ἀλλοφός τις ὤν, ὁ ἀλλοιοφανές τὸ χρῶμα ποιῶν· λέγεται γὰρ τὸ ἀλλοῖον καὶ ἕτερον καὶ ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐξηλλαγμένων

### α 591

Ἀλφειός · δίφθογγον· καὶ γὰρ Ἀλφεός

### α 592

Ἀλφησταῖς · ζητηταῖς παρὰ τὴν ἐλπίδα καὶ τὸν λογισμόν. ἢ οἱ ἀμειπτικοί· ἀλφαίνειν γὰρ τὸ ἀντικαταλλάσσεσθαι καὶ ἀμείβειν· μόνοις δὲ τοῖς ἀνθρώποις πρόσεστι τὸ ἀμειπτικοὺς εἶναι

### α 593

Ἀλωπεκία · τὸ πάθος τὸ ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενείων, ἀπὸ τῆς ἀλώπεκος μεταφορικῶς· ἡ γὰρ ἀλώπηξ τὸ ζῶον, ἔνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ ξηραίνουσα τὴν προϋπάρχουσαν βοτάνην καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ συγχωρεῖ

### α 594

Ἀλφηστής · παρὰ τὸ ἀλφεῖν, τὸ καταλαμβάνειν

### α 595

Ἀλφηστής · εὑρετής· ἐκ τοῦ ἀλφῶ, τὸ εὑρίσκω, ἀλφήσω, γίνεται ἀλφηστής, ὁ εὑρετικός· ἐξ οὗ καὶ Σ ἀλφεσίβοιαι“, αἱ λαμβάνουσαι ἕδνα γυναῖκες

### α 596

Ἄλφιτον · τὸ παχὺ ἄλευρον· παρὰ τὸ ἀλφαίνειν· ἡ πρώτη εὑρεθεῖσα τροφή

### α 597

Ἀλφός · ὁ λευκός· παρὰ τὸ ἀλλοφανής τις ὤν

### α 598

Ἀλῶ · σημαίνει τὸ πλανῶ· σύνθετον ἐκ τοῦ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀλῶ· οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται, οὐδὲ τυγχάνουσιν ὧν βούλονται

### α 599

Ἆλτο · μέσου ἀορίστου, τρίτου προσώπου τῶν ἑνικῶν. κατὰ συγκοπὴν γέγονεν· ἔστι δὲ τὸ θέμα αὐτοῦ ἅλλω, ὁ μέλλων ἁλῶ, ὁ ἀόριστος ἧλα, ὁ παθητικὸς ἡλάμην καὶ τὸ τρίτον τῶν ἑνικῶν ἥλατο σκιρτῶν“ καὶ κατὰ συγκοπὴν καὶ συστολῇ τοῦ η εἰς α ἆλτο· καὶ μετὰ τὴν συγκοπὴν μετέπεσεν ἡ δασεῖα εἰς τὴν ψιλήν· τὸ γὰρ α καταλῆγον εἰς λ ἑνὸς συμφώνων τῆς τρίτης συζυγίας ἐπαγομένου, ψιλοῦται

### α 600

Ἁλῶναι · παρὰ τὸ ἐν ἁλὶ ληφθῆναι· κυρίως δὲ ἐπὶ τῶν ἰχθύων

### α 601

Ἅλως · ἡ ἀλωή· λέγεται παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν

### α 602

Ἅλωσις · ἐκ τοῦ ἁλῶ, τὸ πορθῶ· τοῦτο ἐκ τοῦ ἅλως, ὃ σημαίνει τὴν ἅλωνα· εἰς αὐτὴν γὰρ πορθοῦνται καὶ συνθρύπτονται οἱ στάχυες· τοῦτο ἐκ τοῦ ἅλω, τὸ συναθροίζω, ἐξ οὗ καὶ δασύνεται· τοῦτο ἐκ τοῦ ἅλς ἁλός . κλίνεται δὲ ἡ ἅλως τῆς ἅλωνος τῇ ἅλωνι τὴν ἅλωνα ὦ ἅλων· εἰ δ’ Ἀττικῶς κλίνομεν, οὕτως φαμέν, ἡ ἅλως τῆς ἅλω τῇ ἅλῳ τὴν ἅλων ὦ ἅλω

### α 603

Ἅμα Β · δασύνεται· ὥσπερ ἐστὶ χάζω, τὸ ὑποχωρῶ, καὶ ἐκβολῇ τοῦ χ ἔμεινεν ἡ ἀναλογοῦσα τῷ χ δασεῖα ἐν τῷ ἅζω, οὕτως ἐστὶν ἐν τῷ ἅμα καὶ τῷ θαμά

### α 604

Ἅμα Γ · ἐπίρρημα συλλήψεως ἢ ἀθροίσεως· διαφέρει τὸ ἅμα τοῦ ὁμοῦ, ὅτι τὸ ἅμα ἐπὶ χρόνου τάσσεται, τὸ δὲ ὁμοῦ ἐπὶ τόπου· Α ἅμα δ’ ἠελίῳ καταδύντι“· ὁμοῦ, ὡς δ ὁμοῦ τράφεν ἠδ’ ἐγένοντο“. τὸ δὲ Α εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ“ καὶ ἐνταῦθα τοπικόν ἐστι. τὸ ἅμα δασύνεται· ὥσπερ γὰρ παρὰ τὸ χάζω, τὸ ὑποχωρῶ, γίνεται κατὰ ἀποβολὴν τοῦ χ ἅζω, ἔμεινε δὲ ἡ ἀναλογοῦσα τῷ χ δασεῖα, οὕτως καὶ ἐκ τοῦ θαμά, ὃ σημαίνει τὸ πυκνόν, γίνεται κατὰ ἀποβολὴν τοῦ θ ἅμα· τὸ γὰρ πυκνὸν καὶ ἐπάλληλον ἅμα γίνεται καὶ ἐν τῷ αὐτῷ καιρῷ. βαρύνεται· τὰ εἰς α λήγοντα δισύλλαβα ἐπιρρήματα ἅπαντα βαρύνεται, οἷον ὦκα τάχα σάφα λίγα λίπα· χωρὶς τοῦ θαμά. ἅμα δὲ σημαίνει, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ· Α ἅμα τράφεν ἠδ’ ἐγένοντο“

### α 605

Ἅμα · παρὰ τὸ θαμά ἅμα κατὰ ἀνάδοσιν τόνου. διαφέρει δὲ τὸ ἅμα τοῦ ὁμοῦ· ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν

### α 606

Ἅμα · ἐπίρρημα συλλήψεως καὶ ἀθροίσεως· καὶ ἡνίκα σημαίνει ἐπὶ τόπου, ἐστὶ συλλήψεως, οἷον ἅμα γενώμεθα ἐν τῷ οἴκῳ“, ἢ ἐν τόπῳ· ἡνίκα δὲ σημαίνει ἐπὶ λαοῦ, ἀθροίσεως, Γ αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν“

### ο 4

ὁμοῦ διαφέρει· ὅτι τὸ μὲν ἅμα ἐπὶ χρόνου τάσσεται, τὸ δὲ ὁμοῦ ἐπὶ τόπου, οἷον Α ἅμα δ’ ἠελίῳ καταδύντι“, Ψ ὀμοῦ, ὡς τράφομέν περ ἐν ἡμετέροισι δόμοισι“. γίνεται δὲ ἐκ τοῦ θαμά, ὃ σημαίνει τὸ πυκνόν, ἀποβολῇ τοῦ θ ἅμα· τὸ γὰρ πυκνὸν καὶ ἐπάλληλον ἅμα γίνεται καὶ ἐν τῷ αὐτῷ καιρῷ. βαρύνεται· τὰ εἰς α λήγοντα ἐπιρρήματα δισύλλαβα ἅπαντα βαρύνεται, οἷον ὦκα τάχα σάφα ἅμα λίγα λίπα· χωρὶς τοῦ θαμά. ἅμα δὲ σημαίνει, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ. δασύνεται· ἀναχωρήσαντος οὖν τοῦ θ ἔμεινεν ἡ ἀναλογοῦσα τῷ θ δασεῖα

### α 607

Ἁμάδιος · ἐπιρρηματικῶς· ἐκ τοῦ ἅμα ἁμάδιος

### α 608

Ἀμαζόνες Γ · ἡ εὐθεῖα Ἀμαζών· ἐκλήθη δὲ ἐκ τοῦ μαζός καὶ τοῦ στερητικοῦ α Ἀμαζών· πρὸς γὰρ τὸ μὴ ἐμποδίζεσθαι αὐτὰς ἐν τῷ τοξεύειν τὸν ἕνα αὐτῶν μαστὸν ἀπέκοπτον. ἢ ὅτι λαμβάνουσαι ζώνην καὶ πανοπλίαν ἐξερχόμεναι ἤμων καὶ ἐθέριζον, ὥστε αὐτὰς κληθῆναι παρὰ τὸ ἐν ταῖς ζώναις ἀμᾶν. ἢ ὅτι μάζης καὶ τροφῆς οὐ μετέσχον, ἀλλ’ ὄφεσι καὶ ἄλλοις τισὶ θηρίοις ἐτρέφοντο. ἢ παρὰ τὸ μάζαις μὴ χρῆσθαι, ἤγουν ἡμέροις τροφαῖς, ἀλλ’ ὄφεσι καὶ σαύραις καὶ χελώναις

### α 609

Ἁμαθής · παρὰ τὸ μὴ ἔχειν μάθησιν μέτρου

### α 610

Ἀμαθύνει · παρὰ τὸ τὴν ἄμαθον, οἷον κόνιν, ποιεῖν

### α 611

Ἀμαιμάκετος · ὁ μακρός· Ὅμηρος ξ ἱστὸν ἀμαιμάκετον“. παρὰ τὸ μῆκος γίνεται μάκετος καὶ διπλασιασμῷ μαμάκετος καὶ πλεονασμῷ τοῦ ι μαιμάκετος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀμαιμάκετος. ἀμαιμάκετον δὲ ἄμαχον, ἀνυπόστατον, μακρὰν καὶ φοβεράν, ἢ ἀπροσμάχητον καὶ μεγάλην· ἀπὸ τοῦ μαιμῶ, ὃ σημαίνει τὸ προθυμοῦμαι, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαιμάκετος

### α 612

Ἀμαλδῦναι · παρὰ τὸ μαίρω μαρῶ, ἀφ’ οὗ μαραίνω. κυρίως δὲ τὸ διὰ πυρὸς ἀφανίσαι

### α 613

Ἀμαλδύνω · τὸ διὰ πυρὸς ἀφανίζω· μαίρω, τὸ λάμπω, ὁ μέλλων μαρῶ, μαλῶ, ἀμαλῶ, παράγωγον ἀμαλύνω καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω

### α 614

Ἀμαλθείας κέρας · τὸ θει δίφθογγον. ἡ Ῥέα τεκοῦσα τὸν Δία ἔδωκε τῇ Ἀμαλθείᾳ τρέφειν· ἡ δὲ οὐκ ἔχουσα γάλα αἰγὶ ὑπέβαλεν αὐτόν, ὅθεν αἰγίοχος ἐκλήθη. ὁ τοίνυν Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν ἐν τῷ οὐρανῷ, τὸ δὲ ἓν τῶν κεράτων ἀφελὼν τῇ Ἀμαλθείᾳ ἔδωκε παρασκευάσας αὐτῇ γενέσθαι πᾶν, ὅπερ αἰτήσει, διὰ τοῦ κέρατος. ὅθεν καὶ τοὺς εὐδαίμονας Ἀμαλθείας κέρας ἔχειν φαμέν

### α 615

Ἀμάλθεια · ἡ τροφὸς τοῦ Διός· παρὰ τὸ μὴ μαλθάσσεσθαι καὶ ταπεινοῦσθαι· διὰ τοῦτο καὶ τὸν Ἡρακλέα καρτερικώτατον γενέσθαι. καὶ εἰς τὸ Ἐγχείῃσι

### α 616

Ἀμαμαξύς · ἡ ἀναδενδράς· παρὰ τὸ ἀμμῖξαι· ἡ συνδεδεμένη· ἀναδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες· ἀμμαξύς καὶ πλεονασμῷ τοῦ α ἀμαμαξύς

### α 617

Ἀμᾶν · εἰς τὸ Ἄμη καὶ Ἀμῶ

### α 618

Ἀμᾶν · παρὰ τὸ ὁμοῦ ἐπισπᾶν ἐπὶ τοῦ θερίζειν

### α 619

Ἅμαξα · παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἅμαξα, ὡς ὁμοῦ ἄγουσα

### α 620

Ἀμάρα · παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι. καὶ εἰς τὸ Ἀμαρυγάς. Ὠρίωνος

### α 621

Ἀμάραντον · παρὰ τὸ ἅμα ῥεῖν, ἢ ὅτι οὐκ ἐᾷ τὰ. ἐγράφη

### α 622

Ἀμάρας · ὀχετοῦ ἢ τάφρου ἢ ὑδρορροῆς· διὰ τὸ τὰ ἐν αὐτῇ ὄντα φυτὰ ἀμάραντα εἶναι· ἢ παρὰ τὸ ἅμα καὶ τὸ ὁμαλῶς ῥεῖν· ἢ παρὰ τὸ τῇ ἄμῃ αἴρεσθαι καὶ ὀρύττεσθαι. ἄμη δέ ἐστι ἐργαλεῖον οἰκοδομικόν

### α 623

Ἁμαρτή · ἐπίρρημα· τὸ ὁμοῦ· καί φησιν Ἀρίσταρχος ἐκ τοῦ ἁμαρτήδην κατὰ ἀποκοπὴν ἁμαρτή, καὶ ὀξύνει. ὁ δὲ Ἡρῳδιανὸς ἐκ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ ἁμαρτῇ. Φωτίου

### α 624

Ἁμαρτία · ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, μαρπτία καὶ ἁμαρτία μετὰ τοῦ στερητικοῦ α

### α 625

Ἁμαρτοεπής Γ · ζήτει εἰς τὸ Δαΐφρων. τὰ παρὰ τὸ ἁμαρτῶ συντεθέντα διὰ τοῦ ο καὶ διὰ τοῦ ι γράφεται· διὰ μὲν τοῦ ο ὡς τὸ ἁμαρτοεπής· διὰ δὲ τοῦ ι ὡς τὸ ἁμαρτίνοος

### α 626

Ἁμαρτῶ · εἰς τὸ Νημερτές

### α 627

Ἀμαρυγάς καὶ ἀμαρύγματα τὰς τῶν ὀφθαλμῶν ἐκλάμψεις. σημαίνει καὶ τὰς τοῦ μετώπου ῥυτίδας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυραὶ καὶ ἀλαμπεῖς εἶναι· ἢ παρὰ τὸ ἀμάραις ἐοικέναι, τουτέστιν ὀχετοῖς· ὥσπερ γὰρ ἐκεῖναι τὸ ὕδωρ, οὕτως αὗται τὸν ἱδρῶτα μετάγουσιν ἐπὶ τὰ παρ’ ἑκάτερα μέρη τῆς κεφαλῆς. ἡ δὲ ἔκλαμψις εἴρηται παρὰ τὸ ἀμαρύσσω· ἀπὸ γὰρ τοῦ μαίρω, τὸ λάμπω, γίνεται μαρμαίρω ἐν διπλασιασμῷ, εἶτα παράγωγον μαρύσσω, πλεονασμῷ τοῦ α ἀμαρύσσω καὶ ἐξ αὐτοῦ ἀμάρυγμα

### α 628

Ἀμαρύσσειν · παρὰ τὸ μαρύσσω καὶ κατ’ ἐπέκτασιν ἀμαρύσσω

### α 629

Ἀμάρυγμα · σημαίνει τὴν λαμπηδόνα τοῦ φωτός· παρὰ τὸ ἀμαρύσσω· τὸ δὲ ἀμαρύσσω παρὰ τὸ μάρμαρον· τοῦτο δὲ παρὰ τὸ μαρμαίρω, τὸ λάμπω· τοῦτο δὲ παρὰ τὸ μαίρω κατὰ ἀναδιπλασιασμόν. καὶ εἰς τὸ Σμαραγῶ. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 630

Ἀμαυρός · ἐκ τοῦ μαίρω, τὸ λάμπω, ἐξ οὗ καὶ μαρμαίρω· ἐκ τοῦ οὖν μαίρω, τὸ λάμπω, γίνεται μαιρός, καὶ τροπῇ τοῦ ι εἰς υ καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαυρός, ἤγουν ὁ ἀλαμπὴς καὶ σκοτεινός, ἐξ οὗ γίνεται ῥῆμα ἀμαυρῶ

### α 631

Ἀμαυρόν δ · ἤτοι τὸ μὴ ὁρώμενον, ἢ τὸ μετὰ αὔρας φερόμενον· παρὰ τὸ μαίρω, τὸ λάμπω, ὅθεν τὸ μαρμαίρω· ἢ ἐκ τοῦ μαῦρος μαυρῶ καὶ κατὰ στέρησιν ἀμαυρός, ὁ ἀλαμπής· ἢ παρὰ τὸ μαίρω μαρμαίρω, ὡς καίω καύσω, κλαίω κλαύσω

### α 632

Ἄμβη · τὸ χεῖλος τῆς λοπάδος· παρὰ τὸ ἐν ἀναβάσει εἶναι

### α 633

Ἀμβλύς · ὁ σίδηρος ὁ μὴ ὀξύς· παρὰ τὸ μῶλος μωλύς, μετὰ τοῦ στερητικοῦ α ἀμωλύς, ὁ μὴ ἐπὶ μῶλον ἐπιτήδειος, καὶ συγκοπῇ τοῦ ω καὶ προσθέσει τοῦ β ἀμβλύς, ὁ μὴ εὐθετῶν εἰς πόλεμον. καὶ εἰς τὸ Ἀμπλάκημα

### α 634

Ἀμβλυωπία · ἐκ τοῦ ἀμβλυωπής. τοῦτο παρὰ τὸ ἀμβλύ καὶ τὸ ὤψ ὠπός· οἱονεὶ ὁ μὴ καθαρὸν φῶς ἔχων, ἀλλ’ ἀσθενές

### α 635

Ἀμβλυώττειν · τὸ τυφλώττειν καὶ βαρύνεσθαι τοὺς ὀφθαλμούς· ἀπὸ τοῦ ἀμβλύς καὶ τοῦ ὄσσω, τὸ βλέπω, ἀμβλυόσσω καὶ Ἀττικῶς ἀμβλυώττειν

### α 636

Ἀμβολάδην · ἀναβάλλων, ἀναζέων

### α 637

Ἀμβροσία · παρὰ τὸ ἄμβροτος· τοῦτο παρὰ τὸ βροτός καὶ τὸ στερητικὸν α καὶ πλεονασμῷ τοῦ ν γίνεται ἄμβροτος, καὶ τρέπεται τὸ ν εἰς μ. τὸ θηλυκὸν ἀμβροσία, καὶ σημαίνει τὴν ἀθανασίαν· ἀμβροσία δὲ ἡ ὄντως σοφία θεοῦ. δεῖ γινώσκειν τὴν λέξιν, ὅτι ὅταν μὲν προπαροξυτόνως ἀναγινώσκηται, τὰ θεῖα δηλοῖ, ὅταν δὲ παροξυτόνως βρῶμα θεῶν, παρὰ τὸ βροτοὺς μὴ μετέχειν αὐτῆς

### α 638

Ἀμβρόσιον · παρὰ τὸ βρότος, ὃ σημαίνει τὸ αἷμα

### α 639

Ἀμαχί · ἄνευ ἀγῶνος καὶ μάχης. καὶ εἰς τὸ Ἀκονιτί. Ὁμήρου

### α 640

Ἀμέγαρτον Β · παρὰ τὸ μεγαίρω· δηλοῖ δὲ καὶ τὸν μὴ φθονούμενον καὶ τὸν μέγαν κατ’ ἐναλλαγὴν πνεύματος· ρ πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα;“, καὶ Β πόνον δ’ ἀμέγαρτον“

### σ 3

στυγνοί · ἐν βάθει βουλευόμενοι, σύννοοι, σκυθρωποί· σημαίνει δὲ καὶ τὸ ἀγέλαστοι καὶ ἀχάριστοι, ἀπὸ τοῦ μειδῶ ἢ μειδιῶ. τοῦτο παρὰ τὸ ἥδω, ὃ σημαίνει τὸ εὐφραίνομαι, Βοιωτικῇ τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον καὶ πλεονασμῷ τοῦ μ μειδῶ καὶ μειδιῶ. τὸ γὰρ ἐπὶ τοῦ βουλεύομαι διὰ τοῦ η γράφεται καὶ βαρύνεται· παρὰ γὰρ τὸ ἅδω γίνεται, ὃ σημαίνει τὸ ἀρέσκω

### α 641

Ἀμείλικτος · ἀπὸ τοῦ μειλίσσω μειλικτός καὶ ἀμείλικτος. τοῦτο ἀπὸ μεταφορᾶς τοῦ μέλιτος· μελίσσω καὶ πλεονασμῷ τοῦ ι μειλίσσω, μειλικτός καὶ ἀμείλικτος, ὁ ἀσυμπαθής καὶ ἀδυσώπητος καὶ σκληρός. Φωτίου

### α 642

Ἀμείνων Β · ἐκ τοῦ μέρος μερίων, καὶ ἐκβολῇ τοῦ ρ καὶ συναιρέσει γίνεται μείων καὶ ἀμείων καὶ πλεονασμῷ ἀμείνων. Γ κλέπτῃ δέ τε νυκτὸς ἀμείνω“ χωρὶς τοῦ ν γένους θηλυκοῦ αἰτιατικῆς πτώσεως, ὡς ἐλάσσονα ἐλάσσοα ἐλάσσω

### α 643

Ἀμείνων · παρὰ τὸ μένω γέγονεν ἀμένων καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀμείνων, τουτέστιν ὁ μὴ μένων, ἀλλ’ ὑπὸ πάντων περιάρπαστος γινόμενος δι’ ἐξοχήν

### α 644

Ἀμέλγων · παρὰ τὸ ἅμα καὶ τὸ ἕλκω γίνεται ἁμαέλκω, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ κ εἰς γ ἀμέλγω· ἅμα γὰρ τῷ τὸν μαστὸν λαβεῖν τὸ γάλα ἐξέρχεται

### α 645

Ἀμενηνός · παρὰ τὸ μένος ἄμενος καὶ ἀμενηνός· σημαίνει δὲ τὸν ἀσθενῆ

### α 646

Ἀμέργω · εἰς τὸ Ἀπωμόρξατο

### α 647

Ἀμέρδειν · παρὰ τὸ μερίδα τινὸς ἀφαιρεῖσθαι

### α 648

Ἀμερές · τὸ μὴ ἐκ μερῶν συγκείμενον

### α 649

Ἄμη · εἰς τὸ Ἀμάρα

### α 650

Ἀμηγέπη · εἰς τὸ Ἀμωσγέπως

### α 651

Ἀμησάμενος · εἰς τὸ Συναμησάμενος

### α 652

Ἄμητος · ἐκ τοῦ ἀμῶ, τὸ θερίζω· τὸ δὲ ἀμῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀμήσω, ἐξ αὐτοῦ ἄμητος. διαφέρει δὲ ἄμητος καὶ ἀμητός· ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρους, ἀμητός δὲ αὐτὸς ὁ θερισμὸς καὶ ὁ καρπὸς ὁ ἀμώμενος. τὸ α μακρόν· τὸ α πρὸ τοῦ β ἢ μ συστέλλεται· σεσημείωται τὸ ἀμητός καὶ ἀμῶ

### α 653

Ἁμῖν · εἰς τὸ Ἡμῖν

### α 654

Ἀμίς · οὐροδόχον ἀγγεῖον· παρὰ τὸ ὀμιχῶ ὀμίς καὶ ἀμίς, ὡς ὀκριόεις ἀκριόεις· ἢ παρὰ τὸ ἄμη ἀμίς, ὡς σκάφη σκαφίς

### α 655

Ἀμιχθαλόεσσα · ἀπρόσιτος καὶ ἀμιγής, ὡς ὁ ποιητὴς Ω καὶ Λῆμνον ἀμιχθαλόεσσαν“. ἀπρόσιτος δὲ διὰ τοὺς ἐνοικοῦντας Σίντιας πειρατὰς ὄντας. παρὰ τὸ μίσγω μικτός· ὡς ἵππος Ἵππαλος, οὕτω καὶ μικτός μίκταλος καὶ ἐν συνθέσει ἀμίκταλος καὶ ἀμικταλόεις, καὶ τροπῇ ἀμιχθαλόεις καὶ τὸ θηλυκὸν ἀμιχθαλόεσσα

### α 656

Ἀμμαξύς · εἰς τὸ Ἀμαμαξύς

### α 657

Ἄμμες · ἀντωνυμία· Αἰολικὴ αἰτιατικὴ ἀντὶ τοῦ ἡμᾶς

### α 658

Ἄμμε · οὐ πληθυντικοῦ, ἀλλὰ δυϊκοῦ ἀριθμοῦ. καὶ τινὲς μὲν ἀπὸ τοῦ ἄμμες Αἰολικοῦ πληθυντικοῦ φασιν ἀποβολῇ τοῦ ς τὸ δυϊκὸν γενέσθαι, ὡς Αἴαντες Αἴαντε· τινὲς δὲ ἄλλοθεν λέγουσι τὸ ἄμμες ἄμμε. Αἰολικῶς δὲ ἐκ τοῦ ἡμεῖς ἢ Δωρικῶς. ὅτι αἷμα ἡ ψυχὴ κατ’ Ἐμπεδοκλῆν . τινὲς δὲ καὶ Ὅμηρον οἴονται ταύτης εἶναι τῆς δόξης ἐν τῷ λέγειν Ξ ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴν Ἐσσυτ’ ἐπειγομένη“. οὐκ ἔστι δὲ ἀληθές· ὁ γὰρ Ὅμηρος ἀθάνατον αὐτὴν καὶ ἔμφρονα εἶναι λέγει, διὸ καὶ τὰς τῶν τεθνεώτων ψυχὰς ὀδυρομένας παρεισάγει Χ ὃν πότμον γοόωσαν λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην“, καὶ ἐν τῷ Ἅιδῃ κολαζομένας καὶ τῶν οἰκείων παραπτωμάτων ὀδυρομένας ἕνεκα

### α 659

Ἀμμήσειον · τὸ πτύον, ἡ ἀξίνη

### α 660

Ἄμμι Β · ἀντωνυμία· δοτικὴ τῶν πληθυντικῶν. παρὰ τρισὶ διαλέκτοις γίνεται· οἱ Ἴωνες συστέλλουσι τὸ ι καὶ προπερισπῶσιν, ἧμιν· οἱ δὲ Αἰολεῖς συστέλλουσι τὸ ι καὶ βαρυτονοῦσι καὶ πλεονάζουσιν ἕτερον σύμφωνον καὶ συστέλλουσι τὴν ἄρχουσαν καὶ ψιλοῦσιν αὐτήν, ὡς τὸ Β ἄμμι δὲ ἔργον“· οἱ δὲ Δωριεῖς συστέλλουσι τὸ ι καὶ ὀξύνουσιν, ἁμίν

### α 661

Ἄμμιν · εἰς τὸ Ἡμῖν

### α 662

Ἀμμῖξαι · εἰς τὸ Ἀμαμαξύς

### α 663

Ἀμνίον · αἱμοδόχον ἀγγεῖον· Ὅμηρος γ Περσεὺς δ’ ἀμνίον εἶχε“. αἱμνίον, τὸ τοῦ αἵματος δεκτικόν, ἀποβολῇ τοῦ ι ἀμνίον· παρὰ τὸ αἷμα αἱμνίον καὶ ἀμνίον, ὡς Σ αἴητον“ καὶ Φ ἄητον“ Ὅμηρος ἀμνίον

### α 664

ἀμνός · τὰ πρόβατα τὰ μικρά· παρὰ τὸ μένος καὶ τὸ α στερητικὸν ἄμενος, ὁ ἀσθενής, καὶ ἐκ τούτου ὑποκοριστικὸν ἀμνίς καὶ ἀμνός

### α 665

Ἀμνός · ὁ ἁπαλὸς καὶ τρυφερός· παρὰ τὸ μὴ ἔχειν μένος. ἢ παρὰ τὸ μνοῦς μετὰ τοῦ στερητικοῦ α καὶ ἀποβολῇ τοῦ υ ἀμνός· μνοῦς δέ ἐστιν ἡ ἀπαλωτάτη θρὶξ τῶν ἀρτιγενῶν ζώων

### α 666

Ἀμόθεν · εἰς τὸ Ἀμωσγέπως

### α 667

Ἀμολγόν · παρὰ τὸ μὴ ἀμέλγειν εἰς τοιαύτην ὥραν

### α 668

Ἀμολγός · εἰς τὸ Ἀπωμόρξατο

### α 669

Ἀμορραίων · γενικῆς τῶν πληθυντικῶν· ὄνομα ἔθνους· ὁ Ἀμορραῖος, τοῦ Ἀμορραίου. ὁ δὲ τόπος τὸ μω μέγα καὶ ἓν ρ οἷον τὸ Ἀμώριον

### α 670

Ἀμουρμής · πρωτοσύμβουλος. λέγεται καὶ ἀμερμουμνής

### α 671

Ἀμπελόεσσα Γ · τὸ ἀρσενικὸν ἀμπελόεις· εἴδους τῶν παραγώγων μετουσιαστικοῦ. ἐκ τοῦ ἄμπελος. τοῦτο ἀνάπελός τις οὖσα, παρὰ τὸ ἄνω πελάζειν· ἢ παρὰ τὸ ἐν ἑαυτῇ ἔχειν τὸν πηλόν, ἤγουν τὸν οἶνον

### α 672

Ἄμπελος · παρὰ τὸ ἄμπελος· πηλὸς γὰρ ὁ οἶνος, διὰ τοῦ ποιεῖν πάλλειν καὶ πηδᾶν. ἢ παρὰ τὸ ἄνω πελάζειν, ἀνάπελός τις οὖσα, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἄμπελος

### α 673

Ἀμπεπαλών Γ · μετοχὴ δευτέρου ἀορίστου· οἱ γὰρ Ἴωνες ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλασιάζειν· λελάχωσι Η λελάχωσι“, λάθῃ Ο λελάθη δ’ ὀδυνάων“. τὸ ῥῆμα ἀναπάλλω

### α 674

Ἀμπεχόνη · τὸ ἱμάτιον· παρὰ τὸ ἀμπέχεσθαι καὶ ἀμφιέννυσθαι καὶ περιβάλλεσθαι. Νικήτου

### α 675

Ἀμπλάκημα · ἔστι βάλλω καὶ κατὰ συγκοπὴν βλῶ, καὶ ἐξ αὐτοῦ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ μ ἀμβλύ, τὸ μὴ ὂν ὀξύ, ἤγουν τὸ μὴ βάλλον γίνεται ἀμβλῶ, ἀμβλήσω, ἤμβληκα, ἤμβλημαι, ἄμβλημαι καὶ κατὰ πλεονασμὸν τοῦ α καὶ τοῦ κ ἀμπλάκημα τροπῇ τοῦ β εἰς π ἤγουν ἀποτυχία τῶν ἀγαθῶν ἔργων, ὅ ἐστιν ἁμαρτία

### α 676

Ἄμπυξ · διάδημα· παρὰ τὸ ἀμπέχειν τὰς τρίχας· ἐκ μεταφορᾶς καὶ ὁ τροχὸς διὰ τὸ κυκλοτερὴς εἶναι. ἢ τὸ γυναικεῖον ἀνάδεμα· παρὰ τὸ ἀμφέχειν ἄμφυξ καὶ ἄμπυξ, ἢ ἡ ἄνω πυκάζουσα καὶ ἀνέχουσα τὰς τρίχας. καὶ εἰς τὸ Χρυσάμπυκας

### α 677

Ἀμπώτεις · αἱ περὶ τὸν ὠκεανὸν ἀποφυγαὶ καὶ διαστάσεις, καὶ περὶ τὴν Λιβύην. παρὰ τὸ ἀναπίνεσθαι κυρίως δὲ ἄμπωτις ἡ ἀναπέμπουσα

### α 678

Ἄμυδις. παρὰ τὸ ἅμα ἅμαδις καὶ ἄμυδις

### α 679

Ἀμυδρός · παρὰ τὸ μύδρος, ὃ σημαίνει τὸ πεπυρακτωμένον σίδηρον, ἀμυδρός, ὁ ἀλαμπὴς καὶ σκοτεινός· τοῦτο παρὰ τὸ μύω τὸ σημαῖνον τὸ καμμύω. Ὁμήρου

### α 680

Ἀμύμων Α · ὁ ἄψογος· παρὰ τὸ ἄμωμος. τὸ δὲ ἄμωμος παρὰ τὸ μῶμος ἀμώμων καὶ ἀμύμων τροπῇ τοῦ ω εἰς υ

### α 681

Ἀμῦναι Α · ἀποστρέψαι καὶ ἀλεξῆσαι καὶ βοηθῆσαι· σημαίνει δὲ καὶ τὸ τιμωρήσασθαι. τὸ δὲ ἀμύνω ἀπὸ τοῦ ἄμυνα, ἡ ἐκδίκησις· τοῦτο παρὰ τὸ μύνη, ἡ πρόφασις, μετὰ τοῦ ἐπιτατικοῦ α ἀμύνω. Ἐρεννίου

### ε 2

ἐπαμῦναι · τινὲς ταὐτὸ ᾠήθησαν εἶναι, καὶ οὐ καλῶς· διαφέρει γάρ. ἀμῦναι οὖν ἐστι τὸ ἀνταμείψασθαι τὸν ἠδικηκότα, ἐπαμῦναι δὲ τὸ βοηθῆσαι· Ὅμηρος Ε ἀλλ’ ἐπάμυνον“. Πτολεμαίου

### α 682

ἀμύνειν. διαφέρει· ἀμύνεσθαι μὲν γὰρ τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν

### α 683

Ἀμύνω · τὰ εἰς νω παραληγόμενα τῷ υ βαρύνεσθαι θέλει καὶ ἐπιτεταμένον ἔχειν τὸ υ · εἰ δέ τι περιεσπάσθη, προκατάρχον ἔχει ὄνομα, οὗ τὸ τέλος εἰς ω τραπὲν ῥῆμα ποιεῖ, οἷον ὀδύνη ὀδυνῶ

### α 684

Ἀμύξεις Α · παρὰ τὸ ἀμύσσω ἀμύξω, ὃ παρὰ τὸ αἷμα αἱμάσσω καὶ ἀμύσσω, τὸ τοῖς ὄνυξι ξέω

### α 685

Ἀμύσσω · τὸ ξέω τοῖς ὄνυξι· παρὰ τὸ αἷμα αἱμάσσω καὶ ἀμύσσω, ἐξ οὗ καὶ ἀμυχή

### α 686

Ἀμφηρεφέα Α · ἡ ἀμφηρεφής τῆς ἀμφηρεφέος καὶ ἀμφηρεφοῦς· ἐκ τοῦ ἐρέφω ἐρεφής καὶ ἀμφηρεφής

### α 687

Ἀμφήριστον · ἀμφίβολον ἢ ἄνισον· παρὰ τὸ ἐρίζω ὁ παθητικὸς παρακείμενος ἤρισμαι ἤρισται, ἐξ αὐτοῦ ἀμφήριστος καὶ τὸ οὐδέτερον ἀμφήριστον

### α 688

Ἀμφὶ περί Β · προθέσεις. ἰστέον, ὅτι προθέσεις εἰσὶ τῇ μὲν φωνῇ ιη, τῷ δὲ σημαινομένῳ ιζ. Ὁμήρου

### α 689

Ἀμφιαχυῖαν Β · μετοχὴ θηλυκή· ἐκ τοῦ ἀμφιάχω· τοῦτο ἐκ τοῦ ἰάχω· τοῦτο ἐκ τοῦ ἰά, ἡ ἐκπεμπομένη βοή· ἐξ αὐτοῦ ἴος, μετὰ τοῦ στερητικοῦ α ἄϊος καὶ ἄνιος, ὁ ἄφωνος, καὶ τὸ Ἀττικὸν ἄνεως καὶ ἄνεῳ, δὴν δ’ ἄνεῳ ἦσαν“, εὐθεῖα τῶν πληθυντικῶν. λοιπὸν ἐκ τοῦ ἰά γίνεται ἰάχω καὶ ἰαχή καὶ ἀμφιάχω, καὶ ὁ μέλλων ἀμφιάξω, ἀμφίαχα, ἀμφιαχώς ἀμφιαχυῖα· τὰ γὰρ εἰς α θηλυκὰ παρεσχηματισμένα ἀρσενικοῖσ ἰσοσυλλαβοῦσι τῇ γενικῇ τοῦ ἀρσενικοῦ. Ὁμήρου

### α 690

Ἀμφιβέβηκας Α · περιβέβηκας, ὅ ἐστιν ὑπερμαχεῖς ἢ ὑπερασπίζῃ, κατὰ μεταφορὰν ἀπὸ τῶν ἀλόγων ζώων· ταῦτα γὰρ περιβεβηκότα ἑαυτῶν τοῖς τέκνοις ἀμύνεται τοὺς ἐπιόντας. ἢ ἀπὸ τῶν περιβαινόντων τοῖς ἐν τῷ πολέμῳ τεθνηκόσι καὶ ὑπερμαχούντων, ἵνα μὴ σκυλευθῶσι καὶ ὑβρισθῶσιν. ἢ μέσος κάθησαι ἐν αὐτῇ τιμώμενος ὥσπερ πολιοῦχος καὶ οἰκιστής. Ὠρίωνος

### α 691

Ἀμφίβληστρον · διὰ τὸ ἀμφιβάλλεσθαι ἀμφίβληστρον· ἀπὸ τοῦ βάλλω κατὰ συγκοπὴν γίνεται βλῶ, ὁ μέλλων βλήσω, βλῆτρον, καὶ μετὰ τῆς ἀμφί προθέσεως καὶ πλεονασμῷ τοῦ ς ἀμφίβληστρον. σημαίνει δὲ τὸ δίκτυον

### α 692

Ἀμφιγυήεις · εἰς τὸ Αἱματόεσσα

### α 693

Ἀμφιελίσσας Β · ὄνομα ἐκ τοῦ ἐλίσσω. τὸ λι ι · οὐδέποτε πρὸ τῶν δύο σς εὑρίσκεται δίφθογγος, πλὴν τοῦ λεύσσω καὶ κρείσσων

### α 694

Ἀμφιέννυται · σημαίνει τὸ ἐνδύεται· γίνεται δὲ παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ ν ἕνω, καὶ κατὰ παραγωγὴν ἑνύω, καὶ πλεονασμῷ τοῦ ι εἱνύω. καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ ι πρὸς τὸ ἐπιφερόμενον σύμφωνον τρέπειν, οἷον εἴρω ἔρρω, φθείρω φθέρρω, τὸν αὐτὸν τρόπον τρέπεται τὸ ι εἰς τὸ ν καὶ γίνεται ἑννύω, καὶ μετὰ τῆς ἀμφί προθέσεως ἀμφιεννύω, καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι, καὶ τὸ παθητικὸν ἀμφιέννυμαι καὶ τὸ τρίτον ἀμφιέννυται. καὶ εἰς τὸ Ἑννύω. Φωτίου

### α 695

Ἀμφιέσει · τὸ ἐνδύσει· τὸ θέμα ἀμφιέζω, καὶ γίνεται παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, κατὰ πλεονασμὸν τοῦ ζ. διαφέρει τὸ ἀμφιέζω τοῦ ἀμφιάζω, ὅτι τὸ μὲν διὰ τοῦ ε κοινόν, τὸ δὲ διὰ τοῦ α Δωρικόν· οὕτως καὶ τὸ ὑποπιέζω καὶ ὑποπιάζω

### α 696

Ἀμφικύπελλον · παρὰ τὸ κυφόν, τὸ ἑκατέρωθεν κεκυρτωμένον

### α 697

Ἀμφιλαφές · τὸ δασύ· ἀμφιλαβές τι ὄν, τὸ ἑκατέρωθεν ληπτόν, κατὰ συγγένειαν τοῦ β εἰς φ. δοκεῖ δέ μοι παρὰ τὸ ἁφή, οἱονεὶ τὸ τῇ ἁφῇ ἑκατέρωθεν ὑποπίπτον

### α 698

Ἀμφιλύκη · ἡ σκοτεινή, ἀμφιλύγη τις οὖσα· λύγη γὰρ ἡ σκοτία. Γεωργίου

### α 699

Ἄμφιος · ι · ἀπὸ τοῦ Ἀμφίων Ἄμφιος, ὥσπερ ἀπὸ τοῦ Ἀκταίων Ἀκταῖος. ἐκ τῆς ἀμφί προθέσεως οὖν γέγονεν Ἄμφιος διὰ τοῦ ι μακροῦ

### α 700

Ἀμφίπολος Γ · ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ πολῶ πόλος καὶ ἀμφίπολος, οἱονεὶ ἡ περὶ τὴν δέσποιναν πολοῦσαν, τουτέστιν ἀναστρεφομένη. διὰ τί προπαροξύνεται; τὰ παρὰ τὸ πολῶ καὶ χέω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον οἰωνοπόλος ὀνειροπόλος οἰοπόλος οἰνοχόος· τὰ δὲ μετὰ προθέσεως συντιθέμενα προπαροξύνονται, οἷον ἀμφίπολος πρόχοος. καὶ εἰς τὸ Θής

### α 701

Ἀμφιρρόπους · ἐννοίας ἀμφιρρόπουσ“, ἐπ’ ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους ἀμφοτέρωθεν κλινούσας ἢ καθέλκοντας ἢ καθελκούσας· ἀπὸ τοῦ ῥέπω τοῦ σημαίνοντος τὸ κλίνω ἢ ἐκτείνω

### α 702

Ἀμφισβητεῖν · τὸ ἀμφιλογεῖν· γίνεται ἐκ τοῦ βάζω πλεονασμῷ τοῦ ς. Ἐρεννίου

### α 703

Ἀμφισβήτησις ἀγνοίας διαφέρει· ἄγνοια μὲν γάρ ἐστι παντελῶς ἀνεπιστημοσύνη τοῦ προκειμένου, ἀμφισβήτησις δὲ ἡ ἑτέρου πρὸς ἕτερον ἀμφιβολία περὶ τοῦ προκειμένου πράγματος

### α 704

Ἀμφισβητῶ · παρὰ τὸ ἀμφὶς βαίνειν, τουτέστι κεχωρισμένως, ὅπερ συμβαίνει τοῖς ἀμφισβητοῦσιν. Γεωργίου

### α 705

Ἀμφιτρίτη · ἡ θάλασσα· εἴρηται παρὰ τὸ ῥέειν εἴτε παρὰ τὸ τρεῖν· φόβον γὰρ ἐμποιεῖ τοῖς πλέουσι, ὥς φησι Δίδυμος . Γεωργίου γραμματικοῦ

### α 706

Ἀμφίων · διὰ τοῦ ι. δεῖ γινώσκειν, ὅτι ὄνομά ἐστι κύριον καὶ διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τῆς ἀμφί προθέσεως καὶ τῆς ἰών μετοχῆς ἀμφιΐων βαρυτόνως, καὶ Ἀμφίων κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρόν

### α 707

Ἀμφορεύς · παρὰ τὸ ἑκατέρωθεν φέρεσθαι δύο ὦτα ἔχων

### α 708

Ἀμφότερον Γ · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ ἀμφοτέρως· παράγεται δὲ ἐκ τοῦ οὐδετέρου ἀμφότερον τὸ ἀρσενικὸν ἀμφότερος καὶ ἀμφότεροι· τοῦτο δὲ παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τὸ ἕτερον γίνεται ἀμφιέτερον, καὶ κατὰ ἐναλλαγὴν τοῦ ι καὶ ε εἰς ο ἀμφότερον. Εὐλογίου γραμματικοῦ

### α 709

Ἄμφω · ἔστιν εὐθείας τῶν δυϊκῶν καὶ ἔστι θεματικόν. Θεοδόσιος γραμματικός Ἄμφω δύο θεματικά“. θε ματικὰ δὲ εἴρηνται, διότι οὐ γίνονται ἀπὸ ἑνικοῦ· τὸ γὰρ σημαινόμενον κωλύει. τὸ ἄμφω δὲ τοῦ δύο διαφέρει, ὅτι τὸ μὲν δύο καὶ διὰ τοῦ ο μικροῦ γράφεται καὶ διὰ τοῦ ω μεγάλου, τὸ δὲ ἄμφω διὰ τοῦ ω πάντοτε, καὶ ὅτι τὸ μὲν δύο μετὰ ἄρθρου συντάσσεται, τὸ δὲ ἄμφω ἄνευ τοῦ ἄρθρου. καὶ διὰ τί ἐστιν ἀσύναρθρον

### α 710

Ἀμῶ · παρὰ τὸ ἅμα· ἀμᾶν γὰρ λέγεται τὸ ὑφ’ ἓν ἐπιλαμβάνειν, καὶ ἄμη τὸ ἐργαλεῖον πρὸς ἀντιδιαστολὴν τῆς δικέλλης καὶ τῶν ὀδόντων· πλατεῖα γὰρ οὖσα ἅμα ἐφέλκεται καὶ τὴν γῆν καὶ οἱ θερίζοντες ἅμα ἐφέλκουσι τοὺς στάχυας· διὸ καὶ δράγματα αὐτὰ καλοῦσι. καὶ εἰς τὸ Ἀμῆσαι

### α 711

Ἀμωλύς · εἰς τὸ Ἀμβλύς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 712

Ἄμωμος · παρὰ τὸ μῶμος, ὃ σημαίνει τὸν ψόγον, καὶ μετὰ τοῦ στερητικοῦ α ἄμωμος. τὸ μω μέγα· τὰ μέσα δύο ἀμεταβόλων καὶ τὰ ἑξῆς

### α 713

Ἀμωσγέπως · ἔστι ὄνομα ἀμός, ὅπερ ἰσοδυναμεῖ τῷ τὶς, ἐξ οὗ καὶ τὸ ἀμόθεν ἐπίρρημα, α τῶν ἀμόθεν γε, θεά“, ἀντὶ τοῦ ἀπό τινος τούτων· ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν γίνεται ἐπίρρημα μεσότητος ἀμῶς, καὶ μετὰ τοῦ γέ συνδέσμου καὶ τοῦ πώς παραπληρωματικοῦ γίνεται ἀμωσγέπως καὶ σημαίνει κατά τινα τρόπον. οἱ δέ φασιν ἀμηγέπη

### α 714

Ἀμωσγέπως · ὅπως δήποτε, καθ’ ὅντινα οὖν τρόπον· ἔνιοι τὸ μετρίως· Πλάτων τὸ ἐκ παντὸς τρόπου· Ὅμηρος α τῶν ἀμόθεν γε, θεά“, ἀπό τινος μέρους

### α 715

Ἀνά · ὅσα ὀνόματα ἔχουσι τὸ ἀνά, τὸ ἄνω δηλοῦσιν, ἢ τὸ πάλιν ἐκ δευτέρου γινόμενον

### α 716

Ἀνά · ἀντὶ τοῦ πάλιν λαμβάνεται

### α 717

Ἄνα · ἡ εὐθεῖα ἄναξ. σημαίνει γ· τὸν βασιλέα, ὡς τὸ Α ἄναξ ἀνδρῶν“, καὶ τὸν θεόν, Α ὄφρ’ ἱλασσόμεσθα ἄνακτα“, καὶ καὶ τὸν οἰκοδεσπότην, α αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι“. καὶ ἡ κλητικὴ ὦ ἄνα ἀπέβαλε τὸ ξ ποιητικῶς, ὥσπερ τὸ Γ Ζεῦ ἄνα“

### α 718

Ἀναβακχεύειν · τὸ ἐν πελάγει χειμῶνος ὄντος στείλαντας τὰ ὀθόνια σαλεύειν. σημαίνει δὲ καὶ τὸ ἀναχωρεῖν οἷον ἀναχορεύειν, τροπῇ τῶν στοιχείων. συντάσσεται δὲ πτώσει αἰτιατικῇ

### α 719

Ἀνάβασις · ἄνω βάσις· ἢ πάλιν βάσις

### α 720

Ἀναβίωσις · ἄνωθεν βίος, ἤγουν ζωή· ἢ διὰ τὸ ἄνω βάσις, ἤγουν πάτησις ἢ πάλιν βίωσις, ἤγουν ζωή

### α 721

Ἀνάβλησις Β · ἀναβολὴ καὶ ὑπέρθεσις· ἐκ τοῦ ἀναβάλλω, τὸ ὑπερτίθεμαι καὶ βραδύνω, ὡς μὴ ἀναβάλῃ, πάτερ“. γίνεται ἐκ τοῦ ἀναβάλλω ἀναβαλῶ, ἀναβέβληκα, ἀναβέβλημαι, ἀναβέβλησαι καὶ ἀνάβλησις. ἡ δὲ ἀνά πρόθεσις ἐν τῇ συνθέσει δύο σημαίνει· τὴν ἄνω σχέσιν, ὡς ἀναδρομή ἄνοδος, καὶ τὴν εἰς τοὐπίσω ἀνάκαμψιν, ὡς τὸ ἀναβάλλομαι ἀνατρέχω ἀνάβλησις

### α 722

Ἀναβῶ · διὰ τί περισπᾶται; πᾶς ἀόριστος ὑποτακτικὸς μονοσύλλαβος εἰς ω λήγων ἔχων τὴν μετοχὴν εἰς ς ὀξύτονον τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, οἷον βάς βῶ καὶ ἐὰν ἀναβῶ, δούς δῶ καὶ ἐὰν ἀναδῶ καὶ ἐὰν παραδῶ τὸ σῶμα μοῦ“· εἰ δὲ μὴ ἔχει τὴν μετοχὴν εἰς ς ὀξύτονον, ἐν τῇ συνθέσει τὸν τόνον ἀναπέμπει, οἷον σχῶ κατάσχω καὶ πρόσχω καὶ ἐπίσπω Β θάνατον καὶ πότμον ἐπίσπῃ“

### α 723

Ἀναγκαῖον · διὰ τὸ ἀνάγειν. Ὠρίωνος

### α 724

Ἀναγκαίανωσισ · ἄνωθεν καίνωσις, ἢ πάλιν καίνωσις

### α 725

Ἀναγκαία · ἡ ἄνωθεν καινοποιηθεῖσα, ἢ πάλιν καινοποιηθεῖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 726

Ἀνάγκη · ἀγκάς ἀγκή καὶ ἀνάγκη, ἐπειδὴ τὸ ταῖς ἀγκάλαις κρατούμενον κατὰ δύναμιν ἀφυκτότερον κρατεῖται· ἢ παρὰ τὸ ἄκος, πρὸς ἣν ἄκος οὐκ ἔστιν εὑρεῖν

### α 727

Ἀνάγκη · ἡ θεός. παρὰ τὸ ἀνάσσω, καὶ τὸ κρατῶ, ἀνάγκη· πάντων γὰρ ἐπικρατεῖ. εἰ δὲ ἦν ἀπὸ ῥήματος, ὠξύνετο ἄν, ὡς στενάχω στεναχή. ἢ παρὰ τὸ ἀνάσσω ἀνάγκη, ἡ πάντων κρατοῦσα

### α 728

Ἀνάγνωσις · ἄνω γνῶσις, ἤγουν ἡ περὶ θεοῦ γινώσκουσα γνῶσις· ἢ πάλιν γνῶσις

### α 729

Ἀναγραφή · ἄνωθεν γραφή, ἢ πάλιν γραφή

### α 730

Ἀναδενδράς · ἡ ἄμπελος· ἡ πρὸς δένδρον ἀνερχομένη. δένδρον δενδράς καὶ ἀναδενδράς

### α 731

Ἀνάδοσις · ἄνω δόσις, ἢ πάλιν δόσις

### α 732

Ἀνάθεμα · παρὰ τὸ ὥσπερ ἐν στήλῃ ἀνατίθεσθαι

### α 733

Ἀναθηλήσει Α · πρώτης συζυγίας τῶν περισπωμένων, μέλλοντος πρώτου. παρὰ τὸ ἀναθηλῶ. τοῦτο παρὰ τὸ θηλῶ ἢ παρὰ τὸ θάλλω θαλῶ, θαλήσω, τροπῇ θηλήσω. τοῦτο παρὰ τὸ θηλή. τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω

### α 734

Ἀνάθημα ἀναθέματος διαφέρει· ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατιθέμενον ἐν ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, τὸ διὰ τοῦ ε ἐκφωνούμενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματισμοῦ

### α 735

Ἀνὰ θυμόν Β · ἀντὶ τοῦ κατά Ἀττικῶς· καὶ γὰρ οἱ Ἀττικοὶ τὴν ἀνά ἀντὶ τῆς κατά παραλαμβάνουσιν

### α 736

Ἀναίδεια · ἐκ τοῦ ἀναιδής ἀρσενικοῦ εἰς θηλυκὸν μετῆλθεν διὰ τοῦ εια ἀναίδεια

### α 737

Ἀναιδής · παρὰ τὴν αἰδώ καὶ κατὰ στέρησιν καὶ πλεονασμὸν τοῦ ν ἀναιδής, ὁ ἐστερημένος τῆς αἰδοῦς. τὸ δὲ αἰδώς παρὰ τὸ εἴδω, τὸ θεωρῶ, καὶ κατὰ στέρησιν ἀείδω, τὸ οὐ θεωρῶ, καὶ ἀποβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον αἰδώσ

### α 738

Ἀναίνετο · παρὰ τὸ ἀρνῶ, ἐξ οὗ τὸ ἀρνοῦμαι, ἀρναίνω, καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω καὶ ἀναίνομαι· ἢ παρὰ τὸ ναί ἐπίρρημα ναίνω καὶ ἀναίνω· ἢ παρὰ τὸ αἰνῶ, τὸ ἐπαινῶ, ἀναίνω, τουτέστι τὸ οὐκ ἐπαινῶ, μετὰ τοῦ στερητικοῦ α. καὶ εἰς τὸ Ἀπηνήνατο

### α 739

Ἀναιρῶ · εἰς τὸ Ἀρρίχων

### α 740

Ἀνακλᾷς τάριον · ἀνακλῶν πίνεις

### α 741

Ἀνάκρισις · εἰς τὸ Ἐρώτησις

### α 742

Ἀναλίσκω · εἰς τὸ Ἅλις

### α 743

Ἄναλκις Β · ὄνομα σύνθετον. ἀλκή· τοῦτο ἐκ τοῦ ἀλκῶ, τὸ βοηθῶ, καὶ ἄλξω ὁ μέλλων, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἐπὶ ἐπάλξεων πόλεων· ἐκ τοῦ οὖν ἀλκῶ ἀλκή, μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. κλίνεται ἀνάλκιδος. ὁ κανών· τὰ εἰς ις βαρύτονα ἀρσενικὰ εἴτε κύρια εἴτε προσηγορικὰ παρώνυμα μακρᾷ παραληγόμενα διὰ τοῦ δος κλίνονται· Ἀδώνιδος, Θεόγνιδος, ἀνάλκιδος, νήϊδος

### α 744

Ἄναλτος · ὁ ἀηδής· ἀπὸ τῶν ὄψων τῶν μὴ ἐχόντων ἅλας καὶ ἀηδῶν ὄντων

### α 745

Ἄναξ Γ · παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν· ἢ παρὰ τὸ ἀναΐσσω, ὁ ἀναΐσσων κατὰ τὴν δύναμιν τοῦ κρατεῖν. διὰ τί βαρύνεται; τὰ εἰς αξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν βαρύνεσθαι θήλει, χωρὶς εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένα καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματοσ· Φαίαξ θώραξ κόραξ. τὸ δὲ διασφάξ καὶ ἀποσφάξ ἀπὸ ῥήματος

### α 746

Ἄναξ · παρὰ τὸ τὰ πάντα εἰς αὐτὸν ἀναφέρεσθαι· καὶ εἰς τὸ Ἄνα καὶ Βασιλεύς

### α 747

Ἀναξυρίδας · φιμινάλια βρακία, ἢ τὰ βαθέα καὶ βασιλικὰ ὑποδήματα· οἷον ἀνασυρίδας, παρὰ τὸ ἀνασύρεσθαι τροπῇ τοῦ ς εἰς τὸ ξ. συντάσσεται δὲ τὸ σύρω πτώσει αἰτιατικῇ καὶ δοτικῇ

### α 748

Ἀνάπαυσις · ἄνω παῦσις, ἢ πάλιν παῦσις

### α 749

Ἀνάπηρος · ἐς μέσον παράγεται ῥῖνα καὶ ὦτα ἀνάπηροσ“, σεσινωμένος καὶ ἠχρειωμένος· ἢ νοσώδης καὶ λυπηρός· καὶ ἀνάπηρος, ὁ γέρων ὁ ἐπιβλαβὴς καὶ μὴ ὑγιαίνων. παρὰ τὸ πήθω, ὃ σημαίνει τὸ πανθάνω, γίνεται πηρός, ὁ ἐμπαθὴς καὶ ἠχρειωμένος· μετὰ τοῦ στερητικοῦ α ἄπηρος, καὶ μεθ’ ἑτέρας στερήσεως ἀάπηρος, καὶ πλεονασμῷ τοῦ ν ἀνάπηρος, ὁ σεσινωμένος· αἱ γὰρ δύο στερήσεις ποιοῦσιν ἓν ἐπιτατικόν. Φωτίου. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 750

Ἀνάπλασις · παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὸ πλάσσω, τὸ ποιῶ· ὁ μέλλων πλάσω. ὤφειλεν οὖν εἶναι διὰ τοῦ ξ ὁ μέλλων· εἰ δὲ διὰ δύο σς εἴη ὁ ἐνεστώς, ἀεὶ ὁ μέλλων διὰ τοῦ ξ πλὴν τοῦ πλάσσω, τὸ ποιῶ, καὶ τὰ ἑξῆς

### α 751

Ἀναρριχώμενοι · ἀναλαμβανόμενοι πρὸς ὕψος ἀντεχόμενοι ποσὶν ἢ χερσὶν ἐπὶ τοῖχον ἢ δένδρον· Ἀριστοφάνης Εἰρήνῃ πρὸς ταῦτ’ ἀνερριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν“· ἀπὸ μεταφορᾶς τῶν ἀραχνῶν, οἵτινες τὰ οἰκεῖα νήματα κατέχοντες ἄνω φέρονται. Φωτίου

### α 752

Ἄναρχος · ὁ μὴ παρά τινος ἡγεμονευόμενος ἢ ἀγόμενος, ἢ ὁ μήτε ἀρχὴν ἔχων μήτε τέλος

### α 753

Ἀνασκολοπισθῆναι · ἀνασταυρωθῆναι· σκόλοπες γὰρ ξύλα ὀξέα. σκόλοψ οὖν παρὰ τὸ σκέλλω σκέλοψ καὶ σκόλοψ τροπῇ τοῦ ε εἰς ο. Ὠρίωνος

### α 754

Ἀνάστασις · ἄνω στάσις, ἢ πάλιν στάσις

### α 755

Ἀνάστηθι · προπαροξύνεται. πᾶν προστακτικόν, εἰ μὲν εἴη μονοσύλλαβον, ἐν τῇ συνθέσει παροξύνεται, οἷον ἕς ἄνες, ἕς ἄφες, σχές πρόσχες· εἰ δὲ δισύλλαβον, προπαροξύνεται, οἷον στῆθι ἀνάστηθι, βῆθι ἀνάβηθι καὶ κατάβηθι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 756

Ἀναστεύου · μετανάστης. λέγεται ὁ μέτοικος καὶ φυγάς· παρὰ τὸ νάσσω, τὸ οἰκῶ, ἐξ οὗ τὸ νάσσατο δ’ ἀγχ’ Ἑλικῶνοσ“, νάστησ καὶ μετὰ τῆς μετά προθέσεως μετανάστης

### α 757

Ἀνὰ στρατόν Α · ἡ ἀνά ἀντὶ τοῦ κατά νῦν

### α 758

Ἀνασφῆλαι · ἀναρρωσθῆναι· σφῆλον γὰρ τὸ ἰσχυρόν. Στησίχορος ἐρίσφηλον“ ἔφη τὸν Ἡρακλέα, ἴσον τῷ ἐρισθενῆ. Ὁμήρου

### α 759

Ἀνάσχεο · παρὰ τὸ σχῆμι ὁ μέλλων σχήσω, ὁ παρακείμενος ἔσχηκα, ὁ παθητικὸς ἔσχημαι, ἐσχέθην, ὁ μέσος ἀόριστος ἐσχέμην, τὸ δεύτερον ἔσχεσο καὶ ἐκβολῇ τοῦ ς ἔσχεο καὶ τὸ προστακτικὸν σχέο καὶ ἀνάσχεο

### α 760

Ἀνασχών Γ · μετοχὴ ἀορίστου δευτέρου. τὸ ῥῆμα ἀνασχῶ, ὁ μέλλων ἀνασχήσω, ὁ ἀόριστος ἀνέσχησα, ὁ δεύτερος ἀνέσχον, ἡ μετοχὴ ἀνασχών ἀνασχόντος. ἔστι δὲ πρώτης συζυγίας τῶν περισπωμένων

### α 761

Ἄναλτον ρ · παρὰ τὸ μὴ ἅλις ἔχειν

### α 762

Ἀνατολή · ἄνω ἐπιτολὴ τοῦ ἡλίου, ἢ πάλιν ἐπιτολὴ τοῦ ἡλίου

### α 763

Ἄναυος · εἰς τὸ Ἄνεως

### α 764

Ἀναφορά · ἄνωθεν φορά, ἢ πάλιν φορά

### α 765

Ἀναψυχήν · ἄνωθεν ψυχήν, ἢ πάλιν ψυχήν. ταῦτα καὶ τὰ ὅμοια διπλῶς νοητέον

### α 766

Ἂν δὲ νάκην ξ · ἐνταῦθα τὸ ἄν ἀντὶ τῆς ἀνά κατὰ συνέμπτωσιν· ξ ἂν δὲ νάκην ἕλετο“. αἰτιατικῇ δὲ συντάσσεται

### α 767

Ἄνδηρα · παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. Ἐρεννίου

### α 768

Ἀνδραγαθία ἀνδρίας διαφέρει· ἀνδρία μὲν γάρ ἐστι δύναμις ἐπαινουμένη, ἀνδραγαθία δὲ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν

### α 769

Ἀνδρακάς · ἐπίρρημα, καὶ σημαίνει κατὰ ἄνδρα

### α 770

Ἀνδράποδον · ἀπὸ τοῦ ἀποδεδόσθαι. ἢ παρὰ τὸ πέδην· τοῖς γὰρ αἰσχίστοις διὰ τὸ δραπετεύειν πέδας ἐπιβάλλουσι

### α 771

Ἀνδράσιν · ἡ εὐθεῖα ἀνήρ ἀνέρος. καὶ ὤφειλεν ἡ δοτικὴ τῶν πληθυντικῶν ἀνέρσιν εἶναι· ἀλλὰ διὰ τὴν εὐφωνίαν ὑπέρθεσις τοῦ ρ γίνεται καὶ τροπὴ τοῦ ε εἰς α ὡς πατράσι καὶ θυγατράσιν. Γεωργίου

### α 772

Ἀνδρεία · ἀπὸ τοῦ ἀνδρεΐα κατὰ διάστασιν καὶ κατὰ κρᾶσιν ἀνδρεία καὶ ἀνδρεῖος

### α 773

Ἀνδρειφόντης · ἀπὸ τοῦ ἀνδροφόντησ ἀνδρεφόντης, καὶ αὐτὸ κατὰ πλεονασμὸν τοῦ ι ἀνδρειφόντης

### α 774

Ἀνδρία ῥώμης διαφέρει· ἀνδρία μὲν γάρ ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος· ὅθεν τὴν μὲν ἀνδρίαν ἐπὶ τῆς ψυχῆς τακτέον, τὴν δὲ ῥώμην ἐπὶ τοῦ σώματος. καὶ εἰς τὸ Ἀνδραγαθία

### α 775

Ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Λ · ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· ὑφ’ ᾧ ἀνὴρ κεκμηκὼς καὶ τετελευτηκὼς κεῖται

### α 776

Ἀνέγναμψαν ξ · αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν“, ἀνέλυσαν· ὅταν γὰρ δεσμεύωσι, τὰ σχοινία κατακάμπτεται ταῖς συναφαῖς· ἀνακάμπτεται δὲ καὶ ἀνορθοῦται, ὅταν ἀναλύηται. γνάμψαι γὰρ τὸ κλάσαι· δ γναμπτοῖς ἀγκίστροισι“, τοῖς ἐπικεκλασμένοις· καὶ Β ἐπέγναμψεν γὰρ ἅπαντασ“. ἀναγνάμψαι οὖν ἐξαπλῶσαι καὶ τὸ τὰ δεδεμένα ἀναλῦσαι. Δίδυμος ἐν Ὑπομνήματι Ὀδυσσείας

### α 777

Ἀνέδεστον · εἰς τὸ Σκεδάζω

### α 778

Ἀνέδην · εἰς τὸ Παραβλήδην

### α 779

Ἀνείκαστος · εἰς τὸ Εἰκάζω

### α 780

Ἀνειμένος · τῇ αὐτοῖς ἀνειμένῃ πραγματείᾳ,“ ἀνατεθειμένῃ ἢ ἐξηπλωμένῃ. ἀπὸ τοῦ ἕω γίνεται παράγωγον ἕημι, τὸ παθητικὸν ἕεμαι, καὶ κράσει εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἀνειμένος· ἢ ἀπὸ τοῦ ἕω τοῦ σημαίνοντος τὸ πέμπω ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἀνειμένος

### α 781

Ἀνείμονος γ · παρὰ τὸ εἷμα, τὸ ἱμάτιον, ἐν συνθέσει ἀνείμων. τὰ γὰρ ἀπὸ τῶν εἰς α ληγόντων οὐδετέρων δ συνθέσεις ἀναδέχονται· ἢ γὰρ φυλάττουσι τὸ αὐτὸ τέλος, ὁπότε καὶ τὸ αὐτὸ γένος, οἷον δῆμα διάδημα, γράμμα σύγγραμμα, τάγμα σύνταγμα· ἢ καὶ ἀπὸ γενικῆς γίνεται ἡ σύνθεσις φυλαττομένης τῆς εἰς ος καταλήξεως, οἷον γράμματος καὶ ἀγράμματος· ἢ τρέπουσα τὸ α εἰς τὴν εἰς ος κατάληξιν, οἷον σῶμα εὔσωμος· ἢ τρέπουσα τὸ α εἰς τὴν εἰς ων κατάληξιν, οἷον αἷμα ἀναίμων, εἷμα ἀνείμων. τὸ δὲ ἐρυσάρματος παρὰ γενικήν· γράμματος πολυγράμματος, ἅρματος ἐρυσάρματος· τὸ πληθυντικὸν ἐρυσάρματοι, μεταπλασμῷ Π ἐρυσάρματεσ“

### α 782

Ἀνεῖσθαι · λελύσθαι· ἀπὸ τοῦ ἕω τοῦ σημαίνοντος τὸ πέμπω. τοῦτο καὶ περισπᾶται· καὶ γὰρ ἑῶ. ἐξ αὐτοῦ ῥῆμα εἰς μι ἕημαι, ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κράσει εἷμαι, τὸ τρίτον εἷται, τὸ ἀπαρέμφατον εἷσθαι καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἀνεῖσθαι. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς

### α 783

Ἄνεμοι · ἄμενοί τινες ὄντες, καὶ κατὰ μετάθεσιν στοιχείου ἄνεμοι, ὡς ἂν εἰ οὐκ ἠρεμοῦντες οὐδὲ ἐν τῷ αὐτῷ μένοντες. Ὠρίωνος

### α 784

Ἄνεμος · διὰ τὸ ἀναμένειν καὶ πάλιν φυσᾶν

### α 785

Ἀνεμώλιος · ὁ μάταιος· ἐκ τῆς ἀνέμων ἀνεμώνιος καὶ τροπῇ ἀνεμώλιος

### α 786

Ἀνεμῶναι · παρὰ τὸ ἀεὶ σαλεύεσθαι τὰ φύλλα ὑπὸ λεπτότητος καὶ οἷον ἀνεμιαῖά τινα εἶναι

### α 787

Ἀνενδοιάστως · ἐκ τοῦ ἐνδοιάζω, τὸ ἀμφιβάλλω καὶ δοκῶ· γράφεται διὰ διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, ὃ σημαίνει τὸ συναυλίζομαι· οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν“. τὸ δὲ ἐνδοιάζω, τὸ ἀμφιβάλλω, γίνεται παρὰ τὸ δοάσσω ῥῆμα, ὃ σημαίνει τὸ ἀμφιβάλλω καὶ δοκῶ· Ν δοάσσατο κέρδιον εἶναι“. ἀπὸ οὖν τοῦ δοάσσω ῥήματος κατὰ τροπὴν Δωρικὴν δοάζω, ὡς νίσσω νίζω, καὶ πλεονασμῷ τοῦ ι δοιάζω καὶ ἐνδοιάζω καὶ ἀνενδοιάστως, ἀντὶ τοῦ ἀδιστάκτως, ἀναμφιβόλως. Ὠρίωνος

### α 788

Ἀνεξικακία · παρὰ τὸ ἀνέχεσθαι τῆς κακίας

### α 789

Ἀνεπαφρόδιτος · ὁ μὴ ἐπιχαρὴς καὶ ἀηδής, ὡς ἐπαφρόδιτος ὁ ἐπιχαρὴς καὶ ἡδύς· ἀπὸ τοῦ Ἀφροδίτη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 790

Ἄνες · παρὰ τὸ ἵημι, τὸ συγχωρῶ, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἵς ἕντος, τὸ προστακτικὸν ἕς καὶ μετὰ τῆς ἀνά προθέσεως ἄνες

### α 791

Ἀνεσόβουν · σοβῶ ἐστι τὸ τρέχω· ἔνιοι δέ, τὸ ἐκδιώκειν. τὸ οὖν ἀνεσόβουν ἀντὶ τοῦ ἀνέτρεχον πρὸς τυραννίδα ἢ κατὰ ἀπόστασιν. συντάσσεται μετὰ αἰτιατικῆς

### α 792

Ἀνέστη · εἰς τὸ Ἐξυπανέστη

### α 793

Ἄνετος · παρὰ τὸ ἀνίημι ἀνίετος καὶ ἄνετος

### α 794

Ἄνευ Α · φασὶν ἀποχωρισμοῦ σημαντικόν. συντάσσεται δὲ ἀεὶ γενικῇ· Ο αἴ κεν ἄνευ ἐμέθεν“. ἐπεκτείνεται εἰς θε καὶ εἰς θεν. οὐδὲν ἔχομεν ὅμοιον αὐτῷ ἐπίρρημα εἰς θεν λῆγον. αἱ εἰς ευ λέξεις βαρυνόμεναι μὲν ἄπτωτοί εἰσι, περισπώμεναι δὲ πτωτικαί εἰσιν· Ἀχιλεῦ, Πηλεῦ

### α 795

Ἄνευ · ἐπίρρημα χωρισμοῦ

### α 796

Ἄνευθεν · εἰς τὸ Ἀπάνευθεν

### α 797

Ἀνεψιός · παρὰ τὸ ἀνῆφθαι εἰς συγγένειαν· ἢ παρὰ τὸ ἕπω ἕψω, ὁ ἄνωθεν ἑπόμενος. καὶ εἰς τὸ Φίλος καὶ Ἐξανεψιοί

### α 798

Ἀνέῳγεν Π · μέσου παρακειμένου καὶ συζυγίας δευτέρας τῶν βαρυτόνων. τὸ ῥῆμα ἀνοίγω, ὁ παρατατικὸς ἤνῳγον, ἐπεισόδῳ τοῦ ε ἠνέῳγον, συστολῇ τοῦ η εἰς α ἀνέῳγον, καὶ ὁ μέσος παρακείμενος ἀνέῳγα καὶ τὸ τρίτον ἀνέῳγεν. ἰστέον, ὅτι τὸ ῥῆμα τοῦτο, ὅτε μέν ἐστιν ἐνεργητικόν, αἰτιατικῇ συντάσσεται, ὅτε δὲ παθητικόν, εὐθείᾳ· Ξ τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν“, ἠνέῳκται ἡ θύρα“

### α 799

Ἀνέῳγεν Π · ῥῆμα ὁριστικὸν ἐνεργητικὸν μέσου παρακειμένου συζυγίας δευτέρας τῶν βαρυτόνων. ἀνοίγω ἤνῳγον, ἐπεισόδῳ τοῦ ε. ἐγράφη

### α 800

Ἄνεως Β · τοῦτο σχηματίζεται διχῶς. ἢ γὰρ ἐκ τοῦ ἰά, ὃ σημαίνει τὴν φωνήν· τοῦτο δὲ παρὰ τὸ ἰέναι, τὸ πορεύεσθαι, ἡ πανταχοῦ πεμπομένη φωνή· μετὰ τοῦ στερητικοῦ α ἄνιος κατὰ πλεονασμὸν τοῦ ν ὡς αἷμα ἀναίμων. προπαροξύνεται, ἐπειδὴ τὰ εἰς α θηλυκὰ εἰς ος μεταπίπτοντα κατὰ τὴν σύνθεσιν προπαροξύνονται, οἷον σκιά ἄσκιος, ὥρα ἄωρος, πεῖρα ἄπειρος· οὕτως οὖν καὶ ἰά ἄνιος καὶ τὸ Ἀττικὸν ἄνεως, ὡς καὶ προείπομεν. ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται ἄναυος, ὁ ἄφωνος, καὶ ἀποβολῇ τοῦ υ ἄναος. προπαροξύνεται δέ· κανὼν γάρ ἐστιν ὁ λέγων· ὅτε ἀπὸ ῥημάτων ἀποτελεῖται ὄνομα σύνθετον εἰς ος λῆγον, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, οἷον μυκῶ ἐρίμυκος, συλῶ ἀήσυλος, φυτῶ νεόφυτος. οὕτως οὖν αὔω ἄναυος καὶ ἄναος. μακρὸν τὸ α · κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι παρεπόμενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος ἐκτείνειν τὸ α οὐχ ἑτέρου λόγου ἐπικρατοῦντος, οἷον κλαίω κλάω, οὐραῖον οὐράδιον. οὕτως οὖν αὔω ἄναυος καὶ ἄναυος

### α 801

Ἀνηβῶ · εἴρηται παρὰ τὴν ἥβην. τὸ νη η · δείκνυσι δὲ οἱ Δωριεῖς ἄναβος λέγοντες τὴν διὰ τοῦ η ἐπισφραγίζοντες γραφήν. Εὐλογίου

### α 802

Ἀνῄειν · πόθεν ποιεῖς; ἐκ τοῦ εἴω, τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶα, καὶ διαλύσει ἔϊα, καὶ τροπῇ τοῦ ε εἰς η ἤϊα, καὶ ὁ ὑπερσυντέλικος ᾔειν, τὸ δεύτερον ᾔεις

### α 803

Ἄνηθον · διὰ τὸ ἄνω θεῖν ἢ διὰ τὴν ἐν τάχει αὔξησιν. καὶ εἰς τὸ Ἀνθοποιόν

### α 804

Ἀνῆκεν Β · ἡ φωνὴ ἀόριστος ἢ παρακείμενος. οὐδέποτε δὲ παρακείμενος ἐνεργητικὸς ἀορίστῳ εἰς α λήγοντι συνέπεσεν, εἰ μὴ οὗτος μόνος. ἐν πλεονασμῷ τοῦ ε ἕηκε καὶ Ἀττικῶς ἧκεν. καὶ γίνεται ἕακα καὶ ἕωκα· γέγονε δὲ κατὰ μετροποιΐαν, ὡς τὸ παρῴχηκεν παρῴχωκεν. τὸ δὲ θέμα τὸ σεσημειωμένον ἵημι

### α 805

Ἀνήκεστον · ἀνίατον, ἀθεράπευτον· παρὰ τὸ ἀκῶ ἀκέσω, ἀκεστός καὶ ἀνήκεστος

### α 806

Ἀνηλίων · ἔστι δῆλος, ὁ φανερός, καὶ ἐκ τούτου γίνεται δήλιος, καὶ ἀποβολῇ τοῦ δ ἥλιος καὶ ἀνήλιος, καὶ ἡ γενικὴ τῶν πληθυντικῶν ἀνηλίων

### α 807

Ἀνήῃ Β · ῥῆμα ὑποτακτικὸν τῶν εἰς μι. ὥσπερ τὸ τύψειαν· Β οὐ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ“

### α 808

Ἀνήνοθεν Λ · ἔστι μέσος παρακείμενος, ὡς δηλοῖ τὸ θ · οὐ γὰρ ὁ ἐνεργητικὸς παρακείμενός ποτε διὰ τοῦ θ ἐκφέρεται. ἔστιν οὖν θέω, καὶ ἐν συνθέσει ἀναθέω καὶ ἀνθέω, ὑπερβιβασμῷ τοῦ ε ἀνέθω, τούτου ὁ μέσος παρακείμενος ἤνοθα συνήθως τραπέντος τοῦ ε εἰς τὸ ο καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἀνήνοθα. ἢ ἐκ τοῦ θέω, τὸ τρέχω

### α 809

Ἀνὴρ ἀνθρώπου διαφέρει· ἀνὴρ μὲν γὰρ κυρίως λέγεται ὁ ἐπ’ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενί τινι διαπρέπων. καὶ εἰς τὸ Φίλος

### α 810

Ἀνήρ · παρὰ τὸ ἀνύειν αὐτὸν καὶ πράττειν· ἀνυστικώτερος γὰρ ὁ ἀνὴρ τῆς γυναικός. καὶ εἰς τὸ Μακάριος ἀνήρ εἰς τοὺς Ἐπιμερισμοὺς Γεωργίου

### α 811

Ἀνηρείψαντο · ἀνήρπασαν. παρὰ τὴν ἔραν· ἀνηρέψαντο καὶ πλεονασμῷ τοῦ ι ἀνηρείψαντο

### α 812

Ἀνθερεών · παρὰ τὸ ἐκεῖ πρῶτον ἐξανθεῖν τὸ γένειον· ἢ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν

### α 813

Ἀνθέρικος · παρὰ τὸ ἄνθος ἀνθέριξ· σημαίνει δὲ τὸ ἄκρον τῶν ἀσταχύων

### α 814

Ἀνθήλη · παρὰ τὸ ἀνθῶ ἀνθήσω ἀνθήλη

### α 815

Ἀνθίας · διὰ τὸ ὡς ἄνθος εἶναι, ἢ διὰ τὸ ἄνω θεωρεῖν πρὸς τὸ καταδιώκειν τοὺς ἰχθύας

### α 816

Ἄνθινος · παρὰ τὸ ἄνθος. Χοιροβοσκοῦ

### α 817

Ἀνθοποιόν · παρὰ τὸ ἄνθος καὶ τὸ ποιῶ. τὸ δὲ ἄνθος παρὰ τὸ ἄνω θεῖν, ὅ ἐστι τρέχειν· πᾶν γὰρ ἄνθος ἄνω τρέχει· ἐξ οὗ καὶ ἄνηθον, καὶ γράφεται διὰ τοῦ η

### α 818

Ἄνθραξ · τὸ ἀπό τινος ὕλης μεταβληθὲν καὶ μεταποιηθὲν εἰς πυρὸς φύσιν. ἔχει δὲ ὁ ἄνθραξ φύσεις δύο, τὸ φωτιστικὸν καὶ τὸ καυστικόν, ὡς τὸ ὕδωρ διφυᾶ ἄνθρακα δέχεται, ἤγουν φωτιστικὸν καὶ καυστικόν· φωτιστικὸν μὲν τῶν δικαίων, καυστικὸν δὲ τῶν ἁμαρτωλῶν καὶ ἀνόμων“. διφυὴς δὲ ἄνθραξ λέγεται ὁ Χριστὸς κατὰ ἀναγωγήν. γίνεται παρὰ τὸ θέρω, τὸ θερμαίνω, θέραξ καὶ μετὰ τῆς ἀνά προθέσεως ἀναθέραξ, καὶ συγκοπῇ ἄνθραξ

### α 819

Ἄνθρωπος · διὰ τὸ ἄνω ἀθρεῖν τὴν ὦπα ἤγουν ὁρᾶν· πάντων γὰρ τῶν κτηνῶν κάτω βλεπόντων, μόνος ὁ ἄνθρωπος ἄνω βλέπει. ἢ διὰ τὸ ὀρθῶς περιπατεῖν. καὶ εἰς τὸ Ἀνήρ καὶ Ἐνανθρώπησις

### α 820

Ἀνία · παρὰ τὸ ἰέναι, τὸ πορεύεσθαι, μετὰ τοῦ στερητικοῦ α · ἐμποδιστικὴ γὰρ ἡ ἀνία τοῦ προκόπτειν. ἢ σημαίνει τὴν χαλεπωτάτην καὶ δυσίατον λύπην, καὶ γίνεται παρὰ τὸ ἰῶ, τὸ θεραπεύω, ἴα καὶ μετὰ τοῦ στερητικοῦ α ἀΐα· καὶ πολλάκις πέφυκεν πλεονάζειν τὸ ν ἐν ταῖς στερήσεσιν, οἷον ἀαιδής ἀναιδής, ἀαίμων ἀναίμων. γράφεται δὲ διὰ τοῦ ι · τὰ διὰ τοῦ νια θηλυκὰ ἔχοντα μακρὸν τὸ α μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ ι γράφεται, οἷον πενία γωνία ξενία. πρόσκειται μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων“ διὰ τὸ ἑρμηνεύω ἑρμηνεία, πορνεύω πορνεία, ἀλαζονεύω ἀλαζονεία. πρόσκειται μακρὸν ἔχοντα τὸ α “ διὰ τὸ εὐμένεια δυσγένεια. μακρὸν τὸ ι · τὰ γὰρ διὰ τοῦ νια θηλυκὰ τῷ ι παραληγόμενα συστέλλει αὐτό, οἷον γωνία πενία ξενία· σεσημείωται τὸ ἀνία, ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γέγονεν, τὸ θεραπεύω, ὅπερ ἔχει μακρὸν τὸ ι. Γεωργίου

### α 821

Ἀνία · παρὰ τὸ ἰῶ, τὸ σημαῖνον τὸ θεραπεύω· ἢ παρὰ τὸ ἄνω ἀνύω γέγονεν ἀνία, ἡ διανυστικὴ καὶ πρακτική. δεῖ γινώσκειν, ὅτι τὸ ἀνία διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὴν ἴασιν· καὶ ἐκτείνει τὸ ι · ἡ γὰρ ἴασις μακρὸν ἔχει τὸ ι

### α 822

Ἀνία · παρὰ τὸ ἀνίατος καὶ δυσίατος εἶναι

### α 823

Ἀνιείς · ἀφιείς, παρορμῶν. ἔστι δὲ μετοχὴ ἀπὸ τοῦ ἵημι, ὁ παρατατικὸς ἵην, ἡ μετοχὴ ἱείς ἱέντος, καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνιείς. συντάσσεται μετὰ αἰτιατικῆς. καὶ εἰς τὸ Τιμή

### α 824

Ἀνιεῖσα · παρὰ τὸ ἀνίημι, ὃ σημαίνει τὸ ὑποχαλῶ καὶ ἀσθενῆ ποιῶ

### α 825

Ἀνιμῶ · ἐκ τῆς ἀνά προθέσεως καὶ τοῦ ἱμῶ, τὸ ἀναλέγω. τοῦτο ἐκ τοῦ ἱμάς, ὃ σημαίνει τὸν λῶρον· οἱ γὰρ ἀρχαῖοι πρὸς τὸ μὴ κατακεκλᾶσθαι τὰ ἀγγεῖα αὐτῶν ἐκ δερμάτων ἐποίουν. ἐξ οὗ καὶ ἱμονιά, ὃ σημαίνει τὸ ἀντλητήριον. καὶ εἰς τὸ Ἱμάς

### α 826

Ἄνιος · εἰς τὸ Ἀμφιαχυῖαν

### α 827

Ἀνιῶ · παρὰ τὸ ἀνία. τοῦτο παρὰ τὴν ἴασιν, ἡ ἄνευ τῆς ἰάσεως

### α 828

Ἀνοεῖν τοῦ ἀγνοεῖν διαφέρει· ἀγνοεῖν μὲν γάρ ἐστι τὸ μηδ’ ὅλως αἰσθάνεσθαι, ἀγνοεῖν δὲ τὸ ἐπιλανθάνεσθαι

### α 829

Ἀνόητος · εἰς τὸ Ἄφρων

### α 830

Ἄνοια · παρὰ τὸ νοῦς νοός νοία καὶ μετὰ τοῦ στερητικοῦ α ἄνοια. τὸ νοι δίφθογγον· τὰ παρὰ τὸ νοῦς καὶ ῥοῦς συγκείμενα διὰ τῆς οι διφθόγγου γράφεται, οἷον ἄνοια σύρροια καὶ τὰ ὅμοια

### α 831

Ἀνοσιουργία · ἀσέβεια, τὸ ἄνευ ὁσίου ἔργον

### α 832

Ἀνόστιμος δ · παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστιμος. τὸ δὲ νόστος παρὰ τὸ νοστῶ νοστεῖς

### α 833

Ἄνους · ὁ. Ὁμήρου

### α 834

Ἄντην Α · παρὰ τὸ ἀντῶ ἄντην, ὡς κρύβω κρύβδην καὶ μίγω μίγδην

### α 835

Ἀντηνορίδης ·. τὸ ρι ι ὡς τὸ Κρονίδης· τὸ τη η ὡς τὸ Ἀγήνωρ

### α 836

Ἀντηρίς · ἀντηρίδος·. παρὰ τὸ τέρεν, τὸ ἁπαλόν

### α 837

Ἀντιάσας · ἐκ τοῦ ἀντιάζω· τοῦτο ἐκ τοῦ ἀντιῶ. καὶ ἐκ τοῦ ἀντιῶ ἀντιάσας

### α 838

Ἀντίβιον Γ · ἐπίρρημα τοπικόν. τὸ ον μικρόν· τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει. γίνεται δὲ ἐκ τῆς ἀντί προθέσεως καὶ τοῦ βία, ὃ σημαίνει τὴν δύναμιν· σημαίνει δὲ ἡ ἀντί πρόθεσις τὴν ἐξ ἐναντίας σχέσιν

### α 839

Ἀντιβολῶ · οἷον ἀντιμολῶ. Ἑρεννίου. Πτολεμαίου

### α 840

ἀντικρύ διαφέρει· ἄντικρυς σημαίνει τὸ φανερῶς, ἀντικρὺ δὲ τὸ ἐξ ἐναντίας. παρὰ τὴν ἀντί καὶ τὸ κάρα ἀντικαρύ καὶ συγκοπῇ ἀντικρύ, τὸ ὡς ἂν εἴποι τις ἀντικέφαλα, ἐξ ἐναντίας. τοιοῦτον ἐν συγκοπῇ καὶ τὸ κρᾶναι, τὸ ἐπιτελέσαι διὰ τοῦ νεύματος τῆς κεφαλῆς. τὸ κρυ μακρὸν φύσει. διὰ τί; τὰ εἰς υ λή γοντα ἐπιρρήματα βραχὺ ἔχουσι τὸ υ μεσσηγύ μεταξύ, χωρὶς τοῦ ἀντικρύ. καὶ ὤφειλεν εἶναι ἄντικρυ· ἀλλὰ τὰ εἰς ς λήγοντα ἐπιρρήματα, εἰ μὲν φυλάσσει τὸ αὐτὸ σημαινόμενον, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, οἷον οὕτως οὕτω, μέχρις μέχρι. ἐπεὶ οὖν τὸ ἄντικρυς οὐ τὸ αὐτὸ σημαινόμενον ἐφύλασσε, οὕτως οὐδὲ τὸν αὐτὸν τόνον ἀνεδέξατο· διὸ τὸ μὲν ὀξύνεται, τὸ δὲ προπαροξύνεται

### α 841

Ἀντιλάβοιτό σου · ἐκ τοῦ λήβω, τὸ λαμβάνω, ὁ μέλλον λήψω, ὁ δεύτερος ἀόριστος ἔλαβον, καὶ ὁ μέσος ἐλαβόμην, καὶ τὸ εὐκτικὸν λαβοίμην, καὶ τὸ τρίτον λάβοιτο, καὶ μετὰ τῆς ἀντί ἀντιλάβοιτο. Ὁμήρου

### α 842

Ἀντιμεγῆ μετέπτη ·. μαντικὴ οἰωνιστικῆς διαφέρει, ὅτι ἡ μὲν παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν εἴρηται, ἡ δὲ παρὰ τὴν ἔνθεον μανίαν, μανική τις οὖσα, καὶ πλεονασμῷ τοῦ τ μαντική

### α 843

Ἀντίξουν · ἐναντίον ἢ ἁρμόζον. οἷον ἀντισούμενον· ἡ γὰρ ἀντί πρόθεσις οὐ μόνον τὸ ἐναντίον σημαίνει, ὡς ἐν τῷ ἀντιστάτης, ἀλλὰ καὶ τὸ ἴσον, ὡς τὸ Κ ἀντίθεόν τ’ Αἴαντα“, ἀντὶ τοῦ ἰσόθεον· τροπῇ δὲ Ἀττικῇ τοῦ ς εἰς ξ · οἱ γὰρ Ἀττικοὶ τὸ σύμβολον ξύμβολον λέγουσιν

### α 844

Ἀντίος Β · τὸ τι ι · τὰ διὰ τοῦ ιος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α μεθ’ ὃ ἐπιφέρεται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀνδρεῖος ἀχρεῖος ἀστεῖος Καδμεῖος· πλὴν τοῦ ἀντίος, ὃ μετὰ τῆς ἔν προθέσεως ἐναντίος. καὶ πῶς λέγομεν; ἐνάντιος ἢ ἐναντίος; ἐναντίος. πῶς; κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα ἀναπέμπει τὸν τόνον ἐν τῇ συνθέσει, οἷον ποικίλος παμποίκιλος, ἀγκύλος μεσάγκυλος, αἰόλος παναίολος παρθένος ἀειπάρθενος, Ἀθηναῖος φιλαθήναιος, πλησίος παραπλήσιος· χωρὶς εἰ μὴ σύνθετα ὑπάρχοι ἕνεκα ἐνεργείας παροξυνόμενα. πρόσκειται χωρὶς εἰ μὴ σύνθετα ὑπάρχοι ἕνεκα ἐνεργείας παροξυνόμενα“ διὰ τὸ βουκόλος ἱπποβουκόλος· τοῦτο γὰρ ἕνεκεν ἐνεργείας τὸν αὐτὸν τόνον ἐφύλαξεν ἐν τῇ συνθέσει, ὁ τοὺς ἵππους βόσκων. τὸ δὲ ἐναντίος παρέλκουσαν ἔχει τὴν ἔν πρόθεσιν· τὸ γὰρ ἀντίος καὶ ἐναντίος τὸ αὐτὸ σημαίνει, καὶ τούτου χάριν τοῦ ἁπλοῦ τὸν τόνον ἐφύλαξεν, ὡς σχεδὸν μὴ γενομένης συνθέσεως. καὶ εἰς τὸ Ἐναντίος

### α 845

Ἀντιόχεια · κατὰ παρώνυμον παραγωγὴν γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ τοῦ Ἀντιόχου

### α 846

Ἀντιόωσαν · ἐκ τοῦ ἀντιῶ δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ ποιεῖ τὴν κρᾶσιν, καὶ οὕτως προσλαμβάνει τὸ ο ἀντιάω ἀντιῶ ἀντιόω, βοάω βοῶ βοόω, γελάω γελῶ γελόω, ὁράω ὁρῶ ὁρόω. καὶ ἡ μετοχὴ ἀντιόων καὶ τὸ θηλυκὸν ἀντιόωσαν. Ὁμήρου

### α 847

Ἀντιόωσαν Α · παρὰ τὴν ἀντί πρόθεσιν γίνεται ἀντίος, καὶ ἐκ τούτου ἀντιῶ ἀντιᾷς, τὸ ὑπαντῶ. ἀντιῶ οὖν, καὶ ἡ μετοχὴ θηλυκὴ ἀντιῶσα, ὡς βιῶσα, καὶ πλεονασμῷ τοῦ ο ἀντιόωσα, ὡς γελόωσα κυδιόωσα, ἡ γαυριῶσα. ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων. καὶ ἔστιν ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβανομένη, αἰτιατικῇ συντάσσεται· ὅτε δὲ τὸ ἀπαντῶσα, γενικῇ, οἷον α ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.“ ὁ δὲ ποιητὴς πλεονασμῷ τοῦ ο

### α 848

Ἀντισηκοῦντα · σημαίνει τὸ ἀντεξισάζοντα, καὶ γίνεται ἐκ τοῦ ἴσος ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἴσωκα καὶ ἐξ αὐτοῦ ῥῆμα ἰσηκῶ καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σωκεῖν, ὃ σημαίνει τὸ ἰσχύειν, ἐξ οὗ σῶκος ὁ Ἑρμῆς, τουτέστιν ὁ ἰσχυρός· Υ σῶκος ἐριούνιοσ“

### α 849

Ἀντίστοιχον · ἐκ τοῦ στοῖχος. τὸ στοι δίφθογγον· ὅσα ῥήματα ἐν κινήσεσιν εὑρίσκονται γεννῶντα τὸ ο ταῦτα τὸ ε προειλήφασιν. ἔστι τὸ ῥῆμα στείχω καὶ στιχῶ δευτέρας συζυγίας τῶν περισπωμένων ἀπὸ τοῦ στίξ στιχός, καὶ ἀπὸ τοῦ στείχω στοῖχος καὶ ἀντίστοιχον

### α 850

Ἀντίχειρ · παρὰ τὸ ἴσον αὐτὸν δύνασθαι τῇ ὅλῃ χειρί. Φωτίου

### α 851

Ἀντλῶ · παρὰ τὸ ἄντλον· τοῦτο ἐκ τοῦ ἀνατλᾶν καὶ καρτερεῖν ἐκεῖσε τὸ ὕδωρ τὸ διὰ τῶν ἐσφιγμένων πόρων εἰσερχόμενον

### α 852

Ἄντρον · παρὰ τὸ ἄνω τετρῆσθαι, ἤγουν τετρυπῆσθαι. καὶ εἰς τὸ Μάνδρα

### α 853

Ἄντυγες · παρὰ τὸ ἀνωτάτω τετύχθαι. ὁμοίως καταῖτυξ

### α 854

Ἀντῶ · εἰς τὸ Ποδάρκης

### α 855

Ἀντώνιος · ἄνθος ὀνήσεως ἢ ἀντὶ ὠφελείας· ἀντὶ γὰρ. ἀντὶ δὲ. Παῦλος ὁ ἁπλούστατος

### α 856

Ἀντωνυμία ·. ἀντὶ τοῦ καὶ οὗτος παρῆν. καὶ εἰς τὸ Οὗτος

### α 857

Ἀνύποιστος · ἀνυποφόρητος, ἀνυπομόνητος. ἀπὸ τοῦ οἴω τοῦ σημαίνοντος τὸ φέρω γίνεται οἰστός, καὶ μετὰ τῆς ὑπό προθέσεως ὕποιστος, καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἀνύποιστος

### α 858

Ἀνυστής · εἰς τὸ Ὑπόδρα. ὁμοίως καὶ ἀνύτης

### α 859

Ἀνύω Β · παρὰ τὸ ἄνω, τὸ πράττω. τὸ δὲ ἄνω διφορεῖται κατὰ τὸν χρόνον· ἔστι γὰρ παρὰ τῷ ποιητῇ καὶ μακρὸν καὶ βραχύ, μακρὸν μὲν οἷον Κ μάλα γὰρ νὺξ ἄνεται“, βραχὺ δὲ ὡς ἐν τῷ Σ ὅππως Ἥφαιστος γ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο“. τὸ δὲ ἀνύω ἀεὶ ὁ ποιητὴς ἐν συστολῇ παραλαμβάνει. καὶ εἰς τὸ Μήνυμα καὶ Ὠκεανός

### α 860

Ἀνώγεον · ἐκ τοῦ ἄνω καὶ τοῦ γέα· τὸ ἄνω ὂν τῆς γῆς

### α 861

Ἀνώγειον · παρὰ τὸ ἄνω ἐπίρρημα καὶ τὸ γέα ὄνομα γέγονε κατὰ κρᾶσιν ἀνώγειον. Ὁμήρου

### α 862

Ἀνώγω Β · τὸ νω μέγα. ἐκ τοῦ ἀνάγω· τοῦτο ἐκ τοῦ ἄναξ· ὁ μέλλων ἀνάξω, ὁ μέσος παρακείμενος ἀνῆγα, καὶ ὥσπερ ἐκ τοῦ πέπληγα μέσου παρακειμένου ἐγένετο πεπλήγω, οὕτως καὶ ἀπὸ τοῦ ἀνῆγα μέσου παρακειμένου γίνεται ῥῆμα ἀνήγω, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται ἀνώγω· τοῖς γὰρ ἀνάσσουσι καὶ ἄρχουσι πέφυκε τὸ κελεύειν. ἔχει δὲ μέλλοντα· Ο πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι“

### α 863

Ἀνωϊστί δ · ἀπροσδοκήτως. παρὰ τὸ οἴω ὀΐω ὀϊστί, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω μετὰ τῆς ἀνά προθέσεως ἀνωϊστί

### α 864

Ἀξιέραστος · ὁ ἄξιος τοῦ ἐρᾶσθαι

### α 865

Ἄξιος. εἰς τὸ Ἰξίων

### α 866

Ἄξυλον Ζ · ὄνομα κύριον· παρὰ τὸν ἄξω μέλλοντα. τὰ διὰ τοῦ υλος τρισύλλαβα ποικίλα περὶ τὴν τάσιν εὑρίσκονται· δάκτυλος, Δερκύλος, καμπύλος, κρωβύλος

### α 867

Ἀοίδιμος · ὥσπερ παρὰ τὸ βουλή γίνεται βούλιμος, οὕτως καὶ ἀοίδιμος παρὰ τὸ ἀοιδή ὡς τροφή τρόφιμος

### α 868

Ἀοίδιμος · ἀοιδῆς ἄξιος, ἤγουν ᾠδῆς

### α 869

Ἀοιδός γ · ὄνομα ἐπίθετον· παρὰ τὸ ἀείδω ἀοιδός. τὸ ἀείδω κατὰ συναλιφὴν γέγονεν ᾄδω· ὁμοίως καὶ τὸ ἀοιδός ᾠδός, καὶ τὸ ἀοιδή ᾠδή. ἀπὸ τοῦ ἀοιδός ἀοιδῶ ῥῆμα παρῆκται, εἶτα ὡς τὸ κνήθω κνηθιῶ, μείδω μειδιῶ, οὕτως καὶ ἀοιδῶ ἀοιδιῶ, καὶ κατὰ παραγωγὴν ἀοίδιμος

### α 870

Ἄορ · τὸ ξίφος· παρὰ τὸ ἀείρω ἄορ

### α 871

Ἄορες · εἰς τὸ Ὤρεσσι

### α 872

Ἀόριστος · εἰς τὸ Ἐῴκει

### α 873

Ἀοσσητήρ · ὁ βοηθός, ὁ μὴ περιμένων ὄσσαν καὶ φήμην· ἔθος γὰρ τοῖς παλαιοῖς τοῦτο, πυνθανομένοισ μαντείας βοηθεῖν

### α 874

Ἀπαινής · εἰς τὸ Ἀπηνής

### α 875

Ἀπαιωρήσας · ἐκ τοῦ αἴρω, τὸ κουφίζω, καὶ πλεονασμῷ τοῦ ω αἰωρῶ αἰωρήσω ὡς ἐπὶ τοῦ εἴωθα, ὅπερ ἐστὶν ἀπὸ τοῦ ἔθω, ἔσω, εἶκα, εἶθα, πλεονασμῷ τοῦ ω εἴωθα, καὶ. ἀφῆκα ἀφέηκα πλεονασμῷ τοῦ ε. ᾐώρακα καὶ ᾐώρηκα καὶ μετὰ τῆς ἀπό προθέσεωσ ἀπαιωρῶ, ἀπαιωρήσω, ὁ ἀόριστος ἀπῃώρησα καὶ ἡ μετοχὴ ἀπαιωρήσας

### α 876

Ἁπαλόν · ἐκ τοῦ ἁπαλός· τοῦτο ἐκ τοῦ ἁφή ἁφαλόν καὶ ἁπαλόν, οἱονεὶ τὸ εὐαφὲς καὶ τρυφερόν

### α 877

Ἁπαλός · παρὰ τὸ ἁφή· ὁ τῇ ἁφῇ εἴκων, ἁφαλός τις ὤν, ὡς ἐξαπίνης ἐξαίφνης. Ὁμήρου

### α 878

Ἀπάνευθεν Α · ἐπίρρημα τοπικόν· ἐκ τῆς ἀνά προθέσεως ἄνευ, ἄνευθεν καὶ ἀπάνευθεν, ὡς ἀπὸ τοῦ ἄτερ ἄτερθεν καὶ ἀπάτερθεν. σημαίνει δὲ τὸ χωρίς

### α 879

Ἁπαξαπλῶς · εἰς τὸ Ὑπόδρα. Φίλωνος Ἐρεννίου

### α 880

ἀπαρασκεύαστον διαφέρει· ὁ μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ δι’ ἑτέρου ἀπαρασκεύαστος· ὁ μὲν ἄρχων ὁ μονομάχον δοῦναι θέλων ἀπαράσκευος λέγεται, ὁ δὲ μονομάχος ἀπαρασκεύαστος

### α 881

Ἀπαργμάτων · τῶν τελείων θυσιῶν· καὶ γίνεται παρὰ τὸ ἄρχω ἀπάρχω ἄπαργμα

### α 882

Ἀπάτη · ἀάτη καὶ πλεονασμῷ τοῦ π ἀπάτη

### α 883

Ἀπαυθαδιάζω · ἐκ τοῦ αὐθάδης γίνεται ῥῆμα αὐθαδίζω καὶ πλεονασμῷ τοῦ α ἀπαυθαδιάζω. τὸ δὲ αὐθάδης ἐκ τοῦ ἅδω, τὸ ἀρέσκω, καὶ τῆς αὐτός ἀντωνυμίας· ὁ ἑαυτῷ ἀρέσκων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 884

Ἀπέδου · ἔστι δίδωμι, ὁ μέλλων δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, ὁ μέσος παθητικὸς ἐδόμην, τὸ δεύτερον ἔδοσο καὶ ἔδου καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπέδου

### α 885

Ἀπειθής · εἰς τὸ Δυσπειθής

### α 886

Ἀπειλή · παρὰ τὸ ἄποθεν εἶναι ἐλέους, ἢ παρὰ τὸ ἀπείλλειν· ἀπείλλειν δέ ἐστι τὸ εἴργειν

### α 887

Ἀπειλῶ · ἢ σημαίνει τὸ εὔχομαι, ἤγουν ὑπισχνοῦμαι, καὶ γίνεται παρὰ τὰς πέλλας, ὃ σημαίνει τὰς φιάλας, δι’ ὧν σπένδοντες εὔχονται· ἢ τὸ ἀπειλεῖν σημαίνει τὸ ὑπισχνεῖσθαι· καὶ γὰρ ἡ ἀπειλὴ ὑπόσχεσίς ἐστι κακοῦ

### α 888

Ἀπειλημμένοι · συνειλημμένοι, συγκεκλειμένοι, κεκρατημένοι· ἀπὸ τοῦ λήβω, ὃ σημαίνει τὸ λαμβάνω, ὁ παθητικὸς παρακείμενος λέλημμαι, καὶ Ἀττικῶς εἴλημμαι

### α 889

Ἄπειρος · ὅτε τὸν ἀμαθῆ σημαίνει, γίνεται ἀπὸ τοῦ πεῖρα ἄπειρος, οἱονεὶ ὁ ἐστερημένος τῆς πείρας· ὅτε δὲ τὸν μέγαν, ἀπὸ τοῦ πέρας γίνεται ἄπερος καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος, οἱονεὶ ὁ μὴ ἔχων πέρας

### α 890

Ἀπειρητός · ἀμαξιτός, ἀτραπιτός

### α 891

Ἀπέκτατο · ἐκ τοῦ κτῶ, τὸ φονεύω, καὶ παράγωγον κτῆμι, ἔκταμαι, ἐκτάμην, ἔκτασο, ἔκτατο καὶ ἀπέκτατο

### α 892

Ἀπέκτα · ἐφόνευσεν

### α 893

Ἀπελάτης · κλέπτης· ἐκ τοῦ ἀπελαύνειν τὴν ἀγέλην

### α 894

Ἀπερρωγός · ἐκ τοῦ ῥήσσω, τὸ ῥηγνύω

### ε 3

ἐξελεύθερος διαφέρει· ἀπελεύθερος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προσήλυτος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας

### α 895

Ἀπεκτόνει · ἐκ τοῦ κτείνω

### α 896

Ἀπεμυθεόμην Ι · ἀπηγόρευον, ἐκώλυον. μυθέω μυθῶ

### α 897

Ἀπελεύθερος · εἰς τὸ Ἐξελεύθερος

### α 898

Ἀπέλεθρον · δύναμιν ἀμέτρητον

### α 899

Ἄπενος · εἰς τὸ Ἄφενος

### α 900

Ἀπεοικότα · ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ

### α 901

Ἀπερισπάστως · ἀφροντίστως

### α 902

Ἀπερείσια Α · ἐκ τοῦ πέρας ἄπερος, ἄπειρος, ἀπειρέσιος καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ι ἀπερείσιος

### α 903

Ἀπερύκειν · κωλύειν, κατέχειν, κρατεῖν. ἐρύω ἐρύκω ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν, ἐράκω καὶ ἐρύκω κατὰ τροπὴν τοῦ α εἰς υ ἢ παρὰ τὸ ἔργω, τὸ σημαῖνον τὸ κωλύω, ἐργύω καὶ ἐρύκω· κυρίως γὰρ ἐρύκειν τὸ ἐν τῇ γῇ κατέχειν

### α 904

Ἀπεμόρξατο · ἀπὸ τοῦ ἀμέλγω ἀμέλξω, ἤμελξα, ἠμελξάμην, ἠμέλξατο, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ τοῦ λ εἰς ρ ἀπεμόρξατο. σημαίνει τὸ ἀπεδάκρυσεν

### α 905

Ἀπεμόρξατο · ἀπενίψατο ἢ ἀπεδάκρυσεν. καὶ εἰς τὸ Ἀπωμόρξατο

### α 906

Ἀπερείσια · ἐκ τοῦ πέρας· ὧν οὐκ ἔστι πέρας

### α 907

Ἀπεστύπαζον · τύπτω, τυπάζω, ἐτύπαζον καὶ πλεονασμῷ τοῦ ς ἀπεστύπαζον

### α 908

Ἀπέχθυεν · ἀπεχώριζεν

### α 909

Ἄπεσαν · ἀπέβαλον. διὰ τί προπαροξύνεται; πᾶν ῥῆμα εἰς αν λῆγον χρόνῳ βραχεῖ παραληγόμενον ἁπλοῦν ἢ σύνθετον, ὅ ἐστι ῥῆμα ὑπερδισύλλαβον, προπαροξύνεται, εἰ μὴ Δωρικὸν εἴη· προπερισπᾶται δὲ μακρᾶς οὔσης τῆς παραληγούσησ. ὅθεν τὸ μὲν ἄπεσαν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, τὸ δὲ ἀπεῖσαν οὐκέτι

### α 910

Ἀπεσκοράκιζεν · ὕβριζεν, ἐξέρριπτεν, ἢ ἐχλεύαζεν, εἰς ἐρημίαν ἔπεμπεν. Ἀριστοτέλης φησὶ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ· φεῦγ’ ἐς κόρακασ“. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσιν νεοττοποιεῖσθαι. λέγειν ἡμᾶς τὴν παροιμίαν φεῦγ’ ἐς κόρακασ“

### α 911

Ἀπέχθεια · ἐκ τοῦ ἀπεχθής

### α 912

Ἀπετίννυον . ἐκ τοῦ τίω, τὸ ἀνταποδίδωμι, γίνεται κατὰ πλεονασμὸν τοῦ ν τίνω καὶ κατὰ παραγωγὴν τιννύω

### α 913

Ἀποσκορακίζω · ἐκ τοῦ κόραξ κόρακος κορακίζω καὶ σκορακίζω· σημαίνει δὲ τὸ καταλιμπάνω. ζήτει ἑτέραν ἱστορίαν περὶ τοῦ σκορακίζω ἐν τοῖς Ἐπιμερισμοῖς εἰς ψαλμὸν κ

### α 914

Ἀπεχθής · τὸ ἀρσενικόν· καὶ τὸ θηλυκὸν ἡ ἀπεχθής. γέγονε δὲ παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ἔχθος· σημαίνει δὲ τὴν ἔχθραν

### α 915

Ἀπέχω · εἰς τὸ Ἀπὸ ἧς

### α 916

Αἴπη · εἰς τὸ Αἰπόλος

### α 917

Ἀπηγόρευσεν · ἀπεῖπεν, παρεκελεύσατο. γίνεται δὲ ἐκ τῆς ἀπό προθέσεως καὶ τοῦ ἀγορεύω ἀπαγορεύω, ἐξ οὗ καὶ ὁ ἀόριστος ἀπηγόρευσεν. σημαίνει δὲ τὸ ἀπαγορεύω τὸ ἀπαναίνομαι, ὅ ἐστιν ἀρνοῦμαι· τοῦτο ἐκ τοῦ ναί ἐπιρρήματος, καὶ ἐξ αὐτοῦ ναίνω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀναίνω, τὸ ἀπαρνοῦμαι, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπαναίνω. καὶ εἰς τὸ Ἀπηνήνατο ἐκ τούτου οὖν τὸ ἀπαγορεύω

### α 918

Ἀπηλγηκώς · ἀναισθητήσας· παρὰ τὸ περιφρονῆσαι τοῦ ἄλγους

### α 919

Ἀπεκαίνυτο · καίνω, καινύω, καίνυμαι, ἐκαινύμην, ἐκαίνυτο

### α 920

Ἀπηλεγέως · ἐπίρρημα· σημαίνει τὸ ἀποτόμως. ἔστιν ἀλέγω, τὸ βοηθῶ· ἐκ τούτου γίνεται ἀλεγής καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπηλεγής, καὶ τὸ ἐπίρρημα ἀπηλεγέως. ἢ παρὰ τὸ ἀλέγειν, ἤγουν ἀφροντιστεῖν

### α 921

Ἀπηλιώτης · ὁ ἄνεμος· διὰ τὸ πνεῖν ἐκ τῆς ἡλίου ἀναφορᾶς, ἤγουν ἀνατολῆς

### α 922

Ἀπηνήνατο · ἔστιν ἐπίρρημα συγκαταθέσεως ναί, καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα ναίνω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀναίνω, τὸ ἀπαρνοῦμαι, καὶ ὁ πρῶτος ἀόριστος ἐνεργητικὸς ἤνηνα, καὶ ὁ μέσος ἠνηνάμην, ἠνήνατο, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπηνήνατο

### α 923

Ἀπηλεγέως · ἀποτόμως, σκληρῶς, κεκριμένως, ἀπαγορευτικῶς, διαρρήδην. ἢ ἀπὸ τοῦ ἀπολέξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι· ἢ ἀποληγομένως· φιλοσύντομος γὰρ ἡ δεινοπάθεια· οἱ γὰρ λύπην οὐ θέλοντες διαφυγεῖν τὰς χρηστὰς κόπτουσιν ἐλπίδας

### α 924

Ἀπηλγηκότες · ἀποκαμόντες, ἀπελπίσαντες, καὶ ἀμεριμνήσαντες, ἢ ἀναισθήτως ἔχοντες

### α 925

Ἀπηνής · ὁ σκληρός. αἰνῶ, καὶ μετὰ τῆς ἀπό ἀπαινῶ, καὶ ἐκ τούτου ἀπαινής καὶ ἀπηνής, ὁ ἄποθεν τοῦ αἰνεῖσθαι· καὶ ἐκ τοῦ ἐναντίου προσηνής, ὁ ὢν ἐγγὺς τοῦ αἰνεῖσθαι. ἢ ἀπὸ τοῦ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, γίνεται αἰνής καὶ προσηνής, ὁ εὐπροσήγορος καὶ πρᾶος, παρὰ τὸ ἐγγὺς εἶναι τοῦ αἰνεῖσθαι· οὕτως ἐκ τοῦ ἐναντίου παρὰ τὸ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, μετὰ τοῦ ἀπό τοῦ δηλοῦντος τὸ πόρρω γίνεται ἀπηνής, ὁ πόρρω ὢν τοῦ αἰνεῖσθαι. ἢ ὁ μὴ ἡνίαις εἴκων, οἱονεὶ ὁ σκληρός, ἀπὸ μεταφορᾶς τῶν ἵππων. ἔστι δὲ τριγενές

### α 926

Ἀπηνής · ὁ σκληρός, ὠμός. ἀπινὴς δὲ ὁ καθαρός

### α 927

Ἀπηχθημένος · μεμισημένος· παρὰ τὸ ἔχθος, ὅ ἐστι μῖσος. καὶ εἰς τὸ Ἀπεχθής

### α 928

Ἀπία Γ · ἡ Πελοπόννησος καὶ τὸ δένδρον. τὸ πι ι. καὶ πόθεν γίνεται; ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός. ἢ παρὰ τὸ ἄπιδος, ὃ σημαίνει τὸ ἀπίδιον, ἡ ἐν καταξήροις τόποις ὑπάρχουσα· ἐκ τοῦ πίω γίνεται, ὃ σημαίνει τὸ πίνω, ἐξ οὗ καὶ γίνεται ἐκβολῇ τοῦ ν · ἐκ τούτου οὖν γίνεται ἄπιος καὶ τὸ θηλυκὸν Ἀπία, ἡ ἐν πολλοῖς ἔτεσι διψήσασα· καὶ Ὅμηρος Δ πολυδίψιον Ἄργος ἱκοίμην“. ἡ γὰρ πόλις ἐστὶν ἡ Ἑλλάς, ἡ δὲ χώρα Ἀπία· ἥτις ὕστερον ἀπὸ τοῦ Πέλοπος καὶ τοῦ νῆσος ἐκλήθη Πελοπόννησος. οἱ δὲ ἀπὸ τοῦ ἐκεῖ πρῶτον πεφυτεῦσθαι ἀπίους

### α 929

Ἄπιον · τὸ ἀπίδιον· παρὰ τὸ ἐν τῇ ξηρᾷ γῇ θάλλειν τὴν τοιαύτην ὀπώραν

### α 930

Ἄπιος · ἡ ὄχνη καλουμένη γενικῶς· ὅτι πρῶτον ἐν Ἀπίᾳ, ἤγουν ἐν Πελοποννήσῳ, γέγονεν· ἢ παρὰ τὸ ἐν διψηροῖς τόποις φύεσθαι· ἢ διὰ τὴν πιότητα τοῦ χυλοῦ αὐτῆς. Ἀπία δὲ ἡ Πελοπόννησος

### α 931

Ἀπίθησε Α · ὁ ἀόριστος πρῶτος· ἔστι γὰρ τὸ θέμα αὐτοῦ πιθῶ πρώτης συζυγίας τῶν περισπωμένων καὶ γράφεται διὰ τοῦ ι ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησα, ὅθεν καὶ τὸ ἀπεγράφης πιθήσασ“ καὶ πάλιν ἀπιθῶ ῥῆμα. τὰ λοιπὰ δῆλα

### α 932

Ἄπιος · ἡ ἥκιστα πίνουσα· ἥδεται γὰρ ἐν τῇ ξηρᾷ γῇ ἡ τοιαύτη ὀπώρα. ἔστι δὲ ὀπώρα οὕτω λεγομένη

### α 933

Ἀπίθησεν Β · ἀπεσόβησεν τὸ πι ι. οἱ μέν, ὅτι ἐκ τοῦ ἀπειθής ἐστιν, καὶ ἡ μὲν ἐν τῇ συνήθεια διὰ τῆς ει διφθόγγου γράφεται, ὁ δὲ κανὼν διὰ τοῦ ι. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι τὰ ἀπὸ βαρυτόνων μεταγόμενα εἰς περισπώμενα συστέλλει τὴν παραλήγουσαν, οἷον ἔστι τὸ φείδω, καὶ γινόμενον περισπώμενον γράφεται διὰ τοῦ ι φιδῶ καὶ Ο πεφιδήσεται“· οὕτω δέ ἐστι καὶ τὸ ἀπιθῶ. διὰ τί περισπᾶται; τὰ εἰς θω λήγοντα ῥήματα ἔχοντα ὄνομα προϋποκείμενον περισπᾶται, οἷον μυθῶ

### α 934

Ἁπλότης μωρίας διαφέρει· ἁπλότης γάρ ἐστιν φρόνησις ἀπηλλαγμένη πανουργίας, καὶ οἷον ἁπλῆ τις οὖσα καὶ μὴ μεμιγμένη δυστροπίᾳ· μωρία δὲ ἐρημία φρενῶν

### α 935

Ἁπλοῦς · ὥσπερ ἀντὶ τοῦ μία γράφομεν α οὕτω καὶ ἐκ τοῦ α γίνεται ἁπλοῦς· οὐχὶ δὲ κατὰ σύνθεσιν. ὁμοίως καὶ ἀπὸ τοῦ δίς διπλοῦς καὶ ἀπὸ τοῦ τρίσ τριπλοῦς. περισπᾶται· ὁμοίως καὶ τὰ θηλυκὰ αὐτῶν, οἷον διπλῆ τριπλῆ τετραπλῆ· οὐ γίνεται δὲ ἀπὸ συναιρέσεως, οἷον ἁπλόος ἁπλοῦς, ἐπειδὴ τὸ θηλυκὸν αὐτῶν ἁπλόα διπλόα τριπλόα τετραπλόα εἶχεν εἶναι. ἁπλοῦς ἁπαλός δασύνεται· ἡνίκα δὲ γένηται κατὰ τροπὴν ψιλοῦται

### α 936

Ἁπλοῦς · παρὰ τὸ α τὸ σημαῖνον τὸ ἕν, καὶ πέλω, τὸ ὑπάρχω, ἄπελος καὶ ἐν συγκοπῇ ἁπλοῦς, ὁ πέλων εἷς

### α 937

Ἁπλοῦν · τὸ μὴ ἐκ πλειόνων ἔχον τὴν σύστασιν

### α 938

Ἄπλητα · οἱονεὶ ἄπληστα, κατὰ διάλεκτον λέγεται δὲ καὶ ἄπλετον ἀποκοπῇ τοῦ ς. σημαίνει δὲ τὰ ἄμετρα καὶ πολλά. ἐπιτατικὸν τὸ α

### α 939

Ἄπληστος · ἐκ τοῦ πλῶ, τὸ πληρῶ· ἄπλετον, μέγα

### α 940

Ἀπληστία · διὰ τοῦ ι γράφεται· οὐ γὰρ εἴρηται ἀπληστεύομαι, ἵν’ ἐκ τούτου γράφοιτο διὰ τῆς ει διφθόγγου. ἀντὶ δὲ τοῦ παρὰ τοῖς ἰδιώταις λεγομένου ἀπληστεύομαι ἀπληστηριάζομαι εἴρηται παρὰ τοῖς ἀρχαίοις

### α 941

Ἀπὸ ἄρσεων · ἀπὸ βασταγμάτων. πόθεν ἄρσις; παρὰ τὸ αἴρω, τὸ βαστάζω, ὁ μέλλων ἀρῶ, ἦρκα, ἦρμαι, ἦρσαι καὶ ἄρσις, τὸ εἰς ὕψος βασταζόμενον

### α 942

Ἀποβρίζω · τὸ ἀπὸ βορᾶς νυστάζω· παρὰ τὸ βοράν καὶ τὸ ἵζω, τὸ κατανεύω

### α 943

Ἀποαίρεο Α · αἱρῶ καὶ τὸ παθητικὸν αἱροῦμαι, ὁ παθητικὸς παρατατικὸς ᾑρούμην, τὸ δεύτερον ᾑροῦ, καὶ τὸ προστακτικὸν αἱροῦ, καὶ κατὰ διάλυσιν αἱρέο, καὶ ἐν συνθέσει ἀποαίρεο

### α 944

Ἀποαιρεῖσθαι Α · ἁρπάζειν, ὅ ἐστιν ἀφαιρεῖσθαι· κατὰ τὸ πλῆρες, τῆς ἀπό προθέσεως μὴ συγκοπείσης. Ὁμήρου

### α 945

Ἀποαίρεο Α · ἐνεστῶτος καὶ παρατατικοῦ· ἀπὸ τοῦ αἱρῶ, τὸ καταλαμβάνω, τὸ προστακτικὸν αἱροῦ, καὶ κατὰ διάλυσιν αἱρέο, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀποαίρεο

### α 946

Ἀποβουκολῶ · σημαίνει τὸ ἀπατῶ καὶ πλανῶ

### α 947

Ἀποβρίξαι · τὸ ἀπὸ βορᾶς νυστάξαι

### α 948

Ἀπόγονος · εἰς τὸ Ἔκγονος

### α 949

Ἀπόκρισις · λεγομένη διὰ τὸ πάνυ ἀρέσκειν τοῖς ἀκροαταῖς

### α 950

Ἀποδαρθεῖν · μήτ’ ἄρτον αἱρεῖσθαι μήτ’ ἀποδαρθεῖν“, τουτέστι κοιμηθῆναι. ἔστι ῥῆμα δρήθω, ὁ δεύτερος ἀόριστος ἔδραθον, Ἀττικῶς ἔδαρθον, τὸ ἀπαρέμφατον δαρθεῖν. κατὰ ἀντίφρασιν· δρῶ γὰρ τὸ ἐνεργῶ, οὗ παράγωγον δρήθω· οἱ δὲ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι. συντάσσεται δὲ τὸ δρῶ μετὰ δοτικῆς

### α 951

Ἀπόδειξις · ἀπὸ τοῦ ἀπόδεξις, κατὰ Ἡρόδοτον καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀπόδειξις

### α 952

Ἀποδημία ἐπιδημίας διαφέρει· ἀποδημία μὲν γάρ ἐστιν ἡ ἀφ’ ἑτέρου τόπου ἐφ’ ἕτερον ἔξοδος, ἐπιδημία δὲ ἡ εἰς τὸν αὐτὸν τόπον ἐπάνοδός τε καὶ ὑποστροφή, ᾗ ἐξῆλθέ τις

### α 953

Ἀποδόκιμος · εἰς τὸ Ἀπόνοια

### α 954

Ἀποδοῦναι · εἰς τὸ Δοῦναι

### α 955

Ἀπόδρομος · εἰς τὸ Γέρων

### α 956

Ἀπόειπε Γ · πᾶν προστακτικὸν δισύλλαβον βραχυκατάληκτον ἑνικὸν ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον ἐλθέ πρόελθε, βαῖνε πρόβαινε. Ὁμήρου

### α 957

Ἀπὸ ἧς Β · οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ἐπειδὴ ἡ ἀπό πρόθεσις συντασσομένη μετὰ γενικῆς τὸν οἰκεῖον τόνον φυλάσσει, ὡς ἐν τῷ Β φίλης ἀπὸ πατρίδος αἴησ“· καὶ δηλοῖ χωρισμόν, ὡς ἐπὶ τοῦ ἀπέχω, τὸ πόρρωθεν ἐμαυτὸν καὶ καθιστῶ, καὶ ἀποβάλλω καὶ ἀπορρίπτω καὶ τῶν ὁμοίων

### α 958

Ἀποθέσθαι ·. διὰ τί μὴ ἦν ἀπόθεσθαι; πᾶν ἀπαρέμφατον συντιθέμενον φυλάττει τὸν ἴδιον τόνον

### α 959

Ἀπόθου · εἰς τὸ Προοῦ. Ὁμήρου

### α 960

Ἀποθύμια · ἀπὸ τοῦ θύω θυμός, ἀπόθυμος, ἀφ’ οὗ τὸ ἀποθύμια. Ὁμήρου

### α 961

Ἄποινα Β · οἱ μέν, ἐκ τοῦ φόνος ἄφονος καὶ πλεονασμῷ τοῦ ι ἄφοινος ἄποινος καὶ ἄποινα, ἄφοινά τινα ὄντα τὰ ὑπεξαιροῦντα τοῦ φονικοῦ· οἱ δέ, ἐκ τοῦ ποινή, ἡ τιμωρία, γίνεται ἄποινος, ἢ ἐκ τοῦ φονή, ὃ σημαίνει τὸν τόπον τῶν ἀναιρουμένων, Κ ἄνδρας τ’ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσι“. καὶ προπαροξύνεται· τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος γινόμενα ἀρσενικὰ προπαροξύνεται, οἷον ὥρα ἄωρος, ποινή ἄποινος. τὸ δὲ ποινή ἐκ τοῦ φόνος γίνεται φονή καὶ πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ποινή, ἐξ οὗ καὶ ἀνάποινον. τετραχῶς γὰρ τὰ εἰς η θηλυκὰ συντίθεται· ἢ γὰρ φυλάττουσιν τὸ αὐτὸ τέλος, ὡς τὸ μάχη Ἀνδρομάχη, ἢ προσλαμβάνουσι τὸ ς ὡς τὸ γυνή μισογύνησ, ἢ τρέπουσιν τὸ τέλος εἰς ος ὡς τὸ φωνή ἄφωνος, κεφαλή ἐγκέφαλοσ, ἢ μεταποιοῦσιν εἰς ον οὐδέτερον, ὡς τὸ πύλη Δίπυλον καὶ τετράπυλον, ποινή ἀνάποινον· λέγεται δὲ ἐπιρρηματικῶς. καὶ τὸ ἀποινῶ ἀποινᾷς δευτέρας συζυγίας τῶν περισπωμένων, τουτέστι τὸ χρήματα εἰσπράττομαι. τὸ δὲ φόνος παρὰ τὸ φένω, τὸ ἀναιρῶ, ὡς λέγω λόγος· τὸ δὲ φένω παρὰ τὸ ἔνω, τὸ φονεύω, ἐξ οὗ καὶ Ἐνυάλιος καὶ Ἐνυώ, ἡ πολεμικὴ θεός· τὸ δὲ ἔνω παρὰ τὸ ἔω, τὸ τελειῶ. πλεονάζει δὲ τὸ ν πολλάκις ἐν ταῖς στερήσεσιν, οἷον ἄξιος ἀνάξιος, αἰσχυντηρός ἀναίσχυντος, αἰδής ἀναιδής, ἀνδρός ἄνανδρος. καὶ εἰς τὸ Ποινή. Ὁμήρου

### κ 1

κλισιάων Β · ἀναστρέφεται. καὶ πότε δεῖ ἀναστρέφεσθαι; ὧδε ἀναστρέφεται. διὰ τί; ἐπειδὴ αἱ ἀναστρεφόμεναι προθέσεις, ὅτε μεταξὺ δύο κυρίων ἢ προσηγορικῶν εὑρεθῶσι συνδέσμου συνπαραλαμβανομένου μετὰ τὴν πρόθεσιν, ἀναστρέφονται, οἷον Β νεῶν ἄπο καὶ κλισιάων“, Ἀγαμέμνονος πέρι καὶ Ἀχιλλέωσ“. καὶ ἐὰν μεταξὺ πέσῃ δύο ὀνομάτων ἡ πρόθεσις, τοῦ μὲν κυρίου ὄντος, τοῦ δὲ ἑτέρου προσηγορικοῦ ἢ ἐπιθετικοῦ, ἐν πᾶσι τούτοις ἀναστρέφειν δεῖ τὴν πρόθεσιν, οἷον Ζ μάχῃ ἔνι κυδιανείρῃ“

### α 962

Ἀποκαραδοκίαν · ἀντὶ τοῦ ἐλπίδα· παρὰ τὸ τοὺς ἀποσκοποῦντάς τι καὶ ἐλπίζοντας τῇ κεφαλῇ τὸ ἦθος ὑποσημαίνειν. κάρα δὲ ἡ κεφαλή· δοκεῖν δὲ τὸ ἀποβλέπειν καὶ ἐλπίζειν. Ἐρεννίου

### ε 4

ἐκποίητος διαφέρει· ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀδικήμασι τῆς οἰκίας ἐκβληθείς, ἐκποίητος δὲ ὁ δοθεὶς ἑτέρῳ. οὕτως Ἐρατοσθένης

### α 963

Ἀποκναιόμενοι · διαφθειρόμενοι, ἀποκοπτόμενοι, ἀπολλυόμενοι, λυπούμενοι, ὀδυνώμενοι. ἔστι ῥῆμα κτῶ, ὃ σημαίνει τὸ φονεύω, οὗ τὸ παράγωγον κταίνω, ἀποβολῇ τοῦ τ καίνω, καὶ μεταθέσει κναίω. τὸ δὲ κτῶ συντάσσεται μετὰ αἰτιατικῆς

### α 964

Ἀποκναίεις · παρὰ τὸ κτῶ κταίνω, ὅθεν καὶ τὸ ἀπέκτα“, καὶ ἀποβολῇ τοῦ τ καίνω καὶ καθ’ ὑπέρθεσιν τοῦ ν κναίω καὶ ἀποκναίω καὶ ἀποκναίεις

### α 965

Ἀπολαύσω · παρὰ τὸ λῶ, τὸ θέλω, οὗ τὸ παράγωγον λαύω λαύσω καὶ ἀπολαύσω

### α 966

Ἄπολλον Β · κλητική· καὶ ἡ εὐθεῖα Ἀπόλλων, καὶ κλίνεται Ἀπόλλωνος. ὁ κανών· τὰ εἰς λων ὀνόματα βαρύτονα, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβάς, φυλάσσει τὸ ω ἐπὶ γενικῆς, οἷον Ἀσκάλλων Ἀπόλλων Δόλων. καὶ ἔστι ἡ κλητικὴ Ἄπολλον καὶ ἀναβιβάζει τὸν τόνον. διὰ τί; τὰ εἰς ων σύνθετα ὑπὲρ δύο συλλαβάς, ὅταν εἰς ον εἴη ἡ κλητική, ἀναβιβάζει τὸν τόνον ἐπὶ τῆς κλητικῆς. τί ἐστιν ὅταν εἰς ον εἴη ἡ κλητική“; συνεξακούεται τὸ εἰς ο μικρόν. γράφουσι τὴν κλητικήν. πρόσκειται δὲ ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο μικροῦ“ διὰ τὸ ὦ χαλκοχίτων καὶ ὦ φιλοπλάτων· ταῦτα γὰ εἰς ων ἔχουσι τὴν κλητικήν, ἀλλὰ διὰ τοῦ ω μεγάλου, καὶ οὐκ ἀναβιβάζει τὸν τόνον ἐπὶ τῆς κλητικῆς. τί ἐστι τὸ ὅταν εἰς ον εἴη ἡ κλητική“; συνεξακούεται τὸ εἰς ο μικρόν, οἷον Ἀγάμεμνον ὀλβιόδαιμον κακόδαιμον Αὐτόμεδον χαμαίλεον Ἄπολλον· ταῦτα γὰρ ἀναβιβάζουσι τὸν τόνον καὶ διὰ τοῦ ο μικροῦ γράφουσι τὴν κλητικήν. πρόσκειται δὲ ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο μικροῦ“ διὰ τὸ ὦ χαλκοχίτων καὶ ὦ φιλοπλάτων· ταῦτα γὰρ εἰς ων ἔχουσι τὴν κλητικὴν καὶ τὰ ἑξῆς. πρόσκειται ὑπὲρ δύο συλλαβάσ“ διὰ τὸ ἄκμων ὦς ἄκμον· τοῦτο γὰρ σύνθετόν ἐστι παρὰ τὸ α τὸ ἐπιτατικὸν καὶ τὸ καμών, ἀκάμων καὶ συγκοπῇ ἄκμων, ὁ πάνυ κάμνων. ἔχει οὖν τοῦτο διὰ τοῦ ο τὴν κλητικὴν καὶ οὐ προπαροξύνεται κατὰ τὴν κλητικήν, ἐπειδὴ δισύλλαβόν ἐστι. πρόσκειται σύνθετα“ διὰ τὸ Ἱκετάων καὶ Μαχάων καὶ Ἀρετάων· ταῦτα γὰρ οὐ προπαροξύνονται κατὰ τὴν κλητικήν, ἀλλὰ προπερισπῶνται. ἔστι σύνθετον καὶ τὸ ὦ Λακεδαῖμον σεσημειωμένον καὶ τὸ ὦ Παλαῖμον. θέλουσι δὲ καὶ τὸ Εὐδαίμων ὄνομα κύριον μὴ προπαραξύνειν ἐν τῇ κλητικῇ, ἀλλὰ προπερισπᾶν πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου· ἐκεῖνο γὰρ προπαροξύνεται κατὰ τὴν κλητικὴν εὔδαιμον, ὡς κακόδαιμον καὶ ὀλβιόδαιμον ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν. ἔστι δὲ Ἀπόλλων, ὁ ἥλιος, παρὰ τὸ ἀπολύειν ἢ πάλλειν τὰς ἀκτῖνας· οἱ δέ, ὅτι λέγεται ὁ θεὸς παρὰ τὸ ἀπολύειν τοὺς ἀνθρώπους τῶν κακῶν, ἰατρὸς γὰρ καὶ μάντις ἦν. ὁ κανών· τὰ εἰς λων ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεται, οἷον Ἀσκάλων Ἀσκάλωνος, Ἀπόλλων Ἀπόλλωνος. βαρύνεται· τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνεσθαι θέλει, εἰ μὴ ᾖ περιεκτικά, Ἀσκάλων Ἀπόλλων. τὸ ἀμπελών καὶ καμηλών περιεκτικά. σεσημείωται τὸ Βαβυλών καὶ τὸ μιμαλλών θηλυκόν, ὃ σημαίνει τὴν μαινάδα· οὕτω Καλλίμαχος

### α 967

Ἀπόλλων · παρὰ τὸ ἀπόθετα βάλλειν· ἢ παρὰ τὸ ἄποθεν βάλλειν τὴν ὀργήν· ἢ ἀπελαύνων καὶ ἀπολύων ἀφ’ ἡμῶν τὰς νόσους· ἢ παρὰ τὸ ἁπλοῦν καὶ λύειν τὸ συνεστὸς τῆς οὐσίας καὶ τὸ σκότος. καὶ εἰς τὸ Φίλος. Ἐρεννίου

### α 968

Ἀπολογεῖσθαι τοῦ ἀπολογίζεσθαι διαφέρει· ἀπολογίζεσθαι μὲν ῥητέον τὸ ἀποδιδόναι τὸν λόγον τῶν δαπανημάτων· καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι καὶ λογισταί, οἱ ἀριθμητικοί. ἀπολογεῖσθαι δέ ἐστι τὸ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν

### α 969

Ἀπόνασθαι · ἀπολαῦσαι· ἀπὸ τοῦ ὀνῶ, τοῦ σημαίνοντος τὸ ἀπολαύω, γίνεται ῥῆμα εἰς μι ὄνημι, ὁ παθητικὸς ἐνεστὼς ὄναμαι, καὶ τὸ ἀπαρέμφατον ὄνασθαι, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπόνασθαι. τὸ δὲ ὀνῶ σημαίνει δ· ὀνῶ, τὸ ὠφελῶ, Ζ ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα“· ὠνῶ, τὸ ἀγοράζω, ἐξ οὗ καὶ τὸ ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών“· ἀμφότερα πρώτης συζυγίας τῶν περισπωμένων· ὀνῶ, τὸ ἀπολαύω· ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· Λ αὐτὰρ Ἀχιλλεὺς Οἶος τῆς ἀρετῆς ἀπονήσεται“· καὶ ὀνῶ, τὸ μέμφομαι, ἐξ οὗ ὁ μέλλων ὀνόσω, ὡς τὸ Δ ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών“. συντάσσεται δὲ τὸ μὲν ὀνῶ, τὸ μέμφομαι, πτώσει αἰτιατικῇ, τὸ δὲ ὀνῶ, τὸ ἀπολαύω, πτώσει γενικῇ, τὸ δὲ ἀγοράζω δοτικῇ καὶ αἰτιατικῇ, τὸ δὲ ὠφελῶ πτώσει αἰτιατικῇ

### α 970

ἀπονοεῖσθαι · ἡ ἀπό πρόθεσις χωρισμὸν δηλοῖ· ἀπονοεῖσθαι οὖν οἷον ἀπόστασιν ἔχειν τοῦ νοῦ, ἀπόνοια δὲ ἡ χωρίζουσα τοῦ δέοντος· καὶ ἀποδόκιμος λέγεται ὁ κεχωρισμένος τῆς δεούσης δόξης

### α 971

Ἀπόνοια · παρὰ τὸ ἀπόστασιν ἔχειν τοῦ νοός

### α 972

Ἀποπλεῖν · εἰς τὸ Πλεῖν

### α 973

Ἀποπνεῖν · εἰς τὸ Πνεῖν

### α 974

Ἀπορία ἀφορίας διαφέρει· ἀπορία μὲν γὰρ κυρίως ἀργυρίου σπάνις, ἀφορία δὲ ἔνδεια καρπῶν

### α 975

Ἀπορῶ · παρὰ τὸ ἄπορος· τοῦτο παρὰ τὸ πόρος, ὃ σημαίνει τὸν εὐδιάβατον τόπον

### α 976

Ἄπορος · κυρίως ὁ ἀδιόδευτος· πόρος γὰρ ὁ περάσιμος τόπος, Ξ ἀλλ’ ὅτε δὴ πόρον ἷξον“. καὶ ὁ μὴ χρήματα ἔχων, ἐξ οὗ γίνεται ἀπορία

### α 977

Ἀποσκορακίζω · ἀπὸ τοῦ κόραξ κόρακος κορακίζω καὶ σκορακίζω· σημαίνει δὲ τὸ καταλιμπάνω. λέγουσι γάρ τινες, ὅτι ἐδόθη χρησμός τισι παρακαθημένοις πόλει τοῦ λαβεῖν αὐτήν, ἵνα ἐὰν ἴδωσι λευκοὺς κόρακας ἐν τῇ πόλει, ἣν ἔμελλον πορθῆσαι, μὴ πορθεῖν αὐτήν, ἀλλ’ οἴκοι ὑποστρέφειν. λαβόντες δὲ οἱ ἐν τῇ πόλει κόρακας τοῦτο πυθόμενοι, καὶ λευκάναντες αὐτοὺς μετὰ ἀσβέστου ἀπέλυσαν ἔξω τῶν τειχῶν· οὓς θεασάμενοι οἱ ἐναντίοι ἀπόρθητον αὐτὴν κατέλειψαν, καὶ εἰς τοὐπίσω πλανηθέντες ὑπέστρεψαν

### α 978

Ἀποτέλεσμα · εἰς τὸ Ἀποφορά. Ὁμήρου

### α 979

Ἀπούρας Α · αὐρῶ ἐστι, τὸ ἀπολαύω, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἐπαυρήσω, ὁ ἀόριστος ἐπηύρησα, συγκοπῇ ἐπηῦρα, τροπῇ τῆς ἐπί εἰς τὴν ἀπό ἀπηῦρα, καὶ τοῦ ο εἰς α ἀπαῦρα ἡ μετοχὴ ἀπαύρας καὶ τροπῇ τοῦ α εἰς ο ἀπούρας. καὶ τί μετέχει; τὴν ἀπόλαυσίν μου ἀφελόμενος κατέχεις

### α 980

Ἀπούρας · παρὰ τὸ ἐπαυρεῖν, ὅ ἐστιν ἀπολαύειν, τροπῇ τοῦ α εἰς ο

### α 981

Ἀποφλαυρίζοντες · ἐπιτωθάζοντες, ἐξευτελίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι· ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ τοῦ πονηροῦ τάττεται. φαῦλον οὖν ἐστιν, ὑπερβιβασμῷ τοῦ λ καὶ πλεονασμῷ τοῦ ρ φλαῦρον. ἐπὶ τοῦ πονηροῦ δὲ τὸ δὲ φαῦλον δηλοῖ ποτὲ μὲν τὸ μέγα καὶ ἁδρὸν καὶ καλόν, ποτὲ δὲ καὶ τὸ μοχθηρὸν καὶ μικρόν, ἐνίοτε τὸ ἁπλοῦν· Λάκωνες, τὸ στερρὸν καὶ παχύ· ἔνιοι, φαῦλον τὸ ὁλοσχερές, παρὰ τὸ. τὸ ω μέγα, παρὰ τὸ φάω, ὃ σημαίνει τὸ λάμπω· Ὅμηρος ξ φάε δὲ χρυσόθρονος Ἠώσ“

### ε 5

εἰσφορὰ διαφέρει· ἀποφορὰ μὲν γάρ ἐστι τὸ ὑπὸ τῶν ὑποτεταγμένων δούλῳ τελούμενον τοῖς δεσπόταις· τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον, ἀποτέλεσμα καὶ εἰσφορά

### α 982

Ἀποφράδες ·. παρὰ τὸ φρῶ φράζω καὶ ὄνομα φράς φραδός, ὡς δέρκω δορκάς

### α 983

Ἀποφώλια · παρὰ τὸ φωλεά· οὕτως γὰρ ἐλέγοντο τὰ παιδευτήρια

### α 984

Ἀποχρώντως · ἱκανῶς, ἀρκούντως. ἀπὸ τοῦ χρῶ συζυγίας δευτέρας τῶν περισπωμένων· ἡ μετοχὴ χρῶν, ἡ εὐθεῖα τῶν πληθυντικῶν χρῶντες, ἡ γενικὴ χρώντων, καὶ τὸ ἐπίρρημα χρώντως, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀποχρώντως. Ὁμήρου

### α 985

Ἀπριάτην Α · ἐπίρρημα μεσότητος ἢ ἐπιρρηματικῶς δεῖ ἀκούειν, ἀπράτως καὶ ἀποίνως, τουτέστιν ἄνευ πράσεως· ἢ ὄνομα θηλυκὸν ἀπὸ τοῦ ὁ ἀπρίατος καὶ ἡ ἀπριάτη. πρίημι, τὸ πωλῶ· τοῦτο δὲ παρὰ τὸ πριῶ, ἐξ οὗ καὶ τὸ πριῶ μοι“, φησὶν ὁ κωμῳδὸς σελάχιον“. ἐκ τοῦ πριῶ πριάσω, πεπρίακα, πεπρίαμαι, πεπρίαται, πριατός καὶ ἀπρίατος· τὸ θηλυκὸν ἡ ἀπρίατοσ, ὁμοφώνως τῷ ἀρσενικῷ· τὰ γὰρ εἰς ος σύνθετα κοινά εἰσι τῷ γένει. Ἰωάννου Λυδοῦ

### α 986

Ἀπρίλλιος · ἀπερίλιος, οἱονεὶ ὁ ἀνοικτικὸς τοῦ καιροῦ, ἤγουν τοῦ ἔαρος· οἱ δὲ παρ’ Αἰνείου οὕτως ὠνομασθῆναι πρὸς τιμὴν τῆς μητρὸς αὐτοῦ

### α 987

Ἀπρίξ · ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς, προσπεφυκότως, κατόχως. Κύπριοι δὲ γένος τι ἀκάνθης. γέγονε δὲ ἀπὸ τοῦ πρίζω, οὗ ὁ μέλλων πρίξω κατὰ Δωριεῖς, ὡς ἁρπάζω ἁρπάξω, ἀποβολῇ τοῦ ω πρίξ καὶ μετὰ τοῦ στερητικοῦ α ἀπρίξ, τὸ ἰσχυρῶς κρατεῖν, ὥστε μὴ πρίζεσθαι οἷον ἀποσχίζεσθαι τοῦ κρατουμένου τὸ κρατοῦν. καὶ εἰς τὸ Ὑπόδρα

### α 988

Ἀπροσεξία · ῥᾳθυμία· παρὰ τὸ μὴ προσέχειν τινὰ ἑαυτῷ ἢ τοῖς πρακτέοις. Φωτίου Νικήτου

### α 989

Ἀπρόσιτον · παρὰ τὸ μὴ προσιέναι. ἔστι δὲ εἴω, τὸ πορεύομαι· τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς γράφεται διὰ διφθόγγου, ἐν δὲ τοῖς πληθυντικοῖς διὰ τοῦ ι. τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν, τὸ δεύτερον ἴτε καὶ ἐξ αὐτοῦ ἰτός, πρὸς ὅν τις εὐχερῶς πορεύεται, καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊτος καὶ τῆς πρός προθέσεωσ ἀπρόσιτος, πρὸς ὅν τις πορευθῆναι οὐ δύναται

### α 990

Ἀπροτίμαστος · εἰς τὸ Αὐτομάτως

### α 991

Ἀπτήν · παρὰ τὸ πέτω πτήν καὶ ἀπτήν

### α 992

Ἅπτω Β · ῥῆμα, καὶ συντάσσεται μετὰ γενικῆς, ἐπειδὴ ἡ ἐκ τῶν αἰσθήσεων γινομένη ἐνέργεια μετὰ γενικῆς συντάσσεται· ἀκούω σου, γεύομαί σου· πλὴν τῆς ὁράσεως. καὶ εἰς τὸ Ἐφῆπται

### α 993

Ἀπτώς · εἰς τὸ Προβλῆτι

### α 994

Ἀπύλωτοι · οἱ πύλας ἐν τοῖς στόμασι μὴ ἔχοντες

### α 995

Ἄπυρον · ἄνευ πυρός

### α 996

Ἀπώλεια · ἐκ τοῦ ἀπόλλω ῥήματος

### α 997

Ἀπώλετο · παρατατικὸς παθητικός· τὸ ῥῆμα ὄλω

### α 998

Ἀπωμόρξατο Β · ἀπομόργω ἐστὶν ὁ ἐνεστώς· τοῦτο ἐκ τοῦ ἀμέργω, τὸ ἐκπιάζω, μεταθέσει τοῦ ρ εἰς λ ἀμέλγω, καὶ ἀμολγός, ὁ ἐκπιάζων τὰ πρόβατα, ἐξ οὗ καὶ τὸ Ἱππημολγός, ὁ ἵππους ἀμέλγων. λοιπόν, ἔστι ἀμέργω, καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς γω λήγοντα ῥήματα, εἰ μὲν ἔχουσι πρὸ τοῦ γ σύμφωνον, βαρύνεται, οἷον ἀμέργω στέργω εἴργω, χωρὶς εἰ μὴ ἔχωσι ὄνομα προϋποκείμενον. πρόσκειται εἰ μὴ ἔχωσι ὄνομα προϋποκείμενον“ διὰ τὸ γεωργῶ· ἔχει γὰρ προϋποκείμενον τὸ γεωργός. τὸ δὲ ἀμέργω οὐκ ἔχει προϋποκείμενον ὄνομα· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ῥήματος τοῦ ἀμέργω γέγονε. σημαίνει δὲ δύο, τὴν ὑποστάθμην τοῦ ἐλαίου καὶ τὴν τρύγα τοῦ οἴνου· ἔστι δὲ καὶ εἶδος βοτάνης πορφυρᾶς, ἐξ οὗ ἀμόργινα ἱμάτια λέγονται τὰ πορφυρᾶ. λοιπόν, ἐκ τοῦ ἀμέργω κατὰ τροπὴν τοῦ α εἰς ο ὡς ἀκριόεις ὀκριόεις καὶ ἄρχαμος ὄρχαμος, γίνεται ὀμόργω, ὀμόρξω, ὤμορξα, ὠμορξάμην καὶ ὠμόρξατο καὶ ἀπωμόρξατο

### α 999

Ἀπώναντο · παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, παράγωγον εἰς μι ὄνημι, τὸ παθητικὸν ὄναμαι, ὁ παρατατικὸς ὠνάμην, τὸ τρίτον τῶν πληθυντικῶν ὤναντο

### α 1000

ἄρα διαφέρει· ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε διαποροῦντες λέγομεν ἆρα τέλος ἕξει τὸ πρᾶγμα;“ ὁ δὲ κατὰ συστολήν, συλλογιστικός· εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς ἄρα ἐστί“. εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἐστί· ἀλλὰ μὴν συμφέρει, ποιητέον ἡμῖν ἄρα ἐστίν“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 1001

Ἀρά · παρὰ τὸ αἴρειν. κακῶς· λέγεται δὲ καὶ ἡ εὐχὴ καὶ ἡ κατάρα ἀμφότερα ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐν τῷ εὔχεσθαι. καὶ Ὅμηρος Ο εὔχετο χεῖρ’ ὀρέγων“

### α 1002

Ἀρά · σημαίνει δύο· τὴν εὐχήν, καὶ γίνεται παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος ἐπαίρω· καὶ γὰρ οἱ εὐχόμενοι εἰώθασι τὰς χεῖρας εἰς ὕψος αἴρειν. εἰ δὲ σημαίνει τὴν κατάραν γίνεται παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι, κατὰ ἀντίφρασιν. καὶ εἰς τὸ Ἀρνῶν καὶ Λυρικήν καὶ Μισθαρνίαν

### α 1003

Ἀρά · παρὰ τὸ αἴρειν εἰς οὐρανὸν τὰς χεῖρας

### α 1004

Ἄραβες · εἰς τὸ Ἐρεμβοί

### α 1005

Ἄραβος · κτύπος· κυρίως ἡ ἐν ὄρει βοή, ὄραβος καὶ ἄραβος

### α 1006

Ἀράγανον · εἰς τὸ Ὄργανον

### α 1007

Ἀραρυίας Γ · ἡ εὐθεῖα ἀραρυῖα. τὸ ρυι δίφθογγον, ὡς ἐν τῷ πεποιηκυῖα μεμυηκυῖα. ἔστι τὸ ῥῆμα ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ μέσος παρακείμενος ἦρα, ὁ Ἀττικὸς ἄρηρα, ἡ μετοχὴ ἀρηρώς, καὶ τροπῇ Δωρικῇ τοῦ η εἰς α ἀραρώς ἀραρότος. τὸ ρος μικρόν. διὰ τί; αἱ εἰς ως ὀξύτονοι μετοχαί, εἰ μὴ κατὰ πάθος ὦσι, καὶ διὰ τοῦ ο κλίνονται. καὶ τὸ θηλυκὸν ἀραρυῖα. ἀρῶ οὖν, Αἰολικῶς ἄρσω, ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντος· Α ἄρσαντες κατὰ θυμόν“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1008

Ἄρατε · παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων ἀρῶ, ὁ ἀόριστος ἦρα, καὶ τὸ προστακτικὸν ἆρον καὶ τὸ πληθυντικὸν ἄρατε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1009

Ἀράχνη ἀράχνου διαφέρει· ἀράχνη μὲν γάρ ἐστι τὸ λεπτότατον ὕφος τοῦ ζώου, τουτέστι τοῦ ἀράχνου· ἀράχνης δέ ἐστιν αὐτὸ τὸ ζῶον, ἀρσενικῶς ἐκφωνούμενον. Ὠρίωνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1010

Ἀράχνη · παρὰ τὸ ἀναρριχᾶσθαι, ἤγουν ἀνατρέχειν· ἢ παρὰ τὴν ἀραίωσιν καὶ λεπτότητα

### α 1011

Ἀρβύλη · εἶδος ὑποδήματος. παρὰ τὸ ἁρμόζειν τῷ ποδί· ἁρμόζω οὖν ἀρμύλη καὶ ἀρβύλη. τὸ ἁρμόζω συντάσσεται πτώσει δοτικῇ

### α 1012

Ἀργαλέην · ἄλγη ἐπάγουσαν

### α 1013

Ἀργαλέος Π · παράγονται τὰ τοιαῦτα ὀνόματα ἀπὸ τριῶν μερῶν τοῦ λόγου· ἀπὸ ὀνόματος, δεῖμα δειμαλέοσ· ἀπὸ ῥήματος, οἰδῶ οἰδαλέοσ· ἀπὸ ἐπιρρήματος, ῥίμφα ῥιμφαλέος. τὸ ἀργαλέος παρὰ τὸ ἄλγος μεταθέσει τοῦ λ εἰς ρ. ὁμοίως τὸ ζ ὑδρηλοί“· ὑδρηροί γὰρ ἦν τὸ ἀνάλογον· ὑψηλός ὑψηρός, ὁ εἰς ὕψος ἠρμένος, σιγηλός σιγηρός

### α 1014

Ἄργεϊ Α · ἀπό τινος Ἄργου ἐν Πελοποννήσῳ κατοικήσαντος. ἰστέον δέ, ὅτι αὗται αἱ δοτικαί, ἐὰν μὲν ἔχωσιν ἐπιφερόμενον σύμφωνον, διαιροῦνται, Ε Διομήδεϊ Παλλὰς Ἀθήνη“· εἰ δὲ φωνῆεν, οὐ διαιροῦνται, οἷον Ζ σῷ θάρσει ὅτ’ ἐμὸν δολιχόσκιον ἔγχοσ“, ἐὰν μὴ κωλύῃ μέτρον, Ε χαριζομένη πόσεϊ ᾧ“· τινὰ δὲ καὶ χωρὶς μέτρου παρήλλακται, οἷον κ μετέπειτα δὲ ἡδέϊ οἴνῳ“

### α 1015

Ἀργειφόντῃ Β · ἀργῷ καὶ καθαρῷ φόνου

### α 1016

Ἀργειφόντης · παρὰ τὸ ἐναργεῖς τὰς φαντασίας ποιεῖν, ὥς φασιν Ἀλεξίων καὶ Ἀρχίας καὶ Ἀρίσταρχος· ἢ ἀριφόντης, ὁ μεγάλως φανταζόμενος τοῖς ὀνείροις, ὡς Δίδυμος καὶ Τρύφων · ἢ παρὰ τὸ ἀργόν συγκείμενον, τὸ λευκόν, ἀργοφόντης τις ὤν

### α 1017

Ἀργεννῇσι Γ · ὡς τὸ ᾗσι. τὸ θηλυκὸν ἀργεννή. πᾶν τοίνυν εἰς ος μετὰ συμφώνου. τὸ ἀρσενικὸν ἀργεννός, γίνεται ἐκ τοῦ ἀργός, ὃ σημαίνει τὸν καθαρόν, ἀργεινός, ὡς ἔλεος ἐλεεινός. τὸ γει δίφθογγον· τὰ μέντοι εἰς νος ὀξύτονα παρώνυμα διὰ τῆς ει διφθόγγου γράφεται. καὶ ἔθος ἐστὶ τῇ τῶν Ῥηγίνων διαλέκτῳ τὸ ι τρέπειν εἰς ν · τὸ γὰρ σπείδω σπένδω λέγουσι καὶ τὸ ἔνδοι ἔνδον καὶ τὸ ἐρεβεινός, ὅπερ ἀπὸ τοῦ ἔρεβος, ἐρεβεννόσ. οὕτως καὶ ἀπὸ τοῦ ἀργεινός ἀργεννός. οἱ δὲ Σικελοὶ τὸ ἐναντίον· τὸ γὰρ σπένδω σπείδω λέγουσι καὶ τὸ οὐ μέντον οὐ μέντοι

### α 1018

Ἀργόν · εἰς τὸ Ἀργυρότοξε καὶ εἰς τὸ Καταργῶ

### α 1019

Ἄργος · ἐκ τοῦ ἀργός ἀρσενικῶς· καὶ εἰς τὸ Ἀργύριον

### α 1020

Ἀργούς Α · λευκούς. σημαίνει δὲ δύο· τὸν νωθρὸν καὶ δυσκίνητον, μᾶλλον δὲ ἀνενέργητον, παρὰ τὸ ἀεργός τις εἶναι· ἢ βοηθείας δεόμενον, παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ. σημαίνει δὲ καὶ τὸν καθαρὸν καὶ λευκόν, ὡς ἐνταῦθα· γίνεται παρὰ τὸ ἀήρ ἀέρος ἀργός· διειδὴς γὰρ ὁ ἀὴρ καὶ διαφανὴς καὶ δίοσμος, ἅτε λεπτομερέστατος ὤν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1021

Ἀργύριον · ἐκ τοῦ ἄργυρος· τὸ δὲ ἄργυρος παρὰ τὸ ἀργός, ὃ σημαίνει τὸ λευκόν

### α 1022

Ἀργύρειος · τὸ μετουσιαστικὸν ἀπὸ τοῦ ἀργύρεός ἐστι προσθέσει τοῦ ι ὡς τὸ ἄχρεος ἀχρεῖος καὶ χρεία παρὰ τὸ χρέα

### α 1023

Ἀργυρόηλον · ἐκ τοῦ ἀργυροῦς τοῦ κτητικοῦ καὶ τοῦ ἧλος

### α 1024

Ἀργυρότοξε Α · ἐκ τοῦ ἀργόν, ὃ σημαίνει τὸ καθαρόν, καὶ τὸ τόξον, ἤγουν τὸ ὅπλον, τουτέστιν ὁ λαμπρὸν τόξον ἔχων. τὸ δὲ ἀργός σημαίνει τὸν λευκόν· τοῦτ’ ἔστι παρὰ τὸ ἀγλαός τοῦτο παρὰ τὸ αἴγλη αἰγλός, ἀποβολῇ τοῦ ι καὶ μεταθέσει ἀλγός καὶ τροπῇ τοῦ λ εἰς ρ ἀργός. ὅτε δὲ σημαίνει τὸν ταχύν, ἀπὸ τοῦ ἀρκῶ ἀρκός καὶ τροπῇ τοῦ κ εἰς γ ἀργός· ὁ γὰρ ταχὺς ἐπαρκεῖ ἐν τῷ νικᾶν. Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου

### α 1025

Ἄρδην · παρὰ τὸ αἴρω ἄρδην, ὡς φύρω φύρδην· ἢ ἀπὸ τοῦ αἴρω ἀρῶ ἄρην καὶ ἄρδην. τὸ δην η · τὰ εἰς ην ἐπιρρήματα διὰ τοῦ η γράφεται, οἷον χύδην μάτην ἄρδην, πλὴν τοῦ πρίν πάλιν ἄντιν καὶ κατόπιν

### α 1026

Ἄρδω · εἰς τὸ Ἀλδαίνω

### α 1027

Ἀρέθας · ἐκ τοῦ ἔθειν τὴν ἀράν

### α 1028

Ἀρειή · σημαίνει δὲ τὴν ἐν πολέμῳ ἀπειλήν. παρὰ τὴν Ἄρεος γενικὴν ἀρεά, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀρειά, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η ἀρειή, ὡς πεῖνα πείνη

### α 1029

Ἄρειος · ἀπὸ τοῦ ἄρεος γέγονε τοῦ σημαίνοντος τὸν ἀνδρεῖον, καὶ κατὰ προσθέσει τοῦ ι ἄρειος. καὶ εἰς τὸ Ἀρήϊος

### α 1030

Ἀρειῶ · εἰς τὸ Τελείω

### α 1031

Ἀρείων · εἰς τὸ Ἀριστίνδην

### α 1032

Ἀρέσκω · ὥσπερ ἀπὸ τοῦ ὀλῶ ὀλέσω ὀλέσκω καὶ τελῶ τελέσω τελέσκω, οὕτως καὶ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ὁ μέλλων ἀρέσω καὶ πλεονασμῷ τοῦ κ ἀρέσκω

### α 1033

Ἀρετή · λέγεται παρὰ τὸ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον· ἢ ἀρετή ἐκ τοῦ ἀρέσκεσθαι, ἡ ὑπὸ πάντων ἐπιθυμουμένη· ἢ ἐραστή τις οὖσα, ἧς πάντες ἐρῶσιν, ἡ ἐπέραστος κτῆσις. σημαίνει δὲ γ· τὴν κατὰ τὸν πόλεμον ἀνδρίαν, ὡς τὸ Ν οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;“· ὁτὲ δὲ τὴν μεγάλην ἰσχὺν χωρὶς τῆς ἀνδρίας, θ ἀλλ’ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν“· σημαίνει δὲ καὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸν μόχθον, ὡς Ἡσίοδος μαρτυρεῖ λέγων τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν“

### α 1034

Ἀρήγω · εἰς τὸ Ἀργούς καὶ Ἀρήξειν καὶ Ἄρης

### α 1035

Ἀρήϊος Γ · ὄνομα ἀρσενικόν. ποίου εἴδους τῶν παραγώγων; κτητικοῦ. ἄρειος τὸ ρει δίφθογγον. τὰ ἀπὸ τῶν εἰς ης εἴτε περιττοσυλλάβως κλινόμενα εἴτε ἰσοσυλλάβως, διὰ τοῦ ειος γινόμενα κτητικὰ διὰ τῆς ει διφθόγγου γράφεται, χωρὶς εἰ μὴ τρέπει τὸ τ εἰς ς οἷον Ἀριστοφάνειος Αἰσχίνειος Ἰορδάνειος Δημοσθένειος Ἀριστοτέλειος Ἀσκληπιάδειος ἐπιτήδειος. πρόσκειται χωρὶς εἰ μὴ τρέπει τὸ τ εἰς ς “ διὰ τὸ ἱκέτης ἱκέσιος, δεσπότης δεσπόσιος, συμπότης συμπόσιος, φιλήτης φιλήσιος. Ἄρης οὖν ἄρειος καὶ Ἰωνικῇ διαλύσει ἀρέϊος καὶ τροπῇ ἀρήϊος, ὡς Ὀδύσσειος Ὀδυσσέϊον μέγα δῶμα“

### α 1036

Ἀρηΐφιλος · ὄνομα· σχῆμα σύνθετον ἐκ δύο τελείων, ὡς Χειρίσοφος δουρίκτητος δουρίκλειτος· οὕτως καὶ Ἄρηϊ κατὰ τοὺς ἀρχαίους Ἴωνας Αἰολικῶς καὶ Δωρικῶς καὶ τὸ φίλος γίνεται ἀρηΐφιλος

### α 1037

Ἀρήν · παρὰ τὸ εἰς ἀρὰν ἐπιτήδειον εἶναι. ἔστι δὲ ἀρήν ἀρῆνος καὶ ἐν συγκοπῇ ἀρνός

### α 1038

Ἀρήξειν Α · βοηθήσειν, καὶ ἔστι κυρίως τὸ μετὰ εὐχῆς βοηθεῖν· ἀπὸ τοῦ ἀρῶ ἀράσω καὶ ἀρήσω καὶ ἀρήγω καὶ ἀρήξω, ἐξ οὗ καὶ ἀρηγών, ὁ βοηθῶν. Ἰωάννου Λυδοῦ

### α 1039

Ἄρης · παρὰ τὴν ἀρήν, τουτέστι τὴν βλάβην

### α 1040

Ἄρης · θεός· παρὰ τὴν ἄρσιν καὶ ἀναίρεσιν· ἢ παρὰ τὸ ἀρήγειν, τὸ συλλαμβάνειν εἰσ τὴν κατὰ βίαν καὶ μάχην σύμπτωσιν. καὶ εἰς τὸ Ἀγρός καὶ Ἀριστίνδην καὶ Ἄριστος καὶ Ἄρουρα καὶ Ἐπήρεια καὶ Μαραίνω καὶ Φίλος. Ὁμήρου

### α 1041

Ἀρητῆρα Α · Ἰωνικῶς τροπῇ τοῦ α εἰς η ἀρατῆρα ἀρητῆρα. παρὰ τὸ ἀρῶ ἀρᾷς ἀράσω ἀρατήρ καὶ ἀρητήρ. τὸ δὲ ἀρῶ παρὰ τὸ ἀρά τὸ εὔχομαι, ἀράσω ἤρακα ἤραμαι ἤρασαι ἤραται ἠρατήρ ὑπερθέσει τοῦ α εἰς η καὶ τοῦ η εἰς α ἀρητήρ. τοῦτο παρὰ τὸ αἴρω, τὸ κουφίζω, διὰ τὸ εἰς ὕψος αἴρειν τὰς χεῖρας. λέγεται δὲ ἀρὰ καὶ ἡ εὐχὴ καὶ ἡ κατάρα, ἴσως ἀπὸ τοῦ Ἄρεος βλαπτικοῦ ὄντος

### α 1042

Ἀρθρέμβολα · ὄργανα τιμωρητικά· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον

### α 1043

Ἀρίδηλος · ὁ πάνυ φανερός· παρὰ τὸ αρι ἐπιτατικὸν μόριον καὶ τὸ δῆλοσ· τοῦτο δὲ παρὰ τὸ δαλός, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον, καὶ ἀναδόσει τοῦ τόνου δάλος, καὶ τροπῇ τοῦ α εἰς η δῆλος, καὶ μετὰ τοῦ αρι ἀρίδηλος, καὶ πλεονασμῷ τοῦ ς ἀρίσδηλος· καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ ς καὶ δ σύγκειται, τρέπεται τὸ ς καὶ δ εἰς ζ καὶ γίνεται ἀρίζηλος

### α 1044

Ἀρίζηλος Β · σημαίνει τὸν δῆλον καὶ φανερόν, καὶ γίνεται ἐκ τῆς αρι ἐπιτάσεως· τοῦτο ἐκ τῆς περί προθέσεως· αὕτη γάρ, ἡνίκα παροξύνεται, τὸ περισσῶς σημαίνει, Δ πέρι μέν σε τίω“· καὶ Δωρικῷ ἔθει τρέπεται τὸ ε εἰς α καὶ ἀποβάλλεται τὸ κατ’ ἀρχὴν σύμφωνον, οἷον μέχρι ἄχρι. τουτέστι πέρι καὶ Δωρικῶς αρι τὸ περισσῶς, καὶ τὸ δῆλος, ὃ σημαίνει τὸν φανερόν

### μ 2

μετρῆσαι · τινὲς μὲν ταὐτὸ ἐνόμισαν, διαφέρουσι δὲ ἀλλήλων. ὁ μὲν γὰρ ἀριθμὸς ἐπ’ ὀλίγου λαμβάνεται, ὡς ὅταν λέγωμεν εἷς δύο τρεῖς. τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον ὡς ἐπὶ σίτου, ἐπὶ κριθῆς καὶ τῶν ὁμοίων· πλῆθος γὰρ ἐνταῦθα περιλαμβάνοντες μετροῦμεν

### α 1045

Ἀριθμηθήμεναι Β · ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων. τὸ θ μετὰ τοῦ μ ἐν συλλήψει ἐστί· οὐδέποτε γὰρ συλλαβὴ εἰς δασὺ λήγει. γίνεται δὲ παρὰ τὸ ἀριθμῶ· τοῦτο παρὰ τὸ ἀριθμός, ἐξ οὗ καὶ τὸ ἐναρίθμιος

### α 1046

Ἀριθμητικά · εἰς τὸ Εἴκοσι καὶ Ἑβδομήκοντα

### α 1047

Ἀριθμός · παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὡς τὸ Α ἄρσαντες κατὰ θυμόν“, γίνεται ἀρμός, καὶ πλεονασμῷ τοῦ δ ἀρδμός, καὶ τροπῇ τοῦ δ εἰς θ ἀρθμόσ καὶ πλεονασμῷ τοῦ ι ἀριθμόσ. οὕτως Ἡρωδιανός . ὁ δὲ Ἀπολλώνιος παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω, ἀλισμός καὶ τροπῇ τοῦ ς εἰς θ καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἀριθμός, οἱονεὶ ἡ συνάθροισις τῶν μονάδων. ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω· ἁρμογὴ γὰρ μονάδων ὁ ἀριθμός

### α 1048

Ἀρηΐφιλος · εἰς τὸ Διίφιλος

### α 1049

Ἀριπρεπέα Ζ · νῦν ἑνικόν. ἔστι δὲ καὶ οὐδέτερον πληθυντικὸν καὶ ἀρσενικόν· καὶ Ὅμηρος Θ ἀμφὶ σελήνην Φαίνετ’ ἀριπρεπέα“, καὶ ἀρσενικὴ αἰτιατική Ψ φράσσατο δ’ ἵππον ἀριπρεπέα“

### α 1050

Ἀρισμός · εἰς τὸ Κεκορυθμένα

### α 1051

Ἀριστερός · παρὰ τὸ ἄριστος κατ’ εὐφημισμόν, ὡς εὐώνυμος. καὶ εἰς τὸ Εὐώνυμος

### α 1052

Ἀριστίνδην ἐκλελεγμένους · κατὰ ἀριστείαν. ἀπὸ τοῦ ἄριστος ὀνόματος ὑπερθετικοῦ· τοῦτο ἀπὸ τοῦ ἀρείων συγκριτικοῦ. τὸ δὲ ἀρείων παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν πόλεμον· κυρίως γὰρ ἀρείων, ὁ ἐν τῷ πολέμῳ κρείττων. τὸ δὲ Ἄρης παρὰ τὸ ῥῶ, τὸ λέγω, ὁ μέλλων ῥήσω, ἐξ αὐτοῦ ῥῆς καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρης· Π ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ“. τὸ δὲ ινδην. συντάσσεται μετὰ δοτικῆς. Ὁμήρου

### α 1053

Ἄριστος Β · παρὰ τὸ ἀρείων· τοῦτο παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν πόλεμον, γίνεται συγκριτικὸν ἀρείων, ἄριστος. ἐξ οὗ ἄριστος κυρίως ὁ ἐν πολέμῳ ἀνδραγαθῶν, καταχρηστικῶς δὲ ὁ ἐν οἱῳδήποτε πράγματι. τὸ δὲ Ἄρης παρὰ τὸ ῥῶ, τὸ λέγω, ῥῆσ, καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρησ· ἐν γὰρ πολέμῳ οὐ λόγων, ἀλλ’ ἔργων χρεία

### α 1054

Ἀρκάς · ἐκ τοῦ διαρκέσαι

### α 1055

Ἀρκεῖ · εἰς τὸ Ἀλκή καὶ Αὐτάρκης

### α 1056

Ἄρκιος Β ·. τὰ διὰ τοῦ ιος ὀνόματα προπαροξύτονα παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα διὰ τοῦ ι γράφεται, οἷον ἅζω ἅγιος, ἅσω ἅσιος καὶ ὅσιος, ἁρμόζω ἁρμόδιος, ἵζω ἵζιος καὶ ἀρκῶ ἄρκιος· καὶ ψιλοῦται. σεσημείωται τὸ ἅρκυς· τοῦτο δὲ δασύνεται· τοῦ γεννήσαντος γὰρ τὸ πνεῦμα ἐφύλαξεν, παρὰ τὸ εἵργω, τὸ κωλύω

### α 1057

Ἄρκος · ὅτι ἀπὸ τῆς ἄρκτου ἐγένετο. ἢ διὰ τὸ αἴρειν κακῶς. Χοιροβοσκοῦ

### α 1058

Ἅρκυον · παρὰ τὸ ἁρπάζω ἅρπυον καὶ ἅρκυον· ἐπιτήδειον γὰρ πρὸς τὸ ἁρπάζειν. ἐγράφη εἰς τοὺς Ἐπιμερισμοὺς τῶν Κανόνων

### α 1059

Ἅρκυς · εἶδος δικτύου ἐκ παχέος σχοίνου, ὃ ἱστᾶσι πρὸς θήραν λεόντων ἢ ἄρκτων ἢ ἐλάφων. καὶ δασύνεται· ἐκ τοῦ εἵργω, τὸ κωλύω, τροπῇ τῆς διφθόγγου εἰς α καὶ δασύνεται. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 1060

Ἀρκῶ · παρὰ τὸ ἅρκυς, ὃ σημαίνει τὸν βρόχον· ἢ παρὰ τὸ ἄλξ ἀλκός ἀλκῶ καὶ ἀρκῶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον. καὶ εἰς τὸ Ποδάρκης. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1061

Ἅρμα · παρὰ τὸ ἄρω, τὸ ἁρμόζω· σημαίνει δὲ τρία· παρ’ Ἕλλησι μὲν τὸ ζεῦγος τῶν βοῶν· παρὰ δὲ Ῥωμαίοις τὴν καρούχαν καὶ δόρυ καὶ ἀσπίδα καὶ θώρακα· σημαίνει δὲ καὶ ὄνομα πόλεως

### α 1062

Ἁρμαλιήν · τὴν τροφήν· παρὰ τὸ ἁρμόζειν καὶ ἰσχυροποιεῖν τὰ μέλη

### α 1063

Ἁρμάμαξα · ἡ πρὸς ἀνδρῶν καθέδραν κατεσκευασμένη ἅμαξα, οἷον ἅρμα καὶ ἅμαξα· ἢ ἀνδράμαξά τις οὖσα, ἡ ἄνδρας ἄγουσα

### α 1064

Ἀρμένιος · ἀπέργης, εἰ μὴ ἄρῃ, οὐ μένει, τουτέστιν οὐκ ἠρεμεῖ, εἰ μὴ φονεύσῃ· θὴρ γάρ ἐστι καὶ πρὸς αἷμα τρέχει, ἀδελφοκτόνος, νεοκτόνος, ἀπέργων ἀπαίρων ἐκ τῆς ἰδίας πατρίδος ζῇ μὴ ἠρεμῶν τῷ βίῳ· δόλος δὲ ὅρκῳ τῇ συμπλοκῇ τῶν λόγων

### α 1065

Ἀρμένιος · ἀρά σε μένει. καὶ εἰς τὸ Ὅρμος

### α 1066

Ἄρμενον · τὸ ἐν τῷ ἀέρι αἰρόμενον· ἢ οἷον ἀειρόμενον, τὸ διηνεκῶς κουφιζόμενον. Ἰωάννου Λυδοῦ

### α 1067

Ἀρμιλούστριον · παρὰ τὸ ἄρμα τὸ ἐπὶ τῶν ὅπλων

### α 1068

Ἁρμόζω · ἐκ τοῦ ἁρμός· τοῦτο παρὰ τὸ ἀρηρέναι καὶ συνηρμόσθαι. δασύνεται· τὸ α λῆγον εἰς ρ ἐπιφερομένου τοῦ μ ἢ τοῦ π δασύνεται. τὸ μο μικρόν· τὰ διὰ τοῦ οζω ῥήματα διὰ τοῦ ο μικροῦ γράφεται, οἷον δεσπόζω ἁρμόζω, πλὴν τοῦ κρώζω πλῴζω σῴζω πατρώζω οἰμώζω. καὶ εἰς τὸ Ἀρβύλη

### α 1069

ἄρνες διαφέρει· ἀρνειοὶ μὲν γὰρ οἱ τέλειοι, ἄρνες δὲ οἱ νέοι

### α 1070

Ἀρνεῖσθαι · διὰ τὸ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραιτήσει

### α 1071

Ἀρνειός Γ · τὸ νει δίφθογγον· τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα καὶ τὰ ἑξῆς. τὸ δὲ ἀρνός παρὰ τὸ ῥήν ῥηνός καὶ συστολῇ τοῦ η ῥανός, καὶ ἐν ὑπερβιβασμῷ ἀρνός. καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται ἀρνός ἀρνοῦ ἀρνῷ ἀρνόν καὶ ἄρνα κατὰ μεταπλασμόν, ἡ εὐθεῖα τῶν δυϊκῶν ἄρνε. ἢ ἐκ τοῦ ῥήν ῥηνός κατὰ τροπὴν τοῦ η εἰς α ῥανός καὶ ἐν ὑπερβιβασμῷ ἀρνόσ, ἡ δοτικὴ ἀρνί, ἡ αἰτιατικὴ ἄρνα, ἡ εὐθεῖα τῶν δυϊκῶν ἄρνε. διαφέρει δὲ ἀρνειός καὶ ἀρνός, ὅτι τὸ μὲν ἀρνειός σημαίνει τὸν τέλειον, τὸ δὲ ἀρνός τὸν νέον· καὶ γὰρ ὁ ποιητὴς τὴν διαστολὴν φυλάττει, καὶ ἐπὶ μὲν τοῦ τελείου λέγει ι ἀρνειούς τε τράγους τε“, ἐπὶ δὲ τῶν νεωστὶ γεγεννημένων Δ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην“. Γεωργίου

### α 1072

Ἀρνειός · ἐκ τοῦ ἀρά, ἡ εὐχή, ἀρήν ἀρῆνος, τουτέστι τὸ ἐπὶ εὐχῆς ἐπιτήδειον πρόβατον, καὶ κατὰ συγκοπὴν ἀρνός, καὶ μετάγεται αὕτη ἡ γενικὴ εἰς εὐθεῖαν, οἷον ὁ ἀρνός τοῦ ἀρνοῦ, καὶ κατὰ πλεονασμὸν τῆς ει διφθόγγου ἀρνειός, ὥσπερ καὶ ἀδελφός ἀδελφειός. Γεωργίου

### α 1073

Ἀρνειός · τὸ σημαῖνον τὸν ἀρνὸν ἀπὸ τοῦ ἀρνεός, καὶ κατὰ προσθήκην τοῦ ι ἀρνειός· ἢ ὥσπερ ἀπὸ τοῦ ἀδελφός ἀδελφειός, οὕτως καὶ ἀπὸ τοῦ ἀρνός ἀρνειός κατὰ προσθήκην τῆς ει διφθόγγου. καὶ εἰς τὸ Ἀρήν

### α 1074

Ἀρνίον · παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι· τὸ εἰς εὐχὴν ἐπιτήδειον

### α 1075

Ἀρνός · παρὰ τὴν ἀράν, ὃ δηλοῖ τὴν εὐχήν, γίνεται ἀρήν ἀρῆνος καὶ ἐν συγκοπῇ ἀρνός

### α 1076

Ἀρνῶν Γ · ἐκ τοῦ ἀρνός· πρότερον γὰρ δι’ ἀρνῶν ἐποιοῦντο τὰς θυσίας. καὶ κλίνεται ἀρνός ἀρνοῦ· ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀρνοί, κατὰ μεταπλασμὸν ἄρνες

### α 1077

Ἀρνῶ · εἰς τὸ Μισθαρνία

### α 1078

Ἀρνῶν Γ · ἡ εὐθεῖα ἄρνες. ἡ εὐθεῖα τῶν ἑνικῶν ῥήν, ὃ σημαίνει τὸ πρόβατον, ἐκ τοῦ ἀρά, ὃ σημαίνει τὴν εὐχήν· τὸ ὑπὲρ εὐχῆς διδόμενον πρόβατον. καὶ ὁ ποιητής Ι ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνεσ“. ἐκ τοῦ ἀρῶ, τὸ εὔχομαι, ἀρά ἀρήν καὶ ἀφαιρέσει τοῦ α ῥήν· οἱ γὰρ παλαιοὶ δι’ ἀρνῶν τὰς θυσίας ἐποίουν· ἡ γενικὴ ῥηνός, καὶ συστολῇ τοῦ η εἰς α ῥανός, καὶ ὑπερβιβασμῷ ἀρνός, καὶ μετάγεται ἀπὸ γενικῆς εἰς εὐθεῖαν

### α 1079

Ἄροσιν · εἰς τὸ Ψιλὴν ἄροσιν. Ὠρίωνος

### α 1080

Ἀροῦν · παρὰ τὸν Ἄρεα, ὅτι σιδήρῳ τέμνεται ἡ γῆ

### α 1081

Ἄρουρα Γ · κυρίως ἡ ἠροτριασμένη γῆ· παρὰ τὸ ἀρῶ ἀρόσω ἄρορα καὶ ἄρουρα. τὸ δὲ ἀρῶ παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν σίδηρον· σιδήρῳ γὰρ τέμνεται διὰ τὴν ὕνιν. διαφέρει δὲ γῆ καὶ ἄρουρα· γῆ λέγεται ἁπλῶς πᾶσα ἡ ξηρά, ἄρουρα δὲ ἡ πρὸς σπορὰν καρπῶν ἐπιτηδεία. Ὠρίωνος

### α 1082

Ἄρουρα · παρὰ τὸ ἀραιοῦσθαι αὐτὴν γεωργουμένην. κυρίως δὲ ἡ πρὸς σπορὰν καὶ ἄροσιν ἐπιτηδεία. ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ· ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γῆν τὴν γεωργουμένην

### α 1083

ἁρπάγη διαφέρει· ὀξυτόνως μὲν ἁρπαγὴν τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλοῖ, ἁρπάγην δὲ βαρυτόνως ἡ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσα. Φωτίου

### α 1084

Ἁρπάσαι · ἀπαρέμφατον ἀορίστου πρώτου. δασύνεται· τὸ ε καὶ τὸ α πρὸ τοῦ ρ ἐπιφερομένου τοῦ π δασύνεται, ἕρπω ἑρπετόν Ἅρπυια ἁρπάζω

### α 1085

Ἁρπαλέως · ἁρπακτικῶς, ἀσμένως, ἡδέως, προσφιλῶς, ἐπιθυμητῶς

### α 1086

Ἅρπη · παρὰ τὸ ἅρπω, τὸ ἁρπάζω, ἅρπη

### α 1087

Ἁρπίς · ἁρπῖδος· τὸ ὑπόδημα· παρὰ τὸ ῥάπτω ῥαπίς καὶ ἁρπίς κατὰ μετάθεσιν

### α 1088

Ἅρπυιαι · ἀνέμου εἶδος· παρὰ τὸ ἁρπάζειν. ἢ δαίμονες ἁρπακτικοί

### α 1089

Ἀρραβωνίζω · ἐκ τοῦ ἀρραβών ἀρραβῶνος. τοῦτο δὲ οἱονεὶ ἀρραγών τίς ἐστιν· ἀφ’ οὗ γὰρ δοθῇ, ὁ ἀρραβὼν οὐ μετακινεῖται εἰς ἄλλον. Ὠρίωνος

### α 1090

Ἀρρενικόν · ἐκ τοῦ αἴρειν τὸ νῖκος

### α 1091

Ἀρρενωπός · δύο ρρ καὶ ὀξύνεται καὶ τὸ ω μέγα· ἔστι γὰρ ἄρρην ἄρρενος καὶ τὸ ὤψ, ὃ σημαίνει τὸ πρόσωπον, ἡ γενικὴ ὠπός, καὶ ἐξ αὐτοῦ ἀρρενωπός, ὁ ἄρρενος πρόσωπον ἔχων· ἔστι δὲ κατὰ συν εκδοχήν, ἤγουν ἀνδρεῖος καὶ ἰσχυρὸς καὶ δυνάμενος πρὸς ἔχθραν ἀντιταχθῆναι

### α 1092

Ἀρρίχων · ἐκ τῶν ἀρρίχων ἓν ἀφαιρεῖσθαι βέλοσ“. ἄρριχοι δὲ λέγονται κόφινοι οἰσύϊνοι· ἀρσενικῶς μὲν οἱ Ἴωνες, θηλυκῶσ δὲ οἱ Ἀττικοί. οἱονεὶ οἱ ἀναίρριχοι, οἱ τὰ ἀναιροῦντα ἔχοντες, τουτέστι τὰ βέλη. τὸ ἀναιρῶ συντάσσεται πτώσει αἰτιατικῇ· τὸ δὲ ἔχω δοτικῇ καὶ αἰτιατικῇ

### ο 5

ὀρρωδεῖν διαφέρει· ὀρρωδεῖν μὲν γάρ ἐστι τὸ εὐλαβεῖσθαι, ἀρρωδεῖν δὲ διὰ τοῦ α τὸ καταφρονεῖν καὶ τεθαρρηκέναι. Πτολεμαίου. Ἐρεννίου

### α 1093

Ἄρρωστος ἀρρωστοῦντος διαφέρει· ἄρρωστος μὲν γάρ ἐστιν ὁ ἀδυνατῶν τι τελεῖν κατὰ τὰς ὀρέξεις· ἀρρωστεῖ δὲ ὁ νοσῶν. οὕτως Ἀριστοτέλης . Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1094

Ἄρρωστος · παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ὑγιαίνω, ὁ μέλλων ῥώσω, ῥωστός καὶ ἄρρωστος, ὁ ἐστερημένος τῆς ὑγείας

### α 1095

Ἄρσαντες Α · ἁρμόσαντες ἢ ἀρεσθέντες· ἀπὸ τοῦ ἀρέσαντες ἄρσαντες. Ὁμήρου

### α 1096

Ἄρσαντες Α · ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω, ἀρῶ, ἄρσω Αἰολικῶς, ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντος. ἢ ἐκ τοῦ ἁρμόζω ἁρμόσω ἥρμοσα, ἡ μετοχὴ ἁρμόσας, κατὰ συγκοπὴν ἄρσας

### α 1097

Ἄρσην · παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· τοῦτο δὲ διὰ τὴν γονήν. ἄρδω ἄρσω ἄρσην

### α 1098

Ἄρσιος · εἰς τὸ Ἀσπάσιος

### α 1099

Ἄρτεμις · ἀερότεμίς τις οὖσα, ἡ τὸν ἀέρα τέμνουσα καὶ τὴν πορείαν δι’ αὐτοῦ ποιουμένη· Ἄρτεμις δὲ λέγεται ἡ Σελήνη. ἢ παρὰ τὸ ἀρτεμῆ καὶ ὑγιῆ εἶναι αὐτήν. ἢ παρὰ τὸ ἀρτεμῆ ποιεῖν, κατ’ εὐφημισμόν. καὶ εἰς τὸ Αἴ κεν

### α 1100

Ἀρτηρία · παρὰ τὸ ἀεροτηρίαν αὐτὴν εἶναι τοῦ πνεύματος· καὶ πάλιν ἁλτηρίαν, παρὰ τὴν ἅλσιν

### α 1101

ἀρτίως διαφέρει· ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου τελείως ἔργου· τὸ μὲν γὰρ ἀρτίως σημαντικὸν αὐτῆς τῆς ὥρας, τὸ δὲ ἄρτι παρατατικοῦ

### α 1102

Ἄρτιον · σημαίνει τὸ σῶον καὶ ὑγιές. γίνεται δὲ παρὰ τὸ ἀρτῶ ἄρτιος καὶ ἄρτιον. τὸ δὲ ἀρτῶ παρὰ τὸ ἀρῶ, ὃ σημαίνει τὸ ἁρμόζω πλῆρες καὶ ὑγιές

### α 1103

Ἄρτιος · σημαίνει τὸν ὑγιῆ καὶ πεπληρωμένον. γίνεται παρὰ τὸ ἀρτῶ, τὸ ἑδραιῶ, ἄρτιος, ὡς ἁρμόζω ἁρμόδιος

### α 1104

Ἀρτοκόπος · διὰ τὸν τοῦ ἄρτου κόπον

### α 1105

Ἄρτος · παρὰ τὸ αἴρω τὸ προσφέρω· ὁ καθ’ ἑκάστην τῷ σώματι ἡμῶν προσφερόμενος

### α 1106

Ἀρτύνω Β · ἐκ τοῦ ἀρτύω· τοῦτο παρὰ τὸ ἀρτῶ· τοῦτο παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, καὶ Αἰολικῶς ἄρσω, καὶ ἄρτος ὄνομα ῥηματικόν. ἐκ δὲ τοῦ ἀρτῶ ἀρτίζω καὶ καταρτίζω καὶ ἀρτύω

### α 1107

Ἀρύβαλον · τὸ μαρσίπιον· παρὰ τὸ ἀρύεσθαι καὶ βάλλειν

### α 1108

Ἀρύω · εἰς τὸ Ἀφυσσόμενοι

### α 1109

Ἀρχιτέκτων · παρὰ τὸ ἄρχω καὶ τὸ τέκτων. τὰ δὲ παρὰ τὸ ἄρχω συντιθέμενα διὰ τοῦ ι γράφεται, οἷον ἀρχιστρατηγός ἀρχιτέκτων. τὸ τέκτων παρὰ τὸ τεύχω, τὸ κατασκευάζω. Ὁμήρου

### α 1110

Ἀρχός Α · ὡς ἀπὸ τοῦ ἄγω ἀγός, ὁ ἡγεμών, καὶ ὁ θεολόγος εἰς τὰ ἔπη καὶ γὰρ ἀγοῦ πίπτοντος ὅλος στρατὸς ἐς χθόνα πίπτει“, οὕτως καὶ ἀπὸ τοῦ ἄρχω ἀρχός

### α 1111

Ἄρχων · ὁ ἀρχὴν ὅλων ἤγουν πάντων ἔχων. ἢ παρὰ τὸ ἄρχειν

### α 1112

Ἄρω · εἰς τὸ Ἀρτύνω καὶ Ἐναρίζοι καὶ Ἐρίηρας καὶ Ἡρώων

### α 1113

Ἀρῶ · εἰς τὸ Ἀσπάσιος καὶ Ἀραρυίας καὶ Ἄωρτο καὶ Ἀρητῆρα καὶ Ἐνείρω καὶ Ξυνωρίς καὶ Ὄργανον. Χοιροβοσκοῦ

### α 1114

Ἀρωγός · παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ, ἀρηγός καὶ ἀρωγός, ὡς ἁμαρτηλός ἁμαρτωλός. ὀξύνεται· τὰ εἰς γος ἀρσενικὰ εἴτε φύσει εἴτε θέσει μακρᾷ παραληγόμενα, μὴ διὰ τοῦ γ δισσοῦ, ὀξύνεται, εἰ μὴ κύρια ὑπάρχει, οἷον πελαργός ἀρωγός βροτολοιγός

### α 1115

Ἀσάμινθος · παρὰ τὴν ἄσιν, ὅ ἐστι τὸν ῥύπον, μινύθειν, ἤγουν μειοῦν καὶ καθαίρειν. ἢ παρὰ τὴν ἄσιν τοῦ σώματος μινύθειν

### α 1116

Ἀσέλγεια · ἐκ τοῦ ἀσελγής· τοῦτο παρὰ τὸ θέλγω, τὸ ἀπατῶ, μετὰ τοῦ ἐπιτατικοῦ α. οἱ δὲ λέγουσιν ἀπὸ Σέλγης πόλεώς τινος, ὅπου οἱ ἄνθρωποι κακῶς διακείμενοι ἀλλήλοις ἐκοινώνουν. μετὰ τοῦ ἐπιτατικοῦ α ἀσελγής, ὁ ἐπὶ πολὺ ἀσελγαίνων. Χοιροβοσκοῦ

### α 1117

Ἄσεμνα · ἐκ τοῦ σεμνός· τοῦτο δὲ παρὰ τὸ σέβω, ὀξύνεται· τὰ εἰς μνος δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μακράν, μονογενῆ μὲν ὄντα βαρύνεται, τριγενῆ δὲ ὀξύνεται, οἷον ὕμνος σκύμνος. τὸ μέντοι σεμνός τριγενὲς ὂν ὀξύνεται

### α 1118

Ἄση · εἰς τὸ Ἀσάμινθος καὶ Ἀσωπός

### α 1119

Ἀσθενής · ἄσθενος, ἤγουν ἄνευ σθένους διὰ τὸ ἐλλείπεσθαι δύναμιν

### α 1120

Ἄσθμα Π · ὄνομα ῥηματικόν. παρὰ τὸ ἄω ἐστὶ πλεονασμῷ τοῦ θ. ἢ παρὰ τὸ ἄημα. πέπονθεν ἐπενθέσει τοῦ θ · τὸ γὰρ ἀνάλογον ἦν ἆσμα· ὥσπερ καὶ τὸ χθών ὄνομα, χῶ, τὸ χωρῶ, χών καὶ κατ’ ἐπένθεσιν τοῦ θ χθών· ὥσπερ καὶ τὸ θχαμαλή, παρὰ χαμαί χαμαλή καὶ χθαμαλή· καὶ τὸ φθέγγεσθαι παρὰ τὸ φῶ, τὸ εἰς φῶς ἄγω τὰ τοῦ νοῦ. οὕτως δὲ ἔχειν φαμὲν καὶ τὸν πορθμόν· παρὰ γὰρ τὸν πόρον

### α 1121

Ἄσθμα · παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἆσμα καὶ ἄσθμα

### α 1122

Ἄσιν · εἰς τὸ Ἀσάμινθος

### α 1123

Ἄσιος · παρὰ τὸ αἶσα, αἴσιος καὶ Ἄσιος· ἢ παρὰ τὸν ἀΐσσω μέλλοντα, ὡς ὀρθώσω ὀρθώσιος κτήσω κτήσιος

### α 1124

Ἀσίω Β · ὄνομα πτώσεως γενικῆς, ὡς Δ ἐϋμμελίω“. ἡ εὐθεῖα Ἀσίας. ἐκλήθη οὖν Ἀσίας ὁ λειμὼν ἀπὸ Ἀσίου τοῦ Κότυος, ὃς ἦν βασιλεὺς Λυδίας. κλίνεται Ἀσίας Ἀσίου, ὡς κοχλίας κοχλίου, καὶ τὸ Ἰωνικὸν Ἀσίεω. ὁ κανών· οἱ Ἴωνες τὰς εἰς ου γενικὰς τὰς ἀπὸ τῶν εἰς ας καὶ εἰς ης γινομένας διὰ τοῦ εω προφέρουσιν, οἷον Ὀρέστης Ὀρέστου Ὀρέστεω, Ἀτρείδης Ἀτρείδου Ἀτρείδεω, Πηλείδης Πηλείδου Πηλείδεω, Αἰνείας Αἰνείου Αἰνείεω Ε Αἰνείεω ἕταρον μεγαθύμου“, Ἑρμείεω, Βορέεω. οὕτως οὖν καὶ Ἀσίεω. ὁ τόνος· αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται, χωρὶς εἰ μὴ κατὰ πάθος ὦσιν, οἷον Ὀρέστης Ὀρέστου Ὀρέστεω, Ἀτρείδεω, Πηλείδεω, Ἑρμείεω, Βορέεω καὶ κατὰ συγκοπὴν ξ Βορέω ὑπ’ ἰωγῇ“ καὶ Δ ἐϋμμελίω Πριάμοιο“. οὕτως οὖν καὶ Ἀσίας Ἀσίου Ἀσίεω καὶ συγκοπῇ Β Ἀσίω ἐν λειμῶνι“, καὶ ὅμως οὐ προπαροξύνεται, ἐπειδὴ κατὰ συγκοπήν ἐστιν

### α 1125

Ἀσκελές · παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν καὶ σκέλος

### α 1126

Ἄσκησις · διὰ τὸ ὡς ἀσκὸν νεκροῦσθαι τὸν ἀσκητήν. ὅρος δὲ αὐτῆς ἐστιν ὁ πόνος τῆς μαθήσεως

### α 1127

Ἀσκητής · παρὰ τὸ ἀσκῶ ἀσκήσω· σημαίνει δὲ τὸ πονῶ. ὁ τῆς ἀσκήσεως πόνος. καὶ εἰς τὸ Ἤσκειν

### α 1128

Ἀσκίον · παρὰ τὸ εἶναι ἀσυνηχές· ἐκ τῶν ἀψύχων γὰρ οὐδὲν ᾄδει, εἰ μὴ ὁ οἶνος

### α 1129

Ἀσκληπιός · παρὰ τὸ τὰ σκέλη ἤπια ποιεῖν· ἀπὸ μέρους δὲ ὅλον τὸ σῶμα. ἢ ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν. καὶ εἰς τὸ Φίλος

### α 1130

Ἆισμα · εἰς τὸ Αἷμα

### α 1131

Ἀσμένιζε · εἰς τὸ Συνασμένιζε

### α 1132

Ἀσπάζεται · ἐκ τοῦ σπῶ, τὸ κατασπῶ, κατὰ στέρησιν· ὁ γὰρ διαλυόμενος καὶ ἐχθραίνων ἀποσπᾷ ἑαυτὸν ἀπὸ τῶν φιλούντων αὐτόν

### α 1133

Ἀσπάζομαι · παρὰ τὸ σπῶ σπάζω καὶ ἀσπάζω· παρὰ τὸ ἄγαν ἐπισπᾶσθαι. κυρίως δὲ ἐπὶ τῶν χειρῶν

### α 1134

Ἀσπάζω · ἔστι ῥῆμα σπῶ καὶ σημαίνει τὸ διαχωρίζω· ἐξ αὐτοῦ γίνεται σπάζω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπάζω, τὸ μὴ διαχωρίζεσθαι, ἀλλ’ ὑπὸ τῆς φιλίας ἡνῶσθαι

### α 1135

Ἀσπαλιεύς · ὁ ἁλιεύς· παρὰ τὸ ἀποσπᾶν τοὺς ἰχθύας ἐκ τῆς θαλάσσης, οἷον σπῶ σπαεύς, πλεονασμῷ τῆς λι συλλαβῆς σπαλιεύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀσπαλιεύς

### α 1136

Ἀσπάραγον · παρὰ τὸ ἄγαν σπᾶσθαι, ὅ ἐστι διατείνεσθαι

### α 1137

Ἀσπάσιος · ὄνομα ἀρσενικόν· τὸ θηλυκὸν ἀσπασίη. λέγεται καὶ ἐπιρρηματικῶς ἀσπασίως. καὶ ῥῆμα ἀσπάζομαι καὶ ἀσπάζω, καὶ ῥηματικὸν ὄνομα ἀσπαστός καὶ οὐδέτερον ἀσπαστόν· ὁ μέλλων ἀσπάσω, ἀφ’ οὗ καὶ ἀσπάσιος. ἔστι δὲ παρασύνθετον· τὸ γὰρ ἀσπάζομαι σύνθετόν ἐστιν ἀπὸ τοῦ σπῶ ῥήματος, ἀφ’ οὗ τὸ σπῶμαι καὶ παράγωγον σπάζω, ὡς φρῶ φράζω, βῶ βάζω. καὶ προσῆλθεν ἡ α ἐπίτασις εἰς τὸ σπάζω, καὶ ἐποίησε τὸ ἀσπάζω· τὸ γὰρ ἄγαν ἐπισπᾶσθαί ἐστι τὸ ἀσπάζεσθαι. ἡ διὰ τοῦ ιος παραγωγὴ ἀπὸ μέλλοντος τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξείαν, ὀρθώσω Ὀρθώσιος, αἰνήσω Αἰνήσιος, κτήσω κτήσιος, ἄξω ἄξιος, ἄρω, τὸ ἁρμόζω, ἄρσω ἄρσιος, ὁ ἁρμοζόμενος, καὶ ἀνάρσιος, ὁ μὴ ἁρμοζόμενος, ἀρκέσω Ἀρκέσιος καὶ μετὰ τοῦ ι Ἀρκείσιος, ἅζω ἅσω ἅσιος καὶ κατὰ ἀντίθεσιν ὅσιος, καὶ θαυμάσω θαυμάσιος· οὕτως οὖν καὶ ἀσπάζω ἀσπάσω ἀσπάσιος. ὀξύνεται δὲ ἀνεψιός, δεξιός. τὸ δὲ πλησίος ἀπὸ τοῦ πλητός· ἔχομεν τὴν χρῆσιν· ὁ γὰρ ἄπληστος ἀντὶ τοῦ ἀπροσπέλαστος. πλητός πλησίος, ὡς ἄμβροτος ἀμβρόσιος, τροπῇ τοῦ τ εἰς τὸ ς. οὐ γέγονε δὲ τὸ πλησίος παρὰ μέλλοντα· οἱ γὰρ Λάκωνες τὰ παρὰ μελλόντων εἰς τὸ τ οὐ τρέπουσιν, ἀλλ’ ἀπὸ τοῦ ς εἰς τὸ τ ἐνιαυτός ἐνιαύσιος ἐνιαύτιος λέγουσιν, ὑπόμνησιν διδόντες τοῦ προτέρου τ πλοῦτος πλούσιος πλούτιος. τὸ δὲ πλησίος πλητίος λέγουσιν, ὥστε οὐ παρὰ μέλλοντα. Χοιροβοσκοῦ

### α 1138

Ἄσπετος · ἐκ τοῦ ἔπω σπῶ σπετός, ὁ πολύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄσπετος

### α 1139

Ἄσπετος Γ · ἐπὶ μὲν τοῦ Θ ἄσπετος αἰθήρ“ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, σπῶ, ὡς παρὰ τὸ ἔχω σχῶ, καὶ ἐξ αὐτοῦ σπετός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπετος, οἱονεὶ ὁ μὴ δυνάμενος ἀφικέσθαι διὰ τὸ μέγεθος· ἐπὶ δὲ τοῦ ἄλλου σημαινομένου παρὰ τὸ ἔπω, τὸ λέγω, σπῶ σπετός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπετος, οἱονεὶ ὁ πολὺς καὶ μέγας καὶ δυνάμενος ἄρρητος γενέσθαι

### α 1140

Ἄσπετον · τὸ πολύ. ἐγράφη

### α 1141

Ἀσπίζω · εἰς τὸ Ὑπερασπιστής. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1142

Ἀσπίς Γ · σημαίνει δύο, τὸ ἑρπετὸν καὶ τὸ ὅπλον. καὶ τὸ ἑρπετὸν ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος τοῦ ὅπλου· οὕτω γὰρ συστρέψαν ἑαυτὸ πολεμεῖ καὶ μάχεται. γίνεται δὲ τὸ ὅπλον παρὰ τὸ σπίζω, ὃ σημαίνει τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων σπίσω, σπίς καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπίς, τὸ μὴ εἰς ἔκτασιν μεμηκυνομένον, ἀλλ’ εἰς περιφέρειαν κεκυκλωμένον. ἀσπίς, ἀσπίδος. ὁ κανών· τὰ εἰς ις θηλυκὰ διὰ τοῦ π ἐκφερόμενα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ δος κλίνεται· ἀπλᾶ μέν, οἷον κρηπίς κρηπῖδος· σύνθετα δέ, οἷον βοῶπις βοώπιδος, ἑλικῶπις ἑλικώπιδοσ. διὰ τί ὀξύνεται; τὰ εἰς πις θηλυκὰ δισύλλαβα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχονται, βαρύνονται, οἷον τράμπις τράμπιδος θέσπις θέσπιδος, κάλπις κάλπιδος· εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνονται, οἷον ἀσπίς ἐλπίς ἐμπίς· σημαίνει δὲ τὸν κώνωπα

### α 1143

Ἀσπίς · ὄνομα προσηγορικὸν ἐκ τοῦ σπίζω. τὸ δὲ σπίζω ἐκ τοῦ σπῶ, τὸ ἐκτείνω καὶ μηκύνω, σπίζω, σπίσω, σπίς καὶ μετὰ τοῦ στε ρητικοῦ α ἀσπίς, οἱονεὶ τὸ μὴ εἰς μῆκος ἐκτεταμένον, ἀλλ’ εἰς περιφέρειαν κεκυκλωμένον. ἢ παρὰ τὸ ἀσπαστὸν εἶναι τοῖς φοροῦσιν, ἐξ οὗ καὶ ῥίψασπις

### α 1144

Ἀσπίς · παρὰ σπῶ, τὸ ἐκτείνω. στερητικὸν δὲ τὸ α. καὶ κλίνεται ἀσπίδος. ὁ κανών· τὰ εἰς ις ὀνόματα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, ἔχοντα τὸ π διὰ τοῦ δος κλίνεται· ἁπλᾶ μέν, οἷον κρηπίς κρηπῖδος· σύνθετα δέ, οἷον ῥίψασπις ῥιψάσπιδος. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 1145

Ἀσπόρως · ἐκ τοῦ ἄσπορος

### α 1146

Ἄσσω · εἰς τὸ Ἄγη ξίφος καὶ Ἀσύφηλον καὶ Ἄιττειν

### α 1147

Ἄσσων · εἰς τὸ Ἐπασσύτερος

### α 1148

Ἀστάρτη · ἔστιν ὄνομα εἰδώλου· λέγεται δὲ ἀπὸ μεταφορᾶς τοῦ ἄστρου· ἄστρον γὰρ ἐν τῷ οὐρανῷ ἀνάπλασμα, ἀφ’ οὗ τὸ εἶδος καλεῖται ἔχον ὄνομα ἄστρου. λοιπὸν παρὰ τὸ ἄστρον ἀστράτη καὶ ἐν ὑπερβιβασμῷ Ἀστάρτη

### α 1149

Ἀστεῖος · ὁ ἐν ἄστει διατρίβων· λέγεται δὲ καὶ ὁ διὰ ἦθος χρηστὸν ἐπαινούμενος, ὡς ἦν τὸ παιδίον ἀστεῖον τῷ θεῷ.“ λέγεται δὲ καὶ ὁ γελωτοποιός

### α 1150

Ἀστεμφές Β · ἐκ τοῦ στρέφω στρεφής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀστρεφής, καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ ρ εἰς μ ἀστεμφής

### α 1151

Ἀστεροπή · παρὰ τὸ στερίσκειν τοὺς ὦπας τοῦ ὁρᾶν διὰ τῆς ἀντιτυπούσης λαμπηδόνοσ

### α 1152

Ἀστέρος · εἰς τὸ Ἄστρον

### α 1153

Ἀστήρ · παρὰ τὸ ἄστατον ἔχειν τὸν δρόμον. ἢ παρὰ τὸ ἵστημι στήσω, στήρ καὶ ἀστήρ, ὁ μὴ ἱστάμενοσ. κλίνεται δὲ ἀστήρ ἀστέρος· σεσημείωται, ὡς καὶ τὸ πατέρος

### α 1154

Ἀστίβητος · ἀπάτητος ἢ ἀδιάβατος· ἀπὸ τοῦ στείβω ὁ δεύτερος μέλλων στιβῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται στιβῶ, στιβήσω, ἐστίβηκα, ἐστίβημαι, ἐστίβηται, στιβητός καὶ ἀστίβητος μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ στείβω παρὰ τὸ στῶ στείβω· συντάσσεται μετὰ αἰτιατικῆς

### α 1155

Ἀστράγαλος · παρὰ τὸ ἀστραβῆ καὶ ὀρθὴν φυλάσσειν τὴν βάσιν τοῦ ποδός

### α 1156

Ἀστραπή · παρὰ τὸ ἀστάτως καὶ ῥᾷον παύεσθαι· ἢ παρὰ τὸ ἀστέρος ὦπα ἔχειν, ἤγουν διάπυρος ὡσ ἀστήρ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1157

Ἀστραπή · παρὰ τὸ ἀστράπτω, τοῦτο παρὰ τὸ ἄστρον, τοῦτο παρὰ τὸ στερρῶς ἄττειν ἐν τῷ λάμπειν

### α 1158

Ἀστράπτω Β · ἐκ τοῦ ἀστεροπή τοῦ ἐκ τοῦ ἀστραπή· τοῦτο ἐκ τοῦ ἀστήρ ἀστέρος καὶ τοῦ ὄπτω ἀστεροπτή, καὶ ἀποβολῇ τοῦ τ ἀστεροπή· καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν ἀστεράπτω καὶ συγκοπῇ ἀστράπτω. Ἐρεννίου

### α 1159

Ἀστρολογία ἀστρονομίας διαφέρει· ἀστρονομία μὲν γάρ ἐστιν ἡ κατάληψις τῶν ἄστρων· ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη

### α 1160

Ἄστρον · παρὰ τὸ αἴθω πλεονασμῷ τοῦ ρ. ἢ παρὰ τὸ αἴθω, τὸ λάμπω, ὁ μέλλων αἴσω, αἶστρον καὶ ἀποβολῇ τοῦ ι ἄστρον

### α 1161

Ἄστρον ἀστέρος διαφέρει· ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἤγουν ὅλον τὸ ζῴδιον· ἀστὴρ δὲ αὐτὸς ὁ λάμπων, ἤγουν ἕκαστος τῶν ἐν τῷ ζῳδίῳ

### α 1162

Ἄστυ Γ · παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφ’ ὑψηλοῦ τόπου τὰς πόλεις ἐποίουν. διαφέρει δὲ ἄστυ καὶ πόλις· πόλις λέγεται ὁ τόπος καὶ οἱ κατοικοῦντες καὶ τὸ συναμφότερον, ἄστυ δὲ ὁ τόπος μόνος, καὶ Ὅμηρος Ρ φράζεο νῦν, ὅπ πως κε πόλιν καὶ ἄστυ σαώσεις.“ ἐξ αὐτοῦ γίνεται καὶ ἀστεῖος. ἐγράφη

### α 1163

Ἀσύφηλον · ἄτιμον, ἢ ἀπαίδευτον, ἀδόκιμον καὶ ἀνόητον· καὶ Ὅμηρος ὁππότ’ ἐκείνων Μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν.“ ἔστι δὲ παρὰ τὸ ἄσσω, ὃ σημαίνει τὸ βλάπτω, καὶ τὸ φηλῶσαι, ὃ σημαίνει τὸ δολῶσαι καὶ ἀπατῆσαι, ἐξ οὗ καὶ φηλός, ὁ ἀπατηλός, καὶ φήληκες, τὰ σῦκα τὰ ὠμὰ μὲν ὄντα τῇ δὲ ἰδέᾳ πέπειρα· καὶ ὥσπερ παρὰ τὸ σώσω Σωσικράτης Σωσίβιος, ἀρκέσω Ἀρκεσίλαος, οὕτως καὶ παρὰ τὸ ἄσω καὶ τὸ φηλός γίνεται ἀσίφηλος καὶ ἀσύφηλος, ὡς δίφρος δύφρος καὶ τριφάλεια τρυφάλεια Μούνιχος Μούνυχος. ἢ παρὰ τὸ σοφός γίνεται σόφηλος καὶ μετὰ τοῦ στερητικοῦ α ἀσόφηλος, καὶ μεταβολῇ τοῦ ο εἰς υ ὡς ἄγορις ἄγυρις, γίνεται ἀσύφηλος

### α 1164

Ἀσφάλεια · ἐκ τοῦ ἀσφαλής· τοῦτο δὲ παρὰ τὸ σφάλλω γίνεται σφαλής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσφαλής, ὁ μὴ σφαλλόμενος. τὸ δὲ σφάλλω παρὰ τὸ σφήλω, ὃ σημαίνει τὸ ἀποτυγχάνω

### α 1165

ἀσφοδελός διαφέρει· ἀσφόδελος μὲν γὰρ βαρυτόνως ὃ σημαίνει τὸ φυτὸν παρὰ τοῖς παλαιοῖς, ἀσφοδελὸς δὲ ὀξυτόνως τὸν τόπον ἐν ᾧ ἀσφόδελοι γίνονται

### α 1166

Ἀσχαλάᾳ Β · ῥῆμα ἐνεστῶτος δευτέρας συζυγίας τῶν περισπωμένων· ἔστι γὰρ ἀσχάλλω, ὁ μέλλων ἀσχαλῶ καὶ ἐξ αὐτοῦ ῥῆμα περισπώμενον ἀσχαλῶ, τὸ δεύτερον ἀσχαλάεις, τὸ τρίτον ἀσχαλάει, ἀσχαλᾷ καὶ πλεονασμῷ τοῦ α ποιητικῶς ἀσχαλάᾳ, ὡς καὶ ἐν ἄλλῳ ὁ ποιητής Ξ οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ.“ καὶ ἔστι τὸ μὲν ἓν α τὸ πρὸ τέλους βραχύ, τὸ δὲ ἐπὶ τέλους μακρόν, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶσα συλλαβὴ πλεονάζουσα βραχυτέρα θέλει εἶναι τῆς ἐν ᾗ πλεονάζει συλλαβῆς

### α 1167

Ἀσχάλλω · εἰς τὸ Ἔσκαλλεν

### α 1168

Ἄσχετος · παρὰ τὸ ἔχω, τὸ κρατῶ, ἀφαιρέσει τοῦ ε καὶ πλεονασμῷ τοῦ ς σχῶ, σχετός, ὁ κρατητός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσχετος, ὁ ἀκράτητος. καὶ εἰς τὸ Ἄσπετος

### α 1169

Ἀσωπός · ὁ σκοτεινοπρόσωπος· παρὰ τὸ ἄσις, ὃ σημαίνει τὸν ῥύπον, καὶ τὸ ὤψ ὠπός. Ὠρίωνος

### α 1170

Ἀσωτία · τὸ μὴ ὂν εἰς σωτηρίαν· σωτηρία γὰρ τὸ σῶον τηρεῖν

### α 1171

Ἄσωτος · παρὰ τὸ σώζω καὶ τοῦ στερητικοῦ α ὁ ἐστερημένος τοῦ σώζεσθαι. καὶ ἐξ αὐτοῦ ἀσωτία

### α 1172

Ἀταλαίπωρον · ῥᾴθυμον, ὀλίγωρον· Ἀριστοφάνης Δαναΐσιν οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διάκειται.“ παρὰ τὸ α στερητικὸν καὶ τὸ ταλαίπωρος, ἐξ οὗ καὶ ταλαιπωρεῖν· σημαίνει δὲ τὸ κακοπαθεῖν καὶ ἐνεργεῖν. ταλαίπωρος δὲ κυρίως λέγεται ὁ περὶ τὸν πῶρον τλῶν, τουτέστι καρτερῶν, οἷον ταλάπωρος, καὶ πλεονασμῷ τοῦ ι ταλαίπωρος· οἱ γὰρ ἀρχαῖοι τοὺς νεφριτικοὺς ταλαιπώρους ἔλεγον, τοὺς τλῶντας περὶ τὸν πῶρον

### α 1173

Ἀταλός · παρὰ τὸ ἁπαλός κατὰ μετάθεσιν στοιχείου

### α 1174

Ἀταξία · τὸ μὴ ὂν ἐν τάξει καλῇ

### α 1175

Ἀτάρ εἰς τὸ Αὐτάρ

### α 1176

Ἀταρπός · παρὰ τὸ ἄτρεπτον καὶ ἴσον

### α 1177

Ἀταρτηρός Α · παρὰ τὸ τείρω, τὸ καταπονῶ, καὶ κατὰ συγκοπὴν τρῶ, τρήσω, τρηρός, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, καὶ πλεονασμῷ τοῦ α καὶ τοῦ τ ἀταρτηρός. ἢ παρὰ τὸ ἄτην, ὃ σημαίνει τὴν βλάβην ἀτηρός καὶ ἀταρτηρός

### α 1178

Ἀτάσθαλος παρὰ τὸ ἐν ἄτῃ θάλλειν, ἤγουν ἐν βλάβαις καὶ ἀδικίαις

### α 1179

Ἅτε · ἐπίρρημα παραβολῆς ἀντὶ τοῦ ὥσπερ. Γεωργίου

### α 1180

Ἀτειρής · ἐκ τοῦ ἀτερής γέγονε κατὰ πλεονασμὸν τοῦ ι ἀτειρής, οἱονεὶ ὁ μὴ ὢν ἁπαλός. καὶ εἰς τὸ Τριάς. Ἐρεννίου

### α 1181

ἀτέλεστον διαφέρει· ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδυνατοῦν τελεσθῆναι

### α 1182

Ἀτέμβειν · παρὰ τὸ ἄτην βαλεῖν· υ οὐ γὰρ καλὸν ἀτέμβειν, οὐδὲ δίκαιον, Ξείνους Τηλεμάχου.“

### α 1183

Ἀτενίζω · τὸ πάνυ βλέπω καὶ ἐκτείνω. τείνω, καὶ ὁ μέλλων τενῶ, καὶ κατὰ παραγωγὴν τενίζω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτενίζω, τὸ λίαν ἐπιτεταμένως ὁρῶ

### α 1184

Ἄτερ · ἐκτός, χωρίς

### α 1185

Ἀτέραμνος · παρὰ τὸ τείρω τέραμος, ὡς πλέκω πλόκαμος, καὶ πλεονασμῷ τοῦ μ τέραμνος καὶ ἀτέραμνος· ἢ παρὰ τὸ τέρεν τι μὴ εἶναι ἐν αὐτῷ

### α 1186

Ἀτέραμνον · ἀπαραίτητον, σκληρόν, δεινόν, ἀκόρεστον, πολύ, τὸ μὴ τέρεν, ἀλλὰ σκληρόν. ἀτέραμνον οὖν κατὰ στέρησιν παρὰ τὸ μὴ εἶναι τέρεν τι ἐν αὐτῷ, τουτέστι τρυφερὸν καὶ ἀπαλόν, ἢ τὸ μὴ εὐχερῶς τειρόμενον, ὅ ἐστι βλαπτόμενον. λέγεται ἀτέρεμνα τὰ μὴ ἑψόμενα ὄσπρια, ἀλλὰ σκληρὰ καὶ κερασβόλα· καὶ ἀτεράμων, ὁ σκληρὸς καὶ ἀπηνὴς ἄνθρωπος

### α 1187

Ἅτερος · εἰς τὸ Θάτερος

### α 1188

Ἀτεχνῶς · ἀδόλως· τέχνη γὰρ ὁ δόλος

### α 1189

Ἀτεχνῶς · ἀπλάστως· θ ἀμφὶ δὲ δεσμοὶ Τεχνήεντες ἔχυντο“, τουτέστι δολεροί. σημαίνει δὲ καὶ τὸ ἁπλῶς καὶ καθάπαξ. οἱ δέ, ἐν ἴσῳ τῷ ὄντι καὶ τῇ ἀληθείᾳ· οἱ δέ, τὸ παράπαν καὶ καθόλου

### α 1190

Ἄτη Β · τὸ α μακρόν. οἱ μέν, ὅτι ἐστὶν ἀνάτη καὶ κατὰ κρᾶσιν γίνεται ἄτη. οὐκ ἔστι δέ· πλεονασμὸς γάρ ἐστι τοῦ α. ἔστι δὲ ἄλλως εἰπεῖν, ὅτι ἔστιν ἄετος, ὁ μάταιος καὶ ψευδής, καὶ γέγονεν ἐκ τοῦ ἐτεός· καὶ τὸ θηλυκὸν ἀέτη, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν ἄτη. καὶ ἄλλως. ἔστι τῶ, τὸ λαμβάνω, ι Κύκλωψ, τῆ, πίε οἶνον“· καὶ μετὰ τοῦ στερητικοῦ α γίνεται ἄτη· οὐδεὶς γὰρ αὐτὴν λαμβάνει, ἀλλὰ πάντες ἐκφεύγουσι. καὶ εἰς τὸ Αἴτιος καὶ Ἀταρτηρός καὶ Ἀτάσθαλος καὶ Ἄτρυτα

### α 1191

Ἀτύζεσθαι · παρὰ τὴν ἄτην· οἱ γὰρ ἐν ἄτῃ ὄντες ταράττονται

### α 1192

Ἀτιμάζω Α · ἐξ οὗ τὸ ἠτίμασεν“· τοῦτο παρὰ τὸ ἀτιμῶ, ὡς βῶ βάζω· τοῦτο παρὰ τὸ ἄτιμος· τοῦτο παρὰ τὸ τιμή· τοῦτο παρὰ τὸ τίω. τὸ ι μακρόν. ἔστι δὲ τὸ ἀτιμῶ δευτέρας συζυγίας καὶ τρίτης. τὸ τίω σημαίνει γ· τὸ τιμῶ Ε θεὸς δ’ ὣς τίετο δήμῳ“, τὸ τιμωρῶ καὶ τὸ ἀποδίδωμι. καὶ τὸ ἀτιμῶ σημαίνει γ· τὸ ἀτιμάζω, τὸ ὑβρίζω καὶ τὸ καταδικάζω. τί διαφέρει τὸ ἀτιμῶ ἡ τρίτη συζυγία τοῦ ἀτιμάζω; ἀτιμῶ μὲν λέγεται τὸ κατὰ τὸν νόμον ὁλοσχερῶς κατακρίνω, ἐξ οὗ καὶ τὸ ἐπὶ ξύλου ἠτιμωμένος,“ τουτέστι κατακεκριμένος, λάβετε“ γὰρ αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε“· ἀτιμάζω δέ, τὸ ὑβρίζω. πάλιν διαφέρει τὸ ἀτιμῶ ἡ τρίτη συζυγία τῶν περισπωμένων τῆς δευτέρας· ἡ μὲν γὰρ τρίτη συζυγία παρασύνθετός ἐστι ἐκ τοῦ ἄτιμος, ἡ δὲ δευτέρα σύνθετος ἐκ τοῦ τιμή, ἐξ οὗ τὸ Α ἠτίμησεν.“

### α 1193

ἀτιμάζεται διαφέρει· ἀτιμοῦται μέν τις ὑπὸ τοῦ νόμου ὁλοσχερῆ ἀτιμίαν, ἀτιμάζεται δέ τις ὑβριζόμενος ἔν τινι πράγματι

### α 1194

Ἀτλαντικὸν πέλαγος · ὁ Ὠκεανός· ἀπὸ τοῦ Ἄτλαντος ὄρους τῆς Λιβύης. καὶ εἰς τὸ Ἑσπερία

### α 1195

Ἄτλας ·. παρὰ τὸ μὴ κοπιᾶν. καὶ εἰς τὸ Τλήσομαι

### α 1196

Ἀτμένες · οἱ δοῦλοι, οἱ ἄτερ μένους ὄντες διὰ κακοπάθειαν. καὶ εἰς τὸ Θής

### α 1197

Ἀτμήν · παρὰ τὸ τιμήν ἀτμήν· ἄτιμον γὰρ τὸ δοῦλον

### α 1198

Ἀτμίς · παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἀσμίς καὶ ἀτμίς

### α 1199

Ἄτομον · παρὰ τὸ τέμνω τόμος καὶ ἄτομον· ἐπιτατικὸν δὲ τὸ α

### α 1200

Ἄτον · εἰς τὸ Ἧττον

### α 1201

Ἄτρακτος · παρὰ τὸ ταράσσω ταρακτός καὶ ἄτρακτος

### α 1202

Ἀτραπόν · τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ

### α 1203

Ἀτράφαξυς · εἰς τὸ Λιγύφθογγος

### α 1204

Ἀτρείδης Β · πατρωνυμικὸν ὄνομα. διαφέρει δὲ τὸ πατρωνυμικὸν τοῦ κτητικοῦ, ὅτι τοῖς μὲν πατρωνυμικοῖς ἐνδέχεται τὰ τῶν παίδων ὀνόματα συντάσσειν καὶ μή. εἰ γὰρ ἀδελφῶν ὄντων τινῶν τούτων ἕνα σημᾶναι βουλοίμεθα, τῷ πατρωνυμικῷ παρατίθεμεν τὸ τοῦ παιδὸς κύριον ὄνομα, οἷον Ἀτρείδης Μενέλαος, Πριαμίδης Ἕκτωρ· εἰ δὲ μὴ ὦσιν ἀδελφοί, οὐ χρεία προσθήκης κυρίου· ἀρκούμεθα γὰρ τῇ πατρωνυμίᾳ, οἷον Πηλείδης ἐφόνευσεν Ἕκτορα.“ τὰ γὰρ πατρωνυμικὰ αὐτόθεν ἔχει τὴν σημασίαν, κἂν μήτε τοὺς υἱοὺς ἐπάγοιτο μήτε τὸ τοῦ παιδὸς κύριον· τὰ δὲ κλητικὰ οὐχ οὕτως, ἀλλ’ ἀνάγκη προσυπακούεσθαί τι αὐτοῖς· εἰ δέ τις φαίη Πλατωνικόσ“ οὐ προσυπακουομένου τοῦ νόμος ἢ χιτών, ἀτελές ἐστι. διὸ ἀναγκαίως δεῖ ἐπιφέρειν τοῖς κτητικοῖς προσηγορικὰ ἢ κύρια, οἷον Ὁμηρικὸς λόγος, βασιλικὸς δόμος

### α 1205

Ἀτρεκέως Β · ἐπίρρημα μεσότητος· παρὰ τὸ δέρκω, ὃ σημαίνει τὸ βλέπω, ὄνομα δερκές, καὶ κατ’ ἐπέκτασιν τοῦ α γίνεται ἀδερκές, τὸ λίαν ὑπερβλέπον, καὶ τροπῇ τοῦ δ εἰς τ ἀτρεκές, τὸ λίαν ὑπερβλεπόμενον. ἢ παρὰ τὸ τρέχω, ὁ μὴ τρέχων. Νικήτου

### α 1206

Ἀτρέκεια · ἐκ τοῦ ἀτρεκής

### α 1207

Ἀτρέμας Β · γίνεται ἐκ τοῦ ἀτρεμῶ, καὶ ἔστι παρασύνθετον ἐκ τοῦ ἀτρεμής· τοῦτο παρὰ τὸ τρέμω καὶ τὸ στερητικὸν α ἀτρεμής, καὶ ῥῆμα εἰς ω ἀτρεμῶ, καὶ ἐξ αὐτοῦ ἐπίρρημα εἰς ας ἀτρέμας. ἔστι δὲ καὶ εἰς α ἀτρέμα· ὥσπερ ἐκ τοῦ ἠρεμῶ γίνεται ἠρέμας καὶ ἠρέμα, οὕτως καὶ τοῦτο

### α 1208

Ἀτρεύς · παρὰ τὸ τρῶ. ἄφοβος γάρ

### α 1209

Ἄτρυτα · ἀκάματα, σκληρὰ καὶ ἰσχυρά. σημαίνει δὲ καὶ ἀβλαβῆ, οἷον ἄτρητα· παρὰ τὸ τρῶ τρήσω τρητά καὶ ἄτρυτα μετὰ τοῦ στερητικοῦ α καὶ τροπῇ τοῦ η εἰς υ ὡς ἅλμη ἁλμυρός

### α 1210

Ἀτρώς · εἰς τὸ Προβλῆτι

### α 1211

Ἄιττειν · τὸ ἅλλεσθαι καὶ πηδᾶν· γίνεται παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ᾄσσω καὶ τροπῇ τῶν δύο σς εἰς ττ ᾄττειν. καὶ εἰς τὸ Διάττειν καὶ Στρατός

### α 1212

Ἀττική · παρὰ τὸ ἀκτή. οὕτως ἐλέγετο τὸ παλαιόν

### α 1213

Ἄττω · εἰς τὸ Κάττα

### α 1214

Ἀτῶ · εἰς τὸ Ἐλεηλάτει

### α 1215

Αὖα · παρὰ τὸ εἰς αὖσιν καὶ καῦσιν ἐπιτήδεια εἶναι

### α 1216

Αὖας · παρὰ τὸ αὔω, τὸ φωνῶ

### α 1217

Αὐγή · παρὰ τὸ ἄγω· δι’ ἣν ἀγόμεθα, εἴγε σκότος διὰ τὸ ἐπισχεῖν ἡμᾶς. Ἰωάννου Λυδοῦ

### α 1218

Αὔγουστος · ἀπὸ Αὐγούστου βασιλέως οὕτως ἐπικληθέντος· ἀπὸ γὰρ τῆς αὐτοῦ βασιλείας καὶ μέχρι σήμερον Αὔγουστοι οἱ βασιλεῖς κικλήσκονται. ὅθεν καὶ βῆλον ἐν τοῖς βασιλείοις μελέθροις ἐπικρέμαται· τυραννοῦντος γάρ τινος αὐτῷ ἐν τοῖς μέρεσι τῆς Ἰλλυρίας καὶ χειρωθέντος ὑπ’ αὐτοῦ, διὰ τὸ ἰταμὸν καὶ σκληρὸν τὸν ἀντίπαλον γεγονέναι πρὸς μνήμην καὶ τιμὴν τῆς ἑαυτοῦ βασιλείας τὸ κολόβιον αὐτοῦ ἐκρέμασεν καὶ ἔκτοτε οἱ βασιλεῖς βῆλον ἐπιτιθέασιν ἔμπροσθεν αὐτῶν κατὰ μίμησιν ἐκείνου, ὅθεν καὶ ἡ ἀπογραφὴ πρώτη γέγονεν. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 1219

Αὐδῶ · παρὰ τὸ αὔω, τὸ φωνῶ. καὶ εἰς τὸ Ηὖδα

### α 1220

Αὐθαίρετος · παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι, αἱρετός, καὶ μετὰ τῆς αὐτός αὐτοαιρετός καὶ συγκοπῇ αὐταίρετος, καὶ τροπῇ τοῦ τ εἰς θ αὐθαίρετος· σημαίνει δὲ τὸν αὐτοπροαίρετον

### α 1221

Αὐθέντης · ἐκ τοῦ φῶ, τὸ φονεύω, φένω διὰ τοῦ ε φιλοῦ, ἐκθλίψει τοῦ δασέος ἕνω ὁ φόνος, ὄνομα ῥηματικὸν ἕντης, καὶ μετὰ τῆς αὐτός αὐτοέντης, καὶ ἐν συγκοπῇ δασέων αὐτέντης· καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, τρέπεται τὸ τ εἰς θ καὶ γίνεται αὐθέντης

### α 1222

Αὖθι Β · ἐπίρρημα τοπικόν, καὶ ἔστι τῆς ἐν τόπῳ· καὶ γίνεται ἐκ τοῦ αὐτόθι· τοῦτο ἐκ τοῦ αὐτοῦ, Ὅμηρος Θ αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο“, καὶ δηλοῖ τὴν ἐν τόπῳ σχέσιν, ἀντὶ τοῦ ἐκεῖσε. καὶ ὥσπερ ἀπὸ τοῦ ἀγχοῦ γίνεται ἀγχόθι, οὕτως καὶ ἀπὸ τοῦ αὐτοῦ αὐτόθι, καὶ συγκοπῇ αὖθι. διαφέρει δὲ αὖθις καὶ αὖθι· τὸ μὲν αὖθι χωρὶς τοῦ ς τοπικὸν ἐπίρρημα ἀπὸ τοῦ αὐτόθι, τὸ δὲ αὖθις σημαίνει τὸ πάλιν καὶ μετὰ ταῦτα. τὸ θι ι · τὰ εἰς ις ἐπιρρήματα πεφυκότα λέγεσθαι χωρὶς τοῦ ς διὰ τοῦ ι γράφεται· αὖτις καὶ αὖτι, μέχρις καὶ μέχρι αὖθις καὶ αὖθι

### α 1223

Αὐθιγενεῖς · εἰς τὸ Ἰθαγενεῖς

### α 1224

Αὖ θώρηκα · εἰς τὸ Δεύτερον αὖ θώρηκα

### α 1225

Αὐλή · παρὰ τὸ αὔω, τὸ λάμπω, αὐή καὶ πλεονασμῷ τοῦ λ αὐλή. ἢ παρὰ τὸ ἄω, τὸ πνέω

### α 1226

Αὐλίδα Β · ἐκ τοῦ Αὐλίς· τὸ δὲ Αὐλίς, ἐκ τοῦ αὐλίζω αὐλίσω Αὐλίς. καὶ τί μετέχει; ἐπειδὴ ἐκεῖ συνηθροίσθη ἅπας ὁ Ἑλληνικὸς στρατός

### α 1227

Αὐλός · παρὰ τὸ αὔω, τὸ φωνῶ· καὶ Ὅμηρος Υ αὖε δ’ Ἄρησ ἑτέρωθεν“. ἢ παρὰ τὸ ἄω, τὸ πνέω. ἢ παρὰ τὸ αὔω, τὸ βοῶ, ἐξ οὗ Υ αὖε δ’ Ἄρης.“ καὶ εἰς τὸ Ἔναυλος. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 1228

Ἄϋλος · ὁ μὴ ἔχων ὕλην· παρὰ τὸ ὕλη ὗλος καὶ ἄϋλος μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ ὕλη παρὰ τὸ ὕω, τὸ βρέχω, ἡ δι’ ὑγρᾶς αὐξανομένη. τὰ δὲ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν ἀναπέμπουσι τοὺς τόνους

### α 1229

Αὐλῶπις · αὐλίσκον ἔχουσα, καθ’ οὗ πήγνυται ὁ λόφος, ἵν’ ᾖ εἶδος περικεφαλαίας λόφον εἰς ὀξὺ ἀνατεταμένον ἐχούσησ

### α 1230

Αὔρα · παρὰ τὸ ἀήρ κατὰ ἀναστροφὴν παρωνύμως

### α 1231

Αὐρῶ · εἰς τὸ Ἀπούρας

### α 1232

Αὐστηρός · παρὰ τὸ αὔω, τὸ ξηραίνω, ὁ μέλλων αὔσω, ἐξ αὐτοῦ αὐστηρός· ὅπερ παρὰ τὸ ὕω, τὸ βρέχω

### α 1233

Αὐτάρ τοῦ δέ διαφέρει· ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. ὀξύνεται δὲ τὸ αὐτάρ ἢ βαρύνεται; οἱ μὲν οὖν ὀξυτόνως ἀνέγνωσαν, ὡς Καλλίμαχος οἱ δὲ βαρυτόνως λόγῳ τοιῷδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται, οἷον ἄφαρ, δάμαρ, εἶθαρ, οὖθαρ, στέαρ. ῥητέον δέ, ὅτι οὐδεὶς συμπλεκτικὸς σύνδεσμος ἢ περισπᾶται ἢ βαρύνεται, πάντες δὲ σχεδὸν ὀξύνονται

### α 1234

ἀτάρ · ποῖόν ἐστιν ἀναλογώτερον; καὶ λέγομεν, ὅτι κατὰ πλεονασμόν ἐστι τὸ αὐτάρ ἐκ τοῦ ἀτάρ, τὸ δὲ ἀτάρ οὐ δύναται γενέσθαι ἐκ τοῦ αὐτάρ κατὰ ἀποβολὴν τοῦ υ · κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι παρεπόμενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος ἐκτείνειν τὸ α οὐχ ἑτέρου λόγου ἐπικρατοῦντος, οἷον κλαίω κλάω, αἰετός ἀετός, κεφάλαιον κεφαλάδιον, οὔραιον οὐράδιον. εἴπερ οὖν καὶ ὁ αὐτάρ σύνδεσμος ἔνδειαν εἶχε τοῦ υ ἐν τῷ ἀτάρ, παρείπετο ἂν καὶ ἡ τοῦ α ἔκτασις

### α 1235

Αὐτάρκης · παρὰ τὸ αὐτός καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἐπαρκῶν καὶ βοηθῶν

### α 1236

Αὖτε · εἰς τὸ Τότ’ αὖ

### α 1237

Αὐτῆμαρ · ἐπίρρημα καιροῦ παραστατικόν

### α 1238

Ἀϋτῆς Β · παρὰ τὸ αὔω, τὸ φωνῶ· τοῦτο παρὰ τὸ ἄω, τὸ πνέω, καὶ πλεονασμῷ αὔω, ὁ μέλλων αὔσω, ὄνομα ῥηματικὸν αὐλός, ἡ ἐπιμήκης παράτασις, καὶ παρώνυμον ὄνομα αὖλαξ, ἡ ἐπιμήκησ διαχάραξις τοῦ ἀρότρου

### α 1239

Αὐτίκα · ἐπίρρημα μεσότητος καὶ χρόνου δηλωτικόν. τὸ τι ι · τὰ εἰς κα ἐπιρρήματα τῷ ι παραλήγονται, οἷον αὐτίκα ἡνίκα πηνίκα

### α 1240

Αὖτις Β · ἐκ τοῦ τίς καὶ μετὰ τοῦ στερητικοῦ α τοῦ σημαίνοντος τὸ εἰς τοὐπίσω γίνεται ἄτις· καὶ ὥσπερ παρὰ τὸ ἐρύω γίνεται ἐρύσω ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ Α αὐέρυσαν“, οὕτω καὶ ἄτις, ὃ σημαίνει τὸ πάλιν, γίνεται πλεονασμῷ τοῦ υ αὖτις. τί διαφέρει τὸ αὖτις τοῦ πάλιν; διαφέρει· τὸ μὲν γὰρ πάλιν ἐστὶ τοπικόν, τὸ γὰρ εἰς τοὐπίσω δηλοῖ· τὸ δὲ αὖτις ἐστὶ χρονικόν, τὸ ἐξ ὑστέρου γὰρ δηλοῖ

### α 1241

Αὐτοβοεί · τὸ παραχρῆμα συντελεσθῆναι ἐπὶ πολεμικοῖς ἔργοις, οἷον ταχέως, ἅμα βοῇ. παρὰ δὲ Θεοπόμπῳ ἐπὶ τοῦ κατὰ κράτος

### α 1242

Αὐτόθι · εἰς τὸ Αὖθι

### α 1243

Αὐτόματος · παρὰ τὸ μαίω, ἐξ οὗ καὶ μασθός. καὶ εἰς τὸ Μεμαῶτες

### α 1244

Αὐτομάτως · αὐτοκελεύστως, αὐτοκλήτως, αὐτοβούλως· ἀπὸ τοῦ μαίω, ὃ σημαίνει τὸ ζητῶ, γίνεται μαστός, ὃν ἐπιζητοῦσι τὰ βρέφη, καὶ ἐξ αὐτοῦ αὐτόματος, ὁ μὴ ἐπιζητηθείς, ἀλλ’ αὐτὸς ἑαυτὸν ἐπαγαγών· ἀπὸ τούτου καὶ τὸ ἀπροτίμαστος γυνή, ἡ μὴ ἐπιζητηθεῖσα, Τ δ ἀλλ’ ἔμεν’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ μεγάροισιν ἐμοῖσιν.“

### α 1245

Αὔτως Β · ἀντὶ τοῦ ματαίως· καὶ ἔστιν ἐπίρρημα μεσότητος, καὶ ψιλοῦται πρὸς ἀντιδιαστολὴν ἑτέρου τοῦ σημαίνοντος τὸ οὕτως. καὶ τοῦτο διὰ τί ψιλοῦται; τὸ στερητικὸν α ψιλοῦται. καὶ πῶς ἐστι στερητικόν; πόθεν παράγονται τὰ ἐπιρρήματα τῆς μεσότητος; ἐκ τῶν γενικῶν ὀνομάτων. καὶ πῶς ἐστιν ἡ γενικὴ τοῦ ὀνόματος; ἔστιν ἐτός, καὶ σημαίνει τὸν ἀληθῆ, ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ε ἐτεός. τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω, εἰμί· ἐξ αὐτοῦ γίνεται ἐτός, ὁ ἀληθής· τὸ γὰρ ἀληθὲς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐχ ὑπάρχει· καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος, καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει. καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως, καὶ ψιλοῦται ὡς στερητικόν, καὶ κράσει αὔτως. Φωτίου

### α 1246

Αὐχήν · παρὰ τὸν αὐχμός· ξηρὸς γὰρ ὁ τράχηλος καὶ ὀστώδης. καὶ εἰς τὸ Δειρή καὶ Ὀσφύς

### α 1247

Αὐχῶ · εἰς τὸ Εὖχος

### α 1248

Αὕω · σημαίνει τὸ λάμπω. διὰ τί δασύνεται; διότι ἀπὸ τοῦ φῶ, τὸ λάμπω, γίνεται φαύω καὶ αὕω κατὰ ἀποβολὴν τοῦ φ. καὶ εἰς τὸ Αἴης καὶ Ἄνεως καὶ Ἄιττειν καὶ Αὐλή καὶ Ἀϋτῆς καὶ Ἥλιος καὶ Τηλαυγής καὶ Ὠρύω. Ὁμήρου

### α 1249

Ἄφαρ Β · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ εὐθέως· παρὰ τὸ ἅπτω, τὸ εὐθέως καὶ ἅμα τῷ ἅψασθαι γινόμενον. ἐξ οὗ καὶ οἱ Ἴωνες καὶ οἱ Ἐφέσιοι ἀφαρεί λέγουσι τὸ ταχέως καὶ ἀσκόπως ποιεῖν τι ἢ φθέγγεσθαι

### α 1250

Ἀφάρτεροι Ψ · ἀπὸ τοῦ ἄφαρ ἀφάρτεροι, τουτέστι ταχύτεροι. ἢ παρὰ τὸ ἀφαρεί, ὅ ἐστιν ἐσπουδασμένως

### α 1251

Ἀφαυρά · ἀσθενέστερα, ἀμαυρότερα, ἢ κουφότερα· ἀπὸ τοῦ ἀφαυρ όσ ἤτοι ἄγαν παῦρος καὶ ὀλίγος κατὰ δύναμιν. ἢ παρὰ τὸ φῶ, τὸ λέγω, φάρος, πλεονασμῷ τοῦ υ καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαυρός, ὁ μηδενὸς λόγου ἄξιος. Χοιροβοσκοῦ

### α 1252

Ἀφεγγής · ἐκ τοῦ φέγγος φεγγής καὶ ἀφεγγής· τοῦτο δὲ παρὰ τὸ φῶς ἄγειν

### α 1253

Ἀφέηκα · εἰς τὸ Ἀπαιωρημένος καὶ Ἀπῃωρημένος

### α 1254

Ἀφελής · παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ἑλεῖν· ὅπερ σημαίνει τὸν ἄκακον κατὰ τὸ φερόμενον ἐν τῇ κοινότητι. Ὁμήρου

### α 1255

Ἄφενος Α · ὁ ποιητὴς οὐδετέρως χρᾶται τῇ λέξει, τινὲς δὲ ἀρσενικῶς. γίνεται ἐκ τοῦ ἕνος, ὃ σημαίνει τὸ ἐνιαυτόν, ἄφενος προπαροξυτόνως· ἀφενὸς δὲ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου. ἕνος δέ, ὁ ἐνιαυτός, παρὰ τὸ ἕω, τὸ πληρῶ. ἄφενος οὖν ὁ ἐξ ἑνὸς ἐνιαυτοῦ συναγόμενος πλοῦτος, πλοῦτος δὲ ὁ ἐκ πολλῶν

### α 1256

Ἄφενος · τὸ ἀπ’ ἐνιαυτοῦ περιὸν εἰς νέωτα· ἢ ἄπενος, τὸ μὴ ἐν πενίᾳ, ἀλλ’ ἐν περιουσίᾳ χρημάτων. Δίδυμος

### α 1257

Ἀφέξει · ἐκ τοῦ ἔχω ἀπέχω ἀφέξω

### α 1258

Ἄφετος · παρὰ τὸ ἀφίημι

### α 1259

Ἀφέωνται · ἀφίημι, ὁ παρακείμενος ἀφῆκα, ὁ Ἀττικὸς ἀφέωκα· οἱ γὰρ Ἀττικοί, ἡνίκα πλεονασμὸν τοῦ ε κατὰ τὸν παρακείμενον ποιήσωσι, τότε καὶ τὸ ἐπαγόμενον φωνῆεν εἰς ω τρέπουσι· ὁ παθητικὸς ἀφέωμαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἀφέωνται αὐθυπότακτον

### α 1260

Ἁφή · παρὰ τὸ ἅπτω, ὃ σημαίνει τὸ προσεγγίζω, ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα καὶ ἐξ αὐτοῦ ἡφή καὶ ἁφή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1261

Ἀφῆκα · παρὰ τὸ ἀφίημι ἀφήσω ἀφῆκα. εἰς τὸ Ἀπῃωρημένος

### α 1262

Ἀφηνιάζω · εἴρηται ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἵππων τῶν σκληρυνομένων καὶ ἄποθεν τῶν ἡνίων καθεστώτων. ἀφηνιάζειν οὖν τὸ σκληρύνεσθαι καὶ ἄπο τῆς εὐθείας ὁδοῦ εἶναι. γίνεται ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸν λῶρον, ἡνιάζω καὶ ἀφηνιάζω

### α 1263

Ἀφήσω Β · ὁ παρακείμενος ἀφῆκα· καὶ οἱ Ἴωνες πλεονάζουσι τὸ ε ἥνδανε ἑήνδανε, ὥρακα ἑώρακα, οὕτως ἀφέηκα· καὶ τὸ μακρὸν εἰς μακρὸν τρέπεται, τὸ η εἰς ω καὶ γίνεται ἀφέωκα, τὸ παθητικὸν ἀφέωμαι καὶ ἀφέωνται. Νικήτου

### α 1264

Ἄφθιτον · ἔστι φθίω, τὸ φθείρω

### α 1265

Ἄφθιτον Β · ἐκ τοῦ φθιτός καὶ τοῦ α τοῦ στερητικοῦ· τοῦτο παρὰ τὸ φθίω· τοῦτο δὲ διφορεῖται καὶ διὰ τοῦ ι καὶ διὰ τῆς διφθόγγου γράφεται

### α 1266

Ἀφίγμεθα · ἀπὸ τοῦ ἵκω ἵξω ἷχα ἷγμαι, ὥσπερ λέλεχα λέλεγμαι· καὶ λαμβάνει τὴν πρόθεσιν καὶ γίνεται ἀφῖγμαι καὶ ἀφίγμεθα τὸ πληθυντικόν. Εὐλογίου σχολαστικοῦ. Εὐλογίου

### α 1267

Ἀφίγμεθα · ἀπὸ ποίου θέματος; καὶ λέγομεν ἀπὸ τοῦ ἵκω ἵξω ἷχα, ὁ παρακείμενος παθητικὸς ἷγμαι, ὥσπερ λέλεχα. ἐγράφη

### α 1268

Ἀφίει Α · ἔστι ῥῆμα ἱῶ περισπώμενον καὶ δασυνόμενον· τούτου ὁ παρατατικὸσ ἵουν, τὸ δεύτερον ἵεις, τὸ τρίτον ἵει καὶ ἐν συνθέσει ἀφίει, ἐξ οὗ καὶ τὸ Α προΐει“. ἰστέον δέ, ὅτι τοῦ τίθημι καὶ δίδωμι καὶ ἵημι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰς ω εἰσὶν ἐν χρήσει ἤπερ ἀπὸ τῶν εἰς μι · Α ὧς εἰπὼν ἐν χερσὶ τίθει“ καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.“ Γεωργίου

### α 1269

Ἀμφιειμένος · ὁ ἐνδεδυμένος· παρὰ τὸ ἕω γέγονε, ὃ σημαίνει τὸ ἐνδύομαι· τούτου ὁ μέλλων ἕσω, ὁ μέσος παρακείμενος εἷα καὶ ὁ παθητικὸς εἷμαι καὶ ἡ μετοχὴ εἱμένος καὶ ἐν συνθέσει ἀμφιειμένος

### α 1270

Ἀφικέσθαι · εἰς τὸ Ἱκέσθαι

### α 1271

Ἄφιξις · διὰ τοῦ ι · γέγονε δὲ ἀπὸ παθητικοῦ ῥήματος τοῦ ἀφῖγμαι ἀφῖξαι ἀφῖκται καὶ ἄφιξις

### α 1272

Ἀφίει · τὸ θέμα ἀφιῶ, τὸ πέμπω, ὁ παρατατικὸς ἀφίεον ἀφίουν, ἀφίεες ἀφίεις, ἀφίεει ἀφίει τρίτου προσώπου

### α 1273

Ἀφλοισμός · παρὰ τὸ ἀφροισμός. Γεωργίου

### α 1274

Ἀφνειός ·. ἔστιν ἕνος, ὁ ἐνιαυτός· ἐκ τούτου γίνεται ἄφενος, οἱονεὶ ὁ ἐκ τοῦ καρποῦ τοῦ ἐνιαυτοῦ συναγόμενος πλοῦτος. ἐκ τοῦ ἄφενος οὖν γίνεται ἀφενειός, καὶ κατὰ συγκοπὴν τοῦ ε ἀφνειός. καὶ εἰς τὸ Ὀλβιόδαιμον καὶ Πλούσιος

### α 1275

Ἄφνω · τὸ ἐξ ἀφανοῦς· ἀφανής ἀφανῶς ἐπίρρημα, συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς ἄφνω. βαρύνεται δὲ ὡς τὸ πόρρω ἔξω

### α 1276

Ἀφόρδια · παρὰ τὸ ἔξω τῆς ὁδοῦ προχωρεῖν

### α 1277

Ἀφορία · εἰς τὸ Ἀπορία

### α 1278

Ἀφοσιοῦται · τὸ πληροῦται· ἐκ τοῦ ἀφοσιῶ· τοῦτο παρὰ τὸ ὅσιος ὁσιῶ καὶ ἀφοσιῶ, τὸ τὰ νενομισμένα ἐπὶ τῇ ταφῇ πληρῶ

### α 1279

Ἀφοσιῶ · τὸ πληρῶ καὶ ἀποδιδῶ

### α 1280

Ἀφραδία Β · ἐκ τοῦ ἀφραδής μετὰ τοῦ στερητικοῦ α ὁ ἄβουλος καὶ ἄπειρος, καὶ τὸ θηλυκὸν ἀφραδία

### α 1281

Ἀφροδίτη · Εὐριπίδης παρὰ τὴν ἀφροσύνην τὰ μῶρα γὰρ πάντ’ ἐστὶν Ἀφροδίτη γίνεται βροτοῖσ“· ἐναντία γάρ ἐστιν αὕτη τῇ φρονήσει. καὶ Ἐπαφρόδιτος παρὰ τὸ ἀφραδές, τουτέστι μὴ νομίζουσα· φρόνησιν, διὰ τὸ ἀφραδὲς καὶ ἄγνωστον τῆς μίξεως· ἢ παρὰ τὸν ἀφρὸν τῆς συνουσίας, ἢ διὰ τὸ ἐκ θαλάττης αὐτῆς τὴν γένεσιν εἶναι. ὁ δὲ Δίδυμος παρὰ τὸ ἁβρὸν τῆς διαίτης· τὸ γὰρ β τοῦ φ συγγενές ἐστι, δῆλον δὲ ἐκ τοῦ τοὺς Μακεδόνας τὸν Φίλιππον Βίλιππον καλεῖν καὶ τὸν φαλακρὸν βαλακρὸν καὶ τοὺς Φρύγας Βρύγας καὶ τοὺς ἀνέμους, διὰ τὸ φυσᾶν φυσητὰς ὄντας, βύκτας, καὶ Ὅμηρος κ βυκτάων ἀνέμων.“ διχῶς δὲ καὶ ἡ ἁβροδίαιτος, ὅτι δεῖ αὐτῇ διὰ τὸ κάλλος χλιδῆς, ἢ ὅτι οἱ κατεχόμενοι τῇδε τῇ θεῷ ἁβροὶ καὶ πολυτελεῖς. Γεωργίου

### α 1282

Ἀφροδίτη · ὥσπερ ἀπὸ τοῦ φυτόν γέγονε φυτρός καὶ φιτρός κατὰ τροπὴν τοῦ υ εἰς ι ὅ ἐστι κορμός, καὶ ἀπὸ τοῦ δύο φέρειν γίνεται δυόφορος καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δίφορος καὶ δίφροσ, ὅ ἐστιν ἅρμα, παρὰ τὸ δύο φέρειν· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀναδῦσα καὶ τοῦ ἀφροῦ ἀνέρχεσθαι γίνεται ἀφροδύτη καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Ἀφροδίτη. γέγονε δὲ παρὰ τὸν ἀφρὸν Ἀφροδίτη. Ἀφροδίτη δὲ λέγεται παρὰ τὴν ἀφροσύνην. καὶ εἰς τὸ Ἀνεπαφρόδιτος

### α 1283

Ἀφροντιστήσας · ἀμεριμνήσας, ἢ ἀμελήσας. ἀπὸ τοῦ ἀφροντιστῶ· τοῦτο παρὰ τὸ φροντίζω φροντίσω πλεονασμῷ τοῦ τ μετὰ περισπωμένου τόνου φροντιστῶ, καὶ ἀφροντιστῶ μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ φροντίζω παρὰ τὸ φροντίς· τοῦτο παρὰ τὸ τὰς φρένας τίειν, ὅ ἐστι τιμωρεῖν· οἱ γὰρ φροντίδα ἔχοντες, τὰς φρένας τιμωροῦνται. συντάσσεται μετὰ γενικῆς

### α 1284

Ἄφρων ἀνοήτου διαφέρει· ἄφρων ἐστὶν ὁ ἐστερημένος φρονήσεως καὶ ὁ πρὸς τὰ κοινὰ καὶ ἀνθρώπινα διορατικῶς μὴ ἔχων καὶ ὁ ἄθεος καὶ ὁ ἐθνικῶς ζῶν· ἄνους δὲ ὁ μὴ ἔχων τὰ τοῦ ἀνθρώπου ἐξαίρετα, ἀλλὰ καὶ τὸ περὶ τὴν ζωὴν βλαβερόν, καὶ Ἰουδαϊκῶς καὶ τὴν τοῦ νόμου τήρησιν πολιτευόμενος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1285

Ἄφρων · παρὰ τὸ φρῶ, τὸ προϊῶ, μετὰ τοῦ στερητικοῦ α

### α 1286

Ἀφυής · ἐκ τοῦ φυής, ὃ σημαίνει τὸν τρόπον καὶ τὴν θέσιν, Γ ἀμφοτέρων δὲ φυὴν ἐδάην,“ καὶ μετὰ τοῦ στερητικοῦ α ἀφυής, οἱονεὶ ὁ κακότροπος. εὐφυής δὲ καὶ εὐμαθής διαφέρει· εὐμαθὴς μὲν ὁ καλῶς μανθάνων, εὐφυὴς δὲ ὁ πανοῦργος καὶ σκώπτης. Φωτίου

### α 1287

Ἄφυκτος · εἰς τὸ Ἐτύχθη

### α 1288

Ἀφύξειν Α · παρὰ τὸ ἀφύσσω, τὸ ἀπαντλῶ· Δωρικὴ δὲ ἡ λέξις· ἐν πλεονασμῷ τοῦ λ λαφύσσω· γίνεται οὖν ἀφύξειν τὸ ἀπαρέμφατον μέλλοντοσ. τὸ ἀφύσσω ἀπὸ τοῦ φυσσῶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀφύσσω ἀπὸ μεταφορᾶς τῶν φυσωμένων ἀσκῶν

### α 1289

Ἀφυσγετός · παρὰ τὸ ἀφύσσεσθαι ὑπὸ τοῦ ῥεύματος. καὶ εἰς τὸ Ἐξαιρέτως

### α 1290

Ἀφυσσόμενοι Γ · μετοχὴ χρόνου ἐνεστῶτος. τὸ ῥῆμα ἀφύσσω, οὗ ὁ μέλλων ἀφύξω, Α καὶ πλοῦτον ἀφύξειν“· γίνεται δὲ ἐκ τοῦ φύω, τὸ κρατῶ, Ζ ἔν τ’ ἄρα οἱ φῦ χειρί“, μετὰ τοῦ ἐπιτατικοῦ α ἀφύω, ὁ μέλλων ἀφύσω, καὶ πλεονασμῷ τοῦ ς ἀφύσσω μεταγομένου τοῦ χρόνου εἰς ἐνεστῶτα. καὶ ἀνατρέπεται δέ, ἐπειδὴ τὰ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα παραγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. γίνεται οὖν ἐκ τοῦ ἀρύω, τὸ ἀπαντλῶ, κατὰ τροπὴν τοῦ ἀμεταβόλου εἰς φ ἀφύσσω. ψιλοῦται. τὸ α πρὸ τοῦ δασέος ψιλοῦται, χωρὶς τοῦ ἁφή

### α 1291

Ἁφῶ · εἰς τὸ Ψηλαφῶ

### α 1292

Ἀχαιΐδες Β · ἐκ τοῦ Ἀχαιΐς· τοῦτο δὲ ἐκ τοῦ Ἀχαιά, καὶ σημαίνει β. Ἀχαιός· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐθνικοῦ. ποσαχῶς λαμβάνονται τὰ ἐθνικά; τετραχῶς· ἐκ πόλεως, ἐκ χώρας, ἐξ ἔθνους, ἐκ βασιλείας. τὸ δὲ Ἀχαιός παρειλήφθη ἀπὸ βασιλέως ἀπὸ Ἀχαιοῦ. διὰ τί ὀξύνεται; τὰ διὰ τοῦ αιος εἰ ἔχει πρὸ τῆς αι διφθόγγου τὸ χ προπερισπῶνται, οἷον ἀρχαῖος τροχαῖος· σεσημείωται τὸ Ἀχαιός καὶ τὸ Ἐρυσίχαιος· ἔστι δὲ ὄνομα ἔθνους

### α 1293

Ἀχαλίνωτον · τὸ λι ι. διὰ τί; τὰ διὰ τοῦ ινω ῥήματα. τὸ νω μέγα. διὰ τί; ἡ δὲ γνώρισις τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος· χαλινῶ, χαλινώσω

### α 1294

Ἀχανές · παρὰ τὸ ἄγαν κεχηνέναι

### α 1295

Ἄχερδος · βοτάνη· παρὰ τὸ χειρὶ αὐτὴν μὴ δύνασθαι λαβεῖν διὰ τὸ ἀκανθῶδες

### α 1296

Ἀχέω · εἰς τὸ Ἀκέων

### α 1297

Ἄχθομαι · παρὰ τὸ ἄχος ἄχομαι καὶ ἄχθομαι

### α 1298

Ἄχθος · εἰς τὸ Ἀπηχθημένος καὶ Ἄχος

### α 1299

Ἀχιλλεύς · παρὰ τὸ ἄχος γενέσθαι τῇ μητρί· ἢ διὰ τὸ μὴ χιλῷ ἀνατραφῆναι

### α 1300

Ἀχιλλεύς · παρὰ τὸ χιλός, ὃ δηλοῖ τὴν τροφήν, χιλεύς, καὶ μετὰ τοῦ στερητικοῦ α Ἀχιλλεύς, ὁ ἐστερημένος τῆς τροφῆς· λέγουσι γὰρ αὐτὸν ἐκ μυελῶν ἐλάφων τραφῆναι

### α 1301

Ἀχλάδια · ἀκράδες, διὰ τὸ ἀνέλκειν τὸ κῆρ, τουτέστι τὴν ψυχήν, ἐσθιόμενα πολλά· ἢ διὰ τὸ ἀχρεῖον

### α 1302

Ἀχλύς · παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν· ἄχος γὰρ ἡ λύπη. Φωτίου

### α 1303

Ἀχλύς · ἔστι χέω καὶ ἐξ αὐτοῦ γίνεται χύω χύσω, ὥσπερ ῥέω ῥύω· ἐκ τοῦ χύσω ἀποβολῇ τοῦ ω χύς, καὶ πλεονασμῷ τοῦ λ χλύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχλύς, ἡ πάνυ κεχυμένη· ζόφος γάρ ἐστιν. ἢ ἀπὸ τοῦ ἄχος ἀχύς καὶ πλεονασμῷ τοῦ λ ἀχλύς. ἢ παρὰ τὸ ἄγαν εἰλύειν καὶ ἀποκρύπτειν

### α 1304

Ἀχνύμενοι Β · ἐκ τοῦ ἄχω· τοῦτο ἐκ τοῦ χῶ, τοῦ δηλοῦντος τὸ διαχεῖσθαι τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς καὶ χαρᾶς, ἐξ οὗ γίνεται χαίρω· λοιπὸν ἐκ τοῦ χῶ γίνεται ἄχω, τὸ μὴ διαχεῖσθαι ἀλλὰ συνέχεσθαι ὑπὸ τῆς λύπησ τὴν ψυχήν. ἢ χῶ, τὸ χωρῶ, χός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ χωρούμενον διὰ τὴν λύπην· γίνεται ἀχῶ ἀχύω, καὶ πλεονασμῷ τοῦ ν ἀχύνω, καὶ ἐν ὑπερβιβασμῷ ἀχνύω καὶ ἄχνυμαι καὶ τὰ ἑξῆς

### α 1305

Ἄχος Β · ὄνομα παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ α ἡ λύπη ἡ μὴ διαχέουσα τὴν ψυχὴν ἀλλὰ συγχέουσα, ὥσπερ τοὐναν τίον ἐπὶ τοῦ χαίρω παρὰ τὸ διαχεῖσθαι. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ. τὸ γενικόν ἐστιν ἡ λύπη. εἴδη δὲ αὐτῆς δ· ἄχος, ἄχθος, φθόνος καὶ ἔλεος. τί ἐστιν ἄχος; λύπη ἀφωνίαν ἐμποιοῦσα. τί ἐστιν ἄχθος; λύπη βαροῦσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀβουλίᾳ τῶν συμβαινόντων, ἤτοι ἀφορήτοις συμβάσεσι. τί ἐστι φθόνος; λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. τί ἐστιν ἔλεος; λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς· πάσχει γάρ τις καὶ σὺ ἐλεεῖς

### α 1306

Ἄχος · παρὰ τὸ χῶ, τὸ χέω, μετὰ τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ διαχεόμενον. ἢ ἀπὸ τοῦ μὴ διαχεῖσθαι, ὅθεν καὶ τὸ χαίρειν παρὰ τὸ διαχεῖσθαι. καὶ εἰς τὸ Ἀχνύμενοι καὶ Ἦχος. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 1307

Ἄχραντε · ἐκ τοῦ χραίνω, τὸ μολύνω, χρανῶ, ὁ παθητικὸς παρακείμενος. ἐγράφη

### α 1308

Ἄχραντον · παρὰ τὸ μὴ χραίνεσθαι· χραίνειν γάρ ἐστι τὸ μιαίνειν

### α 1309

Ἀχρεῖος Β · γίνεται ἐκ τοῦ χρεία, καὶ ὤφειλεν εἶναι ἄχρειος· κανὼν γάρ ἐστιν ὁ λέγων οὕτως· τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν συντιθέμενα προπαροξύνεται, οἷον πύλη Εὐρύπυλος, κεφαλή ἀκέφαλος· οὕτω καὶ χρεία ἄχρειος. ἀλλ’ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ειος ὀνόματα ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α μεθ’ ὅ ἐστι β σύμφωνα ἢ καὶ γ, πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον ἀστεῖος Βακχεῖος Καδμεῖος. τούτοις συνεξηκολούθησε καὶ τὸ ἀχρεῖος. ὡς οὖν εἴπομεν, ἐκ τοῦ χρεία μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος, οὗ μὴ ἔχει τις χρείαν, καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον· ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν

### α 1310

Ἀχρεῖος · παρὰ τὸ χρέος γέγονεν· ἢ παρὰ τὸ χρεία χρεῖος, καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος

### α 1311

Ἀχρειῶ · εἰς τὸ Τελείω. Εὐλογίου

### α 1312

Ἄχρι σημήνῃ· πόθεν; ἀπὸ τοῦ σημαίνω, ὁ μέλλων σημανῶ, ὁ πρῶτος ἀόριστος ἐσήμανα καὶ Ἰωνικῶς τροπῇ τοῦ πρώτου α εἰς η γίνεται ἐσήμηνα, ὁ πρῶτος ἀόριστος ὁ μέλλων τὸ ὑποτακτικὸν ἐὰν σημήνω, σημήνῃς, σημήνῃ. τὸ γὰρ ἄχρι ἀντὶ τοῦ ἕως λαμβάνεται μετὰ τοῦ ὑποτακτικοῦ

### α 1313

Ἄχρι · παρὰ τὸ μέχρι ἀμοιβῇ στοιχείου

### α 1314

Ἀχῶ · εἰς τὸ Ἀκηχέδαται

### α 1315

Ἄψ Γ · ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ εἰς τὰ ὀπίσω πλεονασμῷ τοῦ ψ γίνεται ἄψ· καὶ ἐρύω ἀερύω, τὸ εἰς τὰ ὀπίσω, καὶ πλεονασμῷ τοῦ υ Α αὐέρυσαν μὲν πρῶτα.“ οἱ δὲ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ὁ μέλλων ἕψω, ἕψ καὶ ἄψ. σημαίνει δὲ γ·. Ν ἂψ δὲ ἦλθεν.“ σημαίνει δὲ τὸ ἔσω ρ ἂψ δ’ ὅ γ’ ἐπ’ οὐδὸν ἰὼν κατ’ ἄρ’ ἕζετο“. καὶ εἰς τὸ Ὀψιτέλεστον

### α 1316

Ἅψεα · παρὰ τὸ συνῆφθαι αὐτὰ εἰς σύστασιν ὅλου τοῦ σώματος

### α 1317

Ἀψίκορον · παρὰ τὸ ἄψ, ὃ σημαίνει τὸ εὐθέως, καὶ τὸ κόρος· τὸ εὐθέως κόρον λαμβάνον καὶ ταχέως πληρούμενον

### α 1318

Ἄψορρον · ἐπίρρημα μεσότητος· ἀντὶ τοῦ ὀπισθόρμητον. καὶ γίνεται ἐκ τοῦ ἄψ, τὸ ὀπίσω, καὶ τὸ ὄρω, τὸ διεγείρω, πλεονασμῷ τοῦ ρ ποιητικῶς

### α 1319

Ἄψορροι · σημαίνει δύο· τὸ εἰς τοὐπίσω Γ ἄψορροι προτὶ Ἴλιον“,. Μ ἄψορροι προτὶ ἄστυ λέλιχθεν.“

### α 1320

Ἀψοφητί · πόθεν; ἐκ τοῦ ψόφος, ὃ σημαίνει τὸν κτύπον, γίνεται ψοφῶ, καὶ ὁ μέλλων ψοφήσω, καὶ ἐξ αὐτοῦ ἀψοφητί. τὸ τι ι. διὰ τί; τὰ εἰς τι ἐπιρρήματα διὰ τοῦ ι γράφεται, οἷον ἀναιμωτί ἀγελαστί ἀψοφητί ἀμογητί· καὶ Ὅμηρος Λ Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν“· πλὴν τοῦ ἀκηρυκτεί ἀφιετεί ἀνοητεί καὶ ἀνουτητεί

### α 1321

Ἄω · εἰς τὸ Ἄημα καὶ Ἀτμίς καὶ Ἀϋτῆς καὶ Ἐριώλη καὶ Εὐώδης καὶ Ζῆθι καὶ Ἠέρι καὶ Ηὖδα

### α 1322

Ἀωρία · ἔστιν ὥρα καὶ σημαίνει τὸ φῶς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄωρος, καὶ τὸ θηλυκὸν ἀωρία, ἤγουν σκότος· τοῦτο δὲ παρὰ τὸ ὁρῶ, τὸ βλέπω

### α 1323

Ἄωρτο Γ · ὁ μὲν Ἡρωδιανὸς λέγει, ὅτι σημαίνει τὸ ἥρμοστο, τουτέστι παρὰ τοῦ ξίφους κολεόν· ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην, ἦρσο, ἦρτο, Ἰωνικῶς ἄρτο, καὶ πλεονασμῷ τοῦ ω ὥσπερ εἶθα εἴωθα, ἄρτο ἄωρτο γίνεται. τινὲς δὲ λέγουσι τὸ ἐκρέματο· καὶ γίνεται αἴρω, τὸ κουφίζω καὶ κρεμῶ, ὁ μέλλων ἀρῶ, καὶ Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην, ἦρσο, ἦρτο, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ὦρτο, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς ἄωρτο

### α 1324

Ἄωτον · εἰς τὸ Ἀέσαι καὶ Ἄκρον ἄωτον. Β

### β 2

Βαάλ · εἰς τὸ Βεελφεγώρ

### β 3

Βάβαξ · παρὰ τὸ βάζω, βάξω, βάβαξ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 4

Βαβυλών · Ἑβραία ἡ λέξις, Βαβέλ, τουτέστι σύγχυσις ἢ τάραχος

### β 5

Βάδην · εἰς τὸ Παραβλήδην

### β 6

Βάζω · παρὰ τὸ βοή βοάζω καὶ βάζω, ἢ ἀπὸ τοῦ φῶ φάζω καὶ βάζω. καὶ εἰς τὸ Ἀσπάσιος καὶ Βάκχος

### β 7

Βάθρος · εἰς τὸ Βόθρος

### β 8

Βαθύγειος · ἀπὸ τοῦ βαθύ καὶ τοῦ γέα γέγονε βαθύγεος, καὶ ἐκεῖθεν βαθύγειος

### β 9

Βαίνειν · εἰς τὸ Αἴνυτο καὶ Βίβημι

### β 10

Βαιόν · εἰς τὸ Ἀκριβής

### β 11

Βαΐον · παρὰ τὸ βίᾳ τίλλεσθαι

### β 12

Βακτηρία · διὰ τὸ τὸν βαίνοντα τηρεῖν

### β 13

Βακχεύειν · εἰς τὸ Ἀναβακχεύειν. Χοιροβοσκοῦ

### β 14

Βακχεύω · Βάκχος ὁ μέθυσος λέγεται καὶ ὁ Διόνυσος. ἐτυμολογεῖται δὲ παρὰ τὸ βοᾶν μετὰ ἤχου

### β 15

Βάκχος · παρὰ τὸ βάζω βάξω βάκχος· οἱ γὰρ μέθυσοι μεγάλως κράζουσιν

### β 16

Βαλακρόν · εἰς τὸ Ἀφροδίτη

### β 17

Βαλανεῖον · τὸ λουτρόν· παρὰ τὸ βαλάνοις παρὰ τοῖς ἀρχαίοις ὑποκαίεσθαι

### β 18

Βαλβίς · ἡ ἀφετηρία καὶ ὁ καμπτός, ἤγουν ἡ ἄφεσις τῶν δρομέων. ἦσαν δὲ ξύλα δύο, ἀφ’ ὧν σχοινία διετείνετο, ἀφ’ ἧς βαλβίδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλός, Ψ βηλῷ ἔπι λιθέῳ“, καὶ ὥσπερ παρὰ τὸ ψῆφος γίνεται ψηφίς, οὕτως καὶ παρὰ τὸ βῆλος βηλός βηλίς, καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ β βαλβίς

### β 19

Βαλίος · ἵππος τοῦ Ἀχιλλέως. σημαίνει καὶ τὸ ποικίλος. Εὐρι πίδης βαλίαν ἔλαφον“ φησί, παρὰ τὸ πάλλεσθαι διὰ τὸ τάχος. ἢ φάλιός τις ὤν, ὁ λευκομέτωπος

### β 20

Βάλλερις · ὁ βάλλων ἔριν ἤγουν μάχην· ἢ ὁ βάλλων ἔραν, ἥτις ἐστὶ γῆ

### β 21

Βάλλετε Γ · σημαίνει τὸ τοξεύετε· βολὴ γὰρ κυρίως ἡ ἀπὸ τοῦ τόξου πεμπομένη

### β 22

Βάλλον Μ · ῥῆμα ὁριστικὸν πληθυντικόν· δύναται εἶναι καὶ ἑνικόν· ἔβαλλον ἐγώ“. χρόνου παρατατικοῦ, συζυγίας πέμπτης. ἀπὸ τοῦ βάλλω βλῶ βλῆμι. ὁ δεύτερος ἀόριστος ἔβλην, καὶ τὸ εὐκτικὸν βλείην, τὸ δεύτερον βλείης, καὶ μετὰ τοῦ θα βλείησθα· ἡ μετοχὴ βλείς, ὡς θείς. ἀπὸ τοῦ βλείμην τὸ δεύτερον βλεῖο. τὸ δὲ Ι βεβολήατο“ ὡς ἀπὸ θέματος τοῦ βολῶ, ὅπερ ἐγένετο παρὰ τὸ βολή, καὶ τὸ μὲν ἀκόλουθον βεβολέατο, κατὰ δὲ ἔκτασιν βεβολήατο

### β 23

Βάλλω · εἰς τὸ Ἀβελτηρία καὶ Βέλεσιν. Φωτίου

### β 24

Βαλών · αἱ εἰς ων λήγουσαι μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται· δραμών, ἐλθών, πιών· οὕτως οὖν καὶ βαλών. ἀντίκειται τὸ πέφνων. αἱ γὰρ εἰς ων λήγουσαι μετοχαί ποτε ἐν ἐπιπλοκῇ ἔχουσαι σύμφωνον, ἐὰν τὸ δεύτερόν ἐστιν ἀμετάβολον, πάντως βαρύνονται· κάμνων, τέμνων· τοιοῦτον καὶ τὸ πέφνων

### β 25

Βαμβαίνω · παρὰ τὸ μεταβαίνω· οἱ γὰρ ἐν φόβῳ οὐ δύνανται στῆναι. μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς γλώττης

### β 26

Βάναυσος · παρὰ τὸ τὰς βαύνους, ὅ ἐστι τὰς καμίνους, μετέρχεσθαι. καὶ εἰς τὸ Κλίβανος καὶ Τεχνίτης. Ὠρίωνος

### β 27

Βάπτισμα · διὰ τὰ τοῦ βίου πταίσματα. ἢ βάπταισμα, ἤγουν ὃ βάπτει τὸ πταῖσμα, τουτέστι πλύνει

### β 28

Βάπτω · παρὰ τὸ βῶ, τὸ βαίνω, παράγωγον βάπτω, οἷον ἐμβαίνειν ποιῶ

### β 29

Βάρβιτος · εἶδος μουσικοῦ ὀργάνου, ψαλτήριον ἢ κιθάρα. εἴρηται δὲ οἱονεὶ βαρύμιτός τις ὤν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ τὰσ νευρὰς ἔλεγον, ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς τοῖς στήμοσιν ἐκέχρηντο. ὅθεν καὶ οἱ Αἰολεῖς βάρμιτον λέγουσι διὰ τοῦ μ

### β 30

Βάρεις · πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι, σφῦραι· τινὲς δὲ λέγουσιν, αἱ μεγάλαι καὶ ὑπόβαθροι πέτραι. ἐτυμολογεῖται δὲ παρὰ τὸ μετὰ βίας πολλῆς ἀρηρέναι. βάρις, βάρεως. ὁ κανών· καὶ ὅσα τὸ ρ ἔχει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 31

Βάρεων · ἡ εὐθεῖα ἡ βάρις, τῆς βάρεως. σημαίνει δὲ βάσταγμα. γέγονε δὲ ἀπὸ τοῦ βάρος βάρις, τὸ βίᾳ αἰρόμενον

### β 32

Βασάν · εἰς τὸ Ἐκ Βασάν

### β 33

Βάσανος · λέγεται ἡ κόλασις. παρὰ τὸ βιάζω βιάσω βιάσανος, καὶ κατὰ συγκοπὴν βάσανος· ἢ παρὰ τὸ βία βίβημι βήσω καὶ τὸ ἀνία, ὃ σημαίνει τὴν λύπην· ἢ ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζεται ὁ χρυσὸς κἄν τε ὄβρυζος κἄν τε κίβδηλός ἐστιν

### β 34

Βασία · εἰς τὸ Ὑπερβασία

### β 35

Βασιλεία · εἰς τὸ Τυραννίς

### β 36

Βασιλεύς · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἄναξ ὁ βασιλεύς, προφήτης, ἄναξ, ταῦτα πρὸς μὲν τὰ προσηγορικὰ τασσόμενα τάξιν ἐπιθετικὴν ἔχει· ὁ βασιλεὺς Κωνσταντῖνος, ὁ προφήτης Σαμουήλ· ἐπιθέτοις δὲ συμπλεκόμενα προσηγορικὰ γίνεται· ὁ καλὸς βασιλεύς, ὁ εὐκλεὴς πολίτης. ἔστι γὰρ ὅτε τὰ ἐπίθετα τὰ αὐτὰ καὶ προσηγορικὰ γίνεται καὶ ἐπιθετικά, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπιτιθέμενα· δίκαιος, σοφός, μέγας· ταῦτα δὲ ἐπίθετα ὄντα πολλάκις προσηγορικῶν καὶ ἐπιθετικῶν σύνταξιν ἐπέχουσιν, ἀλλήλοις ὑποκείμενά τε καὶ ἐπιτιθέμενα, οἷον δίκαιος, σοφός, μέγας· ὁ σοφὸς δίκαιος, ὁ μέγας δίκαιος

### β 37

Βασιλεῖς · ἀπὸ τοῦ βασιλέες γέγονε κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον

### η 1

ἡγεμών διαφέρει· βασιλεὺς μὲν γὰρ ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος

### β 38

Βάσκανος · παρὰ τὸ φάσκανος, ὁ τοῖς φάεσι καίνων, τουτέστιν ἀποκτείνων· ἢ ὁ τοῖς φάεσι σαίνων, ἤγουν βλάπτων

### ε 6

ἐπιβασκέμεν Β · ῥῆμα ἀπαρέμφατον ἐνεστῶτος. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προ φέρουσι. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, καὶ ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ασκω γίνεται, οἷον· γενειῶ γενειάσκω, ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω καὶ τροπῇ Σ ἠλασκάζων“

### β 39

Βάσκ’ ἴθι Β · φησί ὡς ἄπιθί τινες καὶ οὐχὶ ἐν παραθέσει. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς μι λήγοντα μετὰ προθέσεων ὀφείλει συντίθεσθαι, οἷον μέτειμι καὶ σύνειμι καὶ ἔξειμι, μετ’ ἄλλων δὲ λέξεων οὐδαμῶς. τὸ οὖν ἴθι ἀπὸ τοῦ εἶμι. καὶ πάλιν ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς θι παραχθέντα προστακτικὰ κατ’ ἀρχὴν οὐ συντίθεται πλὴν τῶν προθέσεων· ὥστε δῆλον ὅτι ἐν παραθέσει δεῖ αὐτὸ ἀναγινώσκειν. τὸ δὲ βάσκε ἀπὸ τοῦ βάσκω. τὸ δὲ βάσκω παρὰ τὸ βῶ βήσω, βήσκω πλεονασμῷ τοῦ κ. ἐπειδὴ δὲ οὐδέποτε βαρύτονος μέλλων διὰ τοῦ κ ἐκφέρεται, μετάγεται εἰς ἐνεστῶτα. βαρύτονος μέλλων“ εἶπεν διὰ τὸ πλακῶ· τὸ γὰρ κ ἔχει, ἀλλ’ ἔστι περισπώμενον. καὶ τροπῇ τοῦ η εἰς α βάσκω

### β 40

Βασσαρίδες · παρὰ τὸ ὑπόδημα τὸ λεγόμενον βασσάρη, ὅπερ εἴρηται παρὰ τὸ βάσει ἀρηρέναι. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### β 41

Βάτος · κατὰ ἀντίφρασιν ἄβατός τις οὖσα, ἐφ’ ἧς οὐκ ἔστι τίς ἐπιβῆναι διὰ τὸ ἀκανθῶδες

### β 42

Βάτος · διὰ τί βαρύνεται; τὰ εἰς τος λήγοντα ὀνόματα βραχείᾳ παραληγόμενα μονογενῆ πρὸ μιᾶς τὸν τόνον ἔχει, οἷον κότος κρότος σκότος βάτος πάτος πλάτος. σεσημείωται τὸ βροτός καὶ στρατός ὀξυνόμενα

### β 43

Βάτραχος · παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν· βοάτραχός τις ὤν

### β 44

Βαῦνοι · αἱ κάμινοι· παρὰ τὸ αὔω αὖνοι καὶ πλεονασμῷ βαῦνοι. καὶ εἰς τὸ Βάναυσος καὶ Κλίβανος καὶ Κρίβανος

### β 45

Βαφεύς · παρὰ τὸ φαιῷ βάπτω· ὁ φαρμακοποιῶν, ὁ τῷ φαιῷ, ἤγουν τῇ χροιᾷ, βάπτων

### β 46

Βδέλλα · παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω

### β 47

Βδελύσσω · παρὰ τὸ βδέλλα· τοῦτο παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω· οἱ γὰρ Ἀττικοὶ βδέλλειν τὸ ἀμέλγειν λέγουσιν, ἡ γὰρ βδέλλα ἀμελγούσῃ ἔοικεν

### β 48

Βεβάασι Β · βέβαα παρακείμενος τῶν εἰς μι. οἱ Ἴωνες ἡνίκα ἐν τοῖς ῥήμασιν ὕφεσιν ποιήσωνται τοῦ συμφώνου, τότε καὶ συστολὴ παρακολουθεῖ, οἷον ἕστηκα ἕσταα, βέβηκα βέβαα, βεβαώς βεβαότος καὶ βεβώσ βεβῶτος καὶ πλεονασμῷ ε βεβαῶτα“ καὶ Ε ἐμβεβαῶτα“

### β 49

Βέβαιος · ἐκ τοῦ βιβῶ βίβαιος, καὶ τροπῇ βέβαιος· ἢ παρὰ τὸ βαίνω κατὰ ἀναδιπλασιασμὸν βέβαιος, κατὰ ἀντίφρασιν ὁ ἑδραῖος καὶ ἀμετακίνητος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 50

Βεβαιῶ · παρὰ τὸ βέβαιος· τοῦτο ἐκ τοῦ βαιόν, ὃ σημαίνει τὸ ὀλίγον βεβαίως τὸ ἀληθές· τοῦτο ἐκ τοῦ βίβημι, ὁ δεύτερος ἀόριστος ἔβην, ἡ μετοχὴ βάς βάντος, καὶ ἐξ αὐτοῦ βαός καὶ βαιός, καὶ κατὰ ἀναδιπλασιασμὸν βέβαιος, ὁ ἀληθὴς καὶ μὴ ψευδής

### β 51

Βέβαμαι · εἰς τὸ Ὑπερβασία

### β 52

Βεβολήατο Ι · ἐλυποῦντο· ἀπὸ τοῦ βάλλω γίνεται ῥηματικὸν ὄνομα βολή. ἐκ τοῦ βολή βολῶ ῥῆμα, ὁ μέλλων βολήσω, βεβόληκα, βεβόλημαι, ἐβεβολήμην, ἐβεβόλησο, ἐβεβόλητο καὶ Ἰωνικῶς βεβολέατο· λέγει γὰρ ὁ τεχνικός · οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συλλαβήν, οἷον πεποίηται πεποιέαται“. οὕτως οὖν καὶ βεβόλητο καὶ βεβολέατο, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων ἐγένετο τοῦ ε εἰς τὸ η ἔκτασις

### β 53

Βεβούλαμεν Α · παρακείμενος ἐκ τοῦ βούλω. ὁ μέλλων βουλήσω, ὡς μέλλω μελλήσω. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### β 54

Βεβυσμένα ·. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 55

Βεελφεγώρ · ὄνομα εἰδώλου· τὸ λεγόμενον Βαάλ. καὶ λέγεται παρ’ Ἑβραίοις Βήλ, καὶ ὄνομα τοῦ τόπου Φαγώρ, καὶ διαλύσει τοῦ η εἰς δύο εε καὶ τροπῇ τοῦ α εἰς ε γίνεται σύνθετον Βεελφεγώρ, τουτέστι Βὴλ ἐν τῷ Φαγώρ

### β 56

Βέθρος · εἰς τὸ Βόθρος

### β 57

Βείω · εἰς τὸ Βοόωντας

### β 58

Βελλεροφόντης · Βελλεροφόντου. ὁ κανών· τὰ εἰς της ἀρσενικὰ μὴ ὄντα κύρια σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης μηδὲ ἔχοντα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν, οἷον δεσπότης δεσπότου, πολίτης πολίτου, μητιέτης μητιέτου, Βελλεροφόντης Βελλεροφόντου. πρόσκειται ἀρσενικά“ διὰ τὸ κακότης κακότητοσ, φιλότης φιλότητοσ· πρόσκειται μὴ ὄντα κύρια σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτησ“ διὰ τὸ Ἱπποκράτης Ἱπποκράτους, Σωκράτης Σωκράτους· πρόσκειται μὴ ἔχοντα οὐδέτερον εἰς ες “ διὰ τὸ ἐνναετής ἐνναετοῦς. τοῦτο δὲ εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐνναέτης βαρυτόνως· εἰ δὲ χρόνον, ἐνναετής ὀξυτόνως. Ὁμήρου

### β 59

Βέλεσι Α · παρὰ τὸ βάλλω, τὸ τιτρώσκω, ἢ παρὰ τὸ βέλλω, τὸ σημαῖνον τὸ πέμπω, βέλος κατὰ ἀφαίρεσιν τοῦ ἑνὸς λ

### β 60

Βελίαρ · ἐκ τοῦ Ἄρεως καὶ τοῦ βέλη, ἤγουν σαγίτται πολέμου ἢ σιδήρου

### β 61

Βέλλω · εἰς τὸ Βέλεσι

### β 62

Βελόνη · παρὰ τὸ ὅλη βάλλεσθαι

### β 63

Βελώνης · ὁ τὰ βέλη ὠνούμενος

### β 64

Βέλος · εἰς τὸ Ὀϊστοί

### β 65

Βέλτερος · εἰς τὸ Ἀβελτηρία

### β 66

Βενιαμίν · ἔστι μεῖον, τὸ μικρόν, καὶ ἐκ τούτου καὶ τοῦ μόνος γίνεται μενιαμίν καὶ τροπῇ Βενιαμίν, ὁ μόνος τῶν ἄλλων ἀδελφῶν ἔσχατος

### β 67

Βερέδοις · ἵπποις

### β 68

Βέω · εἰς τὸ Βοόωντας

### β 69

Βήλ · εἰς τὸ Βεελφεγώρ

### β 70

Βηλός · ὁ οὐρανός· ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὁδός ἀπὸ τοῦ διοδεύεσθαι. καὶ εἰς τὸ Βαλβίς

### β 71

Βηλός · παρὰ τὸν βήσω μέλλοντα· εἰς ὃν ἐπιβαίνομεν

### β 72

Βήσσῃς Γ · ὄνομα θηλυκὸν δοτικῆς τῶν πληθυντικῶν, ὡς Ἀθήναις Ἀθήνῃς, κορυφαῖς κορυφῇς· ἡ εὐθεῖα βῆσσα, καὶ συστέλλει τὸ α ὡς τὸ κνίσσα

### β 73

Βήσω · εἰς τὸ Ὑπερβασία

### β 74

Βητάρμονες · οἱ ὀρχησταί· παρὰ τὸ βαίνειν μετὰ ἁρμονίας

### β 75

Βία · παρὰ τὸ ἴς, ὃ σημαίνει τὴν δύναμιν, ἴα καὶ βία. ἡ εὐθεῖα τῶν πληθυντικῶν ἶνες, ἡ γενικὴ ἰνῶν, ἤγουν τῶν νεύρων· τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω· ἡ ὑπάρχουσα ἔν τινι. Νικήτου

### β 76

Βιαία · παρὰ τὸ βία γίνεται βίαιος. ἐγράφη

### β 77

Βίβημι · ὁ παρατατικὸς ἔβην· Γ ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ“. βαίνειν γὰρ λέγεται τὸ ἁπλῶς διὰ τῶν σκελῶν βαδίζειν, ἀναβαίνειν ἡ ἐκ τῶν κάτω πρὸς τὰ ἄνω ἀνάδοσις. λοιπὸν ἐκ τοῦ βίβημι γίνεται ὁ μέλλων βήσω· μετάγεται δὲ ὁ μέλλων εἰς ἐνεστῶτα μεταγόμενα καὶ γίνεται βήσω, ὃ μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ποιητικῶς ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. καὶ εἰς τὸ Ὑπερβασία

### β 78

Βίβλος · διὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῇ, ἢ διὰ τὸ βαβαί, ἢ διὰ τὸ βέβαιον

### β 79

Βίλιππος · εἰς τὸ Ἀφροδίτη. Ὁμήρου

### β 80

Βιοῖο Α · ἐκ τοῦ βία βιός

### β 81

Βιόν · εἰς τὸ Ἀντίβιον

### β 82

Βιός Α · διὰ τὴν πρὸς τὸν βίον διαστολήν. ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως λέγεσθαι βιὸς τὸ τόξον καὶ ἡ ζωή

### β 83

Βιός · τὸ τόξον, διότι δι’ αὐτοῦ τὰ πρός τὸν βίον εἶχον οἱ ἀρχαῖοι ἐν ταῖς θήραις αὐτῷ χρώμενοι

### β 84

Βιός · τὸ τόξον· παρὰ τὸ βίᾳ τείνεσθαι. Φωτίου

### β 85

Βίος · παρὰ τὸ βίᾳ καὶ ἀνάγκῃ ζῆν ἢ παρὰ τὸ ἐν τῇ βάσει ἀρηρέναι

### β 86

Βιός · παρὰ τὸ βίᾳ βάλλεσθαι τὸ βέλος. καὶ εἰς τὸ Ὀϊστοί

### β 87

Βιῶ · εἰς τὸ Τιμή

### β 88

Βιῴην · εὐκτικόν, ὡς παρὰ Ἀριστοφάνει · βιῶν βιοῦντος, βιοῖμι βιοῖς βιοῖ, καὶ κατὰ πλεονασμὸν τοῦ η βιοίην καὶ βιῴη, ὡς περιπατοῖμι περιπατοῖς περιπατοῖ περιπατοίη καὶ περιπατῴη, καὶ δοίην δῴην

### β 89

Βίωμι · εἰς τὸ Τιμή

### β 90

Βλάβη · παρὰ τὸ βλάπτω· τοῦτο παρὰ τὸ βάλλω βάλπτω καὶ ἐν ὑπερβιβασμῷ βλάπτω καὶ βλάβη

### β 91

Βλάξ · παρὰ τὸ μαλακός μάλαξ καὶ βλάξ ὑποκοριστικῶς

### β 92

Βλάπτω · παρὰ τὸ βρῶ, τὸ ἐσθίω, καὶ μεταθέσει τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον βλῶ, καὶ ἐξ αὐτοῦ βλάπτω κατὰ παραγωγήν. ἀντὶ τοῦ φθείρω ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι γινομένων ἢ μηκέτι ὑγιῶν ὄντων

### β 93

Βλαστός · παρὰ τὸ βλώσκειν ἐν τῷ αὔξεσθαι

### β 94

Βλάσφημος · παρὰ τὸ βλάβη καὶ τὸ φήμη γίνεται βλάσφημος, ὁ βλάβην λέγων· ἢ ὁ τὰς κακὰς φήμας κατά τινος βάλλων, ἤγουν ὁ λοίδορος

### β 95

Βλαχέρναι · οἱ μὲν λέγουσιν, ὅτι ἀπὸ τοῦ βλάχνον βλαχέρναι, ἐπειδὴ βλάχνα ἦσαν εἰς τὸν τόπον ἐκεῖνον, καὶ ἔκοψαν αὐτὰ καὶ οὕτως ἐκτίσθησαν. ὁ δὲ Θεοφύλακτος ὁ ἀντιγραφεὺς λέγει αὐτὰσ Λακέρνας, ἐπειδὴ λέγουσιν, ὅτι λακέρναι λέγονται Ῥωμαϊστὶ αἱ θύνναι, καὶ λέγουσιν, ὅτι ἐν τῷ μέρει ἐκείνῳ ἐπιάσθησαν πολλαὶ θύνναι

### β 96

Βλέφαρα · ὅτι τοῦ βλέπους ἐστὶ φάρη, ἢ παρὰ τὸ αἴρεσθαι αὐτὰ ἐν τῷ βλέπειν

### β 97

Βλέφαρον · τρέψας τὸ φ εἰς τὸ π καὶ διαστείλας τὴν λέξιν εὗρον, ὅτι διὰ τοῦτο λέγεται βλέφαρον, διότι αἰρουμένου αὐτοῦ ἐπὶ τὰ ἄνω βλέπομεν, οἱονεὶ βλεπέαρον, ἆρον καὶ βλέπεις· ἢ μὴ διαστρέψας τι, διαστείλας δὲ μόνον τὴν λέξιν, εὗρον ὅτι ὡσανεὶ φάρος, ὅπερ περιβόλαιόν ἐστι τοῦ βλέμματος ἡμῶν

### β 98

Βλέφαρον · παρὰ τὸ αἴρειν καὶ βλέπειν· ἢ παρὰ τὸ εἶναι αὐτὸ φάρος τοῦ βλέμματος ἤγουν ἱμάτιον

### β 99

Βλέφαρα · παρὰ τὸ βλέμματος φάρος εἶναι· ἢ παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν, οἱονεὶ βλέπαρα ὄντα, κατὰ ἀντίστοιχον. παρὰ τὸ τοῦ βλέμματος φάρος εἶναι ἤγουν ἱμάτιον

### β 100

Βλεμεαίνων Θ · ἐπιρρωννύμενος· παρὰ τὸ βρέμω βρεμεαίνω καὶ βλεμεαίνω· ἢ τῷ βλέμματι φοβῶ. βρεμεαίνω καὶ μεταθέσει τοῦ ρ εἰς λ βλεμεαίνω

### β 101

Βλέπω · παρὰ τὸ λεύσσω, τὸ βλέπω, καὶ πλεονασμῷ τοῦ β καὶ ἐκβολῇ τοῦ υ βλέσσω, καὶ τροπῇ Αἰολικῇ τῶν δύο σς εἰς π βλέπω· οἱ γὰρ Αἰολεῖς τὸ νίπτω νίσσω λέγουσι καὶ βλέπω βλέσσω. σημαίνει δὲ δύο τὸ βλέπω· τὸ λέγω καὶ προφητεύω, ἐξ οὗ βλέπων, ὁ προφήτης, καὶ βλέπω, τὸ θεωρῶ καὶ φυλάσσω

### β 102

Βλέσσω · εἰς τὸ Βλέπω καὶ Λεύσσετε

### υ 1

ὑποβλήδην Α · ὥσπερ ἐκ τοῦ καλῶ κλῶ ἐπίρρημα κλήδην, οὕτως ἐκ τοῦ βάλλω βλῶ βλήδην καὶ ὑποβλήδην

### β 103

Βλίσαι · τὸ κηρίον θλίψαι

### β 104

Βλήχω · τὸ βοῶ. βληχῶ δὲ ποιὰ φωνὴ τῶν προβάτων, ἐξ οὗ καὶ βληχώμενος καὶ βλήχων καὶ βληχώνη

### β 105

Βλιμάζειν · τὸ ἀποστάζειν τὸ μέλι καὶ τὸ στηθολαβεῖν, ἤγουν τὸ ψηλαφᾶν τὰ στήθη καὶ τοὺς μαστοὺς καταμανθάνειν τῇ ἁφῇ· ἢ τὸ ψηλαφᾶν τὰς ὄρνεις διὰ τὰ ὠά

### β 106

Βλιμαίνω · τὸ ὀργίζομαι

### β 107

Βλιμάξαι · τὸ βαστάξαι

### β 108

Βλίττειν · καὶ βλιρῶ τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων, τουτέστιν ἐκπιέζειν καὶ θλίβειν. παρὰ τὸ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς β διὰ τὴν ἀσυνταξίαν βλίζω καὶ Ἀττικῶς βλίττω. ἢ τὸ μαστροπεῖν

### β 109

Βλοσυρός · μανιώδης· ἀπὸ τοῦ βλέπω καὶ τοῦ σύρω βλεσυρός καὶ βλοσυρός. ἢ παρὰ τὸ σοβαρῶς καὶ ἐπηρμένως λεύσσειν ἢ παρὰ τὸ βλέπειν. καὶ βλοσυρῶπις θηλυκῶς, ἡ φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν, ἀπὸ τοῦ βάλλειν καὶ σύρειν τὰ ὄμματα· βολαὶ γὰρ τὰ ὄμματα ἐκ τοῦ βλέπειν δεινῶς

### β 110

Βλοσυρός · καταπληκτικός, φοβερός, χαλεπός. οἱ δὲ λαμπρός, ἄλλοι σεμνός, οἱ δὲ γοργός

### β 111

βρύω διαφέρει, ὅτι τὸ μὲν βρύειν ἐπὶ τῆς ἀναδόσεως τῶν ἀνθέων λέγεται, τὸ δὲ βλύειν ἐπὶ τῶν ὑδάτων ἀναδόσεως. οὕτως καὶ βλαστάνω βλυστάνω. καὶ εἰς τὸ Ὀμβροβλυττεῖσ

### β 112

Βλωθρή. ὡς παρὰ τὸ λάμπω λαμπρός, οὕτως καὶ παρὰ τὸ μολῶ βλῶ βλωθῶ καὶ βλωθρός καὶ βλωθρή, ἡ μεγάλη καὶ ὑψηλή, παρὰ τὸ μολεῖν εἰς ὕψος, οἷον μολόθρη οὕτω καὶ βλαστάνω καὶ βλυστάννω

### β 113

Βλιμάζω · τὸ ψηλαφῶ

### β 114

Βλωμός · ὁ ψωμός· παρὰ τὸ βάλλεσθαι εἰς τὸ στόμα. καὶ εἰς τὸ Σῶμα καὶ εἰς τὸ Ὦμος

### β 115

Βλωθρή · παρὰ τὸ λάμπω λαμπρός

### β 116

Βλώσκω · τὸ αὐξάνω· παρὰ τὸ μολῶ μολίσκω, βλώσκω. καὶ εἰς τὸ Βλαστός

### β 117

Βοεικός · ἐκ τοῦ βοῦς βοός γέγονε βόειος καὶ ἐκεῖθεν βοεικός

### β 118

Βοή · ὄνομα προσηγορικόν, καὶ γίνεται παρὰ τὸ βέω βεή βοή, ὥσπερ παρὰ τὸ χέω χοή. βέω δὲ σημαίνει τὸ βαίνω ἢ τὸ τρέφω· ἤτοι ἡ διὰ τῆς ἀρτηρίας βαίνουσα ἢ ἡ ἀναπεμπομένη ἐκ τῶν τρεφομένων πνευμόνων. ὀξύνεται· τὰ εἰς η λήγοντα καθαρὰ δισύλλαβα τῷ ο παραληγόμενα, ὧν προκατάρχῃ ῥῆμα τῷ ε παραληγόμενον, ὀξύνεται, οἷον πνέω πνοή, χέω, χοή, βέω βοή

### β 119

Βοηθός · παρὰ τὸ βοή καὶ τὸ θέω, τὸ τρέχω. βοήθεια εἴρηται παρὰ τὸ ἐν τῇ βοῇ θέειν

### β 120

Βοήθεια · ἐκ τοῦ βοηθός γέγονεν. ἔστι δὲ τὸ βοηθός σύνθετον ἀπὸ τοῦ βοή καὶ τοῦ θοός, οἱονεὶ ὁ κατὰ τὴν βοὴν ταχύς· ὁ γὰρ βοηθὸς τοῖς βοῶσι ταχὺς θέλει γνωρίζεσθαι· καὶ ἐκ τούτου βοηθός. καὶ εἰς τὸ Ἐπίκουροι

### β 121

Βόθρος · παρὰ τὸ βῶ βέω βέθρος καὶ βόθρος κατὰ ἀντίφρασιν, ἐφ’ ὃν οὐδεὶς βαίνει· ἢ παρὰ τὸ βάθος βάθρος καὶ βόθρος

### β 122

Βόθυνος · βάθυνός τις ὤν· παρὰ τὸ βαθύς

### β 123

Βοΐδιον · ὅτι βοὴν δίδει. διὰ τί τὸ βοΐδιον γράφεται διὰ τοῦ ι κατὰ διάλεκτον ἐν συλλήψει βοίδιον εὕρηται, καὶ ἐκ τούτου κατὰ διάστασιν βοΐδιον διὰ τοῦ ι

### β 124

Βοῦς · παρὰ τὸ βῶ δηλοῦν τὸ τρέφω, οὗ ὁ μέλλων βόσω, καὶ βόσις, ἡ τροφή, ὡς ἀρόσω ἄροσις· ἀφ’ οὗ βοτήρ ὡς ἀροτήρ. βοῦς οὖν τὸ ζῶον ἀπὸ τοῦ τρέφεσθαι ἡμᾶς ἐξ αὐτοῦ

### β 125

βόειος διαφέρει· βοὸς μὲν γὰρ πούς ἐστι ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ

### β 126

Βοιωτοί · ἐκ τοῦ βοῶν ἔχειν τὰ ὦτα

### β 127

Βοιωτός · ὄνομα, καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Βοιωτία. εἴρηται δέ, ὅτι Ἄρνη ἡ μήτηρ αὐτοῦ, τεκοῦσα αὐτόν, λαθεῖν βουλομένη τὸν πατέρα, ἔρριψεν εἰς βοῶνα. παρὰ οὖν τὸ μετὰ βοῶν τραφῆναι Βοωτός καὶ Βοιωτὸς ἐκλήθη. Εὐφορίων · Τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκε μήτηρ, Βοιωτὸν δ’ ὀνόμηνε Ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις.“

### β 128

Βοιωτός · παρὰ τὸ εἰς βουκόλιον ῥιφῆναι αὐτὸν ὑπὸ τῆς μητρός, ἐξ οὗ καὶ Βοιωτία

### β 129

Βολή · εἰς τὸ Βάλλον

### β 130

Βοιωτός · ὄνομα υἱὸς θυγατρὸς Αἰόλου, ἐξ οὗ καὶ οἱ Αἰολεῖς· ἀπὸ Βοιωτοῦ δὲ Βοιωτοὶ ὠνομάσθησαν οἱ τῇ χώρᾳ ἐγχρονίσαντες

### β 131

Βοιωτία · ἡ χώρα· εἴρηται ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης τῆς Αἰόλου. ἐκλήθη δὲ οὕτως, ἐπεὶ τεχθεὶς ἐξετέθη ὑπὸ τῆς μητρὸς εἰς βουκόλιον. παρὰ τὸ βοῦς οὖν εἴρηται αὐτὸν Βοιωτὸς καὶ ἀπ’ αὐτοῦ Βοιωτία. Βοιωτοὶ δὲ ὠνομάσθησαν παρὰ τὸ βοῶν ὦτα ἔχειν

### β 132

Βόλος · τὸ δίκτυον καὶ ἡ δρόσος· ἀμφίβληστρον καὶ σαγήνη καὶ λίνος καὶ πολυωπόν. βῶλος δὲ ὁ τὴς γῆς προπερισπᾶται· ὅτι βαλλόμενος λύεται

### β 133

Βολοσία · βολίς ἡ Εἰλείθυια· βολὰς γὰρ τὰς ὠδῖνας ὠνόμαζον. Εἰλείθυια δέ ἐστι θεὰ ἡ ἐπέχουσα τὰς ὠδῖνας τῶν τικτουσῶν γυναικῶν· εἴρηται δὲ ἀπὸ τοῦ ἐλθεῖν εἰς φῶς τὰ δι’ αὐτῆς τικτόμενα. καὶ εἰς τὸ Εἰλείθυια

### β 134

Βοναλλᾶς · εἰς τὸ Ἱμαῖος

### β 135

Βοόωντα Β · βοῶντας πλεονασμῷ τοῦ ο ποιητικῶς γίνεται βοόωντα. τὸ δὲ βοῶ ἐκ τοῦ βοή. τὸ βο μικρόν· τὰ ἔχοντα τὸ ε ἐγκείμενον. καὶ ἔστιν ἐκ τοῦ βέω, ἐξ οὗ καὶ κατὰ πλεονασμὸν τοῦ ι βείω· οἱονεὶ ἡ διὰ τῆς τραχείας ἀρτηρίας ἐκπεμπομένη φωνή

### β 136

Βολίς · παρὰ τὸ βάλλω βαλίς καὶ βολίς

### β 137

Βομβεῖν · τὸ ὄνομα γεγένηται κατὰ μίμησιν τῆς γινομένης φωνῆς

### β 138

Βορᾴζω · εἰς τὸ Κεκληγώς

### β 139

Βόθυνος · παρὰ τὸ βάθυνος τροπῇ τοῦ α εἰς ο · βάθυνός τίς ἐστι. παρὰ τὸ βαθύς, ὡς θρασύς θράσυνος καὶ μεταθέσει θάρσυνος· παρὰ τὸ βαθύσ ἐπὶ τοῦ ὀφθαλμοῦ οὖν βάθυνος

### β 140

Βολβός · ὀφθαλμός. καὶ ὁ ἐκ τῆς γῆς βολῆς βολβός

### β 141

Βολβός · ἐπὶ τοῦ ἐσθιομένου, παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι. οὕτως Ἡρωδιανὸς ἐν Συμποσίῳ

### β 142

Βορά · ἡ βρῶσις· παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βορός καὶ βορά, καὶ βότης καὶ συβώτης ἐπεκτάσει τοῦ ο εἰς ω · ἀπὸ δὲ τοῦ αὐτοῦ καὶ βούτης πλεονασμῷ τοῦ υ. καὶ εἰς τὸ Βόρβορος καὶ Λάβρος καὶ Νεβρός

### β 143

Βόρειος · ἐκ τοῦ βορέας γέγονεν

### β 144

Βόρβορος · παρὰ τὸ βορά βορός, ἡ ἐκ τῆς βορᾶς κόπρος, καὶ ἐν διπλασιασμῷ βόρβορος πλεονασμῷ τοῦ ρ

### β 145

Βόρβορος · παρὰ τὸ βάρος, καὶ τροπῇ τοῦ α εἰς ο βόρος, καὶ κατὰ ἀναδιπλασιασμὸν βόρβορος

### β 146

Βόρβορος · παρὰ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν βόροσ καὶ κατὰ ἀναδιπλασιασμὸν βόρβορος, καὶ ἐξ αὐτοῦ βεβορβορωμένοσ“ ὄνομα μετοχικόν, ὁ βδελυκτός

### β 147

Βόρδων · διὰ τὸ τὰ βάρη δονεῖν, ἤγουν βαστάζειν

### β 148

Βορρᾶς · ὁ ἄνεμος· ἴσως διὰ τὸ βίᾳ αἴρειν ἤγουν ῥεῖν ἢ ῥάσσεσθαι. ἢ παρὰ τὸ εὐβορώτατα τὰ σώματα ἡμῶν ποιεῖν καὶ ἰσχυρότατα

### β 149

Βορρᾶς · ὅτι βαρὺς καὶ βίαιος καὶ κρυμώδης. ἄλλοι δὲ τὸ βορρᾶς διὰ τοῦ ἑνὸς ρ γράφουσιν

### β 150

Βορέας · ὁ ἄνεμος· παρὰ τὸν ἦχον τὸν γινόμενον κατὰ τὴν πνοὴν τὸ ὄνομα γέγονε. τάχα δὲ διὰ τὸ βορώτατα τὰ σώματα ἡμῶν κατασκευάζειν διὰ τὴν πύκνωσιν τοῦ σώματος

### β 151

Βοσόρ · Ἑβραϊκὴ ἡ λέξις· σημαίνει δὲ ἱμάτιον ἐκ κοκκίνου βεβαμμένον. λέγεται δὲ βοσὸρ καὶ τὸ σῶμα ὡς τὸ οὗ τὸ ἐρύθημα ἐξ ἀμπέλου βοσόρ“ ἀντὶ τοῦ οὗτινος τὸ σῶμα ἐξ ἀμπέλου ἦν βεβαμμένον

### β 152

Βόστρυχοι · οἷον βότρυχοι, οἱ μετὰ σχήματος βοτρυοειδοῦς ἀποκρεμάμενοι τρίχες

### β 153

Βόσορ βοσόρ · τὸ βεβαμμένον

### β 154

Βόστρυχος · ὁ πλόκαμος· παρὰ τὸν βότρυν

### β 155

Βοτάνη · παρὰ τὸ πρὸς τὰ ἄνω βαίνειν· τὰ γὰρ ἐκφυόμενα ἀνωφερῆ πρὸς ἀέρα εἰσί

### β 156

Βοτάνη · λέγεται παρὰ τὸ βίᾳ τείνεσθαι, ἤγουν αὔξειν. ἢ παρὰ τὸ βαδίζειν ἄνω, ὥσπερ καὶ ἄνθος ἐκ τοῦ ἄνω θέειν, ἤτοι τρέχειν· ἢ διὰ τὸ βέειν τὴν ἄνω

### β 157

Βοτήρ · καὶ διὰ τοῦ ο μικροῦ καὶ διὰ τοῦ ω μεγάλου παρ’ Ὁμήρῳ, ὅθεν τὸ Σ κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας.“ καὶ εἰς τὸ Πολυβοτείρῃ

### β 158

Βοτόν · εἰς τὸ Θερείβοτον

### β 159

Βότρυες · παρὰ τὸ πότρυες, ἤγουν οἱ τοῖς ποσὶ τρυόμενοι καὶ πατούμενοι

### β 160

Βότρυς · καὶ ὁ περκάζων. ὄμφαξ, ὁ ἄωρος

### β 161

Βοτρυδόν Β ἀγεληδόν Π · ἐπίρρημα ποιότητος

### β 162

Βότρυες · ἀφ’ ὧν ἐστι πιεῖν, οἷον πότρυες· ἢ οἱ τοῖς ποσὶ τριβόμενοι, ἤγουν πατούμενοι

### β 163

Βόσκω · τρέφω· ἐξ οὗ καὶ συβώτης, ὁ τοὺς σύας βόσκων, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω

### β 164

Βουβῶνα · παρὰ τοῦ βῶ, τὸ βαίνω, γίνεται βῶνα καὶ μετὰ τοῦ ἐπιτατικοῦ βου γίνεται βουβών, τὸ εἰς ὕψος βαῖνον. σημαίνει δὲ τὸ πάθος

### β 165

Βουβών · ἀπὸ τοῦ συμβαίνοντος οἰδήματος, παρὰ τὸ ἄγαν βαίνειν εἰς ὕψος. βῶ οὖν βῶν καὶ μετὰ τοῦ ἐπιτατικοῦ μορίου τοῦ βου βουβών, ὡς βούπαις βουγάϊος

### β 166

Βουλή · παρὰ τὸ βάλλω ἢ παρὰ τὸ βέλλω βολή, καὶ ἐν πλεονασμῷ τοῦ υ βουλή, ἡ τοῦ νοὸς ἐκβολή καὶ τροπῇ τοῦ υ

### β 167

Βουλή · παρὰ τὸ βέλλω, ἐξ οὗ καὶ βέλος καὶ βολίς καὶ βουλή· ἐπιβολὴ γὰρ ψυχῆσ ἐστιν ἡ τοῦ νοὸς ἐκβουλή καὶ τροπῇ τοῦ ο εἰς ου βουλή

### β 168

Βούκινον · ἐκ τοῦ βοή καὶ τοῦ κίνησις· ἢ βοὴ κενή· ἢ βοὴ κοινή

### β 169

Βουκόλος · βουκόνος τις ὤν, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν· ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος

### β 170

Βούβρωστις · ἡ μεγάλως ἐσθίουσα ἀνία ἢ λιμὸς τὸ σῶμα

### β 171

Βουκόλοι Ν · ἤτοι βουκόνοι, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, τροπῇ τοῦ ν εἰς λ ὡς νίτρον λίτρον· ἢ βουκόλοι, ὅ ἐστι βουσὶ κεκλόμενοι, ἤτοι ἐγκελευόμενοι, παρὰ τὸ κέλω κέλομαι Α ὦ Ἀχιλεῦ, κέλεαί με“· ἢ βουσὶ κεκολλημένοι. οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ν Ὁμήρου. Ἀθήναιος δέ, τὸν βουκόλον εἰρῆσθαι παρὰ τὸ κόλον, ὅ ἐστι τροφή, ἵνα ᾖ ὁ τοῖς βουσὶ τὴν τροφὴν προφέρων. ἢ παρὰ τὸ κέλλω, ὃ σημαίνει τὸ πορεύομαι, ὁ ἅμα τοῖς βουσὶ κέλλων. Δίδυμος δέ, παρὰ τὸ κομεῖν εἰρῆσθαι, ἵν’ ᾖ βουκόμος, ὡς ἱπποκόμος, ἐν τροπῇ τοῦ μ εἰς τὸ λ

### β 172

Βούλει τοῦ βούλῃ διαφέρει· τὸ βούλει μὲν γὰρ ὁριστικῶς λέγεται, οἷον βούλει σχολάσαι μοι“· τὸ δὲ βούλῃ διστακτικῶς, οἷον ἔαν βούλῃ, πορευσώμεθα.“ βαρυτόνως. βουλῇ δὲ περισπωμένως τὴν γνώμην σημαίνει

### β 173

Βουληφόρος Β · τὰ ἐκ δύο τελείων συντιθέμενα ὀνόματα ἐκ πόσων πτώσεων συντίθενται; ἢ ἀπὸ εὐθείας, ὡς τὸ ζωή ζωηφόρος καὶ ἕως Ψ ἑωσφόροσ“· ἢ ἀπὸ γενικῆς, ὡς τὸ οὐδείς οὐδενός Θ οὐδενόσωρα“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ Ἄρηϊ Γ ἀρηΐφιλοσ“· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ πόδα Β Ποδαλείριοσ“. μόνον δὲ ἀπὸ κλητικῆς οὐ γίνεται σύνθετον, ἐπειδὴ πᾶσα πτῶσις τριπρόσωπός ἐστι, πλὴν τῆς κλητικῆς· ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τὸ Γ ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον“, καὶ πάλιν Β διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ“. τὸ δὲ τέλειον μετὰ τοῦ ἀτελοῦς οὐ συντίθεται. καὶ ἀποροῦσί τινες λέγοντεσ ὅτι, ἐπεὶ ἀπὸ κλητικῆς οὐ συντίθεται, πῶς τὸ Γ γυναιμανέσ“ ἀπὸ κλητικῆς τῆς ὦ γύναι καὶ τοῦ μαίνομαι ῥήματος συνετέθη. ἔστι δὲ εἰπεῖν, ὅτι οὐκ ἀπὸ κλητικῆς συνετέθη τῆς ὦ γύναι, ἀλλ’ ἐξ ἀποκοπῆς ἐκ τῆς γυναικός γενικῆς γυναικομανές καὶ γυναιμανές. ἔστι δὲ τὸ ῥῆμα φέρω καὶ φορέω Ε ὡς δ’ ἄνεμος ἄχνας φορέει“, ἀφ’ οὗ φορητός· ἀπὸ δὲ τοῦ φέρω φερτός, ἔνθεν τὸ Ν συμφερτὴ δ’ ἀρετή“· τὸ συγκριτικὸν προφερέστερος. τὸ φέρω κατὰ τὸ τέλος συντίθεται · βουληφόρος, τελεσφόρος. ἔστι βούλω, ὅθεν τὸ βουλεύω παράγωγον, ὡς ἄρχω ἀρχεύω· ἀπὸ τούτου βουλή. τὰ εἰς η λήγοντα φυλάττει τὸ η ἢ τρέπει, οἷον γῆ γηγενής, ὀδύνη ὀδυνήφατος, κρήνη κρηνοφύλαξ. πάντα δὲ τὰ παρὰ τὸ φέρω παροξύνεται, οἷον ἑωσφόρος, βουληφόρος· εἰ μὴ ἄρα τύπος κωλύει διὰ τοῦ εὖ μορίου καὶ τῶν προθέσεων καὶ τῆς τοῦ α στερήσεως οἷον εὔφοροσ, πρόσφορος, ἄφορος

### β 174

Βούλω · βαρύνεται· ἐπειδὴ τὰ εἰς λω λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῇ ου διφθόγγῳ τὰ μὲν δύο εἰσὶ βαρύτονα, τὰ δὲ δύο περισπώμενα. καὶ τὰ μὲν βαρύτονά εἰσι ταῦτα, βούλω καὶ οὔλω, ἐξ οὗ καὶ ὁ ποιητής ω οὖλέ τε καὶ μέγα χαῖρε“· ταῦτα δὲ περισπῶνται, οὐλῶ, παρὰ τὸ οὐλή, ὃ σημαίνει τὸ τραῦμα καὶ τὸ δουλῶ, παρὰ τὸ δοῦλος. καὶ εἰς τὸ Οὐλομένην

### β 175

Βουνός · παρὰ τὸ βαίνειν ἄνω. ὕψωμα δέ ἐστιν ἐκ γῆς οὐκ ἐκ πετρῶν πεπυκνωμένος

### β 176

Βούπαις · εἰς τὸ Γέρων

### β 177

βούπληξ · διφορεῖται κατὰ τὴν τάσιν πρὸς διάφορον σημαινόμενον· ὀξυτόνως μὲν τὸ ἐνεργοῦν ὄργανον, βαρυτόνως δὲ τὸν ὑπὸ αὐτοῦ πλησσόμενον

### β 178

Βοῦς · διὰ τὸ βίαιον τῆς δυνάμεως. ἢ παρὰ τὸ βῶ, τὸ τρέφω, ἐξ οὗ καὶ βόσις· δι’ αὐτῆς γὰρ τρεφόμεθα

### β 179

Βοῦς μόσχου διαφέρει· βοῦς μὲν γάρ ἐστι ὁ τέλειος, μόσχος δὲ ὁ νεόγονος, ἀφ’ οὗ καὶ μοσχεία, ἡ νέα φυτεία

### β 180

Βοῦτα · Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα· παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ λάμπω, γίνεται φῶτα· τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον καὶ τοῦ φ εἰς τὸ β γίνεται βοῦτα. συντάσσεται μετὰ αἰτιατικῆς

### β 181

Βοῶπις ·. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; προσηγορικοῦ

### β 182

Βραβεῖον · παρὰ τὸ ῥάβδος ῥαβδεῖον καὶ τροπῇ τοῦ δ εἰς β καὶ ἐν ὑπερβιβασμῷ τοῦ ἑτέρου β βραβεῖον. λέγεται δὲ τὸ βασιλικὸν σκῆπτρον, ἐξ οὗ καὶ βραβευταὶ οἱ τὰς βασιλικὰς ῥάβδους βαστάζοντες καὶ τοῖς νικῶσι τοὺς στεφάνους διδόντες. τὸ βει δίφθογγον· τὰ διὰ τοῦ ειον κτητικὰ προπερισπώμενα δίφθογγον ἔχει· τεκτονεῖον, μουσεῖον, κουρεῖον, βαλανεῖον. στέφανος δὲ βραβείου διαφέρει

### β 183

Βραβεύει · ἐπιψηφίζεται, διανέμει. καὶ βραβευτής· διοικητής, κριτής, ὁριστής. βραβευταὶ δὲ κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλλου διδόντες σύμβολον τῆς νίκης, ῥαβδευταί τινες ὄντες. συντάσσεται μετὰ αἰτιατικῆς

### β 184

Βραβεύεται · παρὰ τὸ ῥαβδεύεται· φοίνικος γὰρ κλάδῳ ἐβράβευον

### β 185

Βραγχιάζω · εἰς τὸ Ἐβραγχίασεν. Γεωργίου

### β 186

Βραδεῖς · ἀπὸ τοῦ βραδέες γέγονε κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον. Νικήτου

### β 187

Βραδύς · παρὰ τὸ βάρος βαρύς. Νικήτου

### β 188

Βραδύγλωσσος · παρὰ τὸ βραδύς καὶ τὸ γλῶσσα. ἐγράφη

### β 189

Βράσσων · εἰς τὸ Πάσσων

### β 190

Βραχίονες · παρὰ τὸ βραχεῖς κίονας εἶναι τῆς χειρός

### β 191

Βραχίων · ἐκ τοῦ βραχύς καὶ τοῦ κίων. ὁ κανών· τὰ διὰ τοῦ ιων βαρύτονα τρέποντα τὸ ω εἰς ο ἐπὶ γενικῆς, εἴτε κοινὰ εἴτε μή, ἀποστρέφονται τὴν ει δίφθογγον

### β 192

Βραχίων · παρὰ τὸ βραχύς καὶ τὸ κίω ῥῆμα· ὁ βραχύτερος τῶν λοιπῶν μερῶν τοῦ σώματος

### β 193

Βράχος · διὰ τὸ βαρέως χεῖσθαι, ἤγουν κολάζεσθαι

### β 194

Βράχος · εἰς τὸ Βρόχος καὶ Ἐβραγχίασεν. περὶ βραχυνομένων εἰς τὸ Λαπάρα

### β 195

Βραχύς · σημαίνει τὸν μικρόν· γίνεται δὲ παρὰ τὸ ῥᾷον χεῖσθαι

### β 196

Βραχύσ · κατὰ τὴν τοῦ ρ πρὸς τὸ λ κοινωνίαν παρὰ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἔλασσον γίνεσθαι. οὕτως Ἡρακλείδης

### β 197

Βρέμεται Β · τὸ βρε ψιλόν· τὰ διὰ τοῦ εμω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαιμῶ· σημαίνει δὲ τὸ ὁρμῶ· Ε διέσσυτο μαιμώωσα“, τοῦ αἵματος γευστικῶς ἔχουσα, ὁρμῶσα

### β 198

Βρέμω · εἰς τὸ Ἔδραμον

### β 199

Βρενθυόμενοι · δυσχεραίνοντες, ὀργιζόμενοι, θυμούμενοι. καὶ βρενθύεσθαι, τὸ διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. παρὰ τὸ μετὰ βάρους θύειν, ὅ ἐστιν ὁρμᾶν

### β 200

Βρέτας · παρὰ τὸ βροτῷ ἐοικέναι, ἢ παρὰ τὸ βροτὸν ἀπεικάζεσθαι. Νικήτου

### β 201

Βρέτας · εἴδωλον ἢ ξόανον σημαίνει, καὶ γέγονεν οὕτως· ἔστι βρετῶ, τὸ σημαῖνον τὸ φθείρω, ἐξ οὗ βροτός, καὶ ἐκ τοῦ βροτός βρέτας. ἔστι δὲ ἄκλιτον. καὶ εἰς τὸ Ξόανον. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### β 202

Βρέφος · παρὰ τὸ εἰς φῶς βεβηκέναι· ἢ παρὰ τὸ φέρβω, τὸ τρέφω, φέρβος, καὶ τροπῇ τοῦ φ εἰς β καὶ τοῦ β εἰς φ καὶ ἐν ὑπερβιβασμῷ τοῦ ρ βρέφος· ἢ παρὰ τὸ βρέχω βρέχος καὶ τροπῇ τοῦ χ εἰς φ βρέφοσ, τὸ ἐν κοιλίᾳ τῆς μητρὸς αὐτοῦ βεβρεγμένον ὄν· ἢ παρὰ τὸ τρέφω τρέφος, καὶ τροπῇ τοῦ τ εἰς β βρέφος. τὸ βρε ψιλόν· τὰ διὰ τοῦ εφος οὐδέτερα διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον νέφος, στέφος, κέπφος. σεσημείωται τὸ λαῖφος, σημαίνει δὲ τὸ ἱμάτιον. καὶ εἰς τὸ Γέρων

### β 203

Βρέχει · πᾶν νόημα καὶ πᾶς λόγος τέλειος ἐξ ὀνόματος συνίσταται καὶ ῥήματος, οἷον· λέγει Θεόδωρος, ἀναγινώσκει ὁ Πλάτων, δημηγορεῖ Δημοσθένησ“. Χωρὶς τούτων οὐδέν ἐστι τέλειον· ἐὰν γὰρ εἴπω ἀναγινώσκει“, ὀφείλω εἰπεῖν καὶ τὸ ἐπαγόμενον, ἢ Θεόδωροσ“ ἢ ἄλλος τις, διότι πολλοί εἰσιν οἱ ἀναγινώσκοντες. ὅταν δὲ ἐρωτηματικῶς εἴπωμεν βρέχει“ ἢ βροντᾷ“ ἢ ἀστράπτει“, διὰ τοῦτο οὐ προστίθεμεν καὶ τὸν ἐπαγόμενον, διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν, τουτέστιν ὁ θεός· ὥσπερ καὶ ἐπὶ τοῦ βασιλέως, οἷον ἔδωκεν ἀξίας, ἐποίησε σπαθαρίουσ“, καὶ οὐ λέγομεν ὁ δεῖνα“, ἐπειδὴ εἷς ἐστιν ὁ ταῦτα πράττων

### β 204

Βρίζοντα Δ · νυστάζοντα, κοιμώμενον· βρίξαι γὰρ κυρίως τὸ μετὰ βάρους τροφῆς νυστάζειν. ἐξ οὗ ἠρεμεῖν καὶ ἀμελεῖν

### β 205

Βριμαίνειν · εἰς τὸ Ἐμβριμώμενοι

### β 206

Βρίμος · εἰς τὸ Ὄβριμος

### β 207

Βρίξαι · εἰς τὸ Βρίζοντα

### β 208

Βρόγχος · παρὰ τὸ βρέχω· δίυγρος γὰρ ὁ τόπος

### β 209

Βρόμιος · ὁ Διόνυσος, ὁ γενεσιουργὸς τῶν καρπῶν· παρὰ τὸ βορά βόριμος καὶ Βρόμιος

### β 210

Βρόμος · εἰς τὸ Βροντή καὶ Ἔδραμον. Νικήτου

### β 211

Βροντή · ὡς οὖσα βαρεῖα τῇ φωνῇ· ἢ παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον τοῦ πυρός, γίνεται βρομή καὶ βρονμή καὶ τροπῇ τοῦ μ εἰς τὸ τ βροντή. Γεωργίου

### β 212

Βρότειος · ἐκ τοῦ βρότεος γέγονεν. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### β 213

Βροτήσιος · ἐκ τοῦ βροτός βροτόσιος καὶ βροτήσιοσ

### β 214

Βροτολοιγός · ὁ Ἄρης. καὶ εἰς τὸ Ἐπιδέξια. Ὠρίωνος

### β 215

Βροτός · ὅτι βρώσκει καὶ βρώσκεται θανών

### β 216

Βροτός · ἐκ τοῦ μείρω, μέμορα, γίνεται μορτός καὶ ἐν ὑπερβιβασμῷ μροτός καὶ τροπῇ τοῦ μ εἰς β βροτός. καὶ διὰ τί ἐτράπη τὸ μ εἰς τὸ β ἐπειδὴ οὐδέποτε τὸ μ πρὸ τοῦ ρ εὑρίσκεται ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν. ποίου εἴδους ἐστὶ τῶν κατὰ σημασίαν; συνωνύμου. διόρισον. συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄνθρωπος, βροτός, μέροψ· μερόπων γένοσ“. Νικήτου

### β 217

Βροτοσσώων · σημαίνει τῶν βροτοσωστῶν· γέγονε δὲ παρὰ τὸ βροτός καὶ τὸ σῶος, ὃ σημαίνει τὸν ὑγιῆ, βροτοσσῶος, βροτοσσώου καὶ βροτοσσώων. Ὠρίωνος

### β 218

Βροχή · διὰ τὸ βαρέως χεῖσθαι. Φωτίου

### β 219

Βρόγχος · ὁ λαιμός, ὃν καὶ φάρυγγα καλοῦσι· καὶ ἐπὶ τῶν ἰχθύων τῶν βράγχη ἐχόντων. εἴρηται δὲ παρὰ τὸ βρέχω βρόχος τις ὤν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρόγχον λέγει, οἱ δὲ ἀρχαῖοι βράγχον· ἐξ οὗ καὶ βραγχιᾶν τὸ πάθος εἴρηται, καὶ τὸ Ε τόσσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο“. καὶ εἰς τὸ Ἐβραγχίασεν

### β 220

Βρύα · εἰς τὸ Ὀμβροβλυτεῖς

### β 221

Βρύγας · εἰς τὸ Ἀφροδίτη

### β 222

Βρύω · εἰς τὸ Βλύω

### β 223

Βρῶ · εἰς τὸ Βλάπτω

### β 224

Βρῶσις · παρὰ τὸ βρῶ, τὸ ἐσθίω, οὗ ὁ μέλλων βρώσω

### β 225

Βρωσείω · τὸ τρώγω· παρὰ τὸ βρώθω βρώσω

### β 226

Βυζάντιον ·. διὰ τὸν τῆς Θρᾴκης βασιλέα Βύζαντα

### β 227

Βυθός · παρὰ τὸ βάθος· ἢ παρὰ τὸ βύζω βυστός καὶ βυθός

### β 228

Βυθός · βιαία θέα, ἤγουν θεωρία

### β 229

Βύκτας · εἰς τὸ Ἀφροδίτη

### β 230

Βύνη · εἰς τὸ Γυνή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου βυούσης · ἡ εὐθεῖα βύουσα· παρὰ τὸ μύω, τὸ καμμύω, καὶ ὁ περισπώμενος μέλλων μυῶ καὶ τροπῇ τοῦ μ εἰς β βυῶ καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται βύω, βύεις· καὶ ἡ μετοχὴ βύων, τὸ θηλυκὸν βύουσα, βυούσης

### β 231

Βύσσος · ἔστιν εἶδος βοτάνης, ἐξ οὗ τὰ ἀπ’ αὐτῆς βαπτόμενα ἱμάτια βύσσινα λέγονται

### β 232

Βύω · εἰς τὸ Ἄβυσσος καὶ Ἀκροβυστία καὶ Βεβυσμένα καὶ Παράβυστον

### β 233

Βῶλος · παρὰ τὸ βῶ τὸ τρέφω· οἱ γὰρ βῶλοι τοὺς καρποὺς ἀνάγουσιν. ἢ ὅτι βαλλόμενος λύεται. καὶ εἰς τὸ Βόλος

### β 234

Βώμαξ · ὁ βωμολόχος· τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. λέγεται δὲ βῶμαξ καὶ μι κρὸσ βωμὸς ὑποκοριστικῶς

### β 235

Βωμολοχίαις · οὐ σύνηθες ἔμοιγε βωμολοχίαις καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι“ κολακείαις, γελοτωποιΐαις. βωμολόχοι δὲ κυρίως λέγονται οἱ ἐπὶ τῶν θυσιῶν ἐπὶ τοῖς βωμοῖς καθεζόμενοι καὶ μετὰ κολακείας προσαιτοῦντες· ἔτι δὲ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις· ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινες εὔκολοι ἄνθρωποι καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. ὥστε τρία σημαίνει

### β 236

Βωμολόχος · ἱερόσυλος· παρὰ τὸ λοχᾶν εἰς τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. Ὠρίωνος

### β 237

Βωμός · παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ

### β 238

Βῶ · εἰς τὸ Αἴνυτο καὶ Βάπτω καὶ Βορά καὶ Βουβῶνα καὶ Βοῦς καὶ Ἐκ Βασάν καὶ Ἐρυσίβη καὶ Ἥβη καὶ Ἵλεως καὶ Στίλβω

### β 239

Βωμός · δηλοῖ τὴν βάσιν, Θ ἅρματα δ’ ἂμ βωμοῖσι“· παρὰ τὸ βῶ· ὅπου τὰ ἐπιτιθέμενα βέβηκεν. καὶ ἐπὶ τοῦ τόπου οὗ θύουσι τοῖς θεοῖς· ἐπιτίθεται γὰρ αὐτῷ τὰ ἱερεῖα ἐν τῷ βαίνειν αὐτά· ἢ αὐτὸς ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς εἰς θυσίαν. Γ

### γ 2

Γαγγαλίζω · παρὰ τὸ γελῶ γελίζω, τροπῇ τοῦ ε εἰς α γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν γαγγαλίζω ἑτέρου γ πλεονάσαντος. Γεωργίου

### γ 3

Γάδειρα · ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρά τοῦ σημαίνοντος τὴν ἐξοχὴν γέγονε Γάδειρα, οἱονεὶ γῆς δειρά· τὰ γὰρ Γάδειρα ἡ ἀρχὴ τῆς γῆς. ἢ παρὰ τὸ δειρὰ εἶναι τῆς γῆς διὰ τὸ ὕψος

### γ 4

Γαῖα · τὸ α βραχύ. τὸ μαῖα, γαῖα συνέσταλται . τὰ εἰς α λήγοντα ἐν τῇ κατ’ ἀρχὴν συνθέσει φυλάττει τὸ α ἢ τρέπει· ὀπωροπώλης, γεωμέτρης

### γ 5

Γαϊδόριν · διὰ τὸ τὴν γαῖαν δέρειν τοῖς ποσίν

### γ 6

Γαιήοχος · παρὰ τὸ περιέχειν τὴν γῆν διὰ τῶν τοῦ Ὠκεανοῦ· παρὰ γὰρ τὸ γαῖα παράγωγον· ὁ τὴν γῆν κατέχων Ποσειδῶν

### γ 7

Γαίω · εἰς τὸ Ἀγαυρός καὶ Γαῦρος καὶ Ταῦρος

### γ 8

Γάλα · παρὰ τὸ καλὸν εἰς ἀνατροφήν· οἷον κάλα

### γ 9

Γαλαθηνός · παρὰ τὸν θήσω μέλλοντα δηλοῦντα τὸ θρέψω, ἐξ οὗ τὸ τιθήνη, τὸ σημαῖνον τὴν τροφόν

### γ 10

Γαλήνη · παρὰ τὸ γελῶ γελάνη, ἡ τὸ γελᾶν φέρουσα· ἢ παρὰ τὸ ἐκ τῆς γῆς λίαν ἵεσθαι, ἡ ἀστασίαστος κατάστασις· ἢ παρὰ τὸ γελῶ γελάσω, γελάνη τις οὖσα, καὶ κατὰ τροπὴν τοῦ ε εἰς α καὶ τοῦ α εἰς η γαλήνη· γελῶντι γὰρ ἔοικε τότε ἡ θάλασσα

### γ 11

Γαλήνη · παρὰ γὰρ τὸ γάλα· ἡ καθισταμένη θάλασσα καὶ πραεῖα. Νικήτου

### γ 12

Γαληνόμορφον · ἐγράφη

### γ 13

Γαλόῳ Γ · ἡ εὐθεῖα γάλως· τὸ λως μέγα· καὶ κλίνεται τῆς γάλω. ὁ κανών· τὰ δὲ βαρύτονα κατὰ ἀποβολὴν τοῦ ς. ἡ δοτικὴ γάλῳ, καὶ πλεονασμῷ τοῦ ο γαλόῳ. διὰ τί καταβιβάζει τὸν τόνον; ἐπειδὴ οὐδέποτε τοῦ ω ἐπὶ τέλους κειμένου τρίτη ἀπὸ τέλους τίθεται ἡ ὀξεῖα χωρὶς τῶν Ἀττικῶν

### γ 14

Γάλλος · ὁ ἄλλος τις γενόμενος καὶ μεταβαλὼν τὴν φύσιν ἐξ ἀνδρῶν

### ε 7

ἐπιθαλάμιον διαφέρει· ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα, γαμήλιον δὲ ὃ οὐ περιώρισται χρόνῳ

### γ 15

Γαμήλια · παρὰ τὸ γαμῶ γαμήσω γαμήλια, ὡς παρὰ τὸ δεμῶ δεμήσω δεμήλια καὶ θεμέλια, καὶ παρὰ τὸ κατοικῶ κατοικήσω κατοικήσια καὶ κατοικέσια

### γ 16

Γάμος Γ · παρὰ τὸ δαμῶ δάμος καὶ γάμος. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ δύο ἅμα εἶναι, κατὰ μετάθεσιν τοῦ δ εἰς γ · ἢ διὰ τὸ ἐγγαμίζεσθαι, ἤτοι ἁρμόζεσθαι· ἢ διὰ τὸ ἅμα ἄγεσθαι τὴν γαμετήν· ἢ διὰ τὸ γῆν ἅμα γενέσθαι· ἢ διὰ τὸ γόμος εἶναι

### γ 17

Γαμφηλή · ἡ σιαγών· παρὰ τὸ κάμπτω, ὡς παρὰ τὸ θάπτω ταφή

### γ 18

Γαμψός · παρὰ τὸ κάμπτω καμψός καὶ γαμψός, ἐξ οὗ καὶ Π γαμψώνυχεσ“, οἱ καμψώνυχες

### γ 19

Γάνος · παρὰ τὸ γανῶ, τὸ λαμπρύνω. καὶ εἰς τὸ Ὄργανον

### γ 20

Γανωθείς · εἰς τὸ Γεγανωμένος

### γ 21

Γάρ Β · σύνδεσμος ἰσοδύναμος τῷ ὅτι. διαφέρει δὲ τοῦ ὅτι· τὸ μὲν ὅτι προτακτικόν, ὡς τὸ ὅτι ἠπαιδεύτησας, ἐτυπτήθησ“· ὁ δὲ γάρ ὑποτάσσεται, ὡς ἐτυπτήθης, ἠπαιδεύτησας γάρ“. ἵνα πλεονάσῃ τὸ αἴτιον. Φωτίου

### γ 22

Γαστήρ · παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι· γῶ γάζω γαστήρ. περὶ Γαστριμαργίας· τί ἐστι γαστριμαργία; καὶ πόθεν ὠνόμασται; καὶ κατὰ ἀναγωγὴν πῶς θεωρεῖται; οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσε ταύτης. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζώων λόγῳ μέμνηται ζώου μάργου λεγομένου, καὶ ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος, καὶ ἀφ’ οὗ γεννηθῇ, οὐ παύεται γαιηφαγοῦν, ἕως οὗ ἐκτρυπῆσαν τὴν γῆν εἰς ἐπιφάνειαν ἐξέλθῃ· ὅταν δὲ ἐξέλθῃ, θνήσκει καὶ κεῖται νεκρὸν τρεῖς ἡμέρας, καὶ μετὰ τὰς τρεῖς ἡμέρας ἔρχεται νέφος βροχῆς, καὶ βρέχει ἐπάνω αὐτοῦ, καὶ ἀναζῇ μηκέτι γαιηφαγοῦν. καὶ ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους ἀποκαλέσαι. δύναται δέ τις εὐσεβῶς τοῖς οὖσι κατὰ θεωρίαν ἐπιβαλεῖν τὰ εἰρημένα· πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶσθαι πέφυκεν, καὶ ἐπειδὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστικῆς ἕξεως εἰς φανέρωσιν ἔλθῃ, καὶ ἐλθὸν θνήσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς· καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου πνεύματος, ὡς διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, σταλαγμοὺς δίδωσι τῆς γνώσεως καὶ ζωοποιεῖ οὐ κατὰ τὴν προτέραν ἐμπαθῆ ζωήν, ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ θεῷ οἰκείαν

### γ 23

Γαστριμαργία · ἡ περὶ τὴν γαστέρα μανία· μαργαίνειν γὰρ λέγεται παρὰ τοῖς ἔξω τὸ μαίνεσθαι καὶ μάργος καλεῖται ὁ μανιώδης· παρὰ τὸ μαργαίνειν, ὅ ἐστι μαίνεσθαι, τὴν γαστέρα. διαφέρει δὲ γαστριμαργία λαιμαργίας· γαστριμαργία μὲν γάρ ἐστιν ἡ τῆς γαστρὸς χόρτασις, λαιμαργία δὲ ἡ τοῦ λαιμοῦ ἡδονή, ἤτοι τὰ γλυκάσματα

### γ 24

Γαυριᾷ · εἰς τὸ Κομᾷ

### γ 25

Γαῦρος · παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐξ αὐτοῦ γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος. προπερισπᾶται· τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἢ προσηγορικὰ ἢ ἐπίθετα προπερισπᾶται, οἷον σαῦρος μαῦρος ταῦρος γαῦρος

### γ 26

Γέ · σύνδεσμος. εἰς τὸ Ὅγε

### γ 27

Γέα · εἰς τὸ Ἀνώγειον καὶ Βαθύγειον καὶ Γέγειος

### γ 28

Γεγαυῖα Γ · μετοχή· τὸ ῥῆμα γῶ, ἐξ οὗ καὶ τὸ γείνω· ὁ μέλλων γήσω, ὁ παρακείμενος γέγηκα. καὶ οἱ Ἴωνες ἐπὶ τοῦ παρακειμένου ἡνίκα ὕφεσιν ποιήσωσι τοῦ συμφώνου, τότε καὶ συστολὴ φωνήεντος ἀκολουθεῖ· βεβήκασι, βεβάασιν. οὕτως καὶ γέγηκα γέγαα, καὶ ἡ μετοχὴ γεγαώς γεγαῶτος, καὶ τὸ θηλυκὸν γεγαυῖα, καὶ τὸ γεγῶσα παρ’ αὐτό. κανὼν γάρ ἐστιν ὁ λέγων· αἱ εἰς ως μετοχαί, εἰ μὲν ὦσιν ἀπαθεῖς, διὰ τοῦ ο κλίνονται καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υια · εἰ δὲ παθητικαί, κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω τὸ δὲ θηλυκὸν εἰς σα μεταποιοῦσιν· ἑστώς ἑστῶσα, γεγώς γεγῶσα

### γ 29

Γεγανωμένος · λελαμπρυσμένος, ἢ χαίρων, ἢ διακεχυμένος, ἢ κεκαλλωπισμένος. καὶ γανωθείς· οἷον καλλωπισθείς. καὶ γανῶσαι· ἐπὶ τοῦ λαμπρῦναι. καὶ γανεῖν· λευκᾶναι. καὶ γανυρόν· λαμπρόν, λευκόν. καὶ γάνος· ὕδωρ, χάρμα, φῶς, λίπος, αὐγή, λευκότης, λαμπηδών· ὑπὸ δὲ Κυπρίων παράδεισος

### γ 30

Γέγασα · εἰς τὸ Γεγῶσα. Γεωργίου

### γ 31

Γέγειος · ἀπὸ τοῦ γέα τοῦ διὰ τοῦ ε γέγονε γέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον γεῖος, καὶ κατὰ διπλασιασμὸν γέγειος· ἢ ἀπὸ τοῦ γέα γέγονε γέειος, καὶ κατ’ ἐπένθεσιν τοῦ γ γέγειος. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### γ 32

Γεγηθότες · ἔστι γήθω, τὸ χαίρω, ὁ μέλλων γήσω, ὁ μέσος παρακείμενος γέγηθα, καὶ τὰ λοιπὰ δῆλα. τὸ γη η · τὰ διὰ τοῦ ηθω ῥήματα δισύλλαβα, χωρὶς εἰ μὴ ἐν κινήσεσιν εὑρίσκεται γεννῶντα τὸ ο διὰ τοῦ η γράφεται, οἷον πλήθω, τὸ πληρῶ, γήθω, τὸ χαίρω, πήθω, τὸ πάσχω. χωρὶς εἰ μὴ ἐν κινήσεσιν εὑρίσκεται“ διὰ τὸ πείθω, τὸ καταπείθω· καὶ πλὴν τοῦ βρίθω, ὅπερ διὰ τοῦ ι γράφεται

### γ 33

Γέγηθα · εἰς τὸ Γεγῶσα. Ὁμήρου

### γ 34

Γεγωνέμεν · ἀπὸ τοῦ φωνῶ τροπῇ τοῦ φ εἰς γ γωνῶ, γωνήσω, γεγώνηκα· ἀπὸ τοῦ γωνῶ γωνεῖν, καὶ γεγωνεῖν κατὰ διπλασιασμόν, καὶ ποιητικῶς γεγωνέμεν

### γ 35

Γεγωνότερον · ἐξακουστότερον, λαμπρότερον· γέγονε δὲ παρὰ τὸ φωνῶ τροπῇ τοῦ φ εἰς τὸ γ γωνῶ· τούτου ὁ μέσος παρακείμενος γέγωνα, καὶ ἡ μετοχὴ γεγωνώς, καὶ ἐξ αὐτοῦ γεγωνότερος τὸ συγκριτικόν, καὶ γεγωνότερον ἐπίρρημα. Χοιροβοσκοῦ

### γ 36

Γεγῶσα · ἀπὸ τοῦ γενῶ, τὸ γείνομαι, οὗ ὁ μέλλων γενήσω, ὁ μέσος παρακείμενος γέγηνα, καὶ κατὰ ἀποβολὴν τοῦ ν γέγηα· ἡ μετοχὴ κατὰ τροπὴν τοῦ η εἰς α γεγαώς. καὶ ἔστιν σεσημειωμένον τὸ γεγαώς, βεβαώς, μεμαώς, ἑσταώς· ἅπερ κατὰ κρᾶσιν γίνεται βεβώς βεβῶτος, μεμώς μεμῶτος, ἑστώς ἑστῶτος, γεγώς γεγῶτος· καὶ τὰ θηλυκὰ γεγῶσα, μεμῶσα, ἑστῶσα, βεβῶσα· καὶ τὰ οὐδέτερα διὰ τοῦ ω μεγάλου τὸ γεγώς, τὸ βεβώς, τὸ ἑστώς, τὸ μεμώς

### γ 37

Γείνεται · εἰς τὸ Γίγνεται. Ὁμήρου

### γ 38

Γείνατο · ἀπὸ τοῦ γένω γείνω κατὰ πλεονασμὸν τοῦ ι · ὁ γὰρ μέλλων γενῶ, ὡς κείρω κερῶ· ὁ ἀόριστος ἔγεινα, ὡς ἔκειρα

### γ 39

Γείνω · τὸ γεννῶ· τὸ γει δίφθογγον· διὰ τί; διότι ἔχει ἐν τῷ μέλλοντι τὸ ε. ὁ παθητικὸς γείνομαι, τὸ τρίτον γείνεται. καὶ εἰς τὸ Γίνομαι καὶ Γυνή. Γεωργίου

### γ 40

Γείτων · τὸ γει δίφθογγον· τὰ παρὰ τὸ γέα συγκείμενα διὰ τῆς ει διφθόγγου γράφεται· ἐξ οὗ καὶ γειτνιῶ· ἀπὸ γὰρ τοῦ γέα τοῦ γραφομένου διὰ τοῦ ε γίνεται γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων

### γ 41

Γειτνιῶ · ἀπὸ τοῦ γείτων γέγονε γειτονῶ καὶ γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ

### γ 42

Γελοίιος Β · ἐκ τοῦ γελοῖος· τὰ διὰ τοῦ οιος ὀνόματα ὑπὲρ δύο συλλαβὰς ἅπαντα προπερισπᾶται, οἷον παντοῖος ἀλλοῖος· π ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἢ τὸ πάροιθεν“· ἑτεροῖος. γράφεται δὲ διὰ τοῦ ι · ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος κατὰ τὸ αὐτὸ σημαινόμενον παρηγμένα, εἰ μὲν ὀξύνεται, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον θαμός θαμειός, ἀδελφός ἀδελφειός· εἰ δὲ βαρύνεται, διὰ τοῦ ι κάπρος κάπριος, τάφος τάφιος καὶ ἐπιτάφιος, ὀρθός ὄρθιος, λοῖσθος λοίσθιος, Αἰτωλός Αἰτώλιος, αἰζηός αἰζήιος, ὅμοιος ὁμοίιος, γέλως γελοῖος γελοίιος. γέλοιος καὶ γελοῖος διαφέρει· προπαροξυτόνως μὲν λέγεται ὁ γελωτοποιός, προπερισπωμένως δὲ ὁ γέλωτος ἄξιος. καὶ εἰς τὸ Σκῶμμα

### γ 43

Γελῶ Β · περισπᾶται· τὰ εἰς λω λήγοντα καθαρόν, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ε καταλήγουσαν, μὴ ἀπὸ συμφώνου ἀρχόμενα μὴ μέσου βαρύνεται, οἷον κέλω πέλω. πρόσκειται, μὴ ἀπὸ συμφώνου ἀρχόμενα“ διὰ τὸ ἐλῶ ἐλάσσω· μὴ μέσου“ δὲ διὰ τὸ γελῶ γελάσω

### γ 44

Γενειάζω · εἰς τὸ Δανείζω

### γ 45

Γενειάς · ἐκ τοῦ γένειον· ἡ βαθεῖα ὑπήνη. ἐκ τοῦ γένους γένειον· διακρίνει γὰρ τὰ γένη. λέγεται γὰρ ἀπὸ ἱστορίας· ἔθνος κε χιλιάδων ἐπελθὸν παρεκάθηντο τοῖς Ῥωμαίοις· ἐκεῖνοι δὲ ὀλίγοι ὄντες ἔφερον τοὺς Σκλαβηνίας· ἔτι δὲ οἱ Σκλάβοι ὀλίγοι ὄντες ἔφερον τὰς γυναῖκας αὐτῶν, καὶ περιθέντες αὐταῖς σχῆμα ἀνδρεῖον καὶ γενειάδας ἐξήρχοντο· ἰδόντες δὲ τὸ πλῆθος οἱ ἐθνικοὶ ἠρώτων τοὺς Ῥωμαίους· τίνες εἰσὶν οὗτοι; καὶ ἔλεγον· Λογγίβαρβοι. τουτέστι βαθεῖαν ὑπήνην καὶ μακρὰν ἔχοντες

### γ 46

Γένειον · ἀπὸ τοῦ γένος γένειον, ὡς δάνος δάνειον. τὸ μὲν γένειον ὁ τόπος τῶν τριχῶν λέγεται, τὰ δὲ γένεια αὐταὶ αἱ τρίχες

### γ 47

Γένειον · παρὰ τὸ τὰ γένη ἐξ αὐτοῦ διακρίνεσθαι καὶ ἀρρένων καὶ θηλειῶν, καὶ ἡλικίας τελείων καὶ ἀτελῶν

### γ 48

Γένυς · παρὰ τὸ γεννᾶν ὀδόντας καὶ τρίχας

### γ 49

Γενερόν · εἰς τὸ Γεγανωμένος

### γ 50

Γένετο · ἐκ τοῦ γείνω γενῶ, ὁ δεύτερος ἀόριστος ἔγενον, ὁ μέσος ἐγενόμην. Νικήτου

### γ 51

Γενήσεται · γενῶ, τὸ πράττω, καὶ ὁ μέλλων γενήσω, καὶ ὁ μέσος μέλλων γενήσομαι γενήσῃ γενήσεται. καὶ εἰς τὸ Ἔσται. Νικήτου

### γ 52

Γεραίρω · παρὰ τὸ γέρας γεραίρω. ὁ μέλλων γεραρῶ ἀλλαχοῦ ἐστιν

### γ 53

Γέρα Β · εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ γέρας. παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας· πᾶς γάρ τις γέρατος ἐπιθυμεῖ. σημαίνει δὲ τὴν τιμήν. ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ γέραα Ἰωνικῶς, καὶ κατὰ συγκοπὴν τὰ γέρα

### γ 54

Γέρανος · γήρευνός τις ὤν, ὁ τὰ τῆς γῆς ἐρευνῶν σπέρματα, ὅστις καὶ σπερμολόγος καλεῖται· ὅτε γὰρ ὁ γεωργὸς σπείρει καὶ οὐ χωννύει αὐτά, ἐκεῖνος συλλέγων ἐσθίει, καὶ ἐκ τούτου ἐκλήθη σπερμολόγος. ἔχει δὲ καὶ βραχὺ τὸ α. ἔστι δὲ εἰδικὸν τὸ γέρανος

### γ 55

Γέρανος · ὅτι τὴν γῆν ἐρᾷ, ἢ κατὰ τὴν γῆν ὁρᾷ

### γ 56

Γεραρός · παρὰ τὸ γέρας· τοῦτο παρὰ τὸ ἐρῶ ἔρας καὶ γέρας. πᾶς γὰρ γέρατος ἐπιθυμεῖ καὶ τιμῆς

### γ 57

Γέρας · γίνεται ἐκ τοῦ εἴρω, τὸ λέγω. καὶ εἰς τὸ Γέρα καὶ Γηραιός

### γ 58

Γέρδιος · ὁ ὑφάντης· καὶ γερδία, ἡ ὑφάντρια· παρὰ τὸ ἐπὶ τῆς γῆς ἔχειν ἔρδος

### γ 59

Γερουσία · εἰς τὸ Οὐσία

### γ 60

Γέῤῥα · Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἐξ ἄλλης τινὸς ὕλης. λέγεται δὲ οὕτως καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς, οἷον δέρα τινὰ ὄντα· παρὰ τὸ δέρας, ὃ σημαίνει τὸ δέρμα

### π 2

προβεβηκώς διαφέρει· Ἀλεξίων ἐν τῇ Ἐπιτομῇ τῶν Διδύμου Συμμίκτων φησὶν οὕτως· ἐκ τῶν Ἀριστοφάνουσ περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως· βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως· παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ· παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον· παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ· παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι· τὴν δ’ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέμφηβον καλοῦσιν· ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν, Ἀχαιοὶ δὲ κούρους, κάδες δὲ ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί· ὁ δὲ μετὰ ταῦτα μεικάριον ἢ μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρωσ“

### γ 61

Γέρων Β · παρὰ τὸ ἔρρω, τὸ φθείρω, ἔρρων καὶ γέρων, ὁ μετὰ φθορᾶς εἰς τὸν Ἅιδην πορευόμενος· ἢ παρὰ τὸ εἴρω, τὸ λέγω· λεκτικοὶ γὰρ οἱ γέροντες, καὶ Ὅμηρος Γ · ἀλλ’ ἀγορηταὶ ἐσθλοί“· ἢ παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν· ἢ παρὰ τὸ εἰς γῆν ὁρᾶν. τοῦ γέροντος· ὁ κανών· τὰ εἰς ρων ὀνόματα δισύλλαβα βαρύτονα μὴ ὄντα συγκριτικὰ φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς τὸ οὖν γέρων ὡς μετοχικὸν διὰ τοῦ ο κλίνεται οἷον Μύρων Μύρωνος, Χάρων Χάρωνος. τὸ δὲ γέρων οὐκ ἐφύλαξε τὸ ω διότι ὡς μετοχικὸν ἐκλίθη· συνεξηκολούθησεν γὰρ τῷ φέρων φέροντος· ἐπειδὴ τὸ γέρων οὐκ ἔστι μετοχή, ἀλλ’ ὄνομα· εἰ γὰρ μετοχὴ ἦν, φυλάττειν εἶχε καὶ ἐπὶ κλητικῆς τὸ ω · αἱ γὰρ περιττοσυλλάβως κλινόμεναι μετοχαὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, τὸ δὲ γέρον ἡ κλητικὴ διὰ τοῦ ο μικροῦ

### γ 62

Γεῦσις. κυρίως ἡ ἐπὶ τῶν ὑγρῶν προσφορά, δεῦσίς τις οὖσα· παρὰ τὸν δεύσω μέλλοντα, ὡς γνώσω γνῶσις

### γ 63

Γέφυρα · παρὰ τὸ γῆ καὶ τὸ φύρω, τὸ ἀναμιγνύω· ἡ ἐφ’ ὑγρῷ τόπῳ κειμένη· ἢ ἡ τῇ γῇ φυρανθεῖσα. ἢ παρὰ τὸ γέφυγρα, ἡ ἐφ’ ὑγρῷ κειμένη γῆ

### γ 64

Γεφυρισμός · εἰς τὸ Σκῶμμα

### γ 65

Γεωγραφία γεωμετρίας διαφέρει· γεωγραφία μὲν γάρ ἐστιν ἡ πάσης τῆς γῆς διαγραφή, γεωμετρία δὲ ἡ μέρους τινὸς καταγραφή. καὶ εἰς τὸ Γαῖα

### γ 66

Γεωπεῖναι · παρὰ τὸ γῆς πένεσθαι· ὀλίγην γὰρ γῆν εἶχον, ὥς φησιν Ἡρόδοτος

### γ 67

Γεωργός · παρὰ τὸ τὴν γῆν ὁρᾶν, ἢ παρὰ τὸ τὴν γῆν ἐργάζεσθαι. τὸ ω μέγα. διὰ τί; τὰ παρὰ τὸ ἔργον συγκείμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον Γεώργιος γεωργός καὶ εἴ τι ὅμοιον

### γ 68

Γῆ · παρὰ τὸ γῶ, τὸ χωρῶ· ὅθεν γωρυτός, ὁ χωρῶν τὸ ῥυτόν, ἤγουν τὸ τόξον. Ὠρίωνος

### γ 69

Γῆ · διὰ τὸ τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῆς εἶναι. καὶ εἰς τὸ Ἄρουρα

### γ 70

Γήθω · εἰς τὸ Γεγηθότες

### γ 71

Γήινος · διὰ τὸ γένος τῶν ἀνθρώπων, ὅτι ἐξ αὐτῆς ἐστιν

### γ 72

Γήμας · ὁ σύνοικος. τὸ γη η. ἐντεῦθεν καὶ γάμος

### γ 73

Γήπαιδες · οἱ λεγόμενοι Λογγίβαρδοι· οἱονεὶ Γετίπαιδες, οἱ Γετῶν παῖδες

### γ 74

Γηραιός · παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν

### γ 75

Γηράς Ρ · ἐκ τοῦ γήρημι γηράς, ὡς ἵστημι ἱστάς

### γ 76

Γῆρας · παρὰ τὸ εἰς γῆν ῥεῖν· ἐγγὺς γὰρ θανάτου. ἢ παρὰ τὸ γέρας, ἤγουν τιμή. ἢ ὅτι εἰσ γῆν ὁρᾷ. Φωτίου

### γ 77

Γῆρυς · εἰς τὸ Κήρυξ καὶ Διακηρυκεύεται

### γ 78

Γηρωκομεῖον · διὰ τὸ τοὺς γήροντας μένειν

### γ 79

Γηρωκομῶ · τὸ ρω μέγα· ἐκ τοῦ γῆρας γήρως καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι. τὰ δὲ παρὰ Ἀττικὴν γενικὴν συντιθέμενα διὰ τοῦ ω μεγάλου γράφεται

### γ 80

Γήσω · εἰς τὸ Γεγῶσα

### γ 81

γείνεται διαφέρει· γίνεται μὲν γάρ ἐστιν ἀντὶ τοῦ κατασκευάζεται, γείνεται δὲ διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ γεννᾶται. Γεωργίου

### γ 82

Γιγνώσκω · ὥσπερ ἀπὸ τοῦ ὀγδοήκοντα ὀγδώκοντα κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω οὕτως καὶ ἀπὸ τοῦ νοήσω κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω νώσω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω· καὶ ὥσπερ ἀπὸ τοῦ τρώσω μέλλοντος ἀποτελεῖται ἐνεστὼς τρώσκω, οὕτως καὶ ἀπὸ τοῦ γνώσω γνώσκω, καὶ κατὰ διπλασιασμὸν Ἰωνικὸν γιγνώσκω. καὶ εἰς τὸ Μισητή

### γ 83

Γίνομαι · τὸ μὲν σημαῖνον τὸ ἀποτελοῦμαι ἀπὸ δὲ τοῦ γένομαι γέγονεν· τὸ γὰρ ε ἐν ταῖς τοιαύταις παραγωγαῖς, ἐπιφερομένων δύο συμφώνων εἰς ι πέφυκε τρέπεσθαι, οἷον μένω μίμνω, τέκω τίκτω. οὕτως καὶ ἀπὸ τοῦ γένομαι γίγνομαι καὶ γίνομαι διὰ τοῦ ι. τὸ γὰρ σημαῖνον τὸ γεννῶμαι ἀπὸ τοῦ γένος γέγονε γένω καὶ γένομαι, καὶ προσθήκῃ τοῦ ι γείνομαι διὰ τῆς ει διφθόγγου

### γ 84

Γίνω · τὸ γι μακρόν, διότι γίγνω· καὶ τὰ θέσει μακρά, ἡνίκα ἀποβάλωσι σύμφωνον, εἰς φύσει μακρὰ μεταβαίνουσιν

### γ 85

Γινώσκω · τὸ νω μέγα· διὰ τί; ἐκ τοῦ νῶ νώσω νώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν γινώσκω

### γ 86

Γλάγονες · παρὰ τὸ γάλα γάλακτος γλάγος

### γ 87

Γλαυκός · γάλακτι ἐοικὼς τὴν σάρκα. καὶ τὰ ὄμματα. Σελεύκου

### γ 88

Γλαυκῶπις · ἀπὸ τοῦ Γλαυκωπίου ὄρους, ὃ καὶ Λυκαβηττὸς καλεῖται· ἢ ἀπὸ τοῦ γλαυκοὺς ἔχειν τοὺς ὦπας· ἢ ἀπὸ τοῦ δεινὸν γλαύσσειν τοὺς ὀφθαλμούς, ὅ ἐστιν ἀπαιθύσσειν· ἢ ἀπὸ τοῦ γλαυκὰ ὀπίζεσθαι, τουτέστιν ἐντρέπεσθαι. γλαυκώπιδος. ὁ κανών· τὰ εἰς ις θηλυκά, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ π ἐκφερόμενα διὰ τοῦ δος κλίνεται. οὐκ ἔστι δὲ ὁ κανὼν καὶ ὡς τὸ δραπέτις· ἔστι γὰρ καὶ ἀρσενικὸν ὁ δραπέτης, οὕτω καὶ ὁ γλαυκώπης. καὶ πόθεν δῆλον; ἐκ τοῦ εἰπεῖν τὸν τεχνίτην Α σοί τε, κυνῶπα“· ἐκ τούτου δῆλον ἀρσενικὸν ὁμοίως καὶ τὰ λοιπά

### γ 89

Γλαυκῶπις · παρὰ τοῦ γλαύσσω γλαύξω, ἐξ οὗ καὶ ἡ γλαῦξ τὸ ὄρνεον. τὸ γλαύσσω τινὲς παρὰ τὸ λεύσσω λαύσσω καὶ γλαύσσω· σημαίνει δὲ τὸ λάμπω· ἐκ τούτου οὖν γέγονε καὶ τὸ γλήνη

### γ 90

Γλαῦξ · εἰς τὸ Αἴξ

### γ 91

Γλαφυρῇσι Β · ὄνομα ἡ γλαφυρά· τὸ ἀρσενικὸν ὁ γλαφυρός. γίνεται παρὰ τὸ γλάφω, τὸ διορύττω, ἐξ οὗ καὶ γλάφυ πετρῆεν λυγρόν“. ἔστιν οὖν γλάφω γλάψω ἔγλαψα καὶ ἡ μετοχὴ ὁ γλάψας· καὶ Ὅμηρος δ εὐνὰς ἐν ψαμάθοισι διαγλάψας ἁλίῃσι“. ἐπὶ δὲ τοῦ ἡδέος παρὰ τὸ διορύττειν καὶ κινεῖν τὴν ἀκοὴν πρὸς ἡδονήν. καταχρηστικῶς δὲ καὶ ἐπὶ ἄλλων

### γ 92

Γλαφυρώτατος · ἡδύς, καλός, σοφός, ἔμπειρος, ἀκριβής, καὶ παρὰ Μενάνδρῳ ὁ εὐτράπελος· γέγονε δὲ παρὰ τὸ γλάφω, τὸ διορύττω καὶ κοιλαίνω, γλαφυρόν ἐπὶ τοῦ κοίλου

### γ 93

Γλήνη · ἡ τῶν ὀφθαλμῶν κόρη· παρὰ τὸ δι’ αὐτῆς τὸν νοῦν γαληνιοῦσθαι τῇ ποικιλίᾳ τῶν ὁρατῶν· ἢ παρὰ τὴν αἴγλην ἀποβολῇ τῆς αι συλλαβῆς καὶ προσθέσει τοῦ η γλήνη

### γ 94

Γλιχόμενος · καρτερῶν ἢ ἐπιθυμῶν· συντάσσεται μετὰ γενικῆς καὶ δοτικῆς. Γεωργίου

### γ 95

Γλυκείδιον · ἀπὸ τῆς γλυκέος γενικῆς γέγονε γλυκείδιον, ὡς πράξεως πραξείδιον καὶ λέξεως λεξείδιον

### γ 96

Γλυκύς Β · γλυκίων, καὶ ἡ κλητικὴ ὦ γλύκιον. ὁ τόνος· τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ἀναβιβάζει τὸν τόνον κατὰ τὴν κλητικήν, οἷον ὦ ἄρειον, ὦ βέλτιον, ὦ γλύκιον. γίνεται παρὰ τὸ γλεῦκος, ὁ νεωστὶ ἀποστάζων ἐκ τῆς ληνοῦ οἶνος

### γ 97

Γλῶσσα · παρὰ τὸ γνῶ γνῶσσα καὶ γλῶσσα, ὡς διαγνωστικὴ οὖσα τῶν χυμῶν. Χοιροβοσκοῦ

### γ 98

Γλωσσαλγία · παρὰ τὸ γλῶσσα καὶ τὸ ἄλγος, ὃ σημαίνει τὴν λύπην. τὸ δὲ γλῶσσα παρὰ τὸ γνῶ γνῶσσα καὶ γλῶσσα, ἡ τὰ τοῦ νοὸς εἰς φῶς φέρουσα· ἢ ἐκ τοῦ νοῶ. τὸ δὲ ἄλγος παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἄλεγος καὶ συγκοπῇ ἄλγος, τὸ φροντίδος ἄξιον. βαρύνεται· τὰ εἰς γος δισύλλαβα ἔχοντα τὴν τρίτην πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, οἷον πύργος σπόγγος. οὕτως οὖν καὶ ἄλγος. Νικήτου

### γ 99

Γλωττήμασιν · ἡ εὐθεῖα τὸ γλώττημα· τοῦτο παρὰ τὸ γλωσσῶ γλωσσᾷς γλωσσᾷ, ἐξ αὐτῶν γλώσσημα. τὸ δὲ γλωσσῶ παρὰ τὸ γλῶσσα

### γ 100

Γλωχῖνα · γωνίαν· παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω, ἢ γλάφω γίνεται γλωχίν. καὶ εἰς τὸ Τριγλώχινι

### γ 101

Γλωχίν · παρὰ τὸ γλύψαι, τὸ κοιλᾶναι

### γ 102

Γναθμῶν ς · ὄνομα προσηγορικόν. γέγονε δὲ παρὰ τὸ κάμπτω τροπῇ τοῦ κ εἰς γ ὡς κόνυ γόνυ· παρὰ τὸ κονῶ γὰρ γέγονεν· ἐπενθέσει τοῦ ν γνάμπτω, ὁ παθητικὸς παρακείμενος γέγναμμαι, γναμμός, καὶ τροπῇ τοῦ μ εἰς θ γναθμός

### γ 103

Γνάμπτω Γ · ἐκ τοῦ κάμπτω. μετὰ τῆς ἀνά προθέσεως ἀναγνάμπτω· ἡ δὲ ἀνά πρόθεσις σημαίνει τὴν ἐξ ὑστέρου ἐπάνοδον. βαρύνεται· τὰ εἰς πτω λήγοντα ῥήματα, εἰ μὴ προκατάρχει ὄνομα, βαρύνεται· κάμπτω λάπτω, Π λάψοντες γλώσσῃσιν ἀραιῇσιν“, βάπτω ὄπτω. τὸ δὲ ὀπτῶ περισπώμενον ἐκ τοῦ ὄπτω βαρυτόνου γεγονός, ὡς διήλλαξεν κατὰ τὸ σημαινόμενον, διήλλαξεν καὶ κατὰ τὸν τόνον. εἶπεν εἰ μὴ προκατάρχει ὄνομα“ διὰ τὸ ἀελπτῶ· ἔστι γὰρ ὄνομα τὸ ἄελπτος· καὶ ἀπεπτῶ ἄπεπτος

### γ 104

Γνάμψαι · εἰς τὸ Ἀνέγναψαν

### γ 105

Γνήσιος · ἐκ τοῦ γεννητός γεννήσιος καὶ κατὰ συγκοπὴν γνήσιος

### ν 1

νεφέλη . διαφέρει· γνόφος μέν ἐστιν ὁ ἀχλυώδης καὶ ὁμιχλώδης σκοτασμός, νεφέλη δὲ τὸ ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα

### γ 106

Γνόφος · παρὰ τὸ κενὸν φάους εἶναι· ἢ παρὰ τὸ νείφω νέφω καὶ γνόφος

### δ 3

δνόφος · μᾶλλον διὰ τοῦ δ δνόφος, ὅτι δονεῖ τὰ νέφη

### γ 107

Γνόφος · παρὰ τὸ δονῶ δονήσω δόνοφος, καὶ κατὰ συγκοπὴν δνόφος καὶ γνόφος τροπῇ τοῦ δ εἰς γ

### γ 108

Γνύξ · παρὰ τὸ γόνυ

### γ 109

Γνωματεύοντες · διακρίνοντες, διαγινώσκοντες ἀκριβῶς. γέγονε δὲ παρὰ τὸ γνώμη καὶ τὸ ματεύω, ὃ σημαίνει τὸ ζητῶ· καὶ γνωματεύοντες ἐγίνωσκον ὁπόσον ἐτύγχανον ἀφῃρημένοι“

### γ 110

Γνώμη · παρὰ τὸ νοῶ νοήσω νοήμη καὶ κ α τὰ κρᾶσιν νώμη καὶ πλεονασμῷ τοῦ γ γνώμη. καὶ εἰς τὸ Διάνοια. Ὁμήρου

### γ 111

Γνώσεαι Β · ὁ κανών· οἱ Ἴωνες ἐπὶ τῶν τρίτων προσώπων τῶν παθητικῶν ἀποβάλλοντες τὸ τ τὰ δεύτερα ποιοῦσιν, οἷον βούλεται βούλεαι, γνώσεται γνώσεαι

### γ 112

Γνῶσις σοφίας διαφέρει. γνῶσις μέν ἐστι τὸ εἰδέναι τὰ ὄντα, σοφία δὲ καὶ τὸ τὰ ὄντα γινώσκειν καὶ τὴν τῶν ἀντιπιπτόντων λύσιν ἐπίστασθαι

### γ 113

Γνωστός · παρὰ τὸ μᾶλλον τῶν ἄλλων γινώσκεσθαι. καὶ εἰς τὸ Ἔσωσεν

### γ 114

Γνώσω · εἰς τὸ Γιγνώσκω

### γ 115

Γνωτός · εἰς τὸ Ἔσωσεν

### γ 116

Γογγύζω · ἐκ τοῦ γρύζω τοῦ σημαίνοντος τὸ τῇ φωνῇ ὑποκλαίω καὶ παραλαλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γογρύζω, καὶ ἐκβολῇ τοῦ ρ καὶ πλεονασμῷ ἑτέρου γ γογγύζω

### γ 117

Γοητεία · εἰς τὸ Φαρμακεία

### γ 118

Γόμφος · κυρίως τὸ ξύλινον καρφίον· παρὰ τὸ κόπτω κέκομμαι κόμφος καὶ γόμφος

### γ 119

γομφίλη · παρὰ τὸ κάμπτω γάμπτω

### γ 120

Γόνατα · παρὰ τὸ κονεῖν καὶ ἐνεργεῖν

### τ 2

τροφεὺς διαφέρει. γονεὺς μὲν λέγεται ὁ γεννήσας, τροφεὺς δὲ ὁ θρέψας. Φωτίου

### γ 121

Γόνος · παρὰ τὸ γένω γόνος, ὡς λέγω λόγος· ἢ παρὰ τὸ γείνω. καὶ εἰς τὸ Ἄγονος

### γ 122

Γόνυ · ὅτι κατ’ αὐτὸ καμπτόμενον τὸ σκέλος ὥσπερ γωνίαν ἀποτελεῖ. ν Γόνυ · τὸ εἰς γῆν νεῦον· ἔστι πένω, τὸ πράττω, καὶ ἐκ τούτου γίνεται πόνος, καὶ ἐκ τοῦ πόνος πονῶ καὶ κατὰ τροπὴν τοῦ π εἰς κ κονῶ, καὶ ἐκ τοῦ κονῶ κόνυ καὶ τροπῇ τοῦ κ εἰς γ γόνυ, τὸ μετὰ κόπου καμπτόμενον. καὶ παρὰ τὸ γόνυ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω γωνία

### γ 123

Γουνοῦμαί ς’ · γονυπετῶ, ἱκετεύω

### γ 124

Γράβδην · εἰς τὸ Παραβλήδην

### γ 125

Γραικός · Καλλίμαχος Γραικοὶ καὶ γαίης ἡμετέρης ἀδαεῖσ“. παρὰ τὸ ῥαῖσαι Ῥαικός καὶ Γραικός· διὰ γὰρ τὴν κατὰ πόλεμον ἀνδρείαν οὕτως οἱ Ἕλληνες ἐκαλοῦντο· ἢ ἀπό τινος Ἕλληνος Γραικοῦ

### γ 126

Γράμμα στοιχείου διαφέρει· στοιχεῖον μὲν οὖν ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οἷον ἄλφα βῆτα γάμμα δέλτα καὶ τὰ ἑξῆς στοιχεῖα. γράμμα δὲ τὸ σύγγραμμα, ὡς ἐν τῇ συνηθείᾳ φαμὲν πολλὰ οἶδε γράμματα“· οὐ γὰρ τὰ κδ, ἀλλὰ πολλῶν γραμμάτων ἔμπειρός ἐστιν“

### γ 127

Γραμματική · γράμμα τήκει ἤγουν χωνεύει

### ψ 1

Ψ Γραμματείας · ἔστι γράμμα καὶ ἐξ αὐτοῦ γραμματεύς γραμματεύω γραμματεία καὶ γραμματείας

### γ 128

Γραῦς · Ἀττικῶς· ἀναλογώτερόν ἐστι γρεῦς. γίνεται δὲ παρὰ τὸ ῥέω, ὁ μέλλων ῥεύσω, καὶ πλεονασμῷ τοῦ γ γρεύσω, καὶ ἐξ αὐτοῦ γρεῦς καὶ γραῦς, τὸ διερρυηκὸς γύναιον, τροπῇ τοῦ ε εἰς α. κλίνεται δὲ γραός. ὁ κανών· δύο μόνα εἰσὶν εἰς αυς θηλυκὰ μονοσύλλαβα περισπώμενα, ναῦς καὶ γραῦς, κλίνεται δὲ ἀμφότερα διὰ καθαροῦ τοῦ ος ναῦς ναός, γραῦς γραός

### γ 129

Γραῦς · παρὰ τὸ ῥέω ῥεύσω ῥεῦς, καὶ τροπῇ τοῦ ε εἰς α ῥαῦς, καὶ προσθήκῃ τοῦ γ γραῦσ. Γεωργίου

### γ 130

Γραφεῖον · ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον καὶ ἀγγεῖον καὶ ἐκεῖθεν ἀγγείδιον. οὕτως καὶ ἀπὸ τοῦ γράφω γραφεῖον καὶ γραφείδιον

### γ 131

Γραφεῖον · διὰ τὸ ἐπὶ γραφῇ ὄν

### γ 132

Γράφω · μετὰ ποίας πτώσεως συντάσσεται; πρὸς διάφορον σημασίαν. ἐὰν γὰρ εἴπω γράφω σοι“ μετὰ δοτικῆς, σημαίνει τὸ ἐπιστέλλω σοι· ἐὰν δὲ μετὰ αἰτιατικῆς γράφω σε“, σημαίνει τὸ ἐκτύπωμά σου ποιῶ· ἂν δὲ εἴπῃς γράφομαί σου“ μετὰ γενικῆς, σημαίνει τὸ ἐγγραφὴν κατὰ σοῦ εἰς δικαστήριον ἀποτίθημι

### γ 133

Γρηγορῶ · παρὰ τὸ ἐγείρω, οὗ ὁ μέλλων ἐγερῶ, καὶ τροπῇ τοῦ ε εἰς ο ἐγορῶ, καὶ πλεονασμῷ τοῦ γ καὶ ρ γρεγορῶ, καὶ τροπῇ τοῦ ε εἰς η γρηγορῶ

### γ 134

Γρήνικος · ἔστιν ὄνομα ποταμοῦ· γέγονε δὲ ἀπὸ τοῦ κρήνη Κρή νικος καὶ Γρήνικος, ὁ ἐκ τῆς κρήνης· ἢ ἀπὸ τοῦ γῆ καὶ τοῦ νικῶ γέγονε Γήνικος καὶ Γρήνικος, ὁ τὴν γῆν νικῶν· ἢ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικός, ἐκεῖ γὰρ οἱ Γραικοὶ ἐνίκησαν τοὺς βαρβάρους

### γ 135

Γρῖφος · τὸ δύσλυτον αἴνιγμα καὶ δύσκολον· παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν

### γ 136

Γριφῶδες · τὸ δύσκολον καὶ συμπεπλεγμένον λόγιον· λέγονται δὲ γρῖφοι καὶ τὰ δίκτυα καὶ τὰ συμποσιακὰ ζητήματα. γίνεται δὲ παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν· ὃ παρακολουθεῖ τῇ ἄγρᾳ καὶ τῇ θήρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ . . Γρύζω· εἰς τὸ Γογγύζω

### γ 137

Γρυπός · ὁ ἐπικεκαμμένην ἔχων τὴν ῥῖνα· ῥυβόν γὰρ τὸ ἐπικαμπές παρὰ τοῖς Αἰολεῦσιν ἤτοι ῥαιβόν, τροπῇ τοῦ β εἰς π καὶ πλεονασμῷ τοῦ γ γρυπός· ἢ παρὰ τὸ ῥέπω ῥεπός καὶ ῥυπός καὶ γρυπός, ἡ ἐφ’ ἑνὶ τῷ μέρει ῥέπουσα ῥίν

### γ 138

Γρώνη · παρὰ τὸ γῶ γώνη, καὶ προσθέσει τοῦ ρ γρώνη, ἡ δεχομένη τὰ σχοινία πέτρα

### γ 139

Γυῖον · εἰς τὸ Κύπτω

### γ 140

Γυῖα Γ · ὄνομα γένους οὐδετέρου εὐθείας τῶν πληθυντικῶν· ἔστι γὰρ τὸ γυῖον. γίνεται παρὰ τὸ. γυῖα, ὃ σημαίνει τὰς χεῖρας· διὰ γὰρ τῶν χειρῶν τὰ ἔργα ἐκτελοῦνται. ἢ παρὰ τὸ γύη, ὃ σημαίνει τὴν γῆν· τὸ δὲ ι πλεονάζει, καὶ γίνεται γυῖον καὶ γυῖα. καὶ εἰς τὸ Ἐγγυαλίζω καὶ Ἐξ ὑπογύου

### γ 141

Γυαλίζω · εἰς τὸ Ἐγγυαλίζω

### γ 142

Γύη · εἰς τὸ Γυῖα

### γ 143

Γυμνός · ὁ ἄνευ ἱματίων. ὥσπερ παρὰ τὸ σκύζω σκυμνός καὶ σέβω σεμνός, οὕτως καὶ παρὰ τὸ κύπτω κυμνός καὶ γυμνός· ὁ γὰρ τοιοῦτος κύπτει κρύβων τὰ αἰδοῖα ὑπὸ αἰδοῦς. ἢ παρὰ τὸ γυῖα μόνα ἔχειν

### γ 144

Γυναιμανές Γ · ὄνομα ἀρσενικὸν κλητικόν· ἡ εὐθεῖα γυναιμανής· καὶ γίνεται, ὥσπερ παρὰ τὸ κελαινόν καὶ τὸ νέφος κελαινονεφής καὶ κελαινεφής, οὕτως παρὰ τὸ γυνή γυναικός καὶ τὸ μαίνω μανῶ γυναικομανήσ καὶ κατὰ συγκοπὴν γυναιμανής, καὶ ἡ κλητικὴ γυναιμανές

### γ 145

Γυνή Β · τὰ εἰς νη θηλυκὰ δισύλλαβα τῷ η ἢ τῷ υ παραληγόμενα ἐκτείνει αὐτό· μύνη, ἡ πρόφασις, Βύνη, ἡ θεός, ἥτις καὶ Ἰνὼ ὕστερον ἐκλήθη, Φρύνη, ὄνομα κύριον. τὸ δὲ γυνή συστέλλει τὸ υ καὶ εἰκότως ὡς μονῆρεσ ἄκλιτον ἔμεινε. γυνή Γ · γυναικός ἑτερόκλιτόν ἐστι. τῆς μὲν γυναικός ἡ εὐθεῖα ἀπέλειψεν, ὤφειλε γὰρ εἶναι γύναιξ· ἀλλ’ ἐπειδὴ τὰ εἰς ξ λήγοντα ἀρσενικοῦ γένους εἰσίν, οἷον Θρᾷξ, ἐὰν δὲ ὦσιν θηλυκοῦ, πάντως καὶ ἀρσενικοῦ, οἷον ὁ αἴξ καὶ ἡ αἴξ· ὅτι δὲ λέγεται ἀρσενικῶς, ἐδήλωσεν ὁ ποιητὴς εἰπὼν Δ τόξον ἐΰξοον ἰξάλου αἰγόσ“· ἐπειδὴ οὖν τὸ γύναιξ οὐ λέγεται ἀρσενικῶς, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἡ εὐθεῖα ἀπέλειψεν. τοῦ δὲ γυνή ἀπέλειψεν ἡ γενική, ὅτι τὰ εἰς νη θηλυκὰ δισύλλαβα τῷ υ παραληγόμενα ἐκτείνει αὐτό, τὸ μέντοι γυνή συστέλλει τὸ υ καὶ εἰκότως ὡς μονῆρες ὄν ἄκλιτον ἔμεινεν. ἡ αἰτιατικὴ τὴν γυναῖκα. ὁ τόνος· πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα διφθόγγῳ παραληγομένη προπερισπᾶται, οἷον παῖδα γυναῖκα

### γ 146

Γυνή · παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, ἡ δεκτικὴ τοῦ σπέρματος· ἢ παρὰ τὸ γείνω, τὸ τίκτω, γίνεται γονή, καὶ τροπῇ τοῦ ο εἰς υ Αἰολικῇ, ὡς ὅμοιον ὕμοιον, γίνεται γυνή. ἄκλιτον δέ ἐστιν, ἐπειδὴ τὰ εἰς νη λήγοντα δισύλλαβα τῷ υ παραληγόμενα ἐκτεταμένον ἔχουσι τὸ υ

### γ 147

Γυνή · δυνή τις οὖσα, παρὰ τὸ δύνειν ἐν αὐτῇ τὸ ἀνθρώπειον σπέρμα, τροπῇ τοῦ δ εἰς γ · ἢ παρὰ τὸ ἐκ μελῶν τοῦ ἀνδρὸς γενέσθαι

### γ 148

Γυνὴ παρθένου διαφέρει· γυνὴ μὲν γὰρ καλεῖται κυρίως ἡ ἤδη ἀνδρὸς πεῖραν εἰληφυῖα, παρθένος δὲ ἡ μηδέπω μυηθεῖσα ἀνδρός

### γ 149

Γύον · εἰς τὸ Αἱματόεσσα καὶ Γυῖα καὶ Ὑπόγυον

### γ 150

Γυρῖνοι · οἱ βάτραχοι· παρὰ τὸ γυρόν, τὸ περιφερές. Ὠρίωνος

### γ 151

Γύψ · διὰ τὸ γυρεύειν τὰ ὕψη· τὸ μὲν γὰρ γυ σημαίνει τὸ γυρεύειν, τὸ δὲ ψ τὰ ὕψη

### γ 152

Γῶ · εἰς τὸ Γαστήρ καὶ Γεγῶσα καὶ Γῆ καὶ Γυνή καὶ Γωρυτός καὶ Διακηρυκεύεται καὶ Ἐγγυαλίζω καὶ Ἐγγύη καὶ Χθών

### γ 153

Γωνία · διὰ τὸ τὰ γενόμενα ἵεσθαι ἤγουν φέρειν· ἢ παρὰ τὸ γόνυ γίνεται τὸ κτητικὸν γωνία κατ’ ἔκτασιν τοῦ ο εἰς ω ὅπερ ἐπικαμπεῖ τε καὶ κεκλασμένῳ σχήματι φύσει πεποίηται

### γ 154

Γωνῶ · εἰς τὸ Γεγωνέμεν καὶ Γεγωνότερον

### γ 155

Γωρυτούς · θήκας βελῶν· ἀπὸ τοῦ χωρεῖν τοὺς ῥυτούς, τουτέστι τὰ βέλη

### γ 156

Γωρυτός · παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, καὶ τὸ ῥυτόν· ῥυτὸν γὰρ τὸ τόξον. σημαίνει δὲ τὴν ξιφοθήκην. Δ

### δ 4

Δαρδάπτουσι · παρὰ τὸ δάπτω· ἐπιτατικὸν δὲ τὸ δα

### δ 5

Δάδυξ · εἰς τὸ Δοίδυξ

### δ 6

Δάει · εἰς τὸ Ἠέλιος

### δ 7

Δαήρ · παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ γιγνώσκω, ἀφ’ οὗ τὸ ἐδάην· ὁ ἐν γνώσει τοῖς κατ’ ἐπιγαμείαν οἰκείοις. τινὲς δὲ παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ καίω, εἴγε τούτοις ἐν τοῖς γάμοις ἔθος ἐστὶ λαμπαδηφορεῖν. οὕτως καὶ παρὰ τὸ πατῶ, τὸ συνουσιάζω, πατήρ

### δ 8

Δαιαλεύς · εἰς τὸ Δαιταλεῦσι

### δ 9

Δαίδαλα · ἐκ τοῦ δαιδάλλω, τοῦ σημαίνοντος τὸ ποικίλλω· τοῦτο δὲ ἐκ τοῦ δαίω, τὸ μανθάνω

### δ 10

Δαίδαλα · παρὰ τὸ διὰ δαήσεως καὶ ἐμπειρίας εἶναι

### δ 11

Δαίδαλος · παρὰ τὸ δαίω, τὸ γινώσκω, οἱονεὶ ὁ πολυΐστωρ

### δ 12

Δαίεσθαι · εἰς τὸ Δῆμος

### δ 13

Δαιμόνιος · τὸ νι ι ὡς ἐπίθετον· τὸ μο μικρὸν ὡς κοινόν. ἐκ τοῦ δαίμων δαίμονος

### δ 14

Δαημονέστατοι. · τῆς τῶν ἀστέρων πορείας δαημονέστατοι“· τεχνικώτατοι, ἐμπειρότατοι, ἐπιστημονικώτατοι. παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μανθάνω

### δ 15

Δαίνυντο Β ·. τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα ποιοῦντα τὴν παραγωγὴν διὰ τοῦ νυω εἰ μὲν διφθόγγῳ παραλήγονται, δι’ ἑνὸς ἀμεταβόλου ἐκφέρονται, οἷον δαίνω δαινύω· εἰ δὲ ἑνὶ φωνήεντι, διπλασιάζει τὸ σύμφωνον, οἷον ἕω ἑννύω σβέσω σβεννύω

### δ 16

Δαίς · τρία εἰσὶν εἰς αις ὀνόματα· ἀρσενικὸν τὸ παῖς, θηλυκὸν τὸ δαίς, οὐδέτερον τὸ σταῖς, σημαίνει δὲ τὴν ζύμην. καὶ εἰς τὸ Παῖς

### δ 17

Δαίσκω · εἰς τὸ Διδάσκω

### δ 18

Δαίσω · εἰς τὸ Διδάσκω καὶ Ἠέλιος

### δ 19

Δαιταλεῦσι · θιασώταισ ἢ συμπόταισ· παρὰ τὴν δαῖτα, ὃ σημαίνει τὴν εὐωχίαν· ἢ παρὰ τὸ δαίω, τὸ εὐωχοῦμαι, δαιαλεύς καὶ δαιταλεύς πλεονασμῷ τοῦ τ

### δ 20

Δαίτας · τοὺς μεριστάς. Μακεδόνες

### δ 21

Δαιτός · εἰς τὸ Παῖς

### δ 22

Δαιτρός · ὁ μάγειρος· παρὰ τὸ δαίω, τὸ μερίζω καὶ κόπτω, ἤγουν ὁ διαιρῶν τὰ κρέα

### δ 23

Δαιτυμών · ὁ τὸ ἄριστον ποιῶν· παρὰ τὸ δαίς, ὃ σημαίνει τὴν εὐωχίαν. δαιτυμόνες δὲ οἱ φίλοι

### δ 24

Δαΐφρων · ὁ πολεμικὸν φρόνημα ἔχων· παρὰ τὴν δαΐ δοτικὴν καὶ τὸ φρήν. τῆς δὲ δαΐ δοτικῆς ἡ εὐθεῖα δαΐς. τοῦτο παρὰ τὸ δαίω, τὸ κόπτω, κατὰ διάλυσιν δαΐω, καὶ πλεονασμῷ τοῦ ζ δαΐζω· τοῦ δαΐζω ὁ μέλλων δαΐσω, καὶ ἐξ αὐτοῦ δαΐς. κλίνεται δὲ δαΐδος. ὁ κανών· τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ δος κλίνεται, οἷον ἐλπίς ἐλπίδος, δαΐς δαΐδος. ἡ δοτικὴ δαΐδι, καὶ κατὰ συγκοπὴν τῆς δι συλλαβῆς δαΐ ἐν δαῒ λυγρῇ“, καὶ ἐξ αὐτοῦ δαΐφρων. τὰ δὲ ἐκ δύο τελείων συγκείμενα ὀνόματα ἢ ἀπὸ εὐθείας συντίθεται, ὡς τὸ ἕως ἑωσφόρος, βουλή βουληφόρος· ἢ ἀπὸ γενικῆς, ὡς τὸ οὐδείς οὐδενός καὶ τὸ ὤρα, ὃ σημαίνει τὴν φροντίδα, οὐδενόσωρα, καὶ τὸ Ἕλλης Ἑλλήσποντος, ὡς ὁ Λυκόφρων ἃ πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδεσ“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ Ἄρηϊ ἀρηΐφιλος καὶ δουρί δουρίκλυτος· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ νοῦν νουνεχής καὶ πόδα Ποδαλείριος· λέγεται δὲ ὁ Μαχάων παρὰ τὸ τοῖς ποσὶ λείρια ἐπιτιθέναι, ὃ σημαίνει τὰ ἄνθη· ἰατρὸς γάρ. ἀπὸ δὲ τῆς κλητικῆς μόνον οὐ συντίθεται. ἐπὶ δὲ τοῦ ο κουριδίης ἀλόχοιο δαΐφρονος Πηνελοπείησ“ οὐ σημαίνει τὴν πολεμικήν, ἀλλὰ τὴν σώφρονα καὶ συνετήν· καὶ γέγονε παρὰ τὸ δαῶ, τὸ μανθάνω, ὁ μέλλων δαήσω καὶ ἐξ αὐτοῦ δαΐφρων. τὰ γὰρ ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα ἢ τῷ ο παραλήγεται, ὡς ἁμαρτῶ ἁμαρτοεπής, μισῶ μισογύνης, ἢ τῷ ι ὡς τὸ εἱλῶ εἱλίπους, οἰδῶ οἰδίπους, ἁμαρτῶ ἁμαρτίνοος· οὕτω καὶ δαῶ δαήσω δαΐφρων. ἢ παρὰ τὴν διά πρόθεσιν καὶ τὸ φρήν διάφρων, τῆς διά σημαινούσης ἐπίτασιν, καὶ ὑπερβιβασμῷ δαΐφρων

### δ 25

Δαίω · εἰς τὸ Ἀδῄωτον καὶ Αἱμύλος καὶ Δαίδαλος καὶ Δαήρ καὶ Δαημονέστατοι καὶ Δαιταλεῦσι καὶ Δαΐφρων καὶ Δήϊος καὶ Δηϊώσωσι καὶ Δῆμος καὶ Δήνεα καὶ Δῆρις καὶ Διδάσκω καὶ Δοίδυξ καὶ ἡ

### δ 26

Δάκνω · παρὰ τὸ καίνω μεταθέσει τοῦ κ καὶ πλεονασμῷ τοῦ δ. Ὠρίωνος

### δ 27

Δάκρυον · ὡς ἐπίπαν παρὰ τὸ ἐκ δέους ἢ ἀπὸ δέοντος ῥεῖν· ἢ παρὰ τὸ δάκνεσθαι δι’ αὐτοῦ τὰ ὄμματα

### δ 28

Δακρύω Γ · δακρύσω δάκρυς κατὰ ἀποβολὴν τοῦ ω. καὶ μετὰ τοῦ πολύς πολύδακρυς πολυδακρύω. προπαροξύνεται· τὰ εἰς υς σύνθετα ἀρσενικὰ ἢ κοινὰ ὄντα τῷ γένει προπαροξύνεται. καὶ ἄλλως· τὰ εἰς υς ὀνόματα εἴτε βαρύτονα εἴτε ὀξύτονα εἴτε περισπώμενα ἐν τῇ συνθέσει συστέλλοντα τὸ υ προπαροξύνεται, οἷον ὀφρύς λεύκοφρυς. Φωτίου

### δ 29

Δάκτυλος · παρὰ τὸ δράκτυλος καὶ ἀδελφοποιὸς εἶναι· καὶ ἀδελφὰ ποιεῖν τὰ τικτόμενα

### δ 30

Δαλέα · εἰς τὸ Ἀλέασθαι

### δ 31

Δαλός · παρὰ τὸ δαίω δαίσω δαιλός καὶ δαλός. καὶ εἰς τὸ Ἀρίδηλος. Ὁμήρου

### δ 32

Δαμᾷ Α · ἐνεστώς· γέγονε δὲ παρὰ τὸ δέμω, τὸ δαμάζω καὶ καταπονῶ, ὁ δεύτερος ἀόριστος ἔδαμον καὶ ὁ δεύτερος μέλλων δαμῶ καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται δαμῶ δαμᾷς δαμᾷ. τινὲς δὲ οὕτως· δαμῶ, ὁ μέλλων δαμάσω, τὸ τρίτον δαμάσει καὶ ἀποβολῇ τῆς σει συλλαβῆς δαμᾷ

### δ 33

Δάμαρ · δάμαρτος· ἡ γαμετή· παρὰ τὸ δαμάζεσθαι καὶ ὑποτάσσεσθαι τῷ ἀνδρί

### δ 34

Δαμασκός · πόλις Συρίας παρὰ τὸν Ἀντιλίβανον· εἴρηται δὲ ὅτι Δαμᾶς στρατεύων μετὰ Διονύσου ἐκεῖσε σκηνὴν πηξάμενος ἱδρύσατο ἐκεῖ θεοῦ ξόανον· ἡ οὖν Δαμᾶ σκηνὴ Δαμασκός. ἢ ὅτι Ἀσκὸς εἷς τῶν γιγάντων, ὃς μετὰ Λυκούργου τὸν Διόνυσον ἔδησεν καὶ εἰς ποταμὸν ἐνέβαλεν· ἐφονεύθη δὲ ὑπὸ Ἑρμοῦ καὶ ἀσκὸς ἐξεδάρη καὶ ἐκεῖ ἐτάφη, καὶ ἐκ τοῦ ταφέντος ἡ πόλις ἐκλήθη. καὶ τὰ οἰνοδόχα δὲ δέρματα καλοῦσιν ἀσκούς

### δ 35

Δάματερ · εἰς τὸ Δημήτηρ

### δ 36

Δαμεῖεν Γ · ὁ κανών· τὰ εἰς μεν εὐκτικὰ εἰ μὲν διφθόγγῳ παραλήγοιτο. ἔστι δὲ δαμείημεν· ἐπειδὴ ἀπὸ τοῦ δαμείην γίνεται· καὶ κατὰ συγκοπὴν δαμεῖμεν, καὶ δαμεῖεν τὸ τρίτον. τὸ ῥῆμα δαμῶ· σημαίνει δὲ τὸ ὑποτάσσομαι· ὁ μέλλων δαμήσω, ὁ δεύτερος ἀόριστος ἔδαμον, ἐδάμην καὶ ἐδάμημεν· τὸ γὰρ μ τοῦτο οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν· πᾶν γὰρ πρῶτον πρόσωπον εἰς ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰς ς ποιεῖ τὴν μετοχήν· δαμείς, καὶ τὸ εὐκτικὸν δαμείην

### δ 37

Δαμῶ · εἰς τὸ Δαμεῖεν. Γεωργίου

### δ 38

Δανείζω · ἀπὸ τοῦ δάνειον γίνεται δανειάζω, καὶ κατὰ συγκοπὴν τοῦ α γίνεται δανείζω, ὡς ἀπὸ τοῦ γένειον γίνεται γενειάζω

### δ 39

Δάνειον · εἰς τὸ Γένειον

### δ 40

Δαπάνη · παρὰ τὸ δάπτω, τὸ ἐσθίω, γίνεται δάπτη, καὶ πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ τ εἰς ν δαπάνη. Ὠρίωνος

### δ 41

Δαπάνη · δέοντος σπάνις ἤγουν ἐλάττωσις

### δ 42

Δάπεδον · παρὰ τὸ πέδον. τὸ δὲ δα ἐπιτατικόν

### δ 43

Δάπτω · εἰς τὸ Δαδάπτουσι καὶ Δαπάνη

### δ 44

Δαρεικός · ἀπὸ τοῦ Δαρεῖος γέγονε δαρειακός καὶ κατὰ συγκοπὴν τοῦ α δαρεικός

### κ 2

καταδαρθεῖν · παρὰ τὸ δρῶ ἔδραθον καὶ ἔδαρθον. κατὰ ἀντίφρασιν δὲ λέγεται ἀντὶ τοῦ μηδὲν δρᾶν

### δ 45

Δάσκω · εἰς τὸ Διδάσκω

### δ 46

Δαύω · τὸ κοιμῶμαι· παρὰ τὸ εὕδω δεύω καὶ δαύω

### δ 47

Δαφοινός Β · ἐκ τοῦ φοινός, ὁ πυρρός, καὶ τοῦτο ἐκ τοῦ φόνος· καὶ τὸ θηλυκὸν φονή, καὶ πλεονασμῷ τοῦ ι φοινή, καὶ τὸ ἀρσενικὸν φοινός, καὶ μετὰ τοῦ δα δαφοινός. διὰ τί οὐκ ἀνεβίβασε τὸν τόνον; κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον οἷον τέλος ὀψιτέλεστος, χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ κωλυθείη, διὰ τὸ λοιγός βροτολοιγός, καὶ χωρὶς τῶν ἐθνικῶν, διὰ τὸ Ἀχαιός Παναχαιός, καὶ χωρὶς τοῦ ἰατρός ἀρχιατρός· τοῦτο γὰρ φυλάττει τὸν τόνον ἐν τῇ συνθέσει ἀρχιητρός γάρ. τοῦτο δὲ διὰ τὸ σημαινόμενον, ὡς εἶπον, ἐκωλύθη βαρύνεσθαι

### δ 48

Δαφοινός · ὁ μέλας. παρὰ τὸ δαφοινόν, τὸ μέλαν· τὸ δὲ δα ἐπιτατικόν. καὶ εἰς τὸ Φοινικοῦν

### δ 49

Δαψιλής · παρὰ τὸ δάπτω, τὸ ἐσθίω, ὁ μέλλων δάψω, καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν δαψιλής

### δ 50

Δαψιλός · ψιλὸν λέγεται τὸ μόνον καὶ ταπεινόν, ὡς καὶ ψιλὸς στρατιώτης ὁ μεμονωμένος καὶ ὅπλα μὴ ἔχων· καὶ μετὰ τοῦ δα ἐπιτατικοῦ μορίου δαψιλός, ὁ ἀρκετὸς καὶ ἱκανός, κατὰ ἀντίφρασιν

### δ 51

Δέ · σύνδεσμος. εἰς τὸ Ὅγε

### δ 52

Δέα · εἰς τὸ Ἔνδεια

### δ 53

Δέδασται · ἐκ τοῦ δῶ δάζω γέγονε τὸ δέδασται παθητικοῦ παρακειμένου τρίτου προσώπου· σημαίνει δὲ τὸ μεμέρισται

### δ 54

Δεδήριμαι · εἰς τὸ Ἀδήριτος

### δ 55

Δεδμήατο Γ · ὁ κανών· ταῦτα δὲ τὰ τρίτα Ἰωνικῶς. ἔστι δεδμέατο καὶ ἐκτάσει τοῦ ε δεδμήατο χρόνου ὑπερσυντελίκου. τὸ ῥῆμα δμῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ὅπερ γίνεται ἀπὸ τοῦ δαμῶ, ἐξ οὗ καὶ τὸ Α εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.“ Εὐλογίου

### δ 56

Δέδοικα · μέσου παρακειμένου. τὸ δέδοικα ἀπὸ τοῦ δείδω ἐστίν, ὅ ἐστι φοβοῦμαι, καὶ ὁ παρατατικὸς ἔδειδον, καὶ ὁ παρακείμενος δέδεικα, καὶ ὁ μέσος δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν τριῶν δδδ ἐτράπη τὸ ἓν εἰς τὸ κ καὶ ἐγένετο δέδοικα

### δ 57

Δεδύνασμαι · εἰς τὸ Δυνάστης

### δ 58

Δεεινός · εἰς τὸ Δεινός

### δ 59

Δεῖ · εἰς τὸ Δεῖπνος καὶ Χρή

### δ 60

Δειδήσω · εἰς τὸ Ἔδδεισεν

### δ 61

Δείδια · τὸ δι ι. ἐξ αὐτοῦ δειδίσσω, δειδίσσομαι, δειδισσόμενος διαθέσεως ἐνεργητικῆς· οὐκ ἔστι παθητικόν· ἀντὶ τοῦ ἐκφοβῶν καὶ οὐκ ἐκφοβούμενος

### δ 62

Δειδίσσεσθαι Β · ῥῆμα δειδίσσω. τὸ πρῶτον δίφθογγον καὶ τὸ δεύτερον ι · οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκεται, οἷον ἑλίσσω αἰνίσσω. Γεωργίου

### δ 63

Δείδω · σημαίνει δὲ τὸ φοβοῦμαι· ἀπὸ τοῦ δέος δέω γέγονε, καὶ κατὰ πλεονασμὸν τοῦ ι δείω, καὶ κατ’ ἐπένθεσιν τοῦ δ δείδω. καὶ εἰς τὸ Δεισιδαιμονία. Γεωργίου

### δ 64

Δείκηλον · ὥσπερ ἀπὸ τοῦ πέμπω γίνεται πέμπελος· σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα· καὶ ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελος καὶ ἄγγελος, οὕτω καὶ ἀπὸ τοῦ δείκω, τοῦ σημαίνοντος τὸ δεικνύω, γίνεται δείκελον, καὶ κατ’ ἔκτασιν τοῦ ε εἰς τὸ η δείκηλον

### δ 65

Δείκω · εἰς τὸ Δείξω καὶ Δοξούμενοι καὶ Ἔδειξεν

### δ 66

Δειλία · ἐκ τοῦ δέοντος λίαν. Γεωργίου

### δ 67

Δείλη · παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ, ἤγουν τῇ θερμασίᾳ. δεέλη οὖν, φησίν, ἐστὶ καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον γέγονε δείλη. ἐκ τούτου ἡ δείλη τῆς δείλης ἐπιρρηματικῶς, οἷον δείλης ἦλθον“

### δ 68

Δειλός · παρὰ τὸ φοβεῖσθαι τὰς ἴλας τῶν πολεμίων· ἢ παρὰ τὸ δέω, τὸ φοβοῦμαι, πλεονασμῷ τοῦ ι δείω, ὁ μέλλων δείσω καὶ ἐξ αὐτοῦ δειλός· ἢ παρὰ τὸ δέω δεειρός, καὶ τροπῇ τοῦ ρ εἰς λ δειλός κατὰ συγκοπήν. Γεωργίου

### δ 69

Δεῖμα · ὥσπερ ἀπὸ τοῦ ποιήσω μέλλοντος γίνεται ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δείσω γίνεται δεῖμα. Γεωργίου

### δ 70

Δειμαλέος · ὥσπερ παρὰ τὸ τάρβος γίνεται ταρβαλέος, οὕτω καὶ ἀπὸ τοῦ δεῖμος, ὃ σημαίνει τὸν φόβον, γίνεται δειμαλέος διὰ τῆς ει διφθόγγου

### δ 71

Δειμάμενος · ἀορίστου πρώτου· ἐδειμάμην· τὸ θέμα δέμω, τὸ οἰκοδομῶ, ὁ μέλλων δεμῶ, ἔδειμα, ἐδειμάμην, ἡ μετοχὴ δειμάμενος. Χοιροβοσκοῦ

### δ 72

Δειματουμένη · μετοχὴ τρίτης συζυγίας τῶν περισπωμένων. ἐκ τοῦ δεῖμα, καὶ Ὅμηρος Ε δεῖμα φέρων Δαναοῖσιν“· τοῦτο ἐκ τοῦ δεῖμος ἀρσενικοῦ· τοῦτο ἐκ τοῦ δέω, τὸ φοβοῦμαι, δέϊμος καὶ κατὰ συναίρεσιν δεῖμος, ὃ σημαίνει τὸν φόβον· ἐξ αὐτοῦ δεῖμα δείματος δειματόω ἀντὶ τοῦ φοβοῦμαι. Γεωργίου

### δ 73

Δεῖμος · ἀπὸ τοῦ δέος γίνεται δέϊμος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον δεῖμος. Γεωργίου

### δ 74

Δεῖν · ἀπὸ τοῦ δέον γίνεται δεῖν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει ν δίφθογγον, οἷον δεῖν γίνεσθαι“ ἀντὶ τοῦ δέον, ὥσπερ καὶ παρὰ τὸ πλέον γίνεται πλεῖν. καὶ εἰς τὸ Ζειρά καὶ Ζήτρειον

### δ 75

Δεῖνα · εἰς τὸ Ὁ δεῖνα. Γεωργίου

### δ 76

Δεινός · ὥσπερ παρὰ τὸ ἔλεος γίνεται ἐλεεινός, οὕτω καὶ παρὰ τὸ δέος γίνεται δεεινός, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον δεινός, οἱονεὶ ὁ δέους ἐμποιητικός. Γεωργίου

### δ 77

Δείξω · ἀπὸ τοῦ δείκω γέγονε τοῦ σημαίνοντος τὸ δεικνύω. Γεωργίου

### δ 78

Δεῖπνον · παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν ἐστίν· δεῖπνον γὰρ λέγεται μεθ’ ὃ δεῖ πονεῖν. ἔστι δὲ τὸ λεγόμενον ἄριστον. Εὐλογίου

### δ 79

Δεῖπνος · πόθεν; ἐκ τοῦ δεῖ τοῦ σημαίνοντος τὸ πρέπει καὶ τοῦ πόνος, δείπονός τις ὢν καὶ δεῖπνος, μεθ’ ὃν δεῖ πονεῖν

### δ 80

Δειρά · εἰς τὸ Γάδειρα

### δ 81

Δειρή Γ · ἐκ τοῦ δέρω δέρη καὶ πλεονασμῷ τοῦ ι δειρή. κυρίως καὶ ἀπὸ μεταφορᾶς· κατὰ τοῦτο γὰρ τὸ μέρος πρῶτον ἄρχονται ἐκδέρεσθαι τὰ ζῶα· ἀπὸ δὲ τούτου μετῆλθεν ἐπὶ τῶν λοιπῶν ἀνθρώπων. οἱ μέντοι Αἰολεῖς δέρρη λέγουσι, καὶ κατὰ παρασχηματισμὸν δέρρις· σημαίνει δὲ τὴν τεταμένην βύρσαν. δειρὴ καὶ αὐχὴν διαφέρει· δειρὴ τὸ ἔμπροσθεν τοῦ τραχήλου, αὐχὴν δὲ τὸ ὄπισθεν. καὶ εἰς τὸ Δουλιχόδειρος. Γεωργίου

### δ 82

Δείρω · ἀπὸ τοῦ δερῶ μέλλοντος γέγονεν. Γεωργίου

### δ 83

Δεῖσα · ἀπὸ τοῦ δεύσω μέλλοντος γέγονε δεῦσα καὶ κατὰ τροπὴν τοῦ υ εἰς τὸ ι δεῖσα. καὶ τὸ παράδεισος παρὰ τὴν δεῖσάν ἐστι καὶ τὴν παρά πρόθεσιν

### δ 84

Δεισιδαιμονία · ἡ πρὸς τοὺς πονηροὺς δαίμονας ἐπιμέλεια καὶ φόβος· γίνεται δὲ παρὰ τὸ δείδω, ὃ σημαίνει τὸ φοβοῦμαι, ὁ μέλλων δείσω, καὶ τὸ δαίμων, ὃ σημαίνει τὸν θεόν

### δ 85

Δεισιδαίμων · ὁ δεδιὼς τοὺς δαίμονας· παρὰ τὸ δείω

### δ 86

Δείσω · εἰς τὸ Δεισιδαιμονία καὶ Ἔδδεισεν

### δ 87

Δείω · εἰς τὸ Ἔδδεισεν

### δ 88

Δεκάς · πόθεν; παρὰ τὸ δεκτικὴν αὐτὴν εἶναι τῶν ἀριθμῶν, οἱονεὶ δεχάς τις οὖσα. λέγεται δὲ καὶ πᾶς παρὰ τὸ πάσας δέχεσθαι τὰς μονάδας

### δ 89

Δεκάς · ἡ ὑπὸ πάντων τοὺς λοιποὺς ἀριθμοὺς ἐν ἑαυτῇ δεχομένη, οἱονεὶ δεχάς τις οὖσα

### δ 90

Δεκατευτήριον · τελωνεῖον· ἀπὸ τοῦ δε κατευτής, τοῦτο παρὰ τὸ δεκατεύειν, δεκατεύειν δὲ ἀπὸ τοῦ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖς. διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι, μεταφορικῶς δὲ καὶ τὸ δεκάτην ὁπωσοῦν λαβεῖν ἢ ἀπαιτῆσαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 91

Δεκαχόρδῳ · παρὰ τὸν δέκα ἀριθμὸν καὶ τὸ χορδή. τοῦτο παρὰ τὸ χέω τὸ σημαῖνον τὸ κενοῦν χεορδή καὶ χορδή, τὸ χέον ᾠδήν· ἢ παρὰ τὸ χωρεῖν τὴν ἐδωδήν, ὃ σημαίνει τὴν τροφήν

### δ 92

Δέκτο Β · ἐκ τοῦ δέχω δέξω καὶ πλεονασμῷ τοῦ ι δεξιῶ καὶ ἐδεξιοῦτο τὸ λυτήριον“ ἀντὶ τοῦ φιλοφρόνως ὑπεδέχετο· λοιπὸν ἐκ τοῦ δέχω ὁ παρακείμενος δέδεχα, ὁ παθητικὸς δέδεγμαι, ὁ ὑπερσυντέλικος ἐδεδέγμην, τὸ τρίτον ἐδέδεκτο καὶ συναρχομένωσ δέδεκτο καὶ συγκοπῇ δέκτο καὶ Α δέχεσθαι ἄποινα“

### δ 93

Δέλεαρ · παρὰ τὸ δόλος δόλεαρ καὶ δέλεαρ ἤτοι παρὰ τὸν δόλον· ἢ παρὰ τὸ ἑλεῖν ἕλεαρ καὶ ἐν πλεονασμῷ τοῦ δ δέλεαρ, τὸ βέλος· δολερὸν γάρ ἐστιν

### δ 94

Δέλλις · καὶ δέλλιθος. εἰς τὸ Ὄρνιθος

### δ 95

Δέλφικα · τὸν τρίποδα Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονεν

### δ 96

Δελφύς · εἰς τὸ Ἀδελφειός

### δ 97

Δέμας Α · διὰ τὸν δεσμόν· γίνεται δὲ ἀπὸ τοῦ διδῶ διδεῖς διδεῖ δίδημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς. δεσμός δὲ ἀπὸ τοῦ δέω βαρυτόνου, ἢ ἀπὸ τοῦ δεῶ περισπωμένου. δεῖ δὲ γινώσκειν, ὅτι ὁ ποιητὴς δέμας εἴωθε λέγειν τὸ ἔμψυχον παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ, σῶμα δὲ τὸ ἄψυχον, ἐπειδὴ σῆμά ἐστιν ὡς τάφος τοῦ ποτε ζῶντος

### δ 98

Δέμας · παρὰ τὸ δέμα εἶναι τῆς ψυχῆς· καλεῖται κυρίως τὸ σῶμα τὸ ζῶν. σῶμα δὲ τὸ νεκρόν. καὶ εἰς τὸ Σῶμα

### δ 99

Δεμήλια · εἰς τὸ Γαμήλια

### δ 100

Δέμνια · ἐγκοίτια στρώματα. ἀπὸ τοῦ δέμας εἰς αὐτὰ μένειν δέμνιον· ἢ παρὰ τὸ δέμω δέμνιον ὡς παίζω παίγνιον, τὸ εἰς σώματος ἀνάπαυσιν ᾠκοδομημένον· ἢ συνδεθέν· ἢ παρὰ τὸ δεδεσμῆσθαι ἡμᾶς κοιμωμένους μηδὲν πράττοντας

### δ 101

Δεμῶ · εἰς τὸ Δαμᾷ καὶ Δειμάμενος καὶ Θεμέλιον

### δ 102

Δενάκην · εἰς τὸ Ἀνδενάκην

### δ 103

Δενδίλλων · διανευόμενος· παρὰ τὸ δίνειν τοὺς ἴλλους, ἤγουν τοὺς ὀφθαλμοὺς κινεῖν καὶ μεταφέρειν. ἴλλοι δὲ οἱ ὀφθαλμοὶ οἱ ῥαδίως εἱλούμενοι καὶ συστρεφόμενοι πρὸς ἑκατέρω

### δ 104

Δένδρον · παρὰ τὸ δεόντως ἱδρῦσθαι ἢ παρὰ τὸ ἁδρύνεσθαι

### δ 105

Δέξασθαι · εἰς τὸ Λαβεῖν. Νικήτου Φωτίου

### δ 106

Δεξιά · παρὰ τὸ δεῖξιν αὐτὴν εἶναι· δι’ αὐτῆς γὰρ δεικνύομεν τὰ ζητούμενα. ἢ παρὰ τὸ δέχω δεχιά καὶ δεξιά, ἡ πρὸς τὸ δέχεσθαι ἐπιτήδειος οὖσα

### δ 107

Δεξιῶ · ἐκ τοῦ δέχω δέξω καὶ πλεονασμῷ. ἐγράφη εἰς τὸ Δέκτο

### δ 108

Δεξιάδην Η · Δεξίου υἱόν, ἢ ἀντὶ τοῦ ἐκ δεξιῶν. εἴτε οὖν ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιότητος ἢ τόπου ἐπίρρημα δύναται εἶναι καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συντάττεσθαι· ἢ γὰρ Ἰφίνοον Δεξιάδην βάλλεν“ ἢ βάλλε δεξιάδην ὦμον“ ἢ δεξιάδην ἐπιάλμενον“ ἀπὸ τῶν δεξιῶν ὤμων

### δ 109

Δεξῶ · εἰς τὸ Δοξούμενοι

### δ 110

Δέπας · τὸ ποτήριον· παρὰ τὸ δέχεσθαι τὸ πόμα

### δ 111

Δέρας · εἰς τὸ Γέρρα

### δ 112

Δέρκειν · εἰς τὸ Ἀτρεκέως καὶ Δορκάς

### δ 113

Δέρμα · παρὰ τὸ τέρμα εἶναι τοῦ σώματος

### δ 114

Δέρρις · εἰς τὸ Δειρή

### δ 115

Δέρω · εἰς τὸ Δειρή καὶ Δόρυ. Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου

### δ 116

Δεσπότης · παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος, ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι συνέχων τὰ ἄλυτα καὶ σφίγγων αὐτά· ἢ παρὰ τὸ δεσπόζω ὁ μέλλων δεσπόσω, δεδέσποκα, δεδέσποσμαι, τὸ τρίτον δεδέσποσται καὶ ἐξ αὐτοῦ δεσποστής, καὶ τῇ ἐλλείψει τοῦ ς ἀνεβιβάσθη ὁ τόνος· ἢ δεσποίτης τις ὤν, ὁ δέος ἐμποιῶν τοῖς οἰκέταις· ἢ δεσμός τις, διὰ τὸ τὰ πάντα περιέχειν καὶ συγκρατεῖν. καὶ εἰς τὸ Κύριος

### δ 117

Δέρτρον · παρὰ τὸ δέρω, ὡς φέρω φέρτρον

### δ 118

Δευοίατο Β · ῥῆμα εὐκτικὸν παθητικὸν μέσου ἀορίστου δευτέρου, τρίτου τῶν πληθυντικῶν. καὶ οἱ Ἴωνες ἐπὶ τῶν εὐκτικῶν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν μετατιθέασι τὸ ν εἰς α · τὸ γὰρ πείθοιντο πειθοίατο λέγουσιν. οὕτω καὶ τοῦτο

### δ 119

Δεῦρο · ἐπίρρημα παρακελευστικόν. οὐδὲν δὲ ἐπίρρημα εἰς ο λήγει πλὴν τοῦ δεῦρο καὶ ἄπο· τὸ γὰρ ψό ποιμενικὸν ἐπίφθεγμα

### δ 120

Δεῦρο Β · ἐπίρρημα χρόνου δηλωτικόν, καὶ γράφεται, ὥσπερ καὶ τὸ δύο, μικρὸν καὶ μέγα Ἀττικῶς. ἔστι δὲ καὶ ῥῆμα προστακτικὸν καὶ σημαίνει δύο, τὸ ἔξελθε ὡς τὸ Λάζαρε, δεῦρο ἔξω“ καὶ τὸ ἐνταῦθα Γ δεῦρ’ ἴθι“. τὸ πληθυντικὸν αὐτοῦ δεῦτε· εἰ γὰρ ὁ κανὼν λάβοι αὐτὸ ἐπίρρημα, ἀνοίκειόν ἐστιν, ἐπειδὴ τὰ ἐπιρρήματα ἀριθμοὺς οὐκ ἐπιδέχονται. κανὼν γάρ ἐστιν ὁ λέγων. ζήτει

### δ 121

Δευσοποιόν · εἰς τὸ Ἐξίτηλον

### δ 122

Δεύσω · εἰς τὸ Δεῖσα

### δ 123

Δεύτατος · ὁ ἔσχατος· παρὰ τὸ δεύεσθαι καὶ ἐνδεῖν

### δ 124

Δεύτερον αὖ θώρηκα Γ · ἐπίρρημα χρόνου δηλωτικόν

### δ 125

Δεύω · εἰς τὸ Δέω. σημαίνει δὲ τὸ βρέχω· ἀπὸ τοῦ Ζεύς Διός δεύω, ἐξ οὗ καὶ διαίνω

### δ 126

Δέω · εἰς τὸ Ξυνεδεδέατο

### δ 127

δεύω · ἐξ οὗ καὶ τὸ Β ἠδ’ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι“. ὁ ἐνεστὼς δεύω, τὸ χρῄζω, καὶ ποιητικῶς καὶ πλεονασμῷ τοῦ υ · ἔστι γὰρ περισπώμενον δεῶ δεήσω, ἐδέησα, ἐδέησεν καὶ πλεονασμῷ ἐδεύησεν“. ἐκ τοῦ δεύω τὸ τρίτον δεύεται, καὶ οἱ Ἴωνες ἀποβολῇ τοῦ τ τοῦ τρίτου προσώπου ποιοῦσι τὸ δεύτερον. ἐκ τοῦ δεύω γίνεται καὶ δεύτερος. καὶ εἰς τὸ Δειλός καὶ Δειματουμένη καὶ Δημιουργηθείς καὶ Δῆμος καὶ Διδάσκω καὶ Δοιώ καὶ Ἔνδεια καὶ Ὑπόδημα καὶ Φλήναφος

### δ 128

Δηθά · ἐπίρρημα χρόνου δηλωτικόν. ἐκ τοῦ δήν γίνεται δηνθά καὶ ἀποβολῇ τοῦ ν δηθά

### δ 129

Δηθύνονται · ἐκ τοῦ δήν γίνεται δηθύ καὶ δηθύω ῥῆμα, καὶ ἐξ αὐτοῦ δηθύνω, τὸ παθητικὸν δηθύνομαι. καὶ ἔστι τρίτον πρόσωπον τῶν πληθυντικῶν

### δ 130

Δηθύνω · ἐκ τοῦ δηθά, ὃ σημαίνει τὸ ἐπὶ πολύ, γίνεται δηθύω καὶ πλεονασμῷ τοῦ ν δηθύνω· πλεονάζει γὰρ ἐν τοῖς ῥήμασιν

### δ 131

Δήϊος · ἐκ τοῦ δαίω, τὸ καίω, γίνεται δηΐω, καὶ περισπώμενον δηϊῶ τρίτης συζυγίασ καὶ Δ Ἀχαιῶν δῃωθέντων“, καὶ διαλύσει τοῦ δαίω δαΐω καὶ πλεονασμῷ τοῦ ζ δαΐζω. ἐκ τοῦ δαΐω γίνεται ὄνομα δάϊος καὶ τροπῇ δήϊος

### δ 132

Δηϊώσωσι Δ · παρὰ τὸ δαίω, τὸ κόπτω, καὶ διαλύσει τῆς αι διφθόγγου δαΐω, καὶ ἐξ αὐτοῦ ὄνομα δάϊος καὶ τροπῇ τοῦ α εἰς η δήϊος, καὶ ἐξ αὐτοῦ ῥῆμα περισπώμενον δηϊῶ δηϊώσω, ἐξ οὗ καὶ τὸ δηϊώσωσι

### δ 133

Δήκω · εἰς τὸ Ἔδειξε καὶ Ἥνδανεν

### δ 134

Δηλαδή · ἀπὸ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τοῦ δή συνδέσμου

### δ 135

Δηλήσηται Γ · ἔστι δηλῶ, τὸ βλάπτω· παρὰ τὸ κῆλα, τὰ βέλη, οἱονεὶ φθαρτικὰ καὶ βλαπτικά, κατὰ τροπὴν τοῦ κ εἰς δ ὡς καίω δαίω, γίνεται δηλῶ. σημαίνει δὲ δύο, τὸ φανερῶ καὶ τὸ βλάπτω

### δ 136

Δηλητήριον · ἀπὸ τοῦ δηλῶ, ὃ σημαίνει τὸ βλάπτω· τοῦτο ἀπὸ τοῦ δῆρις, ὃ σημαίνει τὴν μάχην, δηρῶ καὶ δηλῶ· τοῦτο παρὰ τὸ δαίω, τὸ διακόπτω. καὶ εἰς τὸ Φαρμακεία

### δ 137

Δηλονότι · παρὰ τὸ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τὸ ὅτι, ὃ σημαίνει τὸ πάνυ· δηλονότι γάρ ἐστι τὸ πάνυ φανερόν. τὸ δὲ ὅτι ἐστὶν ἐπίρρημα ἐπιτάσεως

### δ 138

Δῆλος · εἰς τὸ Ἀΐδηλον καὶ Ἀρίδηλος καὶ Ἀρίζηλος καὶ Ἐξίτηλον καὶ Ἠέλιος καὶ Ἥλιος

### δ 139

Δηλῶ · εἰς τὸ Δηλήσηται καὶ Δηλητήριον

### δ 140

Δημαγωγός · ἄρχων· ἐκ τοῦ τὸν δῆμον ἄγειν καὶ διοικεῖν. Ἰωάννου Λυδοῦ

### δ 141

Δημήτηρ · ἡ γῆ, τουτέστι δήμου μήτηρ, ὡς πάντων τροφός

### δ 142

Δημήτηρ · παρὰ τὸ γημήτηρ τις οὖσα τροπῇ τοῦ γ εἰς δ · ἢ παρὰ τὸ δῃοῦν τὴν γῆν, ὅ ἐστι τέμνειν· ἢ παρὰ τὸ δαίειν, ὅ ἐστι καίειν, λαμπαδοῦχος γὰρ εἴθιστο ἡ θεός

### δ 143

Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς· Δήμητερ μὲν γάρ ἐστι ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ

### δ 144

Δημιουργός · ὁ δειμάμενος τὰ ἔργα ἤγουν ποιῶν. καὶ εἰς τὸ Ποιητής

### δ 145

Δημιουργῶ · ὁ μέλλων δημιουργήσω, ἐδημιουργήθην, ἡ μετοχὴ δημιουργηθείς, τὸ θηλυκὸν δημιουργηθεῖσα. τὸ δὲ δημιουργός, παρὰ τὸ δήμιος καὶ τὸ ἔργον γίνεται δημιοεργός καὶ κατὰ συναίρεσιν δημιουργός. τὸ δὲ δήμιος παρὰ τὸ δῆμος. τὸ δὲ δῆμος, ἔστι δέω, τὸ δεσμεύω, ἐξ αὐτοῦ δέμος καὶ τροπῇ τοῦ ε εἰς η δῆμος, ἤγουν ὁ συνεσφιγμένος λαός· ἢ παρὰ τὸ δέω, τὸ ἐνδεοῦμαι, οὗ ὁ μέλλων δεδήσω, δεδέηκα, δεδέημαι, δέημος καὶ δῆμος, ὁ ἐνδεούμενος τοῖς ἄρχουσι. δημιουργὸς δὲ λέγεται ὁ τὰ κοινὰ ἐργαζόμενος

### δ 146

Δημοκράτης · ὁ τὸν δῆμον κρατῶν

### δ 147

Δῆμος Β · τὰ περιληπτικὰ δύο συντάξεις ἐπιδέχονται· τῷ λόγῳ τῆς φωνῆς καὶ τὸ τῷ λόγῳ τοῦ σημαινομένου. ἡ μὲν φωνὴ ἑνική, τὸ δὲ σημαινόμενον πληθυντικόν

### δ 148

Δῆμος · ὄνομα. τὸ δη η διότι εὑρέθη παρὰ Δωριεῦσι λεγόμενος δᾶμος καὶ τροπῇ τοῦ α εἰς η δῆμοσ. γίνεται δὲ παρὰ τὸ δίδημι, τὸ δεσμεύω, ὁ μέλλων δήσω καὶ ἐξ αὐτοῦ δῆμος. τί διαφέρει δῆμος καὶ δημός; δῆμος ὁ λαός, δημός δὲ τὸ λῖπος Π ρ ἐν πίονι δημῷ“. γίνεται δὲ παρὰ τὸ δαίω, τὸ καίω, ἔδαον δαμός καὶ τροπῇ τοῦ α εἰς η δημός. σημαίνει δὲ τὸ λῖπος καὶ τὸν δημότην κατὰ διάλεκτον γίνεται τῆς ὀρθογραφίας

### δ 149

Δημός · παρὰ τὸ δαίεσθαι εὐχερῶς, ὅ ἐστι καίεσθαι. Φωτίου

### δ 150

Δῆμος · παρὰ τὸ δέω, τὸ δεσμεύω, ἤγουν ὁ συνδεδεμένος ὄχλος· ἢ ἐκ τοῦ δᾶμος, τῶν Δωριέων τὸ η εἰς α τρεπόντων

### δ 151

Δημός · ἐπὶ τοῦ λίπους. ὡς μέν τινες παρὰ τὸ δαίω, τὸ καίω· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ δέω τὸ δεσμῶ. συνδεῖ γὰρ ὥσπερ ὁ ἐπίπλους τὰ τοῖς βωμοῖς ἐπιτεθέντα

### δ 152

Δημοσθένης · τοῦ δήμου σθένος ἤγουν δύναμις

### δ 153

Δήν · εἰς τὸ Ἄδδην

### δ 154

Δήνεα · τὰ βουλεύματα· παρὰ τὸ δαίω, τὸ μανθάνω, οὗ ὁ μέλλων δαίσω, καὶ δαίμων

### δ 155

Δῆρις · ἡ μάχη· παρὰ τὸ δαίω, τὸ κόπτω καὶ σφάζω, πλεονασμῷ τοῦ ρ. καὶ εἰς τὸ Δηλητήριον καὶ Κονίω

### δ 156

Δηρόν Β · ὀνοματικὸν ἐπίρρημα. πολλὰ γάρ εἰσι τοιαῦτα ὥσπερ ἡ πέρα τῆς πέρας πέραν τοῦ χειμάρρου τῶν Κέδρων“, καὶ πρώϊος πρωΐα, καὶ ἡ αἰτιατικὴ πρωΐαν, καὶ τροπῇ Ἰωνικῇ πρωΐην, ἐξ οὗ καὶ τὸ ἐπίρρημα πρῴην· οὕτως ἐστὶν ἐκ τοῦ δηναιός ἀρσενικοῦ τὸ οὐδέτερον δηναιόν, καὶ συγκοπῇ τῆς αι δηνόν, καὶ τροπῇ τοῦ ν εἰς ρ δηρόν, καὶ μετάγεται εἰς τὴν ἐπιρρηματικὴν σύνταξιν

### δ 157

Δηρόν · τὸ δη η καὶ τὸ ρον μικρόν. ἀπὸ ὀνόματος παρήχθη· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει. καὶ πῶς; ἔστι τὸ ὄνομα δηναιός, Ε οὐδὲ μάλ’ οὐ δηναιόσ“· λοιπὸν δηναιός καὶ συγκοπῇ δηνός καὶ μεταθέσει δηρός καὶ δηρόν ἐπίρρημα

### δ 158

Δῆτα · εἰς τὸ Εἶτα. Φωτίου

### δ 159

Δῃῶ · εἰς τὸ Ἀδῄωτον καὶ Ἰῆτο

### ε 8

ἐπιβόητος διαφέρει· διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀρετῇ ἐγνωσμένος, ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην

### δ 160

Διαβούλιον · οὐδέτερον ὑποκοριστικόν. γίνεται δὲ παρὰ τὸ βουλή βούλιον καὶ διαβούλιον. προπαροξύνεται· πᾶν εἰς ον οὐδέτερον καθαρὸν μονογενὲς τῷ ι μόνον παραληγόμενον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, εἴτε κύριον εἴτε προσηγορικὸν εἴτε ὑποκοριστικόν

### δ 161

Διαγγελήσονται · ἐκ τοῦ διαγγέλλω, ὁ μέλλων διαγγελῶ, ὁ δεύτερος ἀόριστος διήγγελον, ὁ παθητικὸς διηγγελόμην, καὶ ὁ δεύτερος μέλλων διαγγελήσομαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν διαγγελήσονται

### δ 162

Δοιάζειν · παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι τὴν ψυχήν

### δ 163

Διάθεσις μέση · εἰς τὸ Τέτηκα

### δ 164

Διαθήκη · διττῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόντων διατάξεως καὶ ἐντάλματος χαρακτῆρα φέρουσα, θατέρα δὲ συνθηκῶν ἐπὶ διαλλαγῇ πολεμίων συνωμοσίαν ἐπέχουσα. συντίθεται δὲ ἐκ τῆς διά προθέσεως καὶ τοῦ θήκη διαθήκη

### δ 165

Διαίνω · εἰς τὸ Διερός

### δ 166

Δίαιτα · δαῖς δαιτός δαῖτα καὶ δίαιτα

### δ 167

Διαιτητής · εἰς τὸ Δικαστής

### δ 168

Διακηρυκεύεται · διὰ κηρύκων συνθήκας ἢ πρεσβείας ποιεῖται· γέγονε δὲ παρὰ τὸ κῆρυξ κήρυκος κηρυκεύω καὶ διακηρυκεύεται. τὸ δὲ κῆρυξ ἀπὸ τοῦ κηρύσσω· τοῦτο παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνήν· τοῦτο παρὰ τὸ γῶ, ὃ σημαίνει τὸ χωρῶ· ἡ διὰ τῆς τραχείας ἀρτηρίας χωροῦσα

### δ 169

Διάκονος · παρὰ τὸ κονεῖν καὶ ἐγκονεῖν, τὸ ὑπηρετεῖν, ἐξ οὗ καὶ Ω ἐγκονέουσαι“

### δ 170

Διακοσμηθεῖμεν Β · ῥῆμα εὐκτικὸν παθητικὸν πρώτου ἀορίστου· κοσμηθείημεν καὶ κατὰ συγκοπὴν κοσμηθεῖμεν

### δ 171

Διακρίνειν · εἰς τὸ Κρίνειν

### δ 172

Διακρινθεῖτε Γ · τὸ θέμα διακρίνω, διακέκρικα, διεκρίθην καὶ πλεονασμῷ τοῦ ν ποιητικῶς διεκρίνθην, διακρινθείην τὸ εὐκτικὸν διακρινθείημεν διακρινθείητε καὶ συγκοπῇ διακρινθεῖτε

### δ 173

Διάκτωρ · διάκτορος· παρὰ τὸ ἄγω ἄκτωρ, ὁ ἄγων τὰς ἀγγελίας

### δ 174

Διάλεξις διαλέκτου διαφέρει· διάλεξις μὲν γάρ ἐστιν ὁμιλία τις ἔντεχνος, διάλεκτος δὲ γλώττης ἰδίωμα

### δ 175

Διαμετρητῷ Γ · ἡ εὐθεῖα διαμετρητός· σχῆμα παρασύνθετον. καὶ πόθεν διαχωρίζονται τὰ παρασύνθετα ἐκ τῶν συνθέτων; ἐκ τῆς διαφορᾶς τοῦ τόνου· τὰ μὲν γὰρ σύνθετα προπαροξύνεται, τὰ δὲ παρασύνθετα ὀξύνεται. ταῦτα δὲ ὀξύνεται, ἐπειδὴ ἀπὸ ῥήματος ἔσχον τὴν σύνθεσιν, οἷον ἐκλέγω ἐκλεκτός· ἐπίλεκτος δὲ προπαροξύνεται, ἐπειδὴ ἀπὸ ὀνόματος ἔχει τὴν σύνθεσιν ἐκ τῆς ἐπὶ προθέσεως καὶ τοῦ λεκτός. οὕτως οὖν διαμετρῶ διαμετρήσω διαμετρητός. Ὁμήρου

### δ 176

Διάμησε Γ · ὁ μέλλων διαμήσω. τὸ μη η · ἡ δὲ δευτέρα τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ η ἢ τὸ α. ὁ ἐνεστὼς διαμῶ· σχῆμα σύνθετον ἐκ τῆς διά προθέσεως καὶ τοῦ ἀμῶ τοῦ σημαίνοντος τὸ θερίζω. γίνεται οὖν ἐκ τοῦ ἄμη, ὅπερ ἐστὶ γεωργικὸν ἐργαλεῖον, ἣ λέγεται δρεπάνη. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### δ 177

Διαμπάξ · δι’ ὅλου, διηνεκῶς, διὰ παντός, ἐξ ἐναντίας. ἀπὸ τοῦ διαρπάζω διαρπάξω, ἀποβολῇ τοῦ ω διαρπάξ καὶ τροπῇ τοῦ ρ εἰς μ διαμπάξ. συντάσσεται μετὰ αἰτιατικῆς. γίνεται δὲ ἐκ τοῦ πᾶς Δωρικῶς κατὰ τροπὴν τοῦ ς εἰς ξ πᾶξ καὶ διαμπάξ, ὁ δι’ ὅλου ὤν. ἔστι δὲ ἐπίρρημα καιροῦ παραστατικόν

### δ 178

Διάνδιχα · εἰς τὸ Τριχθά

### δ 179

Διάνοια · παρὰ τὸ ὁδόν τινα διανύειν, ἢ παρὰ τὸ διανοῶ

### δ 180

Διάνοια γνώμης διαφέρει· διάνοια μὲν γάρ ἐστι διχοστατοῦσα καθ’ ἑαυτὴν καὶ μὴ τὸ βέβαιον ἔχουσα κατὰ τὸ βουλεύεσθαι, ἀφ’ οὗ καὶ διάνοια ἐκλήθη διὰ τὸ δισσά τινα βουλεύεσθαι· γνώμη δὲ ἡ τὸ βέβαιον ἐν ἑαυτῇ καὶ ἀσφαλὲς ἔχουσα καὶ οἱονεὶ μετὰ τοῦ γιγνώσκειν τι ποιοῦσα, διὸ καὶ γνώμη ἐλέχθη, καθότι γιγνώσκει τί ποιεῖ

### δ 181

Διερός · κατὰ Ἰωνικὴν μετάθεσιν τοῦ α εἰς τὸ ε διερός· παρὰ γὰρ τὸ διαίνω, τὸ πλύνω

### δ 182

Διαρραίω Β · ῥαίω, τὸ φθείρω. καὶ γίνεται ἐκ τοῦ φθείρω Δωρικῶς φθαίρω· οἱ γὰρ Δωριεῖς τὴν ει δίφθογγον εἰς αι τρέπουσιν τὸ κύπειρον κύπαιρον λέγοντες καὶ τὸ εἴ κεν αἴ κεν. οὕτως καὶ τὸ φθείρω φθαίρω, καὶ ἀφαιρέσει τῶν δύο συμφώνων αἵρω, καὶ ἐν ὑπερβιβασμῷ ῥαίω, καὶ σημαίνει τὸ φθείρω. τὸ ραι δίφθογγος, ἢ ὅτι ἐκ τῆς παραγωγῆς αὐτὸ ἔχει, ἢ ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ αιω ῥήματα ἀσυναίρετα ὄντα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς αι διφθόγγου γράφεται· παλαίω καίω ῥαίω

### δ 183

Διαρρήδην · σαφῶς, φανερῶς· παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ λέγω, ὁ μέλλων ῥήσω καὶ ἐξ αὐτοῦ ῥήδην καὶ διαρρήδην ἐπίρρημα. συντάσσεται μετὰ δοτικῆς πτώσεως. Γεωργίου

### δ 184

Δίας · ὥσπερ ἀπὸ τῆς δράκοντος γενικῆς γίνεται δρακοντίας, οὕτως καὶ ἀπὸ τῆς Διός γενικῆς γίνεται Διΐας καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Δίας

### δ 185

Δίας · ὁ Ζεύς· ὡς ἂν εἰ δι’ οὗ ζῶμεν. Ἰωάννου Λυδοῦ

### δ 186

Δίας · ὁ Ζεύς· παρὰ τὸ διαίνειν, τουτέστι πιαίνειν, τὴν γῆν· ἢ παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν καὶ συνέχειν, τὸ σύμπαν αἰσθητόν· ἢ παρὰ τὸ ζῆν

### δ 187

Διασεσοβημένος · τεταραγμένος, ἄτακτος, τεθορυβημένος. σοβεῖν γὰρ τὸ τρέχειν, παρὰ τὸ σεύω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 188

Διασκεδάζω · ἔστι ῥῆμα χέω καὶ σημαίνει τὸ σκορπίζω, καὶ ἐξ αὐτοῦ γίνεται χεδάζω καὶ πλεονασμῷ τοῦ ς σχεδάζω καὶ σκεδάζω καὶ μετὰ τῆς διά προθέσεως διασκεδάζω

### δ 189

Διάσσατο · εἰς τὸ Δοάσσατο. Ὁμήρου

### δ 190

Διαστήτην Α · ἀορίστου δευτέρου τῶν εἰς μι τρίτου προσώπου τῶν δυϊκῶν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις τοῖς Ἀττικοῖς μάλιστα ἁρμόζει. τὸ θέμα ἵστημι, ὁ μέλλων στήσω, ὁ δεύτερος ἀόριστος ἔστην καὶ τὸ τρίτον τῶν δυϊκῶν ἔστητον ἐστήτην καὶ διαστήτην

### δ 191

Διάττειν · ὁρμᾶν, διατρέχειν ἢ δάκνειν· οἷον διαθεῖν, ἀπὸ τοῦ θέω, τὸ τρέχω, τροπῇ τοῦ θ εἰς τ καὶ πλεονασμῷ ἑτέρου τ

### δ 192

Διάψαλμα · διὰ παντὸς ψαλλόμενον. μέρη δὲ λόγου δύο· διά πρόθεσις, ψαλμός ὄνομα. ψαλλόμενον δὲ μετοχή

### δ 193

Διδάσκαλος · παρὰ τὸ διδόναι τὸ καλόν, ὁ διδοὺς καλόν· ἢ ὁ διδάσκων καλῶς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 194

Διδάσκω · παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μανθάνω, ὁ μέλλων δαίσω καὶ πλεονασμῷ τοῦ κ δαίσκω, ὡς ὀλῶ ὀλέσω καὶ ὀλέσκω· καὶ ἐπεὶ τὰ εἰς κω λήγοντα ῥήματα οὐ θέλουσι παραλήγεσθαι τῷ ι ἀνεκφωνήτῳ, γίνεται δάσκω, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ κατὰ ἀναδιπλασιασμὸν διδάσκω. καὶ διὰ τί ἀναδιπλασιάζεται; ἐπειδὴ ὁ διδάσκων διπλοῦς θέλει εἶναι

### δ 195

Δίδημι · εἰς τὸ Δῆμος

### δ 196

Διδῶ · εἰς τὸ Ἵημι καὶ Πίπτω

### δ 197

Δίε · παρὰ τὸ δείω ὁ δεύτερος ἀόριστος ἔδιον ἔδιες ἔδιε, καὶ δίε τὸ προστακτικόν

### δ 198

Διεῖπα · εἰς τὸ Δίεπε

### δ 199

Διείς · σημαίνει τὸ ἐκτείνας. ἔστιν ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἵς ἕντος καὶ μετὰ τῆς διά προθέσεως διείς, ἤγουν διανοίξας

### δ 200

Δίεπε · εἰς τὸ δι ὀξεῖαν. ἔστι γὰρ τὸ ῥῆμα ἕπω, τὸ ἀκολουθῶ, καὶ διέπω, ὁ μέσος παρακείμενος διεῖπα, τὸ ει δίφθογγον

### δ 201

Διερός · ὁ ὑγρός· παρὰ τὸ διαίνω, τὸ πλύνω. καὶ εἰς τὸ Ἱερόν καὶ Ὑγιής

### δ 202

διέφθορε διαφέρει· διέφθαρται μὲν γὰρ ὑφ’ ἑτέρου, διέφθορε δὲ ἕτερον

### δ 203

Διήγγελον · εἰς τὸ Διαγγελήσονται

### δ 204

Διήγημα διηγήσεως διαφέρει· διήγησις μὲν γάρ ἐστιν οἷον ἡ πᾶσα διήγησις Ὁμήρου, διήγημα δὲ μέρος τι τῆς ποιήσεως οἷον Αἴαντος μονομαχία πρὸς Ἕκτορα

### δ 205

Διήκω · εἰς τὸ Διηνεκής

### δ 206

Διηνεκής · ἐκ τοῦ ἐνέκω ἐνεκής, καὶ μετὰ τῆς διά διανεκής, καὶ μεταθέσει τοῦ α εἰς η διηνεκής. ἢ παρὰ τὸ διήκω, τὸ ἐκτείνω, διηκής καὶ πλεονασμῷ τῆς νε συλλαβῆς διηνεκήσ

### δ 207

Διΐφιλος · εἰς τὸ Δίφιλος

### δ 208

Δίκαιος · εἰς τὸ Βασιλεύς

### δ 209

Δίκαιος εὐσεβοῦς διαφέρει· δίκαιος μὲν γάρ ἐστιν ὁ τὸ πρὸς ἀνθρώπους ἶσον φυλάττων, εὐσεβὴς δὲ ὁ τὸ θεῖον εὐσεβῶς σέβων καὶ ὀρθῶς

### δ 210

Δικανικός · διότι τὰς δίκας νικᾷ

### δ 211

Δικαιοσύνη · παρὰ τὸ διχάζειν ἐκ τοῦ ἀδίκου τὸ δίκαιον, οἱονεὶ διχαοσύνη, ἡ διαχωρίζουσα ἡμᾶς τῆς ἀδικίας

### δ 212

διαιτητὴς διαφέρει· δικαστὴς μὲν γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβάσεως

### δ 213

Δίκη · παρὰ τὸ δίζω, ὅτι ἀμφίβολον αὐτῆς τὸ πέρας

### δ 214

Δίκτυον · παρὰ τὸ δίκειν, ὅ ἐστι ῥίπτειν καὶ βαλεῖν, ἐξ οὗ καὶ δίσκος τὸ δίκτυον

### δ 215

Δίκω · εἰς τὸ Δίσκος καὶ Ἔδειξεν. Φωτίου

### δ 216

Δῖναι · ποταμῶν εἰσιν τὰ μεσώτατα, ἔνθα τὸ ῥόθιον τοῦ ποταμοῦ ἐκ τῶν μερῶν εἰς μέσον συναγόμενον σταχυωδῶς ὡς ἀπὸ τῆς περιδινήσεως δῖνα ἢ δίνη κέκληται

### δ 217

Δίνειν · εἰς τὸ Δενδίλλων

### δ 218

Δῖνος · εἰς τὸ Εὐδίνητον καὶ Ἰλιγγιῶ

### δ 219

Δινῶ Γ · ἐκ τοῦ δίνη. τὸ δι ι · τὰ διὰ τοῦ ινη θηλυκὰ μονογενῆ μὴ ἀπὸ ἐπιθέτων γινόμενα διὰ τοῦ ι γράφεται, οἷον Αἰητίνη θριδακίνη. μονογενῆ“ διὰ τὸ ἐκεῖνος ἐκείνη. μὴ ἀπὸ ἐπιθέτων γινόμενα“ διὰ τὸ φωτεινός φωτεινή καὶ τὸ κύριον ὄνομα Φωτεινή· μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. τὸ δι μακρόν, διότι ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, ἴλη. καὶ ἔστι παρὰ τῷ ποιητῇ Β μακρὸν τὸ ἰλαδόν

### δ 220

Δινωτοῖσι Γ · πεποικιλμένοις, τετορνευμένοις. ἡ εὐθεῖα δινωτόν· δινωτός τὸ ἀρσενικόν. ἐκ τοῦ δινῶ, τοῦτο ἐκ τοῦ δῖνος· σημαίνει. τὸ δι ι · τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς μονογενῆ ἅπαντα διὰ τοῦ ι γράφονται, οἷον Φαυστῖνος Ἰουστῖνος, καὶ προπερισπῶνται πλὴν τοῦ καρκίνος

### δ 221

Δινωτή · ἡ περιφερής· διὰ τὸ ἐοικέναι δίνῳ, ὅ ἐστι τόρνῳ

### δ 222

Διομήδης Β · ὄνομα κύριον σύνθετον. τὰ παρὰ τὴν Διός γενικὴν συντιθέμενα ἀποβολῇ τοῦ ς. Διογένης Διοπείθης. τὰ εἰς ης κύρια παρὰ ῥῆμα σύνθετα εἰς ους ἔχει τὴν γενικήν· Παντερπής Εὐπειθής. οὕτω καὶ Διομήδης. σεσημείωται δὲ τὸ Θεοκρίνης· τὰ γὰρ διὰ τοῦ ινης εἰς ου ἔχει τὴν γενικήν· Λεπτίνης Αἰσχίνης. οὕτως οὖν καὶ τὸ Ἀΐδης Ἀΐδου, παρὰ τὸ ἰδεῖν, ὅτι οὐδὲν ἂν αὐτίκα ἴδοις. Ἰωάννου Λυδοῦ

### δ 223

Διόνυσος · θεός· παρὰ τὸ τὰς δύο νύσους τῶν κέντρων ὁρίζειν· ἢ παρὰ τὸ Νύσσαν ὄρος ἐπικαλούμενον, ἐν ᾧ λέγεται εἶναι τυχόν

### δ 224

Διόνυσος · εἰς τὸ Διώνυσος

### δ 225

Διόξενος · εἰς τὸ Πρόξενος

### δ 226

Δῖος Β · τὸ δι ι. τέσσαρα γάρ εἰσι δισύλλαβα κτητικά· δύο διὰ διφθόγγου, θεῖος καὶ Κεῖος· ἐκ τῆς Κέω νήσου Κέϊος καὶ Κεῖος· καὶ δῖος καὶ Χῖος διὰ τοῦ ι. καὶ εἰς τὸ Ζεύς

### δ 227

Διόσκουροι · οἱ τοῦ Διὸς ἐπιμελούμενοι· τὸ γὰρ ἐπιμελεῖσθαι κορεῖν λέγουσι, ὡς δῆλον ἐκ τοῦ νεωκόρος καὶ σηκοκόρος

### δ 228

Διότι · εἰς τὸ Ὅτι. Γεωργίου

### δ 229

Διϊπετής · παρὰ τὴν Διΐ δοτικὴν καὶ τὸ πεσεῖν γέγονεν, οἱονεὶ ὁ ἐκ τοῦ Διὸς πεπτωκώς

### δ 230

Δίπλακα Γ · ἡ εὐθεῖα δίπλαξ, σημαίνει δὲ τὴν χλαῖναν τὴν δίπτυχα. ἐκ τοῦ διπλοῦς δίπλαξ, ὡς λίθος λίθαξ. τὸ δὲ διπλοῦς ἐκ τοῦ διπλόος· τοῦτο παρὰ τὸ δύο πέλειν δυοπλόος καὶ δειπλόος

### δ 231

Διπλασίων · ὥσπερ ἀπὸ τῆς Διός γέγονε Δίων, οὕτως καὶ ἀπὸ τοῦ διπλάσιος γίνεται διπλασίων

### δ 232

Διπλόη · σημαίνει τὴν πανουργίαν. γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ δύο καὶ τὸ πέλω δυόπελος καὶ δυπλόος καὶ τροπῇ τοῦ υ εἰς ι διπλόος

### δ 233

Διπλοῦν διπλασίου διαφέρει· διπλοῦν μὲν γὰρ τῶν κατὰ τὸ μέγεθος, διπλάσιον δὲ τῶν κατὰ ἀριθμόν, οἷον διπλάσια χρήματα· διπλοῦν δὲ τὸ ἱμάτιον, οὐ διπλάσιον. Γεωργίου

### δ 234

Διπολεῖα · παρὰ τὴν Διΐ δοτικὴν γέγονε καὶ ἀπὸ τῆς πολεῖον εὐθείας

### δ 235

Δίς · ἀπὸ τοῦ δύο γέγονε δυάκις καὶ κατὰ συγκοπὴν δίς· ἢ ἀπὸ τοῦ δύο δύς καὶ τροπῇ δίς. καὶ ἀπὸ τοῦ τρία τριάκις καὶ κατὰ συγκοπὴν τρίς, καὶ γράφεται διὰ τοῦ ι πρὸς ἀντιδιαστολὴν τοῦ τρεῖς ἀριθμοῦ

### δ 236

Δίσκος · παρὰ τὸ δίκω, τὸ βάλλω· ὁ βαλλόμενος. ἢ παρὰ τὸ δίκω, τὸ ῥίπτω, δίκος· περισσὸν δὲ τὸ ς

### σ 4

σόλος διαφέρει· δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, σόλος δὲ χαλκοῦν ὁλοσφύρατον

### δ 237

Δῖσος · ὥσπερ ἀπὸ τοῦ Χίος γέγονε Χίϊος καὶ Χῖοσ, οὕτω καὶ ἀπὸ τοῦ Διός γέγονε δίϊος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν δῖσος

### δ 238

Δισταγμός · ἐκ τοῦ διστάζω· τοῦτο παρὰ τὸ δύο καὶ τὸ στῶ, ὃ σημαίνει τὸ ἵστημι

### δ 239

Διφᾶν · παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ἁφή γίνεται διαφῶ, καὶ τὸ ἀπαρέμφατον διαφᾶν, ὡς βοᾶν, καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρὸν διφᾶν

### δ 240

Διφᾶν · τὸ ψηλαφᾶν· παρὰ τὸ ἁφή διαφᾶν καὶ διφᾶν

### δ 241

Διφθέραν · ὅσα κατ’ ἐκείνην δήπου φέρεται τὴν διφθέραν“· τὸ γραμματεῖον ἢ βιβλίον ἢ βύρσαν ἢ δέλτον· οἷον δυοφέραν, τὴν ἐν τοῖς δύο μέρεσι φέρουσαν τὰ γράμματα. Γεωργίου

### δ 242

Δίφιλος · ὥσπερ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτω καὶ παρὰ τὴν Διΐ γίνεται διΐφιλος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Δίφιλος

### δ 243

Δίφρος Γ · ἐτυμολογεῖται παρὰ τὸ δύο φέρειν, τὸν μαχόμενον καὶ τὸν ἡνίοχον, οἱονεὶ δυόφορός τις ὤν. σημαίνει δὲ τὸ ἅρμα

### δ 244

Διχόνοια · ὅτι εἰς δύο μερίζει τὸν νοῦν

### δ 245

διχοτόμος διαφέρει· ἂν μὲν προπαροξύνωμεν, δηλοῖ τὰ εἰς δύο διῃρημένα· ἂν δὲ παροξύνωμεν, δηλοῖ τὰ εἰς δύο διαιροῦντα

### δ 246

Δίω · εἰς τὸ Ἱερόν καὶ Τιμή

### δ 247

Διωλύγιον · μακρόν, μέγα, δεινόν, χαλεπόν, ἐπὶ πολὺ διῆκον καὶ ἐξάκουστον· τὸ δι’ ὅλου ἰόν, ἐκτάσει τοῦ ο εἰς ω καὶ πλεονασμῷ τοῦ γ καὶ ἀποβολῇ τοῦ ἑτέρου ο

### δ 248

Διώνη · ἡ Ἀφροδίτη· παρὰ τὸ διὰ πάντων ἰέναι. Γεωργίου

### δ 249

Διώνυσος · κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω ὥσπερ δότης διὰ τοῦ ο ὂν καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω δώτης

### δ 250

Δίωξις · εἰς τὸ Παλίωξις. Γεωργίου

### δ 251

Διώρης · Διώρου· γέγονε δὲ ἢ ἀπὸ τῆς διά προθέσεως καὶ τοῦ ὁρῶ ῥήματος Διαόρης καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ α εἰς ι μακρὸν Διώρης

### δ 252

Διῶρυξ · διώρυχος· παρὰ τὸ ὀρύσσω ὀρύξω, ὄρυξ, ἐπεκτάσει τοῦ ο εἰς ω διῶρυξ

### δ 253

Δμώς · παρὰ τὸ δαμῶ

### δ 254

Δνοπαλίζω · τουτέστι ἡ διὰ χειρῶν κίνησις καὶ ἐκτίναξις· Δ ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν“, τουτέστι διὰ χειρὸς εἶχεν ἢ ἀνῄρει. ἐχρήσατο δὲ καὶ ἐν τῇ Ὀδυσσείᾳ τὴν λέξιν ξ τὰ σὰ ῥάκεα δνοπαλίξεισ“, ἀντὶ τοῦ διὰ χειρὸς ἕξεις. εἴρηται δὲ παρὰ τὸ δονεῖν τὰς παλάμας δονοπαλίξαι καὶ ἐν συγκοπῇ δνοπαλίξαι

### δ 255

Δνόφος · εἰς τὸ Γνόφος

### δ 256

δοιάσσατο διαφέρει· ὅτι τὸ μὲν δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ σὺν τῷ ι ἐδίστασεν

### δ 257

Δόγμα · τὸ δοκοῦν ἅμα ἤγουν ὁμοῦ

### δ 258

Δοιάζειν · εἰς τὸ Ἀνενδοιάστως

### δ 259

Δοιδυκοποιός · ὁ τὰ κοχλιάρια ποιῶν

### δ 260

Δοίδυξ · παρὰ τὸ δαίω, τὸ μερίζω, δαδύσσω, τὸ ταράσσω· ἢ παρὰ τὸ δαίω, τὸ κόπτω καὶ ταράσσω, γίνεται δαδύσσω δάδυξ καὶ δοίδυξ. σημαίνει δὲ τὸν ἀλετρίβανον

### δ 261

Δοῖεν Α · ἀορίστου δευτέρου εὐκτικόν· ἐκ τοῦ δίδωμι ἐδίδων, ὁ δεύτερος ἀόριστος ἔδων, δούς δόντος, δοίην, δοίημεν καὶ ἐν συγκοπῇ δοῖμεν καὶ δοῖε ν

### δ 262

Δοίην · εἰς τὸ Δῴη σοι

### δ 263

Δοιώ Γ · ὄνομα· ἡ εὐθεῖα τῶν ἑνικῶν δοιός. οἱ γὰρ Δωριεῖς τὴν ἀναλογίαν τὴν ἐν τοῖς ῥήμασι φυλάττοντες καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τὸ ι. γίνεται δὲ ἐκ τοῦ δέω, τὸ δεσμεύω, δοός καὶ πλεονασμῷ τοῦ ι δοιός, καὶ ἡ γενικὴ δοιοῦ· ἡ εὐθεῖα τῶν δυϊκῶν δοιώ

### δ 264

Δοιώ · εἰς τὸ Δέδοικα καὶ Δύω

### π 3

προσδοκῶ · ἁπλοῦν μὲν πρώτης συζυγίας τῶν περισπωμένων, σύνθετον δὲ δευτέρας. καὶ εἰς τὸ Εὐδοκῶ καὶ Καραδοκεῖν

### δ 265

Δολιχόν · εἰς τὸ Δουλιχόδειρος. Γεωργίου

### δ 266

Δολόμητις · παρὰ γὰρ τὸ δολῶ δολοῖς γέγονεν

### δ 267

Δομεύειν · εἰς τὸ Βυσσοδομεύειν

### δ 268

Δομήνικος · δός μοι καὶ νίκας

### δ 269

Δομῶ · εἰς τὸ Δῶμα καὶ Θεμέλιον

### δ 270

Δόνακες · κάλαμοι ἁλιευτικοὶ ἢ αὐλοί. πρότερον γὰρ ταῖς λύραις ἀντὶ κέρατος ἐτίθεσαν καλάμους. γέγονε δὲ παρὰ τὸ δονῶ, τὸ συστρέφω

### δ 271

Δόναξ · παρὰ τὸ δονεῖσθαι εὐχερῶς πεφυτευμένον

### δ 272

Δόντος · εἰς τὸ Δῴη σοι. Νικήτου

### δ 273

Δόξα · παρὰ τὸ δοκῶ δόξω δόξα. Χοιροβοσκοῦ

### δ 274

Δοξούμενοι · ἀντὶ τοῦ δοξαζόμενοι

### δ 275

Δορκάς · ὅτι δέρκει μακρόθεν· ἢ ἐκ τοῦ ὀξέως δέρκειν ἤγουν ὁρᾶν

### δ 276

Δόρπος · εἴρηται παρὰ τὸ ἕρπειν ἡμᾶς ἀπ’ αὐτοῦ εἰς ὕπνον

### δ 277

Δόρυ Β · ἀπὸ τοῦ δρῦς δρυός δόρυ, ἐπὶ παντὸς δένδρου λεγόμενον ὑπὸ τῶν ἀρχαίων, ὡς μαρτυρεῖ τὸ δρυμός καὶ δρύφακτος. ἢ παρὰ τὸ δέρω, ὃ σημαίνει τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. ἢ ἐκ τοῦ θορῶ, ὃ σημαίνει τὸ πηδῶ, θόρυ τι ὄν καὶ δόρυ, τὸ ἐκ τῆς γῆς ἀνατρέχον· καὶ ὁ ποιητὴς ζ ἐπεὶ οὔπω τοῖον ἀνή λουθεν ἐκ δόρυ γαίησ“. ἢ ἐκ τοῦ δρῦς· οἱ γὰρ ἀρχαῖοι ἐκ δρυΐνων κατεσκεύαζον ξύλων

### δ 278

Δορύξενος · εἰς τὸ Πρόξενος

### δ 279

Δόσαν Α · τὸ ῥῆμα δίδωμι, ὁ δεύτερος ἀόριστος ἔδων, ἔδομεν, τὸ τρίτον κατὰ συστολὴν ἔδοσαν. ὁ κανών· οἱ γὰρ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἰσοσύλλαβον τὸ τρίτον τῶν πληθυντικῶν τῷ πρώτῳ, οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν. οὕτως καὶ ἔδομεν ἔδοσαν καὶ συναρχομένως δόσαν

### δ 280

Δουλεία · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός τι. καὶ πόσοι τρόποι τῆς δουλείας; τρεῖς· τὸ κατὰ δημιουργίαν ὅτι τὰ σύμπαντα δοῦλα σά“, καὶ τὸ κατὰ δικαιοσύνην ἐπειδὴ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ“· λέγεται δὲ δουλεία καὶ ἐπὶ τῶν ἀργυρωνήτων ὡς τὸ ἠγόρασα δοῦλον“

### δ 281

Δούλη · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός τι. καὶ πρὸς τίνα ἔχει; πρὸς τὴν δέσποιναν

### δ 282

Δουλιχόδειρος Β · παρὰ τὸ δολιχόν, τὸ μακρόν, καὶ τὸ δειρή, ὃ σημαίνει τὸν τράχηλον. τὸ λι ι. τὰ διὰ τοῦ ιχος διὰ τοῦ ι γράφεται, οἷον Σωτήριχος δόλιχος τάριχος· σημαίνει δὲ τὸν πεπασμένον ἰχθύν· πλὴν τῶν παρὰ τὸ τεῖχος, οἷον εὔτειχος καλλίτειχος. διαφέρει δὲ δόλιχος καὶ δολιχός· προπαροξύνεται ἐπὶ τοῦ ὀσπρίου, ὀξύνεται δὲ τὸ μακρόν. λοιπὸν ἐκ τοῦ δολιχόν, τὸ μακρόν, καὶ τοῦ δειρή γίνεται δουλιχόδειρος, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν γινόμενα

### θ 2

θεράποντες διαφέρει παρὰ τοῖς ἀρχαίοις· δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν, θεράποντες δὲ οἱ ὑποτεταγμένοι φίλοις, ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες

### δ 283

Δοῦλος · ἔστιν πᾶν τὸ δελεάζον

### τ 3

τὸ ἀποδοῦναι διαφέρει· δοῦναι μὲν γάρ ἐστι τὸ χαρίσασθαι, ἀποδοῦναι δὲ τὸ τὸ κεχρεωστημένον παρασχεῖν

### δ 284

Δοῦπος · παρὰ τὸ δέους ὄπας ἔχειν

### δ 285

Δουρί · ἐκ τοῦ δρῦς δρυός καὶ ὑπερβιβασμῷ βαρύνεται δουρός καὶ δουρί

### δ 286

Δούς · εἰς τὸ Δῴη σοι

### δ 287

Δραίνω · εἰς τὸ Ἀδράνεια

### δ 288

Δρακοντίας · εἰς τὸ Δίας

### δ 289

Δράκων · διὰ τὸ δρᾶν κακῶς ἢ λυμαίνεσθαι. ἢ παρὰ τὸ δέρκω, τὸ βλέπω, ἐξ οὗ καὶ δορκάς, καὶ ὁ δεύτερος ἀόριστος ἔδρακον· οὕτως ἔχει καὶ τὸ ἔπαθον ἐκ τοῦ πενθῶ καὶ τὸ ἔτραπον ἐκ τοῦ τρέπω. ἔδαρκον ὤφειλεν εἶναι· ἀλλὰ διὰ τὸν κανόνα τὸν λέγοντα ὅτι ἔτι δὲ ἀπὸ μὲν βαρυτόνων θεμάτων“ καὶ τὰ ἑξῆς γίνεται ἔδρακον, καὶ Ὅμηρος Ω ἐσέδρακον ἄντην“. ἐξ αὐτοῦ δράκων

### δ 290

Δρᾶμα · εἰς τὸ Ὑπόδρα. Φωτίου

### δ 291

Δραμεῖν · δρέμω, δραμῶ, ὁ δεύτερος ἀόριστος ἔδραμον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 292

Δραμεῖν · τὸ θέμα ἐστὶ δρέμω, ὁ δεύτερος ἀόριστος ἔδραμον, ὁ δεύτερος μέλλων δραμῶ καὶ τὸ ἀπαρέμφατον δραμεῖν

### δ 293

Δράμημα · εἰς τὸ Ἔδραμον

### δ 294

Δραπέτης · ὁ τὸ δρᾶν, ἤγουν τὸ πράττειν, πετεύων, τουτέστι ἐκκλίνων

### δ 295

Δρέμω · εἰς τὸ Δραμεῖν καὶ Ἔδραμον

### δ 296

Δρήθω · εἰς τὸ Ἀποδαρθεῖν. Φωτίου Νικήτου

### δ 297

Δρόσος · παρὰ τὸ ὕω, τὸ βρέχω, ὕσος καὶ τροπῇ τοῦ υ εἰς ο ὅσος καὶ δρόσοσ πλεονασμῷ τῶν συμφώνων· ἢ παρὰ τὸ ῥέω ῥόσος καὶ δρόσος πλεονασμῷ τοῦ δ · ἢ παρὰ τὸ Ζεύς Διός καὶ τὸ σεύω, τὸ ὁρμῶ, δίοσος καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ ρ δρόσος. βαρύνεται· τὰ εἰς ος δισύλλαβα διβράχεα βαρύνονται. Φωτίου

### δ 298

Δροσούμενοι · ἔστι δρόσος καὶ ἐξ αὐτοῦ γίνεται δροσίζω καὶ δροσῶ δροσήσω· καὶ ὁ παθητικὸς δροσοῦμαι, ἡ μετοχὴ δροσούμενοι

### δ 299

Δρύφακτοι · ξύλινοι θώρακες· τὰ διαφράγματα, ἢ τὰ περιτειχίσματα, ἢ αἱ τῶν δικαστηρίων θύραι, ἤγουν τὰ κάγκελλα

### δ 300

Δρῶ · εἰς τὸ Ἀποδαρθεῖν καὶ Σφόδρα καὶ Ὑπόδρα

### δ 301

Δυάς · παρὰ τὸ διϊέναι· μόνη γὰρ πρώτη ἡ δυὰς διΐσταται ἀπὸ τῆς μονάδος, ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον. ἢ παρὰ τὸ διήκειν καὶ διεξιέναι. ἢ παρὰ τὸ συνδεδέσθαι τῷ α ἀριθμῷ· τὸ γὰρ ἓν ἀπολελυμένον ἐστίν· ἔστι γὰρ δώ δύω ὡσ ῥέω ῥύω χέω χύω. ἢ παρὰ τὸ διϊέναι μόνη· καὶ γὰρ ἡ δυὰς πρώτη διΐσταται ἀπὸ τῆς μονάδος. καὶ εἰς τὸ Δύω

### δ 302

Δυγός · ὁ ζυγός. εἰς τὸ Ἵδρυσεν

### δ 303

Δυηπαθείας · ἄνευ πόνου καὶ δυηπαθείασ“· κακοπαθείας, δυστυχίας· δύη γὰρ ἡ κακοπάθεια, λύη τις οὖσα, ἡ λύουσα τὰ μέλη. ὅθεν καὶ δοῦλος, ὁ δυστυχῶς καὶ κακῶς πάσχων, δύηλός τις ὤν

### δ 304

Δύμεναι Γ · ἀορίστου δευτέρου καὶ μέλλοντος. τὸ ῥῆμα δῦμι τετάρτης συζυγίας τῶν εἰς μι. ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, οἷον δύω δῦμι

### δ 305

Δῦναι Γ · τὸ ῥῆμα δύνω ἐκ τοῦ δύω, ὁ παρακείμενος δέδυκα, ὁ παθητικὸς δέδυσμαι καὶ ὄνομα ῥηματικὸν δυσμή καὶ δυσμαί, ὅπου ἐξέρχεται καὶ ὑπεισδύνει ὁ ἥλιοσ. Φωτίου Νικήτου

### δ 306

Δυνάστης · παρὰ τὸ δυνάζω, ὁ μέλλων δυνάσω, δεδύνακα, δεδύνασμαι, δεδύνασαι, δεδύνασται καὶ ἐξ αὐτοῦ δυνάστης· καὶ κλίνεται δυνάστου

### δ 307

Δύνω · εἰς τὸ Πίνω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 308

Δύνωνται · ἀπὸ τοῦ δύνημι, οὗ τὸ παθητικὸν δύναμαι καὶ τὸ ὑποτακτικὸν ἐὰν δύνωμαι. καὶ ὤφειλεν εἶναι ἐὰν δυνῶμαι ὡς τιθῶμαι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρεθῇ ὁ ἐνεστὼς τῶν εἰς μι ἐν χρήσει, τότε προπερισπῶνται τὰ ὑποτακτικά, οἷον τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι· ἡνίκα δὲ ὁ ἐνεστὼς οὐχ εὑρίσκεται ἐν χρήσει, τότε προπαροξύνονται, οἷον δύνημι ἐὰν δύνωμαι. τὸ γὰρ δύνημι ἐν χρήσει οὐχ εὑρίσκεται. λοιπὸν τὸ πληθυντικὸν δυνώμεθα καὶ τὸ τρίτον δύνωνται

### δ 309

Δυσαλθές · τὸ δυσίατον· ὄνομα οὐδέτερον. τὸ ἀρσενικὸν ὁ δυσαλθής. γίνεται ἐκ τοῦ δύς καὶ τοῦ ἄλθω, τὸ θεραπεύω· τοῦτο ἐκ τοῦ ἄλδω, τὸ αὔξω· τὸ γὰρ ὑγιὲς αὔξεται

### δ 310

Δύσεριν · φιλόνεικον· παρὰ τὸ δύς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν

### δ 311

Δυσκάθεκτον · ἔστι ἔχω, τὸ κρατῶ, ὁ μέλλων ἕξω, ὁ παθητικὸς παρακείμενος ἧγμαι, τὸ τρίτον ἧκται καὶ ἐξ αὐτοῦ ἑκτός καὶ μετὰ τῆς κατά προθέσεως καθεκτός, καὶ μετὰ τοῦ δύς μορίου δυσκάθεκτος, ὁ ἀκράτητος. ἐκ δὲ τοῦ δύς καὶ τοῦ θεός γίνεται δύσθεος. ἢ παρὰ τὸ κατέχω καθέξω καθεκτός καὶ μετὰ τοῦ δύς μορίου δυσκάθεκτος, ἤγουν ἡ μὴ κρατουμένη

### δ 312

Δύσκολος · παρὰ τὸ δύς μόριον, ὃ σημαίνει τὸ κακόν, καὶ τὸ κολλῶ· ὁ δυσκόλως τινὶ κολλώμενος. Χοιροβοσκοῦ

### δ 313

Δυσμενής · παρὰ τὸ δύς μόριον καὶ τὸ μένος, ὃ σημαίνει τὴν δύναμιν. καὶ εἰς τὸ Ἐχθρός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 314

Δυσμῶν · ἡ εὐθεῖα δυσμή. γίνεται παρὰ τὸ δύνημι· τοῦτο παρὰ τὸ δύω· ὁ παρακείμενος δέδυκα, ὁ παθητικὸς δέδυσμαι καὶ ὄνομα ῥηματικὸν δυσμή καὶ δυσμῶν

### δ 315

Δυσπειθής ἀπειθοῦς διαφέρει· ὁ μὲν γὰρ δυσπειθὴς δυσκόλως δέχεται τὸν πιστικὸν λόγον, ὁ δὲ ἀπειθὴς ἀποκρούεται καὶ οὐδ’ ὅλως πείθεται

### δ 316

Δύστηνος · παρὰ τὸ στένειν ἐπεκτάσει τοῦ ε εἰς η

### δ 317

Δυσχερής · εἰς τὸ Εὐχερῶς

### δ 318

Δυφόρος · εἰς τὸ Ἀσύφηλον καὶ Ἀφροδίτη

### δ 319

Δύφρος · εἰς τὸ Χειμέριαι

### δ 320

Δύω · Γ αὐτὰρ ὃ δοῦρε δύω“. ὧδε γράφεται διὰ τὸ μέτρον μέγα· κοινῶς μὲν γὰρ διὰ τοῦ ο μικροῦ, Ἀττικῶς δὲ διὰ τοῦ ω μεγάλου. καὶ ποῖόν ἐστιν ἀναλογώτερον; τὸ διὰ τοῦ ω μεγάλου, ἐπειδὴ ἐμάθομεν, ὅτι τρία εἰσὶ τελικὰ τῶν δυϊκῶν στοιχεῖα, α ε ω. τούτου χάριν ἀναλογώτερόν ἐστι διὰ τοῦ ω μεγάλου καὶ οὐ διὰ τοῦ ο μικροῦ

### δ 321

Δύω · παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. καὶ γράφεται τὸ δυ ψιλὸν καὶ δίφθογγον· ὅταν βαρύνηται, γράφεται διὰ τοῦ υ ψιλοῦ καὶ τοῦ ο μικροῦ, ὅτε δὲ ὀξύνεται, γράφεται διὰ διφθόγγου καὶ διὰ τοῦ ω μεγάλου. γίνεται δὲ τὸ δοιώ τὸ διὰ διφθόγγου, ἐκ τοῦ δύο, τοῦ διὰ τοῦ υ ψιλοῦ, πλεονασμῷ τοῦ ο καὶ τροπῇ τοῦ υ εἰς ι. καὶ εἰς τὸ Ἄδυτα

### δ 322

δύο · εἰς τὸ Ἄμφω

### δ 323

Δῶ · εἰς τὸ Ἵημι καὶ Πίπτω. Γεωργίου

### δ 324

Δώδεκα · παρὰ τὸ δυόδεκα τοῦ υ καὶ ο εἰς ω μέγα κραθέντων γέγονε δώδεκα

### δ 325

Δωδέκατος · παρὰ τὸ δύο καὶ τὸ δέκα γίνεται δυοδέκατος καὶ κατὰ κρᾶσιν δωδέκατος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 326

Δῴη σοι · εὐκτικὸν ῥῆμα ἀορίστου δευτέρου. ἔστι δίδωμι, ὁ μέλλων δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, ἡ μετοχὴ δούς δόντος, καὶ τὸ εὐκτικὸν δοίην καὶ ἐπαυξήσει τοῦ ο εἰς ω μέγα δῴην, καὶ μένει τὸ ι προσγεγραμμένον

### δ 327

Δῶμα · παρὰ τὸ δομῶ, τὸ οἰκοδομῶ. τὸ δὲ δομῶ παρὰ τὸ δέμω· τὰ γὰρ εἰς ω λήγοντα ῥήματα βαρύτονα τῷ ε παραληγόμενα, ἡνίκα περισπασθῶσι, τρέπουσι τὸ ε εἰς ο. Φωτίου

### δ 328

Δῶρον · παρὰ τὸ δωρεῖσθαι ἡμᾶς τῇ χειρί. ἢ δωρεά

### δ 329

Δώς · ὄνομα θηλυκόν. ἔστι δὲ ἄκλιτον, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ μονοσύλλαβα κύριά εἰσι καὶ περισπώμενα· ἐπειδὴ δὲ τὸ δώς θηλυκὸν ὂν οὐκ ἔστι κύριον οὐδὲ περισπώμενον, ἀλλὰ μᾶλλον ὀξύτονον, τούτου χάριν ἔμεινεν ἄκλιτον

### δ 330

Δώς · παρὰ τὸν δώσω μέλλοντα κατὰ ἀποκοπὴν τοῦ ω. δεῖ γινώσκειν ὅτι ἐν τοῖς θηλυκοῖς ἄκλιτόν ἐστι τὸ δώς, ὃ σημαίνει τὴν δόσιν, οἷον δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα“. ἄκλιτον δέ ἐστι, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ μονοσύλλαβα καὶ περισπᾶται καὶ κύριά εἰσιν, οἷον ἡ Κῶς τῆς Κῶ, ἡ Κρῶς τῆς Κρῶ· ἐπεὶ δὲ τὸ δώς θηλυκὸν ὂν. ἐγράφη. Ὁμήρου

### δ 331

Δῷσι Α · δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, τὸ ὑποτακτικὸν ἐὰν δῶ δῷς δῷ, πλεονασμῷ τῆς σι συλλαβῆς ἐὰν δῷσι, ὥσπερ ἐὰν ἔχῃ ἔχῃσι, ἐὰν δὲ εἴπῃ εἴπῃσι· τρίτου προσώπου εἰσίν

### δ 332

Δῷσι Α · ἐκ τοῦ δίδωμι· ὑποτακτικοῦ χρόνου ἀορίστου δευτέρου καὶ μέλλοντος. ὁ δεύτερος ἀόριστος ἔδων, τὸ ὑποτακτικὸν ἐὰν δῶ δῷς δῷ καὶ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι, τὸ πληθυντικὸν ἐὰν δῶμεν δῶτε. Γεωργίου

### δ 333

Δωτήρ · ἀπὸ τοῦ δοτήρ τοῦ ο μικροῦ ἐκταθέντος εἰς ω μέγα δωτήρ. Γεωργίου

### δ 334

Δωτίνη · ἀπὸ τοῦ δώσω μέλλοντος γέγονε δωσίνη καὶ κατὰ τροπὴν τοῦ ς εἰς τ δωτίνη· ἢ ἀπὸ τοῦ δέδοται γέγονε δοτός, καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο καὶ τροπῇ τοῦ ο εἰς ω δωτίνη διὰ τοῦ ω μεγάλου. Ε

### ε 9

Ἕ · δασυνόμενον καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου προσώπου πτώσεως αἰτιατικῆς αὐτόν, Δ οἵ ἑ μέγαν περ ἐόντα“· ὀρθοτονούμενον δὲ πάλιν τρίτου δηλοῖ ἑαυτόν, Ψ κάλεον δέ μιν εἰς ἓ ἕκαστοσ“

### ε 10

Ἐά · εἰς τὸ Ἑορτή

### ε 11

Ἑάλω · ἐλήφθη, αἰχμαλωτίσθη· ἔστι ῥῆμα ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, ἐξ αὐτοῦ παράγωγον εἰς μι ἅλωμι, ὁ μέλλων ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων, τὸ τρίτον ἥλω καὶ διαλύσει τοῦ η εἰς ε καὶ α ἑάλω

### ε 12

Ἐάλη · ἐπλανήθη· παρὰ τὸ στέρησιν ἔχειν τοῦ λῶ· οἱ γὰρ πλανώμενοι οὐχ ὧν θέλουσι τυγχάνουσι

### ε 13

Ἑανόν · τὸν ἐνδυτήριον πέπλον· παρὰ τὸ ἕσσασθαι. Ὁμήρου

### ε 14

Ἑανοῦ Γ · λεπτοῦ ἱματίου· ἔστιν ἕω, τὸ ἐνδύομαι, ἑανός. τὸ α μακρὸν καὶ βραχὺ κατὰ ποιητικὴν ἄδειαν. ἔστι γένους ἀρσενικοῦ. Σελεύκου

### ε 15

Ἔαρ · ἀπὸ τοῦ τὰ συνεχόμενα τῷ χειμῶνι καὶ μεμυκότα τότε προϊέναι καὶ αὔξεσθαι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ ἐὰ ὀρούειν. καὶ εἰς τὸ Εἶαρ

### ε 16

Ἔασιν Β ·. ῥῆμα τῶν εἰς μι · Ἰωνικῶς. ὁ κανών · ταῦτα δὲ τὰ τρίτα“. ἔστι δὲ ἐκ τοῦ εἰμί εἶς ἐστί, τὸ πληθυντικὸν εἰμέν ἐστέ εἰσί, τὸ Ἰωνικὸν ἔασιν

### ε 17

Ἕαται Γ ·. ῥῆμα τῶν εἰς μι παθητικοῦ ἐνεστῶτος. εἰώθασιν οἱ ποιηταὶ ἐπὶ τοῦ κεῖνται καὶ ἧνται ποιεῖν ὡς ἀπὸ περισπωμένου τὸ Ἰωνικόν· ἕεμαι γάρ ἐστι καὶ κράσει ἧμαι ἧται καὶ ἧνται καὶ Ἰωνικῶς ἕαται. ὁ κανών · οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται.“ οὕτω κεῖνται κέαται καὶ πλεονασμῷ τοῦ ι κείαται· Ω δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.“ καὶ εἰς τὸ Εἴαται

### ε 18

Ἑάφθη Ν ·. παρὰ τὸ ἕπω ἥφθην, καὶ διαιρέσει τοῦ η ἑάφθη. Γεωργίου

### ε 19

Ἑβδομήκοντα · ἐκ τοῦ ἕβδομος γέγονεν. ὤφειλε γὰρ εἶναι ἑβδομόκοντα διὰ τοῦ ο · ἀλλ’ ἐπειδὴ τὰ εἰς κοντα λήγοντα ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι τῷ ε ἢ τῷ ο ἐξ ἀνάγκης ἔτρεψεν τὸ ο εἰς η καὶ γέγονεν ἑβδομήκοντα. ὡσαύτως καὶ ἀπὸ τοῦ ὄγδοος ὀγδοήκοντα τὸν αὐτὸν τρόπον. τὸ δὲ ἑξήκοντα, ἀπὸ τοῦ ἑξάκις γέγονε τροπῇ Ἰωνικῇ τοῦ α εἰς η ἑξήκοντα. τὸ δὲ ἐνενήκοντα ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα ὤφειλεν εἶναι· ἀλλ’ ἐπειδὴ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η προπαραλήγονται, τούτου χάριν κατὰ συνεκδρομὴν γέγονεν ἐκείνων καὶ ἔτρεψε τὸ α εἰς η ὡς ὀγδοήκοντα καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα· οὕτως καὶ ἐνενήκοντα

### ε 20

Ἕβδομος · ἐκ τοῦ ἑπτά ἕπτομος καὶ κατὰ τροπὴν τοῦ π εἰς β καὶ τοῦ τ εἰς δ ἕβδομος

### ε 21

Ἐβραγχίασεν · ἀπὸ τοῦ βρέχω γίνεται βρόχος καὶ βρόχιον, τὸ συνεχῶς βρεχόμενον· ἐξ οὗ καὶ βράχος, τὸ τῆς θαλάσσης. καὶ λοιπὸν ἐκ τοῦ βρόχος γίνεται πλεονασμῷ τοῦ γ βρογχιάζω καὶ τροπῇ τοῦ ο εἰς α βραγχιάζω βραγχιάσω καὶ ἐβραγχίασα

### ε 22

Ἐγγέγατον · κ ἄμφω δ’ ἐγγέγατον φαεσιμβρότου Ἠελίοιο“· μέσου παρακειμένου τρίτου προσώπου τῶν δυϊκῶν. ἔστι ἀπὸ τοῦ γείνω, ὁ μέσος παρακείμενος γέγονα, ὡς κείρω κέκορα, καὶ τὸ δυϊκὸν γεγόνατον καὶ ἐν συγκοπῇ γέγατον καὶ μετὰ τῆς ἔν προθέσεως ἐγγέγατον

### ε 23

Ἐγγίζω · ἐκ τοῦ ἐγγύς. τοῦτο παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ γῆ· κυρίως ὁ πλησίον τινὸς ὑπάρχων. Ὁμήρου

### ε 24

Ἐγγυαλίζω Β ·. ἔστι γῶ, τὸ χωρῶ καὶ δέχομαι· τοῦτο κατὰ παραγωγὴν γύω καὶ ἐξ αὐτοῦ γυῖα, τὰ μέλη. ἔστι οὖν γυῖον κατὰ παραγωγὴν γυΐζω καὶ ἐγγυΐζω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, ὡς τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκιον καὶ ἐνείκιον καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἐναλίγκιον, οὕτω καὶ τοῦτο. κυρίως δὲ λέγεται ἐγγυαλίζειν τὸ εἰς χεῖρα δοῦναί τι καὶ παρασχεῖν. καὶ εἰς τὸ Ἐγγυῶμαι

### ε 25

Ἐγγύη ·. παρὰ τὸ γῶ, τὸ λαμβάνω, γύω καὶ ἐγγυᾶσθαι καὶ ἐγγύη

### ε 26

ἐγγυᾶται διαφέρει· ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων

### ε 27

Ἐγγύς ·. ἐπίρρημα τοπικόν. ποίας σχέσεως τῶν τοπικῶν; τῆς ἐν τόπῳ. ἐκ τοῦ ἐγγίζω ἐγγίσω ἐγγίς, καὶ ὡς Ἀφροδύτη Ἀφροδίτη, εἰώθασι γὰρ πάλιν τὸ ι μεταβάλλειν εἰς υ διὰ τοῦτο ἐτράπη τὸ ι εἰς υ καὶ ἐγένετο ἐγγύς

### ε 28

Ἐγγυῶ · σημαίνει τὸ ἀντιφωνῶ καὶ οἰκειῶ, καὶ ἔστι δευτέρας τῶν περισπωμένων. Σελεύκου

### ε 29

Ἐγγυῶμαι · οἷον ἐν χερσὶ φυλάττω· ὅθεν ἐγγυαλίξαι, τὸ ἐγχειρίσαι καὶ δοῦναι. κυρίως δὲ ὁ τὸ ὑποκείμενον ἀνέπαφον παρεχόμενος. Γεωργίου Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 30

Ἐγείρω · παρὰ τὸν ἐγερῶ μέλλοντα γέγονεν· οἱ Αἰολεῖς δὲ ἐγγέρρω λέγουσιν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 31

Ἐγκάθηται ·. ἔστι ἕω, τὸ καθέζομαι, ἐξ αὐτοῦ παράγωγον εἰς μι ἕημι, τὸ παθητικὸν ἕεμαι ἧμαι, τὸ δεύτερον ἕεσαι ἧσαι, τὸ τρίτον ἕεται ἧται, καὶ μετὰ τῆς κατά προθέσεως καταῆται, καὶ ἐν συγκοπῇ κατῆται, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ μετὰ τῆς ἔν προθέσεως ἐγκάθηται. καὶ ὤφειλε ν γράφεσθαι· ἀλλὰ πᾶσα συλλαβὴ πρὸ τοῦ γ ἢ κ ἢ χ ἢ ξ οὐ δέχεται ν ἀλλὰ γ οἷον ἄγγελος ἄγκυρα ἔγχος σφίγξ. Διὰ τί ἐπὶ μὲν τοῦ ἧται τὰ δύο εε εἰς η κιρνῶνται, ἐπὶ δὲ τοῦ κεῖται εἰς τὴν ει δίφθογγον; ἐπειδὴ ἡ ἄρχουσα αὐτῶν ἐστιν ἡ αἰτία· τὸ μὲν γὰρ ἀπὸ συμφώνου ἄρχεται, τὸ δὲ ἀπὸ φωνήεντος. προπαροξύνεται· πᾶν παθητικὸν εἰς μαι λῆγον ἀπὸ τῶν εἰς μι κεκλιμένων ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους ποιεῖται τὴν ὀξεῖαν, οἷον κεῖμαι ἀπόκειμαι, ἧμαι κάθημαι, τὸ δεύτερον κάθησαι, τὸ τρίτον κάθηται καὶ μετὰ τῆς ἔν προθέσεως ἐγκάθηται

### ε 32

Ἐγκαλῶ · ἔγκλησιν εἰσάγω καὶ καταδίκην

### ε 33

Ἐγκάρσιον · πλάγιον. παρὰ τὸ κείρω ῥῆμα, ὃ σημαίνει τὸ κόπτω, ὁ μέλλων κέρσω Αἰολικῶς, ἐξ αὐτοῦ κέρσιος καὶ ἐγκάρσιος κατὰ τροπὴν τοῦ ε εἰς α. Νικήτου

### ε 34

Ἔγκατον · παρὰ τὸ ἔσω κεῖσθαι. ἢ παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ κάτω ἐπίρρημα· ἔγκατον γάρ ἐστι διότι κάτω φέρεται πᾶν τὸ τρωγόμενον

### ε 35

Ἐγκέλαδος · ἤτοι ἦχον ἐν τῇ κινήσει τῇ πολεμικῇ ἀποτελοῦσα, ἢ ἐγκελευομένη, ἢ ἀπὸ τοῦ Ἐγκελάδου τοῦ γίγαντος

### ε 36

Ἐγκέφαλος · παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ. τί δέ ἐστιν ἐγκέφαλος; λευκὸς καὶ μαλακός, ὥσπερ ἐξ ἀφροῦ τινος πεπηγώς, θερμὸς καὶ ὑγρός

### ε 37

Ἐγκονεῖν · εἰς τὸ Διάκονος

### ε 38

Ἐγκώμιον · παρὰ τὸ ἐν κώμαις ᾄδεσθαι. κώμας δὲ ἔλεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ ἄμφοδα. τὴν γὰρ νύκτα ἤρχοντό τινες καὶ ἔλεγον ὅστις ἐποίει κακὰ πράγματα καὶ ἐκακολόγουν αὐτούς. καὶ εἰς τὸ Ἔπαινος καὶ Ὕμνος

### ε 39

Ἐγρεκύδοιμος · ἡ ἐγείρουσα κυδοιμόν τοῖς ἐναντίοις

### ε 40

Ἔγρετο Β · βαρυτόνως· ἐκ τοῦ ἐγείρω συγκοπῇ ἔγρω ἔγρομαι ἐγρόμην. Εὐλογίου

### ε 41

Ἐγρήγορθα · πόθεν; ἀπὸ τοῦ ἐγρηγορῶ ἐγρηγορήσω καὶ ἐγρηγόρηκα καὶ ὁ μέσος ἐγρήγορα· ἐνδεῖ γὰρ μιᾷ συλλαβῇ τοῦ ἐνεργητικοῦ εἰς τὸν μέσον παρακείμενον τὰ ἀπὸ περισπωμένων· καὶ προσθέσει τοῦ θ ἐγρήγορθα. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 42

Ἐγρήγορος · ἐκ τοῦ ἐγρηγορῶ. τοῦτο δὲ ἐκ τοῦ ἐγείρω, ὁ μέλλων ἐγερῶ, καὶ τροπῇ τοῦ ε εἰς ο ἐγορῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γρεγορῶ, καὶ πλεονασμῷ τοῦ ε ἐγρεγορῶ, καὶ τροπῇ τοῦ ε εἰς η ἐγρηγορῶ

### ε 43

Ἐγχειΐδιον · εἰς τὸ Λείριον

### ε 44

Ἐγχείῃσιν Γ · ἡ εὐθεῖα ἐγχεία, καὶ ὤφειλε προπαροξύνεσθαι· τὰ γὰρ διὰ τοῦ εια ἐπὶ πραγμάτων ταττόμενα προπαροξύνεται, οἷον Ἀμάλθεια· ἔστι δὲ ἡ αἲξ ἡ τρεψαμένη τὸν Δία· καὶ ὑπώρεια. τὸ δὲ ἐγχεία ποιητικῶς ἐξετάθη. γίνεται ἐκ τοῦ ἔγχος ἔγχεα, ὡς ἰτέα συκέα, καὶ πλεονασμῷ τοῦ ι ἔγχεια. τὸ χει δίφθογγον, διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔγχεα, ὥσπερ τὸ ἐλεγχείη· σημαίνει δὲ τὸ ὄνειδος· Χ Πουλυδάμας μοι ἔπειτα ἐλεγχείην ἀναθήσει.“ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α ὡς ἐν τῷ ἱέρεια καὶ ἱερεία, ἐναλλαγὴν μὲν τοῦ τόνου ποιοῦσι, φυλάττουσι δὲ τὴν γραφήν, οἷον ἐγχεία ἐλεγχεία. Γεωργίου

### ε 45

Ἐγχειρίδιον · παρὰ τὸ χείρ χειρός χειρίδιον καὶ ἐγχειρίδιον. σημαίνει δὲ β· τὸ μικρὸν βιβλίον, καὶ γίνεται ὡς προείπομεν· σημαίνει δὲ καὶ τὸ μικρὸν ξίφος, καὶ γίνεται παρὰ τὸ ἔγχος ἔγχεος ἐγχείδιον καὶ ἐγχειρίδιον, οἱονεὶ τὸ τοῦ ἔγχους ἴδιον

### ε 46

Ἐγχεσπάλος Β · ὄνομα ἐκ τοῦ ἔγχος καὶ τοῦ πάλλω, τὸ κινῶ· διαθέσεως ἐνεργητικῆς. διὰ τί; τὰ εἰς ος σύνθετα εἰς ἐνέργειαν καὶ εἰς πάθος ἀναλυόμενα δύο τόνους ἐπιδέχονται

### ε 47

Ἔγχος ·. παρὰ τὸ ἔχω ἔχος καὶ ἔγχος

### ε 48

Ἐγχρίπτουσα · προστρίβουσα, προσπελάζουσα, προσεγγίζουσα, οἱονεὶ τοῦ χρωτὸς προσαπτομένη· παρὰ τὸ χρώς καὶ τὸ ἅπτω, ὃ σημαίνει τὸ ἐφάπτεσθαι. ἢ παρὰ τὸ ἐν χρῷ, ὅ ἐστιν εἰς χρῶτα, πάνυ ἐγγὺς ὥστε καὶ ἐφάπτεσθαι· ἐγχρῶ οὖν ἐγχραύω, ἐγχραύπτω καὶ ἐγχρίπτω ἐκβολῇ τοῦ α καὶ τροπῇ τοῦ υ εἰς ι

### ε 49

Ἐγχρῷ · εἰς τὸ Ἐν χρῷ

### ε 50

Ἐγώ Γ · ἀσύναρθρον. διὰ τί; ἐπειδὴ αἱ μὲν ἀντωνυμίαι πρώτην δεῖξιν σημαίνουσι· τὰ δὲ ἄρθρα ἀναφορὰν δηλοῦσιν· ἀναφορὰ δέ ἐστιν ἐγνωσμένου καὶ ἀπόντος τινὸς ἀναπόλησις. ἡ δὲ ἀντωνυμία πρώτην δεῖξιν δηλοῖ· ἐναντία γάρ ἐστιν ἡ δεῖξις τῇ ἀναφορᾷ

### ε 51

Ἐγών Γ · ἡ Δωριέων διάλεκτός ἐστιν ἡ προσλαμβάνουσα τὸ ν · καὶ τὴν σύ ἀντωνυμίαν τύν λέγουσι μετὰ τοῦ ν ὅπερ προσθέσει τοῦ η γίνεται τύνη· ᾗ καὶ ὁ ποιητὴς ἐκκλίνων τὴν χασμωδίαν τῶν φωνηέντων εἶπεν τὸ ἐγών μετὰ τοῦ ν

### ε 52

Ἐδάην · εἰς τὸ Δαήρ

### ε 53

Ἑδανόν · τὸ ἡδύ· παρὰ τὸ ἥδω καὶ ἥδομαι ἥδυνον. ἢ παρὰ τὸ ηεδανόν

### ε 54

Ἔδαρ · εἰς τὸ Ὕπαρ

### ε 55

Ἔδδεισεν Α · δείω, τὸ φοβοῦμαι, ἐξ οὗ καὶ δέος, ὡσ κλείω, τὸ δοξάζω, κλέος· δείω καὶ ὁ μέλλων δείσω, ἔδεισα καὶ πλεονασμῷ τοῦ δ ἔδδεισα. ἢ ὡς ἀπὸ περισπωμένου δειδῶ δειδήσω, ἐδείδησα καὶ ἔδδεισα ὑπερβιβασμῷ τοῦ δ καὶ ἀποβολῇ τοῦ η

### ε 56

Ἐδεδέατο · εἰς τὸ Ξυνεδεδέατο. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 57

Ἔδειξεν · ἀορίστου πρώτου. σημαίνει γ· τὴν ἀπόδειξιν διὰ τῆς ει καὶ τὸ δάκνω διὰ τοῦ η καὶ τὸ βάλλω διὰ τοῦ ι. εὕρηνται δὲ ἐν τοῖς Ἐπιμερισμοῖς

### ε 58

Ἐδελέατρος · εἰς τὸ Ἐλέατρος

### ε 59

Ἐδεξιοῦτο · εἰς τὸ Δέκτο καὶ Δεξιῶ

### ε 60

Ἔδεσσα · πόθεν ἐκλήθη; παρὰ τὸ ἔδαφος· ἡ πολλάκις ὑπὸ Σκιρτοῦ τοῦ ποταμοῦ ἐδαφισθεῖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 61

Ἔδεσμα · ἔδω, τὸ ἐσθίω· ὅθεν καὶ ὀδούς ὀδόντος· ὁ παθητικὸς ἔδομαι, τὸ τρίτον ἔδεται καὶ κατέδεται. καὶ ἐξ αὐτοῦ περισπώμενον ἐδῶ, ἐδέσω, ἤδεκα, ἤδεσμαι καὶ ἐξ αὐτοῦ ἔδεσμα, τὸ εἰς βρῶσιν ἐπιτήδειον. καὶ εἰς τὸ Σκεδάζω

### ε 62

Ἐδεστόν · εἰς τὸ Σκεδάζω

### ε 63

Ἐδήδοκα · παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ὁ μέσος παρακείμενος ἦδα καὶ ὁ Ἀττικὸς ἔδηδα, ἐξ οὗ τὸ Ρ λέων κατὰ ταῦρον ἐδηδώσ“· τούτου ὁ ἐνεργητικὸς παρακείμενος ἦκα, ὁ Ἀττικὸς ἔδηκα· καὶ ἐπειδὴ οὐκ ἔχει ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ δο συλλαβὴ καὶ ἐγένετο ἐδήδοκα

### ε 64

Ἕδνον ·. παρὰ τὸ ἥδω ἥδανον ἕδνον· ἥδονται γὰρ ἐν αὐτῷ αἱ κοῦραι

### ε 65

Ἔδομεν · εἰς τὸ Δόσαν

### ε 66

Ἔδοσαν · εἰς τὸ Δόσαν

### ε 67

Ἔδοσο · εἰς τὸ Ἀπέδου

### ε 68

Ἔδου · εἰς τὸ Ἀπέδου

### ε 69

Ἕδρα · εἰς τὸ Ἐνέδρα καὶ Συνεδριάζω

### ε 70

Ἔδραμον · ἰστέον ὅτι τὸ ἔδραμον ἀπὸ τοῦ δρέμω ἐστίν, ἐπεὶ τὸ ῥηματικὸν ὄνομα πιστοῦται τὸ δρόμος, ὡς βρέμω βρόμος· οὕτως οὖν καὶ δρέμω δρόμος. ὁ δὲ Ἡρωδιανός φησιν, ὅτι δύναται εἶναι ἀπὸ τοῦ δραμῶ περισπωμένου, ἐξ οὗ καὶ Μένανδρος ἐδεδράμηκά σοι δρόμον οἷον οὐδεὶς πώποτε“ καὶ ὄνομα ῥηματικὸν δράμημα

### ε 71

Ἐδρύφθη · τὸ ἐξύσθη· παρὰ τὸ λεπίζεσθαι τὴν δρῦν ἡ μεταφορά. ζήτει

### ε 72

Ἔδω · εἰς τὸ Ἔδεσμα καὶ Ἐδήδοκα καὶ Εἶδαρ καὶ Εὗδον καὶ Κεδάζω καὶ Κήδω καὶ Περιπέζια

### ε 73

Ἔδων · εἰς τὸ Δῴη σοι

### ε 74

Ἐείκοσι εἰς τὸ Εἴκοσι

### ε 75

Ἔειπεν Β · ψιλοῦται. τὸ ε πρὸ φωνήεντος πλεονάζον ψιλουμένου μὲν αὐτοῦ συμψιλοῦται, οἷον οἶκα ἔοικα, δασυνομένου δὲ συνδασύνεται, οἷον ὥρων ἑώρων. ὁ δὲ Ἡρωδιανός · τὰ πλεονάσαντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δασυνομέ νου ἀρχομέναις μεταληπτικὰ γίνεται τοῦ δασέος πνεύματος, οἷον ἥνδανεν ἑήνδανεν“

### ε 76

Ἔεις · εἰς τὸ Εἴκοσι

### ε 77

Ἐεισαμένη Γ · εἴδω, εἴσω, ἔσεισα· ψιλοῦται. τὸ ε πρὸ φωνήεντος πλεονάσαν καὶ τὰ ἑξῆς. Ὁμήρου

### ε 78

Ἐέλδωρ Α ·. ἔλδω, τὸ ἐπιθυμῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω κατὰ μετάθεσιν τοῦ κ εἰς δ · εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται. ἐκ τοῦ ἔλδω ἐέλδωρ πλεονασμῷ τοῦ ε. ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ ἔλδωρ καὶ πλεονασμῷ τοῦ ε ἐέλδωρ, παρὰ τὸ πρὸς ἑαυτὸν ἕλκειν τὸ ἐπιθυμούμενον

### ε 79

Ἐέος · εἰς τὸ Εὐεργέτης

### ε 80

Ἐέρση ·. παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· ποτίζει γὰρ τὰ φυτά. Ὁμήρου

### ε 81

Ἑζόμενος · ἐκ τοῦ ἕζω· τοῦτο ἐκ τοῦ ἕω, τὸ καθέζομαι

### ε 82

Ἕζω · εἰς τὸ Ἐμπεδῶσαι καὶ Μέδων. Ὁμήρου

### ε 83

Ἕηκεν Α · ἔπεμψεν· καὶ ἔστι παρὰ τὸ ἱῶ, τὸ πέμπω, ἵημι, ἥσω, ἧκα ὁ ἀόριστος καὶ πλεονασμῷ τοῦ ε ἕηκα ἕηκεν ἕημι ἥσω

### ε 84

Ἔην ·. ἔστιν ἔω, ὁ μέλλων ἔσω, ὁ παρατατικὸς ἦον ἦες ἦε καὶ ἦεν· τὸ ν ἐφελκυστικόν· καὶ κράσει ἦν καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς ἔην

### ε 85

Ἕης · εἰς τὸ Ὅου. Γεωργίου

### ε 86

ἑταίρω · παρὰ τὸν ἐθαρῶ καὶ ἑταρῶ μέλλοντα οὐκ ἔχουσιν. Γεωργίου

### ε 87

Ἔθειρα · σημαίνει δὲ τὴν τρίχα· ἀπὸ τοῦ ἐθείρω γέγονεν, οἱονεὶ ἡ ἐξ ἔθους ἐπιφοιτῶσά τινι

### ε 88

Ἔθειρα · παρὰ τὸ ἐξ ἔθους ἐπιμελεῖσθαι· σημαίνει δὲ τὴν τρίχα. καὶ εἰς τὸ Ἐπενήνοθεν

### ε 89

Ἐθελοκακήσας · ἑκουσίως τὸ κακὸν ἐκλεξάμενος. Νικήτου Ὁμήρου

### ε 90

Ἕθεν Γ ·. ποίου εἴδους; τῶν πρωτοτύπων. οἱ μὲν νέοι κατὰ διάλυσιν ποιοῦσιν ἐκ τοῦ σοῦ σέο σέοθεν καὶ κατὰ συγκοπὴν καὶ ἀποβολῇ τοῦ ς ἕθεν· ὁ δὲ Ἡρωδιανὸς ἐκ τοῦ ἐμέ σέ ἕ τρίτου προσώπου κατ’ ἐπέκτασιν τῆς θ εν. Νικήτου

### ε 91

Ἐθρόησεν · τὸ θέμα θροῶ, ὁ μέλλων θροήσω, ὁ πρῶτος ἀόριστος ἐθρόησα καὶ τὸ τρίτον ἐθρόησεν. τοῦτο δὲ παρὰ τὸ θρόος. ἐξ αὐτοῦ γίνεται θροΐζω ἤγουν τὸ ἐκπλήττω, οὗ ὁ μέλλων θροΐσω, ὁ παρακείμενος τεθρόϊκα, ὁ παθητικὸς τεθρόϊσμαι καὶ τεθροϊσμένος. ἐκ δὲ τοῦ θρόος μετὰ τοῦ στερητικοῦ α ἀθρόος. τὸ δὲ θρόοσ ἐκ τοῦ θορῶ, τὸ πηδῶ· τοῦτο παρὰ τὸ θέρω, τὸ θερμαίνω

### ε 92

Ἔθω · εἰς τὸ Εἴωθα καὶ Ἐπενήνοθεν. Εὐλογίου

### ε 93

Εἰ · τὸ σὺ εἶ ἀπὸ τοῦ ἔομαι τοῦ παθητικοῦ ἐστι· τὸ δεύτερον ἔῃ· καὶ τὰ παρ’ ἡμῖν γραφόμενα δεύτερα πρόσωπα παθητικὰ διὰ τοῦ η παρὰ τοῖς Ἀττικοῖς διὰ τῆς ει διφθόγγου εἰς ἐκείνην αὐτὴν, καὶ γίνεται εἶ

### ε 94

Εἴ · σύνδεσμος. εἰς τὸ Αἴ καὶ Αἴκεν

### ε 95

Εἶα ·. παρακελευστικὸν ἐπίρρημα· ὥσπερ παρὰ τὸ ῥέω. ἐγράφη εἰς τὸ Εἶεν. Γεωργίου

### ε 96

Εἱαμενή · ἀπὸ τοῦ ῥέω ῥειαμενή καὶ κατὰ ἀποβολὴν τοῦ ρ εἱαμενή. σημαίνει δὲ τὸν κάθυγρον τόπον. Γεωργίου

### ε 97

Εἶαρ · διὰ τῆς ει. ἀπὸ τοῦ ἔω, τὸ σημαῖνον τὸ ἐκπέμπω, γέγονεν ἔαρ· τότε γὰρ ἐκπέμπονται οἱ καρποί· καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶαρ

### ε 98

Εἶαρ · τὸ αἷμα· παρὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν τὸ αἷμα

### ε 99

Εἰαρινός ·. τὸ ει δίφθογγον. διὰ τί; ἐκ τοῦ ἔαρ ἔαρος, καὶ κατὰ παραγωγὴν καὶ πλεονασμῷ τοῦ ι εἰαρινός

### ε 100

Εἴασκεν · ἀπὸ τοῦ ἐῶ ἐᾷς ἐᾷ, ὁ παρατατικὸς εἴων εἴας εἴα καὶ Ἰωνικῶς εἴασκεν. Γεωργίου Ὅμηρος

### ε 101

Εἴασκεν χ · διὰ τῆς ει διφθόγγου· ἔστι γὰρ ἐῶ ἐᾷς ἐᾷ, ὁ παρατατικὸς εἴων εἴας εἴα, τοῦτο γίνεται ἔασκεν ἀποβληθέντος τοῦ ι καὶ ἀπὸ τοῦ ἔασκεν εἴασκεν κατὰ πρόσθεσιν τοῦ ι

### ε 102

Εἵαται Β · ῥῆμα παθητικὸν τῶν εἰς μι Ἰωνικόν. οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συστολήν.“ ἕημι τὸ παθητικὸν ἕεμαι ἧμαι ἥμην ἥμεθα ἧνται καὶ τὸ Ἰωνικὸν ἕαται, Γ οἱ δὴ νῦν ἕαται σιγῇ“, καὶ πλεονασμῷ εἵαται. εἴωθε γὰρ ὁ ποιητὴς ἐπὶ τῶν βαρυτόνων ῥημάτων, λέγω δὴ τὸ κεῖμαι κεῖνται, Ἰωνικῶς κέαται ὡς ἀπὸ δευτέρας προσφέρειν. καὶ εἰς τὸ Εἶεν. Γεωργίου

### ε 103

Εἶδαρ ·. ἀπὸ τοῦ ἔδω, τοῦ σημαίνοντος τὸ ἐσθίω, γέγονεν ἔδαρ καὶ κατὰ προσθήκην τοῦ ι εἶδαρ. καὶ κλίνεται εἴδατος. Ὁμήρου

### ε 104

Εἰδῇς Α · ὑποτακτικὸν μέσου παρακειμένου· εἴδω, τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος οἶδα, ἡ μετοχὴ εἰδώς εἰδότος, τὸ εὐκτικὸν εἴδοιμι καὶ τροπῇ τῆς μι εἰς ην εἰδοίην καὶ εἰδείην· καὶ τὰ ἔχοντα τὸ εὐκτικὸν εἰς ην περισπῶσι τὸ ὑποτακτικόν, καὶ γίνεται εἰδῶ εἰδῇς εἰδῇ. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 105

Εἶδον · ἐκ τοῦ εἴδω. τὸ εἴδω σημαίνει · εἴδω τὸ ὁμοιῶ, ὡς τὸ Γ εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι“· εἴδω τὸ φαίνω, Α τὸ δέ τοι κὴρ εἴδεται εἶναι“· εἴδω τὸ βλέπω, Α ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.“· εἴδω τὸ γινώσκω, Ζ Θ ἔπειτα δὲ καὐτὸς εἴσεαι“· ἔστι δὲ καὶ ἕτερον περισπώμενον καὶ σημαίνει τὸ μανθάνω, Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν“· καὶ ἕτερον διὰ τοῦ η καὶ σημαίνει τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἡδύς

### ε 106

Εἶδος · σημαίνει γ· τὴν μορφήν, Κ ὃς δή τοι εἶδος μὲν ἔην κακὸς ἀλλὰ ποδώκησ“· σημαίνει δὲ καὶ τὸ σχῆμα, πρῶτον μὲν εἶδος ἄξιον τυραννίδοσ“· καὶ τὸ ἀπὸ γένους διαιρούμενον, ὡς τὸ γενικόν, εἰδικόν. Γεωργίου

### ε 107

Εἶδος · ἐκ τοῦ εἴδω οἶδα, καὶ ἐκ τοῦ αὐτοῦ εἴδω εἶδος γέγονε· σημαίνει δὲ τὴν μορφὴν καὶ τὸ σχῆμα καὶ τὸ ἀπὸ γένους διαιρούμενον, οἷον ἵππον ἐλαίαν καὶ τὰ ὅμοια

### ε 108

Εἶδος · παρὰ τὸ εἴδω, τὸ ὁρῶ, ὡς παρὰ πᾶσι βλεπόμενον

### ε 109

Εἴδω · εἰς τὸ Ἄιδω καὶ Ἄειδε καὶ Αἰδεῖσθαι καὶ Ἀΐδηλον καὶ Ἄϊδι καὶ Ἀναιδής καὶ Εἰδῇς καὶ Εἰκυῖα καὶ Εἴσαιτο καὶ Εἴσῃ καὶ Εἰσαμένη καὶ Ἐΐσκω καὶ Ἤιδει καὶ Ἴδμεν καὶ Ἶσος καὶ Ξυνίστωρ καὶ Ὀδύνη καὶ Ὠιδή. Ὠρίωνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 110

Εἴδωλον ·. παρὰ γὰρ τὸ εἶδος καὶ τὸν εἴδω ἐνεστῶτά ἐστιν· ἢ παρὰ τὸ ἰδεῖν ὅλον· ἢ παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ

### ε 111

Εἰδωλολατρεία ·. ἐκ τοῦ εἴδωλον καὶ τοῦ λατρεία· τοῦτο ἐκ τοῦ λατρεύω· τοῦτο ἐκ τοῦ λάτρης. ὃ σημαίνει τὸν μίσθιον δοῦλον· τοῦτο ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν μισθόν· τοῦτο ἐκ τοῦ τηρῶ, τὸ βλέπω, καὶ τοῦ λα ἐπιτατικοῦ λάτηρον καὶ κατὰ συγκοπὴν λάτρον, πρὸς ὃ ἀποβλέπει ὁ μισθωτός. τὸ α μακρόν· τὰ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ εια γινόμενα θηλυκὰ ἐκτείνουσι τὸ α

### ε 112

Εἶεν · ἄγε δή, ἢ ὑπάρχοι· συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα. ὥσπερ ἀπὸ τοῦ ῥέω γέγονε ῥέα καὶ ῥέϊα ῥεῖα κατὰ πλεονασμὸν τοῦ ι οὕτως καὶ ἀπὸ τοῦ ἔω, τοῦ σημαίνοντος τὸ ἐκπέμπω, γέγονεν ἔα καὶ πλεονασμῷ τοῦ ι εἶα καὶ ἐκ τούτου εἶεν. καὶ εἰς τὸ Εἰμί

### ε 113

Εἴημεν · εἰς τὸ Εἰμί. Γεωργίου. Ὁμήρου

### ε 114

Εἶθαρ· ὃ σημαίνει τὸ εὐθέως, ἔστιν ἐπίρρημα. διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εὐθύς γέγονεν εὖθαρ καὶ τροπῇ τοῦ υ εἰς τὸ ι εἶθαρ. Γεωργίου

### ε 115

Εἴθε · ἀπὸ τοῦ εἴ γέγονεν εἴθε. αἴθε κατὰ Δωριεῖς, ἐπειδὴ τὸ ε εἰς α τρέπουσι. Γεωργίου

### ε 116

Εἰθισμένος · ἀπὸ τοῦ ἐθίζω ἐθισμένος καὶ εἰθισμένος κατὰ πρόσθεσιν τοῦ ι

### ε 117

Εἶκα · εἰς τὸ Ἤιδει. Γεωργίου

### ε 118

Εἰκάδιος · ἀπὸ τοῦ εἰκάς εἰκάδος γέγονε. τὸ δὲ εἰκάς παρὰ τὸ εἴκοσί ἐστιν

### ε 119

Εἰκάζω · ὡς παρὰ τὸ μίμνω μιμνάζω, οὕτως παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἰκάζω, εἴκασμαι, εἴκασ ται εἰκαστός καὶ μετὰ τοῦ στερητικοῦ α ἀείκαστος καὶ πλεονασμῷ τοῦ ν ἀνείκαστος. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 120

Εἴκαθεν · ἀντὶ τοῦ ὑπεχώρησεν· ἀπὸ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται ῥῆμα εἰκάθω, καὶ οὐχ ὥς τινες ἀπὸ τοῦ ἑκάς, τοῦ σημαίνοντος τὸ πόρρω, εἴκαθεν πλεονασμῷ τοῦ ι

### ε 121

Εἴκειν · εἰς τὸ Ἐπιεικής

### ε 122

Εἴκελος ·. ὥσπερ παρὰ τὸ σθένω Σθένελος καὶ ἀπὸ τοῦ πέμπω πέμπελος, οὕτως ἀπὸ τοῦ εἴκω εἴκελος. τὸ ἁπλοῦν διφορεῖται, τὸ δὲ σύνθετον διὰ διφθόγγου. καὶ εἰς τὸ Θεοείκελος. Γεωργίου

### ε 123

Εἰκῇ · σημαίνει τὸ ὡς ἔτυχεν. διὰ τῆς ει· ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γὰρ γέγονεν

### ε 124

Εἰκόσιν · ὄψεσιν. ἀπὸ τοῦ συνέλκεσθαι τὸ δέρμα. Γεωργίου

### ε 125

Εἴκοσι · ἀπὸ τοῦ εἴκειν τοῖς δυσὶ δέκα· ἢ ὥσπερ ἀπὸ τοῦ ἕεις γίνεται εἷς καθ’ ὑστέρησιν τοῦ ε καὶ φυλάττει τὴν ει δίφθογγον, οὕτω καὶ ἀπὸ τοῦ ἐείκοσι εἴκοσι. καὶ ἄλλως. πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων θέλει ἔχειν στοιχεῖον εἴτε φωνῆεν εἴτε σύμφωνον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, οἷον τὸ εἷς καὶ τὸ ἕν ἔχουσι τὸ ε ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστί, καὶ τὸ δύο τὸ δ καὶ τὸ τρεῖς διὰ τῆς ει διφθόγγου, ἵνα ἔχῃ τὸ ε ἐκ τῶν ἐντὸς τῆς δεκάδος, καὶ ὁ τέσσαρα ἔχει τὸ ε καὶ τὸ α ὁμοίως καὶ πάντες οἱ ἀριθμοί. τὸ δὲ ὀκτώ δοκεῖ ἀντικεῖσθαι, ἐπειδὴ οὐκ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος. ἀλλ’ ἔστι δυνάμει ἔχων στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδοσ· λέγουσι γὰρ οἱ φιλόσοφοι περὶ τοῦ ὀκτώ, ὅτι παρὰ τὸ ἄγω δύο ἐστίν· τὸ δὲ ἄγω δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος, λέγω δὴ τὸ α καὶ τὸ γ καὶ τὸ δ. παρὰ τὸ ἄγειν δύο λέγεται διὰ τὸ ἄγειν δύο τετράδας. τὸ δὲ τρεῖς τὸ ε ἔχει, ἵνα ἐκ τῶν ἐντὸς τῆς δεκάδος σχῇ στοιχεῖον· ἐπειδή, εἰ ἦν διὰ τοῦ ι μόνου, οὐκ ἔμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος. ἐν δὲ τῇ συνθέσει ἀποβάλλει τὸ ε ὡς ἐν τῷ τρισκαίδεκα, ὃ ἔχει στοιχεῖα τῶν ἐντὸς τῆς δεκάδος τὸ α καὶ τὸ δ καὶ τὸ ε. ἵνα οὖν καὶ ἐν τῷ εἴκοσι εὑρεθῇ στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, τούτου χάριν γράφεται διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ ε · οἱ γὰρ Δωριεῖς τρέπουσι τὸ ο εἰς α ἐν τῇ παραληγούσῃ καὶ τὸ ς ἐν τῇ ληγούσῃ εἰς τὸ τ ἴκατι λέγοντες, ἵνα εὑρεθῇ τὸ α ἐκ τῶν ἐντὸς τῆς δεκάδος

### ε 126

Εἰκοσινήριτα χ · εἰκοσάριθμα· ἀπὸ τοῦ εἴκοσι ἀριθμοῦ καὶ τοῦ ἠριτά, ὅ ἐστιν ἐριστά, ἵν’ ᾖ εἴκοσι ἐρίζοντα, τουτέστιν ἐξισούμενα· τὸ γὰρ ἐρίζειν ἐπὶ τοῦ ἰσοῦσθαι

### ε 127

Εἰκότα · εἰς τὸ Ἐοικότα

### ε 128

Ἐΐκτην Α · μέσου ὑπερσυντελίκου τρίτου προσώπου τῶν δυϊκῶν κατὰ διάλυσιν τῆς ει διφθόγγου. τὸ θέμα ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, ἐξ οὗ καὶ εἰκών, ὁ μέσος ὑπερσυντέλικος εἴκειν, εἶκον ὁ παρατατικὸς τὸ τρίτον τῶν δυϊκῶν εἴκετον εἰκέτην καὶ ἐν συγκοπῇ εἴκτην καὶ διαλύσει ἐΐκτην. ἢ παρατατικοῦ. ὁ δὲ Εὐλόγιός φησιν· ὁ παρατατικὸς εἶκον, ὁ παρακείμενος εἶκα καὶ ὁ ὑπερσυντέλικος εἴκειν εἴκεις εἴκει, δυϊκῶς εἴκετον εἰκέτην καὶ ἀναλύσει τῆς ει διφθόγγου καὶ συγκοπῇ τοῦ ε ἐΐκτην

### ε 129

Εἰκυῖα ·. ἔστι καὶ ἀπὸ τοῦ εἴδω, τὸ ὁμοιῶ, καὶ ἀπὸ τοῦ εἴκω

### ε 130

Εἴκω · εἰς τὸ Ἀείκελος καὶ Ἀεικής καὶ Ἀέκοντας καὶ Αἰκίζω καὶ Ἐΐκτην καὶ Θεοείκελος καὶ Ἴκελος καὶ Ἑκουσίως καὶ Ἱκέτης καὶ Μοιχός καὶ Νεῖκος καὶ Νικᾷς. Γεωργίου

### ε 131

Εἰκών · ἀπὸ τοῦ εἴκω, ᾧ ἀντιπαράκειται τὸ ἔοικα· ὅσα γὰρ εἰς τὸ ο ἀντιπαράκεινται, τὸ ε ἔχουσιν ἐγκείμενον

### ε 132

Εἰκών · λέγεται παρὰ τὸ ἐοικέναι τῷ ἀρχετύπῳ· ἀπὸ τοῦ εἴκω εἴρηται, τοῦ σημαίνοντος τὸ ὁμοιῶ, παραχθεῖσα, εἴτε ὁσίου ὁσία εἴτε ἁγίου ἁγία, καὶ τοσοῦτόν γε ἔχουσα τὸ ἐοικὸς ὡς καὶ τῇ τοῦ παραδείγματος ταυτίζεσθαι προσηγορίᾳ

### ε 133

Εἰκώς · παρὰ τὸ εἴκω γέγονε τὸ σημαῖνον τὸ ὁμοιῶ. καὶ ἐοικώς

### ε 134

Εἶλαρ · σημαίνει τὸ φύλαγμα καὶ φράγμα· παρὰ τὸ εἴλω, τὸ συγκλείω. τὸ δὲ εἴλω παρὰ τὸ ἕλος· ἕλος δέ ἐστι τόπος ὁ συγκλειόμενος ἀπὸ δένδρων· ἔλω καὶ πλεονασμῷ τοῦ ι εἴλω, ἐξ οὗ καὶ εἶλαρ, τὸ συγκεκλεισμένον. ἢ παρὰ τὸ εἰλεῖν καὶ συνέχειν

### ε 135

Εἰλείθυια ·. ἀπὸ τοῦ ἐλεύθω, τοῦ σημαίνοντος τὸ παραγίνομαι, γέγονεν Ἐλεύθυια καὶ πλεονασμῷ τοῦ ι Εἰλεύθυια καὶ τροπῇ τοῦ υ εἰς ι Εἰλείθυια. παρὰ τὸ ἐλεύθειν εἰς φῶς δι’ αὐτῆς τὰ τικτόμενα. καὶ εἰς τὸ Βολωσία

### ε 136

Εἰλέωσιν Β ·. ῥῆμα ὑποτακτικόν· ἐκ τοῦ εἰλῶ. τὸ ει δίφθογγον, διότι εὑρέθη τὸ ε ἐν τῷ εὐλή, ὃ σημαίνει τὸν σκώληκα· γίνεται δὲ ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, εἰλή καὶ τροπῇ τοῦ ι εἰς υ εὐλή. Γεωργίου

### ε 137

Εἵλη · σημαίνει δὲ τὴν θερμασίαν· παρὰ τὸ ἕλη γέγονε κατὰ πρόσθεσιν τοῦ ι. καὶ εἰς τὸ Εὔειλος καὶ Ἰλιγγιῶ. Ὁμήρου

### ε 138

Εἰλήλουθας Α · μέσος παρακείμενος δευτέρου προσώπου· ἔστι τὸ θέμα αὐτοῦ ἐλεύθω, καὶ ὁ μέσος παρακείμενος ἤλευθα, καὶ ὁ Ἀττικὸς ἐλήλυθα, πλεονασμῷ τοῦ ο Βοιωτικῶς ἐλήλουθα καὶ παρενθέσει τοῦ ι εἰλήλουθα

### ε 139

Εἰλημμένος ·. τὸ ει δίφθογγον· διὰ τί; λήβω, τὸ λαμβάνω, ὁ μέλλων λήψω, ὁ παρακείμενος λέληφα καὶ ἐκβολῇ τοῦ λ ἔληφα καὶ πλεονασμῷ τοῦ ι εἴληφα, ὁ παθητικὸς παρακείμενος εἴλημμαι, καὶ ἡ μετοχὴ ὁ εἰλημμένος καὶ μετὰ τῆς κατά προθέσεως κατειλημμένος καὶ μετὰ τῆς σύν συνειλημμένος

### ε 140

Εἴληφα ·. παρὰ τὸ λήβω, τὸ λαμβάνω, ὁ μέλλων λήψω, ὁ παρακείμενος λέληφα καὶ ἀποβολῇ τοῦ λ ἔληφα καὶ πλεονασμῷ τοῦ ι εἴληφα· ἐπειδὴ τῶν ἀπὸ τοῦ λ καὶ μ ἀρχομένων ῥημάτων εἰώθασιν οἱ Ἴωνες ἀποβάλλειν τὸ κατ’ ἀρχὴν σύμφωνον τοῦ παρακειμένου καὶ ποιεῖν ἴδιον παρακείμενον. καὶ εἰς τὸ Ἐξείληφα

### ε 141

Εἴληχα ·. τὸ ει δίφθογγον· διὰ τί; λήχω, τὸ λαγχάνω, ὁ μέλλων λήξω, ὁ παρακείμενος λέληχα καὶ ἐκβολῇ τοῦ λ ἔληχα καὶ πλεονασμῷ τοῦ ι εἴληχα καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπείληχα, ὁ παθητικὸς παρακείμενος ἐπείληγμαι καὶ ἡ μετοχὴ ἐπειληγμένος

### ε 142

Εἰληχώς · εἰς τὸ Μετειληχότες

### ε 143

Εἰλιγγιᾶν · τὸ σκοτοδινιᾶν· ἀπὸ τοῦ δοκεῖν εἰλεῖσθαι πάντα. ἔστι δὲ καὶ ἔλλειψις ψυχῆς

### ε 144

Εἰλιγγιῶ ·. ἀπὸ τοῦ εἴλιγξ εἴλιγγος· τοῦτο δὲ παρὰ τὸ ἐλίσσω ἐλίξω γίνεται ἔλιξ καὶ πλεονασμῷ τοῦ ι καὶ τοῦ γ εἴλιγξ. ἢ παρὰ τὸ εἰλῶ, τὸ συστρέφω. δεῖ δὲ εἰδέναι ὅτι καὶ διὰ τοῦ ι καὶ διὰ τῆς ει διφθόγγου γράφεται. Γεωργίου

### ε 145

Εἰλικρινής ·. παρὰ τὸ ἕλη καὶ τὸ κρίνω. δοκεῖ παράλογος ἡ σύνθεσις· ὤφειλεν γὰρ τῷ η παραλήγειν· οὐκ ἔστι δέ, ἐπειδὴ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα μεθ’ ἑτέρας λέξεως ἢ τρέπουσι τὸ η εἰς ο ἢ φυλάσσουσιν αὐτό, ὡς τὸ βοή βοηθός· τρέπουσι δέ, ὡς τὸ ἐλοκρινής· καὶ τροπῇ τοῦ ο εἰς ι καὶ πλεονασμῷ ἑτέρου ι εἰλικρινής. εἰλικρινὴς γάρ ἐστιν ὁ ἔχων λαμπρὰν καὶ καθαρὰν τὴν ψυχήν

### ε 146

Εἰλικρινής · παρὰ τὸ κρίνω καὶ τὸ ἕλη, τὸ σημαῖνον τὴν θέρμην, γέγονεν ἐλικρινής, οἱονεὶ ὁ ἐν τῇ ἕλῃ κεκριμένος, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰλικρινής. τὸ δὲ λι ι ἀπὸ τοῦ εἰλοκρινής τροπῇ τοῦ ο εἰς ι

### ε 147

Εἰλικρινῶς · καθαρῶς· διὰ τὴν ἕλην καὶ τὴν κρήνην, ἤγουν τὴν ἡλιακὴν ἀκτῖνα καὶ τὴν πηγήν

### ε 148

Εἷλον · εἰς τὸ Ἑλοίμεθα

### ε 149

εἱλήπεδον · εἰς τὸ Θειλόπεδον

### ε 150

Εἰλυφάζω ·. παρὰ τὸ εἴλω καὶ τὸ φῶς εἰλυφῶ καὶ εἰλυφάζω, τουτέστι τὸ φῶς παρέχω

### ε 151

Εἰλῶ · εἰς τὸ Εἰλέωσι καὶ Ἐλελιξάμενος καὶ Ἰλύς καὶ Ὕλη καὶ Εὔειλος καὶ Ἰλλιγγιῶ

### ε 152

Εἴλω · εἰς τὸ Ὁμιλεῖν καὶ Ἑλοίμεθα

### ε 153

Εἷμα · παρὰ τὸ ἕω ἕσω, τὸ ἐνδύομαι, εἷμα

### ε 154

Εἵμασιν Γ · ἐκ τοῦ εἷμα· τοῦτο ἐκ τοῦ ἕω, τὸ ἐνδύομαι, εἷμα. τὸ ει δίφθογγον κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς ἔμμα λέγουσι καὶ τὸ σπείρω σπέρρω. παρὰ τὸ εἷμα καὶ λευχείμων. τὸ δὲ ἱματίζω, ἱματισμός καὶ ὅσα παρὰ τὸ ἱμάτιον διὰ τοῦ ι γράφεται

### ε 155

Εἵματα Β ·. ἐκ τοῦ ἕω, τὸ ἐνδύομαι, εἷκα εἷμαι καὶ εἵματα, τὰ ἱμάτια· καὶ δασύνεται. τὸ ει δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ σημαίνοντος τὸ ἡμέρας· ἤματα πάντα“. καὶ εἰς τὸ Ἀνειμένος καὶ Λευχείμων

### ε 156

Εἱμαρμένην · εἰρομένην τινὰ εἴτ’ ἐκ θεοῦ βουλήσεως εἴτ’ ἐξ οἵας δήποτε αἰτίας. ἢ διὰ τὸ εἴρειν τε καὶ χωρεῖν ἀκωλύτως. Γεωργίου

### ε 157

Εἱμαρμένη · ὥσπερ ἀπὸ τοῦ λήβω, τοῦ σημαίνοντος τὸ λαμβάνω, γίνεται λέληφα καὶ εἴληφα κατὰ ἀποβολὴν τοῦ λ καὶ πλεονασμῷ τοῦ ι οὕτως καὶ ἀπὸ τοῦ μείρω, ὅ ἐστι μερίζω, γέγονε μέμαρκα καὶ εἵμαρκα κατὰ ἀποβολὴν τοῦ μ καὶ προσθήκῃ τοῦ ι καὶ τὸ παθητικὸν εἵμαρμαι καὶ ἐκεῖθεν εἱμαρμένος καὶ εἱμαρμένη

### ε 158

Εἱμαρμένη · παρὰ τὸ μείρω μέμαρμαι καὶ εἵμαρμαι. Εὐλογίου

### ε 159

Εἵμαρτο · πόθεν; φαμὲν ἀπὸ τοῦ μείρω μερῶ, μέμαρκα, μέμαρμαι, καὶ κατὰ τοὺς Ἀττικοὺς ἀποβολῇ τοῦ συμφώνου καὶ προσελεύσει τοῦ ι εἵμαρμαι, ὡς τὸ λέληφα εἴληφα· καὶ λοιπὸν εἵμαρσαι τὸ δεύτερον καὶ τὸ τρίτον εἵμαρται, ὡς κέκαρσαι κέκαρται· εἶτα ὁ ὑπερσυντέλικος εἱμάρμην εἵμαρσο εἵμαρτο, ὡσ ἐφθάρμην ἔφθαρσο ἔφθαρτο

### ε 160

Εἶμεν · εἰς τὸ Εἰμί καὶ Ἰσθμός

### ε 161

Εἶμι Β · βαρύτονον· καὶ τὰ μὲν ἑνικὰ ὡς ἀπὸ τοῦ εἴω διὰ τῆς ει διφθόγγου ἐστίν, τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ τοῦ ι γράφεται ὡς ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι γραφομένου. καὶ ὁ παρα τατικὸς ᾖν, τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ι · ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι καὶ ἡ παραλήγουσα“· καὶ τὸ τρίτον ἴσαν. ἔστι τοῦ εἶμι τὸ τρίτον τῶν πληθυντικῶν ἶσι καὶ τὸ Ἰωνικὸν ἴασι, καὶ Ὅμηρος Π καί τ’ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνησ“

### ε 162

Εἶμι Β · βαρύνεται· ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι· τοῦτο παρὰ τὸ ἔω πλεονασμῷ τοῦ ι εἴω· ἐξ αὐτοῦ εἴωμι καὶ κατὰ συγκοπὴν εἶμι. σημαίνει δὲ τὸ πορεύομαι. καὶ τὰ μὲν ἑνικὰ αὐτοῦ διὰ τῆς ει διφθόγγου γράφεται, τὰ δὲ πληθυντικὰ διὰ τοῦ ι ὡς ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι γραφομένου. τὸ τρίτον τῶν πληθυντικῶν ἶσι καὶ Ἰωνικῶς ἴασι· ὁ παρατατικὸς ᾖν, τὸ πληθυντικὸν ἴμεν καὶ τὸ τρίτον ἴσαν. Γεωργίου

### ε 163

Εἶμι · τὸ σημαῖνον τὸ πορεύομαι ἀπὸ τοῦ εἴω γέγονε τροπῇ τοῦ ω εἰς μι · τὸ δὲ ἶμι ἀπὸ τοῦ ἵημι γέγονε κατὰ συγκοπὴν τοῦ η. καὶ εἰς τὸ Ἴμεν καὶ Ἴθμα καὶ Ἴσαν καὶ Φοιτητής καὶ Κάτεισι καὶ Εἶσι καὶ Ἔπεισι καὶ Εἶναι

### ε 164

Εἰμί · ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἴς, τὸ εὐκτικὸν εἴην, τὸ πληθυντικὸν εἴημεν καὶ συγκοπῇ εἶμεν, καὶ τὸ τρίτον εἶεν. ὁ κανών· ὡς δὲ γίνεται κατὰ συγκοπὴν Ν «δοῖμεν δ’ Ἀτρείδαο θυγατρῶν»“. εἰ μὲν γὰρ ἀπὸ τοῦ εἴημεν, γίνεται εἴησαν· εἰ δὲ ἀπὸ τοῦ εἶμεν κατὰ συγκοπήν, γίνεται τὸ τρίτον εἶεν, ὡς τὸ κοσμηθείημεν κοσμηθείησαν κοσμηθεῖμεν κοσμηθεῖεν καὶ τὰ ὅμοια. Γεωργίου

### ε 165

Εἰμί · ἀπὸ τοῦ ἔω γέγονε τοῦ σημαίνοντος τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ω εἰς μι γίνεται ἐμί, καὶ ἐπειδὴ τὰ εἰς μι φύσει μακρᾷ θέλει παραλήγεσθαι, ὡς δίδωμι δίδως πάλιν ἀναγκάζεται καὶ τοῦτο φύσει μακρᾷ παραλήγεσθαι· καὶ ἐπειδὴ τὰ εἰς μι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, ὤφειλε διὰ τοῦ η εἶναι ἠμί, ἐπειδὴ τὸ ε ποτὲ μὲν εἰς η τρέπεται, ὡς ἐλέγχω ἤλεγχον, ποτὲ δὲ τὸ ι προσλαμβάνει, ἔχω εἶχον. θέλουσι δὲ αἱ παράγωγοι λέξεις λείψανον φυλάττειν τοῦ πρωτοτύπου, ὡς διδῶ δίδωμι, καὶ εἰ ἔτρεψε τὸ ε εἰς η οὐκ ἐφύλαττε λείψανον τῆς φωνῆς τοῦ πρωτοτύπου· τούτου χάριν προσέλαβε τὸ ι καὶ ἐγένετο εἰμί, καὶ ἐφυλάχθη τὸ ε λείψανον τοῦ πρωτοτύπου. καὶ εἰς τὸ Ἔστω καὶ Ἤτω καὶ Εἷς. Ὁμήρου

### ε 166

Εἴμ’ ἱκέταο Φ · ἱκετήριός εἰμι

### ε 167

Εἶναι Α · ἐνεστῶτος καὶ παρατατικοῦ ἀπαρέμφατον τῶν εἰς μι · ἐκ τοῦ εἰμί εἴς ἔντος ἔναι καὶ πλεονασμῷ τοῦ ι εἶναι. εὑρέθη δὲ πλεονασμὸς καὶ ἐν τῷ πρώτῳ τῶν πληθυντικῶν τοῦ ὁριστικοῦ· Η εἰμὲν τοῖοι“. ἔστι δὲ ἕτερον εἶναι ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, οὗ τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ι. καὶ ὤφειλε τὸ ἀπαρέμφατον ἴναι εἶναι, ἵνα φυλάττῃ τὴν παραλήγουσαν τοῦ πληθυντικοῦ· ἀλλὰ συνεξέδραμεν τῷ ὁμοίῳ αὐτοῦ εἶναι, ὅπερ ἐν συνθέσει ἐξεῖναι καὶ παρεῖναι. ἔστι δὲ καὶ ἕτερον εἷναι δευτέρου ἀορίστου ἐκ τοῦ ἵημι· ὁ δεύτερος ἀόριστος ἧν· καὶ ὤφειλε τὸ ἀπαρέμφατον ἕναι εἶναι διὰ τὴν παραλήγουσαν τοῦ πρώτου τῶν πληθυντικῶν τοῦ ὁριστικοῦ, ἢ ἧναι διὰ τὸ ἐκεῖθεν κανονίζεσθαι, τουτέστι ἐκ τοῦ τρίτου προσώπου τοῦ ἧ· τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὸ ε τοῦ δὲ ἑτέρου τὸ η εἷναι ἐγένετο φυλάττον τὸν μακρὸν χρόνον τοῦ η τὴν δὲ παραλήγουσαν τοῦ ἕμεν. τοῦτο δὲ καὶ δασύνεται, καὶ ἐν συνθέσει ἀφεῖναι καὶ καθεῖναι. Γεωργίου

### ε 168

Εἶναι · διὰ τῆς ει · ἔμμεναι γὰρ λέγουσιν οἱ Δωριεῖς. καὶ κατὰ ἀποβολὴν τοῦ με καὶ πλεονασμὸν τοῦ ι εἶναι

### ε 169

Εἶναι · ἀντὶ τοῦ ἔσο. ἀπαρέμφατον

### ε 170

Εἴνατος Β · ἐκ τοῦ ἔννατος κατὰ μεταβολὴν τοῦ ν εἰς ι · ἡ γὰρ τῶν Ἀργείων διάλεκτος μεταβάλλει τὸ ν εἰς ι τὸ γὰρ σπένδω σπείδω λέγουσιν καὶ τὸ ἔνδον ἔνδοι

### ε 171

Εἵνεκα Β ·. τὸ ι κατὰ πλεονασμόν. πόσα εἴδη πλεονασμοῦ; η· πρόσθεσις, ἀναδίπλωσις, ἔκτασις, ἐπέκτασις, διαίρεσις, διπλασιασμός, παρέμπτωσις, παρένθεσις. ἔστι δὲ παρένθεσισ προσθήκη φωνήεντος κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν, οἷον πλέοντος πλείοντος, ἐμέο ἐμεῖο. τὸ δὲ πάθος Ἰωνικόν. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 172

Εἵνεκα · γέγονεν ἀπὸ τοῦ ἕνεκα, ἐπλεόνασε δὲ τὸ ι διὰ τὸ μέτρον. καὶ εἰς τὸ Οὕνεκα. Γεωργίου

### ε 173

Εἰνοσίφυλλον · παρὰ τὴν ἔνοσιν, ὃ σημαίνει τὴν κίνησιν, καὶ τὸ φύλλον γέγονεν ἐνοσίφυλλος, οἱονεὶ ὁ κινῶν τὰ φύλλα, καὶ προσθέσει τοῦ ι εἰνοσίφυλλος

### ε 174

Εἴξας ·. ἀπὸ γὰρ τοῦ εἴκω εἴξω γέγονεν εἶξα ὁ πρῶτος ἀόριστος καὶ ἡ μετοχὴ εἴξας. Γεωργίου

### ε 175

Εἴξασιν · ἀντὶ τοῦ ἐοίκασι παρὰ Ἀττικοῖς, ὥσπερ. ἴσως τῇ Βοιωτῶν διαλέκτῳ ἐσχημάτισται· οὗτοι γὰρ τὸ κ εἰς τὸ ξ μετατρέπουσιν. οὕτως ἔχει καὶ τὸ δ οἳ δ’ ἷξον κοίλην Λακεδαίμονα“ ἀντὶ τοῦ ἷκον δευτέρου ἀορίστου καὶ τὸ κ ἀπαιτοῦντος. Ὁμήρου

### ε 176

Εἷο ·. ἔστι γὰρ ἐμοῦ σοῦ οὗ, καὶ αὗται αἱ γενικαὶ γίνονται κατὰ διάλυσιν ἐμέο σέο ἕο· καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε τὰ δύο φωνήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ ἓν μακρὸν καὶ τὸ ἓν βραχύ· Πριαμείδεω, Πηλείδεω, Ὠκεανοῖο, ποταμοῖο· τούτου χάριν ἐπλεόνασεν τὸ ι ποιητικῶς καὶ ἐγένετο ἐμεῖο σεῖο εἷο

### ε 177

Εἷον · εἰς τὸ Λευχειμονείτω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 178

Εἴπαισαν · παρὰ τὸ ἔπω, τὸ λέγω, ὁ μέλλων ἔψω, ὁ ἀόριστος εἶπα καὶ ἡ μετοχὴ εἴπας καὶ τὸ εὐκτικὸν εἴπαιμι, τὸ δεύτερον εἴπαις καὶ τὸ τρίτον εἴπαι καὶ Ἀττικῇ ἐπεκτάσει εἰπαίη· καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον, γίνεται οὖν ἐξ αὐτοῦ εἰπαίην καὶ τὸ πληθυντικὸν εἰπαίημεν, τὸ τρίτον εἰπαίησαν καὶ συγκοπῇ εἴπαισαν

### ε 179

Εἶπον · ῥῆμα προστακτικόν· τὸ θέμα ἔπω, τὸ λέγω, ὁ ἀόριστος εἶπα καὶ ἔστι σεσημειωμένον, τὸ τρίτον εἶπε, τὸ προστακτικὸν εἶπον εἴπατε εἰπάτωσαν οἱ Ἰουδαῖοι.“

### ε 180

Εἶρα · ἡ ἐκκλησία· παρὰ τὸ εἴρω, τὸ λέγω. Γεωργίου

### ε 181

Εἰραφιώτης ·. ἀπὸ τοῦ ἐρράφθαι γέγονεν ἐρραφιώτης καὶ εἰραφιώτης προσελθόντος τοῦ ι καὶ ἀποβληθέντος τοῦ ἐνὸς ρ. εἰραφιώτης δὲ λέγεται ὁ Διόνυσος ἀπὸ τοῦ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διός· ἢ ἀπὸ τοῦ ἐρέφεσθαι τοῦ σημαίνοντος τὸ στεφανοῦσθαι γέγονεν εἰραφιώτης πλεονασμῷ τοῦ ι · ἢ παρὰ τὸ ἔριφος, καὶ γὰρ ὑπὸ ἐρίφων φασὶν ἀνατραφῆναι τὸν Διόνυσον· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι. Γεωργίου

### ε 182

Εἰραφιώτης · ἀπὸ τοῦ ἐρράφθαι γέγονεν ἐρραφιώτης καὶ τροπῇ τοῦ ἑνὸς συμφώνου ἤτοι τοῦ ρ εἰς ι εἰραφιώτης, ὡς κέρρω κείρω καὶ φθέρρω φθείρω καὶ λέββω λείβω καὶ ἔμμι εἰμί. Γεωργίου

### ε 183

Εἴργω · κωλύω· ἀπὸ τοῦ ἀργεῖν. ἀπὸ τοῦ ἐέργω γέγονε κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον. καὶ εἰς τὸ Ἄρκιος καὶ Ἅρκυον καὶ Ἅρκυς καὶ Ἑκάεργος καὶ Ὅρκος καὶ Ἕλκω

### ε 184

Εἴρειν · εἰς τὸ Ἔρως καὶ Ἶρις καὶ Ἱρός

### ε 185

Εἴρερος θ · ἡ δουλεία· παρὰ τὸ ἔρρειν καὶ φθείρεσθαι τοὺς ἐν αὐτῇ κάμνοντας. Γεωργίου

### ε 186

Εἰρεσία · σημαίνει τὴν κωπηλασίαν· παρὰ τὸ ἐρέτης ἐρεσία καὶ πλεονασμῷ τοῦ ι εἰρεσία. Σελεύκου

### ε 187

Εἰρεσιώνη · κλάδος εὐμεγέθης ἔχων ἐξ ἐρεῶν λευκῶν στεμμάτων κολλύρας καὶ ἰσχάδας καὶ τῶν καθαρῶν ἀκροδρύων ὁρμαθούς· καλεῖται δὲ οὕτως ἀπὸ τοῦ τοῖς κλάδοις ἐνεῖρχθαι τὰ ἐξ αὐτῆς κρεμάμενα, ἢ ἀπὸ τῶν στεμμάτων· στέμματα γὰρ τὰ ἔρια λέγουσιν Ἀττικοί. Λυκοῦργος δέ φησιν ἀφορίας γενομένης Ἀθηναίοις τοῦτο ἐπιτελεσθῆναι κατὰ χρησμὸν οἱονεὶ ἱκετηρίαν Ἀπόλλωνι

### ε 188

Ἔιρεψα Α · ἐρέφω, τὸ στεφανῶ. Ἰωνικῶς ἤρεψα καὶ ἔρεψα

### ε 189

Εἰρήνη · παρὰ τὸ εἴρειν καὶ λέγειν ἐν αὐτῇ, εἴπερ Ἄρης, ὁ πόλεμος, κατὰ στέρησιν τῆς ῥήσεως λέγεται. ἢ παρὰ τὸ εἴρω, ὅ ἐστι διαλέγομαι, καὶ τὸν εἰρήσω μέλλοντα. ἢ διὰ τὸ ἠρεμεῖν τὸν νοῦν

### ε 190

Εἰρῆσθαι ·. ἐκ τοῦ ἐρῶ ἐρήσω, ὁ παρακείμενος εἴρηκα, ὁ παθητικὸς εἴρησμαι, τὸ δεύτερον εἴρησαι, τὸ τρίτον εἴρησται καὶ τὸ ἀπαρέμφατον εἰρῆσθαι. Γεωργίου

### ε 191

Εἴρια ·. ἀπὸ τοῦ ἔριον γέγονεν εἴρια κατὰ πλεονασμὸν τοῦ ι

### ε 192

Εἰροκόμος Γ ·. ἐκ τοῦ εἶρος, ὃ σημαίνει τὸ ἔριον· δ ἰοδνεφὲς εἶρος ἔχουσα“. γίνεται ἐκ τοῦ ἔρρω, τὸ κάμνω, ἔρρος καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ι εἶρος, τὸ μετὰ ταλαιπωρίας ἐργαζόμενον. τὰ δὲ ἀπὸ ῥημάτων παρηγμένα σύνθετα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· εἰ δὲ ἀπὸ ὀνόματος, προπαροξύνεται· οἷον ἱπποκόμος εἰροκόμος. γίνεται δὲ ἐκ τοῦ εἶρος καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι· ἡ τῶν ἐρίων ἐπιμελουμένη

### ε 193

Εἴρονα · εἰς τὸ Εἰρωνεύεσθαι

### ε 194

Εἰροπόκος ·. παρὰ τὸ ἔριον καὶ τὸ πέκω, τὸ ξαίνω, γέγονεν ἐριοπόκος καὶ πλεονασμῷ τοῦ ι καὶ συγκοπῇ εἰροπόκος

### ε 195

Εἶρος · εἰς τὸ Εἰροκόμος καὶ Εἰρωνεύεσθαι

### ε 196

Εἴρσω · εἰς τὸ Ἐνέρσει. Ὁμήρου

### ε 197

Εἰρύσασθαι Α · μέσου ἀορίστου πρώτου παθητικὸν ἀπαρέμφατον. τὸ θέμα ἐρύω, ἐρύσασθαι καὶ Ἰωνικῶς πλεονασμῷ εἰρύσασθαι. δεῖ γινώσκειν ὅτι ὥσπερ γέγονε τὸ ἀρτύω ἐκ τοῦ ἀρτῶ κατὰ πλεονασμὸν τοῦ υ καὶ ἀπὸ τοῦ μνῶ μνύω καὶ πλεονασμῷ τοῦ η μηνύω, οὕτως καὶ τὸ ἐρύω παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ἰσχύω, ἐπενθέσει τοῦ υ ῥύω καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐρύω, οἷον δυνάμει ἑλκύω. ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύω ἐρύσω ἐρύσασθαι καὶ πλεονασμῷ τοῦ ι εἰρύσασθαι

### ε 198

Εἰρύω · τὸ βιαίως ἐνεργῶ· ἀπὸ τοῦ. Φ ἔργαθε γὰρ λαόσ“ τὸ παράγωγον

### ε 199

Εἷρψεν · εἰς τὸ Ἐξεῖρψεν. Γεωργίου

### ε 200

Εἴρω · ὃ σημαίνει τὸ λέγω, ἀπὸ τοῦ μέλλοντος ἐρῶ γέγονεν. καὶ εἰς τὸ Ἐνείρω καὶ Ἐνέρσει καὶ Ἔρεθε καὶ Ἔρις καὶ Θερμός καὶ Κειρίον καὶ Μειράκιον καὶ Ὅρμος καὶ Σειληνός καὶ Σειρά καὶ Σειρήν καὶ Σείριος καὶ Τείρεα καὶ Τέρας. Γεωργίου

### ε 201

Εἵρω · ὅτε μὲν ψιλοῦται, σημαίνει τὸ λέγω· ὅτε δὲ δασύνεται, σημαίνει τὸ συνάπτω

### ε 202

Εἰρωνεύεσθαι · ψευδολογεῖν, χλευάζειν, ὑποκρίνεσθαι· παρὰ τὸ εἴρων εἴρωνος εἰρωνεύω. τὸ δὲ εἴρων παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω, ἐξ οὗ καὶ Ἶρος, ὃ σημαίνει τὸν φλύαρον, ς Ἶρον δὲ ἐκίκλησκον ἅπαντεσ“. συντάσσεται μετὰ αἰτιατικῆς

### ε 203

Εἴς · πρόθεσις· εἰς τὸ Πρός ῥα

### ε 204

Εἷς Β · περισπᾶται· τὰ εἰς εις ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν. ὀνόματα“ εἶπε διὰ τὰς μετοχάς, οἷον τυφθείς. κοινολεκτούμενα“ εἶπεν διὰ τὸ εὐγενής καὶ εὐσεβής· οἱ γὰρ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου γράφουσιν. ἔχοντα οὐδετέρου παρασχηματισμόν“ διὰ τὸ κτείς κτενός. ὀξύνεσθαι οὐκ ὤφειλε διὰ τὸν κανόνα τοῦτον· βαρύνεσθαι οὐκ ὤφειλε, διότι τὰ μονοσύλλαβα ἢ ὀξύνονται ἢ περισπῶνται, οὐδέποτε δὲ βαρύνονται· ἐξ ἀνάγκης περιεσπάσθη. γίνεται δὲ παρὰ τὴν ἕσιν καὶ ἄφεσιν, τὸ ἀπολελυμένον καὶ μεμονωμένον. ὁ κανὼν τὰ εἰς εις ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ντ κλίνεται, χαρίεις χαρίεντοσ“· τὸ δὲ εἷς ὡς μονοσύλλαβον οὐκ ἐκλίθη διὰ τοῦ ντ ἀλλὰ διὰ τοῦ ν μόνου, εἷς ἑνός. καὶ ἄλλως. τὰ εἰς εις μονοσύλλαβα ὀνόματα ἔχοντα οὐδετέρου παρασχηματισμὸν διὰ τοῦ ντ κλίνεται· ἢ τὰ εἰς εις μονοσύλλαβα ὀνόματα ἀρσενικὰ διὰ τοῦ νος κλίνεται, οἷον κτείς κτενός, εἷς ἑνός, δείς δενός, ὅπερ ἰσοδυναμεῖ τῷ τίς· ὅπερ μετὰ τῆς οὔ οὐδείς καὶ μετὰ τῆς μή μηδείς. πρόσκειται μονοσύλλαβα“ διὰ τὰ ὑπὲρ μίαν συλλαβήν, οἷον χαρίεις χαρίεντος. πρόσκειται ὀνόματα“ διὰ τὰς μονοσυλλάβους μετοχάς· αὗται γὰρ διὰ τοῦ ντ κλίνονται, οἷον θείς θέντος, εἵς ἕντος, ἐξ οὗ καὶ τὸ ἀφείς ἀφέντος, ὁ ἀπολύσας. πρόσκειται ἀρσενικά“ διὰ τὸ κλείς κλειδός θηλυκόν. ὁ εἷς καὶ τὸ θηλυκὸν ἀπέλειψεν. δύο γὰρ κανόνες εἰσὶν οἱ μαχόμενοι. ὁ μὲν εἷς λέγει ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουσιν εἶναι, οἷον οἱ δύο καὶ αἱ δύο, οἱ τρεῖς καὶ αἱ τρεῖς· ἢ οὕτως, τὰ ἀριθμητικὰ ὀνόματα κοινά εἰσιν τῷ γένει καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς, οἷον οἱ πέντε καὶ αἱ πέντε, οἱ ἑπτά καὶ αἱ ἑπτά. οὕτως ὤφειλε καὶ τὸ θηλυκὸν ὁμοφωνῆσαι τῷ ἀρσενικῷ. ὁ δὲ ἕτερος λέγει ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη τὸ τέλος τῆς γενικῆς τρέπουσα εἰς σα τὸ θηλυκὸν ποιεῖ καὶ τὴν παραλήγουσαν θέσει μακρὰν ποιοῦσαν ἐπ’ ὀνομάτων, οἷον χαρίεντος χαρίεσσα. εἷς ἕντος ὤφειλεν εἶναι τὸ θηλυκὸν ἕσσα. τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἀπαιτοῦντος ὁμοφωνῆσαι τῷ ἀρσενικῷ τοῦ δὲ κατὰ παρασχηματισμὸν ἕσσα, ἀπέλειψεν καὶ ἐγένετο ὡς ἀπὸ τοῦ ἴος ἀρσενικοῦ, ὃ σημαίνει τὸν μόνον, καὶ ὁ ποιητής Ζ οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω“, τὸ θηλυκὸν ἴα καὶ πλεονασμῷ τοῦ μ μία. κλίνεται δὲ ἡ μία τῆς μιᾶς, καὶ λέγει ὁ κανὼν περὶ τὸν τόνον· τὸ γὰρ μιᾶς καὶ ἰᾶς Ἰωνικὴν ἔχει τάσιν“, ἐπειδὴ κανών ἐστιν ὁ λέγων· ἐπὶ τῶν εἰς α βραχυκαταλήκτων εἰώθασιν οἱ Ἴωνες βαρύνειν τὰς λέξεις ὡς καὶ ἡμεῖς, οἷον ἄγυια ὄργυια Πλάταια Θέσπεια· ὅταν δὲ γένηται ἡ τελευταία συλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνος, οἷον ἀγυιά ὀργυιά θεσπεσιά. τοῦτο οὖν ἐστιν τὸ εἰρημένον τῷ τεχνικῷ τὸ γὰρ μιᾶς καὶ ἰᾶσ“. ἐπειδὴ οὖν τὸ ἴα καὶ μία ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει κατεβίβασε τὸν τόνον καὶ περιεσπάσθη, οἷον ἰᾶς ἰᾷ, μιᾶς μιᾷ· ὅθεν καὶ ἡ αἰτιατική, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτος, οὐ κατεβίβασε τὸν τόνον, ἀλλὰ παρώξυνται ὁμοίως τῇ εὐθείᾳ, οἷον ἴαν καὶ μίαν. κατὰ πόσους τρόπους διαφέρει τὸ εἷς τοῦ οὐδείς; κατὰ δ· πρῶτον ὅτι τὸ μὲν εἷς δασύνεται καὶ περισπᾶται, τὸ δὲ οὐδείς οὔτε δασύνεται οὔτε περισπᾶται· δεύτερον ὅτι τὸ μὲν εἷς ἀριθμητικόν ἐστι, τὸ δὲ οὐδείς ἀόριστον· τρίτον ὅτι τὸ μὲν εἷς οὔτε δυϊκὸν ἔχει οὔτε πληθυντικόν, τὸ δὲ οὐδείς ἔχει καὶ δυϊκὸν καὶ πληθυντικόν, οἱ οὐδένες τῶν οὐδένων· τέταρτον ὅτι τὸ μὲν εἷς καὶ τὸ θηλυκὸν μία, τὸ δὲ οὐδείς ὁμοφώνως, ἡ οὐδείς γάρ. Γεωργίου

### ε 205

Εἶς · τὸ δεύτερον· τὸ πρῶτον εἶμι, τὸ τρίτον εἶσι. Γεωργίου

### ε 206

Εἰσάμενος ·. ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ ὁμοιῶ γέγονεν εἴσω, εἶσα, εἰσάμην καὶ εἰσάμενος ἡ μετοχή

### ε 207

Εἴσατο Β · ἔδοξεν, ἐφάνη. ἐκ τοῦ εἴδω, τὸ φαίνομαι· Α τὸ δέ τοι κὴρ εἴδεται εἶναι“· ὁ μέλλων εἴσω, ὁ ἀόριστος εἶσα, εἰσάμην καὶ τὸ εὐκτικὸν εἰσαίμην εἴσαιο εἴσαιτο

### ε 208

Εἷσεν · σημαίνει τὸ ἐκάθισεν, καὶ μετὰ τῆς κατά προθέσεως καὶ τοῦ δέ κατὰ δ’ εἷσεν, κὰδ δ’ εἷσεν“

### ε 209

Εἴσῃ · γνώσῃ, μαθήσῃ· παρὰ τὸ εἴδω, ὃ σημαίνει τὸ γινώσκω. σημαίνει δὲ τὸ εἴδω ἑπτά· εἴδω τὸ γινώσκω, β μάλα δ’ εἴσεαι αὐτόσ“, συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς· εἴδω τὸ ὁμοιῶ, συντάσσεται μετὰ δοτικῆς· εἴδω τὸ θεωρῶ, συντάσσεται μετὰ αἰτιατικῆς· εἴδω τὸ διέρχομαι, Δ διαπρὸ δὲ εἴσατο“, συντάσσεται μετὰ γενικῆς· εἴδω τὸ δοκῶ, θ εἴσατ’ ἴμεν ἐς Λῆμνον“, μετὰ αἰτιατικῆς· εἴδω τὸ φαίνομαι, αἰτιατικῇ· εἴδω τὸ ὁρμῶ, γενικῇ ὡς τὸ Μ εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά“

### ε 210

Εἰσήρρησεν · εἰσεφθάρη, εἰσεπήδησεν, εἰσῆλθεν

### ε 211

Εἶσι Β ·. ἐκ τοῦ εἶμι· τοῦτο παρὰ τὸ εἴω, τὸ πορεύομαι· τοῦτο δὲ παρὰ τὸ ἔω καὶ πλεονασμῷ τοῦ ι εἴω καὶ ἐξ αὐτοῦ εἴωμι καὶ συγκοπῇ εἶμι· σημαίνει δὲ τὸ πορεύομαι. καὶ τὰ μὲν ἑνικὰ διὰ τῆς ει διφθόγγου γράφεται, τὰ δὲ πληθυντικὰ διὰ τοῦ ι. ἀπὸ τοῦ ἴμεν τοῦ διὰ τοῦ ι τὸ ἀπαρέμφατον ἴμεναι. ὁ κανών· ἄλλως τε καὶ πᾶν πληθυντικὸν ἐνεργητικὸν ἐνεστῶτος χρόνου τροπῇ τῆς μεν εἰς ναι τὸ ἀπαρέμφατον ποιεῖ“. καὶ κατὰ συγκοπὴν ἴμεν, Α οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν“. καὶ εἰς τὸ Εἶς. Εὐλογίου. Ὁμήρου

### ε 212

Ἐΐσκω Γ ·. ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω καὶ πλεονασμῷ τοῦ κ εἴσκω καὶ μετάγεται εἰς ἐνεστῶτα, ἐπειδὴ τὸ κ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος. βαρυτόνου μέλλοντοσ“ εἶπε διὰ τὸ πλακῶ. καὶ ἐν διαλύσει ἐΐσκω. τὸ ι ι. διὰ τί; τὰ εἰς σκω λήγοντα ῥήματα κοινολεκτούμενα οὐ θέλουσιν ἔχειν ἐν τῇ παραληγούσῃ τὴν ει δίφθογγον ἐκφωνουμένην σὺν τῷ ε. μέλλοντα οὐκ ἔχει. Ὁμήρου

### ε 213

Εἰσόκεν Β ·. ἐκ τῆς εἴς προθέσεως καὶ τοῦ ὅ ἄρθρου ἀναφορικοῦ καὶ τοῦ κέν συνδέσμου· ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν. καὶ ἀποροῦσί τινες ὅτι τὸ εἰσόκεν ἐν συνθέσει ἐστὶν ἢ ἐν παραθέσει; καὶ λέγομεν ὅτι ἐν παραθέσει· κανὼν γάρ ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ε λήγοντα ἐπιρρήματα χρονικὰ θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ ἐνίοτε ἑκάστοτε ἄλλοτε, καὶ ὅτι οὐδέποτε ὁ κέν σύνδεσμος κατ’ ἀρχὴν συντίθεται. ἔνιοι δὲ λέγουσιν ὅτι ἐν συνθέσει ἐστίν· οὐδέποτε γὰρ τοῦτο τὸ ἐπίρρημα χωρὶς τοῦ κέν συνδέσμου παρὰ τῷ ποιητῇ παραλαμβάνεται, Η εἰσόκεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλοιτε“ καὶ Γ εἰσόκεν ἢ ἄλοχον ποιήσεται“. ἔστι δὲ εἰπεῖν ὅτι αἱ προθέσεις παρατιθέμεναι τοῖς ὀνόμασιν ἔννοιαν ἔχουσαι τοπικὴν ποιοῦσιν τοπικὰς σχέσεις, οἷον οἴκου ἐξ οἴκου, οἶκον εἰς οἶκον· τὸν αὐτὸν τρόπον τὰ ἄρθρα τὰ σημαίνοντα τὴν ἀναφοράν· ἡ δὲ ἀναφορὰ ἐν τῷ χρόνῳ οὖσα καὶ λαβοῦσα τὴν παράθεσιν τῆς προθέσεως ποιεῖ σχέσιν χρονικήν, οὗ ἐξ οὗ, ᾧ ἐν ᾧ. ὃν οὖν τρόπον τὸ ἐξ οἴκου, ὅτε ἀποστῇ τῆς προθέσεως, οὐκ ἔτι σχέσιν τοπικὴν σημαίνει, ὁμοίως καὶ τὸ εἰς οἶκον, τὸν αὐτὸν τρόπον καὶ τὸ εἰσόκεν, ἐὰν ἀποστῇ τὸ ἕτερον τοῦ ἑτέρου, ἐκστήσεται καὶ τὸ σημαινόμενον

### ε 214

Εἰσπνήλας · εἰς τὸ Ἀΐτης. Γεωργίου

### ε 215

Εἱστήκειν ·. ὑπερσυντέλικός ἐστιν ἐνεργητικός. ἐπλεόνασεν δὲ τὸ ι διὰ τοιαύτην αἰτίαν· ἔστιν ὁ ἐνεστὼς ἑστήκω ἑστήκεις ἑστήκει, ἐξ οὗ ὁ ἑστήξω μέλλων· εἰ ἐγένετο οὖν ὁ ὑπερσυντέλικος ἑστήκειν ἑστήκεις ἑστήκει, ἔμελλε συνεμπίπτειν κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, φημὶ δὴ τὸ ἑστήκεις ἑστήκει τοῦτο τὸ ἀπὸ τοῦ ἑστήκω· τούτου οὖν χάριν προσλαμβάνει τὸ ι καὶ γίνεται εἱστήκειν εἱστήκεις εἱστήκει

### ε 216

Εἰσφορά · εἰς τὸ Ἀποφορά. Ὁμήρου

### ε 217

Εἴσω ·. ἐκ τῆς εἴς προθέσεως, ὡς παρὰ τὸ ἔξ ἔξω· καὶ ἔς Ἀττικῶς, ἐξ οὗ καὶ τὸ ἔσω. ἢ ὡς ἀπὸ τῆς ἔξ προθέσεως γέγονεν ἔξω καὶ ἀπὸ τῆς πρός πρόσω, οὕτως καὶ ἀπὸ τῆς εἴς εἴσω. καὶ εἰς τὸ Ἤιδει. Γεωργίου

### ε 218

Εἶτα · ὥσπερ ἀπὸ τοῦ δή γέγονε δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἴ γέγονεν εἶτα· ἔστι δὲ ἐπίρρημα τάξεως

### ε 219

Εἶτα · ἐπίρρημα τάξεως· γίνεται δὲ ἐκ τοῦ εἴ διαζευκτικοῦ ἐπεκτάσει τῆς τα συλλαβῆς, ὥσπερ καὶ παρὰ τοῦ δή παραπληρωματικοῦ συνδέσμου γίνεται δῆτα

### ε 220

Ἔστω Β ·. προστακτικὸν ἐκ τοῦ εἰμί, τὸ ὑπάρχω· ὁ παρατακτικὸς ἦν, ἡ μετοχὴ εἴς ἔντος καὶ τὸ προστακτικὸν ἔθι, τὸ τρίτον ἔτω, καὶ πλεονασμῷ τοῦ ς ἔστω, εἷς κοίρανος ἔστω εἷς βασιλεύσ“. κατὰ πόσους τρόπους διαφέρει ὁ εἷς τοῦ οὐδείς ἐγράφη εἰς τὸ Εἷς

### ε 221

Εἶχον · εἰς τὸ Εἰμί

### ε 222

εἴομεν ·. γράφεται καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι · τὸ μὲν γὰρ διὰ τοῦ ι τούτου ὁ δεύτερος ἀόριστος ἴον· τὸ ι ι. ἔτι δὲ ἀπὸ μὲν βαρυτόνων τὸ ὑποτακτικὸν ἐὰν ἴω, τὸ πληθυντικὸν ἐὰν ἴωμεν, καὶ ποιητικῶς ἴομεν. τὸ ο μικρόν. διὰ τί; καὶ λέγομεν ὅτι σχῆμά ἐστι Κορίνθιον. ζήτει καὶ εἰς τὸ Ἀμφιέσοιτο καὶ Ἀπρόσιτον καὶ Ἤϊε καὶ Ἰών

### ε 223

Εἴωθα · διὰ τῆς ει διφθόγγου, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα ἔωθα λέγουσι. γίνεται παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ὁ μέσος παρακείμενος εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ συναρχομένως ἔωθα καὶ ἡ μετοχὴ ὁ εἰωθώς· ὁ ἐνεργητικός τε καὶ μέσος παρακείμενος τρέπων τὸ α “. καὶ εἰς τὸ Ἀπαιωρήσας

### ε 224

Εἰῶσιν Β ·. ῥῆμα· τὸ ει δίφθογγον πλεονασμῷ. ἔστιν ἐῶ, τὸ συγχωρῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, ἐάομεν ἐῶμεν, ἐάουσιν ἐῶσιν, πλεονασμῷ τοῦ ι εἰῶσιν. Σελεύκου

### ε 225

Ἑκάβη ·. ἡ ἕκαθεν βεβηκυῖα πρὸς τὸν ἄνδρα· ὁ γὰρ πατὴρ Δύμας ὁ Φρὺξ εἰς Ἴλιον Πριάμῳ ἐξέδοτο. ὅθεν καὶ Πρίαμος Φρυγίοις συμμαχεῖ· Γ ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν“. Ὁμήρου

### ε 226

Ἑκάεργος Α · παρὰ τὸ ἑκάς καὶ τὸ ἔργον. παρὰ τὸ ἕκαθεν εἴργειν τουτέστι κωλύειν. ἢ ὁ ἕκαθεν ἐργαζόμενος ἤγουν μαχόμενος· ἔργον γὰρ καλεῖται ἡ μάχη. τὰ παρὰ τὸ ἔργον συντεθειμένα ἅπαντα ὀξύνεται, οἷον ἱερουργός ὑπουργός ἀγαθοεργός, πλὴν τοῦ πανοῦργος καὶ κακοῦργος προπερισπωμένως· ἑκάεργος δὲ προπαροξύνεται

### ε 227

Ἐκαλινδοῦντο · ἐκυλίοντο· ἀπὸ τοῦ κυλινδῶ· τοῦτο παρὰ τὸ κυλίω καὶ Αἰολικῶς τροπῇ τοῦ υ εἰς η κηλινδῶ καὶ καλινδῶ. Σελεύκου

### ε 228

Ἑκαμήδη · ἡ τοῦ Νέστορος παλλακίς· ἀπὸ τοῦ ἕκαθεν βουλεύεσθαι τὰ κατὰ τοῦ Νέστορος· ἢ ἡ μηδὲν εἰκαῖον μηδομένη

### ε 229

Ἐκάπυσσεν · εἰς τὸ Κῆπος

### ε 230

Ἑκάς · εἰς τὸ Εἴκαθεν καὶ Ἑκηβόλος

### ε 231

Ἕκαστον Β · ἐπιμεριζόμενον· κλητικὴν οὐκ ἔχει. τὰ ἐπιμεριζόμενα κλητικὴν οὐκ ἔχουσιν· ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις, τὰ δὲ ἐπιμεριζόμενα πρὸς ἀπόν. ποσαχῶς τὰ ἐπιμεριζόμενα; τετραχῶς· εἷς ἐκ δύο, ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθ’ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· πολλοὶ καθ’ ἕνα, ὡς ἕκαστος. τί σημαίνει Γ ἕκαστοσ“; ἀντὶ τοῦ οἱ Ἕλληνες καὶ οἱ βάρβαροι. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ἡ κλητική; οὐκ ἔχει. ἐγράφη ἄνω

### ε 232

Ἑκατηβελέταο Α ·. Αἰολικὴ γενική· παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ παθητικὸς παρακείμενος ἕμαι ἕσαι ἕσαι ἕται, ἕτης, καὶ μετὰ τοῦ βέλους βελέτης, καὶ μετὰ τῆς εκη ἑκηβελέτης, καὶ πλεονασμῷ τοῦ ατ ἑκατηβελέτης, ὁ τὰ βέλη μηκόθεν βάλλων

### ε 233

Ἑκάτην · τὴν Ἄρτεμιν, ἵν’ ᾖ ἕκαθεν τῶν ἀποθνησκόντων

### ε 234

Ἑκατόμβας Β ·. ἐκ τοῦ ἑκατόν καὶ τοῦ βοῦς βοός ἑκατόμβοος, καὶ τὸ θηλυκὸν ἑκατομβόη, καὶ συγκοπῇ ἑκατόμβη· καὶ σημαίνει τὴν τελείαν θυσίαν. Σελεύκου

### ε 235

Ἑκατόν · ὡσανεὶ δέκατον ἥκειν ἀριθμόν, ἢ παρὰ τὸ ἑκάς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 236

Ἐκ Βασάν · ὄνομα τόπου· ἔστι βῶ, τὸ βαίνω ἤγουν πορεύομαι· ἐκ τούτου βάσω ὁ μέλλων καὶ τὸ Βασάν ὄνομα βάρβαρον, ἐξ οὗ τόπου μετῆλθον

### α 1325

ἀπόγονος διαφέρει· ἔκγονος μὲν γάρ ἐστιν υἱός, ἔγγονος δὲ υἱὸς υἱοῦ, ἀπόγονος δὲ ὁ τῶν ἐγγόνων πάλιν υἱός

### ε 237

Ἔκδικος · σημαίνει τὸν ἐκδικητὴν καὶ τὸν ἔξω τοῦ δικαίου

### ε 238

Ἔκδικος · παρὰ τὸ ἔξω τοῦ δικαίου μὴ εἶναι

### ε 239

Ἐκεῖ ·. κατὰ ἀποκοπήν· τὸ κει δίφθογγον κατὰ διάλεκτον, ἐπεὶ οἱ Δωριεῖς ἐκῆνος λέγουσι διὰ τοῦ η ὡς πλεῖον πλῆον μεῖον μῆον. ἐκείνοθεν καὶ κατὰ συγκοπὴν ἐκεῖθεν διὰ τί περισπᾶται; αἱ ἀποκοπαί, ἡνίκα φυλάττουσι τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον δῶμα δῶ. καὶ εἰς τὸ Κεῖνος

### ε 240

Ἐκεχειρία · ἀνάπαυσις, ἀνοχή· κυρίως ἐπὶ πολέμου. παρὰ τὸ ἔχω ῥῆμα καὶ τὸ χείρ γίνεται ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ ἐκεχειρία. συντάσσεται δὲ τὸ ἔχω μετὰ δοτικῆς καὶ αἰτιατικῆς

### ε 241

Ἑκηβόλος Α · ὁ μακροβόλος καὶ πόρρωθεν βάλλων· τοῦτο ἐκ τοῦ ἑκάς καὶ τοῦ βάλλω ἑκαβόλος καὶ ἑκηβόλος. ἑκὰς δὲ σημαίνει τὸ πόρρω, παρὰ τὸ ἥκω, καὶ τὸ παραγίνομαι· πόρρωθεν γάρ τις παραγίνεται· ἐξ οὗ καὶ δασύνεται τὸ ἑκάς καὶ τὸ ἥκω

### ε 242

Ἐκίσσησεν ·. ἔστι κίω τὸ σημαῖνον τὸ πορεύομαι, καὶ ἐξ αὐτοῦ κίσσα ὄρνις, ἡ εἰς πᾶν βρῶμα ἐπιπορευομένη, καὶ ἐξ αὐτοῦ ῥῆμα κισσῶ κισσᾷς· σημαίνει δὲ τὸ μεθ’ ἡδονῆς συλλαμβάνω· τὸν αὐτὸν τρόπον αἱ συλλαμβάνουσαι γυναῖκες πάντα ἐσθίουσιν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 243

Ἐκίσσησε · τὸ θέμα κισσῶ δευτέρας συζυγίας τῶν περισπωμένων· σημαίνει δὲ τὸ μεθ’ ἡδονῆς συλλαμβάνω. γίνεται δὲ παρὰ τὸ κίσσα, ἐπειδὴ τὸ ὄρνεον λίχνον ἐστὶ καὶ πρὸς τὰς συνουσίας καταφερέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν. Γεωργίου

### ε 244

Ἑκκαίδεκα · ὁ ἀριθμὸς ὁ σύνθετος κ καὶ οὐ ξ · ἐτράπη γάρ, ὡς καὶ ἡ πρόθεσις, διὰ τὸ ἐπαγόμενον σύμφωνον

### ε 245

Ἐκκλησία συνόδου διαφέρει· ἐκκλησία μὲν γάρ ἐστιν, ἐν ᾗ ἄνδρες μόνον εἰσέρχονται διὰ βουλήν· σύνοδος δέ, ἐν ᾗ καὶ ἄνδρες καὶ γυναῖκες συνέρχονται διά τι

### ε 246

Ἐκκριθέν · εἰς τὸ Κρῖμα

### ε 247

Ἔκλαγξεν · εἰς τὸ Κλαγγηδόν. Ὁμήρου

### ε 248

Ἔκλαγξαν Α · ἐκ τοῦ κλάζω κλάξω, πλεονασμῷ τοῦ γ κλάγξω, ὥσπερ πλάζω πλάξω καὶ πλάγξω, λίζω λίξω καὶ λίγξω. εἴωθεν ὁ ποιητὴς ἐπὶ τῶν τοιούτων προσλαμβάνειν ἐπὶ τοῦ μέλλοντος τὸ γ

### ε 249

Ἐκμαγεῖον · ἐκτύπωμα καὶ ἐκσφράγισμα· ἐκ τοῦ ἐκμάσσω ῥήματος. Ὁμήρου

### ε 250

Ἔκηα Α · καίω, καύσω, ἔκαυσα κοινῶς, ἔκαα Ἀττικῶς, ἔκηα Ἰωνικῶς, ὥσπερ χέω, χεύσω κοινῶς, χεύω Ἰωνικῶς, χέω Ἀττικῶς, καὶ ὁ ἀόριστος ἔχευσα καὶ ἔχευα ἔχεα

### ε 251

Ἔκνη · εἰς τὸ Κονίη

### ε 252

Ἐκολῴα Β ·. ῥῆμα παρὰ τὸ κολωῶ· τὸ λω μέγα· ἐκ τοῦ κολῳός, Α κολῳὸν ἐλαύνετον“· ἐκ τοῦ κολοιός· θορυβῶδες γὰρ τὸ ζῶον. ἢ γίνεται παρὰ τὸ κλῶ, τὸ κράζω, κατὰ παραγωγὴν κλῳός καὶ πλεονασμῷ τοῦ ο κολῳός. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 253

Ἑκουσίως · παρὰ τὸ εἵκω, τὸ θέλω, ἡ μετοχὴ ἑκών ἑκόντος, τὸ θηλυκὸν ἑκοῦσα καὶ ἐξ αὐτοῦ γίνεται ὄνομα ἑκουσία. ἡ γενικὴ τῶν πληθυντικῶν ἑκουσίων καὶ ἐξ αὐτοῦ γίνεται ἐπίρρημα μεσότητος ἑκουσίως

### ε 254

Ἔκπαγλα Γ ·. κανών ἐστιν ὁ λέγων· ὅσα ἐν ὁμοφωνίᾳ καθέστηκεν πληθυντικῶν οὐδετέρων ὀνομάτων μετάγεται εἰς ἐπιρρηματικὴν σύνταξιν

### ε 255

Ἔκπαγλον · παρὰ τὸ ἐκπλήσσω. Ὁμήρου

### ε 256

Ἐκπαγλότατε Α ·. ἐκ τοῦ πλήσσω ὁ μέλλων πλήξω, ὁ δεύτερος ἀόριστος ἔπλαγον καὶ ἐν ὑπερθέσει ἔπαγλον, μετὰ τῆς ἔξ ἐξέπαγλον, συγκοπῇ ἔκπαγλον καὶ ὄνομα ἐξ αὐτοῦ ἔκπαγλος καὶ τὸ ὑπερθετικὸν ἐκπαγλότατε

### ε 257

Ἐκπάγλως Β ·. ἐκ τοῦ ἐκπλήσσομαι ῥήματος ὄνομα ἔκπλαγον καὶ ὑπερβιβασμῷ ἔκπαγλον καὶ ἐκπάγλως. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ. διαφέρει δὲ τὸ κατεπλάγην τοῦ κατεπλήγην, ὅτι τὸ μὲν κατεπλάγην ἐπὶ ψυχικῆς διαθέσεως λέγεται, τὸ δὲ κατεπλήγην ἐπὶ σώματος· ὁ μέντοι ποιητὴς διὰ τὸ μέτρον εἶπεν Γ κατεπλήγη φίλον ἦτορ“

### ε 258

Ἐκπλαγότατε · ἐκ τοῦ ἐκπλήττω ἐκπλαγής, ἐκ τούτου ἔκπλαγος ἐκπλαγότερος καὶ ἐκπλαγότατος τὸ ὑπερθετικόν

### ε 259

Ἐκπέρσαι Α · ἐκ τοῦ πέρθω τὸ καταστρέφω

### ε 260

Ἔκπληξις · εἰς τὸ Ἐκπάγλως καὶ Φόβος

### ε 261

Ἐκποίητος · εἰς τὸ Ἀποκήρυκτος

### ε 262

Ἔκπυστα ·. ἔκπυστα ἐποίησε τὰ πραττόμενα“· ἀνεκλάλητα, ἀνεξάκουστα καὶ ἄρρητα. ἐκ τοῦ πεύθω, ὃ σημαίνει τὸ ἀκούω, γίνεται πυστά καὶ ἔκπυστα· σημαίνει δὲ καὶ τὸ ἐξάγγελτα, ἔκδηλα καὶ ἐξάκουστα. συντάσσεται μετὰ γενικῆς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 263

Ἐκσπάσας ·. τὸ ῥῆμα σπάω σπῶ, ὁ μέλλων σπάσω, ὁ ἀόριστος ἔσπασα, ἡ μετοχὴ σπάσας καὶ μετὰ τῆς ἔξ προθέσεως ἐκσπάσας. Φωτίου

### ε 264

Ἐκστῶσαν ·. ἀπὸ τοῦ στῶ στᾷς ἡ μετοχὴ στῶν καὶ τὸ θηλυκὸν στῶσα καὶ μετὰ τῆς ἔξ προθέσεως ἐκστῶσαν, ἤγουν ἔξω τῶν ὅρων στᾶσαν ἢ καταπλήττουσαν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 265

Ἐκτῖλαι ·. ἔστι τείνω, καὶ ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ ν εἰς λλ γίνεται τίλλω ῥῆμα καὶ σημαίνει τὸ ξαίνω, καὶ μετὰ τῆς ἔξ προθέσεως ἐκτίλλω, ὁ μέλλων ἐκτιλῶ καὶ ὁ πρῶτος ἀόριστος ἐξέτιλα· μακρὸν τὸ ι · καὶ τὸ ἀπαρέμφατον ἐκτῖλαι· ὁ γὰρ ξαίνων τείνει. ἢ ὅτι κτίλος λέγεται ὁ κριός, καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα κτίλλω καὶ ἀποβολῇ τοῦ κ τίλλω, ἤγουν ἐκ μεταφορᾶς τῶν μαλλῶν τοῦ κριοῦ. Νικήτου

### ε 266

Ἐκτινάξας ·. παρὰ τὸ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν, ἰνάσσω καὶ τινάσσω πλεονασμῷ τοῦ τ ὁ μέλλων τινάξω, ὁ ἀόριστος ἐτίναξα καὶ ἡ μετοχὴ τινάξας. καὶ ἔστιν ἀντὶ βραχείας κατὰ τοὺς Δωριεῖς· ἐκεῖνοι γὰρ τὰς εἰς ας μετοχὰς ἀντὶ βραχείας παραλαμβάνουσιν

### ε 267

Ἕκτωρ ·. παρὰ τὸ ἔχω, τὸ κρατῶ, ὁ μέλλων ἕξω καὶ ἐξ αὐτοῦ Ἕκτωρ, ὁ τοὺς Τρῶας ἐπικρατῶν

### ε 268

Ἑκυρός Γ ·. ἐτυμολογεῖται παρὰ τὸ πρὸς ἑαυτὸν τὴν νύμφην ἄγειν· γίνεται ἐκ τοῦ δέχω δεχύω δεχυρός, ὡς ἴσχω ἰσχύω ἰσχυρός, καὶ ἀποβολῇ τοῦ δ καὶ τροπῇ τοῦ χ εἰς κ ἑκυρός. ἢ παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω, κυρός καὶ ἑκυρός. σημαίνει δὲ τὸν πενθερόν. καὶ τίς λέγεται πενθερός; ὁ τοῦ ἀνδρὸς ἢ τῆς νύμφης πατήρ

### ε 269

Ἐκφαντορία · ἐκ τοῦ ἐκφαίνειν. Φωτίου

### ε 270

Ἐκφοροῦντα ·. ἔστιν ἐκφέρω· ἐξ αὐτοῦ γίνεται ἐκφορά, καὶ ἐκ τούτου ῥῆμα ἐκφορῶ, ὁ παθητικὸς ἐκφοροῦμαι καὶ ἡ μετοχὴ τοῦ ἐνεργητικοῦ ἐνεστῶτοσ ἐκφορῶν ἐκφοροῦντος. Νικήτου Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 271

Ἐκχεῶ ·. τὸ θέμα ἐκχέω, ὁ μέλλων ἐκχεύσω, καὶ ὁ δεύτερος ἀόριστος ἐξέχεον, καὶ ὁ δεύτερος μέλλων ἐκχεῶ ἐκχεεῖς ἐκχεεῖ. Χοιροβοσκοῦ

### ε 272

Ἑκών · εἰς τὸ Ἀέκοντας. Νικήτου

### ε 273

Ἐλαία ἐλάιας διαφέρει· ἐλαία μὲν γάρ ἐστιν αὐτὸ τὸ φυτόν, ἐλάιας δὲ ὁ τοῦ φυτοῦ καρπός

### ε 274

Ἔλαιον · παρὰ τὸ λεῖον λέαιον, τὸ λεαῖνον τὸ σῶμα, καὶ ἐν ὑπερθέσει ἔλαιον. ἢ παρὰ τὸ ἀλέαν, ὃ σημαίνει τὴν θερμασίαν· ἐν γὰρ θερμοῖς τόποις τὸ φυτὸν χαίρει

### ε 275

Ἔλασσον · εἰς τὸ Ἀμείνων

### ε 276

Ἐλαύνω ·. παρὰ τὸ ἐλῶ ἐλαίνω ἐλαύνω

### ε 277

Ἔλαφος Γ · παρὰ τὸ ἕλκειν τοὺς ὄφεις· φασὶ γὰρ ὅτι παρερχόμενος καὶ τὸ κεράτιον αὐτοῦ προστρίψας τῷ φωλεῷ, λαμβάνοντες ἐκεῖνοι ἐκ τῆς ἀναθυμιάσεως τοῦ κέρατος ἐξέρχονται

### ε 278

Ἐλαφρός ·. παρὰ τὸ ἔλαφος ἐλαφηρός καὶ συγκοπῇ ἐλαφρός ἀπὸ τοῦ ζῴου

### ε 279

Ἐλάχεια · εἰς τὸ Λιγυφθόγγοισι

### ε 280

Ἔλδω · εἰς τὸ Ἐέλδωρ

### ε 281

Ἐλεαίρει Β ·. ὡς παρὰ τὸ ἔλπω ἐλπαίρω καὶ πλεονασμῷ τοῦ ε ἐλπεαίρω καὶ ἐν ὑπερβιβασμῷ ἐλεπαίρω καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ γίνεται ἐλεφαίρω, τὸ ἀπατῶ, ὁ ἀόριστος ἐλέφηρα, ὁ μέσος ἐλεφηράμην καὶ Ψ ἐλεφηράμενοσ“, οὕτως καὶ τὸ ἐλεῶ ἐλεαίρω ἐλεαρῶ

### ε 282

ἐδέατρος διαφέρει· ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος, παρὰ τοὺς ἐλεούς· ἐλεοί εἰσιν αἱ μαγειρικαὶ τράπεζαι χῆναι· ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα

### ε 283

Ἔλεγος · ὁ θρῆνος· παρὰ τὸ εὖ λέγειν τοὺς θανόντας

### ε 284

Ἔλεγχος ·. παρὰ τὸ ἕλην ἔχειν ἤγουν φῶς. καὶ εἰς τὸ Μάρτυς

### ε 285

Ἑλεδώνη · εἶδος πολύποδος· ἔστι δὲ τὸ ελ περισσὸν· καλεῖται γὰρ ἐδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, τουτέστιν ἐσθίειν· Ἡσίοδος ὅτ’ ἀνόστεος ὃν πόδα τένδει“

### ε 286

Ἐλεεινός ·. ὥσπερ ἀπὸ τοῦ δέος γίνεται δεεινός καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου δεινός, οὕτως καὶ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινός, ὁ ἐλέους ἄξιος. καὶ εἰς τὸ Δεινός

### ε 287

Ἐλεηλάτει · ᾐχμαλώτευεν, ἐλῄστευεν, ἥρπαζεν· ἀπὸ θέματος τοῦ λεηλατῶ· τοῦτο παρὰ τὸ λεώς καὶ τὸ ἀτῶ· σημαίνει δὲ τὸ βλάπτω· γίνεται λεωατῶ, καὶ τροπῇ τοῦ ω εἰς η καὶ πλεονασμῷ τοῦ λ λεηλατῶ, τὸ τὸν λεὼν βλάπτω

### ε 288

Ἐλελιξάμενος Β ·. ἐπιστραφείς· μετοχὴ ἐκ τοῦ ἐλελίσσω· τοῦτο ἐκ τοῦ εἱλῶ, τὸ συστρέφω, γίνεται κατὰ παραγωγὴν εἱλίσσω καὶ ἀφαιρέσει ἢ καὶ συστολῇ τοῦ ι ἑλίσσω, καὶ δασύνεται· καὶ κατὰ ἀναδιπλασιασμὸν ἐλελίσσω ἐλέλιξα ἐλελιξάμην ἐλελιξάμενος

### ε 289

Ἑλένη ·. ἀπὸ τοῦ πολλοὺς ἕλκειν ἐν τῷ κάλλει αὐτῆς· ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἡ πρὸς τὸ ἴδιον κάλλος ἑλκύουσα τοὺς νέους ἀνθρώπους· ἢ παρὰ τὸ Ἑλλάς· ἢ παρὰ τὸ ἐν ἕλει γεγεννῆσθαι. δασύνεται. τὸ ε ἐπιφερομένου τοῦ λ ᾧ ὑποτέτακται τὸ ε ἢ τὸ ω ἢ τὸ υ δασύνεται· ἕλωρ, Β ἑλεόθρεπτον μεγάλοιο“. τὸ λε ψιλόν. τὰ διὰ τοῦ ενη θηλυκὰ ὑπὲρ δύο συλλαβὰς μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων· ἐπὶ βαρυτόνων, οἷον ὠλένη, ὁ βραχίων, Κλυμένη· ἐπὶ ὀξυτόνων δὲ δεξαμενή εἰαμενή

### ε 290

Ἔλεος · εἰς τὸ Ἄχος

### ε 291

Ἐλεός · εἰς τὸ Κουλεός

### ε 292

Ἐλέπησεν · εἰς τὸ Ἔλεψε

### ε 293

Ἑλέπολις · σημαίνει τὸ μάγγανον καὶ τὴν κλίμακα. παρὰ τὸ ἑλεῖν τὰς πόλεις· ἑλῶ γὰρ τὸ πορθῶ

### ε 294

Ἐλευθέρα · παρὰ τὸ ἐλεύθειν ὅπου ἐρᾷ. Χοιροβοσκοῦ

### ε 295

Ἐλεύθερος · παρὰ τὸ ἔλευσις καὶ τὸ ἐρᾶν, ἐπεὶ ὅπου βούλεται ἄπεισιν

### ε 296

Ἐλεύθω · εἰς τὸ Εἰλείθυια καὶ Εἰλήλουθας

### ε 297

Ἐλευσίς · Ἐλευσίδος·. διὰ τὴν ἀπὸ Κρήτησ Δήμητρος ἔλευσιν· ἐκεῖ γὰρ εὗρε τὸν καρπὸν ἐκ Κρήτης ἐλθοῦσα

### ε 298

Ἐλεφαίρω ·. παρὰ τὸ ἔλπω ἐλπαίρω, εἶτα καὶ ἐλεφαίρω, τὸ ἐλπίσιν ἀπατᾶσθαι. καὶ εἰς τὸ Ἐλεαίρει

### ε 299

Ἐλέφας ·. ἐλέβας· ἐπιβαίνει γὰρ τῇ θηλείᾳ οὐκ ἐπὶ τῆς γῆς διὰ τὸν ὄγκον, ἀλλ’ ἐπὶ ὕδατος ἑλώδους, ὅπου νέμονται, καὶ γίνεται εἰκότως κοῦφος

### ε 300

Ἔλεψε Α ·. παρὰ τὸ λέπω, ἐξ οὗ καὶ λέπος καὶ λεπτός καὶ λέπυρον, τὸ τῶν καρύων ἔλυτρον· ἢ παρὰ τὸ λεπῶ πρώτης τῶν περισπωμένων ἐλέπησα καὶ τὸ τρίτον ἐλέπησεν, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ κράσει τοῦ πς εἰς ψ ἔλεψε

### ε 301

Ἕλη · εἰς τὸ Ἠέλιος καὶ Θειλόπεδον καὶ Σέλας

### ε 302

Ἐλήλυθα · εἴρηται παρὰ τὸ ἐλεύθω ἤλυθα καὶ κατὰ Ἀττικὴν πρόσθεσιν τῶν δύο στοιχείων τῆς ἀρχούσης ἐλήλυθα

### ε 303

Ἑλικάων Γ ·. δασύνεται· τὸ ε πρὸ τῆς λι συλλαβῆς δασύνεται, ἑλίσσω ἕλιξ. τὸ δὲ ἐλικμῶντο ψιλοῦται. Ἑλικάονος. ὁ κανών· τὰ εἰς ων καθαρὸν βαρύτονα διχρόνῳ ἐκτεταμένῳ παραληγόμενα τρέπουσι τὸ ω εἰς τὸ ο ἐπὶ τῆς γενικῆς Μαχάων Μαχάονοσ Ἱκετάων Ἱκετάονοσ. Χοιροβοσκοῦ

### ε 304

Ἑλικτός ·. ἐκ τοῦ ἑλίσσω ἑλίξω ἑλικτός, ἐξ οὗ γράφεται διὰ τοῦ ι

### ε 305

Ἑλίκωπες Γ ·. ἡ εὐθεῖα ἑλίκωψ· ἐκ τοῦ Ἑλίκη, ὃ σημαίνει τὴν μεγάλην ἄρκτον, ὡς καὶ Ἄρατος Ἑλίκῃ γε μὲν ἄνδρες εἰν ἁλὶ τεκμαίροντεσ“. δύο δέ εἰσιν ἄρκτοι, καὶ ἡ μὲν μεγάλη καλεῖται Ἑλίκη, πρὸς ἣν ἀποβλέποντες καὶ ἀπευθύνοντες τὴν πορείαν ἐποιοῦντο, ὡς ἐκ τούτου κληθῆναι αὐτοὺς ἑλίκωπας· ἡ δὲ μικρὰ Κυνόσουρα

### ε 306

Ἑλικώπιδα Α · τὴν ἀξιοθέατον καὶ εὐμορφοτάτην, πρὸς ἣν πᾶς ἑλίσσει τοὺς ὦπας διὰ τὸ κάλλιστον εἶδος. ἢ μελανόφθαλμον· ἑλικὸν δὲ τὸ μέλαν κατὰ διάλεκτον. κλίνεται δὲ ὡς ἡ προφῆτις

### ε 307

Ἐλινύειν · ἀργεῖν, σχολάζειν· ὁ δὲ Ταραντῖνος τὸ ἡσυχάζειν· ὁ δὲ Ἱπποκράτης ἐμφαίνει λέγων . ἐλινύειν οὐ ξυμφέρει ἀλλὰ γυμνασίη“, δῆλον ὡς ἀντιδιαστέλλων τῇ κινήσει τὴν ἀργίαν. καὶ εἰς τὸ Ἐρινύς

### ε 308

Ἕλιξ · εἰς τὸ Ἰλιγγιᾶ

### ε 309

Ἑλίσσω · εἰς τὸ Ἀμφιελίσσας. Ὁμήρου

### ε 310

Ἑλκέμεν Β ·. ῥῆμα· καὶ τὰ εἰς ειν ἀπαρέμφατα οἱ Ἴωνες διὰ τοῦ εμεν προφέρουσι. καὶ δασύνεται· τὸ γὰρ ε πρὸ τοῦ λ ἐπιφερομένου τοῦ κ ἢ τοῦ μ δασύνεται, οἷον ἕλκος ἕλμινς ἕλμινθος. ἕλκω, ὁ μέλλων ἕλξω, ὁ δεύτερος ἀόριστος εἷλκον· συνάρχεται δὲ τῷ πρώτῳ ἀορίστῳ· καὶ Ἰωνικῶς Γ ἕλκε“ καὶ μετὰ τῆς ὑπό προθέσεως Ξ ὕφελκε“, καὶ ἀναβιβάζει τὸν τόνον· πᾶς παρῳχημένος χρόνος τὸν προσγινόμενον αὐτῷ χρόνον κατὰ τὸ ἄρχον μέρος ἀποβαλὼν ἐν τῇ συνθέσει προπαροξύνεται. δασύνεται δὲ ἐκ τῆς συναλοιφῆς

### π 4

πληγὴ διαφέρει· ἕλκος μὲν γὰρ τὸ χρόνιον πάθος μόνον, ἐκ σιδήρου γινόμενον· ἔσθ’ ὅτε καὶ ἐκ ταὐτομάτου. εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δὲ ἡ ἐκ τοῦ σύνεγγυς σιδήρου πληγή· τραῦμα δὲ τρῶσις σαρκὸς ὑπὸ σιδήρου γινομένη ἐφ’ ὑγιοῦς σώματος. πληγὴ δὲ ἡ ἐκ χειρὸς πλῆξις. Χοιροβοσκοῦ

### ε 311

Ἑλκύω ·. ἐκ τοῦ ἕλκω. τὸ κυ ψιλόν· τὰ διὰ τοῦ υω ῥήματα διὰ τοῦ υ ψιλοῦ γράφεται, πλὴν τοῦ οἴω, τὸ ὑπολαμβάνω, καὶ οἴω, τὸ κομίζω, καὶ οἰῶ, τὸ μονῶ. Φωτίου

### ε 312

Ἕλκω ·. τὸ ε ψιλόν. ἀδύνατον γάρ, ἔνθα ἀμετάβολον ἀφώνου προηγεῖται, πρὸ τοῦ ἀμεταβόλου τὴν οἷαν δήποτε δίφθογγον εὑρεθῆναι, οἷον ἐλπίς ἕρκος ἕρπης. σεσημείωται τὸ εἴργω, ὅπερ πάλαι οἱ ἀναλόγως κεχρημένοι κατὰ διάλυσιν εἶπον ἐέργω

### ε 313

Ἑλλάς · Ἑλλάδος· ἀπὸ Ἕλλης τῆς Ξούθου θυγατρός

### ε 314

Ἐλλέβορος · ἡ ἔλουσα βρῶσις ἤγουν θανατοῦσα

### ε 315

Ἐλλεδανός ·. παρὰ τὸ συνελεῖν τὰ δεσμούμενα

### ε 316

Ἑλοίμεθα ·. ῥῆμα εὐκτικὸν μέσου ἀορίστου δευτέρου· ἐκ τοῦ ἕλω. καὶ δασύνεται, ἐὰν σημαίνῃ τὸ λαμβάνω· εἰ δὲ σημαίνει τὸ φονεύω, ψιλοῦται παρὰ τῷ ποιητῇ. σημαίνει δὲ ἔλω ἐλῶ εἰλῶ, εἰ μέντοι περισπῷτο ὁ μέλλων, ὁ δεύτερος ἀόριστος εἷλον, ὁ μέσος εἱλόμην εἵλου εἵλετο

### ε 317

Ἕλος · εἰς τὸ Εἶλαρ

### ε 318

Ἔλουσα · εἰς τὸ Ἐλλέβορος

### ε 319

Ἐλπίς · παρὰ τὸ ἑλκίς ἐλπίς, ἡ παρέλκουσα ἡμᾶς εἰς χρόνον

### ε 320

Ἐλυμήνατο ·. ἀπὸ τοῦ λύμη γίνεται λυμαίνω λυμανῶ ἐλύμηνα καὶ ἐλυμήνατο, καὶ ἐξ αὐτοῦ λυμεών

### ε 321

Ἕλω · εἰς τὸ Γελῶ καὶ Ἐέλδωρ καὶ Ἑλοίμεθα καὶ Ἐναρίζοι καὶ Ἐρέτης καὶ Μελῳδός καὶ Τελεῖ

### ε 322

Ἑλῶ · εἰς τὸ Ἑλέπολις καὶ Οὐλομένην καὶ Τελεῖ

### ε 323

Ἑλώρια Α · ἐκ τοῦ ἕλω ἕλωρος τὸ ἑλώρια ἐκ τοῦ ῥῶ τὸ λαμβάνω

### ε 324

Ἔμβιοι · στερρόν τε τὸ πρέμνον ἔμβιοί τε αἱ ῥίζαι“· αἱ εἰς βάθος διϊκνούμεναι καὶ ἐμβεβηκυῖαι. παρὰ τὸ βῶ ῥῆμα, ὃ σημαίνει τὸ βαίνω

### ε 325

Ἔμβολος · ἐμβαίνει λαός

### ε 326

Ἐμβριμώμενοι · μετὰ αὐστηρότητος ἐπιτιμῶντες· ἀπὸ τοῦ ἐμβριμῶ, ἐξ οὗ βριμαίνει“, τὸ θυμοῦται, καὶ βριμαίνουσα“ ὀργιζομένη. καὶ εἰς τὸ Ὄβριμος

### ε 327

Ἐμβρόντητος · μαινόμενος, ἔκφρων, ἀνόητος· ἀπὸ μεταφορᾶς τῶν ἀπὸ ψόφου βροντῆς ἐξεστηκότων

### ε 328

Ἔμβρυον · παρὰ τὸ ἔσω βρύειν ἢ βρύχειν καὶ αὔξεσθαι· ἢ παρὰ τὸ ἔσω εἶναι βροτοῦ βροτόν. ἢ παρὰ τὸ αἷμα καὶ τὸ βρῶ, τὸ ἐσθίω, γίνεται αἱμόβρυον καὶ ἔμβρυον. Γεωργίου

### ε 329

Ἔμεια · ἔστι τόπος πλησίον Μυκηνῶν· ἀπὸ τοῦ ἐμῶ Ἔμεια. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ Ἅιδου, ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὑτοῦ ἐκεῖ ἤμεσεν. Ὁμήρου

### ε 330

Ἐμεῖο Γ · ἐκ τοῦ ἐμοῦ. ποίου εἴδους; πρωτοτύπου. κατὰ πόσους τρόπους διαφέρει τὸ πρωτότυπον τοῦ παραγώγου; κατὰ γ· ὅτι τὸ μὲν ἐμοῦ τὸ πρωτότυπον καὶ γίνεται κατὰ διάλυσιν ἐμέο ἐμεῖο καὶ ἐμεῦ, τὸ δὲ παράγωγον οὐδαμῶς· καὶ ὅτι τὸ μὲν πρωτότυπον ἐγκλίνεται καὶ τὸ κατ’ ἀρχὴν φωνῆεν ἀποβάλλει, οἷον ἤκουσέ μου“, τὸ δὲ παράγωγον οὔτε ἐγκλίνεται οὔτε τὸ κατ’ ἀρχὴν φωνῆεν ἀποβάλλει. τὸ δὲ ἐμοῖο ἐκ τοῦ ἐμός ἐμοῦ· ἔστι δὲ ἡ ἀντωνυμία παράγωγος. ποίου εἴδους τῶν παραγώγων; κτητικοῦ· σημαίνει δὲ καὶ κτήτορα καὶ κτήματα. διαλύσει τῆς ου διφθόγγου Ἰωνικῶς ἐμέο καὶ πλεονασμῷ τοῦ ι ἐμεῖο· ἐκ δὲ τοῦ ἐμέο συναιρέσει τοῦ εο εἰς τὴν ευ δίφθογγον ἐμεῦ, ἀποβολῇ τοῦ ε μεῦ, ὡς ἐν τῷ Γ κέκλυτέ μευ“· αἱ γὰρ πρωτότυποι ἀντωνυμίαι ἐγκλίνονται

### ε 331

Ἔμεν · εἰς τὸ Ἴμεν

### ε 332

Ἐμήνυκα · εἰς τὸ Ὑπεμνήμυκε. Γεωργίου

### ε 333

Ἐμίχθη · ἀπὸ τοῦ μίσγω ἐστὶ καὶ μίξω καὶ ἐμίχθη ὁ πρῶτος παθητικὸς ἀόριστος

### ε 334

Ἐμμαπέως ·. παρὰ τὸ ἅμα ἔπει κατὰ μετάθεσιν καὶ πλεονασμόν. Ὁμήρου

### ε 335

Ἔμμεναι Β ·. ῥῆμα ἀπαρέμφατον ἐνεστῶτος· τὸ γὰρ ὑπάρχω σημαίνει, καὶ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων. ὁ ἐνεστὼς εἰμί, ὁ παρατατικὸς ἦν, τὸ πληθυντικὸν ἦμεν ἀλλ’ ὅπερ ἦμεν“, ἡ μετοχὴ εἴς ἔντος, τὸ ἀπαρέμφατον εἶναι καὶ Δωρικῶς ἔμμεναι. καὶ εἰς τὸ Ἴμεν. Ὁμήρου

### ε 336

Ἔμμορε ·. παρὰ τὸ μορῶ, τὸ ἐπιτυγχάνω, μορήσω, ὁ δεύτερος ἀόριστος ἔμμορον πλεονασμῷ τοῦ μ τὸ δεύτερον ἔμμορες, σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορεσ“, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἔμμορον, οὐκ ἐμμόρασιν

### ε 337

Ἔμμορε Α · παρὰ τὸ μείρω μέμορα, μέμορας, μέμορε καὶ ἔμμορε

### ε 338

Ἐμπεδῶσαι · βεβαιῶσαι, ἐνισχῦσαι, ἀσφαλίσασθαι, ἑδραιῶσαι· καὶ ἔμπεδον τὸ ἑδραῖον καὶ βέβαιον· παρὰ γὰρ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν, γίνεται ῥῆμα πεδῶ καὶ ἐμπεδῶ. τὸ δὲ πέδον παρὰ τὸ ἕω, τὸ καθέζομαι, γίνεται ἕδον καὶ πλεονασμῷ τοῦ π πέδον· ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι. τὰ νενομισμένα τοῖς ἔργοις αὐτοῖς ἐμπεδῶσαι“

### ε 339

Ἔμπεδον · παρὰ τὸ ἐν τῷ πέδῳ ἐρείδεσθαι, ἤγουν τῇ γῇ

### ε 340

Ἐμπείραμοι · παρὰ τὴν πεῖραν

### ε 341

Ἐμπειρικὸς λογικοῦ διαφέρει· ἐμπειρικός ἐστιν ὁ ἐκ συνηθείας τινὸς ἰατρεύων ἢ ἄλλο τι ποιῶν δίχα λόγου· λογικὸς δὲ ὁ μετὰ λόγου τὰς αἰτίας τῶν πραγμάτων ἀποδιδοὺς καὶ πληρῶν

### ε 342

Ἐμπίς · εἰς τὸ Ἀσπίς καὶ Θεοπροπέων

### ε 343

Ἔμπλαστρον · διὰ τὸ ἐν πλάτει τηρεῖν τὸν τόπον

### ε 344

Ἔμπλην · παρὰ τὸ πέλω, τὸ πλησιάζω, πλῶ καὶ μετὰ τῆς ἔν προθέσεως ἔμπλην· Β Βοιωτοὶ δὲ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο“

### ε 345

Ἔμπνουν · εἰς τὸ Αἰών

### ε 346

Ἔμπορος · ὁ πραγματευτής· καὶ ὁ τόπος αὐτὸς ἐμπορεῖον. τί λέγεται ἐμπορεῖον; ὁ καταβόλος, ἔνθα καταβάλλει τις τὴν ἰδίαν εὐπορίαν

### ε 347

Ἐμφαίνω · εἰς τὸ Ὑπεμφήνειεν. Νικήτου

### ε 348

Ἐμφοροῦν · ἤγουν τὸ πληροῦν. παρὰ τὸ ἐμφέρω γίνεται ἔμφορος, ὁ ἐν ἑαυτῷ φέρων τι· ἐξ αὐτοῦ ἐμφορῶ πρώτης συζυγίας, ἡ μετοχὴ ἐμφορῶν ἐμφοροῦντος καὶ τὸ οὐδέτερον ἐμφοροῦν. καὶ εἰς τὸ Πνευματέμφορος

### ε 349

Ἐμῶ · ἐκ τοῦ ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς εἷμαι καὶ ἐξ αὐτοῦ ἐμῶ

### ε 350

Ἐναβρύνεσθαι · μεγαλοφρονεῖν, καυχᾶσθαι· ἀπὸ τοῦ ἐναβρύνω· τοῦτο παρὰ τὸ ἁβρός, τὸ κοῦφος· τὸ δὲ ἁβρός παρὰ τὸ ἄβαρος κατὰ συγκοπήν. συντάσσεται πτώσει δοτικῆ

### ε 351

Ἐναίρω · εἰς τὸ Ἐναρίζοι

### ε 352

Ἐναλλάξ · εἰς τὸ Ὑπόδρα. Νικήτου

### ε 353

Ἐνανθρώπησις · παρὰ τὸ ἐνανθρωπῶ ἐνανθρωπήσω ἐνανθρώπησις· τοῦτο δὲ παρὰ τὸ ἄνθρωπος ὅτε δέ ἐστι σύνθετον, τότε γίνεται ἐνανθρωπῶ· ὅτε δὲ ἁπλοῦν, τότε ἄνθρωπος ἀνθρωπίζω. Χοιροβοσκοῦ

### ε 354

Ἐναντίος ·. διὰ τοῦ ι · τὰ διὰ τοῦ ιος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α μεθ’ ὃ ἐπάγονται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀστεῖος Καδμεῖος, πλὴν τοῦ ἀντίος. καὶ εἰς τὸ Ἀντίος

### ε 355

Ἐναρίζοι Α ·. φονεύοι· παρὰ τὸ ἐναρίζω, καὶ τὸ εὐκτικὸν ἐναρίζοιμι· τὸ ἐναρίζω παρὰ τὸ ἐναίρω, τὸ φονεύω· τοῦτο παρὰ τὸ ἔνω, τὸ φονεύω, ὅθεν καὶ Ἐνυώ, ἡ πολεμικὴ θεός, καὶ Ἐνυάλιος· τὸ δὲ ἔνω παρὰ τὸ ἕλω, τὸ φονεύω, ἐξ οὗ καὶ εἷλεν καὶ ἀνεῖλεν· ἐναρίζει, σημαίνει γ ἡ λέξις· τὸ σκυλεύω καὶ τὸ φονεύω καὶ τὸ ὑπολαμβάνω. ἔναρα δὲ ἐκ τοῦ αἴρω, τὸ λαμβάνω, τὰ βασταζόμενα· ἢ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, οἱονεὶ ἃ ἥρμοσται τῷ σώματι, ὡς ἐπὶ θώρακος καὶ περικεφαλαίας

### ε 356

Ἔνατος · πόθεν; παρὰ τὸ ἓν νέον αὐτὸν ἄγειν· ὃ γὰρ οὐχ εὕρηται ἐπὶ ἄλλου ἀριθμοῦ ἐπὶ τούτου θεωρεῖται· εἰς μονάδα γὰρ λήγει· ἐννάκις γὰρ ἐννέα ὀγδοήκοντα μία

### ε 357

Ἔναυλος · ἔμπνους· σημαίνει δὲ καὶ ῥοῦν καὶ χαράδραν καὶ χειμάρρουν καὶ ἐναυλιζόμενον καὶ ἐνοικοῦντα. σημαίνει δὲ καὶ ἔνηχον αὐλόν· αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπίμηκες· τοιοῦτος δὲ καὶ ὁ τῶν ὤτων τόπος

### ε 358

Ἔνδεια ·. ἔστι ὄνομα δέα ἐκ τοῦ δέω, τὸ χρῄζω, καὶ πλεονασμῷ τοῦ ι δεία, καὶ μετὰ τῆς ἔν προθέσεως ἔνδεια· ἐξ οὗ τὸ ῥῆμα ἐνδέω, ἡ μετοχὴ ἐνδέων καὶ τὸ οὐδέτερον τὸ ἐνδέον, καὶ ἀπὸ μετοχῆς παρήχθη εἰς ὄνομα

### ε 359

Ἐνδελεχέστατα · καὶ ἐνδελεχῶς, τὸ συνεχῶς· παρὰ τὸ ἐνδέχομαι γίνεται ὄνομα ἐνδεχής, καὶ κατὰ πλεονασμὸν τῆς λε συλλαβῆς ἐνδελεχής, καὶ ἐνδελεχῶς ἐπίρρημα

### ε 360

Ἐνδίνων Ψ · ἐντέρων· παρὰ τὸ ἔνδον τῶν ἰνῶν πάσης τῆς σαρκός. ἢ ἐνδινόντων, παρὰ τὸ ἔνδον ὄντων

### ε 361

Ἔνδιος · ὁ μεσημβρινός· παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὴν ἡμέραν. Γεωργίου

### ε 362

Ἔνδιος · σημαίνει τὸν μεσημβρινὸν καιρόν· παρὰ γὰρ τὸ ἰδίειν ἐστίν, ὃ σημαίνει τὸ ἱδροῦν· ἐν γὰρ τῷ καιρῷ ἐκείνῳ ἔστιν ἰδίειν ἤγουν ἱδροῦν

### ε 363

Ἔνδον τοῦ ἔσω διαφέρει· ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον· ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι“. ἁμαρτάνει οὗν ὁ λέγων ἔνδον εἰσέρχομαι“ ἢ ἔσω ἐστὶν ὁ παῖσ“

### ε 364

Ἔνδοξος · εἰς τὸ Ἐπίδοξος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 365

Ἐνέδρα ·. παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕδρα καὶ ἐνέδρα, ἐν ᾗ καθέζονταί τινες, μέχρις ἂν ἕλωσιν οἷς ἐπιβουλεύουσι

### ε 366

Ἐνέθω · εἰς τὸ Ἐπενήνοθεν. Γεωργίου

### ε 367

Ἐνεῖκαι· παρὰ τὸ ἤνεικα, ὃ σημαίνει τὸ ἤνεγκα καὶ ἔστι Ἰωνικόν. ἔστι ἐνέγκω ὁ ἐνεστώς, ἐνέγξω ὁ μέλλων, καὶ ὁ πρῶτος ἀόριστοσ ἤνεκα καὶ κατὰ πλεονασμὸν τοῦ ι ἤνεικα, καὶ ἐκεῖθεν ἐνεῖκαι τὸ ἀπαρέμφατον

### ε 368

Ἐνείρω · ἐμπερονήσω, συναρμόσω, συμπλέξω, συνάψω· εἴρω οὖν παρὰ τὸ ἄρω, ὃ σημαίνει τὸ ἁρμόζω, τροπῇ τοῦ α εἰς ε καὶ πλεονασμῷ τοῦ ι

### ε 369

Ἕνεκα τοῦ οὕνεκα διαφέρει· τὸ μὲν οὖν οὕνεκα σημαίνει τὸ διότι, Γ οὕνεκα καλὸν εἶδος ἔπ’· ἀλλ’ οὐκ ἔστι βίη φρεσίν“, τὸ δὲ ἕνεκα τὸ χάριν, Τ ἕνεκα ῥιγεδανῆς Ἑλένησ“

### ε 370

Ἕνεκα τοῦ χάριν διαφέρει· τὸ μὲν ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον ἕνεκα Ἀλεξάνδρου καὶ Ἑλένης ἐστράτευσε Μενέλαος ἐπὶ Τροίαν“· τὸ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον χάριν Μενελάου ἐστράτευσεν Ἀχιλλεὺς ἐπὶ Ἴλιον“, τουτέστι χαριζόμενος τῷ Μενελάῳ. Ὁμήρου

### ε 371

Ἔνεκά σφιν Α · εἰς τὸ Ὁ ἄρθρον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 372

Ἐνεκόντουν μοι ·. ἔστι κεῖμαι, καὶ τὸ τρίτον κεῖται, καὶ ἐξ αὐτοῦ κότος, ἡ ὀργή· ἐξ αὐτοῦ κοτῶ κοτεῖς καὶ ἐγκοτῶ, ὁ παρατατικὸς ἐνεκότουν, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ὁμοίως. ἔστι δὲ καὶ δευτέρας συζυγίας κοτῶ κοτᾷς

### ε 373

Ἐνενήκοντα · εἰς τὸ Ἑβδομήκοντα

### ε 374

Ἐνεός εἰς τὸ Κωφός. Ὁμήρου

### ε 375

Ἐνεόχμωσεν · ἠλλοίωσεν ἢ ἐκαινοποίησεν· ἀπὸ τοῦ νέος καὶ τοῦ ἔχω νεοέχω, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ μ νεοχμῶ. συντάσσεται μετὰ αἰτιατικῆς

### ε 376

Ἐνέργεια · παρὰ τὸ ἐνεργεῖν καὶ πράττειν εἴρηται, ἢ διὰ τὸ ἐν ἔργοις ἰέναι ἤγουν φέρεσθαι

### ε 377

Ἔνερθεν · ὑποκάτωθεν. Β ὑπένερθεν“ δύο μέρη λόγου· ὑπό πρόθεσις, ἔνερθεν ἐπίρρημα τοπικόν. ἐκ τοῦ ἔνερος, ὃ σημαίνει τὸν νεκρόν, Ὅμηρος Υ ἄναξ ἐνέρων“· ἐξ αὐτοῦ ἐνέροθεν καὶ συγκοπῇ ἔνερθεν. ἢ παρὰ τὸ ἔρα, ὃ σημαίνει τὴν γῆν· ἔρα ἔρεθεν καὶ ἔνερθεν κατὰ τροπὴν τοῦ ρ εἰς ν

### ε 378

Ἔνεροι · οἱ νεκροί· παρὰ τὸ ἐν τῇ ἔρᾳ κεῖσθαι, ἤγουν τῇ γῇ. καὶ εἰς τὸ Ἔνερθεν

### ε 379

Ἐνερόχρωτες · νεκρόχρωτες, νεκροῦ χροιὰν ἔχοντες· ἔνεροι γὰρ οἱ νεκροί, οἱ ἐν τῇ ἔρᾳ ὄντες, τουτέστι τῇ γῇ

### ε 380

Ἐνέρσει ·. συμπλοκῇ· ἐνέρσει ἀπρεπῶς ἀναπεπλεγμένοι“. γίνεται οὖν παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ συμπλέκω· ἐξ οὗ καὶ σειρά, ἡ πλοκή· καὶ πλεονασμῷ τοῦ ς εἴρσω· ἔρσις οὖν καὶ ἔνερσις

### ε 381

Ἐνέσω · εἰς τὸ Ἐπενήνοθεν

### ε 382

Ἐνετῇσι Ξ · περόναις· ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις, ὅ ἐστιν ἐμπορπᾶσθαι

### ε 383

Ἐνέχυρον · τὸ εἰς ἀσφάλειαν ἀντάλλαγμα· ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, ἔχυρον καὶ ἐνέχυρον. ἢ παρὰ τὸ ἐχυρόν, ὅπερ δηλοῖ τὸ ἀσφαλές

### ε 384

Ἐνηής · ὁ πρᾶος· παρὰ τὸ ἥδω τὸ ἥσω· Ὅμηρος Ω ἐπεί με πρῶτον ἕησασ“, ἀντὶ τοῦ ἥδυνας. Σελεύκου

### ε 385

Ἐνηλύσια · λέγεται εἰς ἃ κεραυνὸς εἰσβέβηκεν, ἃ καὶ ἀνατίθεται Διῒ Καταιβάτῃ καὶ λέγεται ἄδυτα καὶ ἄβατα

### ε 386

Ἐνήνοθεν · εἰς τὸ Ἐπενήνοθεν

### ε 387

Ἐνήραντο · ἀντὶ τοῦ ἐφόνευσαν· καὶ γίνεται ἐκ τοῦ ἐναίρω, τὸ φονεύω

### ε 388

Ἐνθάδε Α ·. γίνεται ἐκ τοῦ ἔνθα τοπικοῦ ἐπιρρήματος ἐπεκτάσει τῆς δε. καὶ ὤφειλεν εἶναι ἔνθαδε· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ κατὰ φωνὴν παραχθέντα εἰς δε μηδὲν πλέον τοῦ πρωτοτύπου σημαίνοντα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· τοῖος τοιόσδε, τῆμος τημόσδε, τηνίκα τηνικάδε· τὸ ἔνθα ἐνθάδε. καὶ ἀποροῦσί τινες λέγοντες· πόθεν γίνεται τὸ ἔνθα; καὶ λέγομεν· ἐκ τοῦ ἔνθεν. πόθεν δῆλον; ἐντεῦθεν· τὰ εἰς θα δισύλλαβα ἐπιρρήματα οὐκ ἐκ μεταθέσεως ὄντα τοῦ θεν ὀξύνεσθαι θέλουσιν, οἷον δηθά τριχθά· εἰ οὖν καὶ τὸ ἔνθα οὐκ ἐκ μεταθέσεως ὑπῆρχε τοῦ ἔνθεν, ὤφειλεν ὀξύνεσθαι. οὐκ ἄρα ἐστὶ τὸ ἔνθεν ἐκ τοῦ ἔνθα. Γεωργίου

### ε 389

Ἐνθαδί ·. ὥσπερ ἀπὸ τοῦ δεῦρο γίνεται δευρί κατὰ τροπὴν τοῦ ο εἰς τὸ ι οὕτως καὶ παρὰ τὸ ἐνθάδε γίνεται ἐνθαδί κατὰ τροπὴν τοῦ ε εἰς τὸ ι. Νικήτου

### ε 390

Ἔνθους ·. ὁ ἔνθεος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον ἔνθους

### ε 391

ἐνθύμιον διαφέρει· τὸ μὲν γὰρ ἐνθύμημα ποιὸν λόγου σχῆμα· τὸ δὲ ἐνθύμιον ἐτίθετο ἀντὶ τοῦ προστροπαίου, ὥς φησιν Ἀντιφῶν ἐν τοῖς φονικοῖς γ τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενήσεται“

### ε 392

Ἔνι · ὑπάρχει· ποίου μέρους λόγου ἐστί; ῥήματος. πόθεν δῆλον; ἡνίκα ἐπὶ τῆς προθέσεως πλεονάζει τὸ ι μετάγεται εἰς ῥηματικὴν σύνταξιν. σημαίνει δὲ τὸ ὑπάρχω, ὡς τὸ οὐκ ἔνι δοῦλος, οὐκ ἔνι ἐλεύθεροσ“. καὶ εἰς τὸ Πηνίκα

### ε 393

Ἐνίαυεν · εἰς τὸ Ἐνιαυτός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 394

Ἐνιαυτός Β ·. παρὰ τὸ ἐν ἑαυτῷ εἰληφέναι τοὺς χρόνους καὶ τοὺς μῆνας. τὸ νι ι. ὥσπερ τὸ ὁμοίϊος. οἱ δὲ παρὰ τὸ ἰαύω, τὸ ἐνδιατρίβω, ὡς λέγει Φιλόξενος, καὶ ἐν συνθέσει ἐνιαύω καὶ ἐξ αὐτοῦ ἐνιαυτός, οἷον ὁ ἐνδιάτριπτος χρόνος· καὶ Ὅμηρος ι ἔνθα Κύκλωψ ἐνίαυεν πελώριοσ“

### ε 395

Ἐνιαυτός · παρὰ τὸ ἐν ἑαυτῷ διειληφέναι τὰ πάντα, καὶ τοὺς καρποὺς καὶ τὰς τροφάς

### ε 396

Ἔνιγμα · εἰς τὸ Αἴνιγμα. Ὁμήρου

### ε 397

Ἐνὶ οἴκω Α ·. ὀρθοτονεῖται ἡ ἐνί πρόθεσις· ἔστι δὲ κατὰ πλεονασμὸν τοῦ ι. ἰστέον δέ, ὅτι τότε ἀναστρέφονται αἱ προθέσεις, ὅτε λείπει ῥῆμα· γίνεται δὲ ἀντὶ ῥήματος· οἷον Α πάρ’ ἔμοιγε“, Γ πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν“, φ ἔνι τοι φρένες οὐδ’ ἠβαιαί“. καὶ ὅτε μεταξὺ δύο ὀνομάτων τεθῇ· ἔστι δὲ ἡ σύνταξις αὕτη, Ε ξύλοχον κάτα βοσκομενάων“· πρότερον δὲ τὸ ὄνομα· Ε Ξάνθῳ ἔπι δινήεντι“, Ν νηῶν ἄπο καὶ κλισιάων“. καὶ ὅτε ὑποτέτακταί τινι ἀμέσως, οἷον Α ᾧ ἔπι“ ἀντὶ τοῦ ἐφ’ ᾧ. καὶ ὅτε εὑρεθῇ ἐπὶ τέλους ὂν, ο Ἀρτέμιδι ξύν“. εἰ δὲ μὴ οὕτως ἔχοι, ὀρθοτονεῖται καὶ φυλάττει τὸν ἴδιον τόνον. τὸ δὲ ἐνί ὀρθοτονεῖται μετὰ ὀνόματος, ἵνα μὴ ἀναστρεφόμενον σημαίνῃ ῥῆμα

### ε 398

Ἐνίοτε ·. ἐπίρρημα χρόνου δηλωτικόν. ἡ ἔν πρόθεσις προσλαμβάνει τὸ ι καὶ καταβιβάζει τὸν τόνον. Γεωργίου. Ὁμήρου

### ε 399

Ἐνιπεύς · ὄνομα ποταμοῦ. διὰ τοῦ ι · ἀπὸ γὰρ τοῦ ἐνιπή τοῦ σημαίνοντος τὴν ἀπειλὴν γέγονε. τὸ δὲ ἐνιπή γέγονεν ἀπὸ τοῦ ἐνίπτω, ὅ ἐστιν ἡ ἐπίπληξις καὶ ἡ λοιδορία

### ε 400

Ἐνιπή · ἡ διὰ λόγων ἐπίπληξις· παρὰ τὸ ἔπω καὶ ἐννέπω

### ε 401

Ἐνίπτω · εἰς τὸ Ἠνίπαπε. Ὁμήρου

### ε 402

Ἔνισπεν Β ·. ῥῆμα χρόνου ἀορίστου ἢ ἐνεστῶτος καὶ παρατατικοῦ. ἁπλῆ δὲ ἡ λέξις αὐτοῦ· ἀπὸ τοῦ ἴσπω ἐνίσπω ὁ παρατατικὸς ἤνισπον καὶ ἤνισπε καὶ ἔνισπεν, ὡς ἤλαυνεν ἔλαυνεν. οὕτω καὶ χ σὺ δέ μοι νημερτὲς ἐνίσπεσ“· ὥσπερ ἴσχω ἴσχον, οὕτως ἴσπω ἴσπον, καὶ ὥσπερ ἔσχον σχές καὶ ἐπίσχεσ, οὕτως καὶ ἴσπον ἴσπες καὶ ἐνίσπες

### ε 403

Ἐννέα Β · διὰ δύο νν · καὶ ἔνατος δι’ ἑνὸς ν. ψιλοῦται. τὸ ε τῶν ἀριθμῶν πρὸ τῶν δύο νν ψιλοῦται· ὁμοίως καὶ πρὸ τοῦ ἑνός, χωρὶς τῶν συνδέσμων καὶ εἰ μὴ ἐκ κλίσεως εἴη, οἷον Ἐνυώ ἔνδιοι. διὰ τοῦ η πάλιν, οἷον Ζ ἤνις ἠκέστασ“. τὸ ἡνία, ἐπειδὴ παρὰ τὸν ἥσω μέλλοντα γίνεται, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη. πρόσκειται χωρὶς τῶν συνδέσμων“ διὰ τὸ ἕνεκα εἵνεκα. Γεωργίου

### ε 404

Ἐννέα · παρὰ τὸ ἕν καὶ τὸ νέα. σεσημείωται κατὰ πνεῦμα τὸ ἐννέα, ἐπειδὴ εἰ ἐδασύνετο, ἐν λόγῳ ἀνεφίκτῳ καθίστατο· αἱ γὰρ ἁπλαῖ φωναὶ τῶν ἀριθμῶν θεματικαὶ οὖσαι οὐ παραδέχονται ἑτέρου ἀριθμοῦ ἔννοιαν, καθότι αἱ σύνθετοι τὸ τοιοῦτον ἀναδέχονται, ὡς ἔχει ἐν μὲν ἁπλαῖς φωναῖς τὸ δύο τρεῖς τέσσαρες πέντε ἑπτά, ἐν δὲ συνθέτοις τὸ δυοκαίδεκα τρισκαίδεκα καὶ τὰ ἑξῆς. εἴπερ οὖν ὁ ἐννέα ἀριθμὸς ἐδασύνετο, καὶ ἔννοιαν ἂν εἶχε κατ’ ἀρχὴν συνθέσεως ὁμοίως τῷ ἕνδεκα

### ε 405

Ἐννέωροι λ · ἀντὶ τοῦ ἐνναετεῖς· παρὰ τὸ ὧρος τὸ σημαῖνον τὸν ἐνιαυτόν. Ὁμήρου

### ε 406

Ἐννῆμαρ Α ·. κἂν παρὰ τὸ ἦμαρ συντεθῇ, οὐκ ἔστιν ὄνομα, ἀλλ’ εἰς ἐπιρρηματικὴν καὶ ἄκλιτον μετέπεσε σύνταξιν, καὶ σημαίνει χρόνον τινὰ ἢ καιρόν. τοιοῦτόν ἐστι καὶ τὸ ἑξῆμαρ καὶ αὐτῆμαρ καὶ παννῆμαρ. δεῖ γινώσκειν ὅτι οὐδὲν τῶν εἰς αρ συντιθεμένων διὰ τοῦ ι γράφεται, οἷον ἑξῆμαρ αὐτῆμαρ. τὸ δὲ ἦμαρ ἀεὶ μετὰ ἀκλίτων τάττεται. ἐννῆμαρ ἐχρῆν δὲ αὐτὸ προπαροξύνεσθαι ὡς παρ’ οὐδέτερον συγκείμενον· ἀλλ’ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις. τὰ δὲ ἀπὸ τοῦ ἦμαρ συντιθέμενα ἐπιρρήματα προπερισπῶνται, οἷον ἐξῆμαρ ἐννῆμαρ· οὐδὲν γὰρ τῶν εἰς αρ συντίθεται οὐδετέρων

### ε 407

Ἑννύω ·. παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ ν ἕνω, καὶ κατὰ παραγωγὴν ἑνύω, καὶ πλεονασμῷ τοῦ ι εἱνύω· καὶ οἱ Αἰολεῖς τρέπουσι τὸ ι πρὸς τὸ ἐπιφερόμενον ἀμετάβολον, καὶ γίνεται ἑννύω καὶ ἀμφιεννύω

### ε 408

Ἐνόθω · εἰς τὸ Ἐπενήνοθεν

### ε 409

Ἐνοπῇ Γ ·. τὸ ἐνοπῇ καὶ κλαγγῇ ἐπιρρήματά εἰσι ποιότητος, ὡς τὸ σιγῇ· γίνεται παρὰ τὸ ὄψ, ὃ σημαίνει τὴν φωνήν, καὶ γράφεται διὰ τοῦ ο μικροῦ. λοιπὸν ἐκ τῆς ὀπός γενικῆς γίνεται μετὰ τῆς ἔν προθέσεως ἐνοπῇ. ὁ κανών· τὰ ἀπὸ διαφόρων πτώσεων

### ε 410

Ἔνος · εἰς τὸ Ἄφενος καὶ Ἐς νέωτα καὶ Ξένος καὶ Ὀλβιόδαιμον καὶ Ὁπηνίκα

### ε 411

Ἔνοσις · εἰς τὸ Εἰνοσίφυλλον

### ε 412

Ἐνόσω · εἰς τὸ Ἐπενήνοθεν

### ε 413

Ἐνοχλῶ · ἐκ τοῦ ὄχλος· τοῦτο παρὰ τὸ ἀχλύς· τοῦτο παρὰ τὸ ἄγαν καὶ τὸ εἰλύω, τουτέστιν ἡ ἄγαν ἀποκρύπτουσα καὶ συγκλείουσα. Ὁμήρου

### ε 414

Ἔντεα Κ · ὅπλα· ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκεπάζειν τὸ σῶμα· ἢ τὰ πρὸς τὴν εὐωχίαν σκεύη· ἢ παρὰ τὸ ἐντὸς περιλαμβάνειν τὸ σῶμα. Ὠρίωνος καὶ δφ

### ε 415

Ἔντερα · παρὰ τὸ δι’ αὐτῶν ῥεῖν τὴν τροφήν· ἢ διὰ τὸ ἐντὸς ῥεῖν· ἢ παρὰ τὸ ἐντὸς εἰλεῖσθαι, ἔντελόν τι ὄν, τὸ ἐντὸς εἰλούμενον

### ε 416

Ἐντόσθια ·. παρὰ τὸ ἐντός ἐπίρρημα, ὃ σημαίνει τὸ ἔσω, ἐντόσθια, τὰ ἔσω τοῦ σώματος κείμενα. οἱ δὲ λέγουσιν ἐνδόσθια

### ε 417

Ἐνυάλιον ἐπηχούσῃ · τορόν τι καὶ ἐνυάλιον“, πολεμικόν. παρὰ τὸ τὴν Ἐνυὼ προστάτιν δαίμονα τοῦ πολέμου εἶναι· κτητικῷ τύπῳ Ἐνυώ ἔνυος καὶ πλεονασμῷ τοῦ αλι ἐνυάλιος ἐγένετο, ὁ προσφιλὴς τοῖς τῆς θεᾶς τῆς Ἐνυοῦς ἔργοις. καὶ εἰς τὸ Ἐνάριζοι

### ε 418

Ἐνύπνιον Β ·. ἐπίρρημα· ἀπὸ γὰρ ὀνόματος μετήχθη εἰς ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως ἢ ἐν ὕπνῳ. Ὠρίωνος

### ε 419

Ἐνύπνιον · ἐν ὕπνῳ ὂν καὶ μόνον

### ε 420

Ἐνυώ ·. ἀπὸ τοῦ ἐναΰειν τοῖς πολεμίοις τὴν μάχην, ὅθεν ὑσμίνη, ἡ μάχη. καὶ εἰς τὸ Ἄποινα

### ε 421

Ἐν χρῷ · ἐγγὺς καὶ πρὸς αὐτῷ τῷ χρωτί· ἀποκοπῇ τῆς τι συλλαβῆς μετὰ τῆς ἔν προθέσεως· ἐν χρῷ γὰρ καὶ μετὰ τοῦ ν καὶ μετὰ τοῦ γ

### ε 422

Ἐν χρῷ κόσμησις · ἰστέον ὅτι δύο μέρη λόγου ἐστὶ τὸ ἐν χρῷ, πρόθεσις δηλονότι καὶ ὄνομα, καὶ οὐχ ὥς τινες ἐνόμισαν ἐπίρρημα. καὶ προσγραφομένου μὲν τοῦ ι ἡ κλίσις τοῦ χρώς Ἀττική· ὁ χρώς γὰρ τοῦ χρῶ τῷ χρῷ τὸν χρών, ὥσπερ Ἀττικῶς ὁ γέλως τοῦ γέλω τῷ γέλῳ τὸν γέλων. μὴ προσγραφομένου δὲ εὔδηλον ὡς ἀποκοπῆς γενομένης τῆς τελευταίας συλλαβῆς ἐν χρῶ εἴρηται· χρωτί γάρ, καὶ ἀπεκόπη. ἐν χρῷ δὲ κόσμησιν λέγομεν τὴν εἰς βάθος κουρὰν καὶ βάθος πρὸς αὐτῷ τῷ σώματι

### ε 423

Ἕνωσις · ἡ κρᾶσις

### ε 424

Ἔνω · εἰς τὸ Ἄποινα καὶ Ἐναρίζοι

### ε 425

Ἕξ · πόθεν; παρὰ τὸ ἐξισάζειν αὐτὸν τοῖς οἰκείοις μέρεσιν

### ε 426

Ἔξ · πρόθεσις. εἰς τὸ Εἴσω. Σελεύκου

### ε 427

Ἐξάδιος · ὁ ἐξοχὴν ἐν τῷ διώκειν ἔχων

### ε 428

Ἐξαιρέτως · ἐπίρρημα μεσότητος· τὸ ἀρσενικὸν ὁ ἐξαίρετος καὶ τὸ θηλυκὸν ἡ ἐξαίρετος. ἐκ τοῦ αἱρῶ, τὸ προαιροῦμαι. σεσημείωται τὸ αἱρῶ δασυνόμενον. αἱρῶ οὖν αἱρετός καὶ ἐξαίρετος· προπαροξύνεται, ἐπειδὴ τὰ διὰ τοῦ ετος ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεσθαι θέλει, οἷον ἀριδείκετος ἀμαιμάκετος παλινάγρετος, χωρὶς εἰ μὴ ἁπλᾶ ὄντα πρὸ τοῦ ε τὸ π ἔχει ἢ ἀπὸ ῥήματος συνθέτου γέγονε. πρόσκειται εἰ μὴ ἁπλᾶ ὄντα πρὸ τοῦ ε τὸ π ἔχει“ διὰ τὸ Ἰαπετός· ἢ ἀπὸ ῥήματος συνθέτου“ διὰ τὸ ἐπαινετός καὶ ἐπαινέσω. σεσημείωται τὸ ἀφυσγετός, ὃ σημαίνει τὴν ἀκαθαρσίαν. Νικήτου

### ε 429

Ἐξαιρουμένους ·. τὸ θέμα ἐξαιρῶ ἐξαιροῦμαι καὶ ἡ μετοχὴ ἐξαιρούμενος. τοῦτο δὲ παρὰ τὴν ἔξ πρόθεσιν καὶ τὸ αἱρῶ τὸ ἐπὶ κακῷ παραλαμβανόμενον, ὅπερ καὶ περισπᾶται καὶ δασύνεται· ἐξ οὗ γίνεται καὶ διαιρῶ καὶ συναιρῶ καὶ καθαιρῶ καὶ ἐξαιρῶ καὶ ἀφαιρῶ. ὅταν δὲ βαρύνηται καὶ ψιλῶται, καὶ ἐπὶ κακῷ παραλαμβάνεται, οἷον αἴρω ὑπαίρω καταίρω καὶ εἴ τι ὅμοιον

### ε 430

ἐξανεψιοί διαφέρει· βαρυτόνως μὲν οἱ ἀμέριμνοι, ὀξυτόνως δὲ οἱ πρὸς γένος

### ε 431

Ἐξάντης · ἐξεστηκώς, μαινόμενος· ἢ ἀβλαβής. Χοιροβοσκοῦ

### ε 432

Ἐξ ἀνυμφεύτου · ἔστι νύμφη, ἐκ τούτου παράγωγον νυμφεύω καὶ ῥηματικὸν ὄνομα νυμφευτός. τὸ δὲ νύμφη ἀπὸ τοῦ νέαν φαίνεσθαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 433

Ἐξάπινα · σημαίνει τὸ ἐξαίφνης· ἔστι ἐξαίφνης καὶ ἐξ αὐτοῦ γίνεται ἐξαίφινα, καὶ ἀποβολῇ τοῦ ι ἐξάφινα, καὶ τροπῇ τοῦ φ εἰς π ἐξάπινα

### ε 434

Ἑξάς · παρὰ τὸ ἐξισοῦσθαι τοῖς ἑαυτῆς μέρεσι. Γεωργίου

### ε 435

Ἑξείδιον ·. γέγονεν ἀπὸ τῆς ἕξεως γενικῆς, ὥσπερ λέξεως λεξείδιον

### ε 436

Ἐξείληφα ·. λήβω, τὸ λαμβάνω, λήψω λέληφα καὶ εἴληφα ἀποβολῇ τοῦ λ πρὸ τοῦ ε · καὶ ἐφ’ ὧν οἱ Ἀττικοὶ ἀποβάλλουσι τὸ σύμφωνον κατὰ τὸν παρακείμενον, πλεονάζει τὸ ι οἷον μέμαρκα εἵμαρμαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 437

Ἐξεῖρψεν ·. ἔστιν ἔρα, ἡ γῆ, καὶ ἐξ αὐτοῦ γίνεται ἕρπω, τὸ σύρομαι, ἐξ οὗ καὶ ἑρπετόν, τὸ συρόμενον ἐπὶ τὴν γῆν, καὶ ὁ μέλλων ἕρψω, καὶ ὁ ἀόριστος εἷρψα καὶ τὸ τρίτον εἷρψεν καὶ ἐξεῖρψεν

### α 1326

ἀπελεύθερος διαφέρει· ἐξελευθέρους μὲν γὰρ λέγουσι τοὺς διὰ χρέους προσθέτουσ τοῖς δανεισταῖς γενομένους, ἔπειτα ἀπολυθέντας· ἀπελευθέρους δὲ τοὺς συνήθως

### ε 438

Ἐξ ἐμέθεν · ἐξ ἐμοῦ κατ’ ἐπέκτασιν

### ε 439

Ἐξεστηκώς · διχῶς λέγεται παρὰ Θουκυδίδῃ καὶ παρὰ Πινδάρῳ · ὁτὲ μὲν τὸ μαίνεσθαι καὶ ἔκφρονα εἶναι, ὁτὲ δὲ τὸ ὑπαναχωρεῖν καὶ ἐξέρχεσθαι ἢ ἀφίστασθαι δηλοῖ

### ε 440

Ἐξετάζω · παρὰ τὸ ἐτεόν, ὃ σημαίνει τὸ ἀληθές, ἐτεάζω καὶ ἐτάζω καὶ ἐξετάζω, τουτέστι τὸ κατὰ ἀλήθειαν ἀνακρίνω. καὶ εἰς τὸ Ἐτάζω

### ε 441

Ἐξέτιλα · εἰς τὸ Ἐκτῖλαι

### ε 442

Ἐξέτρω · παρὰ τὸ τρῶ, τὸ δηλοῦν τὸ κόπτω, τρώσω καὶ τρώω τρώεις· Ὅμηρος φ οἶνός σε τρώει μελιηδήσ“. ἐκ τοῦ τρῶ δὲ τρῶμι καὶ ἔτρων ἔτρως ἔτρω καὶ ἐξέτρω. Φωτίου

### ε 443

Ἐξέφηνε ·. τὸ θέμα φαίνω, ὁ μέλλων φανῶ, ὁ ἀόριστος ἔφανα καὶ ἐξ αὐτοῦ ἔφαναν αἱ ἀστραπαί σου“, καὶ κατὰ Ἴωνας τροπῇ τοῦ α εἰς η ἔφηνεν

### ε 444

Ἐξήνιοι · ἀλλότριοι· παρὰ τὸ ἔξω ἡνίων γενέσθαι· ἡνία δὲ τὰ λῶρα· ἐκ μεταφορᾶς τῶν ἁρμάτων

### ε 445

Ἐξίλασμα ·. παρὰ τὸ ἱλάω ἱλῶ ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι καὶ ἐξ αὐτοῦ ἐξίλασμα

### ε 446

Ἐξίτηλον · ἀμαυρόν, ἀφανές, εὐτελές, χαῦνον· ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις, ὅταν μὴ ἔχῃ τὸ βάμμα δευσοποιόν, τῷ χρόνῳ ἐξίησι τὸ τεθηλός. τὸ δὲ δευσοποιὸν τίθεται κυρίως ἡ λέξις ἐπὶ τῶν βαπτομένων ἐρίων· δευσοποιὸς γὰρ λέγεται βαφὴ ἡ ἔμμονον καὶ δυσέκπλυτον ἔχουσα τὸ ἄνθος· καὶ Πλάτων δὲ δόξαν δευσοποιὸν εἴρηκεν τὴν ἔμμονον, καὶ δευσοποιὸν πονηρίαν ἀντὶ τοῦ ἔμμονον καὶ δυσέκπλυτον· καὶ τὸ ἔτυμον τῆς λέξεως ἐντεῦθεν. σημαίνει δὲ τὸ ἀφανές, παρὰ τὸ ἐξιέναι τοῦ δήλου, ὅ ἐστι τοῦ φανεροῦ

### ε 447

Ἐξίτηλον · σημαίνει τὸ σκοτεινὸν καὶ ἀμαυρῶδες. τὸ ξι ι καὶ τὸ τη η. πόθεν; ἐκ τοῦ εἶμι, τὸ πορεύομαι, τὸ δυϊκὸν ἴτον, καὶ ἐξ αὐτοῦ ἴτηλον, καὶ μετὰ τῆς ἔξ προθέσεως ἐξίτηλον, παρὰ τὸ ἐξελθεῖν τὸ τεθηλός. ἢ ἐξίτηλα, τὰ ἀπολλύμενα, παρὰ τὸ ἐξιέναι, ὅ ἐστιν ἐξελθεῖν. Ὠρίωνος

### ε 448

Ἐξόδιον ·. παρὰ τὸ ἔξω τῆς ὁδοῦ ἰέναι· ὁδὸς γὰρ ὁ βίος. Χοιροβοσκοῦ

### ε 449

Ἐξοιστρῶ · ἐκ τοῦ οἶστρος· τοῦτο δὲ παρὰ τὸν οἴσω μέλλοντα τὸν σημαίνοντα τὸ φέρω, ὁ ἐπὶ κακῷ φερόμενος. πρώτης συζυγίας τῶν περισπωμένων. τὸ δὲ οἶστρος σημαίνει ἐρεθισμόν, πύρωσιν

### ε 450

Ἐξορία ·. παρὰ τὴν ἔξ πρόθεσιν καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν. καὶ τί ἐστιν ὅρος; λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ἔξορος τοίνυν ὁ ἔξωθεν τοῦ ὁρισμένου τόπου ὤν

### ε 451

Ἐξ οὐρίας πλεῖς · ἀντὶ τοῦ καλῶς· ἔστιν ἐπίρρημα μεσότητος παρὰ τὸν οὖρον, ὃ σημαίνει τὸν φορὸν ἄνεμον. Νικήτου

### ε 452

Ἕξουσι ·. δασύνεται· τῶν πληθυντικῶν μετοχὴ μέλλοντος. δασύνεται, διότι τὸ ε πρὸ τοῦ ξ εἰ μὴ ἀπὸ προθέσεως εἴη, δασύνεται· ἑξῆς, ἕξω τὸ ῥῆμα ἀπὸ τοῦ ἔχω. Νικήτου Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου ἐξουσία ·. παρὰ τὸ ἔχω ἕξω, ἡ μετοχὴ ἕξων, τὸ θηλυκὸν ἕξουσα καὶ ἐξ αὐτοῦ ἐξουσία, ἡ ὑπό τινος κατεχομένη. οὐ δασύνεται δέ, ἐπειδὴ τὸ ῥῆμα μόνον δασύνεται, τοῦτο δὲ οὐχί

### ε 453

Ἔξοχα · εἰς τὸ Ὄχα

### ε 454

Ἐξυπανέστη Β ·. ῥῆμα εἰς μι · τὸ αὐτό ἐστι τὸ ὑπανέστη καὶ ἐξυπανέστη. ἢ οὕτως· κανών ἐστιν ὁ λέγων, ὅτι αἱ προθέσεις ἐπισυντιθέμεναι διεγείρουσι τὴν ἔμφασιν περί τι πλέον, οἷόν ἐστι τὸ προπροκυλινδόμενοσ“, τὸ παραπαρακαταθήκη καὶ τὸ ἐξυπανέστη

### ε 455

Ἐξ ὑπογύου · ἐξ ἑτοίμου, ἐκ τοῦ πρὸ ὀλίγου, ἐκ τοῦ σύνεγγυς· παρὰ τὸ γυῖα, ὃ σημαίνει τὰ μέλη. σημαίνει δὲ καὶ παραυτὰ καὶ ἀπερισκέπτως

### ε 456

Ἕξω · εἰς τὸ Δυσκάθεκτον καὶ Ἕξουσι. Εὐλογίου

### ε 457

Ἐξῳδηκός · πόθεν; ἐκ τοῦ οἰδῶ, τὸ πρήσκω, ὁ μέλλων οἰδήσω, ὁ παρακείμενος ᾤδηκα καὶ μετὰ τῆς ἔξ προθέσεως ἐξῴδηκα καὶ ἡ μετοχὴ ἐξῳδηκός

### ε 458

Ἐξώκειλεν ·. ἐκ τοῦ κέλλειν ἐγένετο· κέλλειν δέ ἐστι τὸ εἰς τοὔμπροσθεν ἰέναι, ἐξ οὗ καὶ κέλευθος, ἡ ὁδός. συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς

### ε 459

Ἕξωρος Ἔξωρος · παλαιὸς ἢ ἑξαέτης· παρὰ τὸ ὧρος, ὃ σημαίνει τὸν ἐνιαυτόν. λέγονται δὲ ὧροι καὶ αἱ ἀπογραφαί

### ε 460

Ἔξω στηλῶν · ἔξω τῆς οἰκουμένης· ἕως ὅπου γάρ, φασίν, ἔστι πορεύεσθαι, στήλας ἔστησεν Ἡρακλῆς. Εὐλογίου

### ε 461

Ἔοικα · πόθεν; ἔστι ῥῆμα εἴκω, οὗ ὁ μέλλων εἴξω, ὁ παρακείμενος εἶκα, ὁμοίως καὶ ὁ μέσος εἶκα, εἶτα ἐν διαστάσει τοῦ ε καὶ τοῦ ι ἔϊκα, καὶ ἐν πλεονασμῷ τοῦ ο ἔοικα. Νικήτου

### ε 462

Ἔοικεν · ὁμοιοῖ, φαίνεται, πρέπει· γέγονε δὲ παρὰ τὸ εἴκω. ἐγράφη

### ε 463

Ἐοικός · πρέπον, εὔλογον ἢ ἀκόλουθον· λαμβάνεται δὲ ἀντὶ τοῦ τάχα. Εἰς τὸ Ῥητορικόν. ἔστι δὲ μετοχὴ οὐδετέρα ἀπὸ τοῦ εἴκω καὶ χωρεῖ καὶ εἰς ἐπιρρηματικὴν σύνταξιν

### ε 464

Ἐοικότα εἰκότων διαφέρει· τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα, τὰ δὲ ἐμφερείας ἐοικότα

### ε 465

Ἐοικώς Α ·. γίνεται ἐκ τοῦ εἴκω, οὗ ὁ μέσος παρακείμενος εἶκα καὶ ἔεικα καὶ ἔοικα, ὁ μέσος ὑπερσυντέλικος ἐῴκειν. καὶ ὤφειλεν εἶναι ἠοίκειν· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε λέξις Ἑλληνικὴ εὑρίσκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο χωρὶς εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόσκειται εἰ μὴ ἐν διφθόγγῳ εἴη“ διὰ τὸ ἠοῦς καὶ Θ πρωῒ δ’ ὑπηοῖοι“. πρόσκειται ἢ κατὰ διάλεκτον“ διὰ τὸ ἠῶ· διαλύουσι γὰρ οἱ Ἴωνες καὶ λέγουσιν ἠόα. κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβασμὸς τοῦ χρόνου καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο τὸ δὲ ο ἠμείφθη εἰς ω καὶ γέγονεν ἐῴκειν. ὅμοιόν ἐστι καὶ τὸ ἑώρταζον καὶ ἐώλπειν καὶ ἐώργειν

### ε 466

Ἑοῖσι · ἐμοῖς ἐμοῖσι σοῖσι οἷσι καὶ πλεονασμῷ τοῦ ε ἑοῖσι. τὸ ε πλεονάζον τὸ πνεῦμα ἀναδέχεται τοῦ πρὸ αὐτοῦ φωνήεντος

### ε 467

Ἔομαι · εἰς τὸ Ἤμην

### ε 468

Ἔοργα · πόθεν; ἀπὸ τοῦ εἴργω εἴρξω, εἶρξα, εἶρχα ὁ παρακείμενος, ὁ μέσος εἶργα, εἶτα ἀναλύεται εἰς ἃ συνῃρέθη ἡ ει δίφθογγος, εἰς τὰ δύο εε ἔεργα καὶ εἴργω οὗ εἶργα καὶ ἔεργα καὶ τροπῇ τοῦ ε εἰς ο ἔοργα

### ε 469

Ἔοργε Β ·. ῥῆμα μέσου παρακειμένου. καὶ ὤφειλεν εἶναι ὁ ὑπερσυντέλικος ἠόργειν· ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε λέξις. ἐγράφη εἰς τὸ Ἐοικώς. ἐν ἄλλῳ. ἐν διφθόγγῳ“ εἶπεν διὰ τὸ Θ ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα“. κατὰ διάλεκτον“ εἶπεν, διότι οἱ Αἰολεῖς τὴν ἠῶ λέγουσιν ἠόα. ὅμοιόν ἐστιν τὸ ἐώλπειν καὶ τὸ ἐώργειν· ἔσωθεν γὰρ γίνεται ἡ ἐπέκτασις, ἤγουν γράφεται διὰ τοῦ ω μεγάλου

### ε 470

Ἑορτή · παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐρωτή καὶ τροπῇ καὶ ὑπερβιβασμῷ ἑορτή· ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ εἰς τὰ ἑά ὀρούειν, ὅ ἐστι τὰ ἀγαθά· ἐξ οὗ καὶ δασύνεται

### ε 471

Ἐούσης Γ ·. δευτέρου ἀορίστου. τὸ ῥῆμα ἔω σημαίνει τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ὁ δεύτερος ἀόριστος ἦον, ἡ μετοχὴ ἔων καὶ κατὰ συναίρεσιν ὤν. εἰς τὸ ων ὀξεῖαν· τὰ ἐκ βαρυτόνου καὶ ὀξείας πάλιν. καὶ τὸ θηλυκὸν ἐοῦσα καὶ ἐούσης καὶ οὖσα, καὶ πλεονασμῷ τοῦ ι οὐσία

### ε 472

Ἐπαγγελία · τί ἐστιν; εἰς τὸ Ὑπόσχεσις

### ε 473

Ἐπαγωγή ·. παρὰ τὸ ἐπάγεσθαι ἡμῖν τὰ ἄξια τῶν βεβιωμένων

### ε 474

Ἔπαθλον · εἰς τὸ Ἆθλον

### ε 475

Ἔπαινος ἐγκωμίου διαφέρει· ἔπαινος γάρ ἐστιν ὁ λόγος ὁ μίαν πρᾶξιν ἐγκωμιάζων· ἐγκώμιον δὲ τὸ πολλὰς ἐν ἑαυτῷ περιλαμβάνον

### ε 476

Ἐπακτροκέλλης · εἰς τὸ Κέλλω

### ε 477

Ἔπαλξις · ὁ προμαχών. ἐπαλέξησίς τις οὖσα· ἀπὸ τοῦ ἀλεξῶ ῥήματος περισπωμένου· τοῦτο παρὰ τὸ ἀλέγω ἀλέξω, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα μετὰ περισπωμένου τόνου καὶ γίνεται ἀλεξῶ. συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς

### ε 478

Ἐπαμῦναι · εἰς τὸ Ἀμῦναι

### ε 479

Ἐπάν · εἰς τὸ Ἐπήν

### ε 480

Ἐπάνοδος καθόδου διαφέρει· ἐπάνοδος μὲν γάρ ἐστι τὸ ἐπανελθεῖν τινα εἰς τὴν ἰδίαν πατρίδα ἑκουσίᾳ γνώμῃ ἐξελθόντα ἐξ ἀρχῆς μηδενὸς βιασαμένου· κάθοδος δὲ ὁ τὸ ἐναντίον, ὅταν τις ἄκων ἀποδημήσῃ ἢ φυγαδευθεὶς ἢ συμφορᾶς τινος προηγησαμένης διὰ φόβον

### ε 481

Ἐπάσαντο Α ·. μέσου ἀορίστου πρώτου· τὸ θέμα πατῶ, ὅπερ ἀπὸ τοῦ μασῶμαι· τοῦτο παρὰ τὸ μάσσω, τὸ μαλάσσω. πατῶ οὖν· δηλοῖ τὸ ἐσθίω· ὁ μέλλων πατήσω καὶ κατὰ συγκοπὴν πάσσω. ἐντεῦθεν γέγονε καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα. Ὁμήρου

### ε 482

Ἐπασσύτερος Α · ἐπάλληλος, πυκνός· παρὰ τὸ ἆσσον, ὅ ἐστιν ἐγγύς, ἀσσύτερος καὶ ἐπασσύτερος

### ε 483

Ἐπαυρεῖν · εἰς τὸ Ἀπούρας

### ε 484

Ἐπαφρόδιτος · εἰς τὸ Ἀνεπαφρόδιτος

### ε 485

Ἐπεβάτευσεν · ἐπῆλθεν, ἐπέβη· κυρίως δὲ ἐπὶ νηός. ἐπιβάται δὲ λέγονται οἱ μὴ ἐρέσσοντες, ἀλλὰ μαχόμενοι· καὶ ἐπιβατικὰ ἐν τοῖς πλοίοις, ἃς ἡμεῖς παρενθήκας λέγομεν. Ὁμήρου

### ε 486

Ἐπείη Β · ῥῆμα εὐκτικὸν τῶν εἰς μι · σημαίνει δὲ τὸ ἐπιμείνειε

### ε 487

Ἐπεί Β · ἐκ τῆς ἐπί προθέσεως καὶ τοῦ εἴ συνδέσμου. τὸ εἴ δίφθογγον, διότι οἱ Δωριεῖς αἴ λέγουσιν· ἔθος γὰρ ἔχουσιν οἱ Δωριεῖς τὸ ε εἰς α τρέπειν, τὸ γὰρ Ἄρτεμις Ἄρταμις λέγουσι καὶ τὸ τρέχω τράχω· οὕτως καὶ τὸ εἴ αἴ τὸ ει ει καὶ τρέπουσι τὸ ε εἰς α καὶ μένει τὸ ι καὶ τὸ αἴγειον αἴγαιον λέγουσιν

### ε 488

Ἐπείγω · εἰς τὸ Ἠπειγμένοι

### ε 489

Ἐπειῆ Α · περισπᾶται τὸ η ἀντὶ τοῦ δή παραπληρωματικοῦ

### ε 490

Ἔπεισι Α ·. παρὰ τὸ εἶμι, τὸ πορεύομαι, τὸ τρίτον εἶσι, ὡς τίθημι τίθησι, καὶ μετὰ τῆς ἐπί προθέσεως ἔπεισι. τὸ δὲ εἶμι παρὰ τὸ ἔω, τὸ περιπατῶ, εἴω, ὡς βῶ βέω βείω καὶ κῶ κέω κείω, καὶ ἐξ αὐτοῦ εἶμι

### ε 491

Ἔπεισι · ἐκ τοῦ ἔπειμι, τὸ καταλαμβάνω· τρίτου προσώπου τῶν ἑνικῶν. Ὁμήρου

### ε 492

Ἔπειτα · ἐπίρρημα χρόνου δηλωτικόν. τὸ πει δίφθογγον. ἐκ τῆς ἐπί προθέσεως καὶ τοῦ εἶτα· τοῦτο ἐκ τοῦ εἴ συνδέσμου κατ’ ἐπέκτασιν τῆς τα συλλαβῆς. ὁ δὲ εἴ συναπτικὸς γράφεται διὰ διφθόγγου, ὅτι οἱ Δωριεῖς τὴν ει δίφθογγον εἰς αι τρέπουσι· τὸ γὰρ κύπειρονκύπαιρον λέγουσιν

### ε 493

Ἐπεκερτόμει · ἐχλεύαζεν, ἔσκωπτεν, ἠρέθιζεν· παρὰ τὸ κέαρ, ὃ σημαίνει τὴν ψυχήν, καὶ τὸ τέμνω· κερτομεῖν οὖν τὸ κέαρ τέμνειν

### ε 494

Ἐπέκτασις · εἰς τὸ Κενεών

### ε 495

Ἐπενήνοθεν Β ·. ῥῆμα μέσου παρακειμένου· ἔστι τὸ θέμα ἔθω, τὸ ἐξ ἔθους ἐπιμελοῦμαι, ὅθεν καὶ ἔθειρα, ἡ θρίξ, καὶ μετὰ τῆς ἔν ἐνέθω, ὁ μέλλων ἐνέσω, ὁ παρακείμενος ἤνεκα, ὁ μέσος ἤνεθα. καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρακειμένων τρέπουσιν εἰς ο ὥσπερ τὸ πέπεμφα πέπομφα· οὕτως καὶ τοῦτο· ὁ γὰρ παρακείμενός ἐστιν ἤνεκα, τροπῇ Ἀττικῇ ἤνοκα, ὁ μέσος ἤνοθα καὶ ὁ Ἀττικὸς ἐνήνοθα. ἔστι δὲ καὶ ἄλλως· ὄθω, τὸ κινῶ, ὁ μέλλων ὄσω, ὁ παρακείμενος ὦκα, ὁ μέσος ὦθα, καὶ ταῦτα μετὰ τῆς ἔν προθέσεως ἐνόθω, ἐνόσω· τὸ ο μικρόν· ὁ παρακείμενος ἐνήνοκα, ἐνήνοθα ὁ μέσος, τὸ τρίτον ἐνήνοθεν. Εὐλογίου Ὁμήρου

### ε 496

Ἐπενήνοθεν Β · πόθεν γίνεται; λέγομεν ὅτι ἀπὸ τοῦ ἐνέθω ἐνέσω ἤνεκα ἤνεθα. προσέλαβε τὰ κατ’ ἀρχὴν τῶν Ἀττικῶν καὶ τὸ ε τρέπεται εἰς ο καὶ γίνεται ἐνήνοθα. προσέλαβε τὴν ἐπί πρόθεσιν καὶ ἐγένετο ἐπενήνοθα καὶ τὸ τρίτον πρόσωπον ἐπενήνοθεν

### ε 497

Ἐπεσβόλος Β · ὁ φλύαρος. ἐπεσβόλος ἐκ τοῦ ἔπος καὶ τοῦ βάλλειν. καὶ βαρύνεται· τὰ γὰρ παρὰ τὸ βάλλω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον ἐλαφηβόλος ἑκηβόλος. εἶπε μὴ μετὰ προθέσεωσ“ διὰ τὸ ἀμφίβολος πρόβολος, ὁ πρόμαχος, ὁ προβεβλημένος

### ε 498

Ἐπέσκηψεν · ἐνετείλατο ἢ προεφασίσατο. καὶ σκῆψις, ἡ πρόφασις· ἔστι δὲ καὶ δίκη τις οἷον ὑπωμοσία καὶ παραγραφή· Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον ἀλλ’ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφοτέραις αὐτῶν ἐπεδείξω“. ἔστι δὲ ὄρχησίς τις ἡ σκῆψις. γέγονε δὲ παρὰ τὸ σκέπτομαι σκέψις καὶ τροπῇ τοῦ ε εἰς η σκῆψις. ἔστι δὲ ἐπισκηψάμενον“ ἐπιβαρήσαντα, καὶ ἐπισκήψασθαι“ ἐπιβαρῆσαι καὶ ἐπισημειώσασθαι. τὸ ἐπισκήπτω συντάσσεται μετὰ δοτικῆς

### ε 499

Ἐπέσσυται Α ·. παθητικὸς παρακείμενος τῶν εἰς μι · ἔστι ῥῆμα σῶ, τὸ ὁρμῶ· ἐκ τούτου παράγωγον σύω καὶ ἐξ αὐτοῦ σῦμι, ὁ μέλλων σύσω, ὁ παρακείμενος σέσυκα καὶ τὸ παθητικὸν σέσυμαι, τὸ τρίτον σέσυται καὶ ἐν ὑπερθέσει τοῦ ε ἔσσυται. πάλιν ἐκ τοῦ σῶ γίνεται κατὰ παραγωγὴν σεύω, ὁ ἐνεστὼς παθητικὸς κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν σεύονται

### ε 500

Ἐπετοξάζοντο · εἰς τὸ Ὁ ἄρθρον. Ὁμήρου

### ε 501

Ἐπήν Δ ·. ἐπάν καὶ Ἰωνικῶς ἐπήν· ἀπὸ τοῦ ἐάν ἄν, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπάν καὶ ἐπήν

### ε 502

Ἐπήρεια · ἐκ τοῦ Ἄρης Ἄρεος ἐπάρεια· κυρίως ἡ ἐν τῷ πολέμῳ καταδρομή. Ἄρης οὖν ὁ πόλεμος, θηλυκὸν ἄρεια, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιάρεια, καὶ τροπῇ τοῦ α εἰς η ἐπήρεια ἀποβολῇ τοῦ ι. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 503

Ἐπηρμένος ·. ἐκ τοῦ ἐπαίρω ἐπαρῶ ἐπῆρκα ἐπῆρμαι καὶ ἐπηρμένος

### ε 504

Ἔπι Γ · πρόθεσίς ἐστι παραλαμβάνουσα ἢ σημαίνουσα ῥῆμα· ἔστι δὲ ἰδίωμα τοῦ ποιητοῦ τοῦτο λέγειν, ὅτι ὥσπερ τὰ ῥήματα πολλάκις ἐλλειπτικά εἰσι τῶν προθέσεων, ὡς τὸ Ν ἔρχομαι, εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι“ καὶ Λ ἔρχομαι ὄφρ’ Ἀχιλλῆϊ δαΐφρονι μῦθον ἐνίσπω“ ἀντὶ τοῦ ἀπέρχομαι, οὕτως καὶ αἱ προθέσεις ἐλλειπτικαί εἰσι τῶν ῥημάτων σημαίνουσαι ῥῆμα, οἷον Α ἐπεὶ οὔ τοι ἔπι δέοσ“ καὶ Γ οὕνεκα καλὸν εἶδος ἔπ’“ ἀντὶ τοῦ ἔπεστιν, καὶ Ξ Ψ ἐπεὶ οὔ τοι πάμπαν ἔνι φρένεσ“ ἀντὶ τοῦ ἔνεισιν

### ε 505

Ἐπιβάλλειν ·. παρὰ τὸ δέον βάλλειν· ἡ γὰρ ἐπί ὧδε τὸ δέον σημαίνει

### ε 506

Ἐπιβάτης · εἰς τὸ Ἐπεβάτευσεν

### ε 507

Ἐπιβόητος · εἰς τὸ Διαβόητος

### ε 508

Ἐπιγουνίς ·. παρὰ τὸ ἐπάνω τοῦ γόνατος εἶναι τὸν τοιοῦτον μῦν· Ὅμηρος ς οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει“

### ε 509

Ἐπιδέξια Β ·. ἐπίρρημα μεσότητος· ἡ εὐθεῖα ἐπιδέξιος. διὰ τί προπαροξύνεται; ἐπειδὴ τὰ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει προπαροξύνεται, εἰ μὴ παρασύνθετον εἴη, θεόδμητος δουρίκλειτος ἄκρατος τερπικέραυνος· καὶ χωρὶς τῶν ἐπὶ ἔθνους· ἐκεῖνα γὰρ τὸν αὐτὸν τόνον φυλάττουσιν ἐν τῇ συνθέσει, οἷον Ἀχαιός φιλαχαιός, Βοιωτός φιλοβοιωτός· καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἡ ὀξεῖα τάσις, ὡς τὸ λοιγός βροτολοιγός, ἵνα φυλαχθῇ ἡ ἐνέργεια· βροτολοιγὸς γάρ ἐστιν ὁ φθείρων τοὺς ἀνθρώπους· τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. ὁμοίως καὶ τὸ ἀθηρηλοιγός. συναπηνέχθη δὲ τούτοις κατὰ σχηματισμὸν τὸ τραπεζολοιχός καὶ ὀξύνθη. κλίνεται δὲ ὁ ἐπιδέξιος τοῦ ἐπιδεξίου καὶ τὸ ἐπιδέξιον καὶ τὰ ἐπιδέξια καὶ ἐπιρρηματικῶς ἐπιδέξια, ὡς ἐνδέξια. καὶ φυλάττει τὸν αὐτὸν τόνον· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα ὁμότονα τοῖς ὀνόμασι καθέστηκεν, οἷον ἐπιεικές συνεχές διαμπερές ἀτρεκές. τὸ δὲ ἄληθες ἀντὶ τοῦ ἀληθῶς παρὰ Ἀττικοῖς οὐχ ὁμοτόνως· ὁμοίως τὸ ἐπάναγκες καὶ τὸ χάριεν, οἷον χάριεν διελέχθη ὁ ἄνθρωποσ“ ἀντὶ τοῦ χαριέντως

### ε 510

Ἐπιδημία · εἰς τὸ Ἀποδημία

### ε 511

Ἐπιεικής · παρὰ τὸ εἴκειν καὶ μὴ ἀντιτείνειν

### ε 512

Ἐπιεικῶς · πόθεν; ἐκ τοῦ εἴκω, τὸ πρέπω, εἰκῶς καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιεικῶς

### ε 513

Ἐπιειμένε Α ·. μετοχὴ πτώσεως κλητικῆς· τὸ θέμα ἕω, ῥηματικὸν ὄνομα ἐτής καὶ πλεονασμῷ τοῦ ς ἐστής καὶ τροπῇ ἐσθής· τούτου ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἐπιειμένος

### ε 514

Ἐπιθαλάμιον · εἰς τὸ Γαμήλιον

### ε 515

Ἐπιθειάσας · ἐπιθαυμάσας, τὸ θεῖον εἰσδεδεγμένος, θεοφορούμενος· παρὰ τὸ θεός ὄνομα θεῶ ῥῆμα, ὁ ἀόριστος ἐθέασα, ἡ μετοχὴ θεάσας καὶ πλεονασμῷ τοῦ ι θειάσας· ἢ παρὰ τὸ θειάζω. συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς

### ε 516

Ἐπιθιγγάνειν · ἐφάπτεσθαι, προσεγγίζειν· παρὰ τὸ θίγω, ὃ σημαίνει τὸ ἐφάπτομαι, γίνεται θιγγάνω καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιθιγγάνω

### ε 517

Ἐπιθρυλλοῦντες · ἐνοχλοῦντες θορυβοῦντες ἐκ τοῦ θρυλλῶ· τοῦτο παρὰ τὸ θροῦς, θροός, θροῶ, καὶ πλεονασμῷ τοῦ λ καὶ τροπῇ τοῦ ο εἰς τὸ υ θρυλῶ. συντάσσεται πτώσει αἰτιατικῇ

### θ 3

θρῆνος διαφέρει· ἐπικήδειον μὲν γάρ ἐστιν ἔπαινος τοῦ τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦ· θρῆνος δὲ τὸ ᾀδόμενον παρ’ αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς

### ε 518

Ἐπίκλην · ἐπωνυμίαν· ἀπὸ τοῦ κλῶ, ὃ γέγονεν ἀπὸ τοῦ καλῶ κατὰ συγκοπήν

### ε 519

Ἐπίκουρος Γ ·. ἡ ἐπί πρόθεσις σημαίνει τὸ δέον καὶ τὸ πρέπον· ἣ πρέπει γὰρ καὶ προσήκει τοῖς νέοις πολεμεῖν καὶ συμμαχεῖν. διαφέρει δὲ ἐπίκουρος συμμάχου· ἐπίκουρος λέγεται ὁ τῶν πολεμουμένων βοηθός, ὡς Σαρπηδὼν Τρώων· οἱ γὰρ Τρῶες ἐπολεμοῦντο· σύμμαχος δὲ ὁ τῶν πολεμούντων, ὡς Ἀχιλλεὺς Ἑλλήνων

### β 240

βοηθοὶ διαφέρουσιν· ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις ἐπικουροῦντες καὶ συλλαμβανόμενοι· βοηθοὶ δὲ οἱ σύμμαχοι τῶν πολεμούντων

### ε 520

Ἐπιμαχεῖν · εἰς τὸ Συμμαχεῖν

### ε 521

Ἐπινήϊον · ἐπὶ τὴν ναῦν· παρὰ τὸ ναίειν, ὅ ἐστιν οἰκεῖν

### ε 522

Ἐπίνοια ·. ἐπέννοιά τις καὶ ἐπενθύμησις

### ε 523

Ἔπιον · εἰς τὸ Θεοπρόπιον

### ε 524

Ἐπιορκεῖν ·. παρὰ τὸ ὑπερβαίνειν τοὺς ὅρκους· ἡ γὰρ ἐπί ἀντὶ τῆς ὑπέρ κεῖται

### ε 525

Ἐπίσωτρα Ε ·. παρὰ τὸ ἐπισεύεσθαι καὶ ἐν τῇ γῇ ἐφορμᾶν

### ε 526

Ἔπιπλα ·. τὰ ἐξ ἐπιπολῆς σκεύη, οἷον ἡ ἐπιπόλαιος κτῆσις καὶ ὅση δυνατὴ πλοΐζεσθαι, ἀλλ’ οὐκ ἔγγειος· ἢ τὰ σκεύη τὰ ἐν χερσὶ καὶ χρειώδη καὶ ἐπιπολάζοντα ἐν τῷ οἴκῳ

### ε 527

Ἐπιπλώσας Γ ·. μετοχὴ ἀορίστου πρώτου ἐστίν· ὁ ἐνεστὼς ἐπιπλώω βαρύτονον διὰ τοῦ ω μεγάλου, ὡς τὸ ζώω καὶ γνώω, ἐξ οὗ καὶ τὸ ἐγνώσθη· οὕτως οὖν ἐστι καὶ τὸ πλώω. γίνεται οὖν ἐκ τοῦ πλέω πλόω διὰ τοῦ ο μικροῦ καὶ πλώω κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω μέγα ποιητικῶς· καὶ βαρύνεται, ἐπειδὴ τὰ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω γενόμενα ῥήματα, εἰ μὲν καθαριεύουσι, βαρύνονται, οἷον ζώω πλώω γνώω, εἰ δὲ οὐ καθαριεύουσι, περισπῶνται, οἷον νωμῶ στρωφῶ. λοιπὸν ἐκ τοῦ πλώω ὁ ἀόριστος πρῶτος ἔπλωσα, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπέπλωσα, καὶ ἡ μετοχὴ ἐπιπλώσας καὶ τὰ λοιπά

### ε 528

Ἐπὶ ῥηγμῖνι θαλάσσης Α · ἐπὶ τῷ αἰγιαλῷ διὰ τὸ ῥήσσεσθαι ἐκεῖ τὰ κύματα τῆς θαλάσσης

### ε 529

Ἐπισκέπτω ·. ἐκ τοῦ σκέπω πλεονασμῷ τοῦ τ σκέπτω· τοῦτο παρὰ τὸ σχέθω, τὸ κωλύω, σχέπω καὶ σκέπω τροπῇ τοῦ χ εἰς κ

### ε 530

Ἐπισκήπτω · εἰς τὸ Ἐπέσκηψεν

### ε 531

Ἐπίσκοπος · ὁ ἐπὶ τῷ σκοπεῖν ὤν

### ε 532

Ἐπισκυνεῖν · σημαίνει τὸ ἐπὶ τοῦ στόματος φιλεῖν. λέγειν δὲ ἐπὶ κύλων κάλλιον· κύλοι γὰρ τὰ βλέφαρα, ἐξ οὗ καὶ Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ ω «ἀνδρῶν ὄμματα θέλγει». ἀπὸ τοῦ ἐπὶ πολὺ καθεύδοντας οἰδεῖν τοὺς ὀφθαλμούς. Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας οὐ διὰ τὸ καθεύδειν, ὡς Ὅμηρος η «ὅτε δὴ μνησαίατο κοίτου», οὐχ ὅτι ὀνειροπομπὸς ἦν, ἀλλ’ ὅτι ὕπνου ἡδέος αἴτιος.“ ὅθεν ἐπισκύνιον τὸν περὶ τῶν κύλων τόπον καλοῦμεν

### ε 533

Ἐπισκύνιον ·. παρὰ τὸ σκύλος, τὸ δέρμα

### ε 534

Ἐπισκύσαι ·. παρὰ τὸ τὸ ἐπισκύνιον καθέλκεσθαι τοῦ χαλεπαίνοντος

### ε 535

Ἐπισπᾶσθαι · εἰς τὸ Ἀσπάσιος

### ε 536

Ἐπιστήμη τέχνης διαφέρει· καὶ γὰρ ἡ μὲν ἐπιστήμη ἄπταιστος κατάληψις ὑπὸ ὀρθοῦ λόγου κατεσκευασμένη

### ε 537

εὐστραφὴς διαφέρει· ἐπιστραφὴς μὲν γὰρ ὁ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς

### ε 538

Ἐπίσωτρα · τὰ ἐπάνω τῶν τροχῶν σίδηρα, ἃ καὶ κανθοὶ καλοῦνται· ἢ τὰ ἔξωθεν τῶν τροχῶν

### ε 539

Ἐπίσσωτρα · τὰ κύκλῳ τῶν τοῦ ἅρματος τροχῶν σίδηρα· παρὰ τὸ σῶ, ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων σώσω, καὶ ὄνομα ῥηματικὸν σῶτρον καὶ μετὰ τῆς ἐπί προθέσεως πλεονασμῷ τοῦ ς ἐπίσσωτρον, τὸ ἐκτὸσ τῶν τροχῶν σιδήριον. ἢ παρὰ τὸ σώζω

### ε 540

Ἐπιτετράφαται Β ·. τὸ ῥῆμα τρέπω, τέτραφα, τέτραμμαι τροπῇ τοῦ ε εἰς α τέτραπται, τετράμμεθα, τέτραφθε καὶ τὸ Ἰωνικὸν τετράφαται καὶ ἐπιτετράφαται

### ε 541

Ἐπιτήδευμα · εἰς τὸ Τέχνη

### ε 542

Ἐπιτηδές Α ·. ἐκ τοῦ ἐπιτηδής συστολῇ τοῦ η καὶ ἔστι ὄνομα ἐπιρρηματικόν. οἱ δὲ ἐκ τοῦ ἐπιτηδής ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἐπιτηδεῖς, ἡ αἰτιατικὴ τοὺς ἐπιτηδές κατ’ ἔλλειψιν

### ε 543

Ἐπιτηδής ·. παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, γίνεται δεής καὶ μετὰ τοῦ στερητικοῦ α ἀδεής, ὁ ἄφοβος, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιαδεής, καὶ ἐκβολῇ τοῦ ε ἐπιαδής, καὶ πλεονασμῷ τοῦ τ ἐπιταδής, καὶ τροπῇ τοῦ α εἰς η ἐπιτηδής, οἱονεὶ ὁ ἀφόβως πάντα ποιῶν

### ε 544

ἐπιτίμιος διαφέρει· ἐπίτιμος μὲν γάρ ἐστιν ὁ ἔντιμος· ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος, ἀφ’ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν· ἐπιτίμησον αὐτῷ“ ἀντὶ τοῦ ἐπίπληξον

### ε 545

Ἐπιτροχάδην · ἠπειγμένως. ὥσπερ τρέχων, ἢ κεφαλαιωδῶς, ἢ ταχέως· ἀπὸ τοῦ τρέχω ῥήματος, ὅπερ ὁ ποιητὴς τρώχω εἴρηκεν ζ αἱ δ’ εὖ μὲν τρώχων“· ἐκ τούτου τροχάδην καὶ ἐπιτροχάδην

### ε 546

Ἐπιτροχάδην Γ · τὸ σύντομον καὶ ταχύ· ἐκ τοῦ τροχός τροχάδην· τὰ γὰρ ἀπὸ ὀνομάτων τῶν εἰς ος γινόμενα ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται, οἷον νόμος νομάδην, σπόρος σποράδην, τρόχος τροχάδην. τὸ δὲ παμπήδην ἐκ τοῦ πάμπαν

### ε 547

Ἐπιφάνεια ·. παρὰ τὸ φαίνεσθαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 548

Ἐπλήγην ὡσεὶ χόρτος · τοῦ κατεπλάγη Ἰωσήφ διαφέρει· τὸ μὲν γὰρ σωματικόν, τὸ δὲ ψυχικόν. Ὁμήρου

### ε 549

Ἐπράθομεν Α · πέρθω, τὸ πορθῶ, ὁ δεύτερος ἀόριστος ἔπραθον, τὸ δὲ πληθυντικὸν ἐπράθομεν

### ε 550

Ἑπτά · ἀπὸ τοῦ ἐπιέναι πρὸς τὸν δέκατον ἀριθμόν, ἢ ἀπὸ τοῦ ἑκάς

### ε 551

Ἑπτά · πόθεν; παρὰ τὸ σεπτὸς εἶναι· τῶν γὰρ ἀριθμῶν οἱ μὲν τίκτουσιν

### ε 552

Ἔπω Γ · σημαίνει δύο· τὸ λέγω καὶ τὸ ἀκολουθῶ. διαφέρει κατὰ τρόπους δύο· ὅτι τὸ μὲν ἔπω, τὸ λέγω, ψιλοῦται, τὸ δὲ ἀκολουθῶ δασύνεται· καὶ ὅτι τοῦ μὲν ἔπω, τὸ λέγω, τὰ ἐνεργητικὰ εἴρηνται, τὰ δὲ παθητικὰ οὐχί, τοῦ δὲ ἀκολουθῶ τὰ παθητικά, οἷον ἕπομαι καὶ εἱπόμην, ποιητικῶς ἑπόμην, τὸ δὲ ἐνεργητικὸν οὐχί. καὶ τὸ δυϊκὸν ἑπόμεθον, καὶ τὸ τρίτον ἑπέσθην, καὶ ποιητικῶς πλεονασμῷ τοῦ ς ἑσπέσθην. ἀμφιέπω δὲ καὶ περιέπω. καὶ εἰς τὸ Ἄσπετος καὶ Ἄψ καὶ Δίεπε καὶ Εἴπαισαν καὶ Εἶπον καὶ Εὐεπίης καὶ Ἠέλιος καὶ Ἠπεροπευτής καὶ Ἠπιώτατος καὶ Νοσφιζοίμεθα καὶ Πώγων καὶ Σάλπιγξ

### ε 553

Ἐπῶν ·. ὄνομα οὐδέτερον· ἡ εὐθεῖα τὸ ἔπος· τοῦτο παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ἔπος ἔπους, ἔπεα ἔπη, ἐπέων ἐπῶν

### ε 554

Ἐπῴχετο · οἴχω, οἴχομαι, ᾠχόμην, ᾤχετο

### ε 555

Ἔρα · εἰς τὸ Ἀπερύκειν καὶ Ἔνερθεν καὶ Ἔνεροι καὶ Ἐνερόχρωτες καὶ Ἐξεῖρψεν καὶ Ἐρυσίβη καὶ Ἥρωες

### ε 556

Ἔραζε · εἰς τὸ Χαμᾶζε

### ε 557

Ἐρᾶν τοῦ ποθεῖν διαφέρει· ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας

### ε 558

Ἔρανος · τὸ ἐκ συνεισφορᾶς δῶρον, ἢ ἐντολή, ἢ συλλογή· ἀπὸ τοῦ ἐρῶ, ὃ σημαίνει τὸ ἐπιθυμῶ. ἐρῶ δέ, τὸ ἐπιθυμῶ, συντάσσεται μετὰ γενικῆς· ἐρῶ, τὸ λέγω, συντάσσεται δοτικῇ· ἐρῶ, τὸ ἐρωτῶ, συντάσσεται αἰτιατικῇ· ἔρρω, τὸ φθείρω, αἰτιατικῇ. Εὐλογίου

### ε 559

Ἐράσθην · πόθεν ἐστίν; εἰ γὰρ ἀπὸ τοῦ ἐρῶ ἐρᾷς, ἐράσθην ἔδει εἶναι, ὡς φυρῶ φυρᾷς ἐφυράθην, τοῦ α τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μετὰ τοῦ ρ ὑπάρχοντος ἢ μετὰ φωνήεντος ἐκτεινομένου, περάσω ἐάσω· εἰ δὲ μετὰ τοῦ λ συστέλλεται, γελάσω. ὅταν δὲ ὁ παρακείμενος ἀπὸ περισπωμένου μακρᾷ παραλήγηται, οὐ λαμβάνει τὸ ς ἐν τῷ παθητικῷ, νενόηκα νενόημαι ἐνοήθην, κεχρύσωκα κεχρύσωμαι ἐχρυσώθην, πεφύρακα πεφύραμαι ἐφυράθην, κεκονίακα κεκονίαμαι ἐκονιάθην. πῶς οὖν τὸ ἐράσθην ἔλαβε τὸ ς εἴπομεν ὡς τὸ α τῆς δευτέρασ συζυγίας τῶν περισπωμένων μετὰ τοῦ ρ μακρὸν ὑπάρχει· οὐ γέγονε δὲ ἀπὸ τοῦ ἐρῶ ἐρᾷς, ἀλλ’ ἀπὸ τοῦ ἐράζω τῆς τετάρτης συζυγίασ τῶν βαρυτόνων, καὶ ὡσ πειράζω ἐπειράσθην καὶ πελάζω ἐπελάσθην, οὕτως ἐράζω ἐράσθην. Γεωργίου

### ε 560

Ἐρασῖνος ·. παρὰ τὸν ἐράσω μέλλοντα γέγονεν

### ε 561

Ἐρατεινή Γ ·. ἐκ τοῦ ἐρατός, ὃ σημαίνει τὸν ἐπιθυμητόν, γίνεται ἐρατεινός. τὸ δὲ ἐρατός ἐκ τοῦ ἐρῶ, τὸ φιλῶ

### ε 562

Ἐργαζόμενον · εἰς τὸ Ἑκάεργος. Χοιροβοσκοῦ

### ε 563

Ἔργον ·. παρὰ τὸ ῥέζω, τὸ πράττω, ῥέγον καὶ ἔργον. σημαίνει δὲ τρία· τὴν παρασκευὴν τοῦ πολέμου, Δ ἔνθα κεν οὐκ ἔτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών“· σημαίνει δὲ καὶ τὰ γεώργια, Ε πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε“· σημαίνει δὲ καὶ τὸ κοινῶς νοούμενον, ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε“. Χοιροβοσκοῦ

### ε 564

Ἐργῶδες · ἀντὶ τοῦ δυσχερέστατον· παρὰ τὸ ἐργώδης· τοῦτο παρὰ τὸ ἔργον. τὸ γω μέγα· τὰ διὰ τοῦ ωδης ἀρσενικὰ εἴτε τρισύλλαβα εἴτε ὑπὲρ τρεῖς συλλαβὰς διὰ τοῦ ω μεγάλου γράφεται. χωρὶς τῶν παρὰ τὸ πούς ποδός συντεθειμένων, ὡς ἔχει τὸ τριπόδης καὶ τετραπόδης. Ὁμήρου

### ε 565

Ἔρδω ·. παρὰ τὸ ῥέζω. καὶ εἰς τὸ Ῥέξας

### ε 566

Ἐρεμβοί · οἱ Ἄραβες· εἰσὶν γὰρ ἀπὸ Ἄραβος βασιλέως Βαβυλῶνος

### ε 567

Ἔρεβος ·. παρὰ τὸ εἰς τὴν ἔραν βαίνειν· ἢ παρὰ τὸ ἐρέφω, τὸ στεγάζω, ἔρεφος καὶ Ἔρεβος, τὸ ὑπὸ τῆς γῆς ἐστεγασμένον. καθὼς καὶ τῷ ποιητῇ δοκεῖ, ἐν ἀρχῇ ἦν Ἔρεβος καὶ Χάος. καὶ εἰς τὸ Λιβρός

### ε 568

Ἐρεθίζω ·. παρὰ τὸ ἐρέθω γίνεται, τὸ παροξύνω· τοῦτο παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρέθω, ὥσπερ παρὰ τὸ φλέγω φλεγέθω καὶ νέμω νεμέθω καὶ εἴκω εἰκάθω

### ε 569

Ἔρεθε Γ · ἐκ τοῦ εἴρω, τὸ λέγω. ἐρεθίζω δὲ ἐκ τοῦ ἔρις, ἐρίζω καὶ ἐρεθίζω· ἢ παρὰ τὸ ἐρέθω τὸ ἐρεθίζω. ὡς λέπω λεπίζω· ἐρεθισμὸν δὲ λέγομεν καὶ τὸν τῶν ἐχθρῶν ἔπαινον ἢ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρέθω καὶ ἐρεθίζω

### ε 570

Ἐρείδω ·. τὸ ει δίφθογγον, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἐρηρέδαται. ὁ Ἀττικὸς παρακείμενος ἐρήρεικα, ἀλλ’ οὐ συστέλλεται διὰ τὸ μὴ συνεμπεσεῖν τῷ ἀπὸ τοῦ ἐρίζω

### ε 571

Ἐρείδω · τὸ ἐπακουμβίζω· καὶ ὁ μέλλων ἐρείσω, ὁ παρακείμενος ἤρεικα καὶ ἐρήρεικα, ὁ παθητικὸς ἤρεισμαι καὶ ἐρήρεισμαι, ἡ μετοχὴ ἠρεισμένος καὶ ἐρηρεισμένος. καὶ εἰς τὸ Ἔρις. Γεωργίου

### ε 572

Ἐρείκη · ἔστιν εἶδος δένδρου εὐχερῶς σχιζομένου· γέγονε δὲ ἀπὸ τοῦ ἐρείκω τοῦ σημαίνοντος τὸ σχίζω

### ε 573

Ἐρείκειν · σχίζειν· παρὰ τὸ ἐρείκην τὸ δένδρον εὔσχιστον εἶναι. Γεωργίου

### ε 574

Ἔρειξις · σημαίνει τὴν κατεσχισμένην γῆν· ἀπὸ γὰρ τοῦ ἐρείκω ἐρείξω γέγονεν. Ὁμήρου

### ε 575

Ἐρείομεν Α · ἐρείω τὸ θέμα· ἐκ τοῦ ῥῶ ῥείω καὶ ἐρείω

### ε 576

Ἐρείπω ·. παρὰ τὸ ἔρα τὸ σημαῖνον τὴν γῆν γίνεται ἐράπτω καὶ ἐρέπτω, καὶ κατὰ πρόσθεσιν τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω

### ε 577

Ἐρεμνή ·. παρὰ τὸ ἐρεβεννή κατὰ συγκοπήν

### ε 578

Ἐρεπτόμενοι Θ ·. παρὰ τὸ ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, τροφὴν λαβεῖν· κυρίως δὲ ἐπὶ τῶν κτηνῶν

### ε 579

Ἐρέσσω · εἰς τὸ Ὑπηρέτης

### ε 580

Ἐρεσχελία · παρὰ τὸ ἔριν ἐν τοῖς χείλεσιν ἔχειν. ἐξ οὗ καὶ τὸ ἐρεσχηλούντων καὶ ἐρεσχηλής. συντάσσεται μετὰ αἰτιατικῆς

### ε 581

Ἐρέτης · ὁ κωπηλάτης· παρὰ τὸ ἐρέσσω· τοῦτο παρὰ τὸ ἔλω, τὸ ἐλαύνω, ἐλέσσω καὶ ἐρέσσω. καὶ εἰς τὸ Εἰρεσία

### ε 582

Ἐρετμόν ·. παρὰ τὸ ἔλω ἐλέσσω παράγωγον καὶ ἐρέσσω καὶ ἐρετμός. καὶ εἰς τὸ Ἐς δ’ ἐρέτας

### ε 583

Ἐρεύθω · εἰς τὸ Ἐρυθρός

### ε 584

Ἔρευνα ·. ἐρεύω, καὶ ἐξ αὐτοῦ ἐρευῶ, καὶ πλεονασμῷ τοῦ ν ἐρευνῶ, καὶ ἐξ αὐτοῦ ἔρευνα

### ε 585

Ἐρευνῶ · ἐκ τοῦ ἐρέω, τὸ ζητῶ, ἐρευνῶ πλεονασμῷ τοῦ υ καὶ ν · πέφυκε δὲ τὸ ν πλεονάζειν ἐν τοῖς ῥήμασιν· ἐξ οὗ καὶ ἔρευνα, ἡ ζήτησις

### ε 586

Ἐρευνῶ · ἔστιν ἐρῶ καὶ σημαίνει τὸ ἐπιθυμῶ, καὶ ἐξ αὐτοῦ γίνεται ἐρεύω καὶ ἐρευνῶ· ὁ γὰρ ἐπιθυμῶν τι ἐρευνᾷ περὶ αὐτοῦ

### ε 587

Ἐρέφεσθαι · εἰς τὸ Εἰραφιώτης

### ε 588

Ἔρεφος · εἰς τὸ Ἔρεβος

### ε 589

ἐρέψω · εἰς τὸ Εἴρεψα καὶ Ἤρεψεν

### ε 590

Ἐρέω ·. τὸ ῥῆμα εἴρω, ὁ μέλλων ἐρῶ, καὶ ἀπὸ τοῦ ἐρῶ ἐρείω, ὡς τελῶ τελείω. καὶ εἰς τὸ Ἐρευνῶ

### ε 591

Ἐρέων ·. ἰστέον ὅτι πάντοτε ὁ ποιητὴς τὸ ἐρέω προφέρει· καὶ σημαίνει γ. Χοιροβοσκοῦ

### ε 592

Ἐρημαῖος · ἐκ τοῦ ἔρημος· τοῦτο δὲ παρὰ τὸ ἔραν μόνην ἔχειν. τὸ ρη η τροπῇ τοῦ α εἰς η · τὰ διὰ τοῦ ιμος παράγωγα. ἐγράφη εἰς τοὺς Κανόνας

### ε 593

Ἔρημος ·. διὰ τὸ ἠρεμεῖν ἤγουν ἡσυχάζειν· ἢ παρὰ τὸ ἔραν μόνην ἔχειν

### ε 594

Ἐρητύειν Β · κωλύειν. ἐκ τοῦ εἱρκτή γέγονεν εἱρκτύω καὶ ἐξ αὐτοῦ ἐρητύω, ὁ μέλλων ἐρητύσω, ὁ παρακείμενος ἠρήτυκα, ἠρήτυμαι, ἐρητύθην, Β ἐρήτυθεν“· οἱ Βοιωτοὶ ἐπὶ τῶν ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον. Ὁμήρου

### ε 595

Ἐριβῶλαξ Γ ·. ὄνομα θηλυκὸν εἰς τὸ βω περισπώμενον· τὰ εἰς αξ λήγοντα ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα ἐκτείνουσι τὸ α οἷον Φαίαξ οἴαξ θώραξ· τὰ δὲ θηλυκὰ συστέλλουσι. γίνεται δὲ ἐκ τοῦ ἐρί ἐπιτατικοῦ μορίου καὶ τοῦ βῶλος, ὃ σημαίνει τὴν εὔγειον καὶ λιπαρὰν γῆν

### ε 596

Ἐριδαίνω ·. ἐκ τοῦ ἔρις ἐρίδω καὶ ἐριδαίνω καὶ ἐριδανῶ

### ε 597

Ἐριδῶ · εἰς τὸ Κατωρρωδηκότες

### ε 598

Ἐρίζω · εἰς τὸ Εἰκοσινήριτον καὶ Ζηλῶσαι καὶ Κατωρρωδηκότες

### ε 599

Ἐρίηρ ·. παρὰ τὸ ἐρί ἐπίρρημα, ὅπερ διὰ τοῦ ε γραφόμενον μαρτυρεῖται ἐκ τῆς χρήσεως

### ε 600

Ἐρίηρας Γ · ἄγαν εὐαρμόστους, ἤγουν ἑαυτῷ φίλους, τουτέστιν ἅρπαγας καὶ πλεονέκτας καὶ μοιχούς· γίνεται παρὰ τὸ ἐρί ἐπιτατικὸν μόριον καὶ τὸ ἄρω, τὸ ἁρμόζω, οἱονεὶ εὐάρεστος καὶ φίλος· ἢ παρὰ τὸ ἦρα, ὃ σημαίνει τὴν χάριν

### ε 601

Ἐρίηρες ἑταῖροι Γ · παρὰ τὸ ἄγαν ἀρηρέναι

### ε 602

Ἔριθος ·. παρὰ τὸ ἔρια ἐργάζεσθαι

### ε 603

Ἐρίθυνος ·. παρὰ τὸ θύνω, τὸ ὁρμῶ

### ε 604

Ἐρινεός · σημαίνει τὴν ἀγρίαν συκῆν· ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινός, καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐρινεός. ἐριστικὸν δέ ἐστι τὸ δένδρον· ἀνέρχεται γὰρ καὶ εἰς τοῖχον καὶ εἰς ἕκαστον τόπον, ἔν τε πέτραις καὶ ὕδασι. Γεωργίου

### ε 605

Ἐρινύς · ἡ καταχθόνιος δαίμων· παρὰ τὸ τὰς ἀρὰς ἀνύειν γέγονεν ἀρανύς, καὶ κατὰ τροπὴν τῶν δύο α εἰς ε καὶ ι Ἐρινύς. ἢ παρὰ τὴν ἔραν γέγονεν ἐρανύς καὶ Ἐρινύς, οἱονεὶ ἡ ἐκ τῆς γῆς ἀνερχομένη. ἢ παρὰ τὸ ἐρί τὸ ἐπιτατικὸν καὶ τὸ ἀνύειν γέγονεν Ἐρινύς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα. ἢ παρὰ τὸ ἐλινύειν τὸ σημαῖνον τὸ ἡσυχάζειν γέγονεν ἐλινύς, οἱονεὶ ἡ ἡσυχάζουσα· Ἐρινύς δὲ κατὰ ἀντίφρασιν, ἤγουν ἡ μὴ ἡσυχάζουσα. ἢ παρὰ τὸ ἐκ τῆς ἔρας γεγενῆσθαι τιμωρός

### ε 606

Ἐρινύες · παρὰ τὸ διανύειν τὰς ἀράς

### ε 607

Ἔριον ·. παρὰ τὸ ἔρρω· ταλαιπωροῦσι γὰρ αἱ τοῦτο κάμνουσαι

### ε 608

Ἔρις · παρὰ τὸ εἴρω, τὸ λέγω· ἡ διὰ λόγων φιλονεικία. τοῦ δὲ ἐρίζω ὁ Ἀττικὸς παρακείμενος ἐρήριδα διὰ τοῦ ι φυλάττων αὐτό. ἀπὸ δὲ τοῦ ἐρείδω ἐρήρειδα διὰ διφθόγγου, ἵνα μὴ συνεμπέσῃ τῷ ἀπὸ τοῦ ἐρίζω μέσῳ παρακειμένῳ

### ε 609

Ἐρίσαι · εἰς τὸ Ζηλῶσαι. Ὁμήρου

### ε 610

Ἐρίσαντε Α · ἐρίζω, τὸ φιλονεικῶ, ἐρίσω, ἤρισα, ἡ μετοχὴ ἐρίσας ἐρίσαντος, τὸ δυϊκὸν ἐρίσαντε

### ε 611

Ἐρίτιμον · ἐκ τοῦ ἐρί τοῦ ἐπιτατικοῦ καὶ τοῦ τιμή· σημαίνει δὲ τὸν μεγαλότιμον, ὡς ἐν τῷ τῆς Ὑψώσεως Κανόνι ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ“. τὸ δὲ ἐρί ἐπιτατικὸν παρὰ τὴν περί πρόθεσιν, ἥτις σημαίνει τὸ περισσῶς, ὡς τὸ Δ περὶ μέν σε τίω Δαναῶν“· ἀποβολῇ οὖν τοῦ π γίνεται ἐρί

### ε 612

Ἔριφος · παρὰ τὸ ἐν ἔαρι φαίνεσθαι

### ε 613

Ἐριώλη · ἡ πνοή· παρὰ τὸ ἐρί ἐπιτατικὸν καὶ τὸ ἄω, τὸ πνέω· ἡ μέγα πνέουσα

### ε 614

Ἑρκίον ·. ἐκ τοῦ ἕρκος, τὸ περίφραγμα, ὅπερ παρὰ τὸ ἐρύκω, τὸ κατέχω καὶ κωλύω, ἔρυκος καὶ ἕρκος. παροξύνεται· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικά, τυρός τυρίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βραχείας οὐκέτι, ῥάκος ῥάκιον, φακός φάκιον. σεσημείωται τὸ ἴχνος ἴχνιον μὴ ποιοῦν μακρὰν τὴν ἄρχουσαν ὡς ὑγρὸν σύμφωνον ἔχον· γίνεται δὲ παρὰ τὸ ἷγμαι ἴγνιον καὶ ἴχνιον, ὡς παίζω παίγνιον

### ε 615

Ἔρκος ·. Διονύσιος ψιλῶς ἀναγινώσκει· ἀπὸ γὰρ τοῦ ἐρύκειν λέγεται

### ε 616

Ἕρκος · παρὰ τὸ ἐρύκω ἔρυκος καὶ ἕρκος

### ε 617

Ἕρμαιον ·. ἕρμαιον καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο“· τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν τοῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν· ἢ ἀπὸ τοῦ ἐν ἔθει λεγομένου κοινὸς Ἑρμῆσ“ ἐπὶ τῶν εὑρισκόντων τι, οἷον κοινὸν τὸ εὕρημα. παρὰ οὖν τὸ Ἑρμῆς ἕρμαιος καὶ ἕρμαιον τὸ οὐδέτερον

### ε 618

Ἕρματα Ξ · ἐνώτια παρὰ τὸ ἐνείρεσθαι. Γεωργίου

### ε 619

Ἑρμείας ·. ἀπὸ τοῦ Ἑρμέας γέγονε κατὰ πλεονασμὸν τοῦ ι

### ε 620

Ἑρμηνεύς ·. παρὰ τὸ Ἑρμῆς, ὅντινα λέγουσιν ἐφευρετὴν τῶν λόγων· καὶ ἐντεῦθεν ἐτυμολογία παρὰ τὸ ἐφευρεῖν τὸν ἑρμηνεύοντα

### ε 621

Ἑρμῖνες ·. παρὰ τὸ στηρίζεσθαι δι’ αὐτῶν τὴν κλίνην. Γεωργίου

### ε 622

Ἑρμίς · ὃ σημαίνει τὸν κραβάττου πόδα· παρὰ τὸ ἐνείρεσθαι καὶ ἐμπλέκεσθαι ἐν τῇ κλίνῃ

### ε 623

Ἑρπετόν · εἰς τὸ Ἐξεῖρψεν

### ε 624

Ἑρπηστικός · ὁ ἑρπηστὴς ὄφις· ἐκ τοῦ ἕρπω, ὁ δὲ μέλλων περιττοσύλλαβος ἑρπήσω καὶ ἐξ αὐτοῦ ἑρπητικός καὶ πλεονασμῷ τοῦ ς ἑρπηστικός, ὡς χηρώσω χηρωτής καὶ πλεονασμῷ τοῦ ς χηρωστής

### ε 625

Ἕρπω · εἰς τὸ Ἐξεῖρψεν καὶ Κρηπίς

### ε 626

Ἐρράγη ·. παρὰ τὸ ῥῶ, τὸ φθείρω, ὁ μέλλων ῥήσω, ἐξ αὐτοῦ ὁ ἐνεστὼς ῥήσσω, ὁ δεύτερος ἀόριστος ἔρραγον καὶ ὁ παθητικὸς ἐρράγην

### ε 627

Ἐρρέθη ·. ὡς ἀπὸ τοῦ ῥῶ, τὸ λέγω, ῥήσω ἔρρηκα ἔρρημαι ἐρρήθη καὶ τροπῇ ἐρρέθη

### ε 628

Ἔρρω · εἰς τὸ Εἰροκόμος καὶ Ἔρανος

### ε 629

Ἐρρώγει · εἰς τὸ Ξυνερρώγειν

### ε 630

ἔρρωμαι · εἰς τὸ Ῥώμη

### ε 631

Ἔρσις · εἰς τὸ Ἐνέρσει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 632

Ἐρυθρά · ἀπὸ Ἐρυθροῦ βασιλέως πεσόντος ἐκεῖ καὶ πνιγέντος, ἢ ἀπὸ τῶν παρακειμένων ὀρέων ἐρυθρῶν

### ε 633

Ἐρυθρά · ἀπὸ Ἐρυθροῦ βασιλέως· ἔρριψαν γὰρ αὐτὸν εἰς τὴν θάλασσαν καὶ ἐλάξευσαν ἐκεῖ λίθον καὶ ἔγραψαν οὕτως· ἔνθα δὲ τύμβος ἁλὸς μεδέοντος Ἐρυθροῦ“

### ε 634

Ἐρυθρός · παρὰ τὸ ἐρεύθω, τὸ βάπτω, γίνεται ἐρευθόσ, καὶ ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ρ ἐρυθρός. πόθεν ἐκλήθη Ἐρυθραῖον πέλαγος; ἀπὸ Ἐρυθροῦ τινος βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ ἐπιγράψαντες τῷ αὐτοῦ τάφῳ οὕτως· ἐνθάδε τύμβος ἁλὸς παμμεδέοντος Ἐρυθροῦ“

### ε 635

Ἐρύκω · εἰς τὸ Ἀπερύκειν καὶ Ἔρυξαν καὶ Ἐρυσίβη

### ε 636

Ἔρυμα · τὸ ἀσφάλισμα καὶ τειχίον· Δ ἔρυμα χροόσ“ καὶ ἕρκος καὶ τροπῇ ἅρκυς· σημαίνει δὲ τὸ δίκτυον, ὅπερ τιθοῦσι πρὸς θήραν λέοντος ἢ καὶ ἄλλων τινῶν

### ε 637

Ἐρυμνώσας · ἰσχυροποιήσας, πυκνώσας, ἀσφαλισάμενος· ἀπὸ τοῦ ἐρυμνῶ· τοῦτο παρὰ τὸ ἔρυμα, ὃ σημαίνει τὴν ἀσφάλειαν, ἐρυμῶ καὶ πλεονασμῷ τοῦ ν ἐρυμνῶ· τὸ δὲ ἔρυμα παρὰ τὸ ἐρύω, ὃ σημαίνει τὸ ἀσφαλίζω, ἢ παρὰ τὸ ῥύω, ὃ σημαίνει τὸ φυλάσσω

### ε 638

Ἐρυμνή ·. παρὰ τὸ ἐρύματος τάξιν ἔχειν, ἤγουν ἰσχυράν

### ε 639

Ἔρυξαν Γ ·. ἔστιν ἐρύκω, τὸ κωλύω, καὶ γίνεται παρὰ τὸ ἕρκος ἑρκύω καὶ ἐν ὑπερβιβασμῷ ἐρύκω. ἔνθεν γίνεται ἔρυμα, τὸ ἀσφάλισμα

### ε 640

Ἐρυσάρματες · εἰς τὸ Ἀνείμονος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 641

Ἐρυσίβη · σημαίνει τὴν πάχνην τὴν γινομένην ἐν τῇ δυσαερίᾳ καὶ φθείρουσαν τοὺς καρπούς· γίνεται παρὰ τὸ ἐρύκω, τὸ κωλύω, καὶ τὸ βῶ, τὸ τρέφω, ἡ κωλύουσα τρέφεσθαι τοὺς καρπούς. τὸ σι ι. διὰ τί; τὰ ἀπὸ μελλόντων συντιθέμενα ὀνόματα τῷ ι παραλήγονται, τέρψω τερψίμβροτος, στήσω Στησίχορος, ἐρύσω ἐρυσίβη

### ε 642

Ἐρυσίβη · γένος ἀκρίδος· ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν, καὶ τοῦ σίνω, τὸ βλάπτω, ἐρασίβη καὶ τροπῇ τοῦ α εἰς υ ἐρυσίβη, ἡ τὰ ἐν τῇ γῇ βλάπτουσα

### ε 643

Ἐρυσίπτολις ·. ἤτοι ἡ ἐρύουσα καὶ ἀνθέλκουσα ἐν ταῖς μάχαις τὰς πόλεις, ὡς Ο ἐρυσάρματας ἵππουσ“ τοὺς ἕλκοντας τὰ ἅρματα· ἢ ἀπὸ τοῦ ἐρύεσθαι τὰς πόλεις. ἄμεινον δὲ οὕτως, ὅθεν καὶ πολιοῦχος

### ε 644

Ἐρυσσάμενος Γ ·. μετοχὴ μέσου ἀορίστου πρώτου. ποιητικῶς δύο σς. τὸ θέμα ἐρύω· γίνεται ἐκ τοῦ ἕλω ἑλύω καὶ τροπῇ ἐρύω, ὁ παρατατικὸς εἴρυον, ὁ παρακείμενος εἴρυκα, εἴρυμαι, Ἰωνικὸν πληθυντικὸν εἰρύαται· ἢ παρὰ τὸ εἴρυμι, ὁ παθητικὸς εἴρυμαι εἴρυται καὶ Ἰωνικῶς εἰρύαται

### ε 645

Ἐρύω · εἰς τὸ Εἰρύσασθαι καὶ Ῥυθμός καὶ Ἐρυσσάμενος καὶ Ἄψ

### ε 646

Ἐρῶ · εἰς τὸ Εἰρύσασθαι καὶ Ἐξαιρέτως καὶ Ἔρανος καὶ Ἐρατεινή καὶ Ἔρεθεν

### ε 647

Ἐρῳδιός ·. ἐτυμολογεῖται διαφόρως. οἱ μὲν παρὰ τὸ ἔαρ τὸ σημαῖνον τὸ αἷμα, ὡς παρὰ τῷ Κυρηναίῳ · αἷμα γὰρ λύχνου τὸ ἔλαιόν τι ἔλεξεν· καὶ ἐκ τοῦ ἔαρ γίνεται ἔωρ, ὡς τέκμαρ τέκμωρ· ἀπὸ οὖν τοῦ ἔωρ καὶ τοῦ ἰδίειν τοῦ σημαίνοντος τὸ ἱδροῦν γέγονεν· ἐν γὰρ ταῖς μίξεσι, ὥς φασιν, ὁ ἐρῳδιὸς αἷμα ἱδροῖ. ἢ ἀπὸ τοῦ ἕλους καὶ τοῦ ἴδιον γίνεται ἐλοίδιος καὶ τροπῇ τοῦ λ εἰς ρ ἐροίδιος καὶ ἐρῳδιὸς κατ’ ἔκτασιν τοῦ ο εἰς ω. ἢ ἀπὸ τοῦ ἔρως ἔρωτος καὶ τοῦ ἴδιοσ γίνεται παρώνυμον ἐρωτίδιος, καὶ ἀποβολῇ τοῦ τ ἐρωΐδιος καὶ ἐν συγκοπῇ ἐρῳδιός· σημαίνει δὲ τὸν πελαργόν· καὶ γάρ, ὥς φασιν, ἀφροδίσιόν ἐστι τὸ ὄρνεον. ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι, ὥσπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος, οὕτως καὶ ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος, καὶ πλεονασμῷ τοῦ ε ἐροίδιος, καὶ τροπῇ τοῦ ο εἰς ω ἐρῳδιός, καὶ μένει τὸ ι προσγεγραμμένον. ὀξύνεται· τὰ εἰς ος καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς ἐπὶ ὀρνέων ὀξύνεσθαι θέλουσιν, οἷον αἰγυπτιός βομβυλιός χαραδριός. οὕτως οὖν καὶ ἐρῳδιός. Ὁμήρου

### ε 648

Ἐρωήσει Α ·. παρὰ τὸ ῥῶ ῥώω, τὸ φθείρω ἐξ οὗ καὶ ῥᾷον, ὡς γνῶ γνώω, ὅθεν τὸ Α ἐπερρώσαντο ἄνακτοσ“. γίνεται δὲ ῥωή, ὡς ζῶ ζωή, καὶ πλεονασμῷ τοῦ ε ἐρωή, καὶ ἐξ αὐτοῦ ῥῆμα ἐρωῶ ἐρωήσω. ἢ παρὰ τὸ ἐρῶ ἐρωῶ ἐρωήσω

### ε 649

Ἔρως ·. ἀπὸ τοῦ ἑλεῖν τὸν ἐρῶντα· ἢ παρὰ τὸ ἔρειν, ὃ σημαίνει τὸ δεσμεῖν, ὁ συνδέων ἡμᾶς πόθος

### ε 650

Ἐρωτήσατε ·. παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ· τοῦτο παρὰ τὸ ἔρως ἔρωτος ἐρωτῶ, ὁ μέλλων ἐρωτήσω, ὁ ἀόριστος ἠρώτησα, καὶ τὸ προστακτικὸν ἐρώτησον καὶ τὸ πληθυντικὸν ἐρωτήσατε· περὶ οὗ γάρ τις ἐπιθυμεῖ περὶ τούτου καὶ ἐρωτᾷ

### π 5

πυνθάνεσθαι διαφέρει· πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα αὐτὸν οὐ δὲν ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος

### α 1327

ἀνάκρισις διαφέρει· ἐρώτησις μὲν γάρ ἐστι σύντομος ἀπόκρισις· πύστις δὲ μακρᾶς πράξεως ἀπαγγελία· ἀνάκρισις δὲ ὑποδεεστέρων ἐξέτασις

### ε 651

Ἐρωτῶ · παρὰ τὴν ἔρωτος γενικήν· οἱ γὰρ ἐρωτῶντες, οὗ ἐφίενται μαθεῖν, τοῖς ἐρῶσιν ἐοίκασιν. ἢ παρὰ τὸ ἔρως ἔρωτος, ὃ σημαίνει τὴν ἐπιθυμίαν, ἐρῶ καὶ ἐρωτῶ· ὁ γὰρ ἐρωτῶν περὶ οὗ ἐπιθυμεῖ καὶ ἀκούει· τοῦτο δὲ παρὰ τὸ ῥῶ, τὸ λέγω. Ὁμήρου

### ε 652

Ἔσαν Α ·. ῥῆμα τῶν εἰς μι, ὁ παρατατικὸς ἦν ἦμεν ἦτε ἦσαν καὶ συστολῇ τοῦ η ἔσαν

### ε 653

Ἐς δ’ ἐρέτας Α · ἐρέτης, ὁ κωπηλάτης, ἐκ τοῦ ἐρέσσω, τὸ ἐλαύνω. ἐρεσία, ἡ κωπηλασία· ἐρετμός, ἡ κώπη

### ε 654

Ἐσθής ·. ἔστι ἕω καὶ σημαίνει τὸ ἐνδύομαι, ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷσμαι, τὸ τρίτον εἷσται, ἐξ αὐτοῦ ἑστής καὶ τροπῇ τοῦ τ εἰς θ ἐσθής ἐσθῆτος. τὸ δὲ ἔσθησις ἐσθήσεως σημαίνει καὶ αὐτὸ τὴν ἐσθῆτα. γίνεται οὕτως· ἕω ἕσω καὶ πλεονασμῷ τοῦ θ γίνεται θέμα περισπώμενον ἐσθῶ πρὸς ἀντιδιαστολὴν τοῦ ἔσθω τοῦ σημαίνοντος τὸ ἐσθίω, ὁ μέλλων ἐσθήσω καὶ ἐξ αὐτοῦ ἔσθησις ἐσθήσεως, ἐξ οὗ καὶ τὸ ἦσαν ἄγγελοι ἐν ἐσθήσεσιν ἀστραπτούσαισ“

### ε 655

Ἐσθής · παρὰ τὸν ἕσω μέλλοντα ἑστής καὶ ἐσθής, διὸ καὶ ἀμφιέσω. Ὁμήρου

### ε 656

Ἐσθλόν Β ·. παρὰ τὸ ἐθέλον τι εἶναι, ὅπερ θέλει ἕκαστος· πλεονασμῷ τοῦ ς

### ε 657

Ἔσκαλεν · σημαίνει τὸ ἠρεύνα, ἐζήτει· γέγονε δὲ ἀπὸ τοῦ σκάλλω, ὁ μέλλων σκαλῶ, καὶ ὁ δεύτερος ἀόριστος ἔσκαλον καὶ τὸ τρίτον ἔσκαλεν. ἐξ αὐτοῦ δὲ γίνεται καὶ τὸ σκαλεύω καὶ τὸ σκαλίζω. τὸ δὲ σκάλλω ἀπὸ τοῦ σκαλῶ καὶ τοῦ λῶ τοῦ σημαίνοντος τὸ θέλω γίνεται κάλλω καὶ πλεονασμῷ τοῦ ς σκάλλω· ὁ γὰρ ἐρευνῶν, ὅπερ θέλει, ἐκεῖνο καὶ ζητεῖ. τὸ δὲ ἐπὶ τῆς λύπης, ἔστιν ἄχος, ἡ λύπη, καὶ ἐξ αὐτοῦ γίνεται χάλλω καὶ πλεονασμῷ τοῦ ς σχάλλω καὶ ἀσχάλλω

### ε 658

Ἐσκαλευκότες · ἐφ’ ἡμᾶς αὐτοὺς ἐσκαλευκότες φαινόμεθα“, σεσαλευκότες, ἐρευνήσαντες· ἀπὸ τοῦ σκαλεύω· τοῦτο δὲ παρὰ τὸ σαλεύω πλεονασμῷ τοῦ κ · τὸ δὲ σαλεύω ἀπὸ τοῦ σάλος· τὸ δὲ σάλος ἀπὸ τοῦ ἅλς ἁλός πλεονασμῷ τοῦ ς σάλος

### ε 659

Ἐσκευωρῆσθαι · κατεστοχάσθαι, ἐπιβεβουλεῦσθαι· γέγονε δὲ ἀπὸ τοῦ σκευωρῶ· τοῦτο ἀπὸ τοῦ κεύθω, ὃ σημαίνει τὸ κρύβω, πλεονασμῷ τοῦ ς καὶ ἐκβολῇ τοῦ θ

### ε 660

Ἐς μισγάγκειαν Δ ·. παρὰ τὸ μίσγω καὶ τὸ ἄγκος, ὃ σημαίνει τὸ κοῖλον καὶ βαθύ. τὸ δὲ ἄγκος γίνεται ἐκ τοῦ κέω, ὃ σημαίνει τὸ κεῖμαι, καὶ κατὰ συναλοιφὴν γίνεται κῶ. ἐξ αὐτοῦ ὄνομα μονοσύλλαβον γίνεται κός, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α πλεονασμῷ τοῦ γ ἄγκος, τὸ πάνυ κοῖλον καὶ βαθύ. ἐκ τούτου ἀγκεία καὶ μισγάγκεια

### ε 661

Ἑσμός ·. τὸ πλῆθος τῶν μελισσῶν παρὰ τὸ τὴν ἕσιν ὁμοῦ ποιεῖν

### ε 662

Ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι · τὸ ἐπιὸν ἔτος ἢ τὸ μέλλον· παρὰ τὸ ἔνος, ὃ σημαίνει τὸν ἐνιαυτόν, ἔνοστα καὶ ἀποβολῇ τοῦ ς ἔνοτα, καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ ὑπερθέσει τοῦ ν νέωτα

### ε 663

Ἔσο · εἰς τὸ Πάρεσο

### ε 664

Ἑσπέρα · ἀπὸ τοῦ ἔσω περᾶν πάντα τὰ ζῶα καὶ καθεύδειν, καὶ σαφῶς εἰς πέρας πάντα φέρειν· ἢ τῆς ἑῴας πέρας ἤγουν πλήρωμα. καὶ εἰς τὸ Ὀψέ

### ε 665

Ἑσπερία θάλασσα · καὶ Ἀτλαντικὸν πέλαγος· ἐβασίλευσαν γὰρ αὐτῆς Ἄτλας καὶ Ἕσπερος

### ε 666

Ἕσπετο Γ ·. ποίου εἴδους τοῦ πλεονασμοῦ; παρεμπτώσεως. καὶ τί ἐστι παρέμπτωσις; πλεονασμὸς συμφώνου κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν, οἷον πόλις πτόλις, ἕπετο ἕσπετο

### ε 667

Ἔσσεται Β ·. τετραχῶς προφέρεται· ἔσεται δι’ ἑνὸς ς κοινῶς, ἔσσεται δὲ διὰ δύο σς ποιητικῶς, ἐσσεῖται Δωρικῶς· οἱ γὰρ Δωριεῖς ἐμβολὴν ποιοῦντες τοῦ ς πλεονάζουσι τὸ ι καὶ περισπῶσιν αὐτό, οἷον Β ἄρκιον ἐσσεῖται“· καὶ κατὰ συγκοπὴν ἔσται. τοῦ δὲ ἐσσεῖται ὁ κανών· ἐπὶ τῶν μέσων μελλόντων οἱ Δωριεῖς παρεντιθέντες τὸ ι προπερισπωμένως προφέρονται, οἷον πλευσεῖται ῥευσεῖται ἐσσεῖται

### ε 668

Ἐσσομένοισι Β ·. μετοχὴ μέσου μέλλοντος πρώτου· τὸ ῥῆμα ἔω, ὁ μέλλων ἔσω, ἔσομαι, ἐσόμενος. δύο σς ποιητικῶς

### ε 669

Ἐστάθη · εἰς τὸ Στῆναι

### ε 670

Ἔσται διαφέρει τοῦ γενήσεται, ὅτι τὸ μὲν ἔσται ἐπὶ τῶν ὄντων νῦν τάσσεται, τὸ δὲ γενήσεται ἐπὶ τῶν οὐκ ὄντων, ὡς τὸ γενήσονται τῷ πρεσβύτῃ παῖδεσ“· οὐκ ὄντες γὰρ θέλουσι γενέσθαι· καὶ ὁ νέος πρεσβύτης ἔσται“. Ὁμήρου. Εὐλογίου

### ε 671

Ἔσται · γίνεται ἀπὸ τοῦ ἔω ἔεις ἔει, ὅ ἐστιν ὑπάρχω, ὁ παθητικὸς ἔομαι, ὁ μέσος μέλλων ἔσομαι ἔσῃ ἔσεται, καὶ κατὰ συγκοπὴν τοῦ ε ἔσται

### ε 672

Ἑσταότες Β · ῥῆμα τῶν εἰς μι ἢ ἀπὸ τῶν εἰς ω ἑστήκω. τὸ στη η. διὰ τί; ἐκ τοῦ ἕστακα, ἐξ αὐτοῦ ἑστάκω ῥῆμα, τροπῇ Αἰολικῇ τοῦ α εἰς η ἑστήκω, ὁ παρακείμενος ἕστηκα καὶ συστολῇ ἕσταα ἑσταώς ἑσταότος. αἱ εἰς ως μετοχαὶ ἀπαθεῖς οὖσαι διὰ τοῦ ο κλίνεται καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υια οἷον τετυφότος τετυφυῖα, εἰ δὲ παθητικὴν κλίσιν ἔχουσι διὰ τοῦ ω τότε τὸ θηλυκὸν εἰς σα οἷον βεβαῶτος βεβῶσα, γεγῶτος γεγῶσα, ἑστῶτος ἑστῶσα

### ε 673

Ἔστε Γ ·. ῥῆμα ἐγκλίσεως προστακτικῆς χρόνου· ἔστι τὸ ῥῆμα εἰμί, ἡ μετοχὴ εἴς ἔντος, τὸ προστακτικὸν ἔθι ἔτω καὶ πλεονασμῷ τοῦ ς ἔστω, τὸ πληθυντικὸν ἔστε βαρυτόνως· τὰ εἰς τε λήγοντα προστακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς ὁμότονα καθεστήκασιν, οἷον ἤγετε ἄγετε, ἐλέγετε λέγετε. ἐπίτασιν οὖν ἔχει τὸ ἐστέ· τὸ μὲν ὁριστικὸν ὀξύνεται, ὡς τὸ φατέ, τὸ δὲ προστακτικὸν βαρύνεται

### ε 674

Ἔστεργεν · ἔστεγεν, ὑπέμενεν, ἠγάπα· ἀπὸ τοῦ στέγω πλεονασμῷ τοῦ ρ · τὸ δὲ στέγω ἀπὸ τοῦ στῶ στέγω καὶ στέργω, ὡς φῶ φέβω καὶ φέρβω, ὃ σημαίνει τὸ τρέφω

### ε 675

Ἔστη · εἰς τὸ Στῆναι

### μ 3

μέγαρον διαφέρει· ἑστία μὲν γὰρ σημαίνει τὸν οἶκον· ἐσχάρα δὲ ἡ πρὸς βιωτικὴν χρῆσιν ἐπὶ γῆσ γινομένη, ἤγουν ἀντὶ βωμοῦ κεῖται· μέγαρον δὲ ἡ περιῳκοδομημένη

### ε 676

Ἑστία ·. παρὰ τὸ ἑστάναι ἐπὶ τῇ γῇ. Εὐλογίου

### ε 677

Ἐστί · τρίτου προσώπου τῶν ἑνικῶν. πόθεν γίνεται; ἔστι ῥῆμα εἰμί, οὖ ἀκόλουθον τρίτον εἰσί, καὶ τροπῇ Δωρικῇ τοῦ ς εἰς τ μετὰ ἀποβολῆς τοῦ ι ἐστί, ἴσως ἵνα καὶ τὴν πρὸς τὸ πληθυντικὸν συνέμπτωσιν ἀποφύγῃ, λέγω δὴ τοῦ εἰσί, καὶ μετὰ ἀποβολὴν καὶ τροπὴν προσέλαβε τὸ ς ἵνα τὴν ὀφειλομένην μακρὰν ἀπολάβῃ· τὰ γὰρ εἰς ι τρίτα πρόσωπα πάντα μακρᾷ παραλήγεται, τύπτουσι δίδωσι τίθησι. καὶ ἄλλως· τὸ ἐστί ἀπὸ τοῦ εἰμί ἐστι· τὸ γὰρ δεύτερον πρόσωπον ἔσς, καὶ τὸ τρίτον ἐσσί καὶ ἀποβολῇ τοῦ ς καὶ προσθήκῃ τοῦ τ ἐγένετο ἐστί. καὶ ἄλλως· τὸ ἐστί ἀπὸ τοῦ εἰμί ἐστι· τὸ δεύτερον γὰρ πρόσωπον τροπῇ τῆς μι εἰς ς γίνεται εἶς, καὶ τὸ τρίτον προσθέσει τοῦ ι γίνεται εἰσί, καὶ κατὰ διάλεκτον Δωρίδα τροπῇ τοῦ ς εἰς τ γίνεται εἰτί, καὶ κατὰ ἀποβολὴν τοῦ ι ἐτί, καὶ κατὰ προσθήκην τοῦ ς ἐστίν, ἐπειδὴ τὰ εἰς μι πάντοτε μακρᾷ θέλουσι παραλήγεσθαι

### ε 678

Ἐστός · εἰς τὸ Μεστός. Ὁμήρου

### ε 679

Ἔστω Β · ῥῆμα προστακτικόν· εἰμί, τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἴς ἔντος καὶ τὸ προστακτικὸν ἔθι· τὸ τρίτον ἔτω καὶ πλεονασμῷ τοῦ ς ἔστω. ἐξ αὐτοῦ γίνεται καὶ τὸ ἤτω τροπῇ τοῦ ε εἰς η. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 680

Ἑστῶτες ·. παρὰ τὸ ἵστημι στήσω, ὁ παρακείμενος ἕστακα, ἡ μετοχὴ ἑστακώς, ἀποβολῇ τοῦ κ ἑσταώς καὶ ἑστώς

### ε 681

Ἐσύκαζεν · ἐσυκοφάντει, ἐλοιδόρει

### ε 682

Ἐσφήκωντο Ρ ·. παρὰ τὸ σφήκωμα

### ε 683

Ἐσχάρα · εἰς τὸ Ἑστία. Φωτίου

### ε 684

Ἔσχατος · παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος· καὶ ὕστατος δέ, ὅτι ὑπ’ αὐτόν ἐστιν ἡ στάσις καὶ οὐκ ἔτι προβῆναι δύναται, ἀλλ’ ὕστερος εἱστήκει τοῦ πρώτου μὴ ἐῶντος· καὶ τὸ πύματος ἀπὸ τοῦ πεπαῦσθαι· καὶ τέρμιον, τὸ ἔσχατον, ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους

### ε 685

Ἔσχατος · παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ

### ε 686

Ἔσχετο · εἰς τὸ Ὑπέσχετο

### ε 687

Ἔσω · εἰς τὸ Ἔνδον. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 688

Ἔσῳσεν · παρὰ τὸ σῴζω, ὁ μέλλων σῴσω, ὁ ἀόριστος ἔσῳσα. τὸ δὲ σῴζω, ὅταν ἀπὸ τοῦ σωΐζω ἐστίν, ἔχει τὸ ι ὅτε δὲ ἀπὸ τοῦ σάος σαόζω καὶ κράσει τοῦ αο εἰς ω μέγα σώζω οὐκ ἔ χ ει αὐ τό. ὁ μέλλων σώ σω σέσωκα, σέσωσμαι. ἔστι καὶ ἄλλο σῶ, τὸ ὑγιαίνω, ἐξ οὗ ὁ παθητικὸς παρακείμενος σέσωμαι σέσωται, καὶ ἐξ αὐτοῦ σωτήρ. ἔστι καὶ σώω σώσω, ὡς γνώω γνώσω, ἐξ οὗ ὁ παρακείμενος ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι καὶ ἐξ αὐτοῦ γνωστός, ὁ γνώριμος. ἐκ δὲ τοῦ γνῶ γνώσω ὁ παθητικὸς παρακείμενος ἔγνωμαι ἔγνωται καὶ ἐξ αὐτοῦ γνωτός, ὁ ἴδιος· καὶ γὰρ γνωστοὶ λέγονται οἱ γνώριμοι, γνωτοὶ δὲ οἱ ἴδιοι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 689

Ἐτάζω · σημαίνει τὴν ἀλήθειαν ἀνακρίνω· γέγονε δὲ παρὰ τὸ ἐτεόν, ὃ σημαίνει τὸ ἀληθές, ὥσπερ παρὰ τὸ ἵππος ἱππάζω, ἐτεόν ἐτεάζω καὶ ἀφαιρέσει τοῦ ε ἐτάζω, ἐξ οὗ καὶ τὸ ἐξετάζω τὸ τὴν ἀλήθειαν ἀνακρίνω. καὶ εἰς τὸ Ἐξετάζω

### ε 690

Ἑταῖρος Β ·. τὸ ται δίφθογγον· τὰ εἰς ος καθαρὸν ἀπὸ πρωτοτύπων τῶν εἰς ος παρηγμένα διὰ τῆς αι διφθόγγου γράφεται, οἷον ληνός ληναῖος, δρόμος δρομαῖος. οὕτως καὶ παρὰ τὸ ἔθος ἐθαῖος καὶ πλεονασμῷ τοῦ ρ ἐθαῖρος καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ἑταῖρος, οἱονεὶ ὁ συνήθης καὶ φίλος. τὸ δὲ ἕταρος ἐκ τοῦ ἑταῖρος

### φ 3

φίλος διαφέρει· ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δὲ ἑταῖρος οὐ πάντως καὶ φίλος

### ε 691

Ἑταίρω · εἰς τὸ Ἐθαίρω

### ε 692

Ἐτάν · εἰς τὸ Ὦ τᾶν

### ε 693

Ἔταον · εἰς τὸ Τῆ

### ε 694

Ἐταράχθησαν · πόθεν γίνεται; ἀπὸ τοῦ

### ε 695

Ἐτεά · ἐδόκει μὲν ἐτεὰ εἶναι καὶ τὰ ξυγκείμενα“ ἀκριβῆ, ἀληθῆ· ἔστι δὲ ὄνομα οὐδέτερον καὶ ἐπίρρημα ἀπὸ ἀρσενικοῦ τοῦ ἐτεός, ὃ σημαίνει τὸ ἀληθής· ἀπὸ τοῦ εἰμί ῥήματος, ὃ σημαίνει τὸ ὑπάρχω, ὁ παθητικὸς ἐνεστὼς ἔμαι, τὸ τρίτον ἔσται καὶ ἐξ αὐτοῦ ἐτός· τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγός

### ε 696

Ἐτεόν Β ·. τὸ ον μικρόν. διὰ τί; τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχουσι. καὶ ἐκ πόσων πτώσεων μετάγονται τὰ ἐπιρρήματα; ἐκ πασῶν· ἢ γὰρ ἀπὸ εὐθείας, ὥσπερ ὁ πρόφρων, Ξ πρόφρων δὴ Δαναοῖσι Ποσειδάων ἐπάμυνον“· ἢ ἀπὸ γενικῆς, ὡς τὸ προίξ προικός, ν ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ ἡ ἰδία τῆς ἰδίας τῇ ἰδίᾳ ἰδίᾳ ἦλθον, δημοσίᾳ ἐλάλησα“· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ ἡ ἀπριάτη τῆς ἀπριάτης τῇ ἀπριάτῃ τὴν ἀπριάτην, καὶ Ὅμηρος Α ἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην“, καὶ ἡ πέρα τῆς πέρας τῇ πέρᾳ τὴν πέραν, πέραν τοῦ χειμάρρου τῶν Κέδρων“· ἢ ἀπὸ κλητικῆς, ὡς τὸ Ἡρακλέης Ἡράκλεις ὦ Ἡράκλεισ“, ἐπίρρημα θαυμαστικὸν ἀντὶ τοῦ ὦ τοῦ θαύματος· τοῦτο λέγει Λουκιανὸς ἀντὶ θαυμαστικοῦ ἐπιρρήματος παραλαμβάνων. καὶ εἰς τὸ Ἐξετάζω καὶ Ἐτάζω

### ε 697

Ἐτεός · εἰς τὸ Ἄτη καὶ Ἔτος καὶ Ἐτώσιον

### ε 698

Ἑτεραλκέαν Η · τὴν τοῖς ἑτέροις ἀλκὴν παρέχουσαν ἤτοι δύναμιν· παρὰ τὸ ἄλκω

### ε 699

Ἔτης · εἰς τὸ Ὠ τᾶν

### ε 700

Ἐτησίας · τοὺς κατ’ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνέοντας ἀνέμους· ἡ εὐθεῖα ὁ ἐτησίας τοῦ ἐτησίου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἐτησίαι τῶν ἐτησίων. γίνεται ἐκ τοῦ ἔθος ἐθησίας καὶ ἐτησίας, οἱ ἔθος ἔχοντες κατ’ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνεῖν ἄνεμοι. ἢ παρὰ τὸ ἔτος

### ε 701

Ἔτι ·. ἐπίρρημα ἐπιτάσεως δηλωτικὸν ἢ παρατάσεως· εἰ γὰρ εἴπομεν τρέχοντός τινος ἔτι δραμεῖν, τοῦτο ἐπίτασις· εἰ δὲ νυκτὸς οὔσης ἔτι νύξ, παράτασις. τὸ τι ι. διὰ τί; τὰ εἰς ι λήγοντα ἐπιρρήματα συνεσταλμένα βαρύτονα δισύλλαβα ὑπάρχοντα διὰ τοῦ ι γράφεται, οἷον αὖθι κεῖθι νόσφι ἄχρι ἧχι ἔτι μέχρι ἄρτι

### ε 702

Ἕτνος · τὸ ὄσπριον, καὶ δασύνεται. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 703

Ἑτοιμάσατε Α · παρασκευάσατε· παρὰ τὸ οἷμος, ὃ σημαίνει τὴν ὁδόν, καὶ τὴν ἐπί πρόθεσιν ἕποιμος, καὶ τροπῇ τοῦ π εἰς τ ἕτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευασμένος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 704

Ἑτοιμασία · τὸ τοι δίφθογγον· παρὰ τὸ ἑτοιμῶ, τοῦτο παρὰ τὸ ἕτοιμοσ· καὶ σημαίνει τὸν πρόχειρον καὶ γίνεται παρὰ τὸ οἶμα, τὸ ὅρμημα, Π οἶμα λέοντος ἔχων“

### ε 705

Ἕτοιμος · ὁ πρόχειρος· παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα, Π οἶμα λέοντος ἔχων“, καὶ τὸ ἔθος ἔθοιμος, καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται, γίνεται ἕτοιμος, ὁ εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι πρόχειρος ὤν

### ε 706

Ἕτοιμος · σημαίνει δύο, τὸν πρόχειρον καὶ τὸν ἀληθῆ. καὶ εἰ μὲν σημαίνει τὸν ἕτοιμον ἤγουν τὸν πρόχειρον, γίνεται παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα, καὶ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἔθοιμος καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ἕτοιμος. εἰ δὲ σημαίνει τὸν ἀληθῆ, γίνεται ἐκ τοῦ ἐτ ή τυμος κατὰ συγκοπήν · τὸ τυ ψιλόν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 707

Ἔτος Β · παρὰ τὸ ἔω, τὸ ὑπάρχω, γίνεται ἔος καὶ ἔτος. διαφέρει δὲ ἔτος καὶ ἐτός, καὶ βαρυτόνως μὲν σημαίνει τὸν χρόνον, ὀξυτόνως δὲ τὸν ἀληθῆ, ἐξ οὗ καὶ ἐτεός κατὰ πλεονασμὸν τοῦ ε

### ε 708

Ἔτος · παρὰ τὸ ἔτι καὶ ἔτι εἶναι καὶ ἰέναι. καὶ εἰς τὸ Αὔτως καὶ Ἐτεά

### ε 709

Ἔτυμος · τὸ τυ ψιλόν, καὶ σημαίνει τὸν ἀληθῆ, καὶ γίνεται παρὰ τὸ ἐτεόν, τὸ ἀληθές. ἐξ οὗ καὶ ἐτυμολογία, ἡ ἀληθολογία. Ὠρίωνος

### ε 710

Ἐτυμολογία · ἔστιν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη. Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου

### ε 711

Ἐτύχθη Β ·. ῥῆμα παθητικοῦ ἀορίστου β· ὁ παθητικὸς παρακείμενος τέτευγμαι, καὶ ὥσπερ ἀπὸ τοῦ πέφευγμαι γίνεται ποιητικῶς πέφυγμαι πεφυγμένος πεφυγμένοι κατὰ ἄστυ“, οὕτως καὶ ἀπὸ τοῦ τέτευγμαι τέτυγμαι· ὁ ἀόριστος ἐτύχθην, ἀποβολῇ τοῦ ε · ἐκ τοῦ πέφυκται γίνεται φυκτός καὶ ἄφυκτος, ὃν οὐ δύναταί τις διαλαθεῖν, καὶ ὁ Ἰωάννης σειραῖς ἀφύκτοις ὃν διαρθροῖ δακτύλοισ“. ἔστι οὖν ὁ ἐνεστὼς τεύχω· ἔστι καὶ περισπώμενον, ἐξ οὗ καὶ τὸ τετυχῆσθαι. ε ἀραρὼν θαμέσι σταμίνεσσιν“. ὁ παθητικὸς παρακείμενος τέτυγμαι, τὸ τρίτον τέτυκται καὶ ῥηματικὸν ὄνομα τευκτός, καὶ ὥσπερ ἀπὸ τοῦ σιμός σιμαίνω καὶ μάργος, ὃ σημαίνει τὸν μωρόν, μαργαίνω, οὕτως καὶ ἀπὸ τοῦ τευκτός τευκταίνω καὶ τεκταίνω, μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά“· καὶ ὁ μέλλων τεκτανῶ, καὶ ὁ ἀόριστος ἐτέκτανα καὶ Ἰωνικῶς ἐτέκτηνα, καὶ ὁ μέσος ἀόριστος ἐτεκτηνάμην καὶ τὸ τρίτον ἐτεκτήνατο. καὶ ἀπὸ τοῦ τέτυκται ποιητικῶς γίνεται τυκτός, καὶ ὁ ποιητής Ε τυκτὸν κακὸν ἀλλοπρόσαλλον“

### ε 712

Ἐτώθαζον · ἔσκωπτον, διέσυρον σημαίνει δὲ καὶ τὸ ἐσχόλαζον. γίνεται δὲ τὸ τωθάζω παρὰ τὸ ὤθω ὠθάζω καὶ τωθάζω. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς

### ε 713

Ἐτώσιον Γ ·. ἐπίρρημα μεσότητος· τὸ τω μέγα· ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, ἐτός, ὁ ἀληθινός, μετὰ τοῦ στερητικοῦ α ἄετος, ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄετοι, ἀέτων, ἀετώσιος καὶ ἀφαιρέσει ἐτώσιος. κανὼν γάρ ἐστιν ὁ λέγων· αἱ ἀπὸ γενικῆς πληθυντικῶν ὀνομάτων γινόμεναι παραγωγαὶ διὰ τοῦ ιος διχῶς σχηματίζονται, καὶ διὰ τοῦ ς καὶ διὰ τοῦ ν · καὶ ἡ μὲν τῶν Ῥηγίνων διάλεκτος διὰ τοῦ ς οἷον ἀέτων ἀετώσιος, ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν οἷον Ἑλίκη Ἑλίκης Ἑλίκαι Ἑλικῶν Ἑλικώνιον, Υ Ἑλικώνιον ἀμφὶ ἄνακτα“

### ε 714

Εὐαγγέλιον · τὸ δι’ ἀγαθὰς ἀγγελίας δωρούμενον, ξ εὐαγγέλιον δέ μοι ἔστω“

### ε 715

Εὖγε ·. ἐπίρρημα εἰρωνικὸν ἤγουν ἐμπαιγμοῦ· ἢ ἐπίρρημα μεσότητος, καταχρηστικῶς δέ, ἀντὶ τοῦ καλῶς

### ε 716

Εὐδαίμων · εἰς τὸ Ὄλβιος

### ε 717

Εὐδία ·. εὐοδία τις οὖσα καὶ ἐν συγκοπῇ εὐδία

### ε 718

Εὐδίνητον · σημαίνει τὸ εὔστροφον· γέγονε δὲ παρὰ τὸ εὖ μόριον καὶ τὸ δίνη, ὃ σημαίνει τὴν συστροφήν, εὔδινος, καὶ ἐξ αὐτοῦ εὐδινῶ εὐδινήσω εὐδίνηκα εὐδίνημαι εὐδίνησαι εὐδίνηται, καὶ ἐξ αὐτοῦ εὐδίνητος καὶ τὸ οὐδέτερον εὐδίνητον. δίνη δὲ παρὰ τὸ ἴω, τὸ πορεύομαι, ἴνη καὶ δίνη. τὸ οὐδέτερον δῖνος τοῦ δίνουσ τοῖς δίν εσ ι καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ι δίνοισιν“, ἤγουν τοῖς ἐγκάτοις

### ε 719

Εὐδοκία · ἡ ἀρίστη καὶ καλλίστη τοῦ θεοῦ ἑκούσιος θέλησις, ὅθεν εὐδοκία κυρίου“· παρὰ τὸ εὖ καὶ καλῶς δοκεῖν αὐτῷ, ἤγουν δεδόχθαι, οἷον προηγουμένως γὰρ θέλει πάντας ὁ θεὸς σωθῆναι καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν· τοῦτο εὐδοκία θεοῦ“

### ε 720

Εὐδοκία · βούλησις· παρὰ τὸ εὖ καὶ καλῶς δεδόχθαι προσαγορεύεται. Χοιροβοσκοῦ

### ε 721

Εὐδοκία · ·. βούλησις ἢ βούλημα, προαίρεσις, ἐπιθυμία· παρὰ τὸ καλῶς καὶ εὖ δεδόχθαι. ἔστι ὄνομα πόλεως καὶ κύριον ὄνομα· σημαίνει δὲ καὶ ἀποδοχὴν καὶ θέλησιν, ὡς τὸ εὐδόκησας, κύριε, τὴν γῆν σου“ ἀντὶ τοῦ ἠθέλησας. Νικήτου

### ε 722

Εὐδοκῶ · παρὰ τὸ εὖ μόριον καὶ τὸ δοκῶ. τὸ δὲ δοκῶ παρὰ τὸ δέχω γίνεται· ἅπερ γὰρ δέχεται ὁ νοῦς, ἐκεῖνα καὶ δοκεῖ

### ε 723

Εὗδον Β ·. ἐκ τοῦ ἕδω δασυνομένου· ἐκ τούτου γίνεται καὶ ἕδος, ἡ καθέδρα. ἕδω οὖν τὸ ῥῆμα, καὶ ἵνα μὴ συνεμπέσῃ τῷ ἐσθίω, πλεονασμῷ τοῦ υ γίνεται εὕδω. καὶ εἰς τὸ Εὐρύ

### ε 724

Εὐειδοῦς · εἰς τὸ Εὔμορφος

### ε 725

Εὔειλος · σημαίνει τὸν εὐάερον τόπον· παρὰ τὸ εἵλη, ὃ σημαίνει τὴν θερμασίαν. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 726

Εὐεπίης ·. γέγονεν ἀπὸ τοῦ εὐεπής. ἐξ αὐτοῦ τὸ θηλυκὸν εὐέπεια· τὸ πει δίφθογγον· τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν διὰ τοῦ εια παρηγμένα διὰ τῆς ει γράφεται. τὸ δὲ εὐεπής γέγονε παρὰ τὸ ἔπω, τὸ λέγω, καὶ τὸ εὖ μόριον. τὸ δὲ ἔπω σημαίνει δ· ἔπω, τὸ λέγω, Ὅμηρος δ αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον“· ἕπω, τὸ ἀκολουθῶ, Γ υἱέϊ σῷ ἑπόμην, θάλαμον γνωτούς τε λιποῦσα“· ἔπω, τὸ διοικῶ, ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν“· ἔπω, τὸ κατασκευάζω, Ζ τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα“

### ε 727

Εὐεργεσία ·. ἐκ τοῦ εὐεργέτης εὐεργετία, ὡς ἱκέτης ἱκ ε τεία, καὶ τροπῇ Ἰωνικῇ τοῦ τ εἰς ς εὐεργεσία. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 728

Εὐεργέτης ·. παρὰ τὸ εὖ μόριον καὶ τὸ ἔργον γίνεται εὐεργέτης. καὶ πόθεν γίνεται τὸ εὖ μόριον; παρὰ τὸ ἐΰς, ὃ σημαίνει τὸν ἀγαθόν· κλίνεται ἐέος· τὸ οὐδέτερον ἐΰ καὶ κράσει εὖ. τὸ δὲ ἐΰς παρὰ τὸ ἔω, τὸ ὑπάρχω

### ε 729

Εὔζωμον ·. διὰ τὸ καλὸν ἔχειν ζωμόν

### ε 730

Εὐήθεια · μωρία, ἄνοια· ὁ δὲ Θουκυδίδης ἐν τρίτῃ τὸ εὔηθες ἐπὶ τὸ βέλτιον λαμβάνει καὶ ὁ φιλόσοφος

### ε 731

Εὖθαρ · εἰς τὸ Εἶθαρ

### ε 732

Εὐθές · οὐδέτερον· τὸ ἀρσενικὸν ὁ εὐθής, καὶ ἡ εὐθής. παρὰ τὸ εὖ μόριον καὶ τὸ θέω, τὸ τρέχω· εὐθὴς γάρ ἐστιν ὁ καλῶς τρέχων. ἢ παρὰ τὸ εὖ καὶ τὸν θήσω μέλλοντα, ὁ καλῶς διακείμενος πρὸς πάντα

### ε 733

εὐθέως διαφέρει· εὐθὺς μὲν γάρ ἐστιν ὁ κανών, εὐθὺ δὲ τοῦ γυμνασίου ἀντὶ τοῦ κατ’ εὐθεῖαν τοῦ γυμνασίου, εὐθέως δὲ ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ζήτει

### ε 734

Εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο · εὐθυτάτην, σύντομον· παρὰ τὸ εὐθύ καὶ τὸ ὥρα, οἷον αὐτῇ τῇ ὥρᾳ

### ε 735

Εὔκολος. εἰς τὸ Δύσκολος

### ε 736

Ἐυκνήμιδες · παρὰ τὸ εὖ μόριον καὶ τὸ κνημίς· τὸ δὲ κνημίς ἐκ τοῦ κνήμη. κνῆμαι αἱ τῶν ποδῶν ἐκ τοῦ κινῶ κινήσω κινήμη κνήμη κατὰ συγκοπήν, αἱ ποιοῦσαι ἡμᾶς κινεῖσθαι· αἱ δὲ τῶν χειρῶν ἐκ τοῦ κνῶ κνήσω, ὃ δηλοῖ τὸ κνήθω. τὸ εὖ μόριον, ὅταν συντεθῇ μεθ’ ἑτέρας λέξεως ἀρχομένης ἀπὸ δύο συμφώνων ἢ ἀπὸ διπλοῦ, ἐν διαστάσει ἀναγινώσκεται παρ’ Ὁμήρῳ, εὔκνημις ἐΰκνημις, εὔξοον ἐΰξοον. κνημίς, τὸ μις μακρόν ἐστι, διότι τὰ εἰς ις θηλυκὰ δισύλλαβα, ἐὰν ἔχωσι τὴν παραλήγουσαν μακράν, ἐκτείνει τὸ ι κρηπίς κρηπῖδος, σφραγίς σφραγῖδος, κνημίς κνημῖδος

### ε 737

Εὐκτήριον · παρὰ τὸ εὔκτιστον, ἢ παρὰ τὸ τὸ καλὸν τηρεῖν, ἢ εὐχῆς οἰκητήριον

### ε 738

Εὐκτῶς ·. παρὰ τὸ εὐχή γίνεται εὔχω, εὔξω, ηὖξα, ὁ παρακείμενος ηὖχα καὶ ὁ παθητικὸς ηὖγμαι καὶ τὸ τρίτον ηὖκται καὶ ἐξ αὐτοῦ εὐκτός ὄνομα καὶ τὸ τῆς μεσότητος ἐπίρρημα εὐκτῶς, ἀντὶ τοῦ εὐκταίως

### ε 739

Εὐλαί Τ · οἱ σκώληκες· παρὰ τὸ εἰλεῖσθαι, ὅ ἐστι κινεῖσθαι. τῷ δὲ τόνῳ ὡς εὐναί

### ε 740

Εὐλή · εἰς τὸ Εἰλέωσιν

### ε 741

Εὐμαθής · εἰς τὸ Εὐφυής

### ε 742

Εὔμαιος · ὁ τοῦ Ὀδυσσέως δοῦλος· ἀπὸ τῆς πρὸς τὸν δεσπότην εὐμενείας

### ε 743

Εὐμαρής ·. παρὰ τὸ μαίρω, τὸ λάμπω, μαρής καὶ εὐμαρής, ὁ εὔληπτος

### ε 744

Εὐμενής · ὁ εὖ τισι κατὰ ψυχὴν διακείμενος, ὅπερ ἐστὶ μένος

### ε 745

Εὔμορφος εὐειδοῦς διαφέρει· εὔμορφος μὲν γάρ ἐστιν ὁ τὴν μορφὴν εὖ ἔχων, ἤτοι εὐπρόσωπος· εὐειδὴς δὲ ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα. Φωτίου

### ε 746

Εὐνή ·. παρὰ τὸ εὖ νενῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι ταῖς στρωμναῖς. ἔργον εἴχοντο. καὶ εἰς τὸ Λέχος

### ε 747

Εὖνις · ὁ ἔρημος, ὁ ἐστερημένος τινός· παρὰ τὴν ἑνός γενικὴν ἑνίς καὶ εὖνις προσθέσει τοῦ ι. οὕτως εὗρον ἐν τῷ Περὶ παθῶν

### ε 748

Εὐνοῦχος ·. παρὰ τὸ εὖ νοῦν ἔχειν. ἢ παρὰ τὸ εὐνὴν καθαρὰν ἔχειν ἢ φυλάττειν· ἔχω γὰρ τὸ φυλάττω. ἢ παρὰ τὸ εἷς ἑνός ἑνοῦχος καὶ εὐνοῦχος, ὁ μόνος ὢν καὶ μὴ μετ’ ἄλλων συνεζευγμένος

### ε 749

Εὐνοῦχος ·. Γεωργίου

### ε 750

Εὔξεινος ·. ἀπὸ τοῦ ξένος γίνεται ξεῖνος κατὰ πλεονασμὸν τοῦ ι καὶ κατὰ σύνθεσιν εὔξεινος

### ε 751

Ἐύξοον Β ·. ὄνομα ἐκ τοῦ ξέω, καὶ μετὰ τοῦ εὖ μορίου εὔξοον. ἀναβιβάζει δὲ τὸν τόνον· τὰ εἰς ος ὀνόματα ἔχοντα τὸ εὖ μόριον κατ’ ἀρχὴν ἅπαντα προπαροξύνεται, οἷον Εὔμαιος εὔσκο πος, χωρὶς τῶν παρὰ τὸ ἔργον συγκειμένων, οἷον εὐεργός λ ἥ τε κατ’ αἶσχος ἔχευε θηλυτέρῃσι γυναιξί, καὶ εἰ κ’ εὐεργὸς ἔῃσιν“

### ε 752

Εὔξω · εἰς τὸ Εὐκτῶς

### ε 753

Εὐπορεῖν ·. ἀπὸ τοῦ πείρω γέγονε περῶ καὶ ἐξ αὐτοῦ πόρος καὶ πορίζω. καὶ εἰς τὸ Ὀλβιόδαιμον

### ε 754

Εὐράξ · εἰς τὸ Ὑπόδρα

### ε 755

εὑρέσθαι διαφέρει· εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἷον πορίσασθαι

### ε 756

Εὑρέμεν · εὗρον, τὸ ἀπαρέμφατον εὑρεῖν, καὶ οἱ Ἴωνες καὶ οἱ ποιηταὶ διαιροῦσιν εἰς εμεν

### ε 757

Εὗρεν Α · ῥῆμα ἀορίστου δευτέρου· ὁ γὰρ ἐνεστὼς οὐκ ἔστι ῥητός, ἀλλ’ ἐξ ὑπομνήσεως τοῦ μέλλοντος καὶ τοῦ παρακειμένου λέγεται καὶ ὁ ἐνεστώς, ἐπεὶ οὐκ ἔστι ῥητός· ὡς οὐδὲ τὸ ἔω, τὸ ὑπάρχω, οὐκ ἔστι ῥητὸς ὁ ἐνεστώς, ἀλλ’ ἐξ ὑπομνήσεως, ὡς εἴπομεν, τοῦ ἦον δευτέρου ἀορίστου ἐνεργητικοῦ καὶ τοῦ ἔω τοῦ ὑποτακτικοῦ καὶ ἐπινοεῖται ὁ ἐνεστὼς τοῦ ἀορίστου δευτέρου καὶ τοῦ ἀορίστων δευτέρων ὑποτακτικοῦ, ὡς ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω“. οὕτως ἐστὶ καὶ τὸ ὑπόλοιπον

### ε 758

Εὔριζον ·. παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 759

Εὐρίζῳ · ἡ εὐθεῖα εὔριζος, καὶ γίνεται παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα. τοῦτο δὲ παρὰ τὸ ἵζω, τὸ καθέζομαι, ἵζα καὶ ῥίζα· ἢ παρὰ τὸ ῥέειν δι’ αὐτῆς τὸ ζῆν. Γεωργίου

### ε 760

Εὐριπίδης · παρὰ τὸ Εὔριπος γέγονεν. Γεωργίου

### ε 761

Εὔριπος ·. παρὰ τὸ ῥιπίζω γέγονεν Εὔριπος, οἱονεὶ ὁ εὐχερῶς ῥιπιζόμενος. ἔστι δὲ πέλαγος στενὸν μεταξὺ τῆς Ἀττικῆς καὶ Εὐβοίας, ὅπερ ἑπτάκις τῆς ἡμέρας ἐναλλάττει τὴν ἰδίαν κίνησιν καὶ πάντως ἐναντίως τῇ κινήσει τοῦ ἀνέμου κινεῖται. ἐκεῖ δὲ ἐτελεύτησεν ὁ Ἀριστοτέλης· ἐλθὼν γὰρ ἐκεῖ καὶ μὴ εὑρηκὼς τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως ὀλιγοψυχήσας ἀπέθανεν

### ε 762

Εὖρος ε ·. διὰ τὸ πλατύ· εὖρος γὰρ πλάτος ἐστίν. ἢ παρὰ τὸ ἔω, τὸ πορεύομαι, ὁ πορευόμενος εἰς πλάτος. ἢ παρὰ τὸ εὐρὺ καὶ σφοδρὸν τοῦ πνεύματος

### ε 763

Εὕροσαν ·. ἔστι εὑρῶ, εὑρήσω, ὁ δεύτερος ἀόριστος εὗρον καὶ τὸ τρίτον τῶν πληθυντικῶν εὗρον καὶ κατὰ διάλεκτον εὕροσαν

### ε 764

Εὐρύ · τὸ πλατύ· παρὰ τὸ εὕδειν, ὅ ἐστι κοιμησθῆναι· πλάτος γὰρ χρῄζει διὰ τὸ περιστρέφεσθαι ὁ κοιμώμενος. Ὁμήρου

### ε 765

Εὐρυάγυιαν Β ·. εὐρύς ἔστι παρασύνθετον παρὰ τὸ εὖρος· τοῦτο παρὰ τὸ εὖ ῥεῖν, ὅ ἐστιν εὐκόλως φέρεσθαι. Χοιροβοσκοῦ

### ε 766

Ἐΰς · ὁ ἀγαθός· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐΰς, ὡς ἥδω ἡδύς, οὗ ἡ γενικὴ ἐέος καὶ. τὸ θηλυκὸν ἑή, ἐξ οὗ θ δωτῆρες ἑάων“, ὡς πύλαι πυλάων. καὶ εἰς τὸ Εὐεργέτης

### ε 767

Εὐσεβής · εἰς τὸ Δίκαιος. Ὁμήρου

### ε 768

Εὐσέλμοιο Β ·. ὄνομα σύνθετον εὔσελμος ἐκ τοῦ εὖ μορίου καὶ τοῦ σέλμα, ἡ τῶν ἐρεσσόντων καθέδρα· καὶ ὥσπερ ἀπὸ τοῦ ἔρεισμα γίνεται κατὰ συγκοπὴν ἕρμα οὕτως ἐστὶ σελίς καὶ σημαίνει τὴν καθέδραν ἡ γενικὴ σελλίδος, καὶ ἐξ αὐτοῦ ῥῆμα σελλίζω, καὶ κατὰ παραγωγὴν σέλισμα καὶ συγκοπῇ σέλμα· καὶ τρέπεται τὸ α εἰς ος ὡς σχῆμα εὔσχημος, σέλμα εὔσελμος, καὶ διαλύσει τῆς ευ διφθόγγου ἐΰσελμοσ. ποσαχῶς ποικίλλονται τὰ εἰς α οὐδέτερα;. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 769

Εὔσπλαγχνος · παρὰ τὸ εὖ μόριον καὶ τὸ σπλάγχνον γίνεται. σπλάγχνον δὲ ἐτυμολογεῖται οἱονεὶ πέλαγχνον διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν, ἢ διὰ τὸ σπᾶν τὴν τροφήν

### ε 770

Εὐστραφής · εἰς τὸ Ἐπιστραφής

### ε 771

Εὖτ’ ἄν Β ·. δύο μέρη λόγου· εὖτε ἐπίρρημα χρόνου δηλωτικὸν καὶ ἄν σύνδεσμος. καὶ γίνεται οὕτως· ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε ἐστὶ πλεονασμῷ τοῦ υ οὖτε, καὶ μεταθέσει τοῦ ο εἰς ε γίνεται εὖτε· ὁ δὲ Ἡρωδιανός . ὅτι ἐκ τοῦ ὅτε ἐστί, καὶ πλεονασμῷ τοῦ ε καὶ κράσει τοῦ εο εἰς τὴν ευ Δωρικῶς γίνεται εὖτε. Ὁμήρου

### ε 772

Εὐτείχεον Β ·. τὰ εἰς ος ἀπὸ οὐδετέρων σύνθετα ἀπὸ εὐθείας συντίθεται, οἷον ξίφος ἄξιφος, ῥῖγος δύσριγος, πλὴν τοῦ εὐτείχεος, ὃ ἀπὸ γενικῆς συντίθεται. ὤφειλε δὲ ἡ σύνθεσις ἀπὸ εὐθείας εἶναι, ἐγένετο δὲ ἀπὸ τῆς γενικῆς διὰ τὸν κανόνα. γίνεται δὲ ἐκ τοῦ τεῖχος τείχεος καὶ μετὰ τοῦ εὖ μορίου εὐτείχεος

### ε 773

Εὐτελής ·. παρὰ τὸ εὖ μόριον καὶ τὸ τέλος· τὸ δὲ εὖ μόριον πολλάκις ἀντὶ τοῦ στερητικοῦ α τίθεται

### ε 774

Εὐτραπελία ·. παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον

### ε 775

Εὐτραπελία · μωρολογία, κουφότης, ἀπαιδευσία· γέγονε δὲ ἀπὸ τοῦ στρέφω ῥήματος ἢ τρέπω, οἱονεὶ εὔστρεπτος εὐστράπελος καὶ εὐτράπελος καὶ εὐτραπελῶ, ὡς φιλόσοφος φιλοσοφῶ, καὶ ἐξ αὐτοῦ εὐτραπελία. καὶ εἰς τὸ Σκῶμμα. Ὁμήρου

### ε 776

Ἐΰτυκτον Γ ·. ἐκ τοῦ τεύχω, τὸ κατασκευάζω, τέτευχα, τέτευγμαι, τέτευκται, ἀποβολῇ τοῦ ε τέτυκται, ὄνομα ῥηματικὸν τυκτός καὶ μετὰ τοῦ εὖ μορίου εὔτυκτος. ὁ κανών· τὰ εἰς ος σύνθετα κοινά εἰσι τῷ γένει καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς

### ε 777

Εὐτυχής · εἰς τὸ Ὀλβιόδαιμον

### ε 778

Εὔφρανεν · εἰς τὸ Ηὔφρανεν

### ε 779

Εὐφρόνη · ἡ νύξ· παρὰ τὸ εὖ φρονεῖν ἐν αὐτῇ, ὡς Μένανδρος ἐν νυκτὶ βουλήν, ὅπερ ἅπασι γίνεται, διδοὺς ἐμαυτῷ“

### ε 780

εὐμαθὴς διαφέρει παρὰ τοῖς Ἀττικοῖς· εὐφυῆ μὲν γὰρ λέγουσι τὸν προκοπτικόν, εὐμαθῆ δὲ τὸν πρὸς μάθησιν εὖ πεφυκότα. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 781

Εὐχερῶς ·. ὥσπερ ἐκ τοῦ ἐναντίου δυσχερής παρὰ τὸ δύς μόριον καὶ τὸ χείρ χειρός, ὁ μετὰ βίας τινὶ κολλώμενος, οὕτως πάλιν ἀπὸ τοῦ εὖ μορίου καὶ τὸ χείρ χειρός γίνεται εὐχερής καὶ εὐχειρία, τὸ μετ’ εὐκολίας καὶ χωρὶς κόπου τῇ χειρὶ λαμβάνειν καὶ εὐθύνειν

### ε 782

Εὐχή · διὰ τὸ εὖ ἔχειν ἤγουν καλόν. Νικήτου

### π 6

προσευχὴ διαφέρει· εὐχὴ λέγεται ἐπαγγελία τινῶν τῶν κατ’ εὐσέβειαν ἀφιερωμένων θεῷ, προσευχὴ δὲ δέησις μετὰ ἱκετηρίας τῷ θεῷ προσαγομένη. Ὁμήρου

### ε 783

Εὐχωλή · πόθεν; εὔχω εὐχωλή, ὡσ παύσω παυσωλή, τρέπω τερπωλή

### ε 784

Εὔχομαι Β καὶ ἐπεύχομαι· ἀντὶ τῆς πρός, ὡς καὶ τὸ Γ ἐπίορκον“ ἀντὶ τοῦ ὑπεράνω τῶν ὅρκων γινόμενος, καὶ ἐπιβλέπειν, ὑπεράνω τὴν διάνοιαν ἔχειν· καὶ τὸ Π ἐπευχόμενοσ“ ἀντὶ τοῦ προσευχόμενος, καὶ ζ ἐπὶ γούνασιν“ ἀντὶ τοῦ πρὸς τοῖς γόνασιν ἢ πρὸς τὰ γόνατα. ὁ δὲ Ἡρωδιανός ὅτι ἴσως ἐκ τοῦ ἔχω πεποίηται κατὰ πλεονασμὸν τοῦ υ · οἱ γὰρ εὐχόμενοι ἀξιοῦσιν ἔχειν ὧν βούλονται. τὸ ἐνεργητικὸν δὲ οὐκ ἔστι· τότε γὰρ ἀπολιμπάνουσι τά τε ἐνεργητικὰ τά τε παθητικά, ἐν ᾧ ἂν ῥήματι ἐναντίως ἔχῃ τὸ σημαινόμενον τῷ τῆς φωνῆς χαρακτῆρι, οἷον ῥιγῶ κάμνω πυρέσσω φρίσσω πάσχω τύπον μὲν ἔχει ἐνεργητικὸν σημαινόμενον δὲ παθητικόν· ὁμοίως ἅλλομαι εὔχομαι ὀρχοῦμαι ἱππάζομαι φείδομαι τύπον μὲν ἔχει παθητικὸν σημαινόμενον δὲ ἐνεργητικόν

### ε 785

Εὖχος · καύχημα, δόξα· ἐκ τοῦ αὐχῶ, ὃ σημαίνει τὸ μεγαλαυχῶ καὶ καυχῶμαι, αὖχος καὶ τροπῇ τοῦ α εἰς ε εὖχος, ἀντὶ τοῦ καύχημα. ἢ ἀπὸ τοῦ εὐχωλή, ὃ σημαίνει τὴν καύχησιν· τοῦτο δὲ παρὰ τὸ εὔχομαι· τοῦτο παρὰ τὸ εὐχή· τοῦτο παρὰ τὸ εὖ ἔχειν

### ε 786

Εὐώδης · ὁ εὔοσμος· ἐκ τοῦ ἄω, τὸ πνέω, ἀής καὶ εὐαής καὶ ἐξ αὐτοῦ εὐαόδης καὶ κράσει εὐώδης· ἢ τὰ διὰ τοῦ ωδης μετουσιαστικὰ διὰ τοῦ ω μεγάλου γράφεται, χωρὶς τῶν παρὰ τὸ πούς, οἷον τριπόδης τετραπόδης

### ε 787

Εὐώνυμος · ἡ χεὶρ κατὰ ἀντίφρασιν, ὡς καὶ ἀριστερὰ παρὰ τὸ ἄριστος

### ε 788

Εὐωχίας · εὐεχίας

### ε 789

Ἐχρῆν · χρόνου παρατατικοῦ καὶ οὐχὶ ἐπίρρημα

### ε 790

Ἐφάμιλλος · ὁ συναγωνιζόμενος

### ε 791

Ἔφαν Γ ·. οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν ἔνδειαν συλλαβῆς καὶ φυλάττουσι τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, οἷον ἔβημεν ἔβαν. οὕτως ἔφαν· ἐκ τοῦ φημί ὁ παρατατικὸς ἔφην, τὸ πληθυντικὸν ἔφαμεν, ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι τὸ τρίτον ἔφασαν καὶ Βοιωτικῶς ἔφαν

### ε 792

Ἔφανεν · εἰς τὸ Ἐξέφηνεν

### ε 793

Ἐφάνθησαν · εἰς τὸ Φάανθεν. Νικήτου

### ε 794

Ἔφασκον ·. παρατατικοῦ· τὸ θέμα φάσκω· γέγονε δὲ παρὰ τὸ φῶ, τὸ λέγω, ἐξ οὗ καὶ φημί, οὗ ὁ μέλλων φάσω καὶ κατὰ πλεονασμὸν τοῦ κ φάσκω

### ε 795

Ἐφειμένον · ἐντεταλμένον, προστεταγμένον· ἀπὸ τοῦ ἐφίημι ὁ μέλλων ἐφήσω, ὁ παρακείμενος ἐφεῖκα, ὁ παθητικὸς ἐφεῖμαι, ἡ μετοχὴ ἐφειμένος, τὸ οὐδέτερον ἐφειμένον. Ὁμήρου

### ε 796

Ἐφεῖντο ·. ἑῶ ἐστι ῥῆμα καὶ σημαίνει τὸ κορεννύω· Τ ἐπεὶ χ’ ἑῶμεν πολέμοιο“, ἀντὶ τοῦ κορεσθῶμεν· καὶ ἐξ αὐτοῦ παράγωγον ἕημι, ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κράσει εἷμαι, ὁ παρατατικὸς εἵμην καὶ τὸ τρίτον τῶν πληθυντικῶν εἷντο καὶ μετὰ τῆς ἐπί προθέσεως ἐφεῖντο, ἀντὶ τοῦ ἀπολαύσουσιν ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο“

### ε 797

Ἐφέστιος Β · ἔνοικος, πολίτης, αὐτόχθων. τὸ τι ι · τὰ διὰ τοῦ ιος ἐπίθετα ἢ καὶ ἀπὸ τόπου λαμβανόμενα διὰ τοῦ ι γράφεται. ἢ ἀπὸ τοῦ ἑστία· τοῦτο δὲ ὅτι τὰ διὰ τοῦ ια παροξύτονα θηλυκὰ. δασύνεται· τὸ ε ἐπιφερομένου τοῦ ς ᾧ ὑποτέτακται ἀντίστοιχον, ψιλοῦται. ψιλοῦται ἐσθής ἔσχατος. δασύνεται δὲ τὸ ἑστώς, . ἦν δὲ ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενοσ“, ἑσπόμεθα καὶ ἑστία καὶ ἕστιος καὶ ἐφέστιος. καὶ ποῖά εἰσι τὰ ἀντίστοιχα; τὰ ψιλὰ καὶ τὰ δασέα

### ε 798

Ἐφετμή · ἐντολή, νουθεσία, ἐπιστολή, πρόσταγμα· παρὰ τὸ ἵημι ἕσω καὶ ὄνομα ῥηματικὸν ἑσμή, τροπῇ τοῦ ς εἰς τ ἑτμή καὶ ἐν συνθέσει ἐφετμή

### ε 799

Ἔφηβος · εἰς τὸ Γέρων

### ε 800

Ἔφηνεν · εἰς τὸ Ἐξέφηνεν

### ε 801

Ἐφῆπται Β · ἐπικρέμαται· παρὰ τὸ ἅπτω, τὸ ἀρτῶ, ὁ παρακείμενος ἧμμαι ἧψαι ἧπται καὶ ἐφῆπται

### ε 802

Ἐφιάλτην · τὸν ἐνδιάθετον καὶ ἐκ φύσεως παρεπόμενον λόγον τοῖς ἀνθρώποις ἢ τὸν ἐφαλλόμενον ἀνθρώποις ἀτάκτως. ἔστι δὲ μετοχή· ἔστι καὶ ὄνομα κύριον καὶ ὁ ἀγαθὸς δαίμων

### ε 803

Ἐφιείς Α · ἐπιπέμπων· μετοχὴ ἐνεστῶτος· ἀπὸ τοῦ ἵημι ἱείς ἱέντος καὶ συνθέσει ἀφιείς καὶ διείς

### ε 804

Ἐφίζον · καθίζον· μετοχὴ οὐδετέρου· τὸ θέμα ἵζω, τὸ σημαῖνον τὸ καθέζομαι, καὶ μετὰ τῆς ἐπὶ προθέσεως ἐπίζω καὶ ἐφίζω, ἡ μετοχὴ ἐφίζων ἐφίζοντοσ καὶ τὸ οὐδέτερον ἐφίζον. τὸ δὲ ἵζω ἀπὸ τοῦ ἕω, τὸ καθέζομαι

### ε 805

Ἐφύμνια · οἱ ὕμνοι οἱ μετ’ ὀργάνων καὶ τέχνης ᾀδόμενοι· ἐκ τοῦ ἐφύμνιος· τοῦτο δὲ παρὰ τὸ ὕμνος, ὕμνιος καὶ ἐφύμνιος· τὸ δὲ ὕμνος παρὰ τὸ ὑπομένω, ὑπόμονός τις ὢν καὶ ὕμνος. τὸ μνι ι. διὰ τί; τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ειος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα, εἰ μὲν βαρύνεται, διὰ τοῦ ι γράφεται, οἷον κάπρος κάπριος ὕμνος ὕμνιος, εἰ δὲ ὀξύνεται, διὰ τῆς ει διφθόγγου, οἷον ἀρνός ἀρνειός θαμός θαμειός ἀδελφός ἀδελφειός. εἰ δὲ προπαροξύνεται, διὰ τοῦ ι γράφεται, οἷον Αἰτωλός Αἰτώλιος, Δ τοῖος ἔην Τυδεὺς Αἰτώλιοσ“, ὀρθός ὄρθιος, Βοιωτός Βοιώτιος

### ε 806

Ἐχθές · ἐπίρρημα καιροῦ παραστατικόν· γίνεται δὲ παρὰ τὸ ἐκτός· ἐκτὸς γὰρ εἴρηται ὁ παρεληλυθὼς χρόνος· ἐκτές οὖν καὶ ἐχθές. ἢ παρὰ τὸ ἐκθέω, τὸ τρέχω, ἐκθές καὶ ἐχθές, ἡ ἐκθεύσασα καὶ παρελθοῦσα ἡμέρα. ἢ παρὰ τὸ ἐκθεῖν, ὅ ἐστι παραδραμεῖν. τούτου χάριν καὶ ἔστιν ἀναλογώτερον τὸ ἐχθές τοῦ χθές

### ε 807

Ἐχθήρω ·. ἐκ τοῦ ἐχθρός ἐχθαίρω καὶ ἐχθήρω. Φωτίου

### ε 808

Ἔχθιστος Β ·. ἐκ τοῦ ἐχθρός· ἐτυμολογεῖται δὲ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, καὶ τῆς ἔκ προθέσεωσ ἐκθορῶ, ὁ μέλλων ἐκθορήσω, ἐκθορός καὶ συγκοπῇ ἐχθρός, ὁ ἔξω ἡμῶν προερχόμενος. ἢ παρὰ τὸ ἐχθύς γέγονεν ἐχθιστότερος τὸ συγκριτικόν, τὸ ὑπερθετικὸν ἐχθρότατος καὶ ὁ δεύτερος τύπος ἔχθιστος. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ε 809

Ἔχθος · τὸ μῖσος· παρὰ τὸ ἀπόβλητον καὶ ἐκτὸς ἡμῶν εἶναι. ψιλοῦται· πᾶν φωνῆεν πρὸ δασέος ψιλοῦται. καὶ εἰς τὸ Ἀπεχθής

### ε 810

Ἐχθρός · παρὰ τὸ ἔξω ἡμῶν θορεῖν, ἤγουν πηδᾶν καὶ ἰέναι

### δ 335

δυσμενοῦς διαφέρει· ἐχθρὸς μὲν γὰρ ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ δι’ ὅπλων χωρῶν πρὸς τὸν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον τὴν πρὸς τόν ποτε φίλον ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων

### ε 811

Ἔχιδνα · παρὰ τὸ ἔχις, ὃ σημαίνει τὸν ὄφιν· ἢ παρὰ τὸ ἔχω καὶ τὸ ἰόσ γίνεται ἔχια καὶ πλεονασμῷ τῶν συμφώνων γίνεται ἔχιδνα, ἡ ἐν αὑτῇ τὸν ἰὸν ἔχουσα. Σελεύκου

### ε 812

Ἐχῖνος · τὸ χερσαῖον ζῷον παρὰ τὸ συνέχειν ἑαυτὸ στρογγυλούμενον· τὸ δὲ θαλάσσιον καθ’ ὁμοιότητα τῶν ἀκανθῶν· καὶ ὁ τῶν ὀρνίθων κατὰ ποιότητα σχήματος· κακῶς δὲ Καλλίμαχος τῶν βοῶν τὰς κοιλίας εἶπεν. Σελεύκου

### ε 813

Ἔχις · ὅτι μόνον τῶν ὄφεων μὴ ᾠοφορῆσαν τίκτει, καὶ παρ’ ἑαυτῷ κατέχει καὶ ζῳοφορῆσαν τίκτει οὐκ ὠόν, ἀλλὰ τέλεια τὰ ἑρπετά· ἀπὸ τοῦ κατέχειν οὖν ἔχις. Γεωργίου

### ε 814

Ἐχίων ·. ἀπὸ τοῦ ἔχις ἔχιος, ὅ ἐστιν εἶδος ὄφεως, γέγονεν Ἐχίων. καὶ εἰς τὸ Ἰξίων

### ε 815

Ἐχρησάμην · εἰς τὸ Χρῆμα

### ε 816

Ἐχυρός · ὁ ἀσφαλής· παρὰ τὸ ἔχω ἐχυρός, ὅθεν καὶ ἐνέχυρον. καὶ εἰς τὸ Ἐνέχυρον

### ε 817

Ἔχω · εἰς τὸ Δυσκάθεκτον καὶ Ἐκεχειρία καὶ Ἴσχω καὶ Ὀχμάσας. Εὐλογίου

### ε 818

Ἐψεύσθησαν · πόθεν; ἀπὸ τοῦ ψεύδω ψεύσω, ὡς νήθω νήσω, ὁ παθητικὸς ἐνεστὼς ψεύδομαι, ὁ παρακείμενος ἔψευσμαι, ὁ ἀόριστος ἐψεύσθην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐψεύσθησαν, ὥσπερ ἐνήσθησαν

### ε 819

Ἕψω · εἰς τὸ Ἄψ

### ε 820

Ἔω · εἰς τὸ Ἀνειμένος καὶ Ἄποινα καὶ Ἑανοῦ καὶ Εἶαρ καὶ Εἶεν καὶ Εἵμασιν καὶ Εἵματα καὶ Εἰμί καὶ Εἶσι καὶ Εἰῶσι καὶ Ἐμπεδῶσαι καὶ Ἑννύω καὶ Ἔπεισι καὶ Ἐσθής καὶ Ἔτος καὶ Ἐτώσιον καὶ Εὗρεν καὶ Εὖρος καὶ Ἐφεῖντο καὶ Ἕωλον καὶ Ἤμην καὶ Ἠΰς καὶ Ἰέναι καὶ Ἶνες καὶ Ἶφι καὶ Ἰών καὶ Καθοῦ καὶ Λευχειμονείτω καὶ Μεστόν καὶ Νεανικῶς καὶ Περιπέζια καὶ Τελεῖ

### ε 821

Ἐῶ · εἰς τὸ Ἄφενος καὶ Ἑζόμενος καὶ Ἐούσης

### ε 822

Ἔωθεν · εἰς τὸ Εἴωθα

### ε 823

Ἐῴκει Β ·. ῥῆμα ὑπερσυντελίκου· ὁ παρακείμενος ἔοικα καὶ σημαίνει τρία. ὁ ὑπερσυντέλικος ὤφειλεν εἶναι ἠοίκειν, ἀλλ’ οὐδέποτε λέξις Ἑλληνικὴ ἀπὸ τοῦ η ἀρχομένη ἐπιφέρει τὸ ο χωρὶς εἰ μὴ ἐν διφθόγγῳ εἴη κατὰ διάλεκτον, Θ Ἠοῦς δὴ καὶ μᾶλλον“. οὕτως οὖν καὶ τοῦ ἑώρταζον ἐγένετο ἡ ἔσωθεν μακρὰ ἡ ἔξωθεν βραχεῖα· ὁμοίως καὶ τὸ ἐώλπειν καὶ τὸ ἐώργειν

### ε 824

Ἑωλοκρασία · ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἑώλων δείπνων τοὺς ζωμοὺς πρὸς τοιαύτην παιδιὰν τετραμμένοισ. ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα, ὅτι τὰ πράγματα τὰ ἀρχαῖα συγκεράσας κατηγόρει ὁ Αἰσχίνης. ἢ ἑωλοκρασία ἡ χθεσινὴ μέθη· ἕωλον γὰρ τὸ χθεσινόν, παρὰ τὸ ἕω ἐλαθῆναι. ἢ ἕωλον τὸ λιτόν. ἢ τὸ μὴ πρόσφατον, ἀλλὰ χθεσινόν· παρὰ τὸ ἔω, ὃ σημαίνει τὸ περιπατῶ

### ε 825

Ἐών · εἰς τὸ Ἢ τοιόσδε

### ε 826

Ἐών Γ ·. μετοχή ἐστιν ἀορίστου δευτέρου, διότι οὐδέποτε μετοχὴ ἐνεστῶτος ὀξύνεται, πλὴν τοῦ ἑκών, καὶ οὐδέποτε μετοχὴ δευτέρου ἀορίστου, βαρύνεται, πλὴν τοῦ πέφνων. ὥστε τὸ ἐών δευτέρου ἀορίστου ἐστίν

### ε 827

Ἕως · εἰς τὸ Ἥλιος καὶ Ἠώς

### ε 828

Ἑωσφόρος · ἑωασφόρος, διὰ τὸ ἐκ τῆς ἑῴας φέρεσθαι· ὁ ἀνατολικὸς ἀστήρ, ὁ πρωϊνός, ὁ τὴν ἑῴαν φέρων. ὁ αὐτὸς καὶ φωσφόρος καλεῖται. Ζ Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ζ 1

Ζαβουλών · ἀπὸ τοῦ βάλλω βολή καὶ βουλή καὶ μετὰ τοῦ ζα ἐπιτατικοῦ μορίου Ζαβουλών, ὁ πάνυ βουλευτικώτατος

### ζ 2

Ζαγρεύς · ὁ μεγάλως ἀγρεύων, ὡς πότνια Γῆ, Ζαγρεῦ τε θεῶν πανυπέρτατε πάντων“ ὁ τὴν Ἀλκμαιονίδα γράψας ἔφη . τινὲς δὲ τὸν Ζαγρέα υἱὸν Ἅιδου φασίν, ὡς Αἰσχύλος ἐν Σισύφῳ Ζαγρεῖ τε νῦν μοι καὶ πολυξένῳ χαίρειν“· ἐν δὲ Αἰγυπτίοις οὕτως αὐτὸν τὸν Πλούτωνα καλεῖ τὸν ἀγραῖον, τὸν πολυξενώτατον, τὸν Δία τῶν κεκμηκότων“

### ζ 3

Ζάθεος · μέγας θαυμαστός· παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ θεός ζάθεοσ καὶ ζαθέα καὶ Ἰωνικῇ τροπῇ τοῦ α εἰς η ζαθέη

### ζ 4

Ζάκορος · νεωκόρος, ἤγουν ἡ διακονοῦσα περὶ τὸ ἱερόν, ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν σαρῶν· κορεῖν γὰρ τὸ σαίρειν Ἀττικῶς. τὸ γὰρ ζα οὐκ ἔστι ἐνταῦθα ἐπιτατικόν, ἀλλ’ ἀντὶ τῆς διά προθέσεως, ἵν’ ᾖ διάκορος· οἱ Αἰολεῖς γὰρ καὶ οἱ Ἀττικοὶ τὴν διά καὶ ζά φασιν. οὕτως καὶ εἰς τὸ Ἐτυμολογικὸν καὶ Ῥητορικόν. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### ζ 5

Ζάλη · παρὰ τὸ ἅλς ἁλός ἅλη καὶ ζάλη. ἢ παρὰ τὸ ἅλλω, τὸ πηδῶ, ἡ ἀγριουμένη καὶ ὀγκουμένη θάλασσα. κυρίως δὲ λέγεται ζάλη ἐπὶ τῆς θαλάσσης παρὰ τὸ ζέειν τὴν ἅλα, ἤγουν ὀγκοῦσθαι ὑπὸ ἀνέμων

### ζ 6

Ζαμενής · εὔψυχος, μέγα μένος ἔχων τουτέστι ψυχὴν ἢ προθυμίαν· ἢ ζαμενὴς ὁ ἄγαν ὀργίλος, παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ μένος, ὃ σημαίνει τὴν ὀργὴν καὶ τὸν θυμόν

### ζ 7

Ζάφελος · σημαίνει τὸν μεγάλως ἐπικαθήμενον ἢ ηὐξημένον· παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ὀφέλλω, τὸ αὔξω. ζαφελῶς. καὶ τὸ μὲν ζάφελος βαρύνεται λόγῳ τοιούτῳ· τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα ἐπιτατικὸν προπαροξύνεται, οἷον ζάθεος ζάκοτος. οὕτως οὖν καὶ ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπειδὴ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον εὐτελῶς. οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον“ διὰ τὸ εὐτραπέλως εἰκέλως

### ζ 8

Ζαχρειής · κυρίως ζαχρειές ἐστι τὸ βιαίως ταῖς χερσὶ πραττόμενον· παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις

### ζ 9

Ζυγομαχεῖ · στασιάζει ὡς οἱ βόες ἐζευγμένοι· μετῆκται δὲ ἡ λέξισ ὡς ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης μὴ συμφώνως ἐργαζομένων· ἐκεῖνοι γὰρ πολλάκις, ὅταν ἕλκωσι, κάμνοντες ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους

### ζ 10

Ζαχρειής · παρὰ τὸ χρῶ, τὸ πλησιάζω, χραύω, ὡς ψῶ ψαύω, Ε χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον“· ὄνομα χρής καὶ ζαχρεής καὶ ζαχρειής

### ζ 11

Ζέειν · εἰς τὸ Ζάλη

### ζ 12

Ζειά · ἔστιν εἶδος κριθῆς· τὰ εἰς α θηλυκὰ τῇ ει διφθόγγῳ παραληγόμενα ἢ τῷ ι ἐπὶ μὲν οὐσίας ὀξύνεται, οἷον ζειά Φειά χροιά, ἐπὶ δὲ πράγματος βαρύνεται, οἷον μνεία χρεία. Γεωργίου

### ζ 13

Ζειαί · γίνεται παρὰ τὸ ζέειν ζέειαι καὶ κατὰ συναίρεσιν ζειαί, αἱ τοῦ ζέειν ἡμῖν αἴτιαι

### ζ 14

Ζείδωρος παρὰ τὸ ζῆ ζηόδωρος, καὶ κατὰ συγκοπὴν τοῦ ο ζήδωρος, τροπῇ Βοιωτικῇ τοῦ η εἰς ει δίφθογγον, ὥσπερ οὐτῶ οὐτήσω, ὠτειλὴ, ζείδωρος, ἡ τὰ πρὸ τὸ ζῆν δωρούμενα τουτ’ἔστιν ἡ γῆ. ἢ παρὰ τὸ ζέειν, ζεέδωρος καὶ κατὰ κράσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ζείδωρος

### ζ 15

Ζείδωρον παρὰ τὸ ζῆν δωρεῖσθαι. αὑτὴ ἔστιν ἡ τὸ θερμότατον αἷμα ἐν τῷ σώματι ἐμποιοῦσα

### ζ 16

Ζεῖρα σημαίνει τὴν ζώνην καὶ χιτῶνα καὶ χλαμίδα. διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ δεῖν, ὅ ἐστι τὸ δέσμειν, καὶ μεταθέσει τοῦ δ εἰς ζ ζεῖρα

### ζ 17

Ζείφων εἰς τὸ ζέφυρος

### ζ 18

Ζεύγλη παρὰ τὸ ζεύγω, ζεύξω, ζεύγλη

### ζ 19

Ζεύγλη τὸ τοῦ τραχήλου μέρος, ἣ τὸ ἄκρον τοῦ ζυγοῦ, καθ’ οὗ ὁ ζυγός. Ὅμηρος· ζεύγλης ἐξερείπουσα, παρὰ τὸν ζυγὸν οὐδεὶς ἵκανε. παρὰ τὸ ζεύγω ζεύγλη, ὡς ἀΐξω ἀΐγλη, μετὰ τῆς συναιρέσεως

### ζ 20

Ζεῦγος παρὰ τὸ ζεύγω, ὁμοίως ὁ μέλλων ζεύξω, καὶ ζεῦγος, ὡς παρὰ τὸ τεῦχος

### ζ 21

Ζευγίσιον τῷ χαρακτῆρι τῶν διὰ τοῦ ισιον, οἷον, ἀφροδίσιον, ἀρτεμίσιον, προβλίσιον, οὕτως οὖν καὶ ζευγνίσιον. ἰστέον δὲ, ὅτι τέσσαρες τάξεις ἦσαν παρὰ Ἀθηναίοις. ἦσαν γὰρ πεντακοσιοὶ μεδιμνοὶ, οἵτινες πεντακοσιοὶ μεδιμνοὶ ἐλέγοντο, ἐκ τοῦ διακονῶν μέτρου τελεῖν. ἦσαν καὶ οἱ θῆτες, οἵτινες μὴ εὐποροῦντες τελέσαι τὶ, ἐθήτευον, ἢ καὶ ὡς μίσθιοι ὑπῆρχον

### ζ 22

Ζεὺς Διὸς, ὁ κανών· δύο κανόνες εἰσὶ, οἱ μαχόμενοι ἀλλήλοις. ὁ μὲν εἷς λέγει, ὅτι πᾶν ὄνομα μονοσύλλα βον ὀξύτονον, μακρῷ κατάληκτον, εἰς ς λῆγον, διὰ καθαροῦ τοῦ ος κλινόμενον, τὸν χρόνον τῆς εὐθείας θέλει φυλάττειν ἐν τῇ γενικῇ. οἷον, δμὼς δμώος. θὼς θώος. καὶ ὤφειλεν εἶναι Ζεὺς Ζέος· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ εἰς ευς διὰ τοῦ εος κλίνεται, καὶ ὤφειλεν εἶναι Ζέος. τῶν οὖν δύο κανόνων μαχομένων, εἰσῆχθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, καὶ ἐγένετο Ζεὺς Διὸς· Ζεὺς ποτὲ βαρύνεται καὶ ποτὲ ὀξύνεται. βαρύνεται μὲν, ὡς Ζεὺς δ’ Ἔριδα προΐαλλεν. ὀξύνεται δὲ, Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε. βαρύνεται δὲ, ἐπειδὴ αἱ ὀξυνομέναι λέξεις, αἱ διὰ τὴν συνέπειαν τρέπουσι τὴν ὀξεῖαν εἰς βαρείαν, ἐπιφερομένου τοῦ ἐγκλιτικοῦ μορίου, τὴν ἰδίαν τάσιν φυλάττουσι. σημαίνει δὲ δύο· ὄνομα κύριον βασιλέως Ἀσσυριῶν καὶ τὸν ἀστέρα

### ζ 23

Ζεύς ἐκλήθη, ὅτι ἔζησεν, ἐν τῇ Κρήτῃ οὗ ὁ Κρόνος κατεπόθη, τὸ πρότερον Δίας καλούμενος, παρὰ τὸ διαμένειν τὸν χρόνον. βελτίον δὲ γάρ ἐστι λέγειν ὅτι ζωῆς παρεκτικός. οἱ δὲ ὅτι τὸ σῶμα αὐτοῦ ἐσπαργάνωσαν. ὅτι δεύειν καὶ βρυχάζειν αἴτιός ἐστιν. καὶ γὰρ πῶς ὁ θεὸς τριώνυμος ἔστι καὶ ἕκαστον αὐτοῦ τῶν ὀνομάτων, οὐκ ἔχει τὰς πτώσεις, ἀλλ’ ὁ Ζεὺς ἔχει τὴν ὀρθὴν μόνον καὶ τὴν κλητικὴν, Ζεῦ ἄνα. πληροῦνται δὲ καὶ αἱ ἄλλαι ἀκατανωνόμαστοι· αἱ γὰρ Διὸς καὶ Διῒ καὶ Δῖα, οὐκ ἔχουσι τὴν ὀνομαστικὴν, ἀλλ’ ἀεὶ ἡ ὀνομαστικὴ Δῖα, ὅθεν ὁ Πλάτων, Ζεὺς εἶναι φησὶ, δι’ οὗ ζῶμεν. Ζῆνος δὲ καὶ Ζῆνι καὶ Ζῆνα ἀπ’ ὀρθῆς τοῦ Ζῆν. οἱ δὲ φυσικοὶ δῖνα ἀπ’ ὀρθῆς πτώσεως. λέγεται δὲ αὐτὸν τὸν αἰθέρα εἶναι δῖα. ὅτι ἔμπειρός ἐστι καὶ ζέει, ἀλλ’ αἰθὴρ τίκτει σε κόρας, Ζεὺς ὡς ἀνθρώποισιν ὀνομάζεται

### ζ 24

Ζέφυρος ὁ καὶ λὶψ, ὅτι ἀπὸ ζείφου πνεῖ· ζεῖφον δὲ τὴν δῦσιν οἱ ἀρχαῖοι ἔλεγον

### ζ 25

Ζέφυρος ὅτι ἐκ τῶν ζοφωτάτων τῆς δύσεος πνεῖ

### ζ 26

Ζέφυρος παρὰ τὸ ζωοφόρος εἶναι. τρέφει γὰρ τοὺς καρπούς. ἢ παρὰ τὸ ζωὴ καὶ τὸ φέρω, ὁ τὸν ζῆν πᾶσι παρέχων, καὶ τὶ μετέχει τοῦ ζῆν, τῷ γὰρ θέρει πνέοντι αὐτῷ οἱ καρποὶ αὔξονται

### ζ 27

Ζηκχὸς ζῆ ἐκ χοὸς, πόνους τιθέμενος εἰς γαῖαν, ἔνθεν τρυφᾷν εἴθισται ἔκπαλαι τῶν χρόνων. φιλεῖ γὰρ ὄντως ἰδίοις μόχθοις τρέφεσθαι, ἤπερ εἰσάγειν ἑαυτὸ ἐξ ἀλλοτρίων μόχθων

### ζ 28

Ζῆθι ῥῆμα προστακτικὸν, κατ’ ἔκτασιν ἐστιν ἡ θι συλλαβή. ἔστι γὰρ ἄω τὸ πνέω, καὶ μετὰ τοῦ ζα ζάω ζῶ, καὶ κατὰ κράσιν Δωρικὴν τοῦ α εἰς η ζῆ. τὸ τρίτον τοῦ παρατατικοῦ ἔζαε, ἔζᾳ, καὶ τὸ προστακτικὸν ζῆ. ὡς τάω, τῶ, τῆς, τῆ. τῆ πρὸς οἶνον Κύκλωψ. ἀντὶ τοῦ δέξαι, καὶ προσθέσει τῆς ζη συλλαβῆς γίνεται ζῆθι. ἢ ἀπὸ τοῦ ζάω τὸ καθεύδω, οὗ ὁ μέλλων ζάσω, ἀντὶ τοῦ καθευδήσω, ζάω ζῶ, ἐξ οὗ καὶ τὸ προστακτικὸν ζῇ καὶ ἐπεκτάσει ζῆθι

### ζ 29

Ζῆ τρίτου προσώπου, ζῶ, ζαεῖς ζᾶς, ζάει ζᾷ, καὶ κράσει Δωρικῇ τοῦ α εἰς η ζῇ

### ζ 30

Ζῆθος ὁ ἥρως, Ἀμφίων τε Ζῆθός τε, παρὰ τὸν ζήσω μέλλοντα ζῆθος, ὡς ἐρίσω ἔριθος. ἢ ὅτι ἡ μήτηρ αὐτοῦ ἔζησεν εὐμαρῶς τεκεῖν αὐτόν

### ζ 31

Ζῆθος Εὐριπίδης σαφῶς ἐτυμολογεῖ ἐν Ἀντιόπῃ. ζητῆσαι γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσα γυνή

### ζ 32

Ζῆλος ἀπὸ τοῦ ζέω γίνεται ζέλος, καὶ τροπῇ τοῦ ε εἰς η ζῆλος, ὁ ἐκ τῆς ζέσεως τοῦ θυμοῦ γενόμενος. ἢ ἀπὸ τοῦ ζάλη, ζάλος καὶ τροπῇ ζῆλος, ὁ γὰρ ζῆλος ζάλην βάλλει εἰς τὸν ἄνθρωπον

### ζ 33

Ζῆλος παρὰ τὸ ζέειν ὅλος, ζέελος, καὶ κράσει τῶν δύο εε εἰς η ζῆλος. τοῦτο παρὰ τὸ ζέω ζέηλος καὶ ζῆλος

### ζ 34

ζηλοτυπία διαφέρει. ζῆλος μὲν γάρ ἐστι μίμησις τοῦ καλοῦ, οἷον, ζῆλον τὸν κατηγητὴν ὁ παῖς. ζηλοῖ δέ τε γείτονα γείτων, ἐπὶ καλοῦ. ζηλοτυποῖ δὲ ἡ δεῖνα τὸν δεῖνα. ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει ὑπάρχον

### ζ 35

Ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ δι’ ἐπιθυμίας γινομένη μίμησις, δοκοῦντι τινὸς καλοῦ. φθόνος δὲ βασκανία τις ἡ τοῖς ἄλλοις μὲν οὖσα ἀγαθὴ, ἡμῖν δὲ οὐ. καὶ εἰς τὸ χαμαίζηλος

### ε 829

ἐρίσαι διαφέρει. ζηλοῦν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι. ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονείκειν ἐπὶ τινὶ πράγματι

### ζ 36

Ζῆλος ζῆλος δ’ ἀνθρώποισιν ὀϊζυροῖσιν ἅπασι, παρὰ τὸ ζεῖν, ὁ φλεγμαίνειν καὶ ἐγκαίεσθαι τὴν ψυχὴν ποιῶν, ἢ ὁ ζητῶν πρός τι εἶναι καλὸν ζῆν

### ζ 37

Ζημία ἡ τὰ πρὸς ζῆν μειοῦσα, τὸ ζη ἦθα. τὰ γὰρ ἀεὶ παρ’ ἡμῖν μὲν διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ δὲ τοῖς Δωριεῦσι εἰς η. οἷον, πεινάεις πεινᾶς· καὶ Δωρικῶς πεινῆς καὶ διψῆς. οὕτω γὰρ ζάεις ζᾶς, ὤφειλεν εἶναι ζῆς· ἀλλ’ ἐπεκράτησαν τοῦτο παρ’ ἡμῖν λέγεσθαι ζῆν

### ζ 38

Ζηνὸς ὁ Δίας, καὶ Ζῆνα τὸν Δία, καὶ Ζῆνι τῷ Διΐ

### ζ 39

ζῆν τὸ ῥῆμα κατὰ μίμησιν τοῦ κατὰ τὴν θερμασίαν τῶν ὑδάτων ἤχου· ἢ ἀπὸ τοῦ ζα καὶ τοῦ ἄω, ζάω καὶ ζέω

### ζ 40

Ζημία ἡ τοῦ κέρδους καὶ ὠφελείας μείωσις, ἡ τῶν ὄντων πρὸς τὸ ζῆν μείωσις. τούτους μεγίστην ζημίαν ὀφλισκάνειν Εὐριπίδης. παρὰ τὴν ζέσιν τὴν γινομένην ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκτείνειν τὰ ἐπαγόμενα, ἢ δημία τὶς οὖσα, ἡ πολιτική. ἡ τὴν ζωὴν μειοῦσα, τουτ’ἔστι τὴν περιουσίαν. καὶ γὰρ ὁ ποιητὴς ζημίαν τὴν περιουσίαν λέγει. ἡ δὲ κατὰ ζωὴν φαγέειν μενοηκέα πόλλα

### ζ 41

Ζήτης ὁ υἱὸς Βοῤῥᾶ. Ἀπολλόδωρος ὁ Ῥόδιος ἐν τοῖς Ἀργοναυτικοῖς. παρὰ τὸ ζα καὶ τὸ πνέω, ὁ μεγάλως πνέων. ἤτοι παρὰ τὸ σφοδρὸν τοῦ βορέου καὶ μεγαλοπνοῦν. υἱὸς γὰρ τοῦ Βοῤῥᾶ. ὁ αὐτὸς καὶ αἰθρηγενέτης, ὁ βορέας ὁ αἴθρου καὶ ψύχους αἴτιος

### ζ 42

Ζητοῦ μὲν παρὰ τοῦ δίμηνος, καὶ τρίμηνος πόθεν ἄρα ἔστι; ἐκ τοῦ ὀνόματος τοῦ δύο καὶ τρία, ἢ ἐκ τοῦ ἐπιῤῥήματος. καὶ λέγει ὁ Ἡρωδιανὸς κατὰ τροπὴν τοῦ υ, ὡς Ἀφροδύτη Ἀφροδίτη καὶ προσθήκῃ τοῦ α τριάμηνος, καὶ κατὰ συγκοπὴν τρίμηνος. καὶ ποῖον ἔστιν ἄρα ἀναλογώτερον, τὸ ἐκ τοῦ ὀνόματος γινόμενον, ἢ τὸ ἐξ ἐπιῤῥήματος; καὶ λέγομεν, ὅτι μᾶλλον τὰ ἀπὸ τοῦ ὀνόματος. ἰδοὺ κατ’ ἐντελ. τὰ παρὰ Ἀθηναίοις συντιθέντα δεικνύουσιν ἡμῖν· καὶ ταῦτα γίνεσθαι ἐκ τοῦ ὀνόματος, οἱόνπερ ὀκτάμηνος. ἴσως δέ τις ἁρπάσαις λέγων, ἰδοὺ λέγομεν καὶ πεντάμηνος καὶ ὀκτάμηνος, καὶ δῆλον, ὅτι ἀπὸ τοῦ ἐπιῤῥήματος τοῦ πεντάκις καὶ ὀκτάκις γίνεται τὰ προκείμενα πεντακίμηνος καὶ ὀκτακίμηνος, καὶ κατὰ συγκοπὴν τῆς κι συλλαβῆς πεντάμηνος καὶ ὀκτάμηνος. καὶ λέγομεν πρὸς αὐτοὺς, ὅτι τοῦτο ἀληθές. ἀλλὰ πολλάκις οἱ ἄριθμοι ἐν ταῖς συνθέσεσι καὶ παραγωγαῖς τρέπουσι τὸ τέλος εἰς α. ὥσπερ γὰρ ἀπὸ τοῦ ὄκτω γίνεται κατὰ παραγωγὴν ὀκτάκις, καὶ ἀπὸ τοῦ πέντε πεντάκις, οὕτω καὶ σύνθετον ὄνομα πεντάμηνος καὶ ὀκτάμηνος. δέδεικται οὖν τὰ προκείμενα διὰ τῶν αἰτιατικῶν ὀνομάτων τοῦ πεντάμηνος καὶ ὀκτάμηνος μᾶλλον ἐκ τοῦ ὀνόματος γίνεσθαι τὸ δίμηνος καὶ τρίμηνος, καὶ ἐκ τρίμηνος τετράμηνος, ὅτι τετράμηνός ἐστιν καὶ ὁ θερισμός. οὐκ ἐξ ἐπιῤῥήματος οὖν, ὡς τινὲς φασί

### ζ 43

Ζῆθα ἀπὸ τοῦ Ζητοῦ τοῦ Βορέου εἰρῆσθαι φασὶν, οὗπερ μέμνηται Ἀπολλώνιος

### ζ 44

Ζήτημα παρὰ τοῖς ῥήτορσι καλεῖται τὸ ἤδη ὁμολογηθὲν συνίστασθαι πρόβλημα τοῦτο· οὐκ ἀξιοῦται δὲ τῆς τοῦ ζητήματος προσηγορίας. καὶ ἔστι μὲν ζήτημα τοῦτο καὶ πρόβλημα πάντως, οὐκ ἔστι δὲ πρόβλημα τοῦτο πάντως καὶ ζήθημα

### ζ 45

Ζήτρειον διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλήγουσαν. σημαίνει τὸ τῶν δούλων δεσμωτήριον, ἤγουν τὸν μύλωνα. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. γίνεται δὲ παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ δεσμεύειν, καὶ τὸ τρεῖν, ὃ σημαίνει τὸ φοβεῖσθαι, δείτριον, μετατιθέντος τοῦ δ εἰς ζ καὶ τῆς ει διφθόγγου εἰς η, ὡς τὸ πλείων πλήων, καὶ μείων μήων. ἢ παρὰ τὸ ζα καὶ τὸ τρεῖν ζάτρειον καὶ ζήτρειον, τροπῇ τοῦ α εἰς η. ἐξ οὗ καὶ ζάπλουτος

### ζ 46

Ζιζάνιον τὸ ἄνευ σπορᾶς παραφυόμενον τῷ σίτῳ καὶ γίνεται παρὰ τὸ ἵζω καὶ σιτώζω καὶ σίνω τὸ βλάπτω, σισάμιον καὶ ζιζάνιον, τὸ ἐπικαθήμενον ζιζάνιον, τὸ βλάπτον τὸν σῖτον

### ζ 47

Ζόφος ὁ σκοτασμός, παρὰ τὸ νέφος νόφος καὶ μετὰ τοῦ ζα ζάνοφος καὶ κατὰ συγκοπὴν ζόφος. διάτι βαρύνεται; τὰ εἰς φος δισύλλαβα προσηγορικὰ βαρύτονα, εἰ μὴ ἔχουσι τὸ ι πρὸ τέλους συνεσταλμένον, οἷον, τάφος κέπφος, ἔστι δὲ εἶδος ὀρνέου, λαῖφος, βρέφος, γόμφος, ζόφος

### ζ 48

Ζυγομαχεῖν οἱ μὲν ἀπὸ τῶν πολούντων σταθμῶ, καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους. οἱ δὲ ἀπὸ τῶν ὑποζυγίων, οἷον, βοῶν ἢ ἵππων, ἢ τινῶν τοιούτων μὴ συμφώνως συνεργαζομένων, ὡς Ἡσίοδος. ζυγὸς σημαίνει τῶν βοῶν τὸ ξύλον. οὐκ ἂν τώγ’ ἐρίσαντες ἐν αὔλακι. ὁ δὲ Ἡρώδοτος, ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυγῶν δύνασθαι φησὶν εἶναι τὴν λέξιν, ὅτε περὶ τὰς καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. ἐν ἄλλῳ Ἡσίοδος, βόε δ’ ἐνναετῆρε ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνὸν· οὐκ ἂν τώγ’ ἐρίσαντες ἐν ἀύλακι καμμὲν ἄροτρον ἀξείαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν

### ζ 49

Ζύμη τὸ μικρὸν φύραμα, παρὰ τὸ ζωῆς οἶμον εἶναι, ἢ παρὰ τὸ ζέω ζύμη, ὡς λύω λύμη. καὶ ζυμήτης ὁ ἀρτοποιός

### ζ 50

Ζυμήτης ὁ ἀρτοποιὸς, Ξενοφῶν, ἄρτοι ζυμῆται μεγάλοι, παρὰ τὸ ζῶ ζέω καὶ ζύω, ὡς ξέω ξύω, χέω χύω, ζύμη καὶ ζύμωμα καὶ ζυμήτης ἄρτος, ἐκ τοῦ ζέσαντος σταιτὸς γεγονώς

### ζ 51

Ζύμη τὸ σταὶς, τὸ συμπεφθὲν εἰς ὄπτησιν, παρὰ τὸ ζέω ζύμη, ὡς λύω λύμη, ὡς σύω σύμη, δύω δύμη, τὸ ζεὸν σταίς

### ζ 52

Ζύγονος ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κάλα μοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι, οἷς ἐξάπτονται καὶ αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι

### ζ 53

Ζυγὸς καὶ ζυγὸν ἐπὶ τῶν ἁμαξῶν καὶ ἁρμάτων καὶ πλοίων. καὶ τὸ λεγόμενον ὑπὸ τινῶν τῶν ποιητῶν τάλαντον, ἢ τριτάνη. παρὰ τὸ δύο ἄγειν δύαγον καὶ ζυγὸν κατὰ Δωριεῖς. ἰστέον ὅτι τὸ ζ οἱ Δωριεῖς εἰς ς καὶ δ, διαλύουσιν, οἷον, ζυγὸς, σδυγὸς, θερίζω θερίσδω

### ζ 54

Ζυγὸς ἐτυμότερον Αἰολικῶς δυγὸν, ὅτι δύο ἄγει ἡ πλαστυγης ὅταν τὰ στάθμα σημαίνωμεν. καὶ ζυγὸς ὁ δύο ἄγων. ζυγὸν τὸ σταθμιστικόν. σημαίνει καὶ τὴν καθέδραν τοῦ πλοίου, καὶ τὸ ἅρμα, καὶ τὸ ἄστρον. ἡ μὲν συνήθεια ἀρσενικὸν ἐπιφαίνεται, Ἀττικοὶ δὲ ἥδονται τῷ οὐδετέρῳ γένει. καὶ ὁ ποιητὴς τὸν ζυγὸν λέγει. λέγεται ζυγὸς καὶ ὁ τῆς κιθάρας πῆχυς, εἰς ὃν ἔγκεινται οἱ κόλαβοι, ἤγουν οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαί· παρὰ τὸ κεκολλῆσθαι

### ζ 55

Ζεῦγος ἐκ τοῦ ζυγὸς, τὸ δὲ ζυγὸς, παρὰ τὸ δύο ἄγειν δυαγὸς, καὶ τροπῇ τοῦ δ εἰς ζ ζυαγὸς καὶ κράσει τοῦ υα εἰς ευ δίφθογγον ζεῦγος

### ζ 56

Ζῶ ζῆς, ζῆ, ἀπὸ τοῦ ζάω, κατ’ ἀποβολὴν τοῦ α, τὸ δὲ ζῆς, ζῆ ἀπὸ τοῦ ζάει, κατὰ κράσιν Δωρικὴν τοῦ α καὶ ε εἰς η τραπέντος, ζῆς, ζῆ. ὅθεν καὶ ὁ παρατατικὸς ἔζαον ἔζων, ἔζαες ἔζης, ἔζαε ἔζη. καὶ λοιπὸν τὸ προστακτικὸν ζῆ

### ζ 57

Ζωάγρια ἄποινα, τὰ ὑπὲρ τοῦ ζῆν διδόμενα. συντάσσεται μετὰ δοτικῆς

### ζ 58

Ζωγράφος διὰ τὸ τὰ ζῶα μιμούμενος γράφειν καὶ εἰς τὸ ἱστοριογράφος

### ζ 59

Ζώδιον ὅτι ζῶντος εἶδος φέρει

### ζ 60

Ζωὴ ὥσπερ παρὰ τὸ ῥέω ῥοὴ, καὶ χέω χοὴ, οὕτω καὶ ἀπὸ τοῦ ζέω ζωὴ τροπῇ τοῦ ο εἰς ω. τὰ γοῦν παρὰ τὸ ζῶ συγκείμενα, τὴν αὐτὴν φυλάσσει γραφὴν, οἷον, ζωηφόρος, ζωοτόκος

### ζ 61

Ζωννύω τὸ τῇ ζώνῃ δεσμῶ, ἢ ὁπλίζω τὸ περιεζωσμένον ἐκ τοῦ ζώου· βαρύνεται. εἰ γὰρ ἦν ἀπὸ τοῦ ζῶ ζήσω, οὐκ ὤφειλε προσλαμβάνειν τὸ ς. τὸ δὲ ζῶ ἐπὶ τῆς ζωῆς, ὁ μέλλων ζήσω. ἔχει δὲ τὸ ζωννύω παρὰ τὸ ζῶ συγγένειάν τινα, ἐπεὶ τὸ ζῆν αὐτῷ θερμασία, ὥσπερ καὶ κατὰ περίφρασιν, ἀλίβας λέγεται ὁ νεκρὸς, ὁ μὴ ἔχων λιβάδα, μήτε θερμότητα, ἀπὸ μεταφορᾶς τοῦ ζῆν, καὶ τὸ ζωννύω, ἐπειδὴ κατ’ ἐκεῖνον τὸν τόπον ζωννύμεθα, ἐν ᾧ ἔστι τὸ τοῦ σώματος θερμόν, ἤγουν ἡ καρδία. καὶ εἰς τὸ κεραννύς

### ζ 62

Ζώνη τὸ τοῦ σώματος μέρος. εἴρηται παρὰ τὸ ζῶ, ἐν ᾧ μάλιστα ἔστι τὸ τοῦ ζῆν δεκτικὸν καὶ τὸ ζωτικὸν, καὶ τὸ περὶ αὐτὸν ὕφασμα

### ζ 63

Ζώνη ὁμωνύμως ὡς καὶ θώραξ, τὸ μέρος τοῦ σώματος, καὶ τὸ περιτιθέμενον ὅπλον

### ζ 64

Ζωὴ ἡ πρὸς τὸ ζῆν παρασκευὴ καὶ κτῆσις, ἢ ἡ πρὸς τὰ τὸ ζῆν φύουσα χορηγία

### ζ 65

Ζῶον τὸ γενικὸν ὄνομα, παρὰ τὸ ζῶ, τὸ τοῦ ζῆν δεκτικὸν, τὸ ζῶον ἔχον ἢ ζέσιν ἔχον καὶ θερμότητα, πρὸς ἀντιδιαστολὴν τῶν μὴ ζώων. ὅθεν καὶ ζεστὸν ἄνθρωπον φαμὲν τὸν εὐκίνητον καὶ θερμόν

### ζ 66

Ζῶον ἀπὸ τοῦ ζῶ ῥήματος γέγονε ζῶον, διὰ τὸ ἐκ ζωῆς ὄν

### ζ 67

ζώοις εἰς τὸ ποιήσειας

### ζ 68

Ζωπυρεῖν κυρίως τὸ τοὺς ἄνθρακας φυσᾷν, ὡς τὸ, τρισκατάρατε, ἀναζωπύρει τοὺς ἄνθρακας, Μένανδρος ἐν Ἀῤῥηφόρῳ

### ζ 69

Ζωστὴρ ζώνης διαφέρει. ζωστὴρ μὲν γάρ ἐστι κυρίως ὁ ἀνδρεῖος, ζώνη δὲ ἡ γυναικεία. ζώνη δὲ σημαίνει δύο, τὸν περὶ τὸν γαστέρα τόπον, καὶ τὴν λεγομένην θωρακείαν ζώνην

### ζ 70

Ζωστὴρ σημαίνει τρία, τὸ ἐπάνωθεν τοῦ θώρακος. λύσε γὰρ ζωστῆρα παναίολον. ζῶμα δὲ αὐτὸς ὁ θώραξ. λέγεται δὲ καὶ ζῶμα τὸ περίζωμα. Τέλος τοῦ Ζ στοιχείου. ΑΡΧΗ ΤΟΥ Η ΣΤΟΙΧΕΙΟΥ

### η 2

Ἤ σύνδεσμος βεβαιωτικὸς, ἢ αἰτιολογικὸς, ἀντὶ τοῦ καθὸ παραλαμβανόμενον. καὶ εἰς τὸ ὀψετέλεστον

### η 3

Ἦ ἐπίῤῥημα ὁρκικὸν, ὅπερ καὶ διὰ διφθόγγου γράφεται. εἰ μὴν εὐλογῶν εὐλογήσω σε

### η 4

Ἦ ψιλούμενον καὶ περισπώμενον δηλοῖ σύνδεσμον παραπληρωματικὸν, ἶσον τοῦ δὴ, ἐπεὶ ἦ πολὺ φέρτερος ἐσσί. ἔστι δὲ ἐπίῤῥημα βεβαιώσεως, ἀντὶ τοῦ οὕτως, ὡς τὸ, ἦ μάλα τέθνηκεν Μενοιτίου ἄλκιμος υἱός. καὶ ἀντὶ ἀποῤῥηματικοῦ τοῦ ἄρα. ἦ οὐχ Ἑλένης ἑνέκ’ ἠϋκόμοιο. καὶ ῥῆμα ἶσον τοῦ ἔφη. ἦ, καὶ κυανεῇσιν ἐπ’ ὀφρῦσι νεῦσε Κρονίων

### η 5

Ἤ ψιλούμενος σύνδεσμος καὶ ὀξυνόμενος σημαίνει τρία, ἢ διαζευκτικὸς, ἢ ὑποδιαζευκτικὸς, ἢ διασαφητικός. καὶ διαζευκτικὸς μέν ἐστιν ὁ διάφορα πράγματα τιθεὶς, καὶ μηδὲν ἕτερον ἐν τῆ αἰτήσει διαιρῶν. οἷον, δός μοι χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους. διασαφητικὸς δέ ἐστιν, ὅταν δύο προτεθέντων, τὸ ἓν αἱρεῖται, οἷον, κρείσσων ἐν γῇ πένεσθαι, ἢ πλουτοῦντα πλεῖν. καὶ θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πῖθον. ῥανὶς φρενῶν μοι μᾶλλον ἢ βυθὸς τύχης. πόσα σημαίνει τὸ ἡ; ἣ ἀντὶ τοῦ ἥτις, ἢ ἀντωνυμία καὶ ἀντὶ τοῦ ἔστι. πόσα σημαίνει ὁ ἢ σύνδεσμος; ἢ ἀντὶ τοῦ ἢ τόδε, ἢ ἀντὶ τοῦ καὶ, ἢ ἀντὶ τοῦ ἀλλὰ, ᾖ ἀντὶ τοῦ ὑπάρχῃ, ᾗ ἀντὶ τοῦ καθά. ἦ ἀντὶ τοῦ ἆρα· ἢ ἀντὶ τοῦ εἴπερ. ἦ ἀντὶ τοῦ ἔφη

### η 6

Ἦ πολεμήτης ἦν αὐτοῖς, ἀντὶ τοῦ ὅπου τοπικὸν ἐπίῤῥημα. τὸ γὰρ ἧχι, κατ’ ἔκτασιν τῆς χι συλλαβῆς

### η 7

Ἠβαιὸς ὁ μικρὸς, ἠβαιὸν ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν ἠβαιὸς, τὸ η ἦθα διάτι; ἐκ τοῦ ἥβη ἡ ἀκμὴ, ἠβαὸς, καὶ πλεονασμῷ τοῦ ι ἠβαιὸς, ὁ ἐπ’ ὀλίγον χρόνον ἀκμάζων, καὶ μαραινόμενος πάλιν. καὶ εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε λοιπὸν δασύνεσθαι. οὐκ ἔστι δὲ οὕτως. ἀλλὰ ἀπὸ τοῦ βῆναι γίνεται βαὸς καὶ πλεονασμῷ τοῦ ι βαιὸς, ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκὼς, καὶ πλεονασμῷ τοῦ η ἠβαιὸς, ὡς μύει ἠμύει, βαιὸν ἠβαιόν. καὶ ἄλλως· ἐκ τοῦ γράφεσθαι διφθόγγῳ, πλεονασμὸν εἶναι τοῦ η. λέγει γὰρ ὁ κανὼν, τὰ διὰ τοῦ αιος ὀξύτονα δισύλλαβα τριγενῆ, διὰ τῆς αι διφθόγγου γράφεται, οἷον, σκαιὸς, φαιὸς, λαιὸς, οὕτω καὶ βαιὸς, πλὴν τοῦ θεὸς, δῆλον ὅτι πλεονασμός ἐστι τοῦ ἦθα

### η 8

Ἠβαιὸς παρὰ τὴν ἥβην, ἐπεὶ καὶ αὐτὴ ἀρξαμένη ταχέως παύεται. καὶ εἰς τὸ ἠθεῖος

### η 9

Ἥβη ἡ θεὸς, μετὰ δέ σφισι πότνια Ἥβη. καὶ ἡ νεότης, καὶ γ’ ἔχει ἥβης ἄνθος, καὶ ἀνδρότητα καὶ ἥβην, ἤδη τὶς οὖσα, ἤδει γὰρ ἡμᾶς, ὡς ἄνθος οὖσα, καὶ μεταπτώσει τοῦ δ εἰς β Βοιωτικῶς. ἢ παρὰ τὸ ἅπτω ἁφὴ καὶ ἥβη, κατὰ τροπὴν τοῦ α καὶ τοῦ φ. πηρώδεις γὰρ οἱ ἡβῶντες, ἢ ἁφή τις οὖσα, τότε γὰρ ἁπτόμεθα καὶ ἔργου καὶ γυναικός. ἢ παρὰ τὸ ἠβαιὸν, ἡ ἐπ’ ὀλίγον χρόνον οὖσα, ἀπὸ τοῦ βεβηκέναι ἅβη καὶ ἥβη

### η 10

Ἥβη ἡ ἡλικία καὶ ἡ νεότης, καὶ ἡ ἀκμὴ Ἡσιόδος, καὶ ἡ τῆς γνώσεως ἀκμὴ, καὶ ὄνομα θεᾶς, καὶ τὸ τοῦ ἀνθρώπου μόριον. ἐκ τοῦ βῶ βῆ, καὶ πλεονασμῷ τοῦ η ἥβη. βῶ δὲ σημαίνει τὸ πορεύομαι

### η 11

Ἠβηδὸν ἀθροὸν, ὅ ἐστι καθ’ ἡλικίαν, ἢ κατὰ νεότητα, ἥβη γὰρ ἡ νεότης. τὸ δὲ ἥβη παρὰ τὸ βῶ τὸ βαίνω, ἡβῶ καὶ ἐξ αὐτοῦ ἥβη. συντάσσεται δοτικῇ

### η 12

Ἠγαθέη θαυμαστὴ, ἐν Πύλῳ ἠγαθέῃ. παρὰ τὸ ἀγῶ περισπώμενον, ἀγάζω, ἀγαστὸς, καὶ ἀγαθὸς καὶ ἀγάθεος καὶ κατὰ τροπὴν ἠγάθεος, τὸ θηλυκὸν ἠγαθέη. ἢ παρὰ τὸ ἄγαν καὶ τὸ θεὸς, τὸ γὰρ ἄγαν ἀποβάλλει τὸ ν ἐν ταῖς συνθέσεσιν, Ἀγανίπη, Ἀγαμίδης, ἀγάστροφος, Ἀγαμέμνων καὶ ἠγάθεος, ὡς ἀνεμόεις ἠνεμόεις

### η 13

Ἠγάθεον ἢ θαυμαστὸν, παρὰ τὸ ἄγαμαι ἀγάθεον καὶ ἠγάθεον. ἢ παρὰ τὸ ἄγαν καὶ τὴν θέαν, ὁ ἀξιοθέατος

### η 14

Ἠγάσατο ἐθαύμασεν, ἐξεπλάγη, παρὰ τὸ ἄγαν ἀγάζω, ὡς λίαν λιάζω ἢ ἀγαίω, ὡς ῥῶ ῥαίω, κνῶ κναίω. ἀγέομαι οὖν ἠγάσμην, ἠγασάμην, ἠγάσσατο πλεονασμῷ τοῦ ς. διὰ τὸ μέτρον, ὡς ἀκῶ, ἠκεσάμην, ἠκέσσατο. δηλονότι τοῦ ι ἀποστάντος

### η 15

Ἡγεμόνεσσι ἡγέμοσιν, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν ὀνομάτων, ἡνίκα λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, προσθέσει τῆς σι συλλαβῆς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, παρὰ τοῖς Ἴωσι καὶ τοῖς ποιηταῖς, οἷον, Αἴαντες Αἰάντεσσι, γυναῖκες γυναίκεσσι. ἐπὶ δὲ τῶν οὐδετέρων, ἐπειδὴ οὐ λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, ἀπὸ τῶν γενικῶν τῶν ἑνικῶν γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε, οἷον, στόματος, στομάτεσσι, δεπάος δεπάεσσι

### η 16

Ἡγεμονικὸς ἐκ τοῦ ἡγεμὼν, ἡγεμόνος. τοῦτο ἐκ τοῦ ἄγω

### η 17

Ἡγεμὼν ἄρχων, ταξίαρχος, παρὰ τὸ ἄγω, ἡγῶ, ἡγήσω, ἡγήμων καὶ ἡγεμών. κλίνεται δὲ ἡγεμόνος, συστέλλεται ὡς ῥηματικὸν, ἡγεμὼν ἡγεμόνος, κηδεμὼν κηδεμόνος ὁ φροντιστὴς. τὸ γε ψιλὸν διάτι; τὰ διὰ τοῦ ἐμῶν ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφεται. οἷον, κηδεμὼν, ἡγεμὼν, ἀκρέμων. καὶ εἰς τὸ βασιλεύς

### η 18

Ἠγερέθοντο πόθεν γίνεται, ἀπὸ τοῦ ἐγέρθω, ὁ μέλλων ἐγέρσω, γίνεται ὁ παθητικὸς ἐνεστὼς ἐγέρθομαι, ὁ παρατατικὸς ἠγερθόμην. τὸ τρίτον τῶν πληθυντι κῶν ἠγέρθοντο, καὶ προσθέσει τοῦ ε ἠγερέθοντο

### η 19

Ἤγερθεν ἐγείρω, ἐγερῶ, ἤγερκα, ἤγερμαι, ἠγέρθην, ἠγέρθησαν τὸ τρίτον τῶν πληθυντικῶν καὶ ποιητικῶς ἤγερθεν

### η 20

Ἡγηλάζω τὸ ἄγω καὶ ὁδηγῶ, Ὅμηρος. καὶ σὺ κακὸν μόρον ἡγηλάζεις. παρὰ τὸ ἄγω ἀγάγω καὶ ἀγηλάζω καὶ ἡγηλάζω

### η 21

Ἡγήσατο ὁδηγὸς ἐγένετο. ὁμώνυμος ἡ λέξις. ὅτε γὰρ δηλοῖ τὸ προηγῆσθαι ὁδοῦ, δοτικῇ συντάσσεται. ὅτε δὲ τὸ ἄρχειν γενικῇ

### η 22

Ἥγισμαι εἰς τὸ ἀγιστεῖα

### η 23

Ἡγῶμαι Δωρικῶς ἀντὶ τοῦ ἀγοῦμαι

### η 24

Ἠγκιστρωμένοι ἠγρευομένοι, παρὰ τὸ ἀγκιστρῶ, τοῦτο παρὰ τὸ ἄγχω, ἄγχιστρον καὶ ἄγκιστρον, τὸ ἄγχον τοὺς ἰχθύας, ἢ παρὰ τὸ ἄγω τὸ φέρω. σημαίνει δὲ τὸ ἐζωγρημένον

### η 25

Ἦγμαι εἰς τὸ δυσκάθεκτον, καὶ παρεκτικός

### η 26

Ἠγορόωντο εἰς τὸ ὤου

### η 27

Ἤγουν εἰς τὸ τουτ’ἔστιν. γίνεται παρὰ τὸ ἢ σύνδεσμον

### η 28

Ἥδε δὲ οἱ αὕτη δὲ αὐτῷ, καὶ περισπᾶται. ἔστι δὲ ἓν μέρος λόγου, ἐπειδὴ δείκνυται ἐκ τοῦ ἀρσενικοῦ, ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περί

### η 29

Ἤδη ὃ σημαίνει τὸ πρῶ. δηλοῦσιν οἱ Δωριεῖς, διὰ τοῦ α λέγουσιν ἄδη

### η 30

Ἤιδη παρὰ τὸ εἴδω τὸ γινώσκω, ὁ παρακείμενος εἶδα, ἄτρεπτος γὰρ ἡ ει δίφθογγος. εἶτα ἐκτάσει Ἀττικῇ τῆς ει διφθόγγου εἰς η, ἦδα, καὶ ὁ ὑπερσυντελικὸς ἤδειν, καὶ τροπῇ Δωρικῇ τῆς ει διφθόγγου εἰς η γίνεται ἤδην, ἤδης, ἤδη, ὡς πλείων πλήων

### η 31

Ἤιδει ἠπίστατο. εἴδω τὸ γινώσκω καὶ ἐπίσταμαι, τὸ ει δίφθογγος. ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶδα, ὁ ὑπερσυντελικὸς ᾔδειν. καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρωχημένων εἰς η τρέπουσι, καὶ μένει τὸ ι προσγεγραμμένον. τὸ γὰρ ἐβουλόμην ἠβουλόμην λέγουσι. τὸ δὲ ἔθελον ἤθελον. οὕτως καὶ τὴν ει δίφθογγον ἔστρεψαν εἰς η. καὶ μένει τὸ ι προσγεγραμμένον. κᾀγὼ οὐκ ᾔδειν αὐτόν. οἱ δὲ Ἴωνες διαλύουσι τὴν ει δίφθογγον, τὴν ἐν τῷ τέλει, ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ε καὶ α. ᾔδεα μὲν γὰρ ὅτι πρόφρων, καὶ ὅτι τρέπεται εἰς ε καὶ α, οἷον, ἐτετύφειν ἐτετύφεα, τοῦ ν ἀποβληθέντος. ἐπειδὴ τὸ α ἀποβλητικόν ἐστι τοῦ ν. οἷον, Ξέρξην Ξέρξεα, Πολυδεύκην, Πολυδεύκεα, καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, ἢν ἔα, ἧκε ζωσαμένη νοὸς ἔα. τὸ δὲ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ν, καὶ οὔκ ἐστι κατὰ πάθος, ὥσπερ καὶ ταῦτα. ἐν δὲ τῷ τρίτῳ προσώπῳ διαλύουσι τὴν ει δίφθογγον, εἰς δύο εε, οἷον, ἐτετύφειν, ἐτετύφεα, ἀρχόμενοι δὲ πάλιν οἱ Ἀθηναῖοι, κιρνῶσιν αὐτὸ εἰς η, οἷον, ᾔδη, ὃς ᾔδη τά τε ὄντα

### η 32

Ἤιδη ἐκ τοῦ εἴδω τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶδα καὶ οἶδα Αἰολικῶς, ὁ ὑπερσυντελικὸς εἴδειν, εἴδεις, εἴδει, κατὰ διάλυσιν ἐΐδει, τροπῇ τοῦ ε εἰς η, ᾔδει. ποιητικῶς γράφεται καὶ τὸ δεύτερον διὰ τοῦ η. κατὰ δὲ ἡμᾶς τὸ πρῶτον καὶ δίφθογγος καὶ η. τὸ δὲ δεύτερον καθόλου διὰ τῆς ει διφθόγγου

### η 33

Ἤδη καὶ πρὸ τούτου, ἐπίῤῥημα χρόνου δηλωτικὸν, συντάσσεται μετὰ τριῶν χρόνων. τὸ γὰρ ἤδη, ἀντὶ τοῦ τῷ νῦν, συντάσσεται δὲ μετὰ ἐνεστῶτος, παρεληλυθότος καὶ μέλλοντος. σημαίνει δὲ τὸ ἤδη, ἀντὶ τοῦ τότε, ἐπειδὴ τὰ ἐπιῤῥήματα, μὴ διορίζοντα χρόνον, κοινὴν δὲ τάξιν ποιοῦντα, ἐπὶ παντὸς χρόνου παρα λαμβάνονται. οἷον, νῦν φρονῶ, νῦν ἐφρόνησα, νῦν φρονήσω. ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω

### η 34

Ἦιδον σημαίνει τὸ ἔψαλλον. καὶ εἰς τὸ ᾄδω

### η 35

Ἠδολέσχησα τὸ θέμα ἀδολεσχῶ, γίνεται δὲ παρὰ τὸ ᾄδειν, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη ὃ σημαίνει τὴν πολυλογίαν. πόσα σημαίνει; τέσσαρα. τὸ φιλοσοφῶ, ὡς τὸ ἠδολέσχησα ἐν τοῖς δικαιώμασί σου. τὸ φλυαρῶ, ὡς τὸ, τὶ ἀδολέσχεις ἄνθρωπε; τὸ πολυλογῶ, ὡς τὸ ἠδολέσχησα καὶ ὠλιγοψύχησα. καὶ τὸ παίζω, ὡς τὸ, ἐξῆλθον Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον. καὶ εἰς τὸ ἀδόλεσχος

### η 36

Ἡδίων καὶ ἡδεῖα, ἀπὸ τοῦ ἡδύς

### η 37

Ἡδοναὶ ἐπιθυμίαι, παρὰ τὸ ἥδεσθαι ἢ ἡδονὴ τινὲς ἡδονοῦσι, ὡς εἶναι ἄρθρον τὸ η, αὐτὸ δὲ εἶναι δονοῦσαν καὶ κλονοῦσαν ἡμᾶς. οἱ δὲ ἡδονὴν μετὰ τοῦ η, ὅθεν ἡ ἡδονὴ ἄλλον ἄρθρον

### η 38

Ἡδρασμένος κατὰ τροπὴν τοῦ ε εἰς η, ἀπὸ τοῦ ἑδράζω ἑδραμένος

### η 39

Ἡδὺ τὸ γλυκὺ, ἐπίῤῥημα, ἀπὸ ὀνόματος μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν. ὥσπερ ἡδὺ εὐφραντικὸς τὸ ἀχρεῖον δ’ ἐγέλασε

### η 40

Ἡδὺς καὶ ἡδύ τι τὸ ψιθύρισμα, οὕτω Θεόκριτος

### η 41

Ἡδὺς παρὰ Πλάτωνι, ὁ εὐήθης καὶ ἔμφρων

### η 42

Ἡδὺς εἰς τὸ εἶδον καὶ λελυμασμένος

### η 43

Ἡδύοσμον διὰ τὸ ἡδὺ τῆς ὀσμῆς

### η 44

Ἥδω εἰς τὸ ἄδειν, καὶ ἀδολεσχία, καὶ ἀήσυλος, καὶ ἀμειδὴς, καὶ ἥνδανε, καὶ ἥσυχος, καὶ μήδεια, καὶ τέλος

### η 45

Ἡδονὰ ἱμάτια τὰ Θρακικά

### η 46

ἤδων εἰς τὸ κλαγγήδων

### η 47

Ἠὲ διὰ παντὸς, οὐδέποτε γὰρ εὑρίσκεται σύνδεσμος εἰς τὴν αι δίφθογγον λήγων, πλὴν τοῦ καί. καὶ εἰς τὸ οὐκ ἦν

### η 48

Ἡδὺ τὸ γλυκὺ, οἷον, τὸ ἡδὺ τῆς ψαλμῳδίας. καὶ ἡδύ τὸ ἔχον γῆν καλήν

### η 49

Ἤεια εἰς τὸ ἠύς

### η 50

Ἤεις εἰς τὸ εἷς

### η 51

Ἠέλιος περιφραστικῶς ὁ ἥλιος, κατὰ πλεονασμὸν τοῦ ε ποιητικῶς

### η 52

Ἠέλιος παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος, καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος, ὅπερ ἔστι παρὰ τὸ ἔπω τὸ λέγω, ἐξ αὐτοῦ ἐπύω, καὶ τροπῇ τοῦ ε εἰς η ἠπύω τὸ φωνῶ, ἠπύτα κήρυξ. ἢ παρὰ τὸ δῆλος, ὁ φανερὸς, δήλιος, ἀποβολῇ τοῦ δ ἥλιος, ὡς διώκω διωκὴ καὶ ἰωκὴ, καὶ δαίω τὸ μερίζω καὶ δαίσω, καὶ αἶσα, καὶ δαίμονα αἵμονα θήρης. ἢ παρὰ τὸ ἅλς, ἁλὸς, ἅλιος καὶ ἥλιος, ἀνιμᾶσθαι γάρ φησὶν οἱ φυσικοὶ τὸν ἥλιον τῆς θαλάσσης τὸ ὕδωρ. καὶ γὰρ Ποσειδῶν παρὰ τὴν πόσιν ἀναπίειν τῷ δάει, τουτ’ἔστι τῷ ἡλίῳ

### η 53

Ἧεν ἀορίστου δευτέρου, προσώπου τρίτου τῶν ἑνικῶν, τὸ θέμα ἔω τὸ ὑπάρχω, ὁ μέσος παρακείμενος ἦα, καὶ ὁ β ἀόριστος ἦον, καὶ τὸ τρίτον ἦε, καὶ ἐπενθέσει τοῦ ν ἦεν, καὶ ἐν συναιρέσει τοῦ η καὶ ε εἰς αὐτὸ τὸ η γίνεται ᾖν, καὶ μετάγει τὸ ν τῆς ἐπενθέσεως

### η 54

Ἠέριαι ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ ἀέριος καὶ ἀέρια τὸ θηλυκὸν καὶ κατὰ Ἰωνικὴν τροπὴν τοῦ α εἰς η ἠέρια. καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠέριαι

### η 55

Ἠερέθονται ἀποκρέμονται, ἠερεθίζονται, ἐκ τοῦ ἀείρω ὃ σημαίνει τὸ ἐπαίρω, καὶ ἐξ αὐτοῦ γίνεται ἀερέθω, καὶ τροπῇ τοῦ α εἰς η ἠερέθω, καὶ διάτι οὐκ ἔστιν ἀεράθω; ἔστι καὶ εἰς τὸ ἐγειρέθω

### η 56

Ἠέρι εἰ μὲν ἀρσενικῶς, σημαίνει τὸν περικεχυμένον ἡμῖν ἀέρα, οὐ τὸν ἔκτοθεν ἀέρα. γίνεται οὖν παρὰ τὸ ἄω τὸ πνέω. ἡ τότ’ ἐν Ἴδῃ μακρότατα πεφυκυῖα δι’ ἠέρος αἰθέρ’ ἵκανον. θηλυκῶς δὲ τὴν ἀορασίαν, ἀὴρ δὲ βάθος ἦν

### η 57

Ἠερία ἡ ἀορασία, ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ γίνεται ἀέριος. καὶ τὸ θηλυκὸν ἠερία κατὰ Ἰωνικὴν διάλεκτον. ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι

### η 58

Ἠέρι ἀέρι, ἠερίαι, ὄνομα γένους θηλυκοῦ, ἡ εὐθεῖα ἠερία παροξυτόνως. τὸ η ἦτα. ἐκ τοῦ ἀὴρ ἀέρος, ἀέριος. τὸ ρι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ηρ ὑπὲρ μίαν συλλαβὴν, διὰ τοῦ ιος γινόμενα, διὰ τοῦ ι γράφεται. οἷον. συντακτὴρ, συντακτῆρος, συντακτήριος, ἀστὴρ, ἀστέρος, ἀστέριος, αἰθὴρ, αἰθέρος, αἰθέριος, ὀλετὴρ, ὀλετῆρος, ὀλετήριος, οὕτω καὶ ἀὴρ, ἀέρος, ἀέριος, καὶ τροπῇ τοῦ α εἰς η ἠέριος. πρόσκειται ὑπὲρ μίαν συλλαβὴν, διὰ τὸ θὴρ, θηρὸς, θήριος. λοιπὸν γί νεται ἠέριος, καὶ τὸ θηλυκὸν ἠερία, παροξυτόνως, ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι

### η 59

Ἤεσαν εἶμι τὸ πορεύομαι, ὁ μέλλων εἴσω ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶα, καὶ οἱ Ἀττικοὶ τῶν παρωχημένων εἰς η τρέπουσι. καὶ ὁ ὑπερσυντελικὸς ᾔειν, καὶ μένει τὸ ι προσγεγραμμένον. τὸ τρίτον τῶν πληθυντικῶν ᾔεισαν, καὶ ἐκβολῇ τοῦ ι ᾔεσαν

### η 60

Ἠεροφοίτης ἀρσενικὸν ὁ ἐν τῇ ἀέρει φοιτῶν. παρὰ τὸ δι’ ἀέρος φοιτᾷν καὶ σκότους. καὶ τὸ θηλυκὸν ἠεροφοῖτις, ἡ ἀπροοράτως φοιτῶσα καὶ ἀπερχομένη, ὡς τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ καταχθονία δαίμων ἠεριννύς. οἷον, ἡ διερευνῶσα ἐν ταῖς πράξεσιν ἔργα

### η 61

Ἤθας ὁ συνήθης καὶ συνεργὸς καὶ ἠθολόγος

### η 62

Ἠθεῖος ἀδελφὸς, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ θεὸς γέγονε θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος. ἢ ἀπὸ τοῦ ἦθος γέγονεν ἠθεῖος. σημαίνει δὲ φρόνησιν νεωτέρου πρὸς παλαιότερον. καὶ τινὲς μὲν λέγουσιν, ὅτι πρὸς ἀδελφὸν μόνον λέγεται. ὥσπερ δηΐφοβος λέγεται πρὸς ἑκάτερον ἠθεῖος, μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς. οὐ καλῶς δὲ λέγουσι. εὑρίσκεται γὰρ καὶ μὴ πρὸς ἀδελφὸν λεγόμενον, ὥσπερ ὁ εὐμαῖος λόγος περὶ τοῦ Ὀδυσσέος. ἀλλά μιν ἠθείῳ καλέω καὶ νόσφιν ἔοντα. ἰστέον δὲ, ὅτι ὁ Ἀντίμαχος ἐχρήσατο ταύτῃ τῇ λέξει, μὴ ποιήσας τινὰ λέγοντα αὐτὴν, ἀλλ’ αὐτὸς ἐξ ἑαυτοῦ λεγόμενος ἐχρήσατο, λέγων, αὐτίκα δ’ ἠθείοισιν ἀναπτύσσων φάτο μῦθον. σημαίνει δὲ ἐνταῦθα τοῖς οἰκείοις φίλοις. ταῦτα δὲ λέγων παρὰ τὸν ἄνδρά σου

### η 63

Ἠθεῖε προσφώνησις φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ πρὸς πρεσβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖος δεῖ αὐτὸν κανονίζειν, καὶ κατὰ πλεονασμὸν τοῦ η αὐτὸ γεγονέναι ἠθεῖος, πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσι, ὡς τὸ μύω ἠμύω, πεδανὸς ἠπεδανός. ἢ παρὰ τὸ ἔθος ἔθειος, ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος, ὀνείδειος, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ καταβιβασμῷ τοῦ τόνου ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν, ἤπερ ἐκ τοῦ ἔθος. ἐκ γὰρ τοῦ θεῖος καὶ ὁ αὐτὴ τάσις σώζεται, καὶ ὀλίγα πάθη δίδοται. ἐκ δὲ τοῦ ἔθος, καὶ ἀλλότριος ὁ τόνος, καὶ πολλὰ τὰ πάθη δίδοται

### η 64

Ἤθεος ὁ ἄπειρος γάμου, ἢ νεώτερος ἐτῶν ιδ

### η 65

Ἦθος σημαίνει τὸν τρόπον. γίνεται παρὰ τὸ ἔθος, κατ’ ἔκτασιν τοῦ ε εἰς η. ἢ ἀπὸ τοῦ ἵημι ἥσω. ἥσω γὰρ ἐγὼ ἀφ’ οὗ καὶ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις

### η 66

Ἠθικὰ διότι εἰς ἤθη λέγεται ἀνθρώπου τουτ’ἔστιν οὐ θελικὰ κατορθώματα

### η 67

Ἤϊε ἐπορεύετο ἐκ τοῦ εἶμι τὸ πορεύομαι, ὁ μέσος παρακείμενος εἴα, τὸ τρίτον εἶε, καὶ ἐν διαλύσει ἔϊε, καὶ τροπῇ τοῦ ε εἰς η ἤϊε. δύναται εἶναι καὶ παρατατικός· καὶ εἰς τὸ, ὁ δ’ ἤϊε

### η 68

ᾐόνα αἰγιαλὸν ἢ ὄχθην. οὕτω γὰρ καλεῖται ὁ παραθαλάσσιος καὶ ὁδεύσιμος τόπος. παρὰ τὸ ἰέναι

### η 69

Ἠϊὼν ὁ αἰγιαλὸς· ἤτοι ὅτι ἀκούομεν ἐκεῖ τῶν κυμάτων, ἀπὸ τοῦ. ἰέναι ἀρασσομένων, οἷον, ἀϊόνα ἀντὶ τοῦ ᾐόνα Δωρικῶς, παρὰ τὴν ἀπόρευτον θάλασσαν, μέχρι γὰρ αὐτοῦ ἴησιν ἡ θάλασσα. τάχα δὲ ἀπὸ τοῦ ἀονᾷν λέγουσιν ἐπὶ τοῦ καταντλεῖν, ἀήονα εἰκότως. μέμνηται δὲ τοῦ ἀονᾷν καὶ Ἱπποκράτης καὶ εἰς τὸ αἱματόεσσα

### η 70

Ἤϊα πολλοὺς θεοὺς γουνούμενος. καὶ τὰ ἄλευρα. ἐν δὲ καὶ ἤϊα κωρύκῳ

### η 71

Ἥλλετο ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἅλλομαι, καὶ ὁ παρατατικὸς ἡλλόμην, ἥλλου ἥλλετο

### η 72

Ἧκες σημαίνει τὸ ἦλθες, τὸ θέμα ἥκω, ὁ μέλλων ἥξω, ὁ παρατατικὸς ἧκον, ἧκες ἧκε

### η 73

Ἥκιστα σημαίνει τὸ οὐδαμῶς, Ἡρώδοτος Ἡρόδοτυς λέγει, ἐκ τοῦ ἧκα μάλα ψύξας γίνεται ἥκιστα κατὰ πλεονασμὸν τοῦ ς. οὐχ ἥκιστα δὲ ἀντὶ τοῦ λίαν καὶ πάνυ

### η 74

Ἡκέστας ἀκεντρήστους, ἀδαμάστους, παρὰ τὸ κέντω κένσω, κεστὸς, ἄκεστος καὶ ἤκεστος, ἠκεστὴ καὶ ἠκέστας τοὺς ἀκενήτους

### η 75

Ἠκηδίασε παρὰ τὸ ἀκηδιῶ. τοῦτο παρὰ τὸ ἀκηδιάζω. καὶ ἀκηδιῶ

### η 76

Ἥκιστα λέγει Ἡρώδοτος Ἡρόδοτος ὅτι παραλόγως δασύνεται Ἀττικῶς. ἐκ τοῦ ἥσσω τὸ ἥττω, ἐκεῖνο γὰρ δασύνεται, ἥσσω ἥσιστα καὶ ἥκιστα. ὁ δὲ Ἡρώδοτος Ἡρόδοτος καθὼς εἶπε, ὅτι παραλόγως δασύνεται. γίνεται δὲ ἐκ τοῦ ἠρέμα. ἧκα μάλα ψύξασα, ἐκ τοῦ ἧκα ἥκιστα. καὶ μετὰ τῆς οὐ ἀρνήσεως οὐχ ἥκιστα, ἀντὶ τοῦ μάλιστα, δείκνυται γὰρ ἐκ τῆς συναλοιφῆς

### η 77

Ἠκρωτηριασμένος ἐκ τοῦ ἄκρον καὶ τοῦ τηρῶ τὸ ἀποβάλλω καὶ τέμνω. οἱ τὰ ἄκρα τῶν μερῶν ἀποβάλλοντες

### η 78

Ἠκούτισαν τὸ θέμα ἀκουτίζω, τὸ ἀκούειν ποιῶ ἄλλον τινὰ, κυρίως. πόθεν γίνεται; παρὰ τὸ ἀκουστός· τοῦτο παρὰ τὸ ἀκούω

### η 79

Ἠκαιρεῖσθε κωλύεσθε. καιρὸν οὐκ ἔχετε

### η 80

Ἠκονημένα παρὰ τὸ ἀκονῶ, ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, τοῦτο παρὰ τὸ ἀκόνη, ἔστι δὲ λίθος, δι’ οὗ ὀξύνεται ὁ σίδηρος. τοῦτο παρὰ τὸ κονῶ καὶ φθείρω καὶ λεπτύνω. τὸ φθείρω σημαίνει τὸ λεπτύνω τὸν σίδηρον

### η 81

Ἠλακάτη τὸ τῶν γυναικῶν ἐργαλεῖον, εἰς ὅπερ εἱλίσσουσι τὸ ἔριον. παρὰ τὸ ἑλίσσειν, ἢ ἀπὸ τῆς εἱλήσεως τοῦ ἐρίου, ἢ καὶ ἀπ’ αὐτοῦ τοῦ σκεύους. στέφεται γὰρ Ὅμηρος ἐπὶ μὲν τῶν ἐρίων ἠλακατοστρόφως ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐπὶ δὲ τοῦ σκεύους, ἠλακάτη τετάνυστο ὀϊδνεφὲς εἶδος ἔχουσα. ἡ δὲ Ἄρτεμις χρυσηλάκατος οὐκ ἀπὸ τούτου, ἀλλ’ ἀπὸ τῶν βελῶν καθ’ ὁμοίωσιν ὄντων ἠλακάτῃ. ἢ ὅτι ἔστιν ἠλάκατον τῆς θεοῦ τὸ βέλος

### η 82

Ἠλακάτη ἐκτάσει τοῦ ε εἰς η, εἱλῶ γὰρ εἵλας καὶ ἠλάκα

### η 83

Ἠλλάξαντο ἐκ τοῦ ἀλλάσσω. τοῦτο παρὰ τὸ ἄλσος

### η 84

Ἠλασκάζω παρὰ τὸ ἀλῶ ἀλασκάζω καὶ ἠλασκάζω. σημαίνει δὲ τὸ διατρίβω καὶ πλανῶμαι

### η 85

Ἠλάσκουσι πλανῶνται. παρὰ τὸ εἱλῶ ἑλάσκω καὶ ἠλάσκω, οἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι. ἤγουν τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἱλῆσθαι

### η 86

Ἤλεγχον εἰς τὸ εἰμί

### η 87

Ἠλέκτωρ ὁ ἥλιος, ὅτι ἄληκτός ἐστι καὶ ἀκάμας· ἔνιοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου

### α 1328

ἀλέκτωρ τὸ ζῶον. ἐτυμολογεῖται δὲ παρὰ τὸ λέκτρον καὶ τὸ ἐπιτατικὸν α, πολυόχευτον, τὸ α τὸ πολὺ σημαῖνον. οἱ δὲ ὅτι ἐκ τῶν λέκτρων ἡμᾶς ἐγείρων ἔστι. καὶ εἰς τὸ ἥλιος

### η 88

Ἠλέκτωρ ὁ ἥλιος, ἐπιθετικὸν, ὅτι ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. ἢ ὅτι λαμπρός ἐστιν, παρὰ τὸ ἤλεκτρον

### η 89

Ἤλεκτρον τὸ βερωνικόν. Ὅμηρος μετὰ δ’ ἠλέκτροισιν ἔερτο. εἴρηται δὲ διαχύμενον καὶ ὑγρὸν ὂν, ὁ περὶ τὰς τοῦ ἡλίου δυσμὰς πήγνυται, ἄλεκτρόν τι ὄν, ὅτε ἐπὶ λέκτρον ἡ ἠὼς ὁρμᾷ πήγνυται. ἢ παρὰ τὸ ἑλίσσω ἔλεκτρον καὶ ἤλεκτρον. κόσμω γὰρ εἰς περιδέρρεα καὶ ὅρμους ἐχρῶντο περιελίσσοντες. ἢ παρὰ τὸ ἑλεῖν τὰ ἐκτὸς, ἢ παρὰ τοῦ Ἠλισίου κυρίου ὀνόματος ὠνομάσθη

### η 90

Ἤλεκτρον ἀλλότυπον χρυσίον μεμαλαγμένον ὑέλῳ καὶ λιθίῳ

### η 91

Ἥλλετο ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἄλλομαι, καὶ ὁ παρατατικὸς ἡλλόμην, ἥλλου, ἥλλετο

### η 92

Ἠλεὸς παρὰ τοῖς παλαιοῖς ὁ μάταιος, ἐντεῦθεν τὸ ἠλίθιον ὄνομα. παρὰ τοῖς πολιτικοῖς εἴρηται. σημαίνει δὲ τὸν ἠλίθιον ὄνομα τὸν ἀνόητον καὶ ἀναίσθητον

### η 93

ἠλεὴς ὁ ἄφρων. καὶ εἰς τὸ ἄλλω

### η 94

Ἠλεὸς ὁ θερμὸς καὶ προπετὴς, παρὰ τὴν ἀλέαν

### η 95

Ἤλευθα καὶ εἰς τὸ εἰλήλουθας

### η 96

Ἤλθοσαν παρὰ τὸ ἐλεύθω, ὁ μέλλων ἐλεύσω, ὁ ἀόριστος ἤλευσα, ὁ δεύτερος ἀόριστος ἤλυθον καὶ ἐν συγκοπῇ ἦλθον· καὶ πῶς γίνεται ἤλθοσαν; οἱ γὰρ Βοιῶτοι ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἔνδειαν, ἐκοσμήθημεν, ἐκόσμησαν· καὶ Ὅμηρος, αὐτὰρ ἐπεὶ κόσμηθεν

### η 97

Ἡλιακὸν διὰ τὸ ἐν τῷ ἡλίῳ κεῖσθαι

### η 98

Ἠλίας ἠλίου, ὥσπερ κοχλίας κοχλίου. τὰ δὲ ἠλιοῦ ἀπὸ εὐθείας ἀκλίτου, οἷον, ἠλιοῦ ὡς περισπωμένως

### η 99

Ἠλίβατος ὑψηλὴ πέτρα. ἀπὸ τοῦ ἐκεῖ πρῶτον ἐπιβαίνειν τὸν ἥλιον. τινὲς δὲ ἀντὶ τοῦ β τὸ φ γράφουσιν, ἠλίφατος. ἀπὸ τοῦ φωτίζειν τῆς ἀχλύος τὰ ὑψηλά. ἀλιόβατον δὲ Ἡλιόδωρος, ἀφ’ οὗ ἔστιν ἀλυτεῖν βαίνοντας, ἢ διὰ τὸ ὕψος, ἢ διὰ τὴν τραχύτητα

### η 100

Ἠλεῖος διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα, ἀπὸ τοῦ ἥλις, ἥλιος, ἡλίδειος, ἢ ἀποβολῇ τοῦ δ ἠλίειος, καὶ κράσει τοῦ ι καὶ ει διφθόγγου, εἰς τὴν ει δίφθογγον γίνεται ἠλεῖος. ὁ κανὼν, τὰ ἀπὸ εἰς ις διὰ τοῦ ειος γινόμενα παράγωγα, πρὸ μιᾶς ἔχοντα τὸν τόνον, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, δηρὶς δηρεῖος

### η 101

Ἤλιθα πολλὰ πάνυ, ἄγαν πολὺ, ἀπὸ τοῦ ἄλις γέγονεν, ὅ ἐστι δαψιλῶς, ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ ἐστιν ἁμαρτάνοντα

### η 102

Ἠλίθιος ὁ μάταιος, παρὰ τὴν ἅλα, ταύτης γὰρ τὸ ὕδωρ ἀχώριστον, οἷον, ἀλάθιος

### η 103

Ἠλίθιος σημαίνει τὸν ἀνόητον, γίνεται παρὰ τὸ ἄλιος ἀλίϊος, πλεονασμῷ τοῦ θ ἀλίθιος, καὶ ἠλίθιος, ὁ πάντα χύδην ποιῶν

### η 104

Ἤλιθα πολλὰ, παρὰ τὸ ἅλις ὅ ἐστι δαψιλῶς ἢ ἀθρόως. ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ ἐστιν ἁμαρτάνοντα, παρὰ τὸ ἅλις, ἅλιθα καὶ ἥλιθα, ὡς ἄπειρος ἤπειρος. καὶ ἀντὶ τοῦ ματαίως τάττεται, ἐπέχραον ἤλιθα χερσὶν, ἀντὶ τοῦ ματαίως

### η 105

Ἠλίσκοντο ἐκ τοῦ ἀλίσκω τὸ κρατῶ

### η 106

Ἡλικιῶτις θηλυκὸν ἡ ἡλικία. ἡλικιώτης ὁ τέλειος τῇ ἡλικίᾳ

### η 107

Ἠλισγημένα ἐκ τοῦ ἀλισγῶ, ἀλισγήσω, σημαίνει δὲ τὰ μαγειρευμένα

### η 108

Ἤλιθα ἐπίῤῥημα ἀθροίσεως, σημαίνει δὲ καὶ τὸ ἀθρόως

### η 109

Ἥλιος διὰ τὸ ἴειν λίαν, ἤτοι πορεύεσθαι. οἱ γὰρ παλαιοὶ διὰ τὸ περιέρχεσθαι θεὸν αὐτὸν ἐκάλουν. ἤγουν ὁ τρέχων

### η 110

Ἥλιος ἅλιος, παρὰ τὸ ἁλίζειν εἰς ταυτὸν τὰ μετέχοντα αὐτοῦ πάντα ἅλιος. ἢ παρὰ τὸ περὶ τὴν γῆν ἀεὶ ἡλεῖν ἰών. ἢ, ὅτι ποικίλλει ἰὼν τὰ γινόμενα ἐκ τῆς γῆς. ἢ ὅτι ἀολλῆσαι ποιεῖ πάντα τὰ ἐσκεδασμένως καὶ διαφόρως αὐτοῦ ἀπολαύοντα, ὅπερ ἔστι συνηθροισμένα, ἡνωμένα, ἥλιος, ἅλιος, ἀόλιος

### η 111

Ἥλιος παρὰ τὸ ἐν ἁλὶ διατρίβειν, οἷον, ἅλιος, ἢ παρὰ τὸ σέλας, ὃ σημαίνει τὴν λαμπεδόνα, σέλιος καὶ ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος. ἢ παρὰ τὸ τὴν ἅλα ἀνιμᾶσθαι ἥλιος, ἢ ἀπὸ τοῦ ἀολλίζεσθαι ἡμᾶς ἐν ταῖς ἡμέραις· καὶ Ἀθήναις ἡλιαία δικαστήριόν ἐστιν ἐκ τῆς συναγωγῆς τῶν ἀνθρώπων. οἱ δὲ ἀπὸ τοῦ ἁλιαίειν, ὅ ἐστι θερμαίνειν καὶ διαχεῖν. τινὲς δὲ ἀπὸ τῆς γινομένης προσπνεύσεως ἐκ τοῦ στόματος ἡμῶν. πρὸς τοὺς δακτύλους, ὃ λέγεται αὔειν καὶ ἄζειν, κατὰ μίμησιν τῆς φωνῆς τῆς θάλψεως τοῦ στόματος ἡμῶν Ἐμπεδοκλῆς δὲ, ἀλλ’ ὁ μὲν ἀλεῖσθαι μέγαν οὔρανον ἀμφιπολεύει. λέγεται δὲ καὶ ἠλέκτωρ, ὅτι ἄλεκτός ἐστι καὶ ἀκάμας. ἄλλοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου. οἱ δὲ ὅτι ἐκ τῶν λεκτρῶν ἡμᾶς ἐγείρει. ἦμος δ’ ἐριγένεια φάνη ῥοδοδάκτυλος ἠώς. τὸ δὲ ζῶον ἀλέκτωρ ἐτυμολογεῖται παρὰ τὸ λέκτρον καὶ τὸ α τὸ ἐπιτατικὸν, πολυόχευτον γὰρ τὸ α τὸ πολὺ σημαίνοντα· ἀλλ’ ἡ ἑτοιμότης σφαιρική ἐστι

### η 112

Ἥλιος ἡ ἕως λίαν, διὰ τὸ ἴεσθαι τὸ ἕως, ἤγουν φέρειν τὸ φῶς. ἕως γὰρ ἡ ἀνατολή. ἢ διὰ τὸ ἐξ αὐτοῦ ἴεσθαι τὸ ἕως, ἤγουν τὸ φῶς

### η 113

Ἥλιος ἢ διὰ τὸ εἱλῆσθαι τῷ δρόμῳ, ἢ διὰ τὸ ἴεσθαι εἴρηται. διάτι δασύνεται; τὸ η πρὸ τοῦ λ ψιλοῦται, πλὴν τοῦ ἥλιος. τὸ λι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος ὀνόματα, τῇ λι ἢ τῇ ρι συλλαβῇ παραληγόμενα, μὴ σημαίνοντα μέρος σωματικὸν εἴτε μετουσιαστικὸν, μήτε κτητικὰ ὑπάρχοντα, διὰ τοῦ ι γράφεται. ἅλιος, ἥλιος, πύλιος, δόλιος. σημαίνει δὲ δύο ὀνόματα κύρια, βασιλέα Φρυγῶν καὶ τὸν Φαεινῆ

### η 114

Ἥλιος καὶ ὑπὸ τῶν ποιητῶν ἠέλιος, παρὰ τὴν ἅλαν ἅλιος καὶ ἥλιος. ἔστι γὰρ κατὰ Ζήνωνα τὸν Στωϊκὸν ἄνα μ μαν τὸν ἐκ τοῦ θαλάσσης. ἢ παρὰ τὸ ἅλις, ἅλιος καὶ ἥλιος, ἐπεὶ πρὸς πάντα ἱκανῶς καὶ ἁρμοδίως ἔχει. ἢ παρὰ τὸ ἄλεος, ἵν’ ᾖ τὸ ἀληθὲς καὶ συνηθροισμένον πῦρ. λέγει γὰρ καὶ Ἐμπεδοκλῆς, ἀλλ’ ὁ μὲν ἁλισθεὶς μέσον οὔρανον ἀμφιπολεύει

### η 115

Ἥλιξ ἡ ἡλικιῶτις τέλειος

### η 116

Ἠλυσίων πεδίων ἐκόμων τὰ λήϊα, παρὰ τὸ ἄλυτα τηρεῖν τὰ σώματα. ἢ ἠλύσιον τὸ καθαρὸν ἀπὸ ἁμαρτίας. ἢ ἀπὸ Ἠλυσίου τινός

### η 117

Ἠλυσίων ἡ μακάρων νῆσος. εἴρηται δὲ ἐν νήσῳ τὸ ἀλύσιον, ὅπου διαλύονται αἱ ψυχαὶ τῶν σωμάτων. ἢ ἀλύσιον, ὅθεν οὐκ ἀναλύει τις. ἢ ἀπολύουσι κολάσεως. λέγεται δὲ Ἠλύσιον καὶ ἱερὸν πεδίον Ῥόδων. οἱ δὲ περὶ Αἴγυπτον ἢ Λέσβον

### η 118

Ἠλύσιον πεδίον ἐπλάσατο τοῦτο ὁ Ὅμηρος. μήποτε ἀθανατοποιόν ἐστι, ἐπεὶ οὐ διαλύει τὰ σώματα. ἐγὼ δὲ ὑπονοῶ, ὅτι οὐκ εἶδεν Ὅμηρος, ἀθανατοποιὸν, ἀλλὰ ἡδεῖαν παρέχον ζωήν. οὐ γὰρ λέγει ὁ Πρωτεὺς τῷ Μενελάῳ, ὅτι οὐχ ἥμαρταί σοι ἀποθανεῖν ἐν τῷ καθόλου. ἀλλ’ ὅτι ἐν Ἄργει οὐ πέπρωται ἀποθανεῖν σε. ὁ δὲ τοῦτο λέγων, οὐ λέγει ὅτι ἀθάνατος εἴη, ἀλλ’ ὅτι ἐν ἑτέρῳ τόπῳ. σοὶ δ’ οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θάνατον καὶ πότμον ἐπισπεῖν, ἀλλὰ ς’ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς ὅπου ἀποθάνῃ. οὔτε γὰρ τὸν Ῥαδάμανθυν ἀθάνατόν τις ἡμῖν παρέδωκεν, οὔτε τὸν τούτου ἀδελφὸν Μίνωα

### η 119

Ἠλύσιον πεδίον τὸ τῶν ἡρώων ἐνδιαίτημα, κεκλημένον ἀπὸ Ἠλυσίου τοῦ Ἐλευθῆρος εὐσεβεστάτου γινομένου, ἢ παρὰ τὰ ἄλυτα μένειν ἐν αὐτῷ τὰ σώματα, ὁ δὲ τόπος ἐν ταῖς καλουμέναις μακάρων νήσοις

### η 120

Ἤλως εἰς τὸ ἄλλως

### η 121

Ἠλίφατος εἰς τὸ ἠλίβατος

### η 122

Ἠλλοιώμενος παρὰ τὸ ἀλλοιῶ, τοῦτο παρὰ τὸ ἄλλος καὶ τὸ οἷος γίνεται ἀλλοῖος, καὶ ἐξ αὐτοῦ ἀλλοιῶ, ἀλλοιώσω, ἀλλοίωσις, σημαίνει δὲ τὴν ἐναλλαγήν

### η 123

Ἦλος παρὰ τὸ ἵημι, ἥσω, ἧλος, ὁ διαπεμπόμενος

### η 124

Ἦλος ἐκ τοῦ ἄλλω. ἢ παρὰ τὸ ἡλεῖσθαι καὶ περονᾶσθαι

### η 125

Ἧλτο εἰς τὸ ἇλτο

### η 126

Ἦλις πόλις ἐν Ἀρκαδίᾳ τῆς Πελοπονήσου

### η 127

Ἠλιτόμηνος ὁ Διόνυσος. σημαίνει δὲ τὸ ἑπταμηνιαῖον γεννηθὲν παιδίον. Καλλίμαχος. τὴν οὐκ ἔπλησε μητὴρ φέρουσα οὓς ὤδινε μῆνας. Ὅμηρος, ἐκ δ’ ἄγαγε προφόως δὲ καὶ ἠλιτόμηνον ἔοντα. παρὰ τὸ ἄλιτος ἀλιτόμηνος, ὡς παρὰ τὸ ποιητὴς ποιητοῦ, διδάσκαλος διδασκάλου. σημαίνει δὲ τὴν τῶν κακῶν λῦσιν

### η 128

Ἠμαθίων Ἠοῦς υἱὸς, Μέμνονος ἀδελφὸς, μήπω τ’ οὖν ὑποκοριστικῶς ἀπὸ τῆς ἡμέρας, ἡμερίων, ἠματίων καὶ ἠμαθίων

### η 129

Ἧμαι εἰς τὸ καθίσαι

### η 130

ἦμαρ ψιλοῦται. τὰ γὰρ εἰς ος δισύλλαβα, εἰ μὲν ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦται, αἶσχος, εὖρος, εὖχος, οὕτως οὖν καὶ τὸ ἦμος καὶ ἦμαρ καὶ ἦμα

### η 131

Ἦμαρ εἰς τὸ ἡμέρα, καὶ αὐτῆμαρ καὶ ἥματα

### η 132

Ἡμάρτησαν τὸ τρίτον τῶν πληθυντικῶν ἥμαρτον. καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον, εἰς σαν ποιοῦσι τὸ πληθυντικόν

### η 133

Ἡμέρα παρὰ τὸ ἵημι τὸ πέμπω, ἡ ἐκπέμπουσα ἡμᾶς πρὸς πάντα, καὶ δασύνεται, ἦμαρ δὲ ψιλοῦται, ἐπειδὴ τὰ ἀπὸ δασέος σχηματιζόμενα ψιλοῦνται, οἷον, ἦθος, ἦμαρ, ἦμος. ἢ οὕτω, τὰ εἰς ος λήγοντα δισύλλαβα. εἴρηται εἰς τὸ ἦμα

### η 134

Ἡμέρα διὰ τοῦ η, ἀμέρα ἡμέρα, ὡς ἔλεκτρον ἤλεκτρον, τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα, ἢ παρὰ τὸν ἥλιον, ὃς ἠλέκτωρ ὀνομάζεται τὸ τοῦ ἡλίου. Φασὶ γὰρ αὐτὸ δάκρυον εἶναι τῶν ἡλιάδων ὅπερ ἐπὶ τῷ Φαέθοντος οἴκτῳ στάζουσι. ἢ ὅτι ἡλιαυγής ἐστιν ἡ ἡμέρα. ἢ οὕτως καλουμένη παρὰ τὸ ἡμέρα ποιεῖν τὰ ζῶα. Δωριεῖς γὰρ ἀμέρα φησίν

### η 135

ἠώς διαφέρει. ἡμέρα μὲν γάρ ἐστιν ἡ ὑπὸ ἡλίου φαῦσις. ἠὼς δὲ ἡ μετὰ τὸν ἥλιον

### η 136

Ἠμεδαπὸς ἴδιος, ἐγχώριος, ἀπὸ τῆς ἡμετέρας χώρας. δάπεδον γὰρ τὸ ἔδαφος. οὕτω καὶ ἠμεδαπὸς ὁ ἀπὸ ἡμέτερας χώρας, δευτέρου προσώπου

### η 137

Ἡμερινὸς πυρετὸς ὁ καθ’ ἡμέραν, ἐξ οὗ καὶ ἀφημερινός

### η 138

Ἡμερὶς ἡ ἀναδενδρὰς, ὅτι ἄγει τὶς αὐτὸ ὅπη ἑλκύσει ἥμερον οὖσαν καὶ οὐκ ἀντισπῶσαν. μηδέπω δὲ τῆς τομῆς εὑρεθείσης αὐταῖς ἥρπαζον αἱ ἄμπελοι, ἀγρίους καρποὺς φέρουσαι, ὡς δὲ εὑρέθη καὶ θήραντο. ἥμερον καὶ τὸν καρπὸν καὶ τὴν ὄψιν ἔσχον

### η 139

Ἤμην ὑπῆρχον, ἐκ τοῦ ἔω τὸ ὑπάρχω. τὸ παθητικὸν ἔομαι μονῇ τῇ φώνῃ, τῇ δὲ σημασίᾳ ἀπέλειψε. ὁ παρατατικὸς ἠόμην καὶ συγκοπῇ ἤμην

### η 140

Ἡμεῖς διὰ τῆς ει διφθόγγου. ἄμες γὰρ λέγουσιν οἱ Δωριεῖς, καὶ ἄμμες οἱ Αἰολεῖς. καὶ ἡμεῖς τὸ πρῶτον αὐτῶν εἰς η τρέπομεν

### η 141

Ἤμην οὕτως δὴ ἀληθῶς, τὸ η σύνδεσμος βεβαιωτικὸς, τὸ μὴν σύνδεσμος παραπληρωματικός. τὶ διαφέρει ὁ ἐναντιωματικὸς τοῦ παραπληρωματικοῦ; ὅτι ὁ μὲν παραπληρωματικὸς ἐπιφέρεται σύμφωνον καὶ φωνῆεν, ὁ δὲ ἐναντιωματικὸς οὐδέποτε ἐπιφέρεται φωνῆεν

### η 142

Ἠμὶ ῥῆμα χρόνου ἀορίστου δευτέρου, συζυγίας δευτέρας τῶν εἰς μι. γίνεται δὲ ἐκ τοῦ φημί. ὁ μέλλων ἤσω, ὁ β ἀόριστος ἦν

### η 143

Ἡμῖν πρωτότυπος ἀντωνυμία. αἱ ἀντωνυμίαι ἡνίκα ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ αὐτῷ τόνῳ· ἡμῖν μὲν τόδ’ ἔφηνε, καὶ ἡμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον ἐγκλίνονται, ἠδ’ ἡμῖν δοκέει τόδε λωΐτερον, σὺν δ’ ἡμῖν ταράξει, ὅφρ’ ἡμῖν ἑκάεργος

### η 144

Ἡμῖν διὰ τοῦ ι, ἄμμες γὰρ λέγουσιν οἱ Αἰολεῖς βαρύνοντες καὶ συστέλλοντες τὸ ι. καὶ ἦμιν λέγουσιν Ἴωνες προπερισπῶντες. καὶ ἄμμιν λέγουσιν οἱ Δωριεῖς, κατὰ τροπὴν τοῦ α εἰς η. ὡς ἅλιος ἥλιος, καὶ κάπος κῆπος

### η 145

Ἦμιν ἥτις αὐτὸν ἢ ἡμῖν. τὸ δὲ ἡμῖν πρὸ μιᾶς τὸν τόνον καὶ ἐγκλίνονται. ἡ γὰρ ἔγκλισις ἢ τῇ προηγουμένῃ συλλαβῇ, ὅταν ἔστιν ἡ λέξις ἢ μονοσύλλαβος ἢ δισύλλαβος βραχυκαταληκτὸς, οἷον, εἰμὶ καὶ ἔστιν ἄνθρωπος. ἄνθρωπος ἔστι φημὶ πεζὸς δ’ ἔνδεκά φημι, μονοσύλλαβος δὲ ὡς τὸ, ἤκουσέ μου, ὅταν δὲ ἡ λέξις σπονδειακὴ, τότε τῇ προηγουμένῃ συλλαβῇ ἀναδίδωσι τὸν τόνον. ἐλάλησεν ἡμῖν, ἤκουσεν ἡμῶν, ἔτυψεν ἡμᾶς. ἐγκλινόμεναι δὲ λέξεις εὑρίσκονται ἐν μὲν ὀνόματι τὸ τὶς, οὐ τὸ ἐρωτηματικὸν, ἀλλὰ τὸ ἀνταποδο τικὸν, οἷον, ἄνθρωπός τις, καὶ τοῦτο πᾶσαι πτώσεις καὶ τὰ ὅλα γένη. ἐν δὲ ῥήμασι τὰ ὀξυνόμενα, οἷον, τὸ φημὶ, ἐσὶ, ἐστὶ, ἐσμὲν, ἐστὲ, εἰσὶ, φαμὲν, φατὲ, φασίν. ἐν δὲ ἀντωνυμίᾳ τοῦ πρώτου προσώπου τοῦ πρωτοτύπου, ἀποβάλλοντες τὸ κατ’ ἀρχὴν φωνῆεν ἤγουν τὸ ε καὶ τοῦ δευτέρου καὶ τρίτου. ἐν δὲ ἐπιῤῥήμασι τὰ τῶν πυσματικῶν ἀποδοτικὰ, οἷον, πῶς ἦλθες, ἦλθες πῶς, πόθι ἥκεις, αἴκεν πόθι, ποῦ ἀπέρχη, ἐὰν ποῦ, πότε, εἴποτε. ἐν δὲ συνδέσμοις, ὁ τε καὶ ὁ κεν συμπλεκτικὸς, καὶ ὁ ῥα καὶ ὁ νυ, καὶ ὁ που, καὶ ὁ τοι, καὶ ὁ θην, καὶ ὁ αρ, καὶ ὁ περ, καὶ ὁ πω παραπληρωματικός. γίνεται δὲ καὶ ἔγκλισις οὕτως, ἐὰν μὲν προηγουμένη συλλαβὴ ὀξύτονος ἢ περισπώμενος, ὀξύτονος καὶ ὁ περισπώμενος τόνος φυλάττεται, μόνου τοῦ ἐγκλιτικοῦ μορίου μὴ ἐπιδεχομένου, θεός μου, βασιλεύς μου, Κοσμᾶς ἐστι, Θωμᾶς ἐστι, καλός ἐστι. εἰ δέ ἐστιν ἡ λέξις προπαροξύτονος, τότε ἐπιπίπτουσι δύο τόνοι εἰς τὴν λέξιν, εἷς μὲν ὁ κύριος τόνος, ἕτερος δὲ ὁ τῆς ἐγκλίσεως. τὸ πλεῖστον δὲ διάστασις τοῦ τόνου εὑρίσκεται, οἷον, Γρηγόριός ἐστι, ἄνθρωπός ἐστι. εἰ δὲ ἡ λέξις πρὸ μιᾶς ἔχουσα τὸν τόνον, οἷον πυῤῥιχαϊκὴ, οὐκ ἐγείρει τὸν τόνον, ἀλλὰ φυλάττεται ἰδίως ὁ τῆς προηγουμένης λέξεως, καὶ ἰδίως ὁ τοῦ ἐγκλιτικοῦ μορίου, οἷον, τόνος ἐστὶ, κόπος φημὶ, ὅτε ἐστὶ δισύλλαβον τὸ ἐγκλιτικὸν μόριον. εἰ δὲ μονοσύλλαβον, μόνος φυλάττεται ὁ κύριος τόνος, οἷον, ὁ τόπος μου. εἰ δέ ἐστι τροχαϊκὴ, εἰ μὲν περισπᾶται ἡ λέξις φυλάττεται ἡ περισπωμένη ἐν τῷ ἰδίῳ τόπῳ, καὶ ἐγείρει ἐν τῇ ἐπαγομένῃ συλλαβῇ ὀξεῖαν, οἷον, κῆπος μοὺ, δῆμος μοὺ, εἰ δὲ προπαροξύτονον, γίνονται δύο ὀξεῖαι, ἄνδρά μοι ἔννεπε, δόξα μου γένεσθαί τε. εἰ δὲ σπονδειακὴ ᾖ, ἢ ἰαμβικὴ ἡ λέξις, οὐκ ἐγκλίνει ἐν τοῖς δισυλλάβοις, οἷον, ἥρως ἐστὶ, Σόλων εἰμὶ, ἐν δὲ τοῖς μονοσυλλάβοις φυλάττεται μόνως ὁ κύριος τόνος, οἷον, λέων μοι ἐλάλησε, φύλλοις τε κατάκομος

### η 146

Ἥμισυ παρὰ τὸ ἅμα ἶσον τῷ ἄλλῳ

### η 147

Ἥμισυς παρὰ τὸ ἅμα καὶ τὸ ἶσος ἁμάϊσος, καὶ ἐν συγκοπῇ ἅμισος, καὶ τροπῇ τοῦ α εἰς η ἥμισος καὶ ἥμισυς κατὰ τροπὴν τοῦ ι εἰς υ. ἥμισυς γὰρ ἐτυμολογεῖται δὲ παρὰ τὸ μετέχειν τοῦ ἴσου

### η 148

Ἤμονες οἱ ἀκοντισταὶ καὶ ῥήτορες καὶ ὀρχισταὶ, τὸ θέμα ἠμῶ, παρὰ τὸν ἠμήσω μέλλοντα. οὕτως Ἡρωδιανὸς ἐν τῷ καθόλου

### η 149

Ἡμιθνῆτες παραπλῆγες καὶ γυμνῆτες, ἐκ τοῦ ἥμισυ καὶ τοῦ θνήσκω καὶ ἡμίθνητος καὶ ἡμιθανής

### η 150

Ἡμίονος ἐκ τοῦ ἥμισυ καὶ τοῦ ὄνος. τὸ ἥμισυ παρὰ τὸ ἅμα ἶσον εἶναι, τὸ δὲ ὄνος παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ

### η 151

Ἠμυνάμην αὐτοὺς ἀντὶ τοῦ ἐτιμωρησάμην αὐτούς· γίνεται παρὰ τὸ ἀμύνω. πάλιν σημαίνει ἀμύνω τρία, τὸ βοηθῶ καὶ Ὅμηρος· Αἰνεία νῦν σε μάλα χρὴ γαμβρῷ ἀμυνέμεν. καὶ τὸ ἀπείργω καὶ ἀποσοβῶ, ὡς τὸ ἀεὶ παραβέβλωκε, καὶ αὐτῷ κῆρ ἀμύνει, καὶ τὸ τιμωρῶ, ὡς τὸ ἐν Ὀδυσσείᾳ φησὶν Ὅμηρος· ἀμυναίμην Σκύλλην τε πετραίην

### η 152

Ἦμος ὁ πηνικός. ὅτε ἡνίκα ἐπίῤῥημα χρόνου δηλωτικόν

### η 153

Ἡμερόκοιτος ὁ ληστὴς, ὁ ἐν τῇ ἡμέρᾳ κοιμώμε νος

### η 154

Ἠθμὸς ἐργαλεῖον διατετρυπημένον πολλαῖς τρύπαις, δι’ οὗ τὰ ὑγρὰ εἰώθασι διακρίνειν τῶν παχυτέρων

### η 155

Ἡμεροδρόμοι οἱ ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονοῦντες μανδάτορες

### η 156

Ἡμιόλιον τὸ ἥμισυ τοῦ ὅλου

### η 157

Ἡμοιρηκὼς ἀποτυχὼν καὶ μὴ μετέχων

### η 158

Ἦν καὶ ἔην ῥῆμα ἀορίστου δευτέρου. ἔστιν ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ἦον ὁ παρατατικὸς, ἦες ἦε, καὶ κράσει ἦν. καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς ἔην, καὶ ἔστι τρίτου προσώπου τῶν ἑνικῶν, καὶ πλεονασμῷ τοῦ ι εἴην, τρίτου προσώπου. ὡς δ’ ὅταν ἀΐξει νοὸς ἀνέρος ὥστ’ ἐπὶ πολὺ γαῖαν εἰληλούθεις, φρεσὶ πευκαλίμησι νοήσει. ἔνθ’ εἴη ἢ ἔνθα μενοινήσει ἔτεα πολλά

### η 159

Ἦν πόθεν γίνεται; ἀπὸ τοῦ ἔω, ἔεις, ἔει. ἔστι καὶ εἰς τὸν παρατατικὸν ἦον, ἦες, ἦε, καὶ τροπῇ τοῦ η καὶ τοῦ ε, εἰς ἐκεῖνο αὐτὸ τὸ η γέγονεν ἦν. ἐπειδὴ τὸ λῆγον τὸ ἔλαττον ἀναλίσκει. καὶ ἄλλως. ἔστι ῥῆμα ἔω, καὶ ὁ παρατατικὸς ἦον, ἦες, ἦε, καὶ ἐπειδὴ τὸ ε ἐφελκυστικόν ἐστι τοῦ ν, ὡς ἀνώτερον εἴρηται, γίνεται ἦεν, τοῦ κατὰ τὴν κράσιν τοῦ η, καὶ ε εἰς η ὥσπερ τῇ ἐμῇ τἠμῇ, ἀποτελεῖται τὸ ἦν

### η 160

Ἥνδανεν ἤρεσκεν, δασύνεται, παρὰ τὸ ἥδω τὸ ἀρέσκω, ἡδάνω καὶ ἁνδάνω, ὡς πήθω πανθάνω, μήθω μανθάνω, λήβω λαμβάνω, καὶ ἐγένετο ἡ φύσει μακρὰ θέσει

### η 161

Ἥνδανον ἤρεσκον, παρὰ τὸ ἥδω, ἡδάνω καὶ ἁνδάνω

### η 162

Ἠνίσω παρὰ τὸν ἥσω μέλλοντα, ἢ παρὰ τὸ ἑνῶ δασυνόμενον. ἑνοῦται γὰρ δι’ αὐτῶν τὰ ὑποζύγια. τινὲς δὲ καὶ ἐκ τοῦ ἑνίεσθαι, καθ’ ὑπέρθεσιν τοῦ πνεύματος

### η 163

Ἤνεγκεν ἤγαγεν, ἐκ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα ὁ ἀόριστος, καὶ πλεονασμῷ τοῦ ν, καὶ τροπῇ πάλιν τοῦ ν εἰς γ ἤνεγκα. μὴ ἔχοντα χαρακτηριστικὸν σύμφωνον τοῦ μέλλοντος, καὶ ἴσως κατ’ ἀντιπάθειαν τοῦ ἔπεσον καὶ ἔχεσον, ἐχόντων τὸ ς χαρακτηριστικὸν τοῦ ἀορίστου

### η 164

Ἠνεσχέθην πόθεν λέγομεν ἐκ συνηθείας; φαμὲν ἀπὸ τοῦ σχῶ, σχήσω, ἔσχηκα, ἔσχημαι, ἐσχέθην. εἶτα προσῆλθεν ἡ ἀνὰ πρόθεσις καὶ ἐγένετο· καὶ ἐκτάσει κατὰ Ἀθηναίους ἠνεσχέθην· καὶ οὐδὲν ξένον εἶ

### η 165

Ἠνήνατο εἰς τὸ ἀπηνήνατο

### η 166

Ἡνία εἰς τὸ ἐξήνιον, καὶ ἤνιον καὶ πειθήνιος

### η 167

Ἡνία τὰ λῶρα, οἱ χαλινοὶ, παρὰ τὸ ἑνεῖσθαι, ἐπὶ ἑνώσει τῶν ὑποζυγίων. καὶ εἰς τὸ ἀπηνὴς καὶ ἀφηνιῶ

### η 168

Ἡνίκα ἐπίῤῥημα ἀναφορικὸν, καὶ εἰς τὸ πηνίκα

### η 169

Ἠνιξάμην αἰνιγματωδῶς εἶπον. ἐκ τοῦ αἰνίσσω, αἰνίξω, ἤνιξα καὶ ἠνιξάμην

### η 170

Ἡνίον τὸ λωρίον, ὁ χαλινὸς, γίνεται ἐκ τοῦ ἀνύω, ἄνυον καὶ τροπῇ ἥνιον. διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύομεν τὰς ὁδούς

### η 171

Ἡνιόχος ὁ ἐπιβάτης τοῦ ἅρματος ἢ τοῦ ἵππου, καὶ ὁ δεσπότης, παρὰ τὸ ἥνια ἔχειν, ἤγουν τὰ λῶρα κρατεῖν

### η 172

Ἠνίπαπεν ἤβρισεν παρακείμενος. ἔστι γὰρ ὁ ἐνεργητικὸς ἐνίπτω, τὸ ἐπιπλήσσω, τοῦτο ἐκ τοῦ ἐνέπω, ἐκ τούτου οὖν γίνεται ἐνίπω, τὸ γὰρ ε ἡνίκα πλεονάσει σύμφωνον, τρέπεται εἰς ι. ὁ μέλλων ἐνίψω, ὁ παρακείμενος ἤνιφα, ὁ μέσος ἤνιπα καὶ ἐπεκτάσει τῆς πα συλλαβῆς ἠνίπαπα καὶ ἔχει τὸ π. εἰ δὲ διὰ δύο συμφώνων εἴη ὁ ἐνεργητικὸς, δι’ οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος, ἐνιπὴ, μάλα πῶς μὲν κατὰ θυμὸν ἐνιπή

### η 173

Ἡνίοχος κυρίως ὁ ἔχων τὰς ἡνίας, εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἐπιβάτου ὡς ἐπὶ τοῦ Ἕκτορος

### η 174

Ἠνίαλος ὁ ἐνιαυτὸς, παρὰ τὸ ἔνος ἦνις

### η 175

Ἦνις ὁ ἐνιαυσιαῖος, Ὅμηρος, ἦνις ἐκ θείας ἱερεύσεμεν, καὶ βοῦν ἦνιν εὐρυμέτωπον, παρὰ τὸν ἔνον τὸν ἐνιαυτὸν, ἔνθεν τεταώνυμον δαμάσσουσι παῖδες, παρὰ τὸ ἔνος, ἔνις καὶ ἦνις, ὁ ἕνα κύκλον ἔχων, ἦνις, ἤνιος, καὶ τὸ πληθυντικὸν ἤνιες, καὶ ἐν συναλοιφῇ ἦνις, ὡς πόλιες πόλις, ἤνιες ἦνις. ἔνιοι τὸ ἦνις ἐπὶ ἡλικίας βοὸς τάσσουσιν, ὡς τὸ μόσχος, καὶ ἡ πόρτις καὶ ἡ δάμαλις. καὶ γὰρ ὁ ποιητὴς ἐπὶ βοῶν μόνον τάττει τὴν λέξιν. ἢ κατ’ ἔλλειψεν τοῦ α στερητικοῦ, ἵν’ ᾖ αὔηνις, ἡ μηδέπω ζευχθεῖσα καὶ ἡνία δεξαμένη

### η 176

Ἦνις ὁ ἐνιαυτὸς, παρὰ τὸ ἔνος, ἦνις. ἔνος οὖν ἐστιν ὁ ἐνιαυτὸς, παρώνυμον ἐνὶς, καὶ τροπῇ τοῦ ε εἰς η ἦνις

### η 177

Ἠνορέην εἰς τὸ ῥηξήνορα

### η 178

Ἥξουσιν ἐκ τοῦ ἥκω τὸ ἔρχομαι, καὶ ὁ μέλλων ἥξω, τὸ τρίτον τῶν πληθυντικῶν ἥξουσιν

### η 179

Ἤνυχος εἰς τὸ μυχός

### η 180

Ἤοιαι ἔστι κατὰ λόγος Ἡσιόδου ἠοίην ὁμοίως ὀρθρίαν, ἢ τὴν πρὸς ἀνατολὴν, ἢ τὸν ἀπὸ πρωΐας μέχρι ἕκτης ὥρας χρόνον

### η 181

Ἤνυστρον τὸ μέρος τῆς κοιλίας, ὅθεν διανύει ἡ τροφὴ, ἤγουν διέρχεται

### η 182

Ἤνυστρον τὸ παχύτερον μέρος τῆς κοιλίας τοῦ βοός

### η 183

Ἠξίωσε ναῖεν ἄξιον ἡγήσατο τοῦ οἰκεῖν

### η 184

Ἠοῦς τῆς ἡμέρας, Ἀττικῶς

### η 185

Ἠνώχλησε δοτικῇ συντάσσεται, αὐξάνει δὲ ἔσωθεν καὶ ἔξωθεν. τὸ ἐνοχλῶ παρὰ τὸ ὀχλῶ, τοῦτο παρὰ τὸ ὄχλος, τοῦτο παρὰ τὸ ἀχλὺς, ἄχλος καὶ τροπῇ τοῦ α εἰς ο, ὄχλος

### η 186

Ἧπαρ παρὰ τὸ ἥδω, ἧδαρ καὶ ἧπαρ, δι’ αὐτοῦ γὰρ εὐφραινόμεθα. ἢ παρὰ τὸ ἄρδειν τὸ σῶμα τῷ σώματι· ἢ παρὰ τὸ ἠσθικὸν καὶ ὀρεκτικὸν ἡδονῆς εἶναι. ὁ δὲ Χρύσιππος παρὰ τὸ ἡδὺ φησὶν εἶναι, πεπηγὸς γὰρ αἷμα, τὸ δὲ αἷμα φυσικῶς γλυκύ

### η 187

Ἠπεδανὸς ὁ ἀσθενὴς, παρὰ τὸ ἀπεδανὸς, ὁ ἐκ τοῦ πέδου μὴ ἀνιστάμενος ὡς ἀδύνατον

### η 188

Ἠπεδανὸς ὁ ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανὸς, ὁ μὴ δυνάμενος δι’ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ, ὅ ἐστιν ἐν τῷ ἐδάφῳ στῆναι. ἔμπεδος γὰρ λέγεται, ὁ ἐν τῷ πέδῳ δι’ ἰσχὺν ἑστὼς βεβαίως

### η 189

Ἠπειγμένος ἐπείγω τὸ σπουδάζω, καὶ κατεπείγω, ἤπειγα, ὁ παθητικὸς παρακείμενος ἤπειγμαι, ἡ μετοχὴ ἠπειγμένος. τὸ γὰρ ἐπείγω γίνεται οὕτως, οἴγω τὸ ἀνοίγω, καὶ τροπῇ τοῦ ο εἰς ε εἴγω καὶ ἐπείγω

### η 190

Ἤπειρος διὰ τῆς ει διφθόγγου, ἄπερος γὰρ οἱ Αἰολεῖς λέγουσι καὶ ἄπηρος, τρέποντες τὴν ει δίφθογγον εἰς η. καὶ ἐκ τῆς ἐτυμολογίας φαίη, ἠπειρωτῶν ἐκ τοῦ ἤπειρος, οἱ κατοικοῦντες τὴν ἤπειρον, ἤτοι τὴν γῆν. φαίνεται διὰ τῆς ει διφθόγγου γραφόμενον, ἤπειρος γὰρ λέγεται ἡ γῆ, οἱονεὶ ἄπερός τις οὖσα, τουτ’ἔστιν ἡ ἀπλήρωτος, καὶ μὴ ἔχουσα πέρας ὡς δηλοῖ Εὐριπίδης λέγων· ἰστέον ὅτι κυρίως ἤπειρος λέγεται ἡ γῆ πᾶσα. εἰσὶ δὲ τινὲς τόποι, οἵτινες καλοῦνται Ἤπειροι, ὥσπερ καὶ ἡ γῆ, ἐξ ἐναντίου τῆς Ἰθάκης. ἀλλ’ οἱ Δωριεῖς ἄπηρος λέγουσιν ἀπέραντος. καὶ Εὐριπίδης φησὶν, ἤπειρον ἐς ἄπειρον ἐξεπλεύσαμεν. ἤπειρος γὰρ λέγεται ἡ ξηρὰ γῆ. τριχῶς δὲ τὸ τῆς Ἠπείρου ὄνομα. Ἤπειρος κυρίως ἡ πᾶσα γῆ, πρὸς ἀντιδιαστολὴν τῆς θαλάσσης· Ἤπειρος καὶ ἡ Ἀσία, πρὸς ἀντιδιαστολὴν τῆς Εὐρώπης. Ἤπειρος καὶ ἡ Θεσπρωτίς

### η 191

Ἧιπερ δὴ ὥσπερ δὴ, ὅπου ἂν, καθ’ ὃν τρόπον

### η 192

Ἠπεροπευτὴς ὁ ἀπατέων. ἐκ τοῦ ἥμερος καὶ τοῦ ὂψ, ὃ σημαίνει τὴν φωνὴν, ὁ ἥμερος ὀπῇ χρώμενος. ἢ ὥσπερ παρὰ τὸ ἔχω ὀχεὺς, καὶ ἔπω τὸ λέγω, ὀπεὺς καὶ πλεονασμῷ τοῦ περ συνδέσμου περοπεὺς, καὶ μετὰ τοῦ στερητικοῦ α, τοῦ σημαίνοντος τὸ κακὸν, ἀπεροπεὺς καὶ τροπῇ τοῦ α εἰς η καὶ προσθέσει τοῦ της ἠπεροπευτής

### η 193

Ἤπειρος σύνθετόν ἐστι, παρὰ τὸ α στερητικὸν καὶ τὸ πέρας ἄπερος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος, καὶ κατὰ τροπὴν τοῦ α εἰς η ἤπειρος. καὶ γράφεται ἤπειρος, ἄπερος γὰρ οἱ Αἰολεῖς λέγουσιν, οἱονεὶ ἄπερός τις οὖσα

### η 194

Ἠπιώτατος ὁ ἐν λόγοις πραότατος. ἔπω οὖν τὸ λέγω, ἔπιος καὶ τροπῇ τοῦ ε εἰς η, ἤπιος καὶ τὸ ὑπερθετικὸν ἠπιώτατος

### η 195

Ἠπεροπεύειν παρὰ τὸ ἡμέρως ὀπῇ χρᾶσθαι

### η 196

Ἧπται εἰς τὸ ἐφῆπται

### η 197

Ἠπύω τὸ κηρύσσω, ὅπερ γέγονεν ἀπὸ τοῦ ἔπω τὸ λέγω, ἐπύω καὶ ἠπύω

### η 198

Ἧρα ὄνομα κύριον θεᾶς, ἐκ τοῦ ἀὴρ, ἀέρος, ἀέρα, καὶ κράσει τοῦ αε εἰς η ἧρα, ὡς Πηλέα Πηλῆ. ἡ αὐτὴ γάρ ἐστι καὶ ἀήρ. ἢ παρὰ τὸ αὐτὴν ἀὴρ εἶναι, τὴν αὐτὴν γὰρ λέγουσιν ἀέρα

### η 199

Ἧρα ὅτι ἡ Ῥέα αὐτὴν ἐκάλεσεν ἀναγραμματιζομένη ἀήρ· καὶ Ἐμπεδοκλῆς, Ζεὺς γὰρ γῆς εἴρηται φερέσβιος

### η 200

Ἠπίαλος ὁ ῥιγοπύρετος. σημαίνει δὲ καὶ δαίμονα τοῖς κοιμωμένοις ἐπερχόμενον

### η 201

Ἦπου ὄντως δὴ καὶ ἀληθῶς

### η 202

Ἡπατικοὺς τοὺς τὸ ἧπαρ πάσχοντας

### η 203

Ἧιπερ οὖν ὥσπερ οὖν

### η 204

Ἡ περίοδος ἡ συναγωγὴ ἡ ἐπάνω

### η 205

Ἧρα εἴρηται ὁ ἀὴρ, μεταθέντος τοῦ α πρὸ τοῦ η

### η 206

Ἡρακλῆς παρὰ τὸ ὀνομάζεσθαι αὐτὸν πρῶτον Ἀλκείδην, Ἡρακλῆς δὲ ἐκλήθη, παρ’ ὅσον ἀπὸ τῆς Ἥρας ἐδέξατο, ᾗ ἀφηρέθη τὸ κλέος

### η 207

Ἡρακλῆς τινὲς παρὰ τὴν Ἧραν, ὅ ἐστιν ἐπικουρίας χάριν, ὅτι ἐπίκουρον καὶ κλέος τῷ βίῳ ἔσχε. τινὲς μὲν γὰρ αὐτὸν Ἀλκαῖον ἐκάλουν, ὁμώνυμον τῷ πάππῳ. οἱ δὲ, ἐπεὶ ἄλκιμος ἦν, κυριολογίᾳ χρώμενοι. πάλιν δὲ τινὲς, ὅτι διὰ τὴν Ἥραν κλέος ἔσχεν· οἱ δὲ τὸν ἀέρα, οἱονεὶ ἀέριον κλέος ἐσχηκὼς, τουτ’ἔστι μέγα καὶ περιβόητον

### η 208

Ἡρακλείδης πρότερον Ἀλκείδης ἐλέγετο ἀπὸ Ἀλκαίου. ὕστερον δὲ ἡ Πυθία αὐτὸν Ἡρακλέα ὠνόμασε, παρ’ ὅσον ἐξ Ἥρας ἔμελλεν ἔχειν κλέος. Ἀστυαγὴς δὲ φησὶν, ὁ δι’ Ἥραν ἀκλεὴς γενόμενος, διὰ τὸ μὴ βασιλεῦσαι, ἀλλὰ θητεύειν τῷ Εὐρυσθεῖ. καὶ ἡ σύνθεσις τοῦ ὀνόματος τοῦτο ἀπαιτεῖ. τὰ γὰρ παρὰ τὴν Ἥραν ὀνόματα εἰς ος σύνθετα διὰ τοῦ ο λέγεται, Ἡρόδοτος, Ἡροδικός. ἔστιν οὖν Ἡρακλῆς, ὁ δι’ Ἥραν ἀκλεὴς γενόμενος. ἢ ὅτι ἕνα τῶν γιγάντων ἐπερχόμενον ὅρους φονεύσας ὠνομάσθη Ἡρακλῆς, παρὰ τὸ ἀλκεῖν ἡραλκῆς καὶ ἡρακλῆς

### η 209

Ἡράκλειος καὶ τὸ κύριον καὶ τὸ κτητικὸν ἐκ τοῦ Ἡρακλῆς, Ἡραῖον τὸ Ἡράκλειον καὶ πάντα τὰ παρώνυμα προπαροξύνεται. ἐκύλλαιον, νείλαιον, εὔναιον, ἀθήναιον τὸ τέμενος κύρκαιον, οὔραιον, ἕρμαιον, τρόπαιον, ἔλαιον, νύμφαιον, περιβόλαιον

### η 210

Ἤρω. ἐκ τοῦ ἀρῶ τὸ εὔχομαι, ὁ παθητικὸς παρακείμενος ἠραόμην, ἠρώμην ἤρω

### η 211

Ἤρω τὸ ἀρῶ δύο σημαίνει, τὸ εὔχομαι καὶ τὸ καταρῶ παρ’ Ὁμήρῳ

### η 212

Ἠράσθην εἰς τὸ ἐράσθην

### η 213

Ἠροφοιτὴς αἱ ὀροφοιτίδες ὄρνις. ἐκ τοῦ ἀὴρ καὶ τοῦ φοιτῶ τὸ παραγίνομαι

### η 214

Ἠρέμα εἰς τὸ ἀτρέμας

### η 215

Ἠρεμία ἡ ἡσυχία, ἀπὸ τοῦ ἤρεμος ἠρεμία, ὡς ἔρημος ἐρημία, ἀτρεμία τις οὖσα καὶ ἡσυχία, κατὰ στέρησιν τοῦ τρέμειν, οἱονεὶ ἀκινησία

### η 216

Ἠρεθίσατο ἐπελέξατο, ἐκ τοῦ ἐρεθίζω, τοῦτο παρὰ τὸ ἐρέθω, τοῦτο παρὰ τὸ αἱρῶ τὸ προκρίνω, αἱρετὸς γάρ ἐστιν ὁ ἐκλελεγμένος καὶ πρόκριτος

### η 217

Ἠρείριστο ἀπὸ τοῦ ἐρείδω, ἐρείσω, ἐρείρικα, ἐρείρισμαι, ἠρείριστο Ἀττικῶς. ἠρώμην δὲ ἀπὸ τοῦ ἐρτῶ

### η 218

Ἦρψεν ἐστέγασεν, ἐσκέπασεν, ἀπὸ τοῦ ἔρψω τὸ στεγάζω, τοῦτο παρὰ τὸ ὄροφος, οἱ γὰρ ἀρχαῖοι ὀρόφῳ τὰς οἰκίας ἐστέγαζον

### η 219

Ἠρηρώμην ἐκ τοῦ ἔρημος. τοῦτο παρὰ τὸ ἔραν μόνην ἔχειν

### η 220

Ἤρημαι εἰς τὸ ἠρημένη

### η 221

Ἠρημένη ἀπὸ τοῦ αἰρῶ, ὃ σημαίνει τὸ καταβάλλω, ὁ παρακείμενος ἤρηκα, ἤρημαι, ἡ μετοχὴ ὁ ἠρημένος, τὸ θηλυκὸν ἡ ἠρημένη

### η 222

Ἦρι ἕωθεν, ἐπὶ τοῦ ὄρθρου, ἀπὸ τοῦ αἴρεσθαι ἡμᾶς ἀπὸ κοίτης περὶ τοῦτον τὸν καιρόν

### η 223

Ἠρίω παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω

### η 224

Ἠρινὸς ἐαρινὸς, παρὰ τὸ ἔαρ ἔαρος, καὶ κατὰ κράσιν ἦρος, καὶ ἠρινός. τὸ ρι ἰῶτα διάτι; τὰ εἰς νος ἐπὶ καιροῦ λαμβανόμενα, διὰ τοῦ ι γράφεται, οἷον, μετοπωρινὸς ἐκ τοῦ ὀπώρα, θερινὸς καὶ τὰ ὅμοια

### η 225

Ἠροφοῖτις ἐκ τοῦ ἀὴρ καὶ τὸ φοιτῶ τὸ παραγίνομαι

### η 226

Ἠρίον ὁ τάφος, παρὰ τὴν ἔραν τὴν γῆν, τροπῇ τοῦ ε εἰς η, ὄρους δὲ καὶ τοὺς λουτῆρας ἔλεγον οἱ παλαιοί

### η 227

Ἤρισμαι εἰς τὸ ἀμφήριστον

### η 228

Ἠριτὰ ὅ ἐστιν ἐρεστά, καὶ εἰς τὸ εἴκοσιν ἠριτά

### η 229

Ἠρυκέναι τὸ ὕδωρ ἐκ τοῦ ἀρύω τὸ ἀντλῶ

### η 230

Ἥρωες Πλάτων ἔρωες διὰ τὸ ἠρᾶσθαι θεὸν θνητὸς, ἐξ ὧν ἐγεννήθησαν οἱ ἥρωες. Ἀριστόνικος, ὅτι γηγενεῖς ἦσαν, οἱ πρώτην περὶ τὴν ἔραν, οἷον, ἔρωες. τι νὲς δὲ ὅτι ἡ Πανδώρα ἐκ πηλοῦ ἐγένετο, ἧς Πανδώρας καὶ Ἐπιμηθεὼς οἱ ἄνθρωποι

### η 231

Ἥρωες ἐκλήθησαν ἀπὸ τῆς ἔρας, ἢ ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὡς φησὶν Ἡσίοδος, ἀέρα ἐσσάμενοι, ἢ ἀπὸ τῆς ἐράσεως, τουτ’ἔστι τῆς μίξεως τῶν θεῶν, ἢ ἀπὸ τοῦ ἔρω τὸ κουφίζω, ἢ παρὰ τὸ ἀρῶ ὃ σημαίνει τὸ ἁρμόζω

### η 232

Ἦρος ἐκ τοῦ εἶαρ κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η

### η 233

Ἥρωες. ἡμίθεοι δυνατοὶ, οἱ γιγάντες, οἱ πάλαι πρωτογενεῖς ἄνθρωποι. ἢ ἀπὸ τῆς ἐρωτήσεως, διαλεκτικοὶ γὰρ διὰ τὸ ἠρᾶσθαι θνητῶν, ἐξ ὧν ἐγεννήθησαν ἥρωες. Ἀριστόνικος, ὅτι γηγενεῖς ἦσαν οἱ πρῶτοι περὶ τὴν ἔραν. τινὲς δὲ ὅτι ἡ Πανδώρα ἐκ πηλοῦ ἐγένετο, ἧς Πανδώρας καὶ Ἐπιμηθεὼς οἱ ἄνθρωποι

### η 234

Ἠριγένεια διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα. καὶ γὰρ διὰ τοῦ εια

### η 235

Ἦσθα ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω. ἦς καὶ ἦσθα διαφέρει. ὁ μὲν γὰρ παρωχημένον χρόνον δηλοῖ, ὡς δηΐφοβος εἰ μέν μοι τὸ πάρα πολυφίλτατος ἦσθα γνωστῶν, ὁ δὲ ἦς τὸν μέλλοντα

### η 236

Ἦσε ἀορίστου πρώτου, τρίτου προσώπου. τὸ θέμα ἄδω, ὁ μέλλων ἄσω, ὁ ἀόριστος ἦσα, τὸ τρίτον ἦσε. σημαίνει δὲ τὸ ἔψαλλεν

### η 237

Ἥσθην ἐχάρην, ἡδύνθην, ἡδέως ἔχω, ἀπὸ τοῦ ἥδω ῥήματος, ὁ παθητικὸς παρακείμενος ἧσμαι, ὁ ἀόριστος ἥσθην

### η 238

Ἧσθα παρὰ τὸ εἰμὶ τὸ ὑπάρχω, ὁ παρατατικὸς εἲν διὰ διφθόγγου, καὶ οἱ Ἀττικοὶ τῶν παρωχημένων εἰς η τρέπουσι, καὶ γίνεται διὰ τοῦ η τὸ δεύτερον ἦς, καὶ ἐπεκτάσει τῆς θα συλλαβῆς ἦσθα

### η 239

Ἠσθῆσθαι νοεῖσθαι, αἰσθάνεσθαι, ἀπὸ τοῦ αἰσθῶ, ὃ δηλοῖ τὸ αἰσθάνομαι, ὁ μέλλων αἰσθήσω, ὁ παρακείμενος ἤσθηκα, ὁ μέσος ἦσθα, ὁ β ἀόριστος ἦσθον, ὁ μέσος πρῶτος ἀόριστος παθητικὸς ἠσθόμην ἤσθου ἤσθετο, καὶ τὸ ἀπαρέμφατον ἠσθῆσθαι

### η 240

Ἠρτημένος ἐλαίῳ καὶ ἅλατι

### η 241

Ἧισιν ἐν τῷ ἑαυτῷ εἰς τὸ σῇσιν

### η 242

Ἧς ἡ μετοχὴ, ἄρθρον θηλυκὸν, τὸ ἦς μετοχικὸν ὄνομα παρὰ τὸ μετέχω

### η 243

Ἧισιν αὐταῖς, καὶ τροπῇ τοῦ α εἰς η, ὡς παλάμαις παλάμῃσιν. καὶ ἔστιν ὁ κανὼν, αἱ τοιαῦται δοτικαὶ, εἴτε ἐπεκτεταμέναι, εἴτε ἀνεπέκτατοι. τρέπουσι τὸ α εἰς η, παρὰ τοῖς Ἴωσι καὶ τοῖς ποιηταῖς, οἷον, παλάμαις παλάμῃσι, ἐν παλάμῃς φορέουσι, θοαῖς θοῇσι. σεσημείωται δύο, τὸ λιμαῖσι καὶ ἀχθαῖς, μὴ τρέψαντα τὸ α εἰς η. ταῦτα δὲ ἐκτείνονται διὰ τοῦ ι. καὶ εἴτε θεαῖς ἀγάασθε παρ’ ἄνδρασιν εὑρεθῆναι

### η 244

Ἡσίοδος Αἰωλικῶς, ὁ τὴν αἰσίαν ὁδὸν πορευόμενος. ἔργα καὶ ἡμέρας ἔγραψε πρὸς τὴν τοῦ βίου ἐργασίαν καὶ νομοθεσίαν. ἢ ὅτι αἰσίως ἐβάδισε. συνέτυχε γὰρ ταῖς Μούσαις, καὶ οὐχ ὡς θαμυρες διετέτη. ὅθεν καὶ ποιητὴς ἄριστος

### η 245

Ἥσκειν ἐπιμελῶς ἐργάζεσθαι, τὸ ῥῆμα ἀσκῶ, σημαίνει δὲ τὸ μετὰ πολλοῦ πόνου καὶ κόπου ἐργάζεσθαι, ἐκ τοῦ ἀσκὸς ἀσκῶ, ὁ παρατατικὸς ἤσκεον ἤσκουν, ἤσκεε, ἤσκει, καὶ τὸ ν ἐφελκύστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις, ἔτυπτεν, ἔλεγεν, οὕτως ἤσκεεν, καὶ κατὰ συναίρεσιν ἤσκειν

### η 246

Ἡττῶ παρὰ τὸ ἡσσῶ, τοῦτο παρὰ τὸ ἥσσω, τοῦτο παρὰ τὸ ἡδὺς, ἡδύτερος, ἡδίων, ἥσσων, ἀπὸ γὰρ τῶν ἡδίων ἡσσόμεθα, ὁ γὰρ πορεύων διὰ τὴν ἡδύτητα τοῦ πάθους νικᾶται ὑπὸ τοῦ διαβόλου

### η 247

Ἡσμένος ἔστιν ἥδω τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ἡ μετοχὴ ὁ ἡσμένος

### η 248

Ἧσο καθέζου, διάτριβε, προστακτικὸν, ἐκ τοῦ ἵημι χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. ἡ παρὰ ἀντὶ τῆς πρὸς, ἡ παρὰ δηλοῖ τὸ πλησίον καὶ τὸ ἐγγύς

### η 249

Ἡ συκάμινος τῆς συκαμίνου τὸ δένδρον. τὸ συκάμινον τοῦ συκαμίνου δὲ ὁ καρπὸς, ἔστι πρωτότυπον

### η 250

Ἦτορ Φιλόξενος ἐν τῇ περὶ τῆς ἰάδος διαλέξει οὕτως ἐτυμολογεῖ τὸ ἦτορ. ἆτορ ἐστὶ, φησὶ, τὸ ὂν ἄτρεπτον. παρὰ γὰρ τὸν τείρω ἐνεστῶτα, μέλλοντα γίνεσθαι τερῶ, ὡς κείρω κερῶ. τοῦ δὲ ω σιγηθέντος ῥηματικὸν ὄνομα γίνεται τὲρ καὶ τὸρ μονοσύλλαβον. καὶ ὥσπερ τὸ φέρω φὲρ καὶ φὸρ, ἐπεκτάσει τοῦ ο εἰς ω φὼρ ὁ λῃστὴς, ὁ τὰ ἀλλότρια φέρων. τὲρ οὖν καὶ τὸρ, καὶ μετὰ τοῦ στερητικοῦ α ἄτορ καὶ ἦτορ ὡς το. κυρίως ἐπὶ τῆς ἀφόβου ψυχῆς. καταχρηστικῶς δὲ ἐπὶ πάσης ψυχῆς

### σ 5

σιγᾷν διαφέρει. ἡσυχάζειν μὲν γὰρ τὸ ἠρεμεῖν καὶ ἀτρεμεῖν δι’ ὅλου τοῦ σώματος, σιγᾷν δὲ τὸ μηδὲν λαλεῖν

### η 251

Ἥσυχος ὁ πραὸς, παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ἥσυχος ὁ μόναχος, ἥδονται γὰρ μεγάλως τῇ ἡσυχίᾳ οἱ ἀσκηταί

### η 252

Ἤσω. ἀφήσω ἀκοντήσω. καὶ εἰς τὸ ἀήσυλα, καὶ προοῦ, καὶ προσήκατο

### η 253

Ἤσχαλλον ἐλυπούμην, ἠνιώμην, ἀπὸ τοῦ ἀσχάλλω

### η 254

Ἡταιρηκὼς ἐπὶ πόρνης ἡταιρηκὼς ἐπὶ ἑταίρου

### η 255

Ἤτοι ἀπὸ τοῦ η διαζευκτικοῦ συνδέσμου, καὶ τοῦ τοι παραπληρωματικοῦ. καὶ εἰς τὸ καί

### η 256

Ἢ τοιόσδε ἐὼν ὁ ἢ σύνδεσμος διαζευκτικὸς μέν ἐστι. παρελήφθη παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ συναπτικοῦ, οἷον, ἔστι καὶ ἄλλῳ, ἐπεὶ οὐ πολύμυθος ἔην, οὐ δ’ ἁμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἔην. ἀντὶ τοῦ ἐὰν καὶ τῷ γένει. οὕτω καὶ τὸ, ἣ τοιόσδε ἐὼν, ἀντὶ τοῦ ἐὰν τοιοῦτος ὑπάρχω

### η 257

Ἤτις καὶ Ἤτειος, τὸ Ἤτις ὄνομα πόλεως, τὸ δὲ Ἤτειος σημαίνει τὸν πολίτην. μάντις μάντιος ὁ Ἀπόλλων, ὁ ἐφορῶν τὰς μαντείας. πρόσκειται, πρὸ μιᾶς ἔχοντα τὸν τόνον, ἐπειδὴ ἀπὸ τοῦ μάντις γέγονε Μάντιος, ὄνομα κύριον διὰ τοῦ ι

### η 258

Ἠτίμασε δευτέρας συζυγίας τῶν περισπωμένων, ἀτιμῶ, ἀτιμᾶς, ἀτιμᾶ. ἔστι δὲ καὶ τρίτον ἀτιμοῦται. ἀτιμοῦται γὰρ ὁ ἀπὸ νόμου καταδικαζόμενος, ἀτιμᾶται δὲ ἁπλῶς, ὁ ὑβριζόμενος ἐπί τινι πράγματι

### η 259

Ἦτορ ἡ ψυχὴ, θυμός. Ἴωνες δὲ ἆτορ φασί

### η 260

Ἦτορ ἡ ψυχὴ, παρὰ τὸ ἀήτης, ὁ σημαίνει τὸν ἄνεμον, ἀήτορ, καὶ κατ’ ἀφαίρεσιν τοῦ α ἦτορ. πνεῦμα γὰρ λέγεται ὁ θεὸς καὶ ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις εὐαγγελίοις. πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. τουτ’ ἔστιν, ἀσώματον τὸ θεῖον, καὶ τὴν τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι. τουτ’ἔστι διὰ τῆς ψυχῆς, καὶ τῆς τοῦ νοῦ καθαρότητος

### η 261

Ἦτρον σημαίνει τὸ ὑπὸ τῶν ὀφθαλμῶν μέρος, καὶ τὸ ὑπογάστριον ἔντερον, ὅπερ Νίκανδρος ἐπὶ τῆς ἐντεριώνης τίθησιν, ὅ ἐστι τι ὕφασμα. παρὰ τὸ συναφᾶσθαι οὖν τὴν σάρκα τῷ λίπει ἄτρον, καὶ ἦτρον, καὶ ἤτριον

### η 262

Ἧττον τὸ ὀλίγον, τὸ ο μικρόν. ἔστι τὸ τῶ λαμβάνω, οὗ τὸ δεύτερον τᾶς, τὸ τρίτον τᾶ, καὶ ἐξ αὐτοῦ τόν· καὶ μετὰ τοῦ στερητικοῦ α ἆττον κατὰ πλεονασμὸν τοῦ τ. ὁ οὐδεὶς θέλει λαβεῖν, καὶ τροπῇ τοῦ α εἰς η γίνεται ἧττον

### η 263

Ἤτω ἡ δόξα κυρίου εἰς τοὺς αἰῶνας. πόθεν γίνεται; ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἲς ἔντος, καὶ τὸ προστακτικὸν ἔθι, τὸ τρίτον ἔτω, ὡς τιθέτω, καὶ τροπῇ τοῦ ε εἰς η ἤτω. οὐκ ἐτράπη δὲ εἰς ι. ἵνα μὴ συνεμπέσῃ τὸ ἤτω ὃ σημαίνει τὸ πορευέτω

### η 264

Ἦτα τὸ δὲ ἦτα, ὅτι καὶ ἰῶτα καὶ τὸ τ ἔχει ὁ χαρακτὴρ τοῦ στοιχείου. ἡνίκα γὰρ τὸ Η πλάγιον τεθῇ Η, εὕροις μακρὰν καὶ ἀπ’ αὐτῆς τὸ ι, ὅπερ σημαίνει τὸ τ. ἄλφα δὲ εὕροι, ἢ ἀπὸ τῆς πρώτης γραμμῆς τοῦ η βαρεῖα, καὶ τῆς ἐν τῷ μέσῳ μακρᾶς, ὥστε ἀπὸ τούτου τοῦ τύπου τὸ η ὠνόμασται

### η 265

Ηὖδα εἶπεν, ἔλεγεν, δευτέρας συζυγίας τῶν περισπωμένων, χρόνου παρατατικοῦ, ἀπὸ τοῦ αὐδῶ, αὐδᾶς, τοῦτο παρὰ τὸ αὐδὴ, τοῦτο παρὰ τὸ αὔω τὸ φωνῶ, ἢ παρὰ τὸ ἄω τὸ πνέω

### η 266

Ηὐμοίρησεν ἔλαβεν, ἐπέτυχε, τὸ θέμα εὐμοιρῶ, τοῦτο παρὰ τὸ εὐ μόριον, καὶ τὸ μοῖρα. τὸ δὲ μοῖρα παρὰ τὸ μείρω τὸ μερίζω

### η 267

Ηὖρα τὸ θέμα αὐρῶ τὸ ἀπολαύω, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα, καὶ ἐν συγκοπῇ ηὖρα

### η 268

Ηὐλίσθην ἐκ τοῦ αὐλίζω, τοῦτο ἐκ τοῦ αὐλὴ, τοῦτο ἐκ τοῦ αὔω τὸ λάμπω

### η 269

Ἠὺς σημαίνει δύο τὸν γενναῖον καὶ ἰσχυρὸν, καὶ ἀγαθόν· καὶ ὁ μὲν γενναῖος γίνεται παρὰ τὸ ἔω τὸ ὑπάρχω. ὁ δὲ ἀγαθὸς ἐκ τοῦ ἡδὺς καὶ ἀποβολῇ τοῦ δ ἠῢς, καὶ τὸ θηλυκὸν ἤεια, καὶ Ὅμηρος, νῦν τις ἐνηείης Πατροκλῆος. καὶ τὸ οὐδέτερον ἠῢ καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα ἀντὶ τοῦ καθό. ἠΰτε ἔθνεα εἰσί

### η 270

Ἧτε καθάπερ, ὃν τρόπον παραβολικὸν τὸ σχῆμα, ἐκ τοῦ ὦς· καὶ πῶς γίνεται. κανὼν γάρ ἐστιν ὁ λέγων, τὰ εἰς ως λήγοντα ἐπιῤῥήματα, συνυπάρχοντα τινὰ εἰς η λήγοντα καὶ ὁμοτονούμενα αὐτοῖς, οἷον, πάντως πάντη, ἄλλως ἄλλη, οὐδαμῶς οὐδαμῆ, διχῶς διχῆ, ὀξυνομένου ἄρα τοῦ ὢς ἀντίκειται τὸ η ὡς ἐν τῷ ηὖτε ξείνων θέμις ἔστι, τοῦτο ἐν πλεονασμῷ τοῦ υ, ηὖτε ἀναγκαίως τοῦ η ψιλωθέντος, τὸ γὰρ υ πλεόναζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ. πῶς δεῖ ἀναγινώσκειν ηὔτε ἢ ἠΰτε; ἐν διαστάσει δεῖ ἀναγινώσκεσθαι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι οὐκ ἔστι ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, ὡς τὸ αὐδῶ ηὔδων, αὐχῶ ηὔχων, ἀναγκαίως οὖν ἡ διάστασις τοῦ ἠΰτε. ὁμοίως τοῦ ἐνηῢς καὶ τῶν λοιπῶν

### η 271

Ἠφάνισεν ἐπόρθησεν, ἀφανὲς ἐποίησεν

### η 272

Ηὔφρανε τὸ θέμα εὐφραίνω. καὶ παρὰ μὲν τῇ κοινῇ διαλέκτῳ οὐ τρέπεται, παρὰ δὲ τοῖς Ἀττικοῖς τρέπεται. τὸ δὲ εὐφραίνω ἔστι φρῶ τὸ προϊῶ, ἐξ οὗ καὶ φρὴν, καὶ ἐξ αὐτοῦ φραίνω, καὶ μετὰ τοῦ εὖ μορίου εὐφραίνω τὸ καλῶς προϊῶ

### η 273

Ἥφαιστος κυρίως ὁ Ἥφαιστος θεὸς, παρὰ τὸ ἅφαιστος. τὸ δὲ ἅφαιστος παρὰ τὸ ἅπτω ἐστι. τοῦ γὰρ πυρὸς οὐδεὶς δύναται ἅψασθαι. ἢ ἀπὸ τῆς τοῦ πυρὸς ἐξάψεως. Πλάτων δὲ ἀπὸ τῆς τοῦ φάους ἱστορίας

### η 274

Ἥφαιστος Αἰολικῶς ἅφαιστος ὢν, οἱονεὶ ἄψαυστος τουτ’ἔστι τὸ φῶς, ἢ τὸ πῦρ. τοῦ γὰρ πυρὸς ἅψασθαι οὐκ ἔνι

### η 275

Ἤφυσε διέκοψε, ἀπήντλησεν, ἐξέβαλεν

### η 276

Ἠχῇ τὸ ἠχῆ ἐπίῤῥημα μεσότητος, ὅμοιόν ἐστι τῷ σιωπῇ, τριπλῇ, καὶ τετραπλῇ, καὶ κλαγγῇ, ἐνοπῇ. τὰ γὰρ παρὰ τὴν δοτικὴν γινόμενα ἐπιῤῥήματα ἔχουσι τὸ ι προσγεγραμμένον

### η 277

Ἧχι ἀντὶ τοῦ ὅπου, ἐκ τοῦ ἧ ἧχι, καὶ δασύνεται καὶ περισπᾶται. ἔστιν ἧ ἐπίῤῥημα, καὶ κατ’ ἐπέκτασιν τῆς χι συλλαβῆς ᾗχι, ἔχει δὲ καὶ τὸ ι προσγεγραμμένον. διάτι; τὰ εἰς η λήγοντα ἐπιῤῥήματα ἔχουσι τὸ ι προσγεγραμμένον, οἷον, ἄλλῃ, τριπλῇ, κομιδῇ. σεσημείωται ενη. δὴ, μὴ, δηλαδὴ, ἤδη. διάτι βαρύνεται; ἔστιν εἰς τὸ ὀψιτέλεστον

### η 278

Ἠχήεις ὁ ἦχον ἀποτελῶν, διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ τοῦ ἠχήεντος γενικῇ οὐδετέρου

### η 279

Ἦχος παρὰ τὸ χέω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχέω ἆχος καὶ ἦχος. ἢ παρὰ τὸ ἄχος, ὃ σημαίνει τὸν θόρυβον, τροπῇ τοῦ α εἰς η ἦχος. καὶ εἰς τὸ πυρῶδες

### η 280

Ἠωρῆσθαι ἠρτῆσθαι; κρεμᾶσθαι, ἀπὸ τοῦ αἰωρῶ, ὁ μέλλων αἰωρήσω, ὁ παρακείμενος ἠώρηκα, ὁ παθητικὸς ἠώρημαι, τὸ ἀπαρέμφατον ἠωρῆσθαι. τοῦτο παρὰ τὸ ἀὴρ ἀηρῶ, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ τοῦ η εἰς ω ἐωρῶ καὶ ἀπεορῶ. συντάσσεται μετὰ αἰτιατικῆς

### η 281

Ἠὼς ἀπὸ ὥρας ὄρθρου, ἕως ὥρας ἕκτης

### η 282

Ἠὼς διάφορα σημαίνει· τήν τε γὰρ σωματοειδῆ θεὸν, διὰ τὸ φᾷναι τὸν ποιητὴν Ἠὼς δ’ ἐκ λεχέων. καὶ τὸν ὄρθρον φρωνύμως κληθέντα, ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης, καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὅταν φησὶν, Ἡὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν· καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξατο ἱερὸν ἦμαρ. καὶ τὴν ὅλην ἡμέραν καθὸ σημαίνει ἡμέραν νοεῖσθαι, ὁ ἀπὸ ἀνατολῆς ἡλίου δρόμος μέχρι δύσεως. ὁπότε τὴν ὑφ’ ἡμᾶς διεξιὼν ἡμισφαίριον, οἷον, οἱ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ, ἠοῖ τῇ προτέρῃ, τότε δὲ, Ζεὺς ὦρσε μάχεσθαι· ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ. καὶ τὸ νῦν ἀμφότερον, ἡμέραν τε καὶ νύκτα, καθὸ σημαίνει καὶ παρὰ μαθηματικοῖς νοεῖται· ἠὼς δέ μοι ἐστι ἥδε δυωδεκάτη, ὅτ’ ἐς Ἴλιον εἰλήλουθα. καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος, κατὰ Ἀρίσταρχον, ὦ φίλοι οὐ γὰρ πω ἴδμεν ὅπη ζόφος, νῦν γὰρ καθά φησιν ὁ κράτης τῶν τεσσάρων μερῶν τοῦ κόσμου μέμνηται μερῶν ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἄπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται. ὁ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει

### η 283

Ἠὼς ὀρθρινὸς, καὶ ἕως ἡ ἀνατολὴ Ἀττικῶς. παρὰ τὸ ἀξιοῦσθαι κατὰ τὴν αὐτὴν ὥραν ἀπὸ τῆς κοίτης. ἢ Αἰολικῶς αὔως, παρὰ τὸ αὔειν πάντα τὰ ζῶα μετὰ τὴν ὥραν ἤγουν Φωνήν

### η 284

Ἠὼς τὸ πρωϊνὸν φῶς τῆς ἡμέρας. ἤτοι ὅτι ἕως ταύτης ἡ νὺξ, ἢ ἀπὸ τοῦ ἐξιέναι τοὺς ἀνθρώπους πρὸς τὰ οἰκεῖα ἔργα αὐτῶν, ὅσα φαινόλης ἐσκέδασεν ἄνθρωπος. ἑώλα γὰρ λέγεται τὰ εἰς τὴν ἐπερχομένην ἠὼ λειπόμενα. καὶ εἰς τὴν ἡμέραν. καὶ οὐρανόθι. Τέλος τοῦ Η στοιχείου. ΑΡΧΗ ΤΟΥ Θ ΣΤΟΙΧΕΙΟΥ

### θ 4

Θαιρὸς σημαίνει τὸν στρόφυγγα, παρὰ τὸ δι’ αὐτοῦ ἐν ἄλλῳ θέειν καὶ στρέφεσθαι τὰς θύρας

### θ 5

Θαιροὶ οἱ στροφεῖς τῆς θύρας, παρὰ τὸ δι’ αὐτῶν θέειν τὰς θύρας. ἢ θεροὶ δι’ ὧν θέει καὶ τρέχει ἡ θύρα

### θ 6

θαλαμὰς διαφέρει· ἐὰν μὲν ὀξύνηται, δηλοῖ τὸ τῶν Διοσκόρων ἱερόν. ἐὰν δὲ βαρύνηται, τὰς καταδύσεις καὶ μηνύσεις

### θ 7

Θάλαμος ὁ κοιτὼν, ὁ οἶκος· παρὰ τὸ θάλπω, ἐξ οὗ καὶ θαλαμηπόλος, ἡ περὶ τὸν οἶκον ἤγουν τὸν θάλαμον ἀναστρεφομένη

### θ 8

Θάλαμος ἐν ᾧ τρεφόμεναι θάλλουσιν αἱ γύναικες

### θ 9

Θάκος ὁ θρονὸς, παρὰ τὸ θάσσω καὶ θῶ

### θ 10

Θαιμὰν ἡ ἀνατολὴ· τὸ θαι διφθόγγῳ

### θ 11

Θάλαμος σημαίνει δύο· καὶ εἰ μὲν σημαίνει ἐν ᾧ εἰσέρχονται ἥτε νύμφη, καὶ ὁ νύμφιος, γίνεται παρὰ τὸ θάλλω. δεῖ γὰρ ἐν αὐτῇ θάλλοντα εἰσιέναι τὰ σώματα, τουτ’ἔστιν ἀκμάζοντα

### θ 12

Θάλαμος οἱονεὶ θάλαιμός τις ὢν, παρὰ τὸ θάλπειν. διότι δεῖ θάλλοντα τὰ σώματα ἔχοντας εἰς αὐτοὺς εἰσιέναι, καὶ ἀπεσβεβηκότα. καὶ Ἡσίοδος. ὡραῖος δὲ γυναῖκα μὴ ἀπεσβεβηκέναι. ἀντὶ τοῦ μὴ γεγηρακέναι

### θ 13

Θάλλεια ἀπὸ τοῦ θάλλω θάλλος, ἡ θάλλειν ἡμᾶς ἐμποιοῦσα. διὰ τῆς ει διφθόγγου. τὸ δὲ ἐπὶ τῆς εὐφροσύνης διὰ τοῦ ι. ἐξ οὗ καὶ Ὅμηρος. ὅς μοι τηλύγετος τρέφεται, θαλίῃ ἔνι πολλῇ

### θ 14

Θαβὼρ καὶ Ἑρμὼν, ὀνόματα ὀρέων

### θ 15

Θαλαμηπόλος κοιτωνῆτις, ἡ περὶ τὸν οἶκον ἀναστρεφομένη θεράπαινα

### θ 16

Θάλασσα ἡ θοῶς ἀλλασσομένη καὶ σαλευομένη

### θ 17

Θάλασσα παρὰ τὸ εἰληφέναι τὴν ὀνομασίαν ἐκ τοῦ θῶ, τοῦ σημαίνοντος τὸ τρέχω, καὶ τοῦ λα τὸ ἁλμυρὸν ἤγουν τὸ ἅλας· ἐκ τοῦ ἄσσα τοῦ τινάσσεσθαι, τουτ’ἔστι θεὸν ἅλα τινασσόμενον. συναφθέντων οὖν τὸ κατὰ ἰδίωμα λέξεων αὐτῆς ἐκλήθη θάλασσα

### θ 18

Θάλασσα παρὰ τὸ σάλον σάλασσα καὶ θάλασσα. παρὰ τὸ ἆσσον εἶναι θανάτου, τοὺς πλέοντας ἐν αὐτῇ· ἐγγύς

### θ 19

Θάλασσα θάλαττα λέγουσιν Ἀττικοί. θεὰ ταραττομένη

### θ 20

Θαλερὸς νέος, παρὰ τὸ ἐν ἀκμῇ εἶναι τοῦ θάλλειν. ἢ παρὰ τὸ θάλλω τὸ αὔξω, τοῦτο παρὰ τὸ θῶ τὸ τρέφω, ἀπὸ μεταφορᾶς τῆς ἀνθρώπων ζωῆς ἤγουν φύσεως· ὁ γὰρ θηλῶν καὶ μαστοῦ μετέχων ἄνεισιν εἰς αὔξησιν

### θ 21

Θάλλω βλαστάνω, παρὰ τὸ θέειν ἄλλως. ἢ παρὰ τὸ θῶ τὸ τρέφω, ἐξ αὐτοῦ παράγωγον θάλλω. καί ἐστιν ἀπὸ τῆς τῶν ἀνθρώπων φύσεως μεταφορά

### θ 22

Θαμᾶ τὸ συνεχὲς καὶ πυκνόν. παρὰ τὸ ἅμα καὶ εἰς τὸ θαμειαί

### θ 23

Θαμᾶ παρὰ τὸ ἅμα πλεονασμῷ τοῦ θ. ἅμα γὰρ τὸ πυκνῶς γινόμενον, εἰς ἕνα καιρὸν γίνεται

### θ 24

Θαμαψαλῶπες οἱ ἡμίφλεκτοι ἄνθρακες. θάμψαι γὰρ τὸ καῦσαι

### θ 25

Θάμβος σημαίνει τὴν ἔκπληξιν· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ. γίνεται θάμβος παρὰ τὸ θάπω, καὶ πλεονασμῷ τοῦ β, καὶ τροπῇ τοῦ π εἰς μ, διὰ τὴν ἀσυνταξίαν. τὸ δὲ θάπος παρὰ τὸ θήπω τὸ ἐκπλήττομαι

### θ 26

Θαμειαὶ παρὰ τὸ θαμᾶ ἐπίῤῥημα γίνεται θαμὸς, θαμειὸς καὶ θαμειὰ, τὸ θαμᾶ ἐκ τοῦ ἅμα. σεσημείωται κατὰ τὸν τόνον. οὕτως Ὠρίων. ὁ δὲ Χάραξ μᾶλλον τὸ ἅμα ἐκ τοῦ θαμᾶ παράγει, ἀποβολῇ τοῦ θ. καὶ βαρύνεται. τὸ δὲ θαμᾶ ἐκ τοῦ θαμὸς, θαμὴ, θαμεῖν, καὶ θαμᾶ ἐπίῤῥημα. γράφεται δὲ διὰ τῆς ει διφθόγγου, σημαίνει δὲ τὸν συνεχῆ θαμεῖος, καὶ τὸ θηλυκὸν θαμεῖα, τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ εια γινόμενα, ἡνίκα προπαροξύνεται. καὶ εἰς τὸ γελοῖος

### θ 27

Θαμίζειν ἀντὶ τοῦ ὁμιλεῖν, καὶ θαμίζει, πυκνῶς ἔρχεται ἐνδελεχεία ἀπὸ τοῦ θαμᾶ ἐπιῤῥήματος. τοῦτο παρὰ τὸ ἅμα, πλεονασμῷ τοῦ θ θαμᾷ καὶ ἐξ αὐτοῦ θαμίζω

### θ 28

Θάμνος ἡ ῥίζα τῶν δένδρων· ὅτι καὶ αὐτῆ ἔγκειται τῇ γῇ ἀπὸ τῆς θέσεως. τὸ δὲ θαμίσαι ἀπὸ αὐτῆς τὸ κατωρύξιμον. ὁ δὲ Ὅμηρος καὶ τὴν πολυπληθίαν τῶν φύλλων δυναμένην δέξασθαι λέγειν, ἀπὸ τούτου ἔφη, ἐκβὰς ἐν θάμνοισι κατέδραθον

### θ 29

Θάνατος παρὰ τὸ τάνατος, τείνει γὰρ τὸ σῶμα τῇ ψύξει. ἢ διὰ τὸ θανάσιμον, ἢ ταναρός τις ἐστιν, ὡς ἐπὶ πάντας διατείνων. ἢ θείνωτος, διὰ τὸ τίθεσθαι κατὰ νῶτα τὸν ἀποθνήσκοντα

### θ 30

Θάνατος τάνατός τις ἐστι. θάνατος θέσις τοῦ νοητοῦ, ὡς ἂν εἴπῃ τὶς διάζευξις τῆς ψυχῆς. ὅθεν καὶ μνημ

### θ 31

Θανατῶ ὅτε μέν ἐστιν ἁπλοῦν, ἔστι τρίτης συζυγίας τῶν περισπωμένων, οἷον, θανατῶ, θανατοῖς. ὅτε δέ ἐστιν σύνθετον δευτέρας συζυγίας τῶν περισπωμένων, δυσθανατῶ, δυσθανατᾷς· ὥσπερ καὶ τὸ δοκῶ ἁπλοῦν μὲν πρώτης συζυγίας τῶν περισπωμένων, σύνθετον δὲ δευτέρας συζυγίας τῶν περισπωμένων, οἷον, προσδοκῶ προσδοκᾷς. ὅτε δὲ τὸ θανατῶ δευτέρας συζυγίας ἔστι, σημαίνει τὸ ἀποθανῶ. ἀποθανεῖν μὴ προβάλλεσθαι μάχην. ὅτε δὲ τρίτης συζυγίας ἔστι, σημαίνει τὸ φονεύω

### θ 32

θανατᾷν διαφέρει. θανατοῦν μέν ἐστι τὸ ἄλλον φονεύειν. θανατᾷν δὲ τὸ ἐφίεσθαι θανεῖν αὐτὸν ἐκεῖνον

### θ 33

Θάπτω ὥσπερ παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτω καὶ παρὰ τὸ θῶ γίνεται θάπτω

### θ 34

Θάπτειν παρὰ τὸ θῶ ῥῆμα καὶ τιθῶ, ὡς βῶ βάπτω καὶ θῶ θάπτω. ἀΐδιον γὰρ ἔχουσιν ἀπόθεσιν οἱ θαπτόμενοι

### θ 35

Θάτερον οὐ παρὰ τὸ ἕτερον, θοὔτερον γὰρ ἦν ὡς γίνεται ἔλαιον τοὔλαιον. ἀλλὰ τὸ ἕτερον παρὰ Δωριεῦσιν ἐγένετο ἅτερον, θάτερον. τὸ δὲ ἅτερον δασύνεται. διὸ καὶ οὐ λέγουσι θάτερον ἐπὶ ἀρσενικοῦ ὀνόματος, οὐ γὰρ λέγουσι τὸ θάτερος, ἀλλὰ τὸ ἅτερος, ἐπεὶ τὸ τ ἄτρεπτον ὡς τὸ ἀγαθὸν, τἀγαθόν. τὸ δὲ ἅτερον δασύνεται καὶ ἐκεῖθεν θάτερον

### θ 36

Θαρσῆσαι θαῤῥῆναι, ἀπὸ τοῦ θαρσῶ, τὸ δὲ θαρσῶ ἐκ τοῦ θάρσος· ἔστι δὲ ψυχικὸν τὸ πάθος. τὸ δὲ θάρσος ἐκ τοῦ θάῤῥος. ἡνίκα εὑρεθῆ τὸ ρ μετὰ τοῦ ς, οἱ Ἀττικοὶ διὰ τῶν δύο ρρ προσφέρουσιν. οἷον, τὸ θάρσος θάῤῥος λέγουσι, καὶ τὸ κόρσην κόῤῥην, καὶ τὴν μυρσίνην μυῤῥίνην

### θ 37

Θάρσος ἀνδρεία, παρὰ τὸ θέρω τὸ θερμαίνω, θέρος. ὁ μέλλων θέρσω

### θ 38

θράσος διαφέρει, ὡς ἀρετὴ κακίας. τὸ μὲν ἐπὶ ἀρετῆς τάσσεται, τὸ δὲ ἐπὶ κακίας, ὅθεν οἱ παλαιοὶ ὡρίσαντο οὕτως. θάρσος ἐστὶ ψυχῆς παράστημα μετὰ λογισμοῦ. θράσος δὲ ἡ ἀλογιστία, ὅθεν Εὐριπίδης ἁμαρτάνει λέγων, οὐ θράσος τὸ δ’ ἔστιν οὐ δὲ τόλμη κακῶς φίλους δράσαντας ἐναντίως βλέπειν

### θ 39

Θεῖναι ἐπὶ τοῦ θεῖναι καὶ προσθεῖναι

### θ 40

Θαλπωρὴ διάχυσις, χαρὰ, θάλψις

### θ 41

Θαλύσιαι αἱ τῶν καρπῶν ἀπαρχαί

### θ 42

Θαλπτοπορεῖ πλέει διὰ θαλάσσης

### θ 43

Θαμά συνεχῶς, πυκνῶς, διηνεκῶς

### θ 44

Θαμίζει πυκνάζει, συνεχῶς ἄγει

### θ 45

Θαῦμα ἔστι τὸ ὑπὲρ φύσιν ὑπὸ θεοῦ τελούμενον

### θ 46

Θάσσων ἀπὸ τοῦ ταχὺς παρήχθη. καὶ ἐγένετο ὁ πρωτότυπος τῶν συγκριτικῶν ταχύτερος, ὁ δεύτερος ταχίων, καὶ ὁ τρίτος τάσσων, καὶ τροπῇ τοῦ τ εἰς θ θάσσων

### θ 47

Θάσια τὰ ἀμύγδαλα, ἀπὸ τοῦ θάσσων καρπεύειν· πρώϊμα γὰρ ὑπὲρ τὰ λοιπὰ δένδρα. θάσσον οὖν κατ’ ἀποβολὴν τοῦ ς

### θ 48

Θάσια τὰ ἀμύγδαλα, διὰ τὸ πρὸ πάντων θάλλειν καὶ ἀνθεῖν

### θ 49

Θάσσω ταχεῖ, παρὰ τὸ ταχὺς, θάσσων, καὶ θάσσονας ἱρήκων ἔμεναι καλλίτριχας ἵππους

### θ 50

Θᾶττον ἐκ τοῦ ταχὺς, ταχύτερον, ταχεῖον, τάσσον, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ θᾶσσον. καὶ θεματικὸν θᾶττον καὶ περισπᾶται

### θ 51

Θάτερος σημαίνει τὸν ἕτερον, καὶ γίνεται παρὰ τὸ ἕτερος. οἱ γὰρ Βοιωτοὶ τὸν ἕτερον ἅτερον λέγουσι

### θ 52

Θαυμάζειν ἀπὸ τοῦ γινομένου κατὰ τὴν θέαν θάμβους

### θ 53

Θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω, οἷον, θαυμάζω τῶν ταύτην ἐχόντων γνώμην. αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον, θαυμάζω τοὺς οὕτω φρονοῦντας

### θ 54

Θαυματουργία ἐκ τοῦ θαυματουργῶ. τοῦτο παρὰ τὸ θαῦμα καὶ τὸ ἔργον, θαυματοεργὸς καὶ ἐν συναιρέσει θαυματουργὸς, ὀξυτόνως. τὰ παρὰ τὸ ἔργον συντιθέμενα, εἰ μὲν ἀπὸ πτωτικῶν συνετέθησαν ὀξύνονται· οἷον, δημιουργὸς, τελεσιουργὸς, θαυματουργός. πλὴν τοῦ Λυκοῦργος, πανοῦργος, κακοῦργος. εἰ δὲ ἀπὸ ἀπτώτων, προπαροξύνονται, οἷον, ἑκάεργος. σεσημείωται τὸ συνεργός

### θ 55

Θέα ἡ θεωρία, παρὰ τὸ θεῶ καὶ τὸ παθητικὸν θεῶμαι, βαρύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ θεὰ, ἐπὶ τῆς θεοῦ καὶ θόλος τὸ οἰκοδόμημα, θολὸς δὲ τὸ μέλαν τῆς σηπίας

### θ 56

Θεὰ ἡ Μοῦσα. τὰ εἰς α λήγοντα θηλυκὰ ἔχοντα ἐπὶ τέλους τὸν τόνον, προσθέσει τοῦ ς κλίνεται, θεὰ θεᾶς, δεξιὰ δεξιᾶς

### θ 57

Θεαρχικωτάτη ἔστι θεὸς καὶ ἄρχων, ἐκ τούτου γίνεται θέαρχος, καὶ κτητικὸν θεαρχικὸς, καὶ τὸ ὑπερθετικὸν θεαρχικώτατος καὶ θεαρχικωτάτη

### θ 58

Θαῦμα παρὰ τὸ θαυμάζω θαύμασμα καὶ κατ’ ἔνδειαν τοῦ ς καὶ κατ’ ἀποκοπὴν θαῦμα. οἱ δὲ παρὰ τὸ θέωμι θέαμα καὶ κράσει θάμα καὶ θαῦμα. οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς

### θ 59

Θεατὴς καὶ εἰς τὸ θεωρός

### θ 60

Θεομαχία θεομαχίας διαφέρει. θεομαχία ἔστιν ἡ πρὸς θεὸν γινομένη μάχη. θεομαχίας δὲ ἡ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη

### θ 61

Θειλόπεδον διὰ τῆς ει διφθόγγου. περισσὸν τὸ θ. εἱλόπεδον γὰρ παρὰ τὴν ἡλίου αὐγήν· εἰώθασι δὲ καὶ τὴν ἕλην σὺν τῷ ι λέγειν εἵλην. τὴν μὲν γὰρ τῶν σύκων ψύξιν πρασίαν λέγουσι. πρασίης ψευδόμενον φύλακα

### θ 62

Θειλόπεδον σημαίνει τὸν τόπον, ἔνθα τίθενται αἱ σταφυλαὶ ξηραντησόμεναι, ὡς φησὶν Ἀλεξίων. ἢ ὅπου ἀποπλύνεται ἡ σταφυλή. παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν θερμασίαν, γέγονεν εἵλη κατὰ πλεονασμὸν τοῦ ι, καὶ τὸ πέδον τὸ σημαῖνον τὸ χαμαὶ, εἱλόπεδον καὶ πλεονασμῷ τοῦ θ θειλόπεδον

### θ 63

Θεῖν εἰς τὸ διαλλάττειν καὶ μεθύω

### θ 64

Θείνω τὸ τύπτω, ἀφ’ οὗ τὸ θεναρὸν τὸ κοῖλον τῆς χειρός. καὶ εἰς τὸ παρθένος

### θ 65

Θείνω τὸ τύπτω διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ μέλλοντι, καὶ ἐν τῷ θενὰρ ὀνόματι. θενὰρ δὲ λέγεται τὸ κατώτερον μέρος, εἰς ὅ ἐστι τύψαι

### θ 66

Θεῖος παρὰ τὸ θεὸς θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος

### θ 67

Θεῖον τὸ ἐπιθυόμενον εἰς κάθαρσιν, καὶ ἀβλαβεῖς ποιοῦν. ἔνθεν τὸ πάσσε δ’ ἁλὸς θείοιο. καὶ θεείου καιομένοιο φησὶν ἐπὶ τοῦ κεραυνοῦ. διὰ τοῦτο καὶ ἀπόζει τὸ οὐράνιον πῦρ τὸ τοῦ κεραυνοῦ. θεῖα δὲ τὰ οὐράνια. ὁ δὲ Εὐδαίμων ἐν τῇ ὀρθογραφίᾳ λέγει κτητικὸν, ἐπὶ τοῦ θεὸς θέειος, ἐκβαλὼν δὲ τὸ δεύτερον ε, ἐποίησε τὸ θεῖος. καὶ ὁ πατράδελφος οὕτω σεπτικὸς ὢν, ὅτι καὶ οἱ γονεῖς θέειοι ἡμῶν εἰσί

### θ 68

Θείαν παρὰ τὸ θεωρεῖν τὰ παρόντα ἢ τρέχειν

### θ 69

Θεία ἡ θαυμαστὴ, καὶ ἀδελφὴ πατρὸς ἢ μητρός. καὶ ἡ ἀκτὶς τοῦ ἡλίου. ὃ παρὰ τὴν θέαν εἴρηται. τὸ θει δίφθογγος καὶ τὸ α μακρόν

### θ 70

Θεῖοι οἱ θαυμαστοὶ, καὶ ἀδελφοὶ τοῦ πατρός. παρὰ τὸ θεῖον, ὃ σημαίνει τὸ μέγα. καὶ θεῖον τὸ ἐπὶ τοῦ θεοῦ, καὶ θείου καὶ θαυμαστοῦ, καὶ τιαφίου. λέγεται γὰρ τὸ τιάφιον θεῖον ἄπειρον

### θ 71

Θεία διὰ τῆς ει διφθόγγου. σημαίνει δὲ καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου καὶ τῆς σελήνης

### θ 72

Θειάζω τὸ θαυμάζω, καὶ ἐκθειάζω τὸ θαυμάζω, διφθόγγῳ. θίασος δὲ ὁ χορὸς καὶ θιασώτης ὁ χορευτὴς, ἰῶτα

### θ 73

Θεκὲλ ἡ κριθὴ, μοδ ιε, ὃ καλεῖται ἔπαρμα

### θ 74

Θέλγειν κυρίως μέν ἐστιν, εἰς ὃ θέλει τὶς ἄγειν τινά. ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ἄσματα· ἀπὸ τῶν ᾠδῶν, ἃ τοὺς ἀκούοντας θέλγει, καὶ εἰς τέρψιν ἄγει τῶν ᾠδῶν. διὸ καὶ ἡ Πηνελόπη τὰς ᾤδας θελγητήρια ὑπέφηνε· πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας. καὶ ἡ Κίρκη Ὀδυσσεῖ μὴ φαρμαχθέντι λέγει. θαῦμα μ’ ἔχει, ὡς οὔτι πιὼν τάδε φάρμακ’ ἐθέλχθης. Ἐνομίδης ἐτυμολογεῖ ὁ τὰ θεῖα γράψας, παρὸ φησὶ καὶ τοὺς τελχῖνας, ὥστε θελγῖνες φησὶ, ἐνόντα τοῖς ὕδασι τῆς φύσεως, καὶ αὔα ἐποίουν ἕως φυτῶν βασκαίνοντες

### θ 75

Θέλυμνος εἰς τὸ προθέλυμνος

### θ 76

Θέλγοντι τῷ εὐφραίνοντι, ἢ τῷ ἀπατῶντι, παρ’ Ὁμήρῳ καὶ τῷ σκοτίζοντι, οἷον, αὐτὰρ Ἀχαίων θέλγε νόον. καὶ, αὐτὰρ Ἀχαίων ὄμματα θέλγε. συντάσσεται μετὰ αἰτιατικῆς. καὶ εἰς τὸ τελχῖνες

### θ 77

Θέλγειν μεταβολὴν ποιεῖσθαι τῆς ψυχῆς· εἰς τὸ θέλγειν ἄγειν

### θ 78

Θέλημα καὶ θελητικὸν καὶ θελητὸν οὐ ταυτόν ἐστι. θέλημα μὲν γάρ ἐστιν οὐσίας νοερᾶς νοερὰ ὄρεξις, θελητικὸν δέ ἐστι αὐτὸ τὸ θέλησιν ἔχον, θελητὸν δὲ τὸ ἀγαπώμενόν ἐστι

### θ 79

Θέλημα εἴρηται παρὰ τὸ θέειν λίαν ἅμα τὴν φύσιν. παρὰ τὸ αὐτὴν λήγειν, ἢ τοῦ θελητοῦ λῆμμα, ἤγουν κράτημα

### θ 80

Θέλημος θελήσω μέλλων, ὡς ἀπὸ περισπωμένου τοῦ θελῶ, θελήσω, θέλησμος, ὡς μελῶ μελήσω μέλησμος. καὶ ἀποβολῇ τοῦ ς θέλημος. Ἡσίοδος, οἱ δ’ ἐθέλημοι ἥσυχοι ἔργα νέμοντο

### θ 81

Θελκτήρια εἰς τὸ θερίκλειον

### θ 82

Θέλημα παρὰ τὸ θέειν λίαν. ἢ τοῦ θελητοῦ λῆμμα, ἤγουν κράτημα

### θ 83

Θέλω λέγεται καὶ ἐθέλω. ποίας διαθέσεως; οὐδετέρας. τὸ γὰρ ἐθέλω καὶ ζῶ καὶ πλουτῶ καὶ ὑπάρχω οὐδετέρας ἔστι διαθέσεως· διότι οὔτε ἐνέργειαν οὔτε πάθος δηλοῖ

### θ 84

Θεμέλιον παρὰ τὸ δέμω τὸ οἰκοδομῶ, δεμέλιον καὶ θεμέλιον. ἐκ δὲ τοῦ θεμέλιον γίνεται θεμελιῶ. τὸ δὲ θεμελιῶ ἀπὸ τοῦ δέμω τὸ οἰκοδομῶ, δεμελιῶ καὶ τροπῇ τοῦ δ εἰς θ θεμελιῶ

### θ 85

Θεμείλια Ἰωνικὴ ἡ διάλεκτος, καὶ θεμέλια κοινῶς

### θ 86

Θέμεναι θεῖναι, ποιῆσαι, ὁ κανών· ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων, εἰώθασιν οἱ Δωριεῖς ἐπεντιθέναι τὴν με συλλαβήν· καὶ εἰ μὲν εὕρωσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλουσιν. οἷον, θεῖναι θέμεναι, δοῦναι δόμεναι. εἰ δὲ ἓν φυλάττουσιν, οἷον, γνῶναι γνώμεναι

### θ 87

Θέμις τὸ δίκαιον καὶ πρέπον· ἐκ τοῦ θεμὸς, ὃ σημαίνει τὸν νόμον, γίνεται θέσμις, καὶ ἀποβολῇ τοῦ ς θέμις

### θ 88

Θεμιστὶς ἡ δίκη, καὶ κλίνεται θεμίστιος, θέμιστι. θέμιστιν

### θ 89

Θεμιστὰς δίκας, νόμους, καὶ κριτάς. παρὰ τὸ τίθησι θεμὸς, καὶ μετὰ τοῦ ς θεσμὸς καὶ θεσμίς. καὶ θέμις κατ’ ἀποβολὴν τοῦ πρωτοτύπου θέμιδος καὶ θέμιτα. καὶ θεμιστὰς κατὰ πλεονασμόν

### θ 90

Θέναρ τὸ κοῖλον τῆς χειρὸς, διὰ τὸ σθένειν, δι’ αὐτοῦ γὰρ πάντα γίνονται. ἢ παρὰ τὸ σθένειν αὐτὸν ἐν γυμνασίοις. καὶ εἰς τὸ θείνω, καὶ ὑπάρχω

### θ 91

Θεόγραφος παρὰ τὸ θεὸς καὶ τὸ γράφω γίνεται θεογράφος, ὁ ὑπὸ θεοῦ γραφεὶς, θεόγραφος δὲ ὁ τὸν θεὸν γράφων

### θ 92

Θεοείκελος παρὰ τὸ θεὸς καὶ τὸ εἴκελος, ὃ δηλοῖ τὸ ὅμοιον, ὁ θεοῖς ὅμοιος. τὸ δὲ εἴκελος ἐκ τοῦ εἴκω τὸ ὁμοιῶ, ὡς παρὰ τὸ πρέπω πρέπελος

### θ 93

Θεόδμητον παρὰ τὸ θεὸς καὶ τὸ δομῶ, ὃ σημαίνει τὸ κτίζω, θεοδόμητον, καὶ κατὰ συγκοπὴν θεόδμητον, καὶ κατ’ ἀναβίβασιν τοῦ τόνου. σημαίνει τὸ θεόκτιστον

### θ 94

Θεόκελος εἰς τὸ ὕστατος

### θ 95

Θεοκλυτοῦσιν ὡς θεοὺς ἐπικαλοῦνται, παρὰ τὸ θεὸς καὶ τὸ κλύω, ὃ σημαίνει τὸ καλῶ

### θ 96

Θεομαχία εἰς τὸ θεημαχία

### θ 97

Θεόπιν θέσπιν, ἐκ τοῦ θεὸς καὶ τοῦ ὂψ ὀπός. καὶ εἰς τὸ νοσφιζοίμεθα

### θ 98

Θεοπρεπέων ὁ ἐκ θεοῦ μαντευόμενος. μετοχὴ συζυγίας πρώτης τῶν περισπωμένων, ὥσπερ καὶ τὸ κοιρανέων, ἐκ τοῦ θεοπρεπεύω θεοπρεπῶ· ἔστι δὲ παρασύνθετον ἐκ τοῦ θεοπρόπος· τοῦτο δὲ σύνθετον ἐκ τοῦ θεὸς καὶ τοῦ πρέπω τὸ προλέγω, ὁ τὰ ἐκ θεοῦ προλέγων. ὅτι τὰ εἰς πις ῥήματα δισύλλαβα φύσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχονται, βαρύνονται. οἷον, τράμπις, ἔστι δὲ βαρβαρικὴ ναῦς, κάλπις κάλπιδος, θέσπις θέσπιδος, εἰ δὲ ἀπὸ φωνήεντος ἄρχονται, ὀξύνονται, ἐλπὶς ἐλπίδος, ἐμπὶς, ὁ κώνωψ, ἐμπίδος, ἀσπὶς ἀσπίδος, καὶ εἴ τι ὅμοιον

### θ 99

Θεοῖο γενικὴ κατὰ Θεσσαλούς. γέγονε δὲ παρὰ τὸ θέω τὸ τρέχω, ἢ παρὰ τὸ αἴθω τὸ καίω. ἢ παρὰ τὸ θῶ τὸ ταχὺ ἀκούω. θοὸς ὁ τοῖς κράζουσι ταχύς

### θ 100

Θεοπρόπιον τὸ ἐκ θεοῦ μάντευμα, παρὰ τὸ ἔπω ἔπιον τὸ λόγιον, ὡς λέγω λόγιον, καὶ μετὰ τῆς πρὸ προθέσεως προέπιον, καὶ συγκοπῇ πρόπιον, καὶ μετὰ τοῦ θεὸς θεοπρόπιον. οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγουσι τοῖς ἀνθρώποις ἠγνοημένα, οἱονεὶ θεοπρόπιον, τὸ ἐκ θεοῦ λεγόμενον

### θ 101

Θεοουδὴς ὁ θεοῖς ὅμοιος. ἢ θεοαδὴς ὁ θεοῖς ἀρέσκων. ἢ θεοῦ ἔχων αὐδὴν, ὅ ἐστι προσηνὴς, καὶ μειλίχιος θεοῦ ὡς τρεπόμεθα αὐδήν. ἢ θεοὺς δεδοικώς

### θ 102

Θεοὺς ὁ Ἀπολλόδωρος ἀπὸ τοῦ θεῖν. τινὲς δὲ ἀπὸ τῆς θερμότητος. ὁ δὲ Ἀπολλόδωρος καὶ ἀπὸ τοῦ εἶναι τοῦ θεάσασθαι τὴν ἀκτῖνα τοῦ ἡλίου καὶ τῆς σελήνης. οἱ δὲ ἀπὸ τῆς θερμότητος λέγουσιν, ἀπὸ τοῦ θεοῦ ἄρχοντα τὸν θάνατον, ψυχρὸν ὄντα κατ’ ἀντίφρασιν, ὡς καὶ θερμοῦ θεῖν τὸ ἱερὸν Αἰγυπτίων, ψυχροποιὸν γάρ ἐστι

### θ 103

Θεὸς διὰ τοῦ θέειν ἤγουν τρέχειν καὶ προφθάνειν τὰ πάντα· ἢ διὰ τὸ αἴθειν ἤγουν φλογίζειν. ἢ διὰ τὸ θεωρεῖν τὰ πάντα. ὅθεν καὶ οἱ τοῖς ὀφθαλμοῖς τῆς καρδίας θεωροῦντες αὐτὸν θεοὶ ἐκλήθησαν. ὡς τὸ ἐγὼ εἶπα, θεοὶ ἐστέ

### θ 104

Θεουδεὶς οὐκ ἔστιν ὡς τινὲς θεοαδὴς, παρὰ τὸ ἄδειν καὶ ἀρέσκειν τῷ θεῷ. ἔστιν οὖν θεεδὴς ὁ τὰ ἔδη τουτ’ἔστι τὰ ἐδάφη τῶν θεῶν σέβων. θεὸς γὰρ λέγεται, παρὰ τὸ θέειν τὰ πάντα, ἤτοι τεθεᾶσθαι

### θ 105

Θέσφατον εἰς τὸ νοσφιζοίμεθα

### θ 106

Θεράπων παρὰ τὸ θείνω τὸ τύπτω γίνεται θενάπων, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον θεράπων· ἢ θεραπεύω, θεράπων, θεράπεια, ἢ παρὰ τὸ θεραπεύειν τὸν κρείττονα

### θ 107

Θερείβοτον τόπος, πεδίον, τὸ ἔχον δόσιν ἐν τῷ θέρει. γράφεται δὲ διὰ διφθόγγου. παρὰ γὰρ τὴν θέρει δοτικὴν, καὶ τὸ βοτὸν, τὸ σημαῖνον τὴν βοσκὴν γέγονε θερείβοτον. σημαίνει δὲ τὸν τόπον τῶν χόρτων τὸν ἔχοντα βοσκήν· ἤγουν ἐν θέρει

### θ 108

Θέρεια ὁ καιρὸς τοῦ θέρους διὰ τῆς ει διφθόγγου. πρῶτον μὲν τῷ λόγῳ τῶν διὰ τοῦ ειος προπαροξύνεται. δεύτερον, ὡς παρὰ τὸ θάλλω θάλεια, οὕτω καὶ παρὰ τὸ θέρω, τὸ σημαῖνον τὸ θερίζω, θέρεια

### θ 109

Θερμὸς τινὲς θρέμιον, ὅτι τῶν ἄλλων ὀσπρίων θρεπτικώτερόν ἐστι. τινὲς δὲ κατ’ ἀντίφρασιν, μόνος γὰρ οὐκ ἐσθίεται θερμὸς, ἀλλὰ ψυχριζόμενος· ἢ ὅτι θερμοῦται πρότερον

### θ 110

Θερὸς παρὰ τὸ θέρειν, ὅ ἐστι θερμαίνειν, τὸ δὲ θέρω, παρὰ τὸ θέω πλεονασμῷ τοῦ ρ. τὸ γὰρ ταχὺ καὶ θερμὸν λέγομεν. ὥσπερ παρὰ τὸ φθείω φθείρω, θέω θέρω

### θ 111

Θερσίτης κύριον. γίνεται δὲ ἐκ τοῦ θέρσω μέλλοντος, Αἰολικῶς θέῤῥω, ὁ θερματικὸς ἐν τῷ λέγειν. τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιτης παρώνυμα. καὶ παρώνυμόν ἐστι. καί ἐστι θέρσος, ὥσπερ βάθος βένθος, πάθος πένθος, οὕτω καὶ θάρσος θέρσος, τροπῇ τοῦ α εἰς ε. τὸ σι μακρὸν, καὶ ἅπαντα τὰ διὰ τοῦ ιτης μακρά εἰσι

### θ 112

Θερσίτης παρὰ τὸ θέρω τὸ θερμαίνω. θερμὸς γὰρ καὶ προπετὴς ἦν. ἢ ἀπὸ τοῦ θέρσος Αἰολικῶς γέγονε Θερσίτης

### θ 113

Θέσκελον θαυμαστόν. τὸ θες ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι

### υ 2

ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην· ὑποθέσθαι δὲ τὸ δοῦναι ὑποθήκην

### θ 114

Θερῶ τὸ καίω, παρὰ τὸ θέω, τὸ γὰρ ταχὺ καὶ θερμόν. φαμὲν δὲ θερῶ περισπωμένως

### θ 115

Θέρω τὸ θερμαίνω. θέρων ὄντως ὁ θερμαίνων ἥλιος. ἐξ οὗ θέρος. καὶ εἰς τὸ ἀθέριξ, καὶ εἰς τὸ ἐθρόησε, καὶ θάρσος, καὶ θερμὸς, καὶ θέρος, καὶ θρῆνος, καὶ θηρός

### θ 116

Θεοείκελος καὶ ἐν συγκοπῇ θεόκελος. καὶ ὤσπερ θεόφαντος θέσφατος, οὕτω καὶ θεόκελος θέσκελος. καὶ εἰς τὸ ὕστατος

### θ 117

Θὲς ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι. ἀνατεθῆναι καὶ ἀνατετείμενος, προστιτὼν, προστιτείς. ζήτει

### θ 118

Θεσμὸς ὁ νόμος, ἀπὸ τῆς θέσεως. ἕκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθει τοὺς νόμους. καὶ εἰς τὸ θέμις καὶ πρόθεσμα

### θ 119

Θεσπεσία ἡ θεία, ἐκ τοῦ θεσπίς. πῶς θέλει λέγεσθαι θέσπις ἢ θεσπὶς, ὡς ἐλπὶς, ἐμπὶς; παροξύνεται. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ις. καὶ ἔγραψα εἰς τὸ θεοπρόπιον

### θ 120

Θεσπέσιος θεῖος, θαυμαστὸς, οἷον, θεοπρέπιος, ὁ ἀκολουθῶν καὶ ἕπων θεοῖς

### θ 121

Θεσπίζω σημαίνει τὸ ὁρίζω καὶ νομοθετῶ. ἀφ’ οὗ καὶ θέσπισμα τὸ θεῖον δόγμα

### θ 122

Θέσπιν θείαν φωνήν· θηλυκὸν, ἐκ τοῦ θεὸς καὶ τοῦ ὂψ, ἡ φωνὴ, γίνεται θεόσπις, καὶ κατὰ συγκοπὴν θέσπις, τῆς θέσπιδος. ὁ κανὼν, τὰ εἰς ις θηλυκὰ, διὰ τοῦ π ἐκφερόμενα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ δὸς κλίνεται

### θ 123

Θεσσαλονίκη παρὰ τὸ θὲς ἄλλος τὴν νίκην

### θ 124

Θέσφατος ὁ ἐκ θεοῦ πεφημισμένος. καὶ εἰς τὸ ἀθέσφατος, καὶ νοσφιζοίμεθα

### θ 125

Θέτι τὸ τι ἰῶτα διάτι; ὥσπερ ἀπὸ τοῦ μῆτις μήτιδος, κατ’ ἀποβολὴν τοῦ δ μήτιος, ἡ δοτικὴ μήτιϊ καὶ κράσει τῶν δύο ιι εἰς ἓν μακρὸν μήτι. οἷον, μήτι δ’ ἡνίοχος περιγίνεται ἡνιόχοιο. οὕτω καὶ ἀπὸ τοῦ Θέτις Θέτιδος, κατ’ ἀποβολὴν τοῦ δ Θέτιος, οἷον, Θέτιος δ’ ἐξαίσιον ἀρὴν, καὶ ἐκεῖθεν Θέτιϊ καὶ κράσει τῶν δύο ιι εἰς ἓν Θέτι. ὡς παρὰ τῷ ποιητῇ· πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν

### θ 126

Θετταλικὸς ὄνομα ἐκ τοῦ Θετταλοῦ. τοῦτο δέ ἐστι πόλις Θεσσαλίας, καὶ Θεσσαλός

### θ 127

Θέω τὸ θάλλω καὶ ἀνθῶ, ἐξ οὗ καὶ τὸ τηλεθόωντες καὶ θαλέθοντες. καὶ εἰς τὸ ἐνήνοθε, καὶ διάττειν, καὶ εὐθὲς, καὶ θόρυβος, καὶ νηγάτεον, καὶ ὀρθῶς, καὶ πτολίπορθος, καὶ θοῦ

### θ 128

Θεωρία παρὰ τὸ θεῖα ὁρᾷν

### θ 129

Θεωρὸς παρὰ τὸ θεὸς καὶ τὸ ὁρῶ. ἢ παρὰ τὸ θεῖον ὁρᾷν. τὰ παρὰ τὸ ὁρῶ συντιθέμενα ὀνόματα, διὰ τοῦ ω γράφεται

### θ 130

θεατὴς διαφέρει. ὁ μὲν γὰρ εἰς θεοὺς πεμπόμενος ἤγουν φροντίζων, καὶ θεωρὸς λέγεται. ὁ δὲ ἀγώνων καὶ θεάτρων θεατής. δι’ ὁ ἁμαρτάνουσιν οἱ λέγοντες, θεωρῆναι με δεῖ τὸν ἀγῶνα ἐπεὶ δέον εἰπεῖν θεάσασθαι

### θ 131

θεωτικὸς διαφέρει. θεωρικὸς μὲν γάρ ἐστιν, ὁ περὶ θέατρά τινα καὶ δημώδη ἀσχολούμενος. θεωτικὸς, ὁ δι’ ὑπερβολὴν φρονήσεως καλῶς δυνάμενος θεωρῆσαι λογικὰ θεωρήματα

### θ 132

Θέσις ἡ εὐθεῖα ἡ θέσις, τῆς θέσιος καὶ θέσεως, αἱ θέσεες καὶ θέσεις. οἱ δὲ ἀπὸ τῆς θέσιος γενικῆς γέγονε. Ἰωνικῶς γέγονε καὶ διὰ τοῦ ι. ἐγράφη ἂν οἷον θέσιες, καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν θέσις. καὶ γὰρ τὸ ι, εἰ μὲν ἐπιφέρηται τὸ ε, τὸ ι μόνον ἐπικρατεῖ, καὶ εἰς αὐτὸ γίνεται ἡ κράσις. οἷον, ἱερὸν ἱρὸν, ἱερεὺς ἱρεὺς, ἱέραξ ἵραξ. εἰ δὲ ἐπιφέρηται τὸ ε ἐν διφθόγγῳ, ἡ δίφθογγος ἐπικρατεῖ, οἷον, ὑγίεια ὑγεῖα, Ἀπολλωνίεια, Ἀπολλώνεια

### θ 133

Θεηγόροι θεολόγοι, οἱ ἐκ θεοῦ λαμπόμενοι

### θ 134

Θεήλατος ὁ ὑπὸ θεοῦ πεμφθείς

### θ 135

Θῖναι οἱ σωροὶ τοῦ ψάμμου, καὶ ὁ ἀδελφὸς τοῦ πατρός. καὶ ἡ ἀκτὶς τοῦ ἡλίου

### θ 136

Θημωνία ω μέγα καὶ ἰῶτα. παρὰ τὸ θήμωνα γὰρ ἦν, καὶ παρὰ τὸ θεῖναι

### θ 137

Θηλαμὼν ἡ τροφός. παρὰ τὸ θηλάσω ῥῆμα

### θ 138

Θηλὴ ὁ μαστὸς, ὁ γαλουχῶν

### θ 139

Θηεῦντο σημαίνει τὸ ἐθεώρουν. ἔστιν οὖν θεῶ, θεάσω, τὸ παθητικὸν θεάομαι θεῶμαι, ὁ παρατατικὸς ἐθεαόμην ἐθεώμην, τὸ τρίτον τῶν πληθυντικῶν ἐθεάοντο ἐθεῶντο. καὶ οἱ Δωριεῖς τρέπουσι τὸ ω εἰς τὴν οὐ δίφθογγον, καὶ γίνεται ἐθεοῦντο, καὶ συστολῇ τῆς ἀρχούσης, καὶ τροπῇ τοῦ ε εἰς η, θηεῦντο

### θ 140

Θνησιμαῖος ὁ νεκρὸς, ἐκ τοῦ θνήσιμος. τὸ μαι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ αιος καθαρὰ ἀπὸ πρωτοτύπων τῶν εἰς ος γινόμενα, διὰ τῆς αι διφθόγγου γράφεται. λῖνος λιναῖος, δρόμος δρομαῖος

### θ 141

Θήλεια παρὰ τὸ θάλλειν καὶ γεννᾷν, ὅθεν καὶ ἔμβρυον τὸ τικτόμενον, διὰ τὸ βρύειν, καὶ ὕπομβρος δὲ νῦν θήλεια καλεῖται παρὰ Σοφοκλεῖ, διὰ τὸ θάλλειν ἐν αὐτῷ τοὺς καρπούς

### θ 142

θήλεια. ἔστι ῥῆμα θῶ καὶ δηλοῖ τὸ τρέφω, ὁ μέλλων θήσω, παρ’ οὗ θηλὴ ὄνομα ῥηματικὸν, καὶ τροπῇ τοῦ η εἰς υ θῆλυς, οὗ γένος θηλυκὸν θήλεια. οὕτω Φιλόξενος. θηλὴ ὡς κάρη, κάρης καὶ κάρις. εἴρηται δὲ καὶ κάρη, φησὶν ὁ Καλλίμαχος

### θ 143

Θηκάρη θήκη ἄρεως. ἄρης γὰρ ὁ πόλεμος λέγεται, ἢ ὁ σίδηρος

### θ 144

Θηλαμὼν ἡ τροφὸς, παρὰ τὸ θῶ ὃ δηλοῖ τὸ τρέφω, οὗ ὁ μέλλων θήσω. ἢ παρὰ τὸ θεάσω

### θ 145

Θηλὴ ἀπὸ τοῦ θηλῆς. τινὲς δὲ ἀπὸ τοῦ ἐντίθεσθαι, διὸ καὶ τιθὸς καὶ τιθήνη, ἀπὸ τοῦ τῶν τιτθίων

### θ 146

Θῆλυς ἡ θήλεια, παρὰ τὸ θῶ τὸ τρέφω, θήσω, καὶ θηλώ, καὶ θῆλυς

### θ 147

Θηριωδία ἡ πικρία, ἐκ τοῦ θηριώδης, ἐξ οὗ καὶ ἐκθηριεῖ

### θ 148

Θημωνία ἡ σωρὸς, τὸ θη ἦθα, ἐκ τοῦ τίθημι θήσω γίνεται θημώνη, καὶ ἐξ αὐτοῦ θημωνία. τὸ μω μέγα διάτι; τὰ εἰς ων περιεκτικά. καὶ τὰ ἑξῆς

### θ 149

Θήπει ψεύδεται, ἐκ τοῦ θωπεύω

### θ 150

Θήπω τὸ ἐκπλήττομαι, ἀφ’ οὗ καὶ τάφος. καὶ ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς, καὶ τὸ, τεθηπότες ἠΰτε νεβροὶ, ἀντὶ τοῦ ἐκπλαγέντες. καὶ εἰς τὸ θάμ βος

### θ 151

Θηρία ἡ πόλις καὶ ἡ ἄγρα, ἤτοι τὸ κυνήγιον

### θ 152

θηρῶ τὸ συλλαμβάνω, καὶ κρατῶ καὶ κυνηγῶ. ἐξ αὐτοῦ θηρεύουσιν ἐπὶ ψυχῆς. καὶ θηρῶ, θηρᾷς, θηρᾷ, καὶ ἐξ αὐτοῦ τὸ θήρωμαι δόξαν. καὶ θηρῶνται, ὅ ἐστι ζητοῦνται

### θ 153

Θηρίκλειον σημαίνει τὸ θηρικλέους ποτήριον, ὡς φησὶν Εὔμυλος· ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ἄσματα, ἀπὸ τῶν ᾠδῶν, ἁ τοὺς ἀκούοντας θέλγει καὶ ἄγει εἰς τέρψιν

### θ 154

Θηρίκλειον εἶδος ποτηρίου, ἀπὸ τοῦ ποιήσαντος αὐτὸ θηρικλέους, ὡς φησὶν Εὔβουλος, ὁ τῆς μέσης κακίας ποιητής

### θ 155

Θήας ἔστι ῥῆμα θῶ δηλοῦν τὸ τρέφω, ὁ μέλλων θήσω, θήσεις, θήσει

### θ 156

Θηλὴ παρὰ τὸν θήσω μέλλοντα, ὃ δηλοῖ τὸ θηλάζω

### θ 157

Θηρίον παρὰ τὸ θήρ. τοῦτο παρὰ τὸ φθείρω, φθερῶ, φθεὶρ καὶ θήρ. παροξύνεται. τὸ ρι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιον οὐδέτερα, μονογενῆ διὰ τοῦ ι γράφεται. ζήτει εἰς τὸ κανόνας

### θ 158

Θηρίον διὰ τὸ θέειν ῥᾷον ἤγουν τρέχειν· ἢ διὰ τὸ θηρεύειν τὴν θήραν, τὴν κυνηγέτην ἐπιστήμην, παρὰ τὸ θὴρ θηρὸς· τοῦτο παρὰ τὸ θήρω, ἀποβολῇ τοῦ ω. ἢ διὰ τὸ θεωρεῖν

### θ 159

Θηρὸς ἡ εὐθεῖα ὁ θὴρ, τοῦ θηρός. γέγονε παρὰ τὸ θέρω τὸ θερμαίνω. κυρίως δὲ λέγεται θὴρ ὁ λέων, ὁ θερμὸς, ἐπειδὴ καὶ πάντα τὰ θηρία θερμά εἰσι

### θ 160

Θήγη ἡ ἀκόνη, καὶ θήγω τὸ ἀκονῶ. ἔλλειψις τοῦ ὁ παρὰ τὸ θοῦν, θοήγω καὶ θήγω

### θ 161

Θὴς παρὰ τὸ τῶ τὸ ζητῶ, ὁ ἐπὶ μισθῷ δουλεύων

### α 1329

ἄτμενος διαφέρει. θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων. λάτρις δὲ, ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοῦς, καὶ εἰς δουλείαν ἀχθείς. ἀμφίπολον δὲ κοινὸν ἄῤῥενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ, οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ τεταγμένος ἐλεύθερος. καὶ εἰς τὸ ἄϊξε καὶ σέσηπε

### θ 162

Θησαυρὸς ἐκ τοῦ τίθημι θήσω θησαυρὸς, ταμεῖον, κελλάριον, φυλακτήρ

### θ 163

Θήσειν σημαίνει δύο τὸ ποιεῖν καὶ τὸ θηλάζειν

### θ 164

Θῆτες οἱ μίσθιοι, παρὰ τὸ τηγᾶν, ὅ ἐστι σπανίζεσθαι τροφῆς, καὶ διὰ τοῦτο δουλεύειν ἐλευθέρους ὄντας, οἱονεὶ οἱ ποιητοὶ δοῦλοι. ἢ παρὰ τὸ τῶ τὸ ζητῶ, ὁ ἐπὶ μισθῷ δουλεύων

### θ 165

Θῆτες παρὰ τὸ τητᾶσθαι, οἷον, τῆτες, θῆτες

### θ 166

Θητικὸν θεραπευτικὸν, ὑποχείριον, ἐργαστικὸν τῶν δεόντων, μισθαρικόν. σημαίνει δὲ τὸ ἔσχατον τίμημα παρ’ Ἀθηναίοις, εἰς δεῖν τοῦ πολιτεύματος διηρημένου τέλη. γέγονε δὲ ἀπὸ τοῦ θὴς, θητὸς, θητικὸς. κτητικοῦ τύπου. τὸ δὲ θὴς παρὰ τὸ τῶ ὃ σημαίνει τὸ λαμβάνω, ὅπερ μετὰ τῆς τη στερήσεως γίνεται τητῶ τὸ οὐ λαμβάνω. θῆτες οὖν καὶ οἱ μισθῷ διὰ πενίαν ἐργαζόμενοι, παρὰ τὸ τητᾶσθαι ὅ ἐστι στερεῖσθαι, ὡς τῆτες καὶ θῆτες, κατὰ τροπὴν τοῦ τ εἰς θ

### θ 167

Θῆτα εἴρηται, ὅτι τὴν τοῦ παντὸς θέσιν μιμεῖται. ἡ δὲ τοῦ παντὸς θέσις οὐρανός ἐστι, ὃς τό, τε κυκλοτερὲς ἔχων, κατὰ τὸν διὰ μέσου ἄξωνα. τῇ κατὰ τὴν μέσην οὔσῃ μακρᾷ. χαρακτηρισθὲν οὖν οὕτως· εἰκότως καὶ ἐοικυῖαν ἔλαβεν ὀνομασίαν

### θ 168

Θησεῖον διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα. τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τὸ ειον παρακείμενα, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, κουρεὺς κουρεῖον, βαφεὺς βαφεῖον, βαλανεὺς βαλανεῖον. οὕτως οὖν καὶ Θησεὺς Θησεῖον. ταῦτα δὲ προπερισπῶνται πλὴν τοῦ Θήσειον Φύσειον, ἔστι δὲ ὄνομα πόλεως, ἀπὸ Φέσεως κτίσαντος. τὸ δὲ Θήσειόν ἐστι ναὸς τοῦ Θήσεως, ἐν ᾧ οἱ δοῦλοι προσέφευγον

### θ 169

Θῆβις τὸ κιβώτιον πλεκτικὸν ὡς φοινικώδη

### θ 170

Θοίνη ἡ εὐωχία, ὡς παρὰ τὸ ἀγκὼν, ἀγκόνη καὶ ἀγκοίνη

### θ 171

Θὶς ἐπὶ τοῦ σωροῦ δύναται· παρὰ τὸ θῶ, ἀφ’ οὗ θεῖναι καὶ ἐπιθεῖναι. θὶς διὰ τοῦ ἰῶτα, τὰ γὰρ εἰς ις δικατάληκτα διὰ τοῦ ἰῶτα γράφεται. οἷον, δελφὶς, θαλαμὶς, τελχίς. οὕτως οὖν καὶ θὶς, διότι καὶ θίν. ἰστέον δὲ ὅτι τὸ θὶς σημαίνει τὸν αἰγιαλόν. οἷον, θῖνος ἐφ’ ἁλός. σημαίνει δὲ καὶ τὸν σωρὸν, πολὺς δ’ ἀμφ’ ὀστεόφιν θὶς, ἀντὶ τοῦ σωρός. παρὰ τὸ εἰς ὕψος ἀναθέειν· ἡ θὶς, θηλυκὸν, ὁ αἰγιαλός

### θ 172

Θίασος ἀπὸ τοῦ θὶν ὅ ἐστι θεύειν. τοῦτο παρὰ τὸ ἐνθουσίαν, ὅθεν θιασώτας λέγουσι. τοὺς περὶ Διόνυσον. ὤφειλε δὲ διὰ διφθόγγου γράφεσθαι. ἐτυμολογεῖται γὰρ παρὰ τὸ τὰ θεῖα ᾄδειν. ἀλλ’ ἡ παράδοσις, παρέλαβεν αὐτὸ γράφεσθαι διὰ τοῦ ι. θίασος δὲ λέγεται χορὸς, ἐξ οὗ καὶ θιασώτης ὁ χορευτής. τὸ θι καὶ τὸ σω μέγα ἀπὸ παραδόσεως

### θ 173

Θιασώτας τοὺς τὰ θεῖα ᾄδοντας. ἐκ τοῦ ἄσω. θειάζω τὸ θαυμάζω, δίφθογγος ἐκ τοῦ θείνω

### θ 174

Θιασώτης ἐκ τοῦ θειάζω, πολλὰ γὰρ ὀνόματά εἰσι

### θ 175

Θὶς θινὸς, ὁ αἰγιαλὸς, ἀπὸ τοῦ τίθεσθαι, καὶ ἀκτὴ λέγεται ἀπὸ τοῦ κατάγεσθαι τὰ κύματα ἐν αὐτῇ

### θ 176

Θῖνα τὸν εὔδιον καὶ ἥσυχον αἰγιαλὸν, παρὰ τὸ θείνω τὸ τύπτω, εἰς ὃν ἐγκρούουσι τὰ κύματα. σημαίνει καὶ τὸ φονεύω καὶ θλίβω, παρὰ τὸ θλῶ θλίβω. ἢ παρὰ τὸ θλύβω καὶ ἐξ αὐτοῦ θλίβω, τροπῇ τοῦ υ εἰς ι. τὸ δὲ θλίβω σημαίνει δύο· τὸ συντρίβω τὴν ψυχὴν καὶ τὸ πατῶ τὴν σταφυλήν

### θ 177

Θνήσκω παρὰ τὸ θνῶ, θνήσω, θνήσκω, τρῶ, τρώσω, τρώσκω καὶ τιτρώσκω, καὶ βρῶ, βρώσω, βρώσκω καὶ βιβρώσκω. δηλοῦσιν οἱ Δωριεῖς θνάσκω λέγοντες

### θ 178

Θνητὸς παρὰ τὸν θνήσω μέλλοντα, θνητὸς ὁ θανὼν καὶ θνησιμαῖος, παρὰ τὸ ἐν τῷ διαστέλλεσθαι ἀθανάτου. ἢ παρὰ τὸ θανῶ, θανήσω, θανητὸς καὶ θνητός

### θ 179

Θνῶ εἰς τὸ θνήσκω καὶ τεθναίη

### θ 180

Θοὴ ἡ ὀξεῖα καὶ ταχεῖα, παρὰ τὸ θέω. τὸ θε ψιλὸν διάτι; τὰ διὰ τοῦ εω ῥήματα δισύλλαβα, συναιρούμενα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον, ζέω, πλέω, θέω

### θ 181

Θοίνη ἡ εὐωχία, παρὰ τὸ θῶ τὸ τρέφω, οὗ ὁ μέλλων θήσω, ὄνομα ῥηματικὸν θώνη, καὶ τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον θοίνη. καὶ εἰς τὸ θωρῆξαι

### θ 182

Θοίνη θῆναι σημαίνει τὸ φαγεῖν, γίνεται δὲ ἐκ τοῦ θοίνη ἡ εὐωχία. τὸ δὲ θοίνη παρὰ τὸ θῶ, τὸ ἀπολαύω, ὁ μέλλων θώσω, θώνη, καὶ οἱ Δωριεῖς τὸ ω εἰς τὴν οι δίφθογγον τρέπουσι. τὸ γὰρ χελώνη χελοίνη λέγουσιν· οὕτω καὶ τὸ θώνη θοίνη, καὶ ἐξ αὐτοῦ θοινῶ τὸ εὐωχοῦμαι. ἐς δ’ αὐτοὺς προτέρω ἄγε, θοινηθῆναι

### θ 183

Θοὴν νύκτα ταχέως δοκοῦσαν παρεῖναι, διὰ τὸ ἡδέως ἡμᾶς ἐν αὐτῇ ἀναπαύεσθαι

### θ 184

Θορὸς ἡ ἔκχυσις τοῦ σπέρματος, παρὰ τὸ μετὰ ὁρμῆς πέμπεσθαι

### θ 185

Θορὸς ὁ σπόρος ὁ ἀνθρώπινος, ὁ ἀπὸ τοῦ θορεῖν, ὁ μετὰ ὁρμῆς πεμπόμενος. θῶρος δὲ ἡ τροφὴ καὶ ἡ μέθη, παρώνυμον θώραξ, ὡς λίθος λίθαξ. θώραξ οὖν ὁ δεκτικὸς τόπος τῆς τροφῆς εἴρηται

### θ 186

Θόρυβος παρὰ τὸ θέω τὸ τρέχω γέγονε θέρυβος, καὶ τροπῇ τοῦ ε εἰς ο θόρυβος

### θ 187

Θορῶ τὸ πηδῶ, ἐξ οὗ καὶ θρίξ. εἰς τὸ δόρυ καὶ ἐθρόησε, καὶ ἔχθιστος καὶ ἐχθρὸς, καὶ θρόνος καὶ τρανός

### θ 188

Θουκυδίδης ὁ Ἀθηναῖος συγγραφεύς

### θ 189

Θοῦρον πηδητικὸν, ταχὺ, πολεμικώτερον

### θ 190

Θόλος κυκλοτερὲς οἴκημα, ἀπὸ τοῦ περιθεῖν, εἰς ὃ τὰ καθ’ ἑκάστην ἡμέραν εἰς χρῆσιν πίπτοντα ἀπετίθεντο

### θ 191

Θούριος ὁ πηδητικὸς, παρὰ τὸ ἐνθουσιᾷν

### θ 192

Θοῦρις ἡ ἀσπὶς, ἀπὸ τῶν περιεχομένων, τὸ περιέχον

### θ 193

Θρᾲξ εἰς τὸ αἴξ

### θ 194

Θοῦρος ὁ πολεμικὸς, παρὰ τὸ θόος ὁ ῥούων ἤγουν ὁρμῶν, καὶ εἰς τὸ θωρῆξαι

### θ 195

Θρῆσκος ὁ ἑτερόδοξος, αἱρετικός

### θ 196

Θρῆνυν ἀρσενικῶς, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, τῶ κεν ἐπισχοίης. οὐ γάρ ἐστιν οὐδέτερον εἰς υν λῆγον. εἴρηται δὲ θράνον, ὅ ἐστι μικρὸν ὑποπόδιον

### θ 197

Θρῆνυς ἡ τῶν ἐρετῶν ἤγουν κωπηλατῶν σανὶς, ἀφ’ ἧς καὶ θανίται λέγονται, παρὰ τὸ ἐπ’ αὐτὴν ἵζειν

### θ 198

Θραῦσις ὀργὴ, πληγή. εἴρηται δὲ ἀπὸ τοῦ κατακόπτοντος καὶ λεπτύνοντος ἡ θραῦσις

### θ 199

Θρασκίας ὅτι ἀπὸ τῆς Θράκης πνεῖ

### θ 200

Θράσιον διὰ τοῦ ἰῶτα. ἔστι δὲ πεδίον. ἢ γὰρ παρὰ τὸ θρία γέγονεν, ἐκεῖ γὰρ ἔῤῥιπτεν ἡ Ἀθηνᾶ τοὺς μαντικοὺς ψήφους, αἵτινες θρίαι λέγονται. ἢ ἀπὸ Θριασίου τινὸς, οὕτω λεγομένου, ἐκλήθη θριάσιον

### θ 201

Θρία σημαίνει τὰ τῆς συκῆς φύλλα. παρὰ γὰρ τὸ τρία γέγονε, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ. καὶ γὰρ τὸ φύλλον τῆς συκῆς τριμερές ἐστιν. ἢ παρὰ τὸ εἰς τρία ἐσχίσθαι. καὶ εἰς τὸ θρίαμβος καὶ θρίδαξ

### θ 202

Θρασὺς τολμηρὸς, ἰσχυρὸς, παρὰ τὸ θέρω θέρσω, θρασὺς, ὡς θερμὸς, τὸν γὰρ ταχὺν θερμὸν λέγομεν

### θ 203

Θρῆνος ὁ ὀδυρμὸς, θρήανος φησὶ κατὰ διαίρεσιν. ὁ ἐπὶ θάνατον αἶνος· ἢ παρὰ τὸ θραύειν τὸν νοῦν. ἢ παρὰ τὸ θέρειν ἤγουν θερμαίνειν τὸν νοῦν, καὶ εἰς τὸ ἐπικήδειον

### θ 204

Θρὴς εἰς τὸ ἀθροίζω καὶ ἐπιθρύλλω

### θ 205

Θρησκεία θεαρεσκία τις οὖσα, ἀπὸ τοῦ θρησκεύω· η δίφθογγος καὶ τὸ α μακρόν

### θ 206

Θρησκεύειν παρὰ τοὺς Θρᾴκας, σὺν ἐπιμελείᾳ σέβειν τὸ θεῖον

### θ 207

Θρῆνυς πάλιν ἡ τῶν ἐρετῶν σανὶς, ὅ ἐστιν ὑποπόδιον· καὶ ἐν τῷ μέσῳ τοῦ πλοίου σανὶς, κατὰ τοῖχον εἰς τοῖχον

### θ 208

θρυσιμὸς ὁ περίβολος τῆς οἰκίας, καὶ τὸ ἐπικόσμημα τοῦ τοίχου, τὸ περίτρεχον κύκλῳ, παρὰ τὸ θρίξαι

### θ 209

Θρίδαξ διὰ τὸ θείνεσθαι καὶ ἵεσθαι

### θ 210

Θρίαμβος ἔν τισι πόλεσιν, ὅταν ἤνθουν αἱ συκαὶ παῖδες περιελόντες σῦκα σὺν αὐτοῖς τοῖς θρίοις ἔπαιζον, προσφερόμενα ἰαμβεῖα, τετράμετρα, καὶ ἔτι νῦν φασὶ ἐν δήμῳ τοῦτο γίνεσθαι. λέγεται δὲ θριάμβος καὶ ὁ Διόνυσος, ἐπειδὴ ἐποίησε στέφανον ἀπὸ συκῆς, καὶ ὄντως ἐθριάμβευσεν, οἷον, ἐπὶ μέσης διέβη. καὶ ἐκ τούτου γίνεται, ὅτι ἐπὶ τῶν θηρῶν τουτ’ἔστι τῶν λεόντων βέβηκεν, οἷον, θηρίαμβος. τῷ γὰρ ἅρματι αὐτοῦ λέοντας ὑποζευγνύειν φασίν· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐν αἰθρίᾳ βάζεσθαι. γίνεται ἐκ τοῦ τρία θρία, κατὰ τροπὴν τοῦ τ εἰς θ. καὶ σημαίνει τὰ φύλλα τῆς συκῆς. καὶ ἐκ τοῦτον γίνεται θριάμβος, καὶ θριαμβεύω. ἢ ὅτι καὶ συκῆς ἐστιν εὑρετής

### θ 211

Θρίαμβος ἔστι ῥίαμβος, καὶ πλεονασμῷ τοῦ τ τρίαμβος καὶ τροπῇ τοῦ τ εἰς θ θρίαμβος

### θ 212

Θριγκοὶ ἐπι τοξικῆς τῶν οἰκίων τὰ ἀνώτερα. μεταφορικῶς ἀπὸ ἡμῶν, ὅτι τὰ ἀνώτερα τῶν σωμάτων ἡμῶν θριξὶ περιπείρανται

### θ 213

Θρίδαξ τὸ μαϊούλιον, ὅτι ἀπὸ τριῶν φύλλων σύγκειται. τρίφυλλος γὰρ καὶ κατ’ ἀρχὰς ὡς καὶ θρίδαξ. καὶ τὰ φύλλα τῆς συκῆς θρία λέγουσιν οἱ Ἀττικοὶ, τὰ εἰς τρία διηρημένα. τινὲς δὲ ὅτι τρίζει δακνομένη. ἢ ὅτι τῷ θέρει γίνεται, οἱονεὶ θερειδακίνη τὶς οὖσα, κατὰ συγκοπήν. ἢ διὰ τὸ τείνεσθαι ἐν τῇ δρακῇ τῆς χειρὸς, ἤγουν φυλλίζεσθαι

### θ 214

Θρίδαξ τὸ θρι ἰῶτα διάτι; τὰ εἰς αξ ἀποστρέφονται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν, οἷον, Φαίαξ, κλίμαξ, κόραξ, οὕτως οὖν καὶ θρίδαξ. πλὴν τοῦ εἴαξ, μείραξ καὶ λείμαξ

### θ 215

Θρήσκω τὸ θρησκεύω, καὶ θρίσκω θρίξω τὸ τὰς τρίχας κόπτω. καὶ ἀπεθρίξατο. τὸ δὲ θρὶξ γέγονεν ἀπὸ τοῦ θερίζω Δωρικῶς θέριξ, καὶ ἐν συγκοπῇ θρίξ. ἢ ἀπὸ τοῦ τρέχω τρέξω, καὶ κατὰ συγκοπὴν τρὶξ, καὶ τροπῇ τοῦ τ εἰς θ. τὰ γοῦν παρ’ αὐτὸ συγκείμενα διὰ τοῦ ι γράφεται, οἷον θρίναξ, θρίδαξ, θρίξ. οὕτω Καλλίμαχος

### θ 216

Θρινακία σημαίνει τὴν Σικελίαν, παρὰ τὸ ἐκ τριῶν σύγκεισθαι ἄκρων, λέγεται δὲ Θρινακία τρινακρία τις οὖσα. καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία, Λιλύβαιον, Πάχυνον, Πέλωρον, ἢ ὅτι Τρίνακος πρῶτος βασιλεὺς Σικελίας

### θ 217

Θρίνακες τὰ τριαινώδη ξύλα τῶν γεωργῶν, οἷς λικμῶσι τὸν σῖτον

### θ 218

Θρίναξ τὸ τριαινοειδὲς ἐργαλεῖον ἐργαστικὸν, παρὰ τὸ τρία γὰρ τρίναξ καὶ θρίναξ, κατὰ μετάθεσιν τοῦ ψιλοῦ εἰς δασὺ, καὶ γράφεται διὰ τοῦ ἰῶτα

### θ 219

Θρὶξ ἡ τρίχα, οἱονεὶ θέριξ, ὅτι θερίζεται καὶ τέμνεται. ἢ ἀπὸ τοῦ θορεῖν ὅ ἐστι πηδᾷν· καὶ εἰς τὸ τρίχα καὶ μαλλίον. θρὶξ ἐπὶ ἀνθρώπων, μαλλίον δὲ ἐπὶ κτηνῶν

### θ 220

Θριπὲς εἰς τὸ ἴψ

### θ 221

Θρόνος ἡ καθέδρα, παρὰ τὸ θροσμὸς, ὃ σημαίνει τὸν ὑψηλὸν τόπον, ὁ ἐφ’ ὑψηλοῦ ποιεῖν ἡμᾶς. ἣ παρὰ τὸ θορῶ τὸ πηδῶ θόρος ἡ ἐπηρμένη καθέδρα. ἢ παρὰ τὸ θῶ γίνεται θὸς καὶ θρόνος κατὰ πλεονασμὸν τοῦ ρ

### θ 222

Θροὸς εἰς τὸ ἀθροίζω, καὶ ἐπιθρυλλοῦντες καὶ τονθορίζω

### θ 223

Θρυλλὶς παρὰ τὸ θρυαλλὶς, λέγεται δὲ ὁ σπινθὴρ ὁ τῆς προσμίξεως, καὶ γίνεται παρὰ τὸ θέρω τὸ θερμαίνω, καὶ τὸ ἅλλω τὸ πηδῶ

### θ 224

Θρυλλοῦντες θορυβοῦντες, ἀπὸ τοῦ θροῦς καὶ τοῦ ἕλω, ὃ σημαίνει τὸ ἐλαύνω, οἱονεὶ θροῦν ἕλοντες τουτ’ἔστι θόρυβον ἐγείροντες

### θ 225

Θρίαι αἱ μαντικαὶ ψῆφοι τρίαινες οὖσαι. τρεῖς γάρ εἰσι τὸν ἀριθμὸν, νύμφαι δὲ εὗρον ταύτας ἐπὶ τιμῇ θεοῦ. καὶ τὸ μαντεύεσθαι ἐπιτιμοῦν

### θ 226

Θρύπτω τὸ κλάνω, θρύψαι γὰρ τὸ κλάσαι, καὶ Ὅμηρος, διατρυφὲν ἔκπεσε χειρὸς· καὶ εἰς τὸ θρύψαι καὶ τετρυλλούμενον καὶ τρυφή

### θ 227

Θρώσκω τὸ πηδῶ, παρὰ τὸ θορῶ θορίσκω καὶ θρώσκω. ἐξ οὗ καὶ τὸ θρώσκων, τινὲς δὲ κατὰ κῦμα ἔλεγον αὐτό

### θ 228

Θυῖα ὁ λάκκος, ἐν ᾧ τὰ θυμιάματα. καταχρηστικῶς δὲ αἱ λοιπαὶ θυσίαι

### θ 229

Θυγάτηρ παρὰ τὸ θύειν κατὰ γαστέρα. τάχιον γὰρ τῶν ἀῤῥένων ἐν γαστρὶ κινεῖται

### θ 230

Θυγάτηρ ἀπὸ τοῦ θεῖν. ἐκτρέχει γὰρ τὸ θῆλυ τὴν ἡλικίαν ῥᾳδίως. ὅθεν παρθένος, παρὰ τὸ παραθέειν τὰς τῶν ἀῤῥένων ἡλικίας γυνὴ δὲ γινομένη ταχὺ μαραίνεται πάλιν ὡς οὖν ταχέως αὔξει, ταχέως ἀναλύει τὴν ὥραν

### θ 231

Θύεσθαι τοῦ σφάττεσθαι διαφέρει, ὅτι τὸ μὲν θύεσθαι διὰ σπλάγχνων θύεσθαι φασίν. τὸ δὲ σφάττεσθαι τὸ φονεύεσθαι καθ’ ἥντινα αἰτίαν. καὶ τὸ μὲν ἐπ’ ἀλόγου, τὸ δὲ ἐπ’ ἀνθρώπου τάσσεται

### θ 232

Θυηλαὶ θυσίαι, ἀπαρχαί. Φιλόχορος γῆς παῖδας εἶναι θυηλὰς, ἃς πρώτας θῦσαι τοῖς θεοῖς

### θ 233

Θυοσκόοι οἱ ἀπὸ τῶν θυομένων διὰ τοῦ πυρὸς μαντευόμενοι. ἱερεῖς δὲ τοὺς, ἀπὸ τῶν ἱερῶν σπλάγχνων μαντευομένους

### θ 234

Θυηλὰς κυρίως μὲν τοὺς θύλακας λέγουσι, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται. τὸ τῶν θεῶν ἕνεκα ἄλιγμον ἡνωμένον. καταχρηστικῶς δὲ λέγεται καὶ πᾶσα θυσία

### θ 235

Θύελλα λαίλαψ, ἄνεμος εἱλούμενος, παρὰ τὸ θύω τὸ ὁρμῶ

### θ 236

Θύελλα παρὰ τὸ θύω τὸ ὁρμῶ, ἀφ’ οὗ παράγωγον θύνω, ὡς πληθύω πληθύνω, ἀντὶ τοῦ ᾧδε προελθόντος τοῦ εὖ μορίου, ὡς παρὰ τὸ ἄω, τὸ πνέω, ἄελλα

### θ 237

Θῦκος κυρίως εἰς ὃν ἐμβάλλομεν τὰ θυμιάματα

### θ 238

Θύμελαι τράπεζαι, ὀρχήσεις· Αἰσχύλος τοὺς βωμοὺς λέγει, ἀπὸ τοῦ θέσθαι ἢ ἀπὸ τοῦ τίθεσθαι

### θ 239

Θυμίαμα ἀπὸ τῆς στύφεως τοῦ καπνοῦ, ἀφ’ οὗ καὶ θῦμα. τὸ δὲ αὐτὸ καὶ σμυχεῖν ἐλέγετο, ὡς ὁ ποιητὴς, κατά τε σμύξαι πυρὶ νῆας. στυφελίξαι γὰρ τὸ καπνιζόμενον ξύλον· τινὲς δὲ θυμίαμα, θυμοῦ ἴαμα

### θ 240

Θυμιατήριον διὰ τὸ τὰ θυμιάματα τηρεῖν

### θ 241

Θυμιῶ ἐκ τοῦ θῦον, ὅπερ ἔστιν εἶδος πόας μυρεψικῆς, θυμίαμα εἴρηται, παρὰ τὸ τὸν θυμὸν ἰᾶσθαι, οἷον, θυμοῦ ΐαμα. θυμίαμα δὲ ἐκ τοῦ θυμιῶ, τοῦτο ἐκ τοῦ θῦμα, διὰ γὰρ τῶν καιομένων ὀσφραινόμεθα· καὶ γὰρ οἱ παλαιοὶ ἔκαιον ἐπὶ ψυχῇ θυμιάματα

### θ 242

Θύννος παρὰ τὸ θύω, τὸ ὁρμῶ, θύννος

### θ 243

Θυμὸς παρὰ τὸ θύειν αἷμα, οἷον, θύεμος. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰ μὲν σημαίνει τὴν ψυχὴν γενικοῦ. εἰ δὲ σημαίνει τὴν ὀργὴν εἰδικοῦ. τὶ διαφέρει μῆνις, ὀργὴ, χόλος, κότος, καὶ θυμὸς, διαφέρει. μῆνις μὲν γάρ ἐστιν ἡ ἐπίμονος ὀργὴ, ἀπὸ τοῦ μένειν. ὀργὴ δὲ ἡ ἐπ’ ὀλίγον χρόνον, παρὰ τὸ ὀργᾷν. χόλος δὲ οἱονεὶ κίνησις χολῆς. ἀπὸ τοῦ κεῖσθαι κότος δὲ ἡ πολυχρόνιος μνησικακία. θυμὸς δὲ ζέσις τοῦ περικαρδίου αἵματος, ἀπὸ τοῦ θύειν, τουτ’ἔστι μανικῶς ὁρμᾷν. καὶ εἰς τὸ ἀποθυμία

### θ 244

Θυμὸς παρὰ τὸ θύω τὸ ὁρμῶ, ἡ τοῦ αἵματος κίνησις καὶ ζέσις. ἢ παρὰ τὸ θύεμός τις ὢν, παρὰ τὸ θύω καὶ τὸ αἷμα. τὸ δὲ αἷμα παρὰ τὸ αἴθω τὸ καίω

### θ 245

Θυοσκόος ὁ μάντις, παρὰ τὸ ἀπὸ τῶν θυομένων κόειν, ὅ ἐστι νοεῖν τὸ μέλλον

### θ 246

Θύρα παρὰ τὸ θύω τὸ ὁρμῶ, δι’ ἧς ὁρμῶμεν ἅπαντες

### θ 247

θύρις δι’ ὧν τὸ θεωρεῖν εἰσέρχεται, ἐκ γὰρ τοῦ φωτὸς τὸ θεωρῆσαι, αἱ δὲ πετασθεῖσαι τεῦξαν φαὸς. ἔνιοι δὲ τὰς θύρας σαλάμας καλοῦσιν, ἀπὸ τοῦ σέλας βάλλειν ἀνοιγομένας, ἢ δι’ ὧν τὸ σέλας βαίνει. ἄλλο δέ ἐστι τὸ θεωρεῖν καὶ ἄλλο τὸ βλέπειν. θεωρεῖν γάρ ἐστι τὸ τὰς θυσίας φυλάττειν, ἐκ τοῦ θεωρεῖν αὐτὰς, ὅθεν καὶ θεωροὶ οἱ διὰ τοῦτο ἀποστελλόμενοι, βλέπειν δὲ λέγειν. λέγεται δὲ καὶ ἡ τράπεζα ὑπό τινων, ἀπὸ τοῦ τὰ ἱερὰ ἐν αὐτῇ τιθέναι

### θ 248

Θυριβόλιον ἡ ἔπαυλις, θυριβόλιόν τι ὄν

### θ 249

Θυραῖος ὁ φύλαξ τῆς θύρας, ἀπὸ τοῦ κλέπτειν καὶ καλύπτειν τὸν ἐπιφερόμενον

### θ 250

Θυρεὸς ὁ θύρας τάξιν ἐπέχων. ἄλλοι δὲ φασὶ τὸ ὅπλον. Ῥωμαῖοι δὲ τὸ σκουτάριον

### θ 251

Θύτης ἱερουργὸς, ἐκ τοῦ θύω, τὸ ἱερουργῶ, ἐξ οὗ καὶ θυσία

### θ 252

Θυμοφθόρα τὰ τὴν ψυχὴν φθείροντα

### θ 253

Θυμοχεύων θυμὸν ἀχεύων, τὴν ψυχὴν λυπούμενον

### θ 254

Θυμαρέα τῇ ψυχῇ ἀρέσκουσα

### θ 255

Θύσθλα αἱ λαμπάδες, παρὰ τὸ θύω, θύσω, θύσθλα

### θ 256

Θυσία εἰς τὸ θῦμα, διὰ τὸ θυσιάζειν τὸν ἐν αὐτῷ προσφερόμενον ἄρτον. ἢ διὰ τὸ τὰς θυσίας τηρεῖν

### θ 257

Θύρσος ῥάβδος καὶ κύριον ὄνομα

### θ 258

Θύω τὸ ὁρμῶ, ἐξ οὗ καὶ θύρα, δι’ ἧς ὁρμῶμεν, ἀφ’ οὗ καὶ θυγάτηρ, παρὰ τὸ τάχιον κινεῖσθαι ἐν τῇ γαστρί

### θ 259

Θώμιγξ σχοινίον, σπάρτη, καννάμενος

### θ 260

Θῶκος τοῦτο οἱ Ἀττικοὶ θάκον λέγουσιν. ἔστι δὲ καθέδρα

### θ 261

Θῶες οἱ λυκοπάνθηρες, ταχεῖς γάρ εἰσι, καίπερ βραχυσκελεῖς ὄντες

### θ 262

Θωὴ ἡ ζημία, ἣν κατατίθενται οἱ ζημιούμενοι. καὶ εἰς τὸ ἀθῶος

### θ 263

Θωμᾶς ἀπὸ τοῦ θαῦμα θαυμᾶς καὶ Θωμᾶς

### θ 264

Θωπεία ἡ κολακεία, καὶ θῶπες οἱ μετὰ ψεύδους τινὶ προσιόντες ἐπὶ κολακείᾳ· γέγονε δὲ ἀπὸ τοῦ θωπεύω. τοῦτο παρὰ τὸ θὼψ, ὅπερ ἐστι θηρίον ἀπατηλόν· τοῦτο δὲ παρὰ τὸ θῶ τὸ εὐωχοῦμαι, τὸ δὲ θωπεύω συντάσσεται αἰτιατικῇ

### θ 265

Θὼψ θωπὸς ὁ κόλαξ

### θ 266

Θώραξ ἀπὸ τοῦ θέειν αὐτὸν ὀξέως, ἤγουν κυλίεσθαι

### θ 267

Θώραξ σημαίνει τέσσαρα, τὸ λωρίκιον καὶ παχὺ ἱμάτιον τοῦ πολέμου, τὸν πῦργον, τὸ στῆθος τοῦ ἀνθρώπου, καὶ ὅλον τὸ σῶμα, καὶ τὸν λαιμόν

### θ 268

Θώραξ τὸ στῆθος, παρὰ τὸ φύλαξ εἶναι τῆς θορούσης καὶ πηδώσης καρδίας

### θ 269

Θώραξ ὁ τὸ θεῖον ὡρῶν ἤγουν φυλάσσων. τὸ διανοητικὸν ὅ ἐστιν ἐν ἡμῖν τὸ θεῖον

### θ 270

Θωρῆξαι καθοπλίσαι, ἐκ τοῦ θώραξ. τὰ εἰς αξ ἀρσενικὰ, φύσει μακρᾷ παραληγόμενα, ἐκτείνουσι τὸ α οἷον, Φαίαξ οἶαξ. τὸ δὲ θώραξ, παρὰ τὸ θῶ, θώσω, θῶρος. καὶ ὥσπερ παρὰ τὸ λίθος λίθαξ, οὕτω καὶ παρὰ τὸ θῶρος θώραξ, τὸ πολεμικὸν ἱμάτιον. ἔστι δὲ καὶ ἕτερον θῶ, καὶ σημαίνει τὸ εὐωχοῦμαι. ἐξ οὗ καὶ θώνη καὶ θοίνη ἡ εὐωχία. ἐκ τοῦ θώραξ θωρήξω, θώρηξ καὶ διαφέρει. λέγεται γὰρ καὶ ἐπὶ τῆς καθοπλίσεως, καὶ ἐπὶ τῆς οἴνου ἀκροποσίας

### θ 271

Θώραξ ἐτυμολογεῖται ἐκ τοῦ ὧρος, ὃ σημαίνει τὸν φύλακα, ὥραξ καὶ θῶραξ, ὁ φύλαξ τῆς ὡρούσης, ὅ ἐστι καρδίας. ἢ παρὰ τὸ θῶ, τὸ ἐν εὐωχίᾳ εἰμὶ, ὁ μέλλων θώσω, θῶρος καὶ θώραξ. ἐπὶ δὲ τοῦ χιτῶνος ἀπὸ μεταφορᾶς. τοῦτο ἀπὸ τοῦ περιεχομένου τὸ περιεχόμενον. τίς ἐστιν ὁ τρόπος; μετωνυμία. τὸ θωρήσσω ἐκ τοῦ θοῦρος, ὁ εἰς πόλεμον ὁρμητικός. ἤγουν ἀπὸ τοῦ θέειν ῥᾷον

### θ 272

Θὼψ θηρίον, ἐξ ὑαίνης καὶ λύκου γινόμενον

### θ 273

Θωμὸς καὶ σωρεὸς ὁ σωρός

### θ 274

Θῶμαι ἐπίθωμαι, ἀνεβίβασε τὸν τόνον. πᾶν ῥῆμα εἰς μαι λῆγον δισύλλαβον ἀναβιβάζει τὸν τόνον· δῶμαι ἀπόδωμαι, ἀπόσχωμαι ἐπὶ πολέμου. Τέλος τοῦ Θ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ι ΣΤΟΙΧΕΙΟΥ

### ι 1

Ἰὰ εἰς τὸ ἴσχω. ἰὰ, εἰς τὸ ἀμφιαχυῖαν, καὶ ἄνεος

### ι 2

Ἰαίνειν εἰς τὸ ἴαχον, καὶ κερδαλεόφρον καὶ λιγόφθογγος καὶ ὑγιής

### ι 3

Ἰακεὶμ τοῦτο κατὰ τὴν γραφὴν ὅμοιον τῷ ἰωακείμ

### ι 4

Ἰακὼς ἔστι ῥῆμα ἰάω, ἰῶ, τὸ ὑγιαίνω, ὁ μέλλων ἰάσω, ὁ παρακείμενος ἴακα, ἡ μετοχὴ ὁ ἰακὼς, τουτ’ἔστιν ὑγιάνας. εἰακὼς δὲ ῥῆμα ἐάω, τὸ συγχωρῶ, ἐάσω, εἴακα, ἡ μετοχὴ ὁ εἰακὼς, τουτ’ἔστι συγχωρήσας. ἠακὼς δὲ ὁ θρηνήσας, ἐκ τοῦ αἰάζω τὸ θρηνῶ, ὁ μέλλων αἰάσω, ἤακα, ἡ μετοχὴ ὁ ἠακώς

### ι 5

Ἰάλεμος ὁ ἄνανδρος, καὶ ὁ θρῆνος ἐπὶ τοῖς ὀλωλόσι, ἴαν φέρων, ἤγουν φωνήν

### ι 6

Ἴβυκος ἔστιν ὄνομα κύριον, καὶ γράφεται διὰ τοῦ ι. ὑπάγεται δὲ τῷ κανόνι τοῦ Πτολεμαίου. ἰστέον δὲ ὅτι παρὰ τὸ ἴβυξ ἴβυκος, ὅπερ ἔστιν εἶδος ὀρνέου κρακτι κοῦ. ὅθεν γέγονε τὸ ἴβυκος, ἔνθεν ἐγένετο τὸ ἰβυκινίσαι, ὅπερ κατὰ φθορὰν λέγεται βουκινίσαι

### ι 7

Ἶβις εἶδος ὀρνέου ὀφιομάχου. διὰ τοῦ ι γράφεται, τῷ λόγῳ τοῦ Πτολεμαίου. τῷ εἰρηκέναι ἐν τῷ βοθυνία

### ι 8

Ἴαχος ὁ Διόνυσος, ἀπὸ τῆς ἐν τοῖς πότοις ἰσχῆς

### ι 9

Ἰὰς ἡ Ἀσία ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος, οὐ τοῦ Ξούθου

### ι 10

Ἰάλεμος σημαίνει τὸν θρῆνον. ὅτε μὲν ἐπὶ ἡλίου λέγεται δασύνεται, ἀπὸ τῆς ἀφέσεως τῶν βελῶν, ὡς ῥα σὺ ἤϊε Φοῖβε. ἐπὶ δὲ τοῦ θρήνου ψιλοῦται. γεγόνασι δὲ ἀμφότεροι οὕτως. ἔστιν ἵημι τὸ πέμπω, ἐκ τούτου γίνεται ἴημος, τροπῇ τοῦ η εἰς ε ἴεμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰάλεμος. καὶ ἰηλεμῆσαι ἐπὶ τοῦ θρηνῆσαι. οὕτως Ἡρωδιανός. ἐν ἄλλοις δὲ εὗρον ἐγὼ τὸ ἰάλεμος ἐπὶ τοῦ θρήνου λεγόμενον, παρὰ τὸ ἐπὶ τοῖς ὀλωλόσιν ἰανὸν φέρειν

### ι 11

Ἴανον ἐναλίζειν, παρὰ τὴν ἄλυσιν τῶν ὀφθαλμῶν ἤγουν τῶν κορῶν

### ι 12

Ἰάμβη τινὲς ὅτι Ἰάμβη Ἠχοῦς καὶ Πανὸς θυγάτηρ. τὴν Δήμητραν δὲ λυπουμένην, παίζουσα καὶ ἀχρηστολογοῦσα, ἐποίησε γελάσαι

### ι 13

Ἰαννουάριος μὴν ἐξ Ἰανοῦ τινὸς δαίμονος οὕτως ὀνομασθείς. ἢ αἰωνιάριος, ὁ αὐτὸς γὰρ ἄρχει τοῦ ἐνιαυτοῦ, αἰὼν γὰρ ἐνιαυτὸς. ζήτει ἱστορίαν περὶ ἰαννουαρίου

### ι 14

Ἰάπτω τὸ βλάπτω, ἐκ τοῦ ἰὸς, ὃ σημαίνει τὸ βέλος

### ι 15

Ἰαπετὸς ἡ τῶν στοιχείων κίνησις

### ι 16

Ἰαπετὸς ὄνομα κύριον θεοῦ, ἢ γίγαντος, παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι. ἤγουν παρὰ τὸ ἴπτω τὸ βλάπτω, ἰπετὸς, καὶ πλεονασμῷ τοῦ α Ἰαπετός. ἔστι δὲ καὶ πότιμον

### ι 17

Ἰάπτω εἰς τὸ προΐαψεν

### ι 18

Ἰᾶς εἰς τὸ ἰῆτο

### ι 19

Ἰάσις διὰ τοῦ ἰάσθαι τὸ σῶμα

### ι 20

Ἰάσος ὄνομα ποταμοῦ, παρὰ τὸν ἰάσω μέλλοντα· ἐξ οὗ τὸ ἰάσομαι

### ι 21

Ἰατρικὴ ἰαττική τις οὖσα, πλεονασμῷ τοῦ ρ, ὡς κεντῶ κέντρον, κατὰ πλεονασμὸν τοῦ ρ

### ι 22

Ἰατρὸς ὅτι τὴν ἴασιν τήρει

### ι 23

Ἰαύω εἰς τὸ ἐνιαυτός

### ι 24

Ἰαχὸν θάλπον, ἢ σαπρόν. καὶ εἰ μὲν σημαίνει θάλπον, γίνεται παρὰ τὸ ἰαίνω τὸ εὐφραίνω· εἰ δὲ τὸ σαπρὸν, παρὰ τὸ ἵημι τὸ πέμπω, οἷον τὸ ἀπόπεμπον

### ι 25

Ἴαμβος στίχος ποδῶν ἕξ

### ι 26

Ἰαύει κοιμᾶται, ἤγουν ἀπόθανεν

### ι 27

Ἰάχω ἐκ τοῦ ἰαχὴ, τοῦτο παρὰ τὸ ἰά, ὃ σημαίνει τὴν φωνήν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἐπὶ πᾶσι τὴν ἰαχὴν ἰέναι. ἐκ τοῦ ἰαχὴ γίνεται μετὰ τοῦ ἐπιτατικοῦ α ἄϊ χος, καὶ πλεονασμῷ τοῦ υ αὔϊχος. καὶ ὁ ποιητὴς, ἄβροχοι, αὔιχοι

### ι 28

Ἴαψεν ἔπεμψεν, ἀορίστου πρώτου. τὸ θέμα ἰάπτω. καὶ τὰ λοιπὰ δῆλα. τὸ δὲ ῥῆμα ποιητικὸν, ὁ ἐνεστὼς γὰρ μόνος εὑρίσκεται, ὁ γὰρ ἀόριστος ἀπὸ τοῦ ἵπτω γίνεται, τοῦ σημαίνοντος τὸ βλάπτω καὶ κατὰ πλεονασμὸν τοῦ α ἰαπτός. ὡς καὶ ἐν ἑτέρῳ λέγει ὁ ποιητὴς, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν. τὸ δὲ ἴψαο ἐκ τοῦ ἴπτω ἴψω. ὁ μέσος ἀόριστος παθητικὸς, ἰψάμην, ἴψαο, Ἰωνικῶς μόνος λεχθέν. τὸ δὲ ἴπτω παρὰ τὸ ἰὸς, ὃ σημαίνει τὸ βέλος. τὸ δὲ βέλος παρὰ τὸ ἵημι τὸ πέμπω

### ι 29

Ἰάπτω πᾶν ῥῆμα εἰς πτω λῆγον βαρύνεται, εἰ μὴ προκατάρχοι ὀνόματι, ἢ διαστολὴ γένηται σημαινομένου διὰ τοῦ ὀπτῶ πρὸς ἀντιδιαστολὴν τοῦ ὄπτω. ἢ προκαταρχὴν ὀνόματος διὰ τοῦ ἄβλεπτος ἀβλεπτῶ, καὶ ἄπετος ἀπετῶ, φιλαλείπτης φιλαλειπτῶ

### ι 30

Ἰγνύες τὰ σκέλη. αἱ κόξαι, τὰ ὀπίσθια τῶν γονάτων. παρὰ τὸ ἰκνύσθαι ποιεῖν

### ι 31

Ἰγνύϊ ἀπὸ τοῦ κάμψιν ἰκνύσθαι τῶν γονάτων

### ι 32

Ἰδαῖος ὄνομα κύριον, ἀπὸ τῆς Ἴδης, καὶ ὁ δάκτυλος. τὸ δαι διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ αιος γινόμενα, διὰ τῆς αι διφθόγγου γράφεται. δίκη δίκαιος, οὕτως οὖν Ἴδη ὃ σημαίνει τὸ ὄρος Ἰδαῖος, οἱονεὶ ὁ προειδὼς καὶ προγινώσκων τὰ προκεκηρυγμένα

### ι 33

Ἱδαλιμοῦ ἱδρωτικοῦ, ἱδροῦν ποιοῦντος. ἢ τοὺς δι’ αὐτοὺς καὶ καθαρούς. Ἡσίοδος, καύματος ἰδαλιμοῦ. ἐν γὰρ τῷ χειμῶνι ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα ἐστί. γίνεται παρὰ τὸ ἰδίω τὸ ἰδρῶ, ἴδιον, ὡς ἐνόησα. ἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰδάλιμος. Ὠρίων· οὐδέτερον ἰδάλιμον, τὸ ταῖς ψύαις ἱδρῶτα ποιοῦν

### ι 34

Ἴδη ὄρος ἐν Τροίᾳ, ἀπὸ γὰρ τοῦ ὕψους ἔστιν ἰδεῖν αὐτό

### ι 35

Ἴβερος ἥμερος, νεότης, χαύνη, ῥάθυμος, ἀναπαυτικὴ ἀργὴ, δειλαινομένη ἐπὶ πάντα πόλεμον, ἐξερχομένῃ ἐκ τῆς γῆς αὐτοῦ ἐπὶ συμμαχίαν, αἰχμάλωτος ἕτοιμος, πολυψευδόκαυχος, καταθαύμαστος ταῖς γυναιξὶ, ἀνθρώποις διαλεκτικὸς, μαλακόζωστος, γυναικοήθεις, ἀστατόγνωμος

### ι 36

Ἰδέειν ἀπαρέμφατον, ἀορίστου δευτέρου καὶ μέλλοντος. οἱ Ἴωνες ἐπὶ τῶν εἰς ειν ἀπαρεμφάτων, πλεονασμῷ τοῦ ε, διὰ τοῦ εειν προσφέρουσι, θανεῖν, θανέειν

### ι 37

Ἴδη ὄρος ὑψηλότατον Τροίας. παρὰ τὸ ἰδεῖν ἀπ’ αὐτῆς τὰ μήκοθεν. καὶ εἰς τὸ Ἰδαῖος

### ι 38

Ἴδηαι ἴδῃς ἢ μάθῃς, ὑπερσυντελικὸς παθητικὸς μέσος ἀορίστου δευτέρου. ὁ κανὼν, οἱ Ἴωνες ἀποβάλλοντες τὸ τ τοῦ τρίτου προσώπου, δεύτερον ποιοῦσιν· οἷον, κέλεαί με Διῒ φίλε· οὕτως ἴδηται, ἴδηαι

### ι 39

Ἴδηθεν ἐπίῤῥημα τοπικόν. τὰ εἰς θεν ἐπιῤῥήματα τῆς ἐκ τόπου εἰσίν. ἐνταῦθα δὲ οὐδὲν πλέον σημαίνει τὸ ὄνομα, ὁ τῆς Ἴδης βασιλεύς· ἔνιοι γὰρ. ὁ ποιητὴς τῶν ἐκ τόπου ἐπιῤῥημάτων, ἀντὶ γενικῆς τάσσει πτώσεως

### ι 40

Ἴδε παρὰ τὸ εἴδω τὸ βλέπω, ὁ παρατατικὸς εἶδον, τὸ προστακτικὸν ἴδε. τοῦτο τὸ εἴδω ἐπὶ τῶν ὁριστικῶν ἐνεργητικῶν μόνον διφθογγογραφεῖται, ἐπὶ δὲ τῶν λοιπῶν διὰ τοῦ ἰῶτα. τὸ εἴδω σημαίνει ζ. πέντε διὰ διφθόγγου καὶ δύο διὰ τοῦ η. εἴδω τὸ ὁμοιῶ, εἴδω τὸ βλέπω, εἴδω τὸ φαίνομαι, εἴδω τὸ γινώσκω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος οἶδα. ἔστι δὲ καὶ ἕτερον εἰδῶ. καὶ εἴδω τὸ ὁρμῶ. τὰ δὲ διὰ τοῦ η εἰσὶ ταῦτα, ἥδω τὸ ἀρέσκω, καὶ ἥδω τὸ εὐφραίνομαι

### ι 41

Ἰδέα διὰ τοῦ ι γράφεται συνεσταλμένον. ἴδιον κτῆμα, ἴδιον οἶκον διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ εἶδος καὶ εἰδικὸν διὰ τῆς ει διφθόγγου. εἰδικὸν ἡνίκα μὲν τὸ εἶδος σημαίνει, οἷον, γενικὸν εἰδικὸν διφθογγογραφεῖται. ἡνίκα δὲ τὸν ἴδιον οἶκον, διὰ τοῦ ι γράφεται

### ι 42

Ἰδίειν εἰς τὸ ἔνδιος, καὶ ἐρωδιός

### ι 43

Ἴδιμος εἰς τὸ ἰδάλιμος

### ι 44

Ἰδιαίτατα εἴρηται διάφορα. διὰ τὸ μὴ ἐπινοίᾳ μήδε ἐνεργείᾳ δύνασθαι συστῆναι τὰ ἀντικείμενα, ἐν ἑνὶ ὑποκειμένῳ κατὰ τ’αὐτό. τὸ γὰρ λογικὸν οὐκ ἐπινοεῖται ἄλογον. ἢ τὸ ἄλογον λογικόν

### ι 45

Ἰδὲ καὶ, σύνδεσμος, ἰδὲ κλέος ἐσθλόν

### ι 46

Ἴδμεν ἀπὸ τοῦ εἴδω τὸ γινώσκω, παράγωγον εἰς μι ἴσημι τὸ γινώσκω, τὸ Αἰολικὸν ἴσεμεν, ἴσμεν κατὰ συγκοπὴν καὶ συστολὴν, καὶ τροπῇ τοῦ ς εἰς δ, ἴδμεν

### ι 47

Ἴδμεν ἔστιν εἴδω τὸ γινώσκω, τούτου ὁ μέσος παρακείμενος οἶδα, τὸ πρῶτον τῶν πληθυντικῶν οἴδαμεν, καὶ ἐν συγκοπῇ οἴδμεν, καὶ ἀποβολῇ τοῦ ο ἴδμεν, ἀντὶ τοῦ ἐπιστάμεθα

### ι 48

Ἴγδη ἡ θυῖα, ἔνθα μίσγομεν τὰ ἀρτύσματα, παρὰ τὸ μίσγειν τὰ θύη, διὰ τοῦτο ἀπέβαλε τὸ μ, ὡς τὸ μία ΐα, ἔστι δὲ εἶδος ὀρχήσεως, ἴδισμα, ἐν ᾗ ἐλύγιζον τὴν ὀσφῦν ἐμφερῶς τῷ δοίδυκι

### ι 49

Ἴδμων ἀπὸ τοῦ εἰδῶ εἰδήσω καὶ εἰδήμων· καὶ εἴδω ῥῆμα βαρύτονον, ἐξ οὗ τὸ εἴσω· ἴδμων κατὰ συγκοπήν

### ι 50

Ἰδομενεὺς διὰ τοῦ ι, παρὰ γὰρ τὸ ἴδω καὶ τὸ μένος ἔστιν, οἱονεὶ ὁ ἔχων δύναμιν, ὥσπερ ἴδη. ἱδροτρόπως, ἰδίως

### ι 51

Ἰδνῶ τὸ ἐπιστρέφομαι. ὁ τὸ ἰνίον δονηθείς· καὶ τὸ ἐπικαμφθῆναι, ἀφ’ οὗ τὸ ἰδνωθεὶς, ἀντὶ τοῦ ἐπιστραφεὶς, παρὰ τὸ ἵζω. δασύνεται τὸ ἵζω. καὶ γίνεται ἰδνῶ τραπέντος τοῦ ζ εἰς δ Δωρικῶς, καὶ πλεονασμῷ τοῦ ν ἀλωπάζω ἀλωπαδνῶ· τὸ δὲ ἰδνῶ ψιλοῦται

### ι 52

Ἱδρυμένος παρὰ τὸ ἱδρύω, ἱδρύσω, ἱδρυμένος. τοῦτο παρὰ τὸ ἕζω, ἕδω, πλεονασμῷ τοῦ ρ, ἕδρω, καὶ ἵδρω, καὶ ἱδρύω

### ι 53

Ἰδιώτης ὁ ἀγνώριστος καὶ πτωχός

### ι 54

Ἰδουμαῖα ἐκ τοῦ Ἰδουμαῖος. τὸ μαι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ αιος ὀνόματα ἐθνικὰ ὑπὲρ δύο συλλαβὰς περισπώμενα διὰ τῆς αι διφθόγγου. οἷον, Ἰδουμαῖος, Σαδδουκαῖος, Ἰουδαῖος. Ἰδουμαῖος δὲ ἐκλήθη, ὅτι ἀπόγονος τοῦ Ἠσαῦ. ἐκ τούτου ἐκλήθησαν οἱ Ἰδουμαῖοι. ἴδουμα γὰρ λέγεται εἶδος φακῆς ξανθῆς, ἧς λέγεται ἐπιθυμήσας φαγεῖν, ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ ὁ Ἠσαῦ. καὶ εἰς τὸ Ἰούδας· καὶ ἐκ τούτου ἐκλήθησαν Ἰδουμαῖοι

### ι 55

Ἴδρις ἔμπειρος, παρὰ τὸ εἴδω, εἴδις καὶ ἴδρις

### ι 56

Ἴδρυας σοφοὺς, ἐπιστήμονας, ἐμπείρους, ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, καὶ ἐξ αὐτοῦ εἴδις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ ε ἴδρυς. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν ἴδρυας. καὶ εἰς τὸ ἵδρυσεν

### ι 57

Ἱδρύνω ἴδρις, σοφὸς, ἀπὸ τοῦ εἴδω, ὃ σημαίνει τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, καὶ ἐξ αὐτοῦ εἴδις. τὸ δὲ ἱδρύνω ἐκ τοῦ ἱδρύω ἱδρύσω, τοῦτο παρὰ τὸ ἵζω, ὃ σημαίνει τὸ καθέζομαι, ἱζύω καὶ τροπῇ τοῦ ζ εἰς δ ἱδύνω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύνω. πέφυκε γὰρ πλεονάζειν τὸ ν ἐν τοῖς ῥήμασιν

### ι 58

Ἵδρυσεν ἐκ τοῦ ἱδρύω, τοῦτο ἐκ τοῦ ἵζω τοῦ σημαίνοντος τὸ καθέζομαι, κατὰ τροπὴν Αἰολικὴν τοῦ ζ εἰς δ, ὣσπερ ζυγὸς, δυγός. γίνεται δὲ ἴδω, καὶ κατὰ παραγωγὴν ἰδύω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύω, καὶ καθιδρύω, δασύνεται. τὸ ι πρὸ τοῦ δ ψιλοῦται, χωρὶς εἰ μὴ ὑποτάσσοντο τὸ ρ μετὰ φυσικῆς μακρᾶς. Ἰδουμαῖος, Ἴδη, ἰδιώτης. δασύνεται δὲ ἱδρὼς, ἱδρύω. ποῖον δέ ἐστι τὸ φύσει μακρόν; τὸ δρω· ὡς καὶ δρυάτοι θ ἵδρυθεν, ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. τὸ δὲ ἴδρις ψιλοῦται, διότι οὐχ ὑποτάσσεται τὸ μετὰ φυσικῆς μακρᾶς, γέρων μέν εἰμι, καὶ πολλῶν κακῶν ἴδρις

### ι 59

Ἱδρὼς ἱδαρὸς, ὑγρὸς γὰρ γίνεταί τις

### ι 60

Ἱδρωχόος ὁ χέων ἱδρῶτα

### ι 61

Ἴει Ταλθύβιον, προΐει, ῥῆμα παρατατικόν. τὸ ἰέω ἰῶ περισπώμενον, ἴεον ἴουν, ἰέεις ἴεις, ἴεε ἴει, τὸ προστακτικὸν καὶ μετὰ τῆς πρὸ προθέσεως προΐει, ἀντὶ τοῦ προέπεμψεν

### ι 62

Ἴεις εἰς τὸ ἀνίεις, καὶ εἷς. ἴεμαι εἰς τὸ προσήκατο

### ι 63

Ἰέναι ἵημι, ὁ παρατατικὸς ἴην, ἡ μετοχὴ ἰεὶς ἰέντος, καὶ τὸ ἀπαρέμφατον ἰέναι

### ι 64

Ἰεμένων πορευομένων, πεμπομένων, ἵημι, ἵεμαι, ἱέμενος, ἱεμένων. τὸ δὲ ἵημι ἐπὶ τὸ πέμπω δασύνεται, ἐπὶ δὲ τοῦ πορεύομαι ψιλοῦται

### ι 65

Ἴεμος εἰς τὸ ἰάλεμος

### ι 66

Ἰέναι ἐκ τοῦ ἴημι τὸ πορεύομαι· τρία γάρ εἰσιν. ἵημι τὸ πέμπω ὅπερ δασύνεται, ἴημι τὸ πορεύομαι, ἐκ τοῦ ἔω τὸ πορεύομαι, ὅπερ καὶ ψιλοῦται. καὶ ἴημι τὸ ἐφίεμαι, ἐξ οὗ καὶ ἵμερος ἡ ἐπιθυμία. λοιπὸν ἐκ τοῦ ἴημι τὸ πληθυντικὸν ἴεμεν, καὶ τὸ ἀπαρέμφατον ἰέναι, ὡς τίθεμεν τιθέναι. ἢ οὕτως ἔστιν. ἴημι, ὁ παρατατικὸς ἴην, ἡ μετοχὴ ἰεὶς ἰέντος, καὶ τὸ ἀπαρέμφατον ἰέναι. καὶ εἰς τὸ ἄνεως καὶ ἀνία

### ι 67

Ἱέντο προθυμοῦντο, ἵημι τὸ παθητικὸν ἵεμαι, ὁ παρατατικὸς ἱέμην, τὸ τρίτον τῶν πληθυντικῶν ἱέντο

### ι 68

Ἱέντο εἰς τὸ ἀνίεις

### ι 69

Ἱέραξ παρὰ τὸ ἵεσθαι ἤγουν φέρεσθαι ἐν τῶ ἀέρι ῥᾳδίως. ἢ ἀπὸ τῆς καθ’ ὁμοίωσιν φωνῆς

### ι 70

Ἱερεὺς ὁ τὸ ἱερεῖον θύων ἤτοι προσφέρων. ἐκ τούτου οὖν ἐκλήθη ἱερεὺς, παρὰ τὸ ἵημι τὸ πέμπω, ὁ τὰς θυσίας ἀναπέμπων τῷ θεῷ· ἢ παρὰ τὸ ἱερεύω τὸ θύω, ἢ παρὰ τὸ ἱερός

### ι 71

Ἱερεὺς ἐκ τοῦ ἱερεῖον καλεῖσθαι τὸ πρόβατον. ἐρίον γὰρ λέγεται τὸ μαλλίον, καὶ ἔριθος ἡ γερδία

### ι 72

Ἱερὴν τὴν μεγάλην, τὸ ἱερὸν δύο σημαίνει. τὸ ἱερὸν καὶ τὸ μέγα

### ι 73

Ἱερεῖον τὸ πρόβατον εἴρηται, διὰ τὸ ἵεσθαι ἤγουν φέρειν τὸ ἔριον. λοιπὸν ἱερεὺς ἐκλήθη, διὰ τὸ ἱερὸν εἶναι. ἢ ὁ τὸ ἱερὸν εὔων ἤγουν προσφέρων

### ι 74

Ἱερὸν ἦμαρ παρὰ τὸ θύειν ἐν τούτῳ τῷ καιρῷ, ἤγουν ἐν τῇ μεσημβρίᾳ καὶ πρὸ μεσσημέρας ἕως πρωΐας. ἐπὶ τούτῳ γὰρ τῷ καιρῷ ἔθυον τοῖς Ὀλυμπίοις θεοῖς, ἀπὸ δὲ μεσημβρίας τοῖς Χθονίοις

### ι 75

Ἱερὸν ἰχθῦν τινὲς παρὰ τὸ διαίνω. διερὸς καὶ διερὸν, τὸ ἀεὶ ἐν ὕδατι βρεχόμενον, οἷον· ἔνθ’ ἤτοι μὲν ἐγὼ διερῷ ποδὶ· οἱ δὲ παρὰ τὸ δίω τὸ διώκω διερὸς καὶ ἱερὸς, ὁ ταχὺς καὶ διωκτικός. καὶ εἰς τὸ ἰχθῦς

### ι 76

Ἱέρεια διὰ τῆς ει διφθόγγου. τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται. ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι τοῦ ἱέρεια ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον καὶ φυλάσσουσιν

### ι 77

Ἱερὸν παρὰ τὸ ἐῶ καὶ τὸ ἀφίω, ὁ ἀνειμένος τόπος εἰς τιμὴν θεοῦ

### ι 78

Ἱεροφάντωρ διότι τὰ θεῖα λέγει καὶ διδάσκει, καὶ ἱεροτελεστὴς ὁμοίως

### ι 79

Ἱεροφάντης παρὰ τὸ τὰ ἱερὰ ἐκφωνεῖν. μᾶλλον δὲ ἐκφαίνειν καὶ λέγειν. οὗτος δέ ἐστιν ἱερουργὸς τῶν θείων μυστηρίων

### ι 80

Ἱερὸν ὀστοῦν κυρίως τὰ κατὰ τὴν ὀσφῦν τῶν ἱερείων ὀστέα δ. ταῦτα ἐπετίθεσαν ταῖς θυσίαις. οἱ δὲ, ὅτι, φασὶν, ἡ ὀσφῦς πρώτη φύεται τῶν ζώων, ἤγουν τῶν ἱερείων, ὅθεν τὰ ἐκτέρωθεν τῆς τρόπιος, ἀμφιμάτρια λέγεται, ἀπὸ τῆς μήτρας. τινὲς δὲ τὸ μέγα ὀστοῦν. ἢ παρὰ τὸ ἱερὸν τὸ μέγα, ὡς ἱερὸς ἰχθῦς

### ι 81

Ἱερὸν ὀστέον τὸ ἄκρον τῆς ὀσφύος ἢ ὅτι μέγα ἐστὶ πάθος γὰρ ἀναιρετικόν. ἢ ὅτι ἱερουργεῖται τοῖς θεοῖς. Μένανδρος· οἱ δὲ τὴ ὀσφῦν ἄκραν θύσαντες

### ι 82

Ἱερὸς ἅγιος, τίμιος, ἀμόλυντος, θαυμαστὸς, μέγας, καθαρὸς, κατὰ κράσιν ἱρὸς, ἡνίκα προτερεύει τὸ ι τοῦ ε εἰς ι γίνεται ἡ κράσις, οἷον, ἱέραξ ἵραξ, ὡς τὸ ἵρηξ ὠκυπέτης. ἡνίκα δὲ τὸ ε τοῦ ι, ἡ δίφθογγος ἐπικρατεῖ, οἷον, ὑγίεια ὑγεία

### ι 83

Ἱερουργὸς ὁ τοῦ ἱερέως τὸ ἐπιτήδευμα ἔχων. ἢ παρὰ τὸ τὰ θεῖα ἐπιτελεῖν

### ι 84

ἵζεο καθέζου. χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ. ἔστι δὲ τὸ κοινὸν ἵζου, καὶ Ἰωνικῇ διαλύσει ἵζεο, καὶ Δωρικῶς κράσει τοῦ εο εἰς ευ δίφθογγον, ὡς ἐξ ἐρεβέος ἐξ ἐρεβεὺς καὶ Ἰδομενέος Ἰδομενεὺς, καὶ ἐκ τοῦ ἵζεο ἵζευ. λοιπὸν οὖν ἐστι τὸ ῥῆμα ἵζω, καὶ ἐπὶ ἐνεστῶτος ἔστι φύσει μακρὸν τὸ ι, ἐπὶ δὲ τοῦ παρατατικοῦ θέσει. δασύνεται. ἐκ τῆς συναλοιφῆς καθίζω

### ι 85

Ἵζομαι εἰς τὸ ῥώμη

### ι 86

Ἵζω τὸ κάθημαι. Ὅμηρος, Νέστορα δ’ αὐτόθι ἔφιζεν

### ι 87

Ἱζῶ εἰς τὸ ἔφιζον, καὶ ἰδνῶ, καὶ ἵδρυσε, καὶ ὄζον, καὶ ῥίζα

### ι 88

Ἰκμὰς ἐκ τοῦ ἥκω τὸ παραγίνομαι. ἢ παρὰ τὸ ἱκνύσθαι αὐτήν

### ι 89

Ἵημι τὸ πέμπω, καὶ τὸ ἀφίεμαι, ἀπὸ διπλασιασμοῦ ἔχει τὴν ἄρχουσαν, οἷον, ὦ, ἰῶ, ἵημι, δῶ διδῶ, δίδωμι. Ὅμηρος, ἵετο γὰρ βαλέειν

### ι 90

Ἰήϊε ἰατρὲ, ἐὰν δὲ δασύνεται τοξότα

### ι 91

Ἰῇ τῇ μίᾳ, καὶ εἰς τὸ ἰός

### ι 92

Ἵημι σημαίνει δύο, τὸ πέμπω ἐξ οὗ καὶ ἀφίεμεν· γέγονεν δὲ παρὰ τὸ ἱέω ἱῶ, ἵημι, καὶ τὸ πληθυντικὸν ἵεμεν καὶ ἀφίεμεν, καὶ τὸ ἀπαρέμφατον εἷναι καὶ ἀφεῖναι, ἐξ οὗ τὸ προστακτικὸν πρόες καὶ ἄφες. καὶ τὸ ἐπιθυμῶ, ἐξ οὗ καὶ τὸ, ἵετο γὰρ βαλέειν, ἀντὶ τοῦ ἐφίετο, καὶ ἵμερος ἡ ἐπιθυμία. καὶ ἄλλως. ἵημι τὸ πέμπω ὅπερ δασύνεται, καὶ ἴημι τὸ πορεύομαι, ὅπερ ψιλοῦται

### ι 93

Ἱησοῦς τὸ τοῦ Χριστοῦ ὄνομα, παρὰ τὸ ἰέναι εἰς τὸ σώζειν

### ι 94

Ἰῆτο ἰιᾶτο, ἔστι τὸ θέμα ἰῶ, τὸ δεύτερον ἰᾶς, τὸ τρίτον ἰᾶ. οὗ ὁ μέλλων ἰάσω, ὁ παθητικὸς ἐνεστὼς ἰῶμαι, ὁ παρατατικὸς ἰώμην, τὸ δεύτερον ἴω, τὸ τρίτον ἰᾶτο, καὶ τροπῇ τοῦ α εἰς η ἰῆτο. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ πρὸ τοῦ ω πάντοσε τὸ ι εὑρίσκεται, πλὴν τοῦ δηῶ, τοῦ σημαίνοντος τὸ κόπτω ἢ καίω

### ι 95

Ἰθαγενεῖς οἱ γνήσιοι παῖδες καὶ μὴ ἐκ παλλακίδος. καὶ οἱ γνήσιοι πολίται, οἷον, αὐθιγενεῖς τινες ὄντες, οἱ αὐτόθι γεγεννημένοι

### ι 96

Ἰθαγενὴς ἰθὺ καὶ ἀδιάστροφον τὸ γένος ἔχων

### ι 97

Ἴθι ἐξ οὗ καὶ τὸ, ἀλλ’ ἴθι μὴ μ’ ἐρέθιζε. ἀπὸ τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι, ἴμεν τὸ πληθυντικὸν, καὶ τὸ προστακτικὸν ἴθι, τροπῇ τῆς μεν εἰς θι· καὶ σημαίνει τὸ ὑπάρχω, τὸ πληθυντικὸν ἔμεν, καὶ πλεονασμῷ τοῦ ς ἔσμεν. ἀπὸ γὰρ τοῦ ἔσμεν τὸ προστακτικὸν ἔθι. καὶ τὸ ε, ἡνίκα πλεονάσει σύμφωνον, τρέπεται εἰς ι καὶ γίνεται ἴθι, ὃ σημαίνει τὸ ὑπάρχω

### ι 98

Ἴθι πόθεν γίνεται; ἀπὸ τοῦ εἶμι εἶ, ἔστιν· ὁ δεύτερος ἀόριστος ἦν, ἐκτάσει τῆς ει διφθόγγου εἰς η Ἀττικῶς. ἡ μετοχὴ εἲς, τὸ προστακτικὸν ἔθι, καὶ συστολῇ τοῦ ε εἰς ι Ἰωνικῶς ἴθι, ὡς μέμνω μίμνω, καὶ γένω γίγνω

### ι 99

Ἴθματα τὰ βήματα, ἀπὸ τοῦ δι’ αὐτῶν ἰέναι

### ι 100

Ἴθι προστακτικὸν, καὶ ἔστιν ἐνεστὼς καὶ παρατατικὸς, ὡς ἵσταμεν, ἵσταθε· καὶ εἰς τὸ βάσκ’ ἴθι, καὶ ἴτε

### ι 101

Ἰθύνω διὰ τοῦ ι, παρὰ γὰρ τὸ ἰθὺς γέγονεν

### ι 102

Ἴθμα βῆμα, παρὰ γὰρ τὸ ἴημι τὸ πορεύομαι, ἴμα ἴθμα, ὡς τίθημι, θέμα

### ι 103

Ἰκτῖνος εἶδος πετεινοῦ, ὃ λέγουσι λούπιν, ὃς ἐτυμολογεῖται ἀπὸ τοῦ ἑαυτὸν ἐκτείνειν πανταχοῦ

### ι 104

Ἴκαρος διὰ τοῦ ἰῶτα, παρὰ τὸ ἵκεσθαι πρὸς τὸν ἀέρα

### ι 105

Ἱκάνω τὸ καταλαμβάνω. τὸ κα μακρὸν, πλὴν τοῦ ἱκάνω, κιχάνω. καὶ ταῦτα διάτι; ἐπειδὴ δύο ἀποδείξεις εἰσὶ περὶ τούτου. ἡ ἐπὶ τῆς ἀρχούσης φύσει μακρὰ οὖσα, εἰσῆλθεν ἐν τῇ παραληγούσῃ. ὁ δὲ ἄλλος κανὼν, οὐδέποτε παρατατικὸς ἀόριστος δεύτερος σημασίαν ἐπιδέχεται, ἤγουν ἀνεδέξατο, πλὴν τοῦ ἱκάνω, κιχάνω. εὕρηται καὶ ἐκ τῆς συναλοιφῆς δασύ. ἐκίχανε γὰρ τουτ’ἔστι κατέλαβε. καὶ οὐ λέγομεν ὅτι κατελάμβανε δασύ. τὸ ι πρὸ τοῦ κ δασύνεται, ὡς ἵκω, ἱκέτης, ἱκάνω. ἡ μὲν δὴ πρὸ τὸ τεῖχος ἐπειγομένη ἀφικάνη

### ι 106

Ἱκανότης ἡ δύναμις καὶ ἰσχύς

### ι 107

Ἰκαρίοιο ὄνομα Ἰκάριος, τὸ ρι ἰῶτα, ὥσπερ τὸ Αἰτωλὸς κάπριος

### ι 108

Ἵκελος τὸ ἵκελος εἵκελος διφορεῖται. γίνεται ἐκ τοῦ εἴκω τὸ ὁμοιῶ, ἔστι δὲ πρός τι, καὶ συντάσσεται μετὰ δοτικῆς. τὸ γὰρ ἶσος, καὶ ὅμοιος, καὶ εἴκελος μετὰ δοτικῆς συντάσσεται, οἷον, ἶσος τῷ Πριάμῳ, ὅμοιος αὐτῷ, ἵκελος Διΐ. τὸ κε ψιλὸν διάτι; ὡς τὸ ἄμπελος

### ι 109

Ἱκέσθαι παραγενέσθαι, ἀπαρέμφατον ἐνεστῶτος παθητικοῦ, παρὰ τὸ ἵκω ἱκέσθαι παραγενέσθαι. ἢ μέσου ἀορίστου β. παρὰ δὲ τοῖς ἰαμβολόγοις διὰ τοῦ ι. παρὰ δὲ τοῖς πεζολόγοις διὰ τοῦ η. γίνεται δὲ τὸ ἥκω ἐκ τοῦ ἵημι, ἥσω, ἧκα καὶ ἥκω, ἐξ οὗ καὶ δασύνεται. βαρύνεται δὲ ὅτι συνεξηκολούθησε τὸ δέρεσθαι καὶ φέρεσθαι. λέγει δὲ ὁ κανών· πᾶν εἰς σθαι λῆγον ὁμότονον ἀπαρέμφατον. σεσημείωται τὸ αἴρεσθαι παρὰ τῷ ποιητῇ. προπαροξύνεται μέσου ἀορίστου ὂν, ἀλλ’ ἐθέλω σὲ φέριστε, περὶ ξείνοιο αἴρεσθαι τοῦτο ἐπὶ μὲν τοῖς ἐνεργητικοῖς γράφεται διὰ τοῦ η, ἀπὸ γὰρ τοῦ εἶμι τὸ πορεύομαι γέγονεν ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα. καὶ ἀπὸ τοῦ παρακειμένου κατὰ Συρακουσίους γίνεται ῥῆμα ἥκω, ὡς πεποίηκα πεποιήκω. καὶ ὅτε μὲν σημαίνει τὸ παραγίνομαι καὶ ἔρχομαι, γράφεται διὰ τοῦ η, ὅτε δὲ σημαίνει τὸ κατέλαβον, γράφεται διὰ τοῦ ι. κνίσση δ’ οὔρανον ἵκεν

### α 1330

ἀφίκεσθαι διαφέρει. ἵκεσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν· ἀφίκεσθαι δὲ τὸ ἀπανελθεῖν

### ι 110

Ἱκετῶ ἐκ τοῦ ἱκέτης. τοῦτο παρὰ τὸ ἥκω τὸ παραγίνομαι, ὅπερ μὲν τῶν ἐνεργητικῶν διὰ τοῦ η γράφεται, ἐπὶ δὲ τῶν παθητικῶν διὰ τοῦ ι. ἢ ἐκ τοῦ εἴκω τὸ ὑποτάσσομαι, ἢ παρὰ τὸ ἵκω τὸ ἱκετεύω, ἐξ οὗ καὶ Ὅμηρος, μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών

### ι 111

Ἱκετεύω ἐκ τοῦ ἱκέτης· τοῦτο παρὰ τὸ ἥκω τὸ παραγίνομαι, τὸ παθητικὸν ἵκομαι, τὸ τρίτον ἵκεται, ἱκέτης καὶ ἱκετεύω

### ι 112

Ἰκόνιον ὄνομα πόλεως, παρὰ τὸ ἐκεῖσε ἀφικόμενον Περσέα, καὶ νικῆσαι τοὺς Λυκάονας, καὶ στήσας στήλην, ἐκάλεσεν αὐτὸν Ἰκόνιον· ἐκ τοῦ ἰδίου ἀπεικονίσματος κτίσαι αὐτήν

### ι 113

Ἱκρία τὰ σανιδώματα, παρὰ τὸ δι’ αὐτῶν κινεῖσθαι καὶ διαβαίνειν

### ι 114

Ἱκρίον τὸ ὀρθὸν ξύλον

### ι 115

Ἵκω τὸ δέομαι, ἐξ οὗ καὶ ἱκέτης, κλίνεται δὲ ὁ ἱκέτης, τοῦ ἱκέτου. ὁ κανὼν, τὰ εἰς τῆς ῥηματικὰ εἰς ου ἔχει τὴν γενικήν. τὸ κε ψιλὸν διάτι; τὰ διὰ τοῦ ετης ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον, μητιέτης, ἱκέτης, νεφεληγερέτης, ἐπίθετον τοῦ Διὸς, χωρὶς τῶν παρὰ τὸ χαίτη καὶ τὸ αἰτῶ γινομένων, ὡς ἔχει τὸ προσαίτης, ὁ προσαιτῶν, καὶ εὐχαίτης, ὁ καλὴν χαίτην ἔχων ἵππος, καὶ εἴ τι ἐξ αὐτοῦ γίνεται ἤγουν σύγκειται. διάτι βαρύνεται; τὰ εἰς της λήγοντα ἀρσενικὰ βαρύτονα βραχεῖ παραληγομένῳ, καὶ ἁπλᾶ ὄντα, οἷον, γενέτης, δεσπότης, ἱκέτης. σεσημείωται τὸ εὑρετής

### ι 116

Ἴκτις ὃ σημαίνει τὴν λούπην, ἀπὸ τοῦ ἐκτεταμένας ἔχειν τὰς πτέρυγας· οὗ καὶ τὸ αἰδοῖον ἤτοι τὸ κρυπτὸν ὀστέϊνον

### ι 117

Ἴκτινος διὰ τοῦ ι γράφεται, σημαίνει δὲ τὴν λεγομένην λουπάδα, τὰ γὰρ διὰ τοῦ ινος προπαροξύτονα, μὴ ὄντα ἀπὸ ἁπλοῦ, ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ υ γράφεται, οἷον, φήγινος, δρύϊνος, ξύλινος, κάμινος, οὕτως οὖν καὶ ἴκτινος. πρόσκειται μὴ ὄντα ἀπὸ ἁπλοῦ

### ι 118

Ἴκτερος τὸ ὄνομα, τὸ δὲ ῥῆμα ἰκτεριῶ, γίνεται δὲ ὁ ἴκτερος, ἀπὸ ξανθῆς χολῆς, πλεονάσασα γὰρ πυρωθεῖσα, εἰς τὴν ἐπιφάνειαν ἐξωθεῖται καὶ ἀναχέεται. κἀντεῦθεν τῷ ἰκτεριῶντι ἡ ὠχρίασις. ἴτερον δὲ λέγουσιν εἶναι νόσον ὠχροειδῆ, ἀπὸ θυμοῦ γενομένην, ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημένων ὠχροὺς ἢ μελανοὺς ποιεῖν, ὡς τῶν ἰκτίνων ἀφ’ οὗ τὴν κλῆσιν ἔχει

### ι 119

Ἴκωμαι ἀντὶ τοῦ ἱκετεύσω, ἐνεστῶτος παθητικοῦ ὑποτακτικοῦ

### ι 120

Ἱκρύον σταυρὸς, φοῦρκα, ξύλον, ἐν ᾧ οἱ κακοῦργοι κρέμανται

### ι 121

Ἶκες ζωΰφια τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπελῶν

### ι 122

Ἱλάδιον κατὰ ἵλας καὶ συστροφὰς, καὶ κατὰ συστροφὴν καὶ κατὰ σύστημα

### ι 123

ἵλεως εὐμενὴς, πραὸς, γίνεται δὲ παρὰ τὸ ἱλαρὸς, οἱ γὰρ Αἰολεῖς ἵλαος λέγουσι, καὶ οὐχὶ ἔλλαος παρὰ τὴν ἱλαρίαν

### ι 124

Ἱλαρὸς θερμὸς, ἡδὺς, παρὰ τὸ ἵλαος ὃ σημαίνει τὸν εὐμενῆ

### ι 125

Ἰλλάδες σχοινία ἐξ ἱμάντων, ἀπὸ τοῦ εἱλῆσθαι. πολλὰ γὰρ εἰσὶν ὀνόματα

### ι 126

Ἰλίων σημαίνει τὴν σύγγαβρον. διὰ τοῦ ἰῶτα γράφεται καὶ κατὰ τὴν ἀρχὴν, καὶ κατὰ τὴν παραλήγουσαν, τῷ λόγῳ τοῦ Ἀμφίων, κατὰ δὲ τὴν ἀρχὴν τῷ λόγῳ τοῦ Πτολεμαῖος· ἔστι δὲ παρὰ τὸν ἴλιον, τὸ σημαῖνον τὸ δῶρον. καὶ γὰρ οἱ σύγγαμβροι μετέχουσι τῶν δώρων τοῦ νυμφίου

### ι 127

Ἵλη ἡ τάξις, παρὰ τὸ εἱλῶ τὸ συστρέφω· πολλὰ γὰρ εἰσὶν ὀνόματα

### ι 128

Ἴλις Ἴλιδος, ὄνομα πόλεως

### ι 129

Ἰλεὸς ὁ φωλεὸς, καὶ γράφεται διὰ τοῦ ι, τὰ διὰ τοῦ εἱλῶ παράγωγα

### ι 130

Ἱλασμὸς διαλλαγὴ, εὐμένεια. ἔστιν ἱλῶ, ἱλᾷς, ἱλᾷ. ὁ μέλλων ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλαμαι, καὶ ἐξ αὐτοῦ ἱλασμός. ἐκ τοῦ ἱλῶ γράφεται ἵλαος, καὶ τροπῇ τοῦ α εἰς ε ἵλεως τὸ Ἀττικὸν. τὸ ἵλεως παρὰ τῇ κοινῇ διαλέκτῳ δασύνεται. καὶ εἰς τὸ ἐξίλασμαι

### ι 131

Ἰλαδὸν διὰ τοῦ ι. παρὰ γὰρ τὸ ἴλη, τὸ σημαῖνον τὴν ἄθροισιν γέγονεν, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα

### ι 132

Ἱλασσάμενος ἐξιλεωσάμενος, μετοχὴ παθητικὴ συζυγίας δευτέρας τῶν περισπωμένων. τὸ θέμα, ἱλῶ, ἱλᾶς ἱλᾶ. ὁ μέλλων ἱλάσω, ἐκ τούτου ἱλάσθητι καὶ ἱλασμὸς, καὶ ἐκ τούτου ἱλασσόμενοι, πλεονασμῷ τοῦ ς, διὰ τὸ μέτρον. ἐκ τοῦ ἱλῶ ἵλημι, ἐξ οὗ καὶ τὸ ἱλάσθητι, καὶ γράφεται διὰ τοῦ ἰῶτα

### ι 133

Ἱλάσσω τὸ ἱκετεύω, ἐξ οὗ καὶ, τὶς δ’ αὐτὸν ἱλάσσεται

### ι 134

Ἰλεὺς ὁ Αἴαντος πατήρ. ἐτυμολογεῖται ὑφ’ Ἡσιόδου τὸ, Ἰλέα τόν ρ’ ἐφίλησεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, καὶ οἱ τοῦτ’ ὀνόμῃν’ ὄνομ’ ἔμμεναι, οὕνεκα νύμφην εὑράμενος ἵλεων, ὄχθῃ ἐρατεινῇ φιλότητι, ἤματι τῷ ὅτι τεῖχος ἐϋδμήτοιο πόληος ὑψηλοῦ ποίησε Ποσειδάων καὶ Ἀπόλλων. ταῦτα παρατίθεται ἐν δέλτα Σιμωνίδης

### ι 135

Ἰλεὸς ἡ κατάδυσις, παρὰ τὸ ἀπολωλέναι ἐκεῖ τὸ φῶς

### ι 136

Ἵλεως ὁ εὐπαράκλητος, ἀπὸ τοῦ ἔλεος κατὰ τροπὴν τοῦ ε εἰς ι, καὶ τοῦ ο εἰς ω. ἐκ δὲ τοῦ ἵλεως γίνεται ἱλεῶ, ἱλεώσω, καὶ ἐξειλεωσάμην, ἐκ δὲ τοῦ ἱλεῶ γίνεται κατὰ συγκοπὴν ἱλῶ, ἱλᾶς, ἐξ οὗ καὶ τὸ ἵλαθι, καὶ ἱλασάμεθα, καὶ ἱλασσάμενοι. ἐκ δὲ τοῦ ἱλῶ, ἱλάσω, ἱλάσκω, ὥσπερ φῶ φάσκω, βῶ βάσκω

### ι 137

Ἰλιγγιᾷ ἀτονεῖ, σκοτοῦται, συστρέφεται, παρὰ τὸ ἰλιγγιῶ, τοῦτο παρὰ τὸ ἴλιγξ ἴλιγγος, τοῦτο παρὰ τὸ εἱλίσσω εἱλίξω, ἐξ οὗ καὶ ἕλιξ τὸ τῆς ἀμπέλου περί φραγμα. ὤφειλε γὰρ τὸ ἰλιγγιῶ διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἀλλὰ διὰ τὸ μέτρον γράφεται διὰ τοῦ ἰῶτα

### ι 138

Ἴλιγξ κυρίως συστροφὴ ὕδατος

### ι 139

Ἴλιοι παρὰ τὸ Ἶλος ὄνομα κύριον, τὸ ι μακρόν. τὸ ι ἐπιφερομένου συμφώνου ἑνὸς ἁπλοῦ, ᾧ ὑποτάσσηται τὸ ι, ἢ τὸ υ φιλεῖ ἐκτείνεσθαι· χωρὶς τῶν ἀπὸ κλίσεως· ἐγράφη εἰς τὸ δίχρονον

### ι 140

Ἶλλος ὁ ὀφθαλμὸς καὶ νόσος, καὶ Ἶλος ὄνομα κύριον, ἀφ’ οὗ καὶ Ἴλος πόλις ὠνόμασται

### ι 141

Ἴλλω τὸ δεσμεύω, ἐξ οὗ καὶ ἰλλὰς ὁ δεσμός

### ι 142

Ἰλλάσσω τὸ δεσμεύω, ὡς τὸ, τὶς δ’ ἀστῶν ἰλάσσεις

### ι 143

Ἴλλοι οἱ ὀφθαλμοὶ, κυρίως δὲ αἱ κόραι τῶν ὀφθαλμῶν ἀπὸ τῆς εἱλήσεως, καὶ παρὰ τὸ εἰλῆσθαι τὰς κόρας τῶν ὀμμάτων

### ι 144

Ἰλὺς ὁ ῥύπος, παρὰ τὸ ὕω, τὸ βρέχω, ὕλη, καὶ ἐν ὑπερβιβασμῷ ἰλὺς ἰλύος, καὶ ἴλις ἴλιος, καὶ ἴλεως. ὤφειλε γράφεσθαι διὰ τοῦ η. ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλαβὴν, ἔχοντα ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι ἢ τὸ υ, διὰ τοῦ ι ἔχει τὴν πρώτην. κλίνεται δὲ τριχῶς, ὕλη ὕλης, καὶ ἰλὺς ἰλύος, καὶ ἴλις ἴλιος καὶ ἴλεως, καθὼς εἴρηκα ἄνω

### ι 145

Ἱλάσκεσθαι τὸ θέμα ἱλῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ σημαῖνον τὸ ἐξιλεοῦμαι, καὶ ἐξευμενίζω, ὁ μέλλων ἱλάσω καὶ πλεονασμῷ τοῦ κ ἱλάσκω, καὶ μετῆλθεν εἰς ἐνεστῶτα. καὶ ἱλάσκοντο τὸ παθητικὸν, καὶ τὸ ἀπαρέμφατον ἱλάσκεσθαι

### ι 146

Ἰλὺς παρὰ τὸ ἴζω τὸ καθέζομαι, ἢ παρὰ τὸ ἱλῶ τὸ συστρέφω γίνεται ἰλύς· σημαίνει δὲ τὸν ῥύπον, ὅθεν καὶ ἰλύδοδας λέγουσιν τοὺς ὄφεις, παρὰ τὸ ἰλὺν ἐν τοῖς ποσὶν αἴρειν. ἢ παρὰ τὸ ὕλη ἰλύς. τὸ δὲ ὕλη παρὰ τὸ ὕω τὸ βρέχω, ἐκεῖθεν γὰρ ἔχει καὶ τὸ υ μακρόν. καὶ εἰς τὸ ὕλη

### ι 147

Ἰλυσπῶντο εἷρπον, ἐκυλίοντο. ἰλυσπᾶσθαι δέ ἐστι τὸ παραπλησίως τοῖς σκώληξι, καὶ τοῖς ὄφεσιν ἰέναι, οἱονεὶ ἐν τῇ ἰλύϊ σπᾶσθαι, τουτ’ἔστιν ἐν τῇ γῇ κυλίεσθαι

### ι 148

Ἰλλούστριος ἔνδοξος, εὐγενὴς, ἔντιμος

### ι 149

Ἰλὺς πηὸς βορβορώδης, ῥύπος

### ι 150

Ἰλυσπώμενος ἕρπων, εἴρηται δὲ παρὰ τὸ ἐν τῇ ἰλύϊ κατασπᾶσθαι

### ι 151

Ἰλὺς παρὰ τὸ ἰλύσσω, ἀποβολῇ τοῦ ω

### ι 152

Ἱμὰς ὁ λῶρος, μάστιξ, παρὰ τὸ ἐνίεσθαι ὅ ἐστιν ἐνδύεσθαι, ὡς ἀπὸ τοῦ ἐνίημι. δασύνεται· τὸ ι συνεσταλμένον ἐπιφερομένου ἑνὸς λ ἢ ἑνὸς μ δασύνεται, οἷον, ἵλαος, ἱλαρός

### ι 153

Ἰμαῖος εἴτε ἐπιμέλιος ὠδὴ, ἢ ὄνομα κύριον· τὸ μέντοι ἱμῶ μακρὸν ἔχον τὸ ι, ψιλοῦται. σημαίνει δὲ τὸ ἀντλῶ, ὅθεν τὸ ἀνομῶ, καὶ ἰμονία τὸ ἀντλητήριον. διάτι σεσημείωται τὸ ἱμὰς καὶ ἀνδριὰς; τὰ εἰς ας ὀνόματα ὑπὲρ μίαν συλλαβὴν μακρὸν ἔχοντα τὸ α, ἢ βαρύνεται, ἢ περισπᾶται. οἷον, βοναλλᾶς, ἔστι δὲ εἶδος πλακοῦντος, ἐξ οὗ καὶ βαλλαντοπῶλαι, καὶ πελεκᾶς. τὸ δὲ ἱμὰς καὶ ἀνδριὰς, ὡς διαλλάξαντα κατὰ τὸν χρόνον ἤγουν τοῦ ἀρκὰς, διήλλαξαν καὶ κατὰ τὴν κλίσιν. ἐπὶ μέντοι γενικῆς ἱμάντος. οἱ μέντοι Ἀττικοὶ τῷ χρόνῳ τῆς εὐθείας ἀκολουθοῦντες περισπῶσι τὰς γενικὰς, ἡ δὲ κοινὴ συνήθεια οὐ παρέλαβε τοῦτο, διὰ τὸν κανόνα, πάντα τὰ διὰ τοῦ ντ κλινόμενα. καὶ ἐπάνω θέσει μακρᾶς περισπωμένη οὐ τίθεται

### ι 154

Ἱμάτιον παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ἑμάτιον καὶ ἱμάτιον, ἐξ οὗ γίνεται ἱματίζω, ἱματίσω, ἱματισμὸς, ἐκ τούτου καὶ ἱματίδιον, ἀπὸ τοῦ ὀνάριον ὀψαρίδιον

### ι 155

Ἱμείρω σημαίνει τὸ ἐπιθυμῶ, ἀπὸ τοῦ ἵμερος, τοῦτο παρὰ τὸ ἵημι, ὃ σημαίνει τὸ προθυμοῦμαι, ἵετο γὰρ βασιλεύειν. ὁ γὰρ ποθῶν ἴεται τὸ ποθούμενον. ἢ ἀπὸ τοῦ ἳ, τρίτου προσώπου ἀντωνυμίας, οἷον, ἐγὼ, σὺ, ἵ. ἀπὸ οὖν τοῦ ἳ καὶ τοῦ μέρος γίνεται ἵμερος, οἷον, ἐκείνου μέρος τὸ ἐπιθυμούμενον· καὶ εἰς τὸ ἱμερτόν

### ι 156

Ἴμεν πορευόμεθα, εἶμι τὸ πορεύομαι, τὸ πληθυντικὸν ἴμεν, τὸ ἀπαρέμφατον ἶναι, διὰ τοῦ ι, ἵνα φυλάξῃ τὴν παραλήγουσαν τοῦ πρωτοτύπου, ἤτοι τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, τοῦ ἰδίου ὁριστικοῦ τοῦ ἴμεν. Ἀττικῶς οὖν ἴμεναι, Ἰωνικῶς ἴμεν, ὡς καὶ τὸ ἔμμεναι ἔμεν. ἕρκος ἔμεν πολέμοιο. καὶ εἰς τὸ ἀπρόσιτον, καὶ εἶναι, καὶ εἶσι, καὶ ἰθμός

### ι 157

Ἵμερος ὁ πόθος, Δωρικῶς. τὰ γὰρ ἄνθη λέγεται ἵμερα, ἐπεὶ ἐν τῷ ἀέρι φύονται, ὅτε καὶ τὰ ἐρωτικὰ θερμότερά εἰσι. τούτου χάριν καὶ ὁ Ἀλημαῖος ζεφύρου καὶ ἴριδος τὸν ἔρωτα φασίν. ἵμερος δὲ ἀπὸ τοῦ ἴεσθαι καὶ ποθεῖν. Λύκιοι δὲ ἐαρινοὺς θεοὺς, Ἀφροδίτην καὶ Ἔρωτα καὶ τὰς ἄλλας Νύμφας καλοῦσι

### ι 158

Ἵμερος παρὰ τὸ ἵκεσθαι, τὸ σημαῖνον τὸ προθυμεῖσθαι, καὶ γὰρ ὁ ἐπιθυμῶν προθυμεῖται. ὅπερ διὰ τοῦ ι γράφεται, καὶ ὡς ἀπὸ τοῦ ἵημι, ὅπερ, ὡς δειχθήσεται, διὰ τοῦ ἰῶτα γράφεται, ἐξ οὗ γίνεται καὶ τὸ ἱμείρω τὸ ἐπιθυμῶ διὰ τοῦ ι. κατὰ τὴν ἄρχουσαν γραφόμενον. ἰστέον δὲ ὅτι λέγει ὁ Τρύφων, ὅτι ἡμάρτηται τὸ ἵμερος καὶ ἵλαος καὶ ἱμονία, ὅτι μακρὸν ἔχοντα τὸ ι δασύνεσθαι. καὶ γὰρ πᾶν ὄνομα ἀπὸ μακρᾶς ἀρχόμενον ψιλοῦσθαι θέλει· Ἴνω, Ἰαπετὸς, ἰχώρ· πλὴν τούτων· ταῦτα γὰρ δασύνεται. οὐ καλῶς δὲ λέγει. καὶ γὰρ τὸ ἱμάτιον ἐκτείνει τὸ ι, καὶ ὅμως δασύνεται

### ι 159

Ἱμερτὸν τὸ ἐπιθυμητὸν, παρὰ τὸ ἱμείρω ἱμερῶ, ἵμερκα, ἵμερμαι, ἱμερτὸς καὶ ἱμερτὸν τὸ οὐδέτερον. τὸ δὲ ἱμείρω παρὰ τὸ ἵμερος, τοῦτο παρὰ τὸ ἴημι τὸ πορεύομαι, τὸ γὰρ ἵμερον παντὶ πορεύεται

### ι 160

Ἱμῶ τὸ ἀντλῶ καὶ ἀναπέμπω, ἐκ τοῦ ἱμὰς ἱμάντος, ὃ συστέλλει τὸ ι. ὡς παρὰ τῷ ποιητῇ, ῥῆξεν ἱμάντα βοὸς ἰφικταμένοιο. καὶ τὸ ἀνιμῶμαι δὲ διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ ἱμὰς ἱμάντος γέγονεν ἱμᾶς, καὶ ἀνιμῶ τὸ ἀνασπῶ

### ι 161

Ἱμονία ἐκ τοῦ ἱμὰς, ὃ σημαίνει τὸν λῶρον. σημαίνει δὲ σχοινίον ἀντλήματος. ἢ ἱμονία τὸ δέρμα εἰς ο ἀντλοῦμεν τὸ ὕδωρ, ἀπὸ γὰρ τοῦ ἱμὰς ἱμάντος, ἐξ οὗ καὶ τὸ ἀνιμῶμαι διὰ τοῦ ι γράφεται

### ι 162

Ἲν εἰς τὸ ἀκτίς

### ι 163

Ἶνα σημαίνει δ. τὴν δύναμιν ἶν’ ἀπόλεθρον ἔχοντες. τὸ ὅπως ἵνα γνωῶσι καὶ οἵδε. τὸ νεῦρον, ἵνα τάμῃς πᾶσαν διὰ πρό. σημαίνει δὲ καὶ τὸ ὅπου, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι. ἔστι δὲ καὶ ἐπίῤῥημα τοπικόν· καὶ εἰς τὸ κινῶ

### ι 164

Ἴνα κρατοῦντος γίνεται ἐκ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν τῶν νευρῶν δύναμιν. καὶ οὐχ ὡς τινὲς νομίζουσι σύνδεσμον, ἔνθεν καὶ ψιλοῦται, ὁ γὰρ ἵνα σύνδεσμος δασύνεται

### ι 165

Ἲν διὰ τοῦ ι, ἐπειδὴ δικατάληκτόν ἐστιν, ἲς γὰρ καὶ ἲν, οἷον ῥὶν καὶ ῥὶς, Σαλαμὶν Σαλαμὶς, Ἐλευσὶν Ἐλευσὶς, ἀκτὶν ἀκτὶς, οὕτως οὖν ἲν ἲς. ἰστέον ὅτι τὸ ἲς, οὐ τὴν δύναμιν σημαίνει μόνον, ὡς παρὰ τῷ ποιητῇ, ἱερὴ ἲς Τηλεμάχοιο, ἀλλὰ καὶ ὄνομα ποταμοῦ, ὡς φησὶν Ἡρόδοτος, καὶ Θύλαξ ὁ ἱστορικός

### ι 166

Ἰνὼ διὰ τοῦ ι. παρὰ τὸ ἲς ἰνός. ἢ παρὰ τὸ δύνειν γέγονε δύνω κατ’ καὶ ἀποβολὴν τοῦ δ ὔνω, καὶ τροπῇ τοῦ υ εἰς ι Ἰνὼ, ὥσπερ δύφρος δίφρος· καὶ γὰρ εἰς θάλασσαν ἔδυσεν ἡ Ἰνώ

### ι 167

Ἰνίον διὰ τοῦ ι γράφεται. ἰστέον δὲ, ὥσπερ ἀπὸ τοῦ σφὴξ, σφηκὸς γίνεται σφήκιον, σημαίνει δὲ τὴν μικρὰν σφῆκα, οὕτω παρὰ τὸ ἲς ἰνὸς ἰνίον, σημαίνει δὲ τὸ πλατὺ νεῦρον

### ι 168

Ἴναχος ὄνομα ποταμοῦ, παρὰ τὸ ἲς ἰνὸς καὶ τὸ χέεσθαι γίνεται, οἱονεὶ ὁ μετὰ δυνάμεως φερόμενος καὶ χεόμενος

### ι 169

Ἴνδαλμα ὁμοίωμα, ἐκ τοῦ ἰνδάλλω ὅπερ ἐκ τοῦ εἴδω τὸ ὁμοιῶ, καὶ κατὰ παραγωγὴν ἰνδάλλω. γράφεται διὰ τοῦ ἰῶτα· διάτι; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι ἐν τοῖς παραγώγοις εἰώθασι πολλάκις τὴν φύσει μακρὰν εἰς θέσιν μεταβαλεῖν, ὡς πένης πενιχρὸς, λήβω λαμβάνω, ἥδω ἁνδάνω, δήκω δαγκάνω, οὕτω καὶ εἴδω ἰνδάλλω τὸ ὁμοιῶ, ἐξ οὗ καὶ ἴνδαλμα

### ι 170

Ἴνες τὰ νεῦρα, παρὰ τὸ ἔω τὸ ὑπάρχω, ὄνομα ἲς, ὡς θέω θὶς, καὶ ῥήσω ῥηγμὶς, αἱ δὲ ἶνες παρὰ τὸ εἶναι καὶ συνεστάναι παρέχουσαι τῷ σώματι δύναμιν

### ι 171

Ἴνις σημαίνει τὸν νεὸν υἱόν. ἢ παρὰ τὸ ἲς ἰνὸς γέγονε, δύναμις γὰρ τῶν πατέρων οἱ υἱοὶ, ἢ παρὰ τὸ ἰαίνειν γέγονε, τὰ γὰρ τέκνα τοὺς πατέρας εὐφραίνουσιν· ἢ παρὰ τὸ ἰνοῦν τὸ σημαῖνον τὸ θηλάζειν, καὶ γὰρ τοῖς πατράσι τὸ θηλάζειν παρέπεται

### ι 172

Ἰνίον τὸ πλατὺ νεῦρον, ἀπὸ τοῦ διήκειν ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως τὰ πλατέα νεῦρα, ἃ δὴ τὴν ἰσχὺν ἡμῖν ἔχειν δοκεῖ

### ι 173

Ἰνωπὸς ὄνομα ποταμοῦ, παρὰ τὸ ἲς ἰνὸς, καὶ τὸ ὂψ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, τροπῇ τοῦ ο εἰς ω

### ι 174

Ἴξαλος πηδητικὸς, παρὰ τὸν ἵξω μέλλοντα

### ι 175

Ἰξὺς ἡ ὀσφῦς, οἱονεὶ ἄξις τὶς οὖσα, ἣν οὐχ οἷον τε ξύσαι τῇ χειρὶ, ἣν ἀλλαχῶς λέγουσιν ἄκνηστιν, μεγάνωτον τὸν τόπον λέγων

### ι 176

Ἰξίων ὄνομα κύριον· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω ἄξω ἄξιος, οὕτω καὶ ἀπὸ τοῦ ἵκω ἵξω γίνεται ἴξιος· καὶ ὥσπερ ἀπὸ τοῦ ἔχις ἔχιος γίνεται ἐχίων, οὕτω καὶ ἀπὸ τοῦ ἴξις ἴξιος γίνεται Ἰξίων

### ι 177

Ἰξὸς παρὰ τὸ ἄξος εἶναι, κατέχει γὰρ τὰ ὄρνεα. ἢ παρὰ τὸ ἄγειν τὰ ὄρνεα εἰς ἑαυτὸν, ἢ παρὰ τὸ ἵκω, ἵξω, ἰξός

### ι 178

Ἰοδόκος ἡ ἰοῦς δεχομένη, τουτ’ἔστι τὰ βέλη

### ι 179

Ἰόμοροι τοξόται, πολέμιοι, παρὰ τὸ μόραν, ὃ σημαίνει τὴν εἱμαρμένην, ἢ παρὰ τὸ ἐν τοῖς ἰοῖς μεμοραμένοι, ὡς τό· τρίγληνα μορόεντα. καὶ εἰς τὸ ῥόεντα

### ι 180

Ἴονθος ἡ ἔκφυσις τῶν τριχῶν. ἡ δὲ ὀνομασία ἀπὸ τοῦ ἄνω ἰέναι τὴν τρίχα, ὡς ἄνθος βλάσθησαν

### ι 181

Ἰνδικτικὸν καλεῖται Ῥωμαϊστὶ θέσπισμα ἢ μήνυμα. μηνύει γὰρ ἡ ἀρχὴ τοῦ μηνὸς τὴν τοῦ χρόνου περίοδον, ἢ τοῦ μηνός

### ι 182

Ἴνδικτος ἡ κατὰ δέκα πέντε ἐνιαυτῶν ἀρχομένη

### ι 183

Ἰξίον ἡ βοτάνη, ἤτοι ὁ κίσσος, παρὰ τὸ ἐξικνεῖσθαι

### ι 184

Ἰξὸς παρὰ τὸ ἄξειν τὰ ὄρνεα, ἢ ἐκ τοῦ ἵκω, ἵξω, ἰξὸς, ὁ φθάνων μέχρι τῶν ὀρνέων

### ι 185

Ἱόντα πορευόμενον, ἐρχόμενον, μετοχὴ ἀορίστου δευτέρου. σεσημείωται τρία βαρυνόμενα ἐπὶ τοῦ ἐνεστῶτος, καὶ ὀξυνόμενα ἐπὶ τῆς μετοχῆς. ἕκων ἑκὼν, ἕω ἑὼν, καὶ ἴω ἰών. καί ἐστι κανὼν ὁ λέγων, πᾶσα μετοχὴ τὸν ἴδιον τόνον φυλάττει τοῦ ἰδίου ὁριστικοῦ, πλὴν τοῦ ἕκω ἑκὼν, ἕω ἑὼν, ἴω ἰών. καὶ οἱ μὲν λέγουσιν αὐτὸ β ἀόριστον, οἱ δὲ ἐνεστῶτα καὶ παρατατικόν

### ι 186

Ἰὸν παραγενόμενον. ὅρᾳ δὲ μὴ τὸν τοῦ ὄφεως ὧδε ἐπιλάβῃς ἰόν· ἀλλὰ τὸ ἐν τῷ κανόνι τῆς πεντηκοστῆς εἰρημένον αὐτοδεσπότως ἰὸν, τουτ’ἔστι τὸ ἅγιον πνεῦμα, ἵνα ᾖ μετοχή

### ι 187

Ἰόπη δι’ ἑνὸς π καὶ διὰ τοῦ ι. ἔστι δὲ πόλις Παλαιστίνης· συστέλλεται δὲ τὸ ι. εἴρηται δὲ Αἰθιόπη τις οὖσα, κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες

### ι 188

Ἰορδάνης ποταμός ἐστιν, ἐκ δύο πηγῶν συνάπτει. λέγεται ἡ μία Ἰὸρ, ἡ δὲ ἑτέρα Δάνης, εἶτα Ἰορδὰν συνετέθη γὰρ, καὶ κατὰ συνήθειαν ἐγένετο Ἰορδάνης

### ι 189

Ἰορδάνης Ἰορδάνου, παρὰ τὸ Ἰὸρ καὶ τὸ Δάνης, ὄνομα ποταμῶν, δύο γάρ εἰσι ποταμοὶ ἐνταῦθα μεμιγμένοι

### ι 190

Ἴος ὁ μόνος, πλεονασμῷ τοῦ ο οἶος, ἔνθα καὶ παρατατικός. οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς. τὸ ι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος δισύλλαβα διαφόρως τονούμενα διὰ τοῦ ι γράφεται, οἷον, βίος βιὸς, χίος, θρίος, μνίος ὁ ἁπαλὸς παρὰ Εὐφορίωνι

### ι 191

Ἰὸν ῥόδον ἢ ἄνθος

### ι 192

Ἰὸς σημαίνει τὸ βέλος, παρὰ τὸ ἵημι τὸ πέμπω, τὸ πρὸς βλάβην ἐκπεμπόμενον· ἢ παρὰ τὸ ἰὸν τοῦ ὄφεως· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. ἢ παρὰ τὸ ἰέναι γέγονε, καὶ γὰρ τοὺς τιτρωσκομένους ποιεῖ πορεύεσθαι εἰς τὸν ᾅδην. τὸ δὲ ἰέναι διὰ τοῦτο, ἐπειδὴ παρὰ τὸ ἵημι, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος, τὸ δὲ ἰέναι παρὰ τὸ ἵημι ἔστιν

### ι 193

Ἰοχέαιρα παρὰ τὸ χαίρειν ἐπὶ τὸν ἰόν. ἢ παρὰ τὸ τῇ ἰῷ χαίρειν

### ι 194

Ἰὸς τὸ φάρμακον, οἱ γὰρ ἀρχαῖοι ἐπὶ τοῖς ἰοῖς αὐτῶν φάρμακα ἔβαλλον. γίνεται δὲ παρὰ τὸ ἵημι, τὸ πέμπω, ἰὸς, τὸ πεμπόμενον βέλος

### ι 195

Ἰὸς παρὰ τὸ βλαπτικὸν εἶναι, ὥσπερ γὰρ ἰὸς τοῦ σιδήρου, οὕτω καὶ οὗτος τοῦ σώματος. γέγονε δὲ παρὰ τὸ ἵημι τὸ πέμπω. ἢ παρὰ τὸν ἰὸν, δηλοῦντα τὸ φάρμακον τοῦ ὄφεως. καὶ γὰρ ἔχριον αὐτὰ ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως

### ι 196

Ἰδουμαῖοι διαφέρουσιν. Ἰουδαῖοι γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί. Ἰδουμαῖοι δὲ, τὸ μὲν ἀρχῆθεν οὐκ Ἰουδαῖοι, ἀλλὰ Φοίνικες καὶ Σύροι. κρατηθέντες δὲ ὑπ’ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος, καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖσθαι, ἐκλήθησαν Ἰδουμαῖοι. ἢ ἐξ Ἰούδα τετάρτου παιδὸς Ἰσραὴλ ἐκλήθησαν. οὗτοι δὲ ἐκ γένους εἰσὶν Ἀβραὰμ, Ἰδουμαῖοι δὲ, ἐκ τοῦ Ἠσαῦ ἀδελφοῦ Ἰακὼβ, παιδὸς Ἰσαὰκ, υἱοῦ Ἀβραὰμ, ἀπόγονοι πεφυκότες ἐξ Ἐδώμ

### ι 197

Ἰούδας ἀπὸ τοῦ οὔδας, ὃ σημαίνει τὸ ἔδαφος, καὶ πλεονασμῷ τοῦ ι Ἰούδας· ἢ ἀπὸ Ἰούδα φιλάρχου. Ἰούδας Ἰούδα, ὁ κανὼν, τὰ εἰς δας λήγοντα ὀνόματα ἀρσενικὰ, ὑπὲρ δύο συλλαβὰς, ἀποβολῇ τοῦ ς, ποιεῖ τὴν γενικὴν, οἷον, Ἰούδας Ἰούδα, πλακίδας πλακίδα, γεννάδας γεννάδα

### ι 198

Ἰούλιος ὁ πέπειρος, δὴ τότε μὴ λιπέσθαι τὶ τῶν καρπῶν τῶν γηΐνων, ἀπὸ Ἰούλου τοῦ Αἰνείου τῆς Ἀφροδίτης

### ι 199

Ἰούνιος ὁ νεάζων, ἢ νεὸς, ἢ ἀπὸ τοῦ χωρισμοῦ τῶν τε νέων καὶ μειζόνων, μαΐορες γὰρ οἱ μείζονες λέγονται κατὰ Ῥωμαίους· ἰουνίορες δὲ οἱ νέοι. καὶ ἐκ τούτου λέγεται ἰούνιος, ἵνα ἐν τῷ πολέμῳ, οἱ μὲν μείζονες ταῖς βούλαις, οἱ δὲ νέοι τοῖς ὅπλοις τὴν ἑαυτῶν διαφυλάττουσι διακράτησιν

### ι 200

Ἴουλοι παρὰ τὸ αἰολῶς κινεῖσθαι, ἢ παρὰ τὸ ἴουλον τὸ ζῶον, ἢ παρὰ τὸ ἵεσθαι λίαν ἤγουν φέρεσθαι ἰούλους τὰς κατὰ τῶν γενύων πρώτας τρίχας ἰούλους λέγομεν, διὰ τὸ τοὺς ἤδη καὶ ἀπάρτι τούτους ἔχοντας, ἄρχεσθαι ἰέναι ἐπὶ τὸν ἴουλον

### ι 201

Ἰοχέαιρα ἡ τοξότις, παρὰ τὸ χέειν τοὺς ἰοὺς, τοξότις γάρ ἐστι οἱονεὶ ἐν τοῖς ἰοῖς χαίρουσα. ἢ ἡ τὸν ἰὸν χέουσα

### ι 202

Ἴπος ἡ παγὶς τῶν μυιῶν καὶ τὸ πραιτώριον. διὰ τοῦ ι γράφεται, ἀπὸ γὰρ τοῦ ἴπτω γέγονε τὸ σημαῖνον τὸ βλάπτω. καὶ γὰρ τοῦτο τὸ εἶδος φθαρτικόν ἐστι τῶν μυιῶν. τὸ δὲ ἴπτω διὰ τοῦ ἰῶτα. ἐπειδὴ τὰ εἰς πτω λήγοντα ῥήματα ἀποστρέφονται τὴν ει δίφθογγον. ἰστέον δὲ ὅτι ἀπὸ τοῦ ἴπτω γέγονε τὸ ἰψάμην, ἴψω, ἴψατο, ἐξ οὗ καὶ τὸ, μέγα δ’ ἴψατο λαὸν Ἀχαιῶν. ἢ παρὰ τὸ ἴπτω τὸ φθείρω, ἴπος. φθαρτικὸν δέ ἐστιν ἐργαλεῖον, ἐξ οὗ καὶ τὸ ἰάπτω. καὶ εἰς τὸ ἱππόβοτον

### ι 203

Ἱππόβοτος ἱππότροφος. διάτι ἀναβίβασε τὸν τόνον; γίνεται ἐκ τοῦ βῶ βώσω βωτὸς καὶ ἱππόβωτος. τὰ εἰς ος ὀξύτονα δισύλλαβα ἐν τῇ συνθέσει προπαροξύνεται. οἷον φατὸς ἀρηΐφατος, αἳ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι. βατὸς ἄβατος, ἔνθα μάλιστ’ ἄβατός ἐστι πόλις. χωρὶς εἰ μὴ παρασύνθετα ὦσι· οἷον μετρῶ μετρήσω μετρητὸς, διαμετρητῷ ἐνὶ χώρῳ· τὸ δὲ ἵππος παρὰ τὸ ἴεσθαι τοῖς ποσί. γράφεται δὲ διὰ δύο ππ, πρὸς ἀντιδιαστολὴν τοῦ ἴπος, ὃ σημαίνει τὴν τῶν μυιῶν παγίδα. δασύνεται. τὸ ἰῶτα πρὸ τῶν δύο συμφώνων τῶν αὐτῶν ψιλοῦται, οἷον, ἴλλος ὁ ὀφθαλμὸς, ἰλλὰς σημαίνει δὲ τὸν δεσμόν. σεσημείωται τὸ ἵππος ἐκ τῆς συναλοιφῆς, ἐπέβης’ ἐφ’ ἵππους

### ι 204

Ἱπποδάμοιο ἵππους δαμάζοντας. διάτι προπαροξύνεται; αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαὶ, εἰ μὲν ἀπὸ περισπωμένων γενικῶν ὦσι, προπερισπῶνται, οἷον, καλοῦ καλοῖο, εἰ δὲ ἀπὸ βαρυτόνων προπαροξύνεται. οἷον, Ἀλέξανδρος, Ἀλεξάνδροιο, ἄχραντος, ἀχράντοιο

### ι 205

Ἱπποκορυσταὶ ὄνομα σύνθετον ἐκ τοῦ ἵππος καὶ τοῦ κορυστής· τὸ δὲ κορυστὴς ἐκ τοῦ κορύσσω· τοῦτο ἀπὸ τοῦ κορυθή. ἔστι δὲ ἐπικαμπὲς ῥόπαλον. γίνεται οὖν μετὰ τοῦ ἵππος ἱπποκορυστής. καὶ διάτι οὐκ ἀναβίβασε τὸν τόνον; ἐπειδὴ τὰ εἰς της ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει τοῦ ἁπλοῦ φυλάττουσι τὸν τόνον. οἷον, λῃστὴς ἀρχιλῃστὴς, μισοδανειστὴς, ἐρανιστὴς, ἀρχιερανιστής. χωρὶς τοῦ κριτὴς καὶ ἀληθὴς, καὶ δικαιοκρίτης, φιλαλήθης, ὁ κανὼν, τὰ εἰς της ἀρσενικὰ μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ

### ι 206

Ἵππος παρὰ τὸ ἴεσθαι ἢ πέτεσθαι τοῖς ποσί

### ι 207

Ἱππότα ἱππικὸς, ἡ εὐθεῖα ἱππότης· κατὰ μεταπλασμὸν ἱππότα

### ι 208

Ἵππουριν ἐκ τοῦ ἵππος καὶ τοῦ οὖρα, ἐξ ἱππείας οὐρᾶς. ἡ εὐθεῖα ἵππουρις. διάτι προπαροξύνεται; τὰ εἰς ρις λήγοντα ὑπὲρ δύο συλλαβὰς, διφθόγγῳ τῇ διὰ τοῦ υ ψιλοῦ παραληγομένῃ, ἅπαντα ὀξύνονται. οἷον, μολυρὶς, σημαίνει δὲ τὴν σιτοφαγὸν ἀκρίδα, κινοσουρὶς. σεσημείωται τρία τὸ λάμπαρις σημαίνει δὲ τὴν ἀλώπεκα καὶ τὸ τοίμουρις, σημαίνει δὲ ὄνομα πόλεως, κλίνεται δὲ ἱππούριδος

### ι 209

Ἵππουρις ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον, ἤγουν τὸ προνεῦον τῆς περικεφαλαίας· ἀνάστημα κόσμου ἕνεκα

### ι 210

Ἰπῶ σημαίνει τὸ θλίβω, γέγονε δὲ παρὰ τὸ ἴπος

### ι 211

Ἴρις τὸ τόξον ἢ τῶν θεῶν ἄγγελος, ἢ ἡ τὸν θεὸν ἀγγέλλουσα· ἢ ἀπὸ τοῦ εἴρειν ὃ σημαίνει τὸ λέγειν καὶ προλέγειν. ἢ παρὰ τὸ ῥεῖν καὶ κινεῖν τὸν ὄμβρον

### ι 212

Ἴρις σημαίνει τὸν ἄγγελον· καὶ τὸ τόξον τὸ ἐν τῷ ἀέρι γινόμενον, καὶ ποταμὸν ὡς παρὰ Ἀπολλωνίῳ. καὶ γράφεται διὰ τοῦ ι. ἐπειδὴ τὰ εἰς ρις θηλυκὰ ῥηματικὰ δισύλλαβα, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι. οἷον χαίρω χάρις, εἴρω ἴρις. ὁμοίως καὶ ἔρις ἔριδος. ἔρις δὲ κυρίως ἡ μάχη, ἡ διὰ λόγων γινομένη λέγεται

### ι 213

Ἱρὴ ἱερὰ, μεγάλη, τίμια

### ι 214

Ἱρὸς σημαίνει τὸν ἱερὸν, ἀπὸ τοῦ εἴρω τὸ λέγω. ἢ παρὰ τὸ ἱερὸν ἱρὸς, κατὰ κράσιν τοῦ ι καὶ ε εἰς ι μακρόν

### ι 215

Ἲς σημαίνει τὸ νεῦρον. γίνεται παρὰ τὸ ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω. ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἲς, ὡς θήσω θὶς, καὶ ῥήσω ῥηγμίς· καὶ εἰς τὸ ἀΐδι, καὶ βία, καὶ ἐκτινάξας, καὶ ἶφι, καὶ κινῶ καὶ μαστίζειν, καὶ σινά

### ι 216

Ἴσαν σημαίνει τὸ ἐπορεύοντο. ἔστι δὲ εἶμι τὸ πορεύομαι· καὶ γίνεται ἐκ τοῦ εἶμι βαρύτονον, καὶ τὸ μὲν πληθυντικὸν διὰ τοῦ ι γράφεται, ὡς ἀπὸ τοῦ ἴω διὰ τοῦ ἰῶτα. καὶ ὁ παρατατικὸς ἦν, τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ἰῶτα. ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι, καὶ ἡ παραλήγουσα συστέλλεται διὰ τὴν προς. τὸ τρίτον ἴσαν

### ι 217

Ἴσθι σημαίνει τὸ γίνωσκε, παρὰ τὸ ἴσημι τὸ γινώσκω, ὁ μέλλων ἴσω, τὸ πληθυντικὸν τοῦ ἐνεστῶτος ἴσαμεν, καὶ ἐν συγκοπῇ ἴσμεν, τὸ δεύτερον ἴσατε καὶ ἐν συγκοπῇ ἴσθε, τὸ τρίτον ἴσασι

### ι 218

Ἴσθι σημαίνει τὸ γίνωσκε, παρὰ τὸ ἴσημι τὸ γινώσκω, τὸ προστακτικὸν ἴσθαι, καὶ ἐν συγκοπῇ ἴσθι, τὸ τρίτον ἴσατω καὶ συγκοπῇ ἴστω. ἴστω νῦν τόδε γαῖα

### ι 219

Ἴσθι σημαίνει τὸ ἴσω τὸ γινώσκω, παρὰ τὸ ἴσημι, ὁ μέλλων ἴσω. τὸ πληθυντικὸν ἴσαμεν, ἡ μετοχὴ ἴσας, ἴσαντος, καὶ τὸ προστακτικὸν ἴσαθι, καὶ κατὰ συγκοπὴν ἴσθι

### ι 220

Ἴσθμια ἑορτὴ Ἑλλήνων. λέγονται δὲ καὶ τὰ περιτραχήλια, καὶ τὰ στενὰ τοῦ τραχήλου, παρὰ τὸ εἰσιέναι δι’ αὐτῶν τὴν βρῶσιν

### ι 221

Ἴσθμια σημαίνει τρία, τὴν ἑορτὴν, τὰ περὶ τὸν τράχηλον κόσμια, καὶ αὐτὸν τὸν τράχηλον

### ι 222

Ἴσθμιον ὁ περιτραχήλιος κόσμος, ὡς τῷ ἰσθμῷ περιτιθέμενος, παρὰ τὸ ἰσθμῶ, ἴσθμιον. ἰσθμὸς δὲ ὁ τράχηλος παρὰ τὸ εἰσιέναι δι’ αὐτοῦ τὰ ποτὰ καὶ τὰ βρώματα, ὅθεν καὶ παρίσθμια

### π 7

πορθμὸς διαφέρει, ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχόμενος. πορθμὸς δὲ στενὸς θαλάσσης πόρος ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος

### ι 223

Ἰσημοιρία ἐκ τοῦ ἶσος καὶ τοῦ μοῖρα

### ι 224

Ἶσις παρὰ τὸ ἶσον, ἡ αὐτὴ γάρ ἐστι τῇ γῇ, ἤ ἐστι σφαιροειδής

### ι 225

Ἰσοπάλη ἶσα ἐν κλήρῳ, πάλος δὲ ὁ κλῆρος

### ι 226

Ἰσοσθενὲς ἐκ τοῦ ἶσος καὶ τοῦ σθένος γίνεται ἰσοσθενές. τοῦτο ἐκ τοῦ ἰσοσθενὴς ἀρσενικοῦ

### ι 227

Ἶσις ὄνομα δαίμονος, διὰ τοῦ ι γράφεται. τιμᾶται οὖν παρὰ τοῖς Αἰγυπτίοις. οἱ μὲν λέγουσιν, ὅτι αὕτη ἔστι τῇ γῇ, ἐπειδὴ παρὰ τὸ ἶσον ἔστι· καὶ ἡ γῆ σφαιροει δὴς γάρ ἐστιν. ἕτεροι δὲ λέγουσιν, ὅτι αὔτη ἐστιν ἡ Ἰώ· καὶ διὰ τοῦτο διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ τὸ ἴεσθαί ἐστι· πολλὰ γὰρ ἐπλανήθη ἡ Ἰὼ, μεταβληθεῖσα εἰς βοῦν

### ι 228

Ἰσίδωρος παρὰ τὸ ἶσος καὶ τὸ δῶρον, τὸ τῆς Ἴσιδος δῶρον

### ι 229

Ἶσος διὰ τοῦ ι. εὑρίσκεται συνεσταλμένη ἡ ἄρχουσα. καὶ ἔστιν εἰπεῖν ὅτι παρὰ τῷ ποιητῇ ἀεὶ ἐκτείνεται· οἷον, ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ, καὶ πάλιν, ἶσος Ἄρηϊ. παρὰ δὲ τοῖς ἄλλοις ἐποποιοῖς εὑρίσκεται συνεσταλμένον τὸ ι, ὡς παρὰ Καλλιμάχῳ. ἤλασε Κιμμερίῳ ψαμάθῳ ἶσον. παρὰ δὲ τραγικοῖς ἐν συστολῇ τοῦ ι, οἷον, παρὰ κρηπίδος, πολεμίοισιν ἀρτήθεις. ἰστέον δὲ ὅτι παρὰ τοῖς κωμικοῖς σπανίως εὑρίσκεται ἐκτεινόμενον τὸ ἰῶτα

### ι 230

Ἶσος γέγονε παρὰ τὸ εἴδω τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω, ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα, συστολῇ τοῦ ε, ἶσος

### ι 231

Ἰσόῤῥοπον πόθεν ποιεῖς; παρὰ τὸ ἶσον καὶ τὸ ῥέπω τὸ ὁρμῶ, γίνεται ἰσόρεπον, καὶ τροπῇ τοῦ ε εἰς ο ἰσόῤῥοπον

### ι 232

Ἰσοβαρὲς ἀκλινές. γίνεται παρὰ τὸ ῥέπω. ἶσος, ὁ ὅμοιος, τὸ ι κατὰ μὲν τὸν ποιητὴν μακρόν. κατὰ δὲ τοὺς πεζολόγους βραχυκατάληκτον· κατὰ ἰαμβικοὺς ἐπαμφοτερίζει. ἴσως δὲ ὁ ποιητὴς Δωρικῶς ἐκτείνει τὰ δίχρονα, ὡς τὸ ὕδωρ καὶ ἰλύς. κεῖσθαι ὑπ’ ἰλύος· καὶ Ἀρες Ἄρες

### ι 233

Ἰσόψυχος ἐκ τοῦ ἲς καὶ τοῦ ψυχή

### ι 234

Ἰσραὴλ ἔστιν ἲς ἰνὸς, καὶ σημαίνει τὴν δύναμιν, καὶ ὁρῶ τὸ βλέπω, καὶ ἢλ λέγεται παρ’ Ἑβραίοις ὁ θεός. Ἰσραὴλ δὲ ὁ μετὰ δυνάμεως βλέπων τὸν θεόν. Ἰσραὴλ δὲ ὁρῶν τὸν θεὸν, ἢ ἀνὴρ ὁρῶν θεόν

### ι 235

Ἶσος παρὰ τὸ ἴημι τὸ πορεύομαι, ὁ μέλλων ἴσω καὶ ἐξ αὐτοῦ ἶσος, ὁ τοὺς λοιποὺς ἀκολουθῶν. ἢ ἶσος διὰ τοῦ ἰῶτα, ὤφειλε διὰ διφθόγγου, παρὰ γὰρ τὸ εἴδω, τὸ σημαῖνον τὸ ὁμοιῶ, ὁ ὅμοιος ἑτέρῳ τινὶ· πολλὰ γάρ εἰσιν ὀνόματα

### ι 236

Ἴστε ἐπίστασθε, γινώσκετε, οἴδατε, ἐκ τοῦ ἴσατε καὶ κατὰ συγκοπὴν ἴστε

### ι 237

Ἵστη ἔστι ῥῆμα ἵστημι, καὶ ὁ παρατατικὸς ἵστην, ἵστης, ἵστη. καὶ ὤφειλε δὲ τὸ προστακτικὸν ἵσταθι, ὡς ἐκ τῆς μετοχῆς του πρώτου προσώπου τῶν πληθυντικῶν, ἀλλ’ οἱ Αἰολεῖς μιμοῦνται τὰ εἰς ω, καὶ ποιοῦσιν ἐξ αὐτοῦ ἢ ἐκ τοῦ παρωχημένου, ἢ ἀπὸ τοῦ ἱστῶ, τὸ προστακτικὸν ἵστα καὶ ἵστη, ἱστὰς καὶ ἵστησι τρίτου προσώπου

### ι 238

Ἰστέον δὲ γνωστέον, τοῦτο εἰς ἀρχὴν λόγου λέγεται

### ι 239

Ἱστία τὰ ἅρμενα, παρὰ τὸ ἵζω ῥῆμα, οὗ ὁ μέλλων ἵσω· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἱστὸς, καὶ ἱστία, καὶ ἱστίον

### ι 240

Ἱστὸς τὸ κατάρτιον τῆς νεὼς, καὶ ἱστὸς τὸ ἱστάριον

### ι 241

Ἱστοριογράφος συγγραφεὺς καὶ ζωγράφος διαφέρει. καὶ ἀμφότεροι πεζῷ χρῶνται λόγῳ. ἱστοριογράφος μὲν γάρ ἐστι, ὁ τὰ πρὸ αὐτοῦ συγγραφόμενος, ὡς Ἡρόδοτος. συγγραφεὺς δὲ, ὁ τὰ ἀφ’ ἑαυτοῦ, ὡς Θουκυδίδης. ζωγράφος δὲ ὁ ζώων εἰκόνας γράφων

### ι 242

Ἰσχάδες παρὰ τὸ ἴσχω τὸ ξηραίνω ἰσχνῶ, ἰσχνάδες καὶ ἰσχάδες

### ι 243

Ἰσχανόων σημαίνει τὸ ἐπιθυμῶ, καὶ γράφεται διὰ τοῦ ι. ὥσπερ ἀπὸ τοῦ φῶ φαίνω καὶ παμφαίνω, οὕτω καὶ ἀπὸ τοῦ ἴσχω ἰσχάνω· καὶ ἰσχανόων

### ι 244

Ἰσχάνω σημαίνει τὸ ἐπιθυμῶ. καὶ γὰρ τὸ ε πολλάκις ἐν τοῖς ῥήμασιν, ἐπιφερομένων δύο συμφώνων τρέπεται εἰς ἰῶτα. ὡς τὸ τέκω τίκτω, οὕτω καὶ ἔχω ἴσχω. καὶ ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω καὶ παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ ἀπὸ τοῦ ἴσχω γίνεται ἰσχάνω καὶ ἐκεῖθεν ὁ μέλλων ἰσχανῶ. ἀποβληθέντος τοῦ ς καὶ ἐκταθέντος τοῦ ἰῶτα ἰσχάνω. καὶ ὥσπερ ἀπὸ τοῦ εἴρω, ὁ μέλλων γίνεται ἐρῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα, ἐξ οὗ καὶ ἐρῶ ὁ ἐνεστὼς, καὶ εἴρηκα παρακείμενος, τὸν αὐτὸν τρόπον καὶ ἰσχανῶ ὁ μέλλων, ἅμα τῇ ἀποβολῇ τοῦ ς μετάγεται εἰς ἐνεστῶτα

### ι 245

Ἰσχίον τὸ ὄπισθεν μέρος τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον, εἰς ὃ ἐγκεῖται τὸ ἱερὸν ὀστοῦν· τὸ κοῖλον ὅπου ἡ κοτύλη στρέφεται· ἢ τὸ ὑπὲρ ἄνω τῶν μηρῶν κοιλὸν ὀστοῦν· εἰς ὃ ἐμμένει τὸ ἄκρον τοῦ μηροῦ, ὅπερ καὶ γλοῦτος καλεῖται, καὶ κοτύλη, παρὰ τὸ τὴν κοιλότητα· κοτύλαι δὲ αἱ τῆς ἰσχίας κοιλότητες εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται

### ι 246

Ἰσχὺς παρὰ τὸ ἔχω, τὸ κρατῶ, πλεονασμῷ τοῦ ς ἔσχω· ἢ παρὰ τὸ ἰσχύω, ἰσχύσω, ἰσχύς

### ι 247

Ἰσχὰς ἀπὸ τῆς ἰσχύος· ἐπειδὴ μετὰ τὸ τὴν κρεωδοσίαν δοθῆναι τοῖς Ἀθηναίοις, ἐχρῶντο ταῖς ἰσχάσι

### ι 248

Ἰσχὰς ἔστι τὸ κατισχώμενον σῦκον. ἔστι δὲ καὶ βαρεῖα τροφή. ἢ ὅτι ἕως τούτου προβαίνει ὁ καρπός. πρῶτον γάρ ἐστιν ὄλυνθος, εἶτα φῆλιξ, εἶτα σῦκον, καὶ λοιπὸν ἔσχατον ἰσχάς. ἡ ἴσχειν ποιοῦσα τὴν αὔξησιν, φθινόπωρον γάρ ἐστιν

### ι 249

Ἰσχνὸν θαλπεινὸν, ἢ σαπρόν. καὶ εἰ μὲν σημαίνει τὸ θαλπεινὸν γίνεται παρὰ τὸ ἰαίνω τὸ εὐφραίνομαι. εἴδε τὸ σαπρὸν παρὰ τὸ ἵημι τὸ πέμπω

### ι 250

Ἰσχνὸς παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν τὸν πόδα· καὶ παρὰ τὸ ἀνέχεσθαι τῆς γῆς

### ι 251

Ἰσοστάσιον ἶσον τῶν βαθμῶν

### ι 252

Ἰσχυρίζεται ἐνίσταται, φιλονεικὼς διαβεβαιοῦται

### ι 253

Ἰσχυρὸς ὁ ἴσχειν καὶ ἀντέχειν δυνάμενος. τὸ σχυ ψιλὸν διάτι; τὰ διὰ τοῦ υρος ὀνόματα ἀρσενικὰ, ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ γράφεται

### ι 254

Ἴσχω εἰς τὸ αἴσχιστος, καὶ ἰσχνὸς, καὶ ἰχὼρ, καὶ μίμνω

### ι 255

Ἴσχω πόθεν γίνεται; ἐκ τοῦ ἔχω. καὶ διάτι οὐκ ἐτράπη εἰς τὴν ει δίφθογγον, ἀλλ’ εἰς ἰῶτα; ἐπειδὴ τὸ ε, ἡνίκα πλεονάσει σύμφωνον, τρέπεται εἰς ἰῶτα. οἷον, ἔχω ἴσχω, μένω μίμνω, πέκω πίκνω

### ι 256

Ἰσχὺς παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ ἀντέχω καὶ δύναμαι. ἢ παρὰ τὸ ἰσχύω τὸ κρατῶ, ἐξ οὗ καὶ διϊσχυρίζω, τὸ διὰ λόγου κρατῶ καὶ πείθω

### ι 257

Ἰσχνότης ὀλιγοσαρκία, φθίνει τὸ σῶμα ὀλιγαρκεῖ

### ι 258

Ἰταλιῶται διαφέρουσιν. Ἰταλοὶ μὲν γάρ εἰσιν, οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες· Ἰταλιῶται δὲ, ὅσοι τῶν Ἑλλήνων ὤκησαν μετ’ αὐτῶν. τὸ αὐτὸ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιώτων

### ι 259

Ἰτέα φυτὸν, διὰ τοῦ ι παρὰ τὸ ἰέναι. καὶ γὰρ ταχέως αὔξεται, τὸ δὲ ἰέναι διὰ τοῦ ι, ἐπειδὴ παρὰ τὸ ἵημί ἐστιν, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα

### ι 260

Ἰτέον πορευτέον. ἔστι δὲ ἐπίῤῥημα ποιότητος· ἐκ τοῦ εἶμι ῥήματος, ὁ β ἀόριστος ἦν, ἡ μετοχὴ εἲς ἔντος, καὶ τὸ προστακτικὸν ἔθι, καὶ τροπῇ τοῦ ε εἰς ι ἴθι, καὶ ἐξ αὐτοῦ ἰθέον, καὶ τροπῇ τοῦ θ εἰς τ ἰτέον. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς πτώσεως

### ι 261

Ἴτριον ἀπὸ τοῦ ἰέναι, ἐπεὶ γὰρ ἕλκεται

### ι 262

Ἰτέος παρὰ τὸ ἰτὴς, ὃ σημαίνει τὸν πορευτὸν, ὁρμητικὸν γὰρ τὸ φυτόν

### ι 263

Ἴτυς ἡ περιφέρεια τοῦ ἅρματος, τοῦ τρόχου ἡ ἀψίς

### ι 264

Ἴτων ὄνομα κύριον, διὰ τοῦ ι γράφεται

### ι 265

Ἴτης σημαίνει τὸν πλούσιον, καὶ τὸν πένητα

### ι 266

Ἴυγγι φωνῇ, βοῇ, καὶ ἰΰζει τὴν βοὴν καὶ κραυγὴν ποιεῖ. λέγεται δὲ καὶ ΐυγξ σύριγξ μονοκάλαμος καὶ ὄρνεον ἐπαγωγὸν φίλτρων, καλούμενον σεισοπύγης. σημαίνει δὲ καὶ ᾠδήν· καὶ ἰϋγμὸς φωνὴ καὶ συριγμός. καὶ Ὅμηρος· οἱ δ’ ϊύζοντες ἕποντο, τουτ’ἔστι συρίζοντες· ἔστι δὲ πεποιημένη ἡ λέξις

### ι 267

Ἴφθιμος ὁ ἰσχυρός. ὁ μὲν Ἡρωδιανὸς σύνθετον αὐτὸ λέγει. οἱ δὲ λοιποὶ διϊσχυρίζονται λέγειν ἁπλοῦν αὐτὸ εἶναι, ὥσπερ παρὰ τὸ πρωῒ πρώϊμος, καὶ ἀΐθιμος ἄνθιμος, ὄψε ὄψιμος, οὕτω καὶ παρὰ τὸ ἴφι ἴφιμος, καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος. τὸ ι πρὸ τῶν δύο συμφώνων κατ’ ἀρχὴν συστέλλεται. χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, διὰ τὸ ἰδνώθεις, ἴδρις, ἱστάς. πρόσκειται εἰ μὴ ἐν κλίσει ῥήματος διὰ τὸ ἱππεύω, καὶ ἵστημι, ἵστην. τὰ δὲ παρὰ τὸ ἴφι εἴτε παρηγμένα, εἴτε συντεθειμένα ἅπαντα ἐκτείνονται. οἷον ἰφιγενὴς, ἰφιγένειον, Ἰφικλῆς Ἴφικλον

### ι 268

Ἴφθιμος διὰ τοῦ ἰῶτα. ὥσπερ ἀπὸ τοῦ ἄνθος ἄνθιμος, καὶ κύδος κύδιμος, οὕτω καὶ ἀπὸ τοῦ ἶφος ἴφιμος καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος, καὶ ὁ χρόνος ὑπερεβιβάσθη. καὶ ἡ μὲν ἄρχουσα θέσει μακρά ἐστι, ἡ δὲ παραλήγουσα φύσει. τινὲς δὲ λέγουσιν, ὅτι σύνθετός ἐστιν, παρὰ τὸ ἴφι καὶ τοῦ θυμὸς, ἰφίθυμος καὶ κατὰ συγκοπὴν ἴφθιμος. εἰ γὰρ ἦν σύνθετον, ὤφειλεν εἶναι κοινὸν τῷ γένει, χωρὶς εἰ μὴ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ. οἷον ὁ πάνσοφος καὶ ἡ πάνσοφος, ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ὁ ἄοικος καὶ ἡ ἄοικος. πρόσκειται εἰ μὴ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ, διὰ τὸ ἐναντίος ἐναντία, ἐναλίγκιος, ἐναλίγκια, καὶ ἐναντίβιος ἐναντίβια, ταῦτα γὰρ οὐκ εἰσὶ κοινὰ τῷ γένει. ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, οὐ πλέον σημαίνουσι τοῦ ἁπλοῦ. τὸ γὰρ ἐναντίος ἐναντία καὶ ἐναλίγκιος ἐναλίγκια, καὶ ἀντίβιος ἀντίβια, τὸ αὐτὸ σημαίνουσι

### ι 269

Ἰφιγένεια ἀπὸ τοῦ ἴφι καὶ τοῦ γένος· ἐκ γὰρ ἡρώων κατάγεται

### ι 270

Ἰφιγένεια Εὐφορίων αὐτὴν ἐτυμολογεῖ, ἀγνοῶν αὐτὴν Ἀγαμέμνονος, ὡς οἴεται δὲ αὐτὴν Ἑλένης καὶ Θησέως ὑποβλῆθιν δοθῆναι Κλυταιμνήστραν οὕνεκα δ’ ἡμῖν ἶφι βιασαμένη Ἑλένη ὑπεγείνατο Θήσει· ἐξ Ἑλένης καὶ Θησέως

### ι 271

Ἴφικλος ὁ ἥρως, ἰφίκολός τις ὢν, ἱστορεῖται γὰρ ταχύτατος. καὶ οἱ παῖδες αὐτοῦ Πρωτεσίλαος καὶ Ποδάρκης

### ι 272

Ἴφια μῆλα· τὰ ἀσθενῆ πρόβατα

### ι 273

Ἰφίκλης ὄνομα κύριον, διὰ τοῦ ι γράφεται, παρὰ τὸ ἴφι γάρ ἐστι. πάντα δὲ τὰ παρὰ τὸ ἶφι διὰ τοῦ ι γράφεται. οἷον ἰφικράτης, ἔστι δὲ εἶδος ὑποδήματος, Ἰφιάνασσα, Ἰφιμέδουσα, Ἰφιγένεια, Ἰφίκλης. ἡ τῷ λόγῳ τῶν Βιθυνίων

### ι 274

Ἰσχανᾷν οἷον ἰσχανόων φιλότητος. σημαίνει δὲ τὸ ἐπιθυμῶν. παρὰ τὸ λίαν ἔχεσθαι γέγονεν ἰσχαλῶ, καὶ τροπῇ ἰσχανῶ. ἢ τὸ ε ἡνίκα πλεονάσει σύμφωνον. καὶ ὥσπερ παρὰ τὸ φῶ γίνεται φαίνω καὶ παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ παρὰ τὸ ἴσχω ἰσχάνω, καὶ ὁ μέλλων ἰσχανῶ. καὶ ὥσπερ τὸ γινώσκω ἅμα τῇ ἀποβολῇ τοῦ ν ἐξετάθη τὸ δίχρονον, καὶ μετῆλθεν ἡ θέσει μακρὰ εἰς φύσει μακρὰν, οὕτω ἀπὸ τοῦ ἰσχανῶ μέλλοντος γίνεται ἰσχανῶ, ἀποβληθέντος τοῦ ς καὶ ἐκταθέντος τοῦ ι. καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται ἰσχανῶ ἐνεστὼς, ὡς παρὰ τὸ εἴρω, ἐρῶ γίνεται ἐν τῷ μέλλοντι, ἐξ οὗ ὁ εἴρηκα παρακείμενος

### ι 275

Ἶφι σημαίνει τὸ ἰσχυρῶς. ὥσπερ ἀπὸ τοῦ νόστος γίνεται νοστόφι, καὶ κατὰ συγκοπὴν νόσφι, οὕτω καὶ ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἰνόφι, καὶ κατὰ συγκοπὴν ἶφι. ἐπὶ δὲ τοῦ ἶφι κατ’ ἀντίφρασίν ἐστι· σημαίνει τὰ ἀσθενῆ καὶ τὰ ἰσχυρά. τὸ δὲ ἲς παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἔσω, ῥηματικὸν ὄνομα ἲς, οἱονεὶ ἡ ὑπάρχουσα ἐν τινί. τὸ δὲ ἔω σημαίνει ζ. ἔω τὸ ὑπάρχω, ἐξ οὗ καὶ ἐῢς ὁ ἀγαθὸς, ὁ γὰρ ἀγαθὸς βέβαιος· ἔω τὸ περιπατῶ, ἐξ οὗ καὶ ὁδός· ἕω τὸ καθέζομαι, ἐξ οὗ τὸ ἥσω, παρ’ αὐτὸν ἰοῦσα· ἕω τὸ ἐνδύομαι, ἐξ οὗ καὶ τὸ, ἐπιείμενε· ἔω τὸ τελειῶ, ἐξ οὗ καὶ τό, ἐξ ἔρον ἔντο· ἔω τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἥδω τὸ εὐφραίνομαι, ἔω τὸ κορεννύω· ἐξ οὗ καὶ τὸ, ἐπεί χ’ ἑῶμεν πολέμοιο

### ι 276

Ἰχθὺς παρὰ τὸ ἰθύειν πλεονασμῷ τοῦ χ. ἢ διὰ τὸ ἴεσθαι ἀπὸ τῆς χλόης, ἤγουν φέρεσθαι ἀπὸ τοῦ βάθους

### ι 277

Ἰχθὺς ἱερὸς ὁ ἐν τῷ ὑγρῷ θυόμενος

### ι 278

Ἰχὼρ ἔλκος, σημαίνει τὸ σεσηπὸς αἷμα, παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ λεπτύνω, γίνεται παράγωγον ῥῆμα ἰσχανῶ, καὶ ἐξ αὐτοῦ ἰσχὼρ, τὸ λεπτύνον τὸ σῶμα ἐν τῷ καταστάζειν· καὶ ἀποβολῇ τοῦ ς ἰχώρ

### ι 279

Ἰχὼρ ὑγρασία τὶς διεφθαρμένη σαρκός. γέγονε δὲ τὸ ἰχὼρ οὕτως, ἔχω, ἴσχω καὶ ἰχὼρ, κατ’ ἐκβολὴν τοῦ ς, φύσει μακρὸν γινόμενον, τῆς θέσει μακρᾶς ἀναχωρησάσης. ἰχὼρ δὲ τὸ σεσηπὸς αἷμα, παρὰ γὰρ τὸ ἴσχω ἔστιν οἱονεὶ τὸ ἐσχευμένον

### ι 280

Ἴσχανον καὶ ἰσχάνω, ἐπεθύμουν, παρὰ τὸ ἔχεσθαι λίαν, οἱονεὶ χαλᾷν τὴν γῆν

### ι 281

Ἰσχάνει ἐπιθυμεῖ, μετῆκται ἀπὸ τῶν θηρίων καὶ μετὰ τὸ κεχηνέναι ἰεμένων

### ι 282

Ἴχνος ὁδὸς, πόρος, βῆμα, ποῦς

### ι 283

Ἴχνος παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα· ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς. οὕτως Ὠρίων

### ι 284

Ἰχνίον ἴχνος, πάτημα· παρὰ τὸ ἵξω, ἷκμαι, ἰχνίον, ὡς παίζω παιγνίον· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα, ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ, οἷον, τυρὸς τυρίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βραχείας οὐκ ἔτι· φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος νάκιον, οὕτως ἴχνος ἰχνίον

### ι 285

Ἰχῶ ἀπὸ ἰχῶ χειρὸς, ὂν ὡς βραχὺ τὰ δὲ ἴχνια ὡς σύμφωνα ὑγρῷ συνεζεύγμενα ποιεῖ τὰ πρὸ αὐτοῦ, ὀμόργνυ ἔστι. ἡ εὐθεῖα ἰχὼρ, ἡ γενικὴ ἰχῶρος, ἡ αἰτιατικὴ ἰχῶρα καὶ κατ’ ἀποκοπὴν ἰχῶ, ὡς Ποσειδῶνα Ποσειδῶ

### ι 286

Ἰεντῶος ὄνομα πόλεως, παρὰ τὸ ἐντὸς ἔχειν τὸν ἰόν

### ι 287

Ἰωγὴ ἡ σκέπη βορέου, ὑπιογὴ, ἀπὸ τοῦ ἰέναι. τὸ γὰρ σκέπον ἐπὶ πᾶν ὃ σκέπει ἴεται, καὶ ὑπιωγαὶ δὲ, αἱ ὑπαγωγαὶ καὶ σκέπαι

### ι 288

Ἲψ σημαίνει τὸν σκώληκα, καὶ γίνεται παρὰ τὸ ἴπτω, ὃ σημαίνει τὸ βλάπτω. ἶπες δέ εἰσιν οἱ σκώληκες, οἱ ἐσθίοντες τὰ κρέατα· σῆτες δὲ οἱ ἐσθίοντες τὰ ἱμάτια· θρίπες δὲ οἱ ἐσθίοντες τὰ ξύλα· ἴκες δὲ οἱ ἐσθίοντες τὰς ἀμπέλους. κλίνονται οὕτως· ἲψ ἰπὸς καὶ ἴπες, θρίψ θριπὸς καὶ θρίπες, ἲξ ἰκὸς καὶ ἴκες, σὴψ σηπὸς καὶ σῆπες

### ι 289

Ἰωὴ ἡ φωνὴ, παρὰ τὸ ἴω ἰωὴ, ἡ διϊκνουμένη εἰς τὰς ἀκοὰς, οὕτως Ἡρωδιανὸς, παρὰ τὸ ἰέναι καὶ περιήχησίν τινα ποιεῖν

### ι 290

Ἰώμενος παρὰ τὸ ἰῶ δευτέρας συζυγίας τῶν περισπωμένων

### ι 291

Ἰὼν πορευόμενος, ἀορίστου δευτέρου μετοχῆς. τὸ θέμα ἴω, ὁ δεύτερος ἀόριστος ἴον, ἡ μετοχὴ ἰών. ἢ ἔστιν ἔω τὸ πορεύομαι, καὶ πλεονασμῷ τοῦ ι εἴω ὡσαύτως τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ β ἀόριστος ἴον, ἡ μετοχὴ ἰών. τοῦτο δὲ ἕνεκεν ἴων βαρυτόνου πέμπων

### ι 292

Ἰωή σημαίνει τὴν πνοήν. παρὰ τὸ ἴημι ἰὴ, καὶ πλεονασμῷ τοῦ ω ἰωὴ, καὶ ἡ φωνὴ, παρὰ τὸ ἴω γίνεται ἰωὴ, ἡ διϊκνουμένη εἰς ἀκοήν

### ι 293

Ἰωκὴ ἡ δίωξις, παρὰ τὸ διώκω διωκὴ καὶ ἀποβολῇ τοῦ δ ἰωκή. οὕτως Ὠρίων. σημαίνει δὲ καὶ τὴν δίωξιν καὶ ἀπειλήν

### ι 294

Ἰῶτα ἰστέον ὅτι τὸ ἰῶτα καὶ ἰάσων τινὲς ἐν συλλήψει λέγουσιν εἶναι. ἔστι δὲ ἀνατρέψαι αὐτοὺς, ἐπειδὴ τὰ ὑποταττόμενα τινὶ συλλήψει, ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει θέλουσι προηγεῖσθαι, οἷον, πρῶτος ἕρπω, κλέος, ἕλκω. εἰ ἆρα οὖν τὸ ἰῶτα ὑποτέτακται τὸ ω κατὰ σύλληψιν. οἷον, τῷ κοχλίᾳ τῷ καλῷ, δηλονότι ἀντιπροηγησάμενον αὐτῷ ἐν τῷ ἰῶτα, καὶ ἰάρδανος καὶ ἰὰς, κατὰ διάστασιν αὐτοῦ, ἀντιπροηγήσαντο. δεῖ δὲ γινώσκειν, ὅτι τὸ ι καὶ τὸ υ τότε δὲ περιστίζειν, ἡνίκα προηγεῖσθαι αὐτῶν φωνῆεν προτακτικὸν, καὶ κατὰ διάστασιν, οἷον, ἀΰω, πάϊς, Δημοσθένεϊ, ὁ ϊωάννης. τοῦτο δὲ γίνεται, ἵνα μὴ νομισθῇ εἶναι δίφθογγος. ὅτε δὲ οὐ προηγεῖται προτακτικὸν φωνῆεν, οὐ δεῖ περιστίζειν αὐτὸ, οἷον, ἰαχὴ, ὕλη. τὸ ι παράγωγόν ἐστι, μονόγραμμα γάρ ἐστιν, ἀλλὰ κατὰ παραγωγὴν ἰῶτα γράφεται

### ι 295

Ἰστοδόκη τὴν ὑποδεχομένην, τὸν ἰστὸν θήκην

### ι 296

Ἴωνες τινὲς τοὺς τὴν Ἀσίαν οἰκοῦντες, ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος ὀνομασμένοι. καὶ Ἴωνες οἱ Ἀττικοὶ, ἤτοι Ἀθηναῖοι, ἀπὸ Ἴωνος τοῦ Ξούθου

### ι 297

Ἰωάννης ἰὼν ἄνωθεν, ἢ χάρις θεοῦ, ἢ ὑπήκοος κυρίῳ

### ι 298

Ἰωνᾶς τὸ ω διάτι; πᾶν ὄνομα, Ἑλληνικόν τε καὶ βάρ βαρον ἀπὸ τῆς ιω συλλαβῆς ἀρχόμενον, τὴν πρώτην συλλαβὴν διὰ τοῦ ι ἔχει, τὴν δὲ μετὰ ταύτης διὰ τοῦ ω. πλὴν τοῦ Ἰορδάνης καὶ Ἰόππη, καὶ Ἰοκάστη, καὶ Ἰόλαος. τοῦ Ἰωνᾶ ὁ κανὼν, τὰ εἰς ας περισπώμενα, ἀποβολῇ τοῦ ς κλίνεται

### ι 299

Ἰσχανόωσι σημαίνει τὸ κατέχουσι καὶ κωλύουσι· τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν· ἀπὸ τοῦ ἔχω τὸ κρατῶ πλεονασμῷ τοῦ ς ἔσχω. τὸ γὰρ ε πλεόναζον τὰ ἀμφότερα τρέπεται εἰς ἰῶτα· καὶ παράγωγον ἰσχάνω

### ι 300

Ἰσχία ὅτι ἴσχει τοὺς καθημένους. σημαίνει τὸ ὑπὸ τὸ ὀστέον εἰς ὃ ἔγκειται τὸ ἱερὸν, ὅπερ καὶ γλοῦτος καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα

### ι 301

Ἵσταο ὥσπερ παρὰ τὸ ἐφάμην ἐφάσο, γίνεται ἔφαο, καὶ κατ’ ἔνδειαν τοῦ ς, οἷον ἐπίφαο, καὶ μάρναο ἀντὶ τοῦ μάρνασο καὶ ἔσσυο ἀντὶ τοῦ ἔσσυτο, οὕτω καὶ ἵσταο, ἵστασο· περὶ παθῶν

### ι 302

Ἵστη ποικίλον ἔστιν. οἱ μὲν λέγουσιν, ὅτι ὅταν ἀποκοπὴ γίνεται τῶν εἰς θι προστακτικῶν, ἐπαύξησις ἀκολουθεῖ, ἵσταθι καὶ ἀποβολῇ ἵστα, καὶ ἐκτάσει ἵστη. μέγεθος δ’ ὃς ἵστη. τὸ δὲ μείζονα δεῖ κρατῆρα Μενοιτίου υἱὲ καθίστα, ἀντὶ τοῦ εὐτρέπιζεν. ἐὰν μὲν βραχὺ ἀποκοπή ἐστιν· ἐὰν δὲ κατ’ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ ἱστᾶς, ὡς βοῶ βοᾶς· οὕτω Φίλων καὶ Τρύφων. λέγομεν δὲ ἡμεῖς, ὅτι οὐ μόνον ἐπὶ τῶν εἰς ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς μι, τὰ τρίτα πρόσωπα τῶν παρατατικῶν δεύτερα πρόσωπα τῶν προστακτικῶν γίνεται, οἷον, νόει, φίλει, βόα. οὕτως οὖν καὶ οἱ Ἀττικοὶ, ἐὰν μὴ χρήσωνται τῇ θι καταλήξει, χρῶνται τοῖς τρίτοις προσώποις τῶν παρατατικῶν ἐν προστακτικοῖς. οἷον ἐτίθην, ἐτίθης, ἐτίθη, τίθη. ἐπίμπλην, ἐπίμπλης, ἐπίμπλη, πίμπλη· καὶ τοὺς κοφίνους ἅπαντας ἐπίμπλη πτερῶν. οὕτως ἵστη· ἵστη δὲ μέγα κῦμα ποτιῤῥοόν. ὅτι τὰ τοιαῦτα καὶ Δωρικά εἰσιν. οἱ γὰρ Δωριεῖς λέγουσι πίμπλη καὶ κόα· καὶ γὰρ τὸ ὅρα, ὅρη λέγουσιν. οὕτω πίμπλα πίμπλη. Ἡρωδιανὸς περὶ παθῶν

### ι 303

Ἱμονία σημαίνει τὸ δέρμα, εἰς ὃ ἀντλοῦσι τὸ ὕδωρ· παρὰ τὸ ἱμὰς, ἱμάντος γέγονε. τὸ δὲ ἱμὰς διὰ τοῦ ι γράφεται, ἐπειδὴ συστέλλεται τὸ ἰῶτα, ὡς παρὰ τῷ ποιητῇ καὶ τὸ ἀνιμῶμαι διὰ τοῦ ι γράφεται, παρὰ τὸ ἱμὰς γὰρ ἱμάντος γέγονεν, οἷον, ἱμὰς, ἱμῶ, ἀνιμῶ. οἱ γὰρ ἀρχαῖοι, διὰ τὸ μὴ κλᾶσθαι ταχὺ τὰ ἀγγεῖα, ἐκ δερμάτων αὐτὰ, ἤγουν ἀσκοῦ κατεσκεύαζον. ἱμῶ οὖν καὶ ἀνιμῶ τὸ ἄνω ἀναλέγομαι· καὶ πάλιν· ἱμάντα θοῶς ἀπέλυσε κορώνῃ, ἱμάντα λέγει τὸ ἐπιζύγωμα τῆς θύρας, ὅπερ ἔστι σανίδιον ἄνωθεν ἐφηλουμεταῖς θύραις· Ἀθηναῖοι τοῦτο καλοῦσιν ἐπιζύγωμα. κορώνη δὲ τὸ λεγόμενον ἐν τῇ συνηθείᾳ κοράκιον

### ι 304

Ἰερὸν ἰχθὺν τινὲς δὲ παρὰ τὸ διαίνω διαιρὸς, καὶ ἱερὸν, τὸν ἀεὶ ἐν ὕδασι βρεχόμενον, κατὰ ἀποβολὴν, οἷον, ἐνθ’ ἤτοι μὲν ἐγὼ διερῷ ποδί. οἱ δὲ παρὰ τὸ δίω τὸ διώκω διερὸς καὶ ἱερός, ὁ ταχὺς, διωκτικὸς γὰρ· οὕτως Ἡρωδιανὸς περὶ παθῶν. ὁ δὲ Ὠρίων, ἱερὸν ἰχθὺν τὸν μέγαν, ὥσπερ καὶ ἱερὸν ὀστοῦν· τὸ δὲ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί

### ι 305

Ἱερὸν τέλος τὸ μέγα τάγμα λέγουσιν οἱ γλωσσογράφοι, ὡς ἱερὸν ἰχθὺν τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος τὸ θεῖον τάγμα, ἱερὸν δὲ ἰχθὺν τὸν ἀνετὸν, ὡς ἱερὸν βοῦν, ἀπὸ τοῦ ἵεσθαι

### ι 306

Ἰκτὴρ ἐκ τοῦ ἰῶ, ἴημι, ἰκτὴρ, ὁ ἰώμενος

### ι 307

Ἰθύνω παρὰ τὸ ἰθύς. ἰθύνω σημαίνει τὸ ὁδηγῶ, αὐτὴ δ’ αὖτ’ ἴθυνε

### ι 308

Ἰθὺς ἀντὶ τοῦ ἐπ’ εὐθείας ὥρμησαν. ἀπὸ τοῦ ἰθὺς ἰθύω

### ι 309

Ἰθείας ἐπ’ εὐθείας, ὀρθῶς· ἀπὸ τοῦ ἰθὺς ἰθεῖα

### ι 310

Ἰθὺς παρὰ τὸ ἰέναι γέγονεν ἰθύς. γράφεται διὰ τοῦ ι τῷ λόγῳ τοῦ Βιθυνία· καὶ γὰρ ἔχει τὸ υ ἐπιφερόμενον. σημαίνει δὲ τὸ ἐπ’ εὐθείας

### ι 311

Ἱκάνω τὸ ἱκετεύω, ἡμεῖς δ’ ἱκάνομεν τὰ σὰ γούνατα. σημαίνει καὶ τὸ παραγίνομαι καὶ καταλαμβάνω· ἢ μέγα πένθος Ἀχαιΐδα

### ι 312

Ἴκαρος παρὰ τὸ ἵκεσθαι πρὸς τὸν ἀγῶνα

### ι 313

Ἱματίδιον ὥσπερ ἀπὸ τοῦ ὀψάριον γίνεται ὀψαρίδιον, οὕτω καὶ ἀπὸ τοῦ ἱμάτιον γίνεται ἱματίδιον, διὰ τοῦ ἰῶτα

### ι 314

Ἰλίων σημαίνει τὸν σύγγαμβρον, παρὰ τὸ ἴλιον, ὃ σημαίνει τὸ δῶρον, γέγονε· καὶ γὰρ οἱ σύγγαμβροι μετέχουσι τῶν δώρων τοῦ νυμφίου. γράφεται δὲ καὶ διὰ τοῦ ι, καὶ κατὰ τὴν ἄρχουσαν, καὶ κατὰ τὴν παραλήγουσαν· καὶ κατὰ μὲν τὴν ἄρχουσαν τῷ λόγῳ τοῦ Βιθυνία, καὶ γὰρ ἔχει τὸ ι, καὶ κατὰ τὴν δευτέραν συλλαβήν· κατὰ δὲ τὴν παραλήγουσαν τῷ λόγῳ τοῦ Ἀμφίων

### ι 315

Ἰλλάδες σχοινία, ἀπὸ τοῦ εἱλῆσθαι, ἐξ ἱμάντα ἰλλασία οὐκ ἐθέλοντα

### ι 316

Ἰνδάλλω ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω γίνεται ἀγάλλω, ἴω τὸ πέμπω ἰάλλω, οὕτω καὶ παρὰ τὸ εἴδω τὸ ὁμοιῶ γίνεται εἰδάλλω· ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ν ἰνδάλλω, ἐξ οὗ καὶ ἴνδαλμα

### ι 317

Ἲς τὸ δὲ ἲς, διὰ τοῦ ἰῶτα, ὃ σημαίνει τὴν δύναμιν, ὡς δικατάληκτον. τὸ δὲ ἲς οὐ σημαίνει μόνον τὴν δύναμιν, ἀλλ’ ἔστι καὶ ὄνομα ποταμοῦ, ὡς φησὶν Ἡρόδοτος, καὶ Γύλαξ ὁ ἱστορικός

### ι 318

Ἰνίον ὥσπερ παρὰ τὸ σφὴξ σφηκὸς γίνεται σφηκίον, σημαίνει δὲ τὸν μικρὸν σφῆκα, οὕτω καὶ παρὰ τὸ ἲς ἰνὸς γίνεται ἰνίον. σημαίνει τὸ νεῦρον, τὸ ὂν ὀπίσω τοῦ τραχήλου· τὰ γὰρ ἡνία διὰ τοῦ η γράφεται, παρὰ τὸ ἀνύω γίνεται γὰρ ἀνίον καὶ ἠνίον. διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύομεν τὴν ὁδὸν· τὸ δὲ ἶς γέγονε παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἲς, ὡς ῥήσσω ῥηγμίς. καὶ γὰρ ἶνες τὸ εἶναι καὶ συστᾶναι παρέχουσι τῷ σώματι· ἢ παρὰ τὸ ἰέναι ἡμῖν

### ι 319

Ἴουλος τὸ πολύπουν ζῶον, ἀπὸ τοῦ ἰέναι, καὶ τῆς λειότητος τῆς πορείας. ἢ παρὰ τὸ οὐλῶς καὶ κυκνῶς εἱλῆσθαι. ὅθεν ἀπὸ μεταφορᾶς καὶ αἱ πολύκοποι νῆες, ἰουλόπεζοι ἀπ’ αὐτοῦ κέκληνται, ὡς παρὰ Λυκόφρονι. ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις. Τέλος τοῦ Ι στοιχείου. ΑΡΧΗ ΤΟΥ Κ ΣΤΟΙΧΕΙΟΥ

### κ 3

Κάβειροι ὀνόματα θεῶν· καὶ τὰ ὀνόματα αὐτῶν τρία τὸν ἀριθμόν· Ἀξιέρος, Ἀξιόκερσα, Ἀξιόκερσος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ. Ἀξιόκερσα ἡ Περσεφόνη. Ἀξιόκερσος μὲν οὖν δὲ ὁ Ἅιδης. Κάβειροι δὲ δοκοῦσιν προσηγορεῦσθαι ἀπὸ Καβείρων ὀρέων Φρυγίας, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. οἱ δὲ δύο εἶναι τοὺς Καβείρους. πρεσβύτερον μὲν Δία, νεώτερον δὲ Διόνυσον

### κ 4

Καμβάλλης κάμβαλος λέγεται ὁ καταβάλλων, οἷον, ἀπ’ ἄλλης κάμπης ἐσθίων

### κ 5

Κάβιροι ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡσαύτως δὲ Φιλόξενος. καὶ Ἡρωδιανὸς λέγει, τὴν παραδ δίφθογγον ἔχειν. καὶ ἴσως συνέδρασε τὸ μάγειρος, αἴγειρος, πέπειρος, ὄνειρος. Κάβιροι δέ εἰσι δαίμονες περὶ τὴν Ῥέαν οἰκήσαντες τὴν Σαμοθράκην, ὧντινων οἱ μεμυημένοι τὰ μυστήρια ἐν καιρῷ ἀνάγκης εἰσακούονται. ὡς δηλοῖ Ἀριστοφάνης ἐν εἰρήνῃ λέγων· ἀλλ’ εἴ τις ὑμῶν ἐν Σαμοθράκῃ τυγχάνει μεμυημένος, νῦν εὔξαιο καλλον ᾖ

### κ 6

Κάγκανα τὰ ξηρὰ ξύλα, καὶ εἰς καῦσιν ἐπιτήδεια, οἱονεὶ κατακαλά τινα ὄντα· παρὰ τὸ καίνειν τὸ κόπτειν, συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ κάγκανα. ἢ ὥσπερ ἀπὸ τοῦ τέκω γίνεται τέκανον, καὶ κατὰ συγκοπὴν τέκνον, οὕτω καὶ παρὰ τὸ καίω ῥῆμα, γίνεται κάνον, καὶ κατ’ ἀναδιπλασιασμὸν, καὶ πλεονασμῷ τοῦ γ κάγκανον. οἷον, ἔνθεν ἔπειθεν, οἱ μὲν ξύλα τῆ δε λεχαίην

### κ 7

Καγχαλᾷν χαίρειν· ὡς παρὰ τὸ χῶ γίνεται κατὰ παραγωγὴν χαίρω, οὕτω καὶ παρὰ τὸ χῶ χλῶ καὶ καὶ καγχαλῶ, διὰ τὸ ἐν χαλάσμασι εἶναι τὴν ψυχὴν χαίρουσαν· ἔστι δὲ ὅτε καὶ τὸ ἐν τῇ λύπῃ συστέλλεσθαι σημαίνει τὴν λέξιν

### κ 8

Κάδος σκεῦος τὶ, παρὰ τὸ χαδῶ τὸ δηλοῦν τὸ χωρῶ, ὁ μέλλων χαδήσω, ἀφ’ οὗ τὸ καχεδήσω κατὰ ἀναρίον· ὁ χάδος καὶ κάδος, καὶ τὸ χωρητικὸν ἀγγεῖον· κάδος μέτρον, ἡμικάδιον ἡμίμετρον

### κ 9

Κάδης σημαίνει τὸν ἁγιασμὸν παρὰ τῷ Δαβίδ. καὶ σύσσεικεν κύριος τὴν ἔρημον κάδης. κάδης ἑρμηνεύεται ἡ ἁγία παρὰ τῷ ἁγίῳ βασιλεῖ· Κάδης ὄνομα τόπου

### κ 10

Κάδμος λέγεται ὁ Ἑρμῆς παρὰ τοῖς Τυρσινίοις. διὰ τοῦ ι γράφεται

### κ 11

Κάζω εἰς τὸ κάσσια καὶ Κάστορα, καὶ κόσμος, καὶ σκαῖος

### κ 12

Καθεὶς ἐκ τοῦ ἵημι τὸ πέμπω, ὁ β ἀόριστος ἦν· ἡ μετοχὴ εἲς ἔντος, καὶ μετὰ τῆς κατὰ προθέσεως καθείς

### κ 13

Καθεῖλες ἐκ τοῦ εἴλω καὶ τῆς κατὰ προθέσεως καταεῖλες καὶ καθεῖλες

### κ 14

Κάθεκτον εἰς τὸ δυσκάθεκτον

### κ 15

Καθέζει με ἐπὶ μὲν τοῦ ἐνεστῶτος ψιλοῦται· ἐπὶ δὲ τοῦ μέλλοντος δασύνεται

### κ 16

Καθήλωσον κράτησον, ἔστιν ἵημι τὸ πέμπω, ὁ μέλλων ἥσω ἧλος, ἡλῶ, ἡλώσω, καὶ μετὰ τῆς κατὰ προθέσεως καθηλῶ, καθηλώσω

### κ 17

Καθ’ ἡμέραν δύο μέρη λόγου εἰσὶν ἐν μίᾳ λέξει

### κ 18

Καθεὶς χαλασθεὶς, σημαίνει καὶ καθ’ ἕνα ἕκαστον ἐὰν περισπᾶται

### κ 19

Κάθῃ ἰστέον ὅτι τὸ κάθῃ καὶ τὸ μέμνῃ καὶ τὸ δύνῃ παράλογά εἰσι. τὸ μὲν γὰρ κάθη καὶ τὸ δύνη ἐνεστῶτος παθητικοῦ εἰσι, τῶν εἰς μι. ὁ δὲ ἐνεστὼς παθητικὸς τῶν εἰς μι, τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου εἰς ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον, τίθεται, τίθεσαι, ἵσταται, ἵστασαι. οὕτως οὖν καὶ ἀπὸ τοῦ κάθημαι κάθησαι, καὶ ἀπὸ τοῦ δύναμαι δύσασαι. παράλογον ἄρα τὸ κάθη καὶ τὸ δύνη. τὸ δὲ μέμνη παθητικός ἐστι παρακείμενος· πᾶς δὲ παθητικὸς παρακείμενος τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου εἰς ς ποιεῖ τὸ δεύτερον. οἷον, πεποίηται πεποίησαι, νενόηται νενόησαι· οὕτως οὖν καὶ μέμνηται μέμνησαι· παράλογον ἄρα καὶ τὸ μέμνη. ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· ἔστι μέμνημαι, τὸ δεύτερον μέμνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς Ἰωνικῶς γίνεται μέμνηαι, καὶ κατὰ συστολὴν μέμνεαι καὶ κατὰ κράσιν τῶν φωνηέντων μέμνῃ· καί ἐστι τὸ ι ἀνεκφώνητον, διὰ τὸ μέγεθος τοῦ η καὶ πάλιν· ἔστι δύναμαι. δύνασαι, δύναται, καὶ κατὰ συστολὴν δύνεαι, καὶ κατὰ κράσιν δύνῃ. καὶ πάλιν τὸ κάθημαι, ἀπὸ τοῦ ἕω, ὃ σημαίνει τὸ κάθημαι, γίνεται παράγωγον τῶν εἰς μι, ἕημι, ὁ παθητικὸς ἐνεστὼς ἔεμαι, καὶ κατὰ κράσιν τῶν δύο εε εἰς η ἦμαι, καὶ ἐν συνθέσει κάθημαι, τὸ δεύτερον κάθησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς κάθηαι, καὶ κατὰ συστολὴν κάθεαι, καὶ κατὰ κράσιν τοῦ ε καὶ α εἰς η κάθῃ· οὕτως ὁ Χοιροβοσκός

### κ 20

Καθῆσθε ἀπὸ τοῦ ἕω, τοῦ σημαίνοντος τὸ καθέζομαι, τὸ παραγωγὸν ἕημι, ἕης, ἕησι, τὸ δυϊκὸν ἕετον, τὸ παθητικὸν ἕεμαι, καὶ κράσει ἧμαι, ὁ παρατατικὸς ἥμην, τὸ πληθυντικὸν ἥμεθα, τὸ δεύτερον ἧσθε καὶ καθῆσθε

### κ 21

Καθῆσθαι ῥῆμα ἐγκλίσεως ἀπαρεμφάτου. σημαίνει δὲ τὸ καθέζεσθαι. τὸ θέμα ἕημι τὸ καθέζομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ἧσαι, ἧσται, καὶ τὸ ἀπαρέμφατον ἧσθαι. καὶ μετὰ τῆς κατὰ προθέσεως καθῆσθαι. διάτι προπερισπᾶται; πᾶν εἰς θαι λῆγον ἀπαρέμφατον

### κ 22

Κάθοδος εἰς τὸ ἐπάνοδος

### κ 23

Καθειργνὺς ἀπὸ τοῦ εἴργω, τὸ κωλύω, εἰργνύω, καὶ εἰργνὺς, καὶ καθειργνύς

### κ 24

Καθίστησι καθιστᾶ, χειροτονεῖ, προχειρίζεται

### κ 25

Καὶ σύνδεσμος συμπλεκτικὸς, ἰσοδυναμῶν τῷ τε· διαφέρει δὲ αὐτοῦ κατὰ τάξιν, ὁ μὲν γὰρ τὰ ὄπισθεν συμπλέκει, ὁ δὲ τὰ ἐπιφερόμενα, οἷον, ἀρκεσίλαός τε καὶ λέων. πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται, πλὴν τοῦ ἤτοι, οὗτος δὲ βαρύνεται, ἐπειδὴ σύνθετόν ἐστιν, συντίθεται γὰρ ἐκ τοῦ ἢ διαζευτικοῦ, καὶ τοῦ τοι παραπληρωματικοῦ

### κ 26

Καὶ σύνδεσμος συμπλεκτικὸς, συνδεῖ γὰρ τὰ ὀνόματα· πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα· τὸ κοινὸν τῆς ἐνεργείας παρίστησι

### κ 27

Καθ’ ἡμῶν δεῖ γινώσκειν, ὅτι δασέος φωνήεντος ἐπιφερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς ἀντίστοιχον τοῦ δασὺ, οἷον, κατὰ ἡμῶν, καθ’ ἡμῶν, ἐπὶ ἡμᾶς, ἐφ’ ἡμᾶς. ψιλουμένου δὲ φωνήεντος ἐπιφερομένου οὐ τρέπεται τὸ δασὺ σύμφωνον εἰς ψιλὸν, οἷον, ἀμφὶ ἀγαθὸν, ἀμφ’ ἀγαθόν· τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ δασέα ἐπικρατέστερά εἰσι, καὶ ἰσχυρότερα τῶν ψιλῶν

### κ 28

Καθῆστο ἕω, ὁ μέλλων ἕσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ὁ ὑπερσυντελικὸς ἥσμην, ἧσο, ἧστο, καὶ ἐν συνθέσει καθῆστο. ἢ ἀπὸ τοῦ ἕημι, ὁ μέλλων ἥσω. οὐκ ἀνεδόθη ὁ τόνος· ἐπειδὴ κανών ἐστιν ὁ λέγων· ὅτι πᾶς παρωχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος, καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, χωρὶς τοῦ οἶδα, σύνοιδα Αἰολικῶς, καὶ τοῦ εἶξα ὑπόειξα, καὶ τοῦ εἶκον ὑπόεικον· ἔστωσαν δὲ κανονίσματα ταῦτα· εἶχον κατεῖχον, εὗρον ἐφεῦρον, ᾦγε ἀνῷγε. πρόσκειται πᾶς παρωχημένος ὁριστικὸς, διὰ τὸ εἰπὲ ἔξειπε. εὗρε ἔφευρε, ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ὅτι οὐκ εἰσὶν ὁριστικὰ ἀλλὰ προστακτικά· οὕτως οὖν καὶ τὸ ἦς ὁριστικὸν ὂν οὐκ ἀνεβίβασε τὸν τόνον ἐν τῇ συνθέσει. οἷον ἐν τῷ καθῆστο. πρόσκειται ἀπὸ φωνήεντος ἀρχόμενος, διὰ τὸ κεῖτο κατέκειτο, χεῦε κατέχευεν ὁμίχλην. ταῦτα γὰρ ἀνεβίβασε τὸν τόνον, ἀλλ’ οὐκ ἔρχεται ἀπὸ φωνήεντος, ἀλλ’ ἀπὸ συμφώνου. πρόσκειται ἀπὸ φύσει μακρᾶς, διὰ τὸ ἵζε ἔφιζε, οἷον, Νέστωρ δ’ αὐτὸς ἔφιζε· τοῦτο δὲ τὸ ἵζε κοινῶς μὲν φύσει μακρὸν ἔχει τὸ ι, ἐξ οὗ τὸ ἐφῖζε προπερισπᾶται. Ἀττικῶς δὲ καὶ ποιητικῶς συστέλλουσιν αὐτό· τουτ’ἔστι θέσει μακρὸν αὐτὸ ἔχουσιν· ἐξ οὗ τὸ ἔφιζε προπαροξύτονον

### κ 29

Καινεὺς ὁ ἥρως διὰ τὸ καινὸν τοῦ γένους

### κ 30

Καινὸς ὁ νέος· οἶμαι ὅτι κραινός τις ὢν, κατ’ ἔλλειψιν τοῦ ρ καινὸς, οἱονεὶ ὁ ἤδη ἐπιθελεσθείς

### κ 31

Καίριον τὸ ἐπικίνδυνον· οἶμαι ἀπὸ τοῦ Κὴρ, ὂ σημαίνει τὴν θανατηφόρον Μοῖραν, γίνεται καρὸς καὶ καίριον, ἤγουν τὸ θανάσιμον καὶ ἐπικίνδυνον

### κ 32

Καιρὸς κάρη λέγεται ἡ ὥρα, ὅθεν καὶ ἀκαριαῖος· ἐκ τοῦ κάρη καρὸς καὶ καιρός

### κ 33

Καιροσέων οἱ μὲν τῶν κροσσοτῶν, οἱ δὲ ἀπὸ τῶν κερωμάτων, οὕτω δὲ καλεῖται καιρὸς καὶ κερωμα, ἡ περιπλοκὴ τοῦ στήμονος, ἡ διαπλεκομένη ὑπὲρ τοῦ μὴ συγχεῖσθαι αὐτόν. καὶ τὰς ἐρίθους Καλλίμαχος εἶπε, καὶ τὸ δειλίων ὕφασμα ὑδάτινον

### κ 34

Καί σφεας ἰστέον, ὅτι τὸ καί σφιν οὐκ ἔστιν ἀπὸ τοῦ σφίσιν βαρυτόνου, ἀλλ’ ἀπὸ τοῦ σφὶν ἐγένετο καί σφιν. καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ γέγονε καί σφισι. καὶ πάλιν τὸ καί σφεας, οὐκ ἔστιν ἀπὸ τοῦ σφέας βαρυτόνου, ἀλλ’ ἀπὸ τοῦ σφᾶς γέγονε καί σφας, καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος καί σφεας· καὶ πάλιν, τὸ, ἐπεὶ οὐ ἕθεν ἔστι χερείων, οὐκ ἔστιν ἀπὸ τοῦ ἕθεν, ἀλλ’ ἀπὸ τοῦ οὗ, τρίτου προσώπου, τοῦ σημαίνοντος τοῦ αὐτοῦ, γέγονεν, οὖεν, τουτ’ἔστιν οὐδαμῶς, καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ γέγονεν οὐ ἕθεν

### κ 35

Καικίας ἄνεμος, ὅτι κυνὸς δίκην ὑλάκτων πνεῖ· ἀπὸ τῆς μέσης ἀνατολης

### κ 36

Καινίζω παρὰ τὸ καινὸν, τὸ νεωστὶ κατεσκευασμένον

### κ 37

Καινοτομία ἔστι πράγμα, παρὰ τοὺς τῆς φύσεως ὄρους καὶ νόμους παρηλλαγμένον

### κ 38

Καινίσας παρὰ τὸ καινίζω καινίσω, τοῦτο παρὰ τὸ καινός· τοῦτο παρὰ τὸ καίνειν, ὃ σημαίνει τὸ καινουργεῖν· τὸ δὲ καινὸν γέγονεν οὕτως, παρὰ τὸ ἀεὶ ὢν, καὶ ἀποβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ α ι εἰς τὴν αι δίφθογγον αἰὼν, καὶ πλεονασμῷ τῶν συμφώνων καινὸν, καὶ καινίσας. καὶ εἰς τὸ καινούμενος

### κ 39

Καίριον εὔστοχον, μέτριον, εὔκαιρον, σημαίνει δὲ καὶ ἐπικίνδυνον. καὶ Ὅμηρος οὐκ ἐν καιρῷ ὀξὺ πάγη βέ λος, ἀντὶ τοῦ ἐν ἐπικινδύνῳ· παρὰ τὴν Κῆρα, ὃ σημαίνει τὴν θανατηφόραν Μοῖραν· σημαίνει δὲ τὸ ἐπιτήδειον τῷ καιρῷ. καίριον μὲν οὐδὲν, ὅτι οὖν λέγω, ἀντὶ τοῦ οὐδὲν ἐπιτήδειον τῷ καιρῷ. τὸ ρι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος ὀξυτόνων διὰ τοῦ ιον γινόμενα οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται, οἷον, βωμὸς, βώμιος· καὶ ἐπιβώμιον αἷμα ξαινομένου ταῖς μάστιξι. καιρὸς καίριος καὶ καίριον· σημαίνει δὲ τὸ μέγα καὶ ἐπωφελὲς πρᾶγμα

### κ 40

Κάκη τὴν κάκην, ἐπὶ τῆς κακίας τάττει, περὶ τοῦ μετὰ κακίας τὸ ζῆν περιποιοῦμεν· διὰ τὸ ῥίπτειν τὰ ὅπλα

### κ 41

Κακάβη σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον, παρὰ τὸ κάπτω ῥῆμα τὸ δηλοῦν τὸ κοιλαίνω, ἀφ’ οὗ ῥηματικὸν ὄνομα κάβη, καὶ κατ’ ἀναδιπλασιασμὸν τοῦ κ κακάβη· ἀναλογώτερον δὲ θέλουσι λέγειν ἡ κάκαβος θηλυκῶς. τὸ γὰρ ἀρσενικὸν πάντως ἀδόκιμον, οὕτως Ὠρίων

### κ 42

Κακκείοντες εἴρηται εἰς τὸ κώδιον, καὶ εἰς τὸ κιχάνω

### κ 43

Κάκιθος σημαίνει τὸν κακιζόμενον, παρὰ τὸ κακίζω κάκιτος, καὶ ἐκεῖθεν κάκιθος, ὁ καθεζόμενος. καὶ γράφεται διὰ τοῦ ἰῶτα

### κ 44

Κακὸς ἐπὶ τοῦ δειλοῦ· παρὰ τὸ χάζω χάζομαι γίνεται χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων. ἐπὶ δὲ τοῦ ἄλλου καταχρηστικῶς, ἐκεῖ γὰρ πάντες ὑποχωροῦσι

### κ 45

Κάκτανε ἡ κατὰ συγκοπτομένη, ἐὰν ἐπάγηται τὰ δύο σύμφωνα παντελῶς ἀποβάλλεται τὸ τ κατάκτανε κάκτανε, κατάσχεθε κάσχεθε, εἰ μέντοι τῶν δύο συμφώνων τὸ ἕτερον ἀμετάβολον εἴη πάλιν τὸ τ τηρεῖται τῷ ἰδίῳ ἔθει τρεπόμενον, οἷον, καταδραθέτην καδδραθέτην, κατὰ τ’ ἥματα καττἥματα· κασσἥματα δὲ λέγεται παρὰ Αἰολεῦσι

### κ 46

Κακόχαρτος ἀμφίβολον. ἤτοι γὰρ ἡ ἐπὶ κακοῖς χαίρουσα· ἢ ἐφ’ ᾗ οἱ κακοὶ χαίρουσι. Ἡσίοδος ἐν ἔργοις καὶ ἡμέραις ὦ Πέρση σὺ δὲ ταῦτα τεῷ ἐνικάττεο θυμῷ, μηδέ ς’ ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι, νείκε’ ἐπιπτεύοντ’ ἀγορῆς ἐπακουὸν ἔοντα. σχόλιον· κακὴ φιλονεικία μή σε κωλύση ἀπὸ ἔργου, εἰς τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκράσεις ῥητόρων· καί φησι παρακατίων, ὅτι ὁ μὴ ἔχων πλοῦτον φησὶ ἐν τῷ οἴκῳ αὐτοῦ, ὀφείλει ποτὲ μὲν ἐργάζεσθαι, ποτὲ δὲ ἀκροᾷσθαι. κάμνε φησὶ καὶ τότε φιλονείκει, τοῦτο εἶπεν, ἵνα κατὰ μέρος ἐπάρει αὐτῷ τὸ φιλονεικεῖν, ἐπὶ τὸ ἐργάζεσθαι

### κ 47

Καλαμάριον ὅτι κάλαμον αἴρει

### κ 48

Καλαῦροψ καλαύροπα, βουκολικὴ ῥάβδος, μακροτέρα οὖσα τῇ κεφαλῇ, ἀπὸ τοῦ καταῤῥέπειν

### κ 49

Καλάμη τὸ γῆρας, τὸ λείψανον ὥσπερ τοῦ σώματος κατὰ μεταφορὰν· καὶ γὰρ τὸν εὐγενῆ πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης δυνάμεθα νοῆσαι. ἔστι δὲ καλάμη ἡ ὑποστάθμη ὑπολειπομένου σίτου

### κ 50

Κακόσχημος ὁ χρόνος διατιθέμενος ἐπὶ τὸ χεῖρον. ἢ σκώπτων, ἢ σινόμενος

### κ 51

Καιριώτερον σημαίνει τὸ ἀναγκαιότερον, ἐκ τοῦ καίριος, τοῦτο ἐκ τοῦ Κὴρ, ὃ σημαίνει τὴν θανατηφόρον Μοῖραν, κλίνεται κηρὸς καὶ συστολῇ καρός. τίω δέ μιν ἐν καρὸς αἴσῃ· κατὰ παραγωγὴν κάριος, καὶ πλεονασμῷ του ι καίριος, ὁ ἐπικινδυνότατος

### κ 52

Καιρὸς χρόνου διαφέρει καιρὸς μὲν γάρ ἐστι μέτρον χρόνου, οἷον· μεμετρημένων ἡμέρων σύστημα. χρόνος δὲ πολλοῦ καιροῦ περιοχὴ καὶ σύλληψις

### κ 53

Καιρὸς παρὰ τὸ καρὸς, ἐξ οὗ καὶ ἀκαριαῖος· ἐκ τούτου καρὸς καιρὸς κατὰ πλεονασμὸν τοῦ ἰῶτα

### κ 54

Καί τις ἀνὴρ σκέτρις · ἡ τῆς χειρὸς ἢ τοῦ ποδὸς ἀσκέτρας φαμεν

### κ 55

Καισάρειος ὁ ἀπὸ Καισαρείας· τὸ δὲ κύριον ι καί ἐστιν ἐκ τοῦ Καίσαρ

### κ 56

Καινὸς πρὸς διάφορον σημαινόμενον, διάφορον καὶ γραφήν· ἐπὶ μὲν γὰρ τοῦ νέου διὰ τῆς αι διφθόγγου. ἐπὶ δὲ τοῦ κούφου καὶ τοῦ ματαίου ψιλὸν τὸ κε

### κ 57

Καίω ὁ μέλλων καύσω, ἔκαυσα, ἐκλείψει τοῦ ς καὶ ἀποβολῇ τοῦ υ καὶ τροπῇ τοῦ α εἰς η, ἔκηα. ἢ παρὰ τὸ καίω ὁ μέσος παρακείμενος κέκηα, καὶ ἀποβολῇ τοῦ πρώτου κ ἔκηα

### κ 58

Καινοτάφια τινά εἰσιν εἱλισσόμενα ὡς ἐν τύπῳ νεκροῦ

### κ 59

Κακοσσόμενος ἐκ τοῦ ὄπτω τὸ βλέπω, Αἰολικῶς ὄσσω, ὥσπερ βλέπω καὶ λέσω καὶ λεύσω, πλεονασμῷ τοῦ υ. ἐκεῖνοι γὰρ τρέπουσι τὰ δύο ττ σύμφωνα εἰς δύο σς

### κ 60

Κακὸς παρὰ τὸ χάζω τὸ ὑποχωρῶ, τὸν γὰρ κακὸν τρέπεσθαι χρή. σημαίνει δὲ τρία, τὸν δειλὸν, τὸν εὐτελῇ, καὶ τὸν πονηρόν

### κ 61

Κακία παρὰ τὸ κακὸς, ὡς σοφὸς σοφία· ἢ παρὰ τὸ κεκρατηκέναι

### κ 62

Κακοδαίμων ὁ θεῷ ἐπαχθεὶς, καὶ τὴν ψυχὴν ἔχων ἐμπαθῆ

### κ 63

Καλινδοῦμαι κυλίω, καὶ τροπῇ τοῦ υ εἰς α, Αἰολικῶς, καλίω. οἱ γὰρ Αἰολεῖς τὸ υ εἰς α, τρέπουσιν, τὰς σάρκας σύρκας λέγουσιν, ἐπεὶ οὖν τρέπουσι τὸ α εἰς υ, δῆλον ἔστι καὶ τὸ υ εἰς α τρέπουσι, οὕτως γὰρ καλίω καὶ πλεονασμῷ τῶν συμφώνων καλινδῶ. καὶ εἰς τὸ καλινδοῦτο

### κ 64

Κάλλη τὰ πορφυρὰ ἱμάτια. Εὔπολις, βάπτε τὰ κάλλη, καὶ κέραμος

### κ 65

Κάλαμος καὶ καλάμη, ἀπὸ τοῦ καλάμου αὐτοῦ τοῦ ξύλου· αὐτὸ δὲ ἀπὸ τῆς καύσεως

### κ 66

Κάλαμος διὰ τὸ καλῶς ἁμᾷσθαι

### κ 67

Κάλαθος εἰς ὃν τὰ κάλλη ἀποτίθενται. κυρίως κάλλη τὰ βεβαμμένα ἔρια. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ δεκτικοῦ τῶν ὀπώρων καὶ σταφυλῶν· ἢ γάλαθος, εἰς ὃν τὸ γάλα ἐπετίθουν τυρεύοντες, γάλαθος καὶ κάλαθος

### κ 68

Καλήζω κατὰ διάλεκτον, οἱ Αἰολεῖς τὰ τῆς πρώτης συζυγίας διὰ τοῦ η προσφέρουσιν. οἷον, ἀδικαίω, οἱ Ἴωνες ἀδικήω. οἷον, ὄψαθ’ ἀδικίη, ποθέω ποθήω· οἷον, καὶ ποθήω καὶ μάομαι. οὕτω οὖν καὶ παρὰ μὲν Ἴωσι καλέω, παρὰ δ’ Αἰολεῦσι καλήω, παρὰ δὲ Κυπρίοις καλήζω, τουτ’ἔστι τὸ λέγω. τοῦτο δὲ ἡγοῦνται κατὰ συγκοπὴν γεγονέναι κλήζω. οὐκ ἐστι δέ· εὑρίσκομεν γὰρ αὐτὸ σὺν τῷ ἰῶτα. ἀλλ’ ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, ὡς χρέος χρεΐζω χρηΐζω καὶ χρῄζω. τὸ δὲ κλήδων οὐκ ἔχει τὸ ἰῶτα, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κληΐζω, ἀλλ’ ἀπὸ τοῦ κλῶ, τοῦ σημαίνοντος τὸ καλῶ, γέγονε κλήσω καὶ κλήδων· οὕτως Ἡρωδιανὸς περὶ παθῶν

### κ 69

Καλαύροψ καλαύροπα ἡ βουκολικὴ ῥάβδος, παρὰ τὸ ῥέπειν τὸ καλὸν εἰς τὸ ἓν μέρος, ἐν ᾧ ἐστι τὸ πάθος. καὶ ἡ καλουμένη κονδύλα, καὶ κορύνη, ἡ κατὰ τὸ κάρα νεύουσα. καὶ ῥόπαλον δὲ παρὰ τὸ ῥέπειν εἰς τὸ ἒν μέρος· ἔνθ’ αὐτῷ δαρειδ’ μὲν ἐΰστιππον θέτο φάρος, λεπτὰ λέοντα ῥὰ οἱ τ’ίσε ξεινήϊον, ὤπασε λημνιάδων, ὁ δ’ ἂρ ἔμνην δίστυχα χωπὴν αὐτῆς περόνησι καλαύροπα τετρήχειαν, κάββαλε, τὴν φορέεσκεν ὀριτρεφεὸς ἐσκοτείνοιο, αὐτίκα δ’ ἐγγύθι χῶρον ἐαδότα παραστήνας, ἐρεμνὴν δίπτυχα λώπην πορφύραν ἢ με λάνην χλαμύδα· κοτίνοιο δὲ τὴν ἀγριελαῖαν· ἐαδότα ἄρεστόν ἐστιν ὅτ’ ἄργος

### κ 70

Καλία κυρίως ἡ ἐκ κάλων ὅ ἐστι ξύλων κατασκευαζομένη οἰκία, μήπω εὑρεθέντων λίθων εἰς ἐργασίαν. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν διὰ λίθων οἰκιῶν Ἡσίοδος, μήδ’ ἀναβάλλεσθαι ἐς τ’ αὔριον, ἐς τ’ ἔννηφιν, οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλίην

### κ 71

Καλλιέρημα τὸ μὲν ῥῆμα καλλιερῶ, τὸ δὲ ὄνομα καλλιέρημα. καλλιέρημα δέ ἐστιν ἕκαστον ὃ τῷ θεῷ προσάγωσι φίλον θυμάτων· καὶ Χριστιανοὶ μὲν τότε καλλιεροῦσιν, ὅταν ἑαυτοὺς τῷ θεῷ προσάγωσι πνεῦμα καὶ καρδίαν συντετριμμένην· Ἕλληνες δὲ τότε καλλιερεῖν νομίζουσιν, ὅταν δαίμονι φίλον τὸ θῦμα τῶν φαινομένων ἀπατηλῶν ὀφθείη σημείων

### κ 72

Κάλλος ὡραιότητος διαφέρει. ζήτει αὐτὸν εἰς τὸν ψαλμὸν τὸν λέγοντα, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου

### κ 73

Κάλλος παρὰ τὸ κάζω τὸ κοσμῶ, ἢ παρὰ τὸ θάλλω κάλλος, διὰ τὸ πρὸς αὐτὸ καλεῖν

### κ 74

Καλύβη ἡ καλύπτουσα καὶ σκέπουσα τὸν ἔνοικον. σημαίνει δὲ τὴν ξύλινον καὶ χόρτινον οἰκίαν· γίνεται δὲ ἀπὸ τῶν κάλων τῶν ξύλων

### κ 75

Καλόπους ὁ ξύλινος ποῦς· κάλον τὸ ξύλον

### κ 76

Κάλως τὸ σχοινίον, πόθεν γίνεται; παρὰ τὸ χαλῶ χάλως καὶ κάλως

### κ 77

Καλαμᾶται ῥηγολογεῖ, ἐπανατρυγᾶ, ἢ τὰ ἀπόρισμα συλλέγει

### κ 78

Κάλυξ τὸ κεκαλυμμένον ῥόδον

### κ 79

Καλωπάρηος παρὰ τὸ καλὰς παρείας ἔχειν, γίνεται καλωπάρηος, ὁ καλὰς παρείας ἔχων. τὸ λω μέγα διάτι; τὰ παρὰ τὸ κάλλος συγκείμενα ὀνόματα ἅπαντα διὰ τοῦ ω γράφεται, οἷον, καλλωπισμός· καλωπάρηος, τὸ ρη ἦτα διάτι; ὤφειλεν εἶναι διὰ τῆς ει διφθόγγου, ἀλλὰ ποιητικῶς ἐγένετο τροπῇ τοῦ ει εἰς η

### κ 80

Καλλιπάρηος ἡ καλὰς παρειὰς ἔχουσα, ἐκ τοῦ κάλλος καὶ τοῦ παρεία. τοῦτο παρὰ τὸ ἐπαίρω, τὸ ἀνεσταλμένον μέρος τοῦ σώματος. τὰ δὲ παρὰ τοῦ κάλλος ἐν συνθέσει γινόμενα διὰ τοῦ ἰῶτα γράφεται· τὸ ρη ἦτα διάτι; οἱ Αἰολεῖς τὴν ει δίφθογγον εἰς η τρέπουσιν, οἱ δὲ Δωριεῖς τὸ ε εἰς ἦτα

### κ 81

Κάμηλος ὅτι χάμαι καθημένη αἴρει τὸ φόρτιον, χάμηλος καὶ κάμηλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κάμπτειν τοὺς μηρούς· ἢ παρὰ τὸ κάμνειν μᾶλλον

### κ 82

Κάμηλος χαλάμηλος, ὅτι χαμαὶ καθήμενος γομοῦται καὶ αἴρει τὸ φορτίον. τινὲς κάμειν μῆρος, ἀπὸ τοῦ κάμτειν τοὺς μήρους, κάμηλος κατὰ συγγένειαν πρὸ τοῦ ρ πρὸ τοῦ λ κάμηρός τις ἐστιν, ἀπὸ τοὺς μήρους κάμπτειν, ἐν τῷ καθέζεσθαι, οὕτως Ἡράκλειτος

### κ 83

Κάμνειν ἐπὶ τοῦ πονεῖν καὶ ἐργάζεσθαι. καὶ ἐπὶ τοῦ πονεῖν καὶ ἐπὶ τῶν ἀποθανόντων· προσλαβὼν καὶ τὴν ἀπὸ πρόθεσιν σημαίνει τὸ ἀπείπειν καὶ ἀπαγορεῦσαι καὶ ἀπογνῶναι, οἷον, ἀπέκαμον νουθετῶν, ἀποκάμνω παραινῶν· καὶ εἰς τὸ ἀκμῆτες

### κ 84

Κάμοντας ἀποθανόντας, ἢ κατασκευάσαντας, μετοχὴ δευτέρου ἀορίστου. κάμω, ὁ μέλλων καμῶ, ὁ μέσος παρακείμενος κέκαμα. πρὸ δὲ τοῦ α τὸ σύμφωνον ἔχει τοῦ ἐνεστῶτος. τὸ κάμειν τριχῶς λαμβάνεται, ἐπὶ τῶν ἀποθανόντων, ἐπὶ τῶν κοπτομένων, καὶ ἐπὶ τῶν πολεμίων

### κ 85

Καλλάτις πόλις ἔστι κτισθεῖσα ὑπὸ Ἡρακλειωτῶν. ὠνομάσθη δὲ ἀπὸ τῆς παρακειμένης αὐτῇ λίμνης· οὕτως Ὦρος

### κ 86

Κάλλη τὰ ἄνθη, ἢ τὰ πορφυρὰ ἱμάτια ἢ τὰ βάπτα ἔρια, ἐξ οὗ καὶ κέραμος καλλάϊνος

### κ 87

Καλλιγύναικα εἰς Ἕλλαδα, ἀντὶ τοῦ καλὰς γυναῖκας ἔχουσαν. ἀπὸ τῆς καλλιγύναιξ συνθέτου εὐθείας, ὅθεν ἀποβολῇ τοῦ ξ, τὸ ἁπλοῦν λέγεται ὦ γυναῖ ἐπὶ κλητικῆς, ὥσπερ τὸ ἄναξ, ὦ ἄνα· Ζεῦ, ἄνα, Δωδωναῖε

### κ 88

Κάλλιμος παρὰ τὸ κάλλος κάλλιμος· ἥ δε διὰ τοῦ ιμος παραγωγὴ ἐκ τριῶν γενῶν γίνεται, οἷον, σπόρος σπόριμος, ἀγωγὴ ἀγώγιμος, κῦδος κύδιμος, οὕτω κάλλος κάλλιμος γίνεται· καὶ ἀπὸ ῥήματος προσδοκῶ προσδόκιμος

### κ 89

Καλλιπάρηος ἡ καλὰς παρειὰς ἔχουσα, παρὰ τὸ κάλλος καὶ τὸ παρεῖα γίνεται καλλιπάρηος, κατὰ τροπὴν Βοιωτικὴν τῆς ει διφθόγγου εἰς η. τὸ δὲ παρειὰ διὰ τῆς ει διφθόγγου γράφεται. τὰ γὰρ διὰ τοῦ εια τρισύλλαβα ὀξύτονα, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, φορβειὰ, παρειὰ πλὴν τοῦ καλιὰ καὶ ἱμονιά

### κ 90

Καλοκᾳγαθία ἀπὸ συνθέτου τάξεως ὄνομα γίνεται, οἷον, θεοῖς ἐχθρὸς, θεοεχθρία, οὕτω καλὸς καὶ ἀγαθὸς καλοκαγαθία

### κ 91

Κάλπιν οἷον, τίκτε δέ μιν νύμφη λειμωνιὰς, οὐ δὲ ᾗ ὕβρις ἥνδανεν, ἀλλὰ θέλημος ἐφ’ ὕδατι πατρὸς ἐῆο μητέρι συναίεσκεν ἐπακτὶ πώεα φεβωκίον ου λέγεσθαι Ἀχιλέως δρόμους· ἄλπη καὶ κάλπις. κάλπη μὲν οὖν λέγεται, ἡ ὑδρία παρθενική. Κάλπις δὲ πόλις Βιθυνίας

### κ 92

Κάλυμνος ὁ ἐν Αἰγύπτῳ σῖτος, ἀντὶ τοῦ καλύμνιος. ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετήνεγκε τὸ σπέρμα, νήσους περὶ Καλυδρὰς, ἃς Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδρας, ὡς καλύβας

### κ 93

Καλυψὼ ἡ μὴ ἁπλὴ, καλύπτουσα δέ τι διανοούμενον. διὸ καὶ Ὅμηρος. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψώ

### κ 94

Κάλχας παρὰ τὸ κάλχη. κάλχη δέ ἐστι βοτάνη, ἀφ’ ἧς πορφύρα βάπτεται. Κάλχας δέ ἐστιν ὁ τὰ βάθη τῶν μαντείων ἐρευνῶν· ἢ ὁ τοῖς βασιλεῦσιν τὰ ἐκ θεοῦ φανερῶν

### κ 95

Καλχηδὸν περὶ τὸν ποταμὸν πόλιν κτίζουσι, καὶ ὁμωνύμως αὐτῷ τὴν πόλιν ὠνόμασαν. οὕτως Ὦρος ὁ μαίων

### κ 96

Καλῴδιον σημαίνει τὸ σχοινίον, καὶ διὰ τοῦ ι γράφεται. καὶ ὤφειλεν εἶναι καλίνδιον, ἐπειδὴ ἡ τελευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, οἷον, κάλος κάλου. τότε γὰρ διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ, οἷον, γνώμη, γνώμης, γνωμίδιον, ψυχὴ, ψυχῆς, ψυχίδιον. ἀλλὰ συνεξηκολούθησε τὸ λαγῴδιον, στῴδιον, κῴδιον. σημαίνει δὲ τὸ στῴδιον τὴν στοάν

### κ 97

Καλλωπίζω ἀπὸ τοῦ κάλλος καὶ τοῦ ὢψ, ὁ σημαίνει τὸ πρόσωπον

### κ 98

Κάμαξ ἀρσενικῶς μὲν σημαίνει ὄρυγμα, ἡ τοὺς πασσάλους τοὺς ἐν τῷ τάφρῳ πεπηγμένους πρὸς τὴν τῶν πολεμίων ἐρωήν· θηλυκῶς δὲ τὰς ῥάβδους, ἢ δόνακας παραπεπηγότας ταῖς ἀμπέλοις· ὡς παρ’ Ἡσιώδῳ· σειόμενος φύλλοισι καὶ ἀργυρέοισι κάμαξι. παρὰ τὸ κάμνειν ἐν τῷ βαστάζειν τὴν ἄμπελον, οἱονεὶ κάμναξ τις οὖσα. κατ’ ἀποβολὴν τοῦ ν

### κ 99

Καμελαύκιον ῥηθήσεται εἰς τὸ κασανία

### κ 100

Κάμινος παρὰ τὸ τὴν ὑποκειμένην ὕλην καίειν. ἢ παρὰ τὸ ὑπὸ μνήμην εἶναι

### κ 101

Κάμμορος οἱονεὶ κακόμορος, καὶ κατὰ συγκοπὴν κάμμορος

### κ 102

Καμπανοὶ ὅτι Καμπὸν ἔκτισαν πρὸς τὴν Κάμην τόπον οὕτω λεγόμενον, ὅθεν καὶ Καμπανοὶ ἐκλήθησαν· οὕτως Ὦρος

### κ 103

Κάμπτω ἐκ τοῦ γόνυ γονάπτω κατὰ παραγωγὴν, καὶ ἐν συγκοπῇ γνάπτω, καὶ τροπῇ τοῦ γ εἰς κ, καὶ ἐν ὑπερβιβασμῷ κάμπτω

### κ 104

Καμπὴ · καμπὴ μὲν οὖν ἡ καμπτομένη καὶ κεκαμμένη. καὶ καμπασμένων φαμὲν τόπων, ὡς κλάσιν πεπονθότων χωρίων. λέγεται καὶ ζωδάριον κάμπη ἡ κάμπτουσα παρὰ τὸ ἑαυτὴν κάμπτειν ἐν τῷ ἕρπεσθαι. τὰ γὰρ ζωδάρια τὰ μὲν τελευταῖα μέρη ὑποτείνει· τὰ δὲ πρὸς τῷ τραχήλῳ κάμπτει, καὶ εἴθ’ οὕτω ἐπισύρει τὰ ὀπίσθια, κάμπτουσα ἑαυτήν

### κ 105

Κανδῆλα ὅτι καιομένη δηλοῖ πάντα

### κ 106

Κάνδυλος βρῶμα διὰ γάλακτος καὶ μέλιτος κατασκευαζόμενον, καὶ ἀβυτάκην θροικὸν βρῶμα

### κ 107

Κανθὸς ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ κνηθός τις ὢν, ἀπὸ τοῦ κνήθεσθαι συνεχῶς δακνομένους ὑπὸ τοῦ παρεισρέοντος ὑγροῦ. ἢ κανθὸς ἀπὸ τῆς κνησμονῆς τῆς περὶ αὐτὸν γινομένης

### κ 108

Κάναστρα ἀκρωτήρια τῆς Παλαιστίνης

### κ 109

Καμψάκης ὕδατος στάμνιόν ἐστι, δώδεκα ξέστων τῷ μέτρῳ. τὸ δὲ τῷ ἠλίᾳ ἑτοιμασθὲν τεσσάρων ξέστων

### κ 110

Κανίσκιον κάνεον καὶ κάνειον κατὰ πλεονασμὸν τοῦ ἰῶτα, καὶ ποταίνιον τὸ ξένιον

### κ 111

Κανθήλιος ὁ ὄνος, παρὰ τὸ ἑλεῖν τὰς ἀκάνθας

### κ 112

Κανὼν διάφορα σημαίνει. τὸν εἱρμὸν, τὸν ῥυθμὸν, τὸν ἔντεχνον λόγον, καὶ ἔμμετρον, καὶ τὴν τεκτονικὴν στάθμην, καὶ τὸν τρόπον, καὶ τὸ διδόμενον τέλος, καὶ διάταξιν τῶν ψαλλομένων, καὶ σύστημα τῶν ἱερέων καὶ μοναχῶν, καὶ τὴν ἔκθεσιν τῶν ἐκκλησιαστικῶν κεφαλαίων

### κ 113

Κανόνας ῥάβδους, ἃς ἐκρότουν τὰς ἀσπίδας· τοῦτο γὰρ ἐχρῶντο τοῖς πόρπαξι, οὓς ὄχανα ἐκάλουν. ὕστερον γὰρ ὑπενοήθησαν ὑπὸ Καρῶν. ὡς καὶ Ἀνακρέων, καριοεργέος ὀχώνοιο

### κ 114

Κανοῦν κυρίως τὴν μάχαιραν, οἱονεὶ τὸ καίνειν ἔχων κείμενον, ὅ ἐστι κόπτειν, ἀπὸ τῶν γινομένων ἐν ταῖς θυσίαις σφαγῶν. σημαίνει δὲ καὶ κανίσκιον, παρὰ τὸ χαίνειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχηνέναι

### κ 115

Κάνωβος ἱστορεῖται ὁ Κάνωβος δίσκῳ ἀνηρῆσθαι, ὑπὸ Μενελάου ἐν Αἰγύπτῳ ἐν ὑπομνήματι ἀλέσχης Ἡρακλεῖδος. Νίκανδρος δὲ ἐν θηριακοῖς φησὶν, ὅτι ὑπὸ μοῤῥοϊδὸς ἐπλήγη. οἷον, ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβος θώνιος ἐν ψαμάθοις ἀθροίσατο· οὕτως Ὦρος

### κ 116

Κάπη ἡ φάτνη, παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν, γέγονε κάπτη καὶ κάπη, ἢ παρὰ τὸ κάπος κάπη. κάπος δέ ἐστι τὸ πνεῦμα ἐν τῷ, ἀπὸ δὲ ψυχὴν ἐκάπησεν· ἢ καὶ ὑπὸ τῶν ἀσθμάτων τῶν ἵππων καταπνεόμενον· ἢ παρὰ τὸ ἐκάφθαι κοιλάνθαι

### κ 117

Κάπηλος ὁ μετάβολος καὶ οἰνοπώλης, παρὰ τὸ χέειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον, τινὲς οἴονται ἓν ἄνθ’ ἑνὸς εἶναι, οἷον, ἐκ τοῦ παρὰ Σοφοκλεῖ, πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται, ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος εἰς τὸν πηλόν. ὁ μέντοι οἶνος οὐκ ἔστι πηλός· πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἔγκειται; καὶ γὰρ ἕτερόν ἐστιν οἰνοπῶλος, καὶ ἕτερον κάπηλος. καθόλου γὰρ τοὺς πωλοῦντας τὶ καπήλους ἔλεγον· ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καλεῖ κάπηλα· κάπηλα προσφέρονται τεχνήματα

### κ 118

Κάπηλος ὁ οἰνοπώλης, τὸ πη ἦτα. πηλὸν γὰρ τὸν οἶνον λέγουσι, τὸν πάλλοντα καὶ βλάπτοντα τὰς φρένας. ἄλλως τε, τὰ διὰ τοῦ ελος προπαροξύτονα τῷ η παραλήγεται, οἷον, κάμηλος, ἀσύφηλος, νούφηλος καὶ νούσηλος, κίβδηλος καὶ βέβηλος ὁ ῥερυπωμένος

### κ 119

Κάππα καπυός ἐστιν εὕρεμα, καπάτιον γὰρ τὸ ἔχον τὴν ὄπα, ἤγουν τὴν φωνήν· τὰ γὰρ ψιλὰ ἀπὸ τῆς κατωτάτης τῆς γλώσσης ἔχει τὴν προσφορὰν τῆς φωνῆς, ὅθεν καὶ κῆπος καὶ χῆπος τὶς ὢν, ὁ ἔχων τὴν πησμονὴν διὰ τοῦ ὕδατος τοῖς φυτοῖς

### κ 120

Κάππεσε πᾶσι δὲ παρὰ ποσὶ κάππεσε θυμὸς, τὰς ψυχὰς φησὶν, ἐταπεινώθησαν ἅπαντες, λειποψυχήσαντες, τὴν σωτηρίαν παρὰ τοῖς ψυχοῖς εἶχον

### κ 121

Κάππαρις ὅτι καλὴ καὶ πολλὴ καὶ μεγάλη ἐν κάμποις φύεται. οὐχ οὕτως γὰρ ἐν κρημνῷ· εἴη ἂν οὖν κάμπαρις, παρὰ τοὺς κάμπους, καὶ μεταβολῇ τοῦ μ εἰς π, κάππαρις, οὕτως Ὦρος

### κ 122

Καππαδόκαι φαῦλοι ἀεί · ζῶνες δὲ τυχόντες φαυλότεροι· κέρδους ἕνεκα ἔτι φαυλότατοι. ἣν δ’ ἄρα δὶς καὶ τρὶς δράξοντα μεγάλως ἀπηνεῖς δὴ ῥα τό τις· ὅρα φαῦλοι ἐπὶ φαυλόπους

### κ 123

Κάπετος ἡ τάφος, παρὰ τὸ σκάπτω, σκάπετος καὶ κάπετος, παρὰ τὸ ἐσκάφθαι

### κ 124

Καπνίζω παρὰ τὸ καπνὸς, τοῦτο παρὰ τὸ καίω καὶ τὸ πνοὴ, κυρίως γὰρ καπνὸς λέγεται ἡ ἐκ τῆς καύσεως πνοή. καὶ ἐξ αὐτοῦ ῥῆμα τὸ καπνίζω

### κ 125

Καπνὸς παρὰ τὸ κάπτω, τοῦτο παρὰ τὸ κάμνω τὸ ἐκπνέω. ἢ παρὰ τὸ κάπος, ὃ σημαίνει τὸ πνεῦμα. κάπος καὶ καπνός· καὶ εἰς τὸ λυγκῶδες

### κ 126

Κάρα τὴν κεφαλὴν, ἀπὸ τοῦ κέρας κέρα καὶ κάρα, ἀπὸ τοῦ τετριχᾶσθαι κάρα εἴρηται· κέρας γὰρ ἡ θρίξ. τὸ δὲ κάρα λεῖπαρ ἀλεῖφα ἀποκοπὴν πεπονθυῖαν ἀπὸ τοῦ κάρανον λιπαρὸν ἀλείφαρον. ἄλλοι δὲ ἀπὸ ἄκρα, καὶ καθ’ ὑπερβιβασμὸν κάρα, ἡ ἀποτερμάτωσις τοῦ ἀνθρώπου

### κ 127

Κάραβος τὸ θαλάσσιον ζῶον, παρὰ τὸ τῇ κάρᾳ βαίνειν, τῆς κεφαλῆς προεχούσης· ἢ καὶ τὴν ναῦν ὡσαύτως· κάρα γὰρ ἡ τροπίς

### κ 128

Κάραβος διὰ τὸ ἀκεραίως βαίνειν. ἢ ὁ τὴν κεφαλὴν κινῶν, αἱ γὰρ χηλαὶ καὶ τῇ κεφαλῇ καὶ τὰ λοιπὰ ποδάρια ἐνήρεισται

### κ 129

Καραδοκεῖν τὸ τοῦ πράγματος κεφάλαιον ἐπιτηρεῖν ὅπη χωρήση. παρὰ τὸ κάρα καὶ τὸ δοκῶ τὸ ἐπιτηρῶ. συντάσσεται μετὰ αἰτιατικῆς

### κ 130

Καραδοκία ἐπιτήρησις, προσδοκία, ἐλπὶς, ἐκδοχὴ, ὑπόληψις

### κ 131

Καράμβις ἀκρωτήριον Παφλαγωνίας, παρὰ τὸ κάρα καὶ τὸ βαίνειν· τὸ γὰρ ἄκρον αὐτῆς, ἔξω εἰς τὸ πέλαγος βέβηκεν. οἷον, ἰθὺ διαγραφθέντα· μέση δέ τοι ἔστι Καράμβις γραμμῆς ἐκτὸς ἐοῦσα, καὶ ἐς βορέην ὁρόωσα. Διονύσιος ὁ περιηγητής

### κ 132

Καρβάνοι βάρβαροι, οἱ ἔχοντες Καρὸς βοήν. Λυκόφρων, Κάρβανον ὄχλον. ἐν δὲ γυναικὶ ταῖς πέπλοις

### κ 133

Κάρδοπος λίθος, ἢ μάκτρα. Νίκανδρος ἐν θηριακοῖς, σπέρματος ὃν κυμβοῖο περιφεροῦς ὀξυβάφου· ἐπεὶ καὶ κοῦφον ἔστι

### κ 134

Καρδομύττειν τὸ συνεχῶς βλέφαρα κινεῖν· καὶ εἰς τὸ ἐπίμυσιν ἄγειν· ἰδίως οἱ Ἀττικοὶ λέγουσιν. εἴρηται δὲ ἀπὸ τοῦ καρδάμου, ὃ ἐάν τις προσενέγκηται. συνεχῶς τὰ βλέφαρα μύει. ἢ παρὰ τὸ τὰς κόρας μύειν

### κ 135

Καρδία ἐκ τοῦ κραδαίνεσθαι διὰ παντὸς, ὅ ἐστι σείεσθαι

### κ 136

Καρδία παρὰ τὸ κράτος αὐτὴν ἔχειν. ἔστι δὲ ἡγεμονική

### κ 137

Κάρδαμον παρότι τὴν καρδίαν μειοῖ· πινόμενον καὶ βλάπτει

### κ 138

Κάρη κεφαλὴ, ὄνομα οὐδέτερον, αἰτιατικοῦ τῶν πληθυντικῶν, ἐκ τοῦ κάρηνα, οὗ ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ κάρηνον, καὶ ἡ γενικὴ τῶν πληθυντικῶν τῶν καρήνων· ὡς τὸ, βῆναι δὲ κατ’ Οὐλύμποιο καρήνων. σημαίνει δὲ ἀκρωτήριον, ὅ ἐστι τῶν κεφαλῶν· ὅτι δὲ πεπονθός, ἐστι κάρη, καὶ οὐχ ὑγιὲς δηλοῖ. τὰ εἰς η λήγοντα οὐδέποτε πτώσεως ἑνικῆς εἰσι, ἀλλ’ ἢ δυικῆς ἢ πληθυντικῆς· ὡς τὰ τείχη, βέλη, σκέλη, τοῦτο δὲ τὸ κάρη, οὔτε εὐθείας ἔστιν ἑνικῆς, οὔτε πληθυντικῆς· κατὰ συγκοπήν ἐστι τὸ κάρη, ἀπὸ τοῦ κάρηνα

### κ 139

Καρήνων κλίνεται τὸ κάρηνον τοῦ καρήνου· γίνεται παρὰ τὸ κάρη, κάρανον καὶ κάρηνον, τροπῇ τοῦ α εἰς η

### κ 140

Κάρηνα ἀκρωτήρια, ἀκρόπολα, ἐξοχὰς, ἐξ οὗ βασίλεια. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα, ἀπὸ τοῦ κάρα. κάρην οὐδέτερον· τὰ μὲν ὑπὲρ δύο συλλαβὰς ἅπαντα, διὰ τοῦ τος κλίνεται· οἷον, ὄνειαρ ὀνείατος, σημαίνει τὸ ὠφελοῦν καὶ τὸ βρῶμα, ἀλείφαρ ἀλείφατος, σημαίνει τὸ ἄλειμμα, οὕτως καὶ κάρηαρ καρήατος, καὶ κατὰ συγκοπὴν κάρητος, καὶ οὐδέτερον κάρκιον. τῶν δὲ δισυλλάβων τὰ μὲν φύσει μακρὰ διὰ τοῦ τος κλίνεται, οἷον, ἧπαρ ἥπατος, ἦμαρ ἤματος, εἶδαρ εἴδατος, σημαίνει δὲ τὸ βρῶμα, οὖθαρ οὔθατος, σημαίνει δὲ τὸν μαστόν. τὰ δὲ βραχείᾳ ἢ θέσει μακρᾷ παραληγόμενα διὰ τοῦ ρος κλίνεται, οἷον, θέναρ θέναρος, σημαίνει δὲ τὸ κοῖλον τῆς χειρὸς, παρὰ τὸ σθένειν ἤγουν τύπτειν, ὕπαρ ὕπαρος, σημαίνει τὸ ἀληθινὸν ἐνύπνιον τὴν λεγομένην ὀπτασίαν. ἔαρ ἔαρος καὶ κατὰ κράσιν ἦρος, κέαρ κέαρος καὶ κῆρος, ἄλκαρ ἄλκαρος, σημαίνει δὲ τὴν βοήθειαν. σεσημείωται τὸ φρέαρ φρέατος, καὶ στέαρ στέατος, ὅτι βραχείᾳ παρα ληγόμενα διὰ τοῦ τος ἐκλίθη. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι φρεῖαρ καὶ στεῖαρ ἦν, καὶ ὡς ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν, τούτου χάριν ἐκλίθη διὰ τοῦ τος. οἷον, φρείατος, στείατος· ἐξ οὗ, καὶ φρείατα μακρὰ νάουσιν· καὶ ἀποβολῇ τοῦ ι φρέατος καὶ στέατος. λέγει δὲ ὁ Ἡρωδιανὸς ἐν μονοβίβλῳ, ὅτι τὰ εἰς αρ οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά εἰσι, μῶμαρ σημαίνει τὸν μῶμον, μῶμον σημαίνει τὸν μέγαν· νῶκαρ σημαίνει τὴν στέρησιν τῆς ψυχῆς· οὕτως ὁ Χοιροβοσκός

### κ 141

Καρὶς ὡς παρὰ τῷ Κρατίνῳ, ἔχον πρόσωπον κάριδος μασθλητίνης, ἀντὶ τοῦ δερματίνης· λέγεται δὲ καρὶς, παρὰ τὸ σκαίρω σκαρίς· ἢ παρὰ τὸ κάρα καρίς. καὶ γὰρ ὅλη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. τινὲς δὲ λέγουσιν, ὅτι τὸ καρὶς σύνθετόν ἐστι, παρὰ τὸ κάρα καὶ τὸ ἲς ἰνὸς, οἱονεὶ ἡ ἔχουσα ἐν τῇ κεφαλῇ ἴνας, οἷς τισι καὶ ὁ τόνος καὶ ἡ κλίσις ἀντίκειται. ὁ τόνος μὲν, ὅτι εἰ ἦν σύνθετον ἀπὸ τοῦ ἲς ἰνὸς, ἤμελλε βαρύνεσθαι· πᾶν γὰρ ὄνομα μονοσύλλαβον ἐν τῇ συνθέσει βαρύνεται. οἷον, χθὼν αὐτόχθων, Θρὰξ, Σαμώθραξ, χωρὶς τοῦ πτῶξ πολυπτὼξ, ὡς παρὰ Καλλιμάχῳ· πολυπτῶκες τὲ Μέλαιναι. Μέλαιναι δέ εἰσι τόπος τῶν Ἀττικῶν. ὥστε οὔκ ἐστι σύνθετον· ἡ δὲ κλίσις, ἐπειδὴ τὸ μὲν καρὶς διὰ τοῦ δος κλίνεται, τὸ δὲ ἲς διὰ τοῦ νος. εἰ δὲ ἦν ἀπ’ αὐτοῦ εἶχεν ἂν κλίνεσθαι διὰ τοῦ νος· τὰ γὰρ εἰς ις σύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττουσι κλίσιν. οἷον, ἀκτὶς ἀκτίνος, εὐάκτιν εὐάκτινος, γλωχὶν γλωχῖνος, τριγλώχιν τριγλώχινος

### κ 142

Καρκίνος ζῶον θαλάσσιον· καρκίνος ἐλθὼν ἐκ βυθοῦ θαλαττίου. ὁ λεγόμενος πάγουρος, καράκινός τις ὢν, ὁ κινῶν ἐπὶ συχνῷ τὴν κάραν. διὰ τί προπαροξύνεται; τὰ γὰρ διὰ τοῦ αντινος προπερισπᾶται· οἷον· Κωνσταντῖνος, Ταραντῖνος· πλὴν τοῦ Φαυστίνος καὶ καρκίνος. καρκίνος δὲ λέγεται καὶ ζῴδιον ἐν τῷ οὐρανῷ, καὶ νόσος οὕτω καλουμένη, καὶ μέλος ἀνθρώπου

### κ 143

Καρκίνος παρὰ τὸ κάρα κινεῖν πυκνῶς, ἢ καράκινός τις ὢν, οἷον κάραβος, ἀπὸ τοῦ τὸ κινούμενον αὐτοῦ κάρα εἶναι

### κ 144

Κάρος σημαίνει τὴν θανατηφόρον Μοῖραν, ἀπὸ τοῦ Κὴρ Κηρὸς, συστολῇ τοῦ η κάρος. διάτι τοῦ κὴρ τὸ η εἰς α ἐτράπη, καὶ οὐκ εἰς ε, ὥσπερ φρὴν, φρενός; ὅτι οὐκ ἔστι τὸ κάρος κατὰ ἀνάλογον κλίσιν, ἀλλὰ συστολὴ ποιητική· καὶ τούτου χάριν οὐκ ἐφύλαξε τὴν ἀκολουθείαν τοῦ φρὴν φρενός

### κ 145

Καῤῥόον κατὰ τὸ ῥεῦμα

### κ 146

Καρπαλίμως ἀντὶ τοῦ ταχέως, ὡς παρὰ τὸ γονὸς γίνεται γόνιμος, καὶ πόμπος πόμπιμος, οὕτω καὶ παρὰ τὸ κάπτω τὸ πνέω, ἐξ οὗ καὶ τὸ καπύω, οἷον, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε, γίνεται κάπος, καὶ πλεονασμῷ τοῦ ν καπνός. εἶτα κατὰ πρόθεσιν τοῦ ρ πάλιν γίνεται κάρπνος καὶ κάρπνιμος, ἀποβολῇ τοῦ ν, καὶ προσθέσει τῆς αλ συλλαβῆς καρπάλιμος, καὶ τὸ ἐπίῤῥημα καρπαλίμως

### κ 147

Καρπὸς ἀπὸ τοῦ κεκάρφθαι, ὅ ἐστιν ἐξηράνθαι ἔνθα τῆς χειρὸς ξηρὸς ὢν ὁ τόπος καὶ ἄσαρκος. καρπὸς δὲ λέγουσι κάρφος τὶς ὤν· καρπὸς παρὰ τὸ κατάξηρον, οἷον, κάρφος

### κ 148

Καρπὸς παρὰ τὸ φυῆναι αὐτὸν ἐκ τῆς κάρας, καὶ τοῦ ὀποῦ τοῦ δένδρου. τὸ γὰρ ἄκρον τοῦ σώματος ἡ κεφαλή. καὶ ἡ τοῦ δένδρου κεφαλὴ τὸ ἄκρον ἐστι καρπὸς τὸ καίριον παντὸς πράγματος, ἢ ὁ τοῦ καιροῦ παντὸς ἴδιος καρπός

### κ 149

Καρπὸς σημαίνει δύο· τὸν πρὸς ἄμετρον ἠτοιμασμένον ἄσταχυν, καὶ γίνεται παρὰ τὸ κεκάρφθαι, ὃ σημαίνει τὸ ἐξηράνθαι, καὶ ὁ ποτὶ καρπῷ βριθομένη. σημαίνει δὲ καὶ τὸν τῆς χειρὸς καρπὸν, ὡς ἡ χρῆσις μαρτυρεῖ· Ὀδυσεὺς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρποῦ· πλὴν καὶ τοῦτο ὡς οἶμαι, παρὰ τὸ κάρφος ὃ σημαίνει τὸ ξηρόν· κατάξηρον γὰρ τῶν λοιπῶν μερῶν ἐστιν ὁ καρπὸς τῆς χειρός

### κ 150

Κάρταμον κλωβεῖον, ξύλινον, ἢ σπυρίδιον πλεκτόν

### κ 151

Καρτερῶ ἀπὸ τοῦ κράτος καρτερῶ. τοῦτο παρὰ τὸ κρῶ τὸ τελειῶ

### κ 152

Κάρρων οἷον, ναὶ κάρρων βώς· τρίτος τύπος ἐστι τῶν συγκριτικῶν. ὡς παρὰ τὸ βαθὺς, γίνεται βαθύτερος βαθίων, ὁ τρίτος τύπος βάσσων, ἔνθεν παρ’ Ἐπιχάρμῳ, βάσσων τὸ χωρίον· ἐλαχὺς ἐλαχίων, ἐλάχιστος, ἐλάσσων, ταχύτερος ταχίων, τάχιστος, ὁ τρίτος τάσσων καὶ θάσσων, βραχὺς βραχύτερος, βραχίων, βράσσων, ὅπερ συνεμπίπτει ἀπὸ τοῦ βραδὺς, διὰ τὸ ἀμαυρῶσαι τὸ σύμφωνον, γλυκὺς, γλυκύτερος, γλυκίων, γλύκιστος, ὁ τρίτος τύπος γλύσσων. κέχρηται δὲ Ξενοφάνης τῷ ὀνόματι, οἷον, γλύσσωνα σῦκα. καὶ πάλιν παχὺς, παχύτερος, παχίων, πάχιστος, ὁ τρίτος τύπος πάσσων· μείζονα τῶν εἰς ἰδέειν, καὶ πάσσονα ἀντὶ τοῦ μείζονα καὶ παχύτερον. καὶ πάλιν, μακρότερος, οἷον, μῆκος, μηκίων, μήκιστος, ὁ τρίτος τύπος μάσσων, οἷον, ἥσειν, ἢ τοσσοῦτον, ὀΐομαι, ἢ ἔτι μᾶσσον, ἀντὶ τοῦ μακρότερον· οὕτως οὖν καὶ κρατὺς, κρατύτερος, κρατίων, κράτιστος, ὁ τρίτος τύπος κράσσων, ὑπερθέσει κάρσων καὶ κάῤῥων, ὡς ἡ μυρσίνη, μυῤῥίνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν

### κ 153

Καρυκεύουσα ἡδύνουσα, γλυκαίνουσα. καρύκη γὰρ βρῶμα Λύδιον, ἐκ πολλῶν ἡδυσμάτων συνεστηκός. ἔστι δὲ εἶδος ὑποτρίμματος, ἐκ πολλῶν ἀρτυμάτων συντιθέμενον· καρυκεύειν δὲ τὸ πράττειν

### κ 154

Κάρφη παρὰ τὸ ἐξηράνθαι, καὶ καρπὸς, καὶ κατάξηρος στάχυς, καὶ τῆς χειρὸς ὁ καρπὸς, ὀστώδης ὢν καὶ ἄσαρκος. καὶ τὸ καρπῶσαι τὸ κατακαῦσαι τὰ ἐναντιζόμενα

### κ 155

Κάρτος νῖκος, ἰσχὺς, κράτος

### κ 156

Κάρτα παρὰ τὸ κρατὺς κρατέα, ὡς ταχὺς ταχέα· καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν κάρτα

### κ 157

Καρύκη ἕψημά τι δι’ αἵματος καὶ ἀρτυμάτων παντοίων. ὁ δὲ Δίδυμος Λύδιον βρῶμα φησὶν εἰς πολυτελοῦς σκευασίας συγκείμενον· ἐγὼ δὲ οἶμαι καρύκην αὐτὴν λέγεσθαι, ἐπειδὴ μέλαν ἔστι. φησὶ γὰρ ἐν τῷ κωμικῷ λέγεσθαι οὕτω, καρύκειον καρυοβαφεύς. καὶ κάρυος ῥοῦς ὁ μέλανος ῥόος, οὔκουν ἐκ τούτου οἶμαι λέγειν καρύκην. Ὦρος

### κ 158

Καρχαρόδους τὰ ζῶα, τοὺς κεχαραγμένους ἔχοντας τοὺς ὀδόντας· τουτ’ἔστι στρογγύλους καὶ ὀξεῖς, καὶ ἐναλλάσσοντας ἑαυτῶν, ὡς λύκος, λέων, πάρδαλις· εἴρηται παρὰ τὸ χαράσσω, ῥῆμα, ὅπερ ἐν συνθέσει μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους καὶ κατ’ ἀναδιπλασιασμὸν χαρχαρόδους καὶ καρχαρόδους. ἀμφόδοντα δὲ λέγονται ζῶα, ὅσα οὐκ ἐνηλλαγμένους ἔχουσι τοὺς ὀδόντας, στρογγύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ πλατεῖς, ὡς ἔστιν ἄνθρωπος, ἵππος καὶ τὰ ὅμοια. χαυλιόδοντα δὲ ὅσα ἔξωθεν ἔχει τοὺς ὀδόντας ὑπερφερεῖς, ὡς ἔστι σὺς, ἐλέφας, ἀπάλαξ

### κ 159

Κασσαβὰς εἴρηται ἡ πόρνη, παρὰ τὸ καλὸν καὶ σοβεῖν

### κ 160

Κασίγνητος καὶ αὐτοκασίγνητος, ποίου σχήματος; συνθέτου. σύνθετον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων λέξεων συγκείμενον. τοῦ γὰρ παρασυνθέτου κατὰ τὸ τέλος γίνεται κίνησις· οἷον, Φίλιππος, φιλιππίζω· τὸ δὲ κατ’ ἀρχὴν γινόμενον, μένει ὡσαύτως σύνθετον. γίνεται δὲ τὸ κασίγνητος, ἐκ τοῦ κάσου, ὁ σημαίνει τὸν ἀδελφὸν καὶ τοῦ γνητὸς, τοῦτο ἐκ τοῦ γέννα, κασίγνητος· Ἡσίοδος, μὴ δὲ κασιγνήθῳ ἶσον ποιεῖσθαι ἑταῖρον, εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς, μηδὲ ψεύδεσθαι γλώσσης χάριν, εἰ δέ κεν ἄρχῃ ἤ τε ἔπος εἰπὼν ἀποθύμιον, ἠὲ καὶ ἕρξας, δὶς τόσα τίννυσθαι μεμνημένος, εἰ δέ κεν αὖθις ἡγεῖται φιλότητα, δίκην δ’ ἐθέλῃσι παρασχεῖν, δέξασθαι, δειλός τοι ἀνὴρ φίλον ἀλλοτ’ ἐς ἄλλον ποιῆσαι, σὲ δὲ μή τι νόος κατελεγχέτω εἶδος, μηδὲ πολύξεινον μήδ’ ἄξεινον καλέεσθαι, μηδὲ κακῶν ἕταρον, μήδ’ ἐσθλῶν νειητῆρα. σχεδὸν τοῦ ἀδελφοῦ μου μὴ προτίμᾳ τὸν φίλον σου. ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ σὺ πρῶτον αὐτὸν ἀτιμάσῃς. μηδὲ καταψεύσῃς αὐτόν. ἐὰν δὲ αὐτὸς ἀρχὴν ποιήσῃ τοῦ ἀτιμάσαι σε, διπλάσιον αὐτῷ κακὸν ἀπόδος, μεμνημένος ὧν εἰς σὲ διεπράξατο. ἐὰν δὲ πάλιν βουληθῇ διαλλαγῆναι καὶ φιλιωθῆναι σοι, καὶ προσπέσῃ σοι, δέξαι αὐτόν. ἄθλιος γὰρ ἐκεῖνος, ὅστις ἀπὸ τούτου εἰς τοῦτον μεταβαίνει φίλον. σὺ δὲ ὑπερέχων καλὴν ἰδέαν, μὴ ἔσο μωρὸς, ἵνα μὴ ἡ μωρία σου, ἀτιμάσῃ τὴν ἰδέαν σου· μηδὲ πολύξεινον, εὐκαταφρόνητον γὰρ τοὺς πολλοὺς ξενίζειν, τὸ δὲ ἄξεινον φιλιῶδες. μὴ δὲ κακοὺς εἴπῃς τοὺς ἀγαθούς· εἴρηται κασίγνητος παρὰ τὸ κάσις ὁ ἀδελφὸς καὶ τὸ γνὴς γνητὸς, ὃ σημαίνει τὸν γνήσιον· καὶ ὀγνῆται οἱ ῥόδιοι

### κ 161

Κασσίτηρος ὁ τὴν κόσμησιν τηρῶν· ἢ ὁ κοσμῶν καὶ λαμπρύνων

### κ 162

Κασία εἶδος μυρεψικοῦ. γέγονε δὲ παρὰ τὸ κάζω τὸ κοσμῶ, οὗ ὁ μέλλων κάσω, καὶ ἐξ αὐτοῦ πλεονασμῷ τοῦ ι, κασία, ἡ κοσμοῦσα διὰ τῆς εὐοσμίας τὰς αἰσθήσεις

### κ 163

Κάσσα ἡ πόρνη, ἡ κατωφέρης· παρὰ τὸ καίω καύσω, κάσσα. Λυκόφρων, λείποντος κάσσης ἐκβαλὼν πελειάδος

### κ 164

Καστρέσιον πεκούλιον ἰδιόκτητον, ἐξ οὗ καὶ κάστρον

### κ 165

Κάστορα θ’ ἱππόδαμον πόσα σημαίνει; δύο· ὄνομα κύριον, καὶ τὸ ζῶον· καὶ γίνεται παρὰ τὸ κάζω τὸ κοσμῶ. τὸ δὲ ζῶον παρὰ τὸ γαστὴρ γάστωρ καὶ κάστωρ, ὑπογάστριον γὰρ τὸ ζῶον, καὶ σχεδὸν ὅλον κοιλία

### κ 166

Κασσωρὶς ἡ πόρνη, ἡ κατωφέρης· κασσαβὰς λέγεται ἡ πόρνη, παρὰ τὸ καλεῖν καὶ σοβεῖν· ἐξ αὐτοῦ γίνεται κατὰ παρασχηματισμὸν κασωρίς. Λυκόφρων· ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον χλεύην ὑλακτήσασα κηκάσῃ γάμους νυμφεῖα πρὸς κηλοστὰ βαρβάρων τελεῖν. ἐπεί σιον σημαίνει δὲ τὸ γυναικεῖον καὶ ἀνδρεῖον αἰδοῖον· κηλοστὰ δὲ τὰ ἀκόλαστα. τὸ ἑξῆς. ὅταν ἡ τοῦ Νηλέως θυγάτηρ τύπτουσα εἰς τὸ αἰδοῖον χλευάσῃ τὰ νυμφεῖα, πρὸς τὰ τῶν βαρβάρων κηλοστὰ, τουτ’ἔστιν εἰς τὴν παρὰ τὴν κάρβασιν κοινοὺς τόπους, ἐν οἷς αἱ ἑταιρίδες διατρίβουσι· κηλοστὰ γὰρ ἐκαλοῦντο

### κ 167

Κατὰ βόστρυχος κοσμῶν τοῖς βοστρύχοις· τὸ γὰρ κατὰ πλήθους ἐμφαντικόν ἐστιν

### κ 168

Καταράκτης ἐκ τοῦ ῥάσσω τὸ φθείρω, ἐράκτης καὶ καταράκτης

### κ 169

Καταπέψῃ ἐκ τοῦ πέπτω τὸ δαπανῶ καὶ μαγειρεύω· ἀορίστου πρώτου ὑπερσυντελικοῦ παθητικοῦ, δευτέρου προσώπου· ἐὰν πέψωμαι, ἐὰν πέψῃ, ἀπεψίαν πέπονθεν ἐξ ἀπληστίας

### κ 170

Κατάπληξις εἰς τὸ ἐκπάγλως, καὶ φόβος

### κ 171

Καταρδεῖν εἰς τὸ δραθεῖν

### κ 172

Καταρτίζω ἁρμόζω· ἐκ τοῦ ἀρτῶ ἀρτίζω

### κ 173

Κᾴτα ἀπὸ τοῦ καὶ συνδέσμου, καὶ τοῦ εἶτα ἐπιῤῥήματος γίνεται, καὶ ἀποβολῇ τῶν δύο ιι κάετα, καὶ κράσει κᾴτα

### κ 174

Κατάγαγε κατάβαλε· ἔστι κατάγω, ὁ β ἀόριστος κατῆγον, καὶ διὰ τὸ μὴ εἶναι τὴν παραλήγουσαν φύσει μακράν

### κ 175

Καταιγὶς ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ αἲξ αἰγὸς, καταιγίς. τὸ δὲ αἲξ παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ

### κ 176

Καταίρειν ἀντὶ τοῦ ἀναχωρεῖν καὶ ἀποπλεῖν, ἀπὸ τοῦ συμβαίνοντος. συμβαίνει γὰρ ἀποπλεούσης τῆς νέως, ἀπαίρειν τὰ ἱστία. τὸ δὲ καταίρειν συντάσσεται μετὰ πτώσεως γενικῆς

### κ 177

Καταποντωθῆναι κινδυνεῦσαι. κλυδώνισμα ὁ κίνδυνος

### κ 178

Καταιγὶς ἡ μεγάλη πνοὴ, συντίθεται ἐκ τῆς κατὰ προθέσεως, καὶ τοῦ αἰγὶς ὄνομα, ὃ σημαίνει τὸν ἄνεμον. ἢ ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι τὸν Δῖα. λέγουσι γὰρ αὐτὸν τῶν ἀνέμων δεσπότην εἶναι οἱ Ἕλληνες, ὃς καλεῖται αἰγιοῦχος· ἢ ἀπὸ μεταφορᾶς τοῦ ζώου. ὁ γὰρ Ζεὺς αἲξ αἰγὸς σκεπαστήριον ἀνεδύετο· καὶ εἰς τὸ αἰγιοῦχος

### κ 179

Κατάλληλον ὄνομα, παρὰ τὸ ἀλλήλοις ἐοικέναι

### κ 180

Κατὰ κόῤῥης · κατὰ κόῤῥης λέγεται τὸ τὴν σιαγόνα πλῆξαι· ὁ δὲ Ἐρατοσθένης ἅπασαν τὴν τῆς κεφαλῆς πλήγην· κόρσην γὰρ τὴν κεφαλὴν λέγουσι. μεταβεβλῆσθαι δὲ τὸ ς εἰς ρ Ἀττικῶς, ὡς ἐπὶ τῆς μυῤῥίνης καὶ ταῤῥοῦς, ἔστι γὰρ μυρσίνη καὶ ταρσός

### κ 181

Κατακύστιν κατὰ τὴν φύσιν, ὅπερ ἐστιν οὐροδόχον ὄργανον

### κ 182

Κατάκρας ἀντὶ τοῦ κατὰ κράτος, ἀπὸ τοῦ ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα, ἄκα, καὶ πλεονασμῷ τοῦ ρ ἄκρα

### κ 183

Κατάντημα ἀπάντημα καὶ τέλος ὁδοῦ· ἐκ τοῦ καταντάω καταντήσω

### κ 184

Καταργῶ σημαίνει τὸ ἀποπαύω. ὡς τὸ κατηργήθη ὁ νόμος, ἀντὶ τοῦ ἀπεπαύθη, ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἀργῶ· τοῦτο δὲ ἐκ τοῦ ἀργὸς ὃ σημαίνει τὸν ἄπρακτον, ὅπερ ἀπὸ τοῦ ἄεργος, κατὰ συγκοπήν

### κ 185

Κατατρύχων μετοχή. τὸ ῥῆμα τοῦτο ἐστι βαρύτονον καὶ περισπώμενον· τὸ δὲ περισπώμενόν ἐστι τρίτης συζυγίας τῶν περισπωμένων, τρυχῶ, ἐξ οὗ γίνεται μετοχὴ παθητικὴ τετρυχώμενος. φέρεται τὸ αὐτὸ καὶ βαρύτονον, οἷον, τρύχω τρύχας, καὶ διὰ τὴν εὐρυθμίαν ἐνταῦθα τῆς συνθήκης βαρυτόνως ἀναγνωστέον τὸ ῥῆμα. καὶ ἀπὸ μὲν τοῦ τρυχοῖς τρυχοῖ, τετρυχώμενος, ἡ παθητικὴ μετοχή· ἀπὸ δὲ τοῦ τρύχω βαρυτόνου τρυχώμενον ἡ μετοχή· τέτρυμμαι γάρ ἐστι, ὅπερ ἐκεῖ τὸ τετρύχωμαι

### κ 186

Καταθύμιος κατὰ ψυχὴν, κατὰ νοῦν

### κ 187

Καταΐγδην ἀπὸ τοῦ καταΐσσω, ἡ εἰς τὸ ἔμπροσθεν ὁρμῶσα καὶ ἀΐσσουσα. οἷον, ἡ δ’ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ, προπροκαταΐγδην κοίλης ἁλός· ἐν δ’ ἄρα μέσσαις

### κ 188

Κατακᾶσα ἡ κατωφερὴς καὶ πόρνη, Καλλίμαχος· σκύλα γυνὴ κατακᾶσα καὶ οὐ ψύθος οὔνομ’ ἔχουσα. εἴρηται ἢ παρὰ τὸ καταχέεσθαι ἐπὶ παντί· ἢ ἡ τοῦ καυθῆναι ἀξία διὰ τὴν ἀσέλγειαν

### κ 189

Κατάκλεις κλεὶς καὶ κατάκλεις, ἀπὸ τοῦ ἐγκεκλεῖσθαι μέχρι αὐτῆς τὰ ἐντός. καὶ αἱ μὲν τοῦ σώματος ἐπικλείδες εἴρηνται, διὰ τὸ ἐπικαμπεῖς εἶναι, καὶ ἐοικέναι ταῖς τῶν θυρῶν κλείσι. καὶ ὅτι μέχρι αὐτῆς τὰ ἐντὸς ἐγκλείονται, παρὰ τὸ κλείς. κατακλείδες ἐπὶ τῶν ἐρεσσόντων, ὅτι ἐπ’ αὐταῖς ἑζόμενοι τὸ σῶμα ἔκλων

### κ 190

Κατακλῶσθαι αἱ ἐπικλώσεις τῶν Μοιρῶν, παρὰ τὸ κλώθω· τοῦτο δὲ παρὰ τὸ κάτω καθέλκειν τοὺς τῶν νημάτων ὁλκούς· κλώθουσι γὰρ καὶ νήθουσιν· ὅθεν καὶ κλῶσις παρὰ τὸν κλώσω μέλλοντα εἴρηται

### κ 191

Καταίτυξ εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον κατωφεροῦς ἀλλὰ κοίλης οὔσης, κάτω νευούσης, παρὰ τὸ κάτω τετύχθαι, ὡς πρὸς τὴν ἀλώπιδα τὴν ἀνάστασιν ἔχουσα

### κ 192

Καταφυγὴ προσφυγὴ, ἐκ τοῦ φεύγω φυγὴ καὶ καταφυγή

### κ 193

Κάτεισι παρὰ τὸ κάτω καὶ τὸ εἶμι, τὸ πορεύομαι, γίνεται κάτειμι, τὸ δεύτερον κάτεις, τὸ τρίτον κάτεισιν, ἤγουν κάτωθεν ἦλθεν

### κ 194

Καταδίκασεν ὁ διαιτητὴς κατεδικάσθη ὁ καταδικαστὴς, κατεδικάσατο ὁ ἀντίδικος

### κ 195

Κατασκηνώσεις τρίτης συζυγίας τῶν περισπωμένων. γίνεται δὲ παρὰ τὸ σκηνῶ, τοῦτο παρὰ τὸ σκῆνος, τοῦτο παρὰ τὸ σκήνη. τοῦτο παρὰ τὸ σχῶ σχήσω, σχῆνος καὶ σκῆνος. καὶ ἐξ αὐτοῦ σκήνη· ὡς ῥῶ ῥήσω Ῥῆσος. ἔστι δὲ τοῦτο τὸ ὄνομα κύριον βασιλικόν

### κ 196

Κατακυριεῦσαι ἐκ τοῦ κατακυριεύω· τοῦτο ἐκ τοῦ κύριος. διαφέρει δὲ κύριος δεσπότου. κύριος μὲν λέγεται, ὁ ἐπὶ μητρὸς καὶ παίδων πατήρ· δεσπότης δὲ ὁ ἐπὶ ἀργυρωνητῶν

### κ 197

Καταρχὰς ἀρχὴ σημαίνει τρία· πρῶτα μὲν τὴν προάναρχον ἀρχήν· καὶ τὴν χρονικὴν ἀρχὴν, τὴν ἐπὶ τοῖς πράγμασι ἡμῶν ἐπιβαλλομένην, καὶ τὴν βασίλειαν ταύτην· καὶ τὴν εἰς τοὺς ἀρχομένους καθόλου ἐπιστασίαν

### κ 198

Καταβήσεται ἐκ τοῦ βίβημι βήσω, βήσομαι βήσῃ βήσεται, καὶ καταβήσεται· τοῦτο παρὰ τὸ βῶ τ βαίνω

### κ 199

Κάττα παρὰ τὸ ἄττω τὸ πηδῶ γίνεται ἄττα· καὶ προσθέσει τοῦ κ κάττα

### κ 200

Κατακάθετον ἀπὸ βάθους εἰς ὕψος διάστημα

### κ 201

Καταφιλοσοφῶν διὰ σιγῆς νικῶν

### κ 202

Κατάπληξις ἔστι φόβος ἐκ μεγάλης φαντασίας

### κ 203

Κατακρῆθεν παρὰ τὸ καρὴ ὀξυνόμενον γίνεται καρῆθεν· καὶ κατὰ συγκοπὴν κρῆθεν. τοῦτο καὶ Ἡσιόδος ἐξεδέξατο εἰπών· τῆς καὶ ἀπὸ κρῆθεν, βλεφάρων

### κ 204

Κατὰ μῆρ’ ἐκάη · Πτολεμαῖος ἐν τελευταίῳ παραλαμβάνει μῆρε, ἵνα Ἰωνικῶς ἐκάη, μεταπλασμὸν γὰρ λέγει ἐκ τοῦ μῆρα μῆρε, ὡς τὸ ὄσσα ὄσσε, καὶ ὄψ ὀψέ· οὐκ ἔχυρον δὲ τοῦτο, ἀλλὰ μᾶλλον ἀποκοπὴν φαμὲν τοῦ μῆρα, ἅπερ εἰσι τὰ ἁγιαζόμενα τοῖς θεοῖς τὸ δὲ μῆρα ἀπὸ τοῦ μηρία κατὰ συγκοπήν

### κ 205

Κατεμύξατο κατημάτωσε, κατέξυσεν· εἰς τὸ ἀμύσσω ἡ ἐτυμολογία

### κ 206

Καταπροΐξασθαι ἀπὸ τοῦ προικὸς, ἢν διαιροῦντες οἱ Ἴωνες πρόϊκα λέγουσιν· ὥσπερ οὖν ἡ προίξ δωρεὰν δίδοται· οὕτω φασὶν, οὐ δωρεὰν ἐμοῦ καταγνώσεταί τις, ἀλλ’ ἀποδώσει μισθὸν ὧν ἔπραξα. καὶ ἐπαίτης, καὶ ὁ προῖκα αἰτῶν προΐκτης λέγεται. οὕτως εὗρον ἐν ὑπομνήματι ἐπῳδῶν Ἀρχιλόχου

### κ 207

Κατάσχεσιν ἀπὸ τοῦ σχῶ, σχέσις καὶ κατάσχεσις

### κ 208

Καταχήνη ἡ χάσμησις, παρὰ τὸ χαίνω ῥῆμα γίνεται χήνη καὶ καταχήνη

### κ 209

Καταψήχειν τὸ ἠρέμα κολακεύειν καὶ κρατεῖν. εἴρηται ἀπὸ τοῦ καταψῶ καταψήσω, καὶ ἀνεδόθη εἰς ἓν καταψήχω. τὸ δὲ καταψῶ σύνθετον ἀπὸ τοῦ ψῶ καταψῶ, καὶ τοῦ ψαύω. καὶ ἐκ τούτου τὸ ψήχω. καὶ τὸ ἠμφιεσμένον ἐν αὐτῷ

### κ 210

Καταθρῆσαι ῥᾷον κατιδεῖν, εὐχερῶς

### κ 211

Κατακερτομοῦντες καταφλυαροῦντες, λοιδοροῦντες, σκώπτοντες

### κ 212

Καῦμα οἱονεὶ τὸ κεκαυμένον ἄημα

### κ 213

Κατέκταθον ἀπὸ τοῦ κτείνω, κτενῶ, ἀόριστος παθητικὸς ἐκτάνθην, ὡς φαίνω ἐφάνθην. τὸ πρῶτον τῶν πληθυντικῶν ἐκτάνθημεν ἐκτάνθητε, ἐκτάνθησαν ἔκτανθεν, ὡς ἐφάνθημεν, ἐφάνθησαν, ἔφανθεν. ἢ ἔστιν ἕτερον θέμα κτῶ, ὁππότε κεν τοῦτον κτέομεν· ἀπὸ τούτου γίνεται παράγωγον τῶν εἰς μι, κτῆμι, ὁ β ἀόριστος ἔκτην, ὅπερ γίνεται ἔκταν, οἷον, τὸν σὸν κατέκταν παῖδα. καὶ πάλιν· ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. τὸ δεύτερον ἔκτας, τὸ τρίτον ἔκτα, οἷον, Ζεὺς ὃς κατέκτα. ἡ μετοχὴ κτὰς ἄνδρα κατακτὰς, ὁ μέσος ἀόριστος ἐκτάμην, ὡς ἔφην ἐφάμην, τὸ τρίτον ἔκτατο καὶ ἀπέκτατο. δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος, ὁ β ἀόριστος ἐκτάθην, ὡς ἐφάθην, τὸ πρῶτον τῶν πληθυντικῶν ἐκτάθημεν, ὡς ἐφάθημεν, τὸ τρίτον ἐκτάθησαν ὡς ἐφάθησαν, καὶ ἔκταθεν· ἕταροι δὲ κατεκτάθη

### κ 214

Κατ’ ἐμαυτὸν ἰστέον, ὅτι ἡ εὐθεῖα τούτων ἡ ἐμαυτὸς εἶχεν εἶναι, ὡς ἐγαυτὸς καὶ ἐμαυτὸς μὲν ὅτι πᾶσα σύνθετος ἀντωνυμία θέλει εἶναι, καὶ ὁμοιόπτωτος, καὶ ὁμοιοπρόσωπος, καὶ ἰσάριθμος, οἷον, τὸ ἐμαυτοῦ ἐστιν ἀπὸ τοῦ ἐμοῦ αὐτοῦ· τὸ δὲ ἐμαυτοῦ καὶ ἰσάριθμόν ἐστι καὶ ὁμοιόπτωτον, καὶ ὁμοιοπρόσωπον. ἀμφότερα γὰρ τό, τε ἐμοῦ καὶ αὐτοῦ ἑνικά ἐστι, καὶ τρίτου προσώπου καὶ πτώσεως γενικῆς. ἐὰν οὖν γένηται ἡ εὐθεῖα τούτων ἐμαυτὸς, ἔμελλεν ἂν εἶναι ὁμοιόπτωτος, ὅπερ ἐστιν ἀδύνατον ἐπὶ συνθέτου ἀντωνυμίας· τὸ γὰρ αὐτός ἐστιν ἡ εὐθεῖα, τὸ δὲ ἐμὲ οὐκ ἔστιν ἡ εὐθεῖα· ἀπὸ γὰρ τοῦ ἐμὸς οὐκ ἠδύνατο γενέ σθαι, ἐπειδὴ οὐδέποτε κτητικὴ ἀντωνυμία ποιεῖ σύνθετον ἀντωνυμίαν. ἀπὸ γὰρ τῶν πρωτοτύπων ἀντωνυμίων γίνονται αἱ σύνθετοι ἀντωνυμίαι, οἷον ἐμοῦ, αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτὸν ἐμαυτόν. ἐμαυτὸν δὲ οὐκ ἠδύνατο εἶναι· ἐπειδὴ αἱ σύνθετοι ἀντωνυμίαι πρότερον ἐν τῇ ἁπλότητι τὰς δύο συνθέσεις ἀναδέχονται, τήν τε αὐτοπαθῆ καὶ τὴν ἀλλοπαθῇ καὶ οὕτω συντίθεται· οἷον, ἐμοῦ ἤκουσας, καὶ αὐτοῦ ἤκουσα. διὰ τοῦτο γὰρ ἐπενοήθησαν αἱ σύνθετοι ἀντωνυμίαι, ἵνα καὶ διάκρισιν ποιήσωσι τοῦ ἀλλοπαθοῦς, καὶ σχῶσι τὸ αὐτοπαθὸν μόνον, αἱ δὲ ἁλπαὶ τὸ ἀλλο παθές. τὸ οὖν ἐγὼ αὐτὸς, ἐπειδὴ ἐν τῇ ἁπλότητι οὐκ ἐπιδέχεται τὰς δύο συντάξεις, τήν τε αὐτοπαθῆ καὶ ἀλλοπαθῆ, εἰκότως οὐ δύναται ποιῆσαι σύνθετον ἀντωνυμίαν. ὅτι γὰρ ἡ ἐγὼ αὐτὸς τὴν ἀλλοπαθῆ μόνην ἔχει, καὶ οὐχὶ τὴν αὐτοπαθῆ, δῆλον ἐντεῦθεν· λεγόντων γὰρ ἡμῶν ἐγὼ αὐτὸς ἤκουσα, λέγοντός τινος ἄρα Σωκράτους, ἄρα Ἀλκιβιάδου· ὥστε οὖν ἀλλοπαθής ἐστιν, αὐτοπαθὴς δὲ οὐ δύναται εἶναι ἡ ἐγὼ αὐτὸς, ἐπειδὴ οὐδέποτε εὐθεῖα εἰς εὐθεῖαν δρᾷ, ἤγουν, ἐνεργεῖ. οὐδεὶς γὰρ λέγει Σωκράτης Πλάτων ἤκουσεν, ἀλλὰ Σωκράτης Πλάτωνος ἤκουσεν. ἐπεὶ οὖν ἐν τῷ ἐγὼ αὐτὸς εὐθεῖαι εἰσι δύο ἡ ἐγὼ καὶ αὐτὸς, τούτου χάριν οὐ δύνανται εἶναι αὐτοπαθεῖς. τοιαῦτα ἔχομεν εἰπεῖν, καὶ περὶ τοῦ μὴ δύνασθαι συστῆναι τὸ ἐγὼ αὐτὸς, εὐθεῖαι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν· οὕτω ζήτει

### κ 215

Καΰστριος τὸ στρι, ἰῶτα διάτι; ὡς κάπριος· ἔστι δὲ ἐκ Καΰστρου. Κάϋστρος δέ ἐστιν υἱὸς Πενθεσιλείας τῆς ἀμαζόνης, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δαρκετὼ, καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ τὰ Βαβυλώνια τείχη κατεσκεύασε. λοιπὸν δὲ Καΰστριος καὶ γράφεται διὰ τοῦ ἰῶτα, ἢ ὅτι τὰ εἰς ος, διὰ τοῦ ιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα

### κ 216

κατοίκησις διαφέρει. κατοίκισις μὲν διὰ τοῦ ἰῶτα ἔστιν ἡ ὑφ’ ἑτέρων γινομένη ἵδρυσις, παρὰ τὸ οἰκίζω. κατοίκησις δὲ διὰ τοῦ η ὅταν αὐτοὶ ὑφ’ ἑαυτῶν οἰκήσωσι πόλιν τινὰ καταλαβόντες

### κ 217

Κατοικεσία ἐκ τοῦ κατοικῶ, κατοικήσω, κατοικησία, καὶ τροπῇ τοῦ η εἰς ε κατοικεσία

### κ 218

Κατεπόθησαν τὸ θέμα πῶμι, πώσω, πέπωκα, πέπωμαι, ὁ ἀόριστος ἐπόθην, τὸ πληθυντικὸν ἐπόθησαν, καὶ μετὰ τῆς κατὰ προθέσεως κατεπόθησαν. καὶ εἰς τὸ πῶμι

### κ 219

Καυχήσονται παρὰ τὸ καυχῶ καυχήσω, τοῦτο παρὰ τὸ καῦχος. τοῦτο παρὰ τὸ εὖχος, τοῦτο παρὰ τὸ εὔχω τὸ καυχῶμαι. ἢ παρὰ τὸ αὐχήν

### κ 220

Καχεξία ἡ ἀρχὴ τῶν λοιμικῶν νόσων. γίνεται ἐκ τοῦ καχέκτης

### κ 221

Καχέσπερος ἐκ τοῦ καχεσπέρου. τοῦτο ἐκ τοῦ κακὸς καὶ τοῦ ἕσπερα, ὃ σημαίνει τὸ σκότος, γίνεται κακέσπερος· καὶ ἐπεὶ ψιλὰ ψιλῶν προηγοῦνται, ἐτράπη τὸ κ εἰς χ, καὶ συγκοπῇ τοῦ ο καχέσπερος, σημαίνει δὲ τὴν κακίστην καὶ σκοτεινὴν νύκτα τῆς ἁμαρτίας

### κ 222

Κατεκήλησε κατεπράϋνε, κατέθελξε ἢ κατεμάρανε· καὶ κηληθμὸς λέγεται ἡ διὰ τῆς ἀκοῆς ἡδονὴ καὶ θέρψις. εἴρηται παρὰ τὸ χαλήθυμός τις ὢν, καὶ συγκοπῇ χαλαθμὸς, καὶ τροπῇ κηληθμός. τὸ δὲ κηλῶ παρὰ τὸ χαλῶ, ἢ παρὰ τὸ χῶ, ὁ μέλλων χήσω· καὶ ἐξ αὐτοῦ χηλῶ καὶ κηλῶ· οἱ γὰρ παραγενόμενοι διακεχυμένοι καὶ ἐφηπλωμένοι γίνονται

### κ 223

Κατέλευσαν ἀντὶ τοῦ ἔχωσαν λίθοις, τὸ θέμα καταλεύω, τὸ κατά τινας λάας βάλλω ἤγουν λίθους. ὁ ἀόριστος κατέλευσα, καὶ τὸ τρίτον τῶν πληθυντικῶν κατέλευσαν. γίνεται ἐκ τῆς κατὰ προθέσεως, καὶ τοῦ λάας, ὃ σημαίνει τὸν λίθον

### κ 224

Κατήριπτο ἔστι τὸ θέμα ῥίπτω ὃ σημαίνει τὸ πίπτω· ἤριπε δ’ ὡς ὅτε τις δῦς. σημαίνει δὲ τὸ καταβάλλω· ῥεῖ ὄχθας καπέτοιο βαθείης ποσὶ καὶ χερσὶν ἐρίπτων, ἀντὶ τοῦ καταρίπτων καὶ καταβάλλων. οὐ γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι, καὶ ἤριμμαι παθητικὸς παρακείμενος· καὶ ἠρίμμην ὑπερσυντελικὸς ἤριπτο· κατὰ Ἀττικὸν διπλασιασμὸν ἐρήριπτο, καὶ κατὰ συστολὴν ἐρέριπτο

### κ 225

Κατηρτίσω ἐκ τῆς κατὰ προθέσεως, καὶ τὸ ἄρτιον, ὃ σημαίνει τὸ ὑγιές

### κ 226

Κατεπανουργεύσαντος ἐκ τοῦ πανουργεύω· τοῦτο παρὰ τὸ πανοῦργος, τοῦτο παρὰ τὸ εἰς πᾶν ἐνεργῆσαι καὶ πράξαι. πόσα σημαίνει πανοῦργος; δύο· τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῖς· σημαίνει δὲ καὶ τὸν κακοποιεῖν δυνάμενον, διὰ τῆς αὐτοῦ σοφίας καὶ κακίας

### κ 227

Κατέστυξαν ἐφόβησαν, ἐφοβήθησαν, ἀπὸ τοῦ στύγω ἢ στυγῶ ἐξ οὗ καὶ στυγνὸς, παρὰ τὸ στύγω ἢ τὴν στῦγα. οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀειδὴ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχῶν ὠνόμαζον, τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. τὸ δὲ στύγειν ἀπὸ τοῦ στυγὸς, ἥπερ μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. ὁμοίως ὁ στυγνὸς παρ’ αὐτὸν εἴρηται· τὴν δὲ θέρψιν θαλπωρεῖν, καὶ τὸ τέρπεσθαι ἰαίνεσθαι· καὶ φόβου κρυόεντος, ἀπὸ τοῦ κρύους τοῦ ψυχροῦ

### κ 228

Κατέχευε κατεξέχεε, καταχεθῆναι ἐποίησι

### κ 229

Κατενώπα ὡς κατὰ δῶμα, ἀπὸ εὐθείας τῆς ὢψ, ἥτις ἔχει τὴν αἰτιατικὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ πλείους κατενῶπα, οἷς καὶ δεῖ πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ ἐνώπια, καὶ ἐν συγκοπῇ ἐνῶπα. καὶ τῷ Ἀριστάρχῳ τοῦτο ἐστιν ἐνώπη ἡ πρόσοψις. παρ’ ἣν ἡ αἰτιατικὴ ἐνώπην. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως οὖν καὶ τὴν ἐνώπην ἐνῶπα

### κ 230

Κατηγορεῖν λέγεται κοινῶς, τὸ κατά τινος ἀγορεύειν, οἷον, ὡς τὸ γένος λέγομεν κατηγορεῖσθαι τῶν εἰδῶν· κατηγορεῖν δὲ λέγομεν καὶ τοὺς περί τινων ἀδικεῖν λέγοντας. Ὦρος καὶ ζήτει

### κ 231

Κατηλυσίη οἷον, κατηλυσίη ζεφύροιο, σημαίνει δὲ τὴν κάθοδον καὶ τὴν ἐπέλευσιν, ἐλευσίη τις οὖσα, καὶ ἐλυσίη καὶ ἠλυσίη, καὶ μετὰ τῆς κατὰ προθέσεως γέγονε κατηλυσίη

### κ 232

Κατήρεε κατελάμβανε, παρὰ τὸ ἐρῶ περισπώμενον, ὃ σημαίνει τὸ καταλαμβάνω· μηδέ σε λήθη αἱρείτω

### κ 233

Κατηφὴς ὁ ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμοὺς, ἤγουν αἰσχυνόμενος. παρὰ τὸ φῶ τὸ φαίνω, γέγονε παράγωγον φάω καὶ φαὸς, καὶ ἐν συνθέσει μετὰ τῆς κατὰ προθέσεως καταφαής· καὶ τροπῇ τοῦ α εἰς η καὶ ἐν συγκοπῇ κατήφης, ὁ ἔχων κάτω τὰ φάη, ἤγουν τοὺς ὀφθαλμούς· ἐξ οὗ καὶ τὸ θηλυκὸν ἡ κατήφεια

### κ 234

Κατηφόνες αἰσχύνης μεστοὶ, ἀπὸ τοῦ κατηφής· θηλυκὴν γὰρ προσηγορίαν ὀνειδίσαι αὐτοὺς ἠθέλησεν

### κ 235

Κατηγορία ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἀγορεύω καταγορία καὶ κατηγορία. σημαίνει δὲ τὸ λέγειν περί τινος, κατά τινος

### κ 236

Κατεπόντισε παρὰ τὸ ποντίζω, τοῦτο παρὰ τὸ πόντος, τοῦτο παρὰ τὸ πῶμι, πώσω, πέπωκα, πέπομαι πέποσαι πέποται. ἢ παρὰ τὸ πίνω, ὁ πίνων τοὺς κινδυνεύοντας

### κ 237

Κατεῤῥαγμέναι ἐκ τοῦ ῥήσσω, ῥήξω, ἔῤῥαχα, ἔῤῥαγμαι καὶ κατεῤῥαγμένος

### κ 238

Κατήφεια ἀπὸ τοὺ τὰ φάη κάτω βάλλειν τὸν ὀνειδιζόμενον ἢ λυπούμενον

### κ 239

Κατ’ ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα

### κ 240

Κατωῤῥωδηκότες πεφοβημένοι, ἀπὸ τοῦ ὀῤῥωδῶ. τοῦτο παρὰ τὸ ῥῶ, οὗ παράγωγον ῥώζω, καὶ μεταθέσει τοῦ ζ εἰς δ ῥωδῶ, ὡς μύζω μυδῶ, ἐρίζω ἐριδῶ, ἔνθεν τὸ ἐριδίσασθαι Ἀχαίους· καὶ μετὰ τοῦ στερητικοῦ α ἀῤῥωδῶ, καὶ μεταθέσει τοῦ α εἰς ο ὀῤῥωδῶ, τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχὴν ἀπὸ τοῦ φόβου· συντάσσεται μετὰ αἰτιατικῆς

### κ 241

Κατωμάδιος παρὰ τὸ ὦμος ὠμάδιος καὶ κατωμάδιος, ἀπὸ τοῦ κατωμαδόν· ὡς ἀφαδὸν ἐκτάδιος

### κ 242

Κατουλὰς καλεῖται ἡ σκοτεινὴ νὺξ, διὰ τὸ οὐλοὸν αὐτὴν εἶναι, οἷον, νὺξ ἐφόβει τήν περ τε κατουλάδα κικλήσκουσι

### κ 243

Κατωμαδὸν κατὰ τοὺς ὤμους τῶν ἵππων, κατωμαδὸν ἤλασε τοὺς ἵππους

### κ 244

Κατόπιν ἀντὶ τοῦ μετὰ τοῦτο, ἀλλ’ ἢ κατόπιν ἑορτῆς ἥκομεν

### κ 245

Καύκοντες ἔλικας βόας, ἀποκοπῇ καὶ συγκοπῇ, καύκωνες, καυκώνων πτολίεθρον, καὶ κατὰ συγκοπὴν κώκων· Ἡρωδιανὸς περὶ παθῶν

### κ 246

Καυλὸς τὸ ἄκρον τοῦ δόρατος, ὃ εἰς τὸ ὀξὺ τίθεται. γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ κ. αὐλῷ γὰρ ἔοικε· πᾶν γὰρ ἐπίμηκες αὐλὸς λέγεται

### κ 247

Καΰστριος ποταμὸς ἀπὸ Καϋστρίου τινος λέγεται

### κ 248

Καῦρος ὁ κοῦφος ταῖς φρεσὶν, οἱονεὶ αὐρός τις ὢν, πλεονασμῷ τοῦ κ καῦρος, τὸν γὰρ κατὰ νοῦν ἐλαφρὸν καῦρον ἐπονομάζουσι. βέλτιον δὲ διὰ τοῦ γ γαῦρον λέγεται, ἵν’ ᾖ ὁ σφοδρὸς καὶ ὑπερήφανος· παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι

### κ 249

Καυσία εἴρηται μὲν καμαλαύκιον παρὰ τὸ ἐλαύνειν τὸ καῦμα, καὶ γὰρ καυσία ἔοικε διὰ τὸ πρὸς τὸ καῦμα εἶναι ἐπιτήδειον· ἔστι γάρ τι κάλυμμα κεφαλῆς. τοῦτο Ἀντίπατρος Θεσσαλονικεὺς ἐν ἐπιγράμμασι. καυσίη ἡ τὸ πάροιθε Μακεδόσιν εὔκολον ὅπλον, καὶ σκεπὰς ἐν νιφετῷ καὶ κορὺς ἐν πολέμῳ. Ὦρος

### κ 250

Καχλάζω οἷον, κοῖλαι δὲ πήλυγγες ὑπὸ σπιλίδας τρηχείας λευκοῦ καχλάζοντος ἄνευθεν καύματος. ἄχνη ὁ λευκὸς ἀφρὸς τοῦ κύματος καχλάζοντος οἱονεὶ ταρασσομένου πρὸς ταῖς σπιλάσι ταῖς τραχείαις καὶ ταῖς κοίλαις ἐμβράσεσιν ἀνέπνεε. πεποίηται δὲ τὸ καχλάζω. ὁ γὰρ ἦχος τοῦ κύματος ἐν τοῖς κοιλώμασι τῶν πέτρων γινόμενος δοκεῖ μιμεῖσθαι, τὸ κάχλα κάχλα

### κ 251

Κάψα παρὰ τὸ κάπτω ῥῆμα, τὸ δηλοῦν τὸ χωρῶ, γέγονεν, ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων ἐν αὐτῇ, ὥσπερ ἀπὸ τοῦ δόξω δόξα, καὶ ἄξω ἄξα. οὕτω Φίλων ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. λέγομεν δὲ ὅτι δύναται καὶ παρὰ τὸ κάμπτω κάμψω εἶναι· ἐπειδὴ ἐκ καυμάτων ξύλων αὐτὴν συνεστήσαντο

### κ 252

Κέαρ ἡ ψυχὴ, παρὰ τὸ κεκρᾶσθαι ἐκ ψυχροῦ καὶ θερμοῦ ἐπίσης ἔχοντος. κὴρ δὲ ἀπὸ τοῦ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα

### κ 253

Κέαρ τὸ κὴρ, ὅτι ἔγκειται ἡμῖν· μένος δὲ ὅτι μένει

### κ 254

Κέαται ὅτι οὐ μόνον ἐπὶ παρακειμένου καὶ ὑπερσυντελικοῦ σύνταξιν παθητικὴν ποιοῦσιν οἱ Ἴωνες τρίτον τῶν παθητικῶν, ἀλλὰ καὶ ἐπὶ ἐνεστῶτος, οἷον, κεῖμαι, κεῖσαι, καὶ κέαται ψυχὰς ὀλέσαντας· καὶ ἦται ἔαται, οἷον, δὴ νῦν ἔαται σιγῇ. καὶ κέαται ψυχὴν ὀελθρ

### κ 255

Κεγχρίνης εἶδος ὀφέως, ὡς Νίκανδρος, οἷον, θήεις κεγχρίνεω δολιχὸν τέρας ὂν τε λέοντα. οὕτω δὲ ὠνομάσθη διὰ τὸ φαίνεσθαι αὐτὸν τὸν καιρὸν τοῦ κέγχρου· ἢ διὰ τὸ ποικίλον εἶναι, καὶ κατεστίχθαι. ὥσπερ γὰρ κέγχρους τινὰς ἐπὶ τὰ νῶτα ἔχει

### κ 256

Κέδρος τὸ ἄκαρπον δένδρον· ἐτυμολογεῖται δὲ παρὰ τὸ χέειν ἱδρῶτα

### κ 257

Κέδρος ὅτι καιόμενος ἱδροῖ· ἢ παρὰ τὸ καίεσθαι ῥαδίως. σεσημείωται διὰ τοῦ ε ψιλοῦ γραφόμενον, ἢ παρὰ τὸ ἔδος ὃ σημαίνει τὸ ἔδαφος, καὶ πλεονασμῷ τοῦ ρ ἔδρος, καὶ προσθήκῃ τοῦ κ κέδρος· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἑδραίως ἵστασθαι

### κ 258

Κεδνὸς συνετὸς, σώφρων, καλὸς, τίμιος, κηδεμονικώτατος. ἔστι ῥῆμα κοῶ τὸ σημαῖνον τὸ νοῶ· ὁ μέλλων νοήσω, καὶ ῥηματικὸν ὄνομα κόεδρος, ὡς τέρπω τερπνὸς, καὶ κατὰ συγκοπὴν κεδνὸς, ἢ ὁ κηδανός τις ὤν· οὗ ἄν τις κήδοιτο

### κ 259

Κεῖθεν ἐκ τοῦ ἐκεῖνος καὶ ἐκείνοθεν, καὶ κατὰ συγκοπὴν ἐκεῖθεν καὶ κεῖθεν. ἢ ἐκ τοῦ κεῖνος κεινόθεν, ὡς Λέσβος λεσβόθεν, ἄβυδος ἀβυδόθεν, καὶ κατὰ συγκοπὴν κεῖθεν. οὐδὲν εἰς θεν λῆγον ἐπίῤῥημα τῇ ει διφθόγγῳ παραλήγεται, χωρὶς τούτου δηλονότι συγκοπῇ· τὸ γὰρ ἐντελὲς αὐτῷ ἐπίσταται ἀρκῖος

### κ 260

Κεῖ ἐκεῖθι· τὸ κεῖ διφθόγγῳ διάτι; τὰ εἰς θι λήγοντα ἐπιῤῥήματα τὴν παραλήγουσαν θέλει φυλάττειν τῶν εἰς θεν ἐπιῤῥημάτων ἀντὶ τοῦ ἐκεῖσε, ἐπὶ τόπου. γίνεται οὖν ἐκ τοῦ ἐκεῖθεν

### κ 261

Κειρία παρὰ τὸ κείρεσθαι εἰς λεπτὰ, ἢ παρὰ τὸ κέρα· ἐκ τριχῶν γὰρ ἐγίνοντο

### κ 262

Κειρίον σημαίνει τὸ σχοινίον· καὶ γίνεται παρὰ τὸ εἴρω τὸ συμπλέκω, οἱονεὶ τὸ δεσμεῦον τὴν κλίνην, κειρίον ἢ κειρεῖον ἢ παρὰ τὸ κείρεσθαι εἰς λεπτὰ ἤγουν κόπτεσθαι. ἢ παρὰ τὸ κέρα, ὃ σημαίνει τὴν τρίχα κερεία καὶ πλεονασμῷ τοῦ ι κειρεία· ἐκ γὰρ τῶν τριχῶν ἐγεγόνησαν

### κ 263

Κείμενα ἰστέον, ὅτι κεῖμαι καὶ ἦμαι ἐλέγχονται, μήτε ἀπὸ τῶν εἰς ω εἶναι, μήτε ἀπὸ τῶν εἰς μι. καὶ ἀπὸ τῶν εἰς ω, ὅτι ἀπὸ τῶν εἰς ω ἢ τῷ ο παραλήγεται, οἷον, τύπτομαι, λέγομαι, ἢ τὸ ω, οἷον, βοῶμαι, νικῶμαι, ἢ τῇ ου διφθόγγῳ, οἷον, χρυσοῦμαι, νοοῦμαι. ἄρα οὐκ ἔστιν ἀπὸ τῶν εἰς ω. ἀπὸ δὲ τῶν εἰς μι, ἢ τῷ ε παραλήγεται, ἐν τῷ παθητικῷ ἐνεστῶτι, οἷον, τίθεμαι. ἢ τῷ α συνεσταλμένῳ, οἷον, ἵσταμαι, ἢ τῷ ο, οἷον, δίδομαι, ἢ διχρόνῳ συνεσταλ μένῳ, οἷον, ζεύγνυμαι. ἄρα οὐκ ἔστιν ἀπὸ τῶν εἰς μι· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐλέγχονται ταῦτα εἶναι ἀπὸ τῶν εἰς μι, ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ ἧσαι, κεῖσαι, πᾶς γὰρ ἐνεστὼς εἰς μι λῆγον, εἰς αι ἔχων τὸ δεύτερον πρόσωπον ἀπὸ τῶν εἰς μι ἔστι. ἔστι δὲ σχηματίσαι αὐτὰ οὕτως. ἔστιν ἔω καὶ κέω βαρυτόνως, καὶ περισπωμένως γίνεται ἑῶ καὶ κεῶ· καὶ κατὰ παραγωγὴν τῶν εἰς μι, γίνεται ἔημι καὶ κέημι, καὶ ὁ παθητικὸς ἐνεστὼς ἔεμαι καὶ κέεμαι· καὶ κατὰ κράσιν πῇ μὲν τῶν δύο εε εἰς η ἦμαι πῇ δὲ εἰς τὴν ει δίφθογγον κεῖμαι. καὶ διάτι, ἐπὶ μὲν τοῦ κεῖμαι τὰ δύο εε εἰς τὴν ει δίφθογγον ἐκράθη, ἐπὶ δὲ τοῦ ἦμαι εἰς ἦτα; ἐπειδὴ τὸ μὲν ἀπὸ φωνήεντος ἄρχεται, τὸ δὲ ἀπὸ συμφώνου· τούτου χάριν καὶ ἡ κράσις γέγονε πῇ μὲν εἰς ἦτα, πῇ δὲ διὰ διφθόγγου

### κ 264

Κειμήλια ἀπόθετα χρήματα, ὡς παρὰ τὸν θήσω μέλλοντα γίνεται θεμέλιον, οὕτω καὶ παρὰ τὸν κείσω μέλλοντα γίνεται κειμήλιον· ἢ παρὰ τὸ κεῖσθαι τὰ μήλια, δι’ ὧν τινὰ ἐκμειλισσόμεθα

### κ 265

Κειμήλιον δῶρον καὶ χρῆμα ἀπόθετον, ἢ σκεῦος. τὸ κει δίφθογγος, παρὰ τὸν κείσω μέλλοντα γίνεται κειμήλιον· τὸ δὲ μη ἐκ τοῦ κεῖμαι τοῦ α εἰς η τραπέντος

### κ 266

Κεῖνος οὔκ ἐστιν ἐνταῦθα σχηματισμός· θεματικὸν γάρ ἐστι. ἔστι γὰρ εἰπεῖν, ὅτι τὸ ε φωνήεσσι πέφυκε πλεονάζειν· οἷον, ἥνδανεν ἑήνδανεν, ὥρων ἑώρων, ἧκεν ἑήκεν, εἴκοσιν ἐείκοσιν, ἀφαιρεῖσθαι δὲ ὅτε μετὰ συμφώνου ὑπάρχει, οἷον, ἔβη βῆ, ἔφη φῆ, ἔστη στῆ, ἐμοῦ μοῦ, οὔτως ἐκεῖνος κεῖνος ἀφαίρεσις ἄρα. καὶ πάλιν, οὐδέποτε μονοπρόσωποι ἀντωνυμίαι ἀπαθεῖς οὖσαι ἀπὸ συμφώνου ἄρχονται, ἀλλ’ ἀπὸ φωνήεντος, οἷον, αὐτὸς, οὗτος, ὅδε, μήποτε ἄρα ἐκεῖνος, καὶ κατὰ ἀφαίρεσιν κεῖνος. πρόσθεσις δὲ λέγεται τοῦ ε. ἐπειδὴ αἱ πρωτότυποι ἀντωνυμίαι ἀπαθεῖς οὖσαι, οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν, οἷον, ἐγὼ, ἐμοῦ, αὐτὸς, οὗτος. πρόσκειται ἀπαθεῖς, διὰ τὰς ἐπεκτεταμένας αὐτοσὶ, οὑτοσὶ, ἐκεινοσὶ, ὅθεν τὸ ἐκεῖνος ὑπερβαίνει τὴν δισυλλαβίαν, μήποτε τὸ κεῖνος ἔστι κυριώτερον, ὥσπερ πρὸς μὲν τὴν ποσότητα τῶν συλλαβῶν κεῖνος, πρὸς δὲ τὸ ἀπὸ φωνήεντος ἄρχεσθαι ἐκεῖνος, ὅθεν διφθόγγῳ γράφεται, ἐπειδὴ οἱ Δωριεῖς κῆνος λέγουσι διὰ τοῦ ἦτα· ὡς πλεῖον πλῆον, μεῖον μῆον

### κ 267

Κεῖνος εἰς τὸ ξεῖνος

### κ 268

Κεῖνός θ’ ὡς ὁ μὲν Ἡρωδιανὸς ἀναγινώσκει, εἰς τὸ κει περισπωμένην, εἰς τὸ νος ὀξεῖαν, καὶ εἰς τὸ ὡς βαρεῖαν. ὁ δὲ Ἀρίσταρχος, κεῖνος τοσς’ ἀγόρευε. ζητοῦσι δέ τινες, ποῖον ἐστιν ἀναλογώτερον τὸ ἐκεῖνος ἢ τὸ κεῖνος; ἔστι δὲ εἰπεῖν, κατά τι μέν ἐστιν ἀναλογώτερον τὸ ἐκεῖνος, κατά τι δὲ τὸ κεῖνος, καθ’ ὃν μὲν λέγεται, ὅτι οὐδέποτε πρωτότυπος. διὰ τὸ νωΐτερος, σφωΐτερος, παράγωγοι γὰρ αὗται αἱ ἀντωνυμίαι, ἀπαθεῖς εἴπομεν διὰ τὸ οὑτοσὶ, ἐκεινοσί. καθὸ δὲ αἱ μονοπρόσωποι ἀντωνυμίαι ἐκ φωνήεντος θέλουσιν ἄρχεσθαι, οἷον, οὗτος, αὐτὸς, καὶ ἀναλογώτερόν ἐστι τὸ ἐκεῖνος, ἵνα ἀπὸ φωνήεντος ἄρξηται

### κ 269

Κεῖος σημαίνει δὲ τὸν πολίτην τῆς Κέω· γέγονε Κέϊος, καὶ κατὰ συναίρεσιν Κεῖος

### κ 270

Κεκτῆσθαι ἀπὸ τοῦ κτάω, κτῶ, κτήσω κτῆσθαι καὶ κεκτῆσθαι

### κ 271

Κεκαλλωπισμένα ἐκ τοῦ καλλωπίζω· τοῦτο ἐκ τοῦ κάλλος καὶ τοῦ ὀπίζω

### κ 272

Κεκάδοντο ἐφρόντιζον, ἐλυποῦντο πόθεν γίνεται; ἀπὸ τοῦ χάζω, χάσω, κέχαδα, ὁ β ἀόριστος ἔχαδον, ὡς φράζω, φράσω, πέφραδα, ἔφραδον· καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν ἔκαδον· καὶ ὁ παθητικὸς ἐκαδόμην, ἐκαδόμεθα ἐκάδοντο, καὶ προσελεύσει τοῦ κ κεκάδοντο

### κ 273

Κεκάμω κοπιάσω. ἔστι κάμω, ὁ β ἀόριστος ἔκαμον, ἐὰν κάμω, καὶ ἀναδιπλασιασμῷ κεκάμω, ὡς λάχωσι λελάχωσι

### κ 274

Κεκάρφθαι εἰς τὸ καρπός

### κ 275

Κεκληγὼς κεκραγὼς, βοῶν· μετοχὴ συζυγίας δ τῶν βαρυτόνων, ἐκ τοῦ κράζω. τὸ κρα μακρὸν φύσει. τὰ γὰρ διὰ τοῦ αζω ῥήματα δισύλλαβα συστέλλουσι τὸ α, οἷον, βάζω, φράζω, σφάζω, λάχω λαχάζω, πλὴν τοῦ κράζω, χωρὶς τῶν ἐχόντων τὸ α πρὸ τοῦ ι, οἷον, μαστάζω, τὸ μάταια βουλεύομαι, σφαδάζω, τὸ ἀδημονῶ, τεράζω τὸ τέρατα ποιῶ, βοράζω τὸ ἐσθίω. τὶ διαφέρει τὸ ὑπωπιάζω τοῦ ὑποπιάζω; οὐδέν· τὸ μὲν γὰρ ὑποπιάζω ἐστὶ κοινὸν, τὸ δὲ ὑπωπιάζω Δωρικόν· οἱ γὰρ Δωριεῖς τὸ ε εἰς α τρέπουσι, τὸ Ἄρτεμις Ἄρταμις λέγουσιν. οὕτω καὶ τοῦτο. ἔστι δὲ καὶ πρωτότυπον τὸ ὑποπιέζω τὸ δὲ ὑπωπιάζω παράγωγον, ἐκ γὰρ τοῦ ὑποπιέζω γίνεται κατὰ τροπὴν Δωρικὴν τοῦ ε εἰς α, ὡς ἔφαμεν, ὡς τρέχω τράχω. τὸ δὲ κράζω ἐκ τοῦ κρῶ· τοῦτο ἐκ τοῦ καλῶ κλῶ. κλῶ γὰρ γίνεται κατὰ παραγωγὴν ῥῆμα κρώζω καὶ κράζω. καὶ κρώζω ἐπὶ μὲν ὀρνέων, ἐπ’ ἀνθρώπων δὲ κράζω· ὁ παρακείμενος κέκραγα. καὶ γὰρ οἱ Ἴωνες τρέπουσι τὸ α εἰς η, καὶ τὸ ρ εἰς λ, καὶ γίνεται κέκληγα, ἡ μετοχὴ κεκληγώς

### κ 276

Κεκλήση οἱ μὲν λέγουσιν, ὅτι τὸ κε ἔστι σύνδεσμος παραπληρωματικὸς, οἱ δὲ ῥῆμα. καὶ εἰ μέν ἐστι ῥῆμα μέλλοντος μέσου ἐστὶ, κεκλήσομαι, κεκλήσῃ ἄκοιτις

### κ 277

Κεκρύφει ἔκρυψεν. ἔστι ῥῆμα κρύβω, κρύψω, ὁ παρακείμενος κέκρυφα, ὁ ὑπερσυντελικὸς ἐκεκρύφειν, ἐκεκρύφει, καὶ συστολῇ τῆς ἀρχούσης κεκρύφει

### κ 278

Κεκραιπαληκὼς ἐμφαμμένος, ἢ εὐφραινόμενος

### κ 279

Κεκομψευμένος σεμνὸς ἢ εὐκαλλώπιστος

### κ 280

Κεδάζω σχεδάζω, σκορπίζω, ἀπὸ τοῦ σχέω σχεδάζω καὶ σκεδάζω

### κ 281

Κείρειν ἀπὸ τοῦ αἴρειν καὶ ἀποκόπτειν τὸ κέρας, ἤγουν τὴν τριχά. οὕτως ἐγώ

### κ 282

Κεκαδήσει ἀπὸ τοῦ χάζω, ὃ σημαίνει τὸ ὑποχωρῶ, ὁ β ἀόριστος ἔχαδον, ὁ μέσος β ἀόριστος παθητικὸς ἐχαδόμην, ἐχάδοντο, καὶ κατὰ τροπὴν ἐκάδοντο, κατὰ ποιητικὸν ἀναδιπλασιασμὸν κεκάδοντο· ἀπὸ δὲ τοῦ χάζω γίνεται χαδῶ, χαδήσω, τὸ τρίτον χαδήσει, καὶ τροπῇ καδήσει, καὶ κατ’ ἀναδιπλασιασμὸν κεκαδήσει

### κ 283

Κεκαδησόμεθα λυπησόμεθα, φροντιοῦμεν. οἶμαι ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχάζω, ἀχαδῶ, καὶ ἀποβολῇ χαδῶ, χαδήσω, χαδήσομαι καὶ καδήσομαι, καὶ κατ’ ἀναδιπλασιασμὸν κεκαδήσομαι· καὶ τὸ πρῶτον τῶν πληθυντικῶν κεκαδησόμεθα

### κ 284

Κεκαδὼν στερήσας, χωρήσας, παρὰ τὸ χάζω, ἔχαδον, ἡ μετοχὴ χαδὼν, καὶ κατ’ ἀναδιπλασιασμὸν χεχαδὼν καὶ κεκαδών· θυμοῦ καὶ ψυχῆς κεκαδών

### κ 285

Κεκάμω ἐπεὶ κεκάμω πολεμίζων. ἐὰν γράψω ἐπεὶ κε κάμω, ὁ κε ἔστι σύνδεσμος παραπληρωματικὸς, εἰ δὲ ἐπὴν κεκάμω, ἀναδιπλασιασμὸν ἡ κε συλλαβὴ, καὶ ἔστιν ἔκε

### κ 286

Κεκασμένη κεκασμημένη, ἀπὸ τοῦ κάζω τὸ κοσμῶ

### κ 287

Κεκαφότα ἐκπεπνευκότα, κάφος γὰρ τὸ πνεῦμα, παρὰ τὸ κάπω, καφῶ οὖν καφήσω, ἔνθεν καὶ κῆπος, ὁ περιπνεόμενος τόπος

### κ 288

Κεκαυμένην ἰστέον, ὅτι τὸ παρ’ Αἰσχύλῳ ἐν Χοηφόροις λεγόμενον, οἷον τροφόν δ’ Ὀρέστου τήν δ’ ὁρῶ κεκαυμένην, ἀντὶ τοῦ κεκλαυκυῖαν κεῖται. ἀλλ’ εἴπομεν ὅτι τὰ τοιαῦτα ποιητικά εἰσι

### κ 289

Κεκλασμένων οἷον, κεκλαμένων φύλλων· εἰ μὲν οὔτως ἀντὶ τοῦ κεκλασμένων· εἰσὶ δέ τινες εἰρηκότες κεκλιμένων, ὥστε πρὸς ἀντίθεσιν εἶναι· πρός τι ἔνδειαν τοῦ ς. περὶ παθῶν

### κ 290

Κέκλεικα ὁ μέντοι κέκλεικα ὄφειλεν ἐν τῷ κέκλεισμαι προσλαμβάνεσθαι τὸ ς. περὶ τούτου ἱστορεῖ Γεώργιος ὁ Χοιροβοσκός

### κ 291

Κέκληκα ἐκ τοῦ καλῶ κεκάληκα, καὶ κατὰ συγκοπὴν κέκληκα, ἐξ οὗ καὶ κεκληγὼς τροπῇ τοῦ κ εἰς γ. σημαίνει δὲ κεκραγὼς, βοῶν

### κ 292

Κεκλήγοντες ὡς ἀρήγοντες, οὐ γὰρ τὸ κεκληγότες ἐπλεόνασε τὸ ν. οὐ δὲ παρὰ τὸ ὀξέα κεκληγὼς ἐκλήθη, ἀλλὰ παρὰ τὸ κέκληγα γίνεται κεκληγῶ ἐνεστὼς, ὡς παρὰ τὸ πέπληγα πεπληγῶ, ἔνθεν τὸ ἐπέπληγον πόδες ἵππων, ἡ μετοχὴ τοῦ κεκληγῶ γίνεται κεκληγὼς, ὅθεν καὶ τὸ κεκλήγοντες

### κ 293

Κεκραιπαληκὼς μετοχή. τὸ θέμα κραιπαλῶ, β συζυγίας τῶν περισπωμένων· γίνεται ἐκ τοῦ κραιπάλη, ὃ σημαίνει τὴν μέθην, τοῦτο παρὰ τὸ καρὰ καὶ τὸ πάλλω τὸ κινῶ. καὶ ἐν ὑπερβιβασμῷ καὶ συγκοπῇ κραιπάλη· τὶ διαφέρει κραιπάλη καὶ μέθη; διαφέρει. μέθη λέγεται ἡ αὐθημερινὴ οἴνησις· κραιπάλη δὲ ἡ χθεσινὴ μέθη

### κ 294

Κεκλιμένος κεκαλυμμένος, κεκρυμμένος. ἔστι κλείω, ὁ παρακείμενος κέκλεικα, ὁ παθητικὸς κέκλειμαι, παρ’ Ἕλλησι λέγεται χωρὶς τοῦ ς ἐλλείψει τοῦ ε κέκλιμαι· οὐ γὰρ τὸ κλίνω, ἀλλὰ τὸ περικεκλιμένος· οἷον, στήλῃ κεκλιμένος, ἀντὶ τοῦ ὑπὸ στήλης περιεχόμενος· ἔνθεν καὶ τὸ ἐκέκλιτο λίμνη· ἔλλειψις ἄρα τοῦ ε. ὥσπερ καὶ ἀπὸ τοῦ κλείσω κλὶς, δικλεὶς καὶ δικλίς· οἷον, κεῖσε δὲ ὄντε λέχος, καὶ δικλίδας ἀμφοτέρωθεν· ἢ ἀπὸ τοῦ δικληϊς δικλὶς, δικλήϊδες δικλίδες· οὐκ ἀναγκαῖον δὲ τοῦ Ἡρωδιανοῦ

### κ 295

Κεκλήατο ὅσοι κεκλήατο βουλὴν, ἀντὶ τοῦ ὅσοι κεκλημένοι ἦσαν εἰς τὸ συμβούλιον

### κ 296

Κέκλυθι ἰστέον ὅτι τὸ κέκλυθι καὶ κέκραχθι ὡς οἱ πλεῖστοι καὶ ἡ χρῆσις μαρτυρεῖ παρακειμένου ἐστι, τοῦ γὰρ παρακειμένου τὰ προστακτικὰ πότε μὲν εἰς ε λήγει, οἷον, τέτυφε, πότε δὲ εἰς θι, οἷον, τέτυφθι, οὔτως οὖν καὶ κέκλυθι· οὕτως εὗρον

### κ 297

Κέκλυτε ἐστι τῶν εἰς μι προστακτικὸν, χρόνου ἐνεστῶτος, ἀπὸ τοῦ κλύω, κλῦμι, κλῦθι, τὸ δεύτερον τῶν πληθυντικῶν κλῦτε, καὶ κατ’ ἀναδιπλασιασμὸν κέκλυτε· ἀλλ’ ἴσως τὶς ἐρεῖ, ὅτι ταῦτα συστέλλουσι, τὸ δὲ κλῦθι μακρὸν ἔχει τὸ υ· ἴστω ὅτι πολλὰ παρατίθησιν ἡμῖν ὁ Ἀπολλώνιος μακροκατάληκτα, ὡς τὸ δῶθι, οἷον, δῶθι δέ μιν κλέος ἐσθλὸν ἀπὸ τοῦ δίδωμι· οὐδὲν ἄτοπον εἰ καὶ τὸ κλῦθι μακρὸν ἔχει τὸ υ

### κ 298

Κεκορυθμένος καθοπλισμένος, ἀπὸ τοῦ κόρυθος κο ρυθῶ, κεκορυθημένος, κεκορυθμένος

### κ 299

Κεκορυθμένα ἐστομωμένα, ἐνοπλισμένα, ἠκονημένα, ἀπὸ τοῦ κορύσσω τὸ καθοπλίζω, οἷον, τῷ σιδήρῳ ηὐτρεπισμένα ἢ ἠκονημένα τῷ σιδήρῳ, ἀπὸ τοῦ τὴν κορυφὴν θίγειν ἤγουν ἀκονᾷν εἰς ὀξύτητα

### κ 300

Κεκορυθμένα μετοχὴ χρόνου παρακειμένου· τὸ θέμα κορύθω, συζυγίας τρίτης τῶν βαρυτόνων· καὶ γίνεται ἐκ τοῦ κόρυς κόρυθος κορύθω· τὸ δὲ κόρυς παρὰ τὸ κάρη κάρυς καὶ κόρυς· κορύθω, ὁ μέλλων κορύσω, ὁ παρακείμενος κεκόρυκα, καὶ ὁ παθητικὸς κεκόρυσμαι, ἡ μετοχὴ κεκορυσμένος· καὶ οἱ Ἀττικοὶ τρέ πουσι τὸ ς εἰς θ· τὸ γὰρ κλαυσμὸς κλαυθμὸς λέγουσι, καὶ τὸ ἀρισμὸς ἀριθμός

### κ 301

Κέκλω εἰ παρὰ τὸ κέλω λάβοιμεν πλεονασμῷ τοῦ κ. εἰ δὲ παρὰ τὸ καλῶ κλῶ, οὐ πλεονασμῷ ἀλλὰ ἀναδιπλασιασμῷ. ἔστι γὰρ κλῶ καὶ κατ’ ἀναδιπλασιασμὸν κεκλῶ· οὐ γὰρ μόνον γίνονται οἱ ἀναδιπλασιασμοὶ διὰ τοῦ ι, ἀλλὰ καὶ διὰ τοῦ ε· μένω μίμνω καὶ φένω φνῶ πέφνω· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν

### κ 302

Κέκμηκα. ἀπὸ τοῦ καμῶ καμήσω, κεκάμηκα. καὶ συγκοπῇ κέκμηκα, ἡ μετοχὴ ὁ κεκμηκώς· τὸ μη ἦτα διάτι; ἡ πρώτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος θέλει ἔχειν ἢ τὸ ε ἢ τὸ η· νοήσω, τελέσω, κυβερνήσω, καμῶ καμήσω· καὶ ἐξ αὐτοῦ κεκμηκώς

### κ 303

Κέκονα παρὰ Σοφοκλεῖ, ἀπὸ τοῦ κτείνω, ὁ μέσος παρακείμενος ἔκτονα, πλεονασμῷ τοῦ κ καὶ ἐκβολῇ τοῦ τ κέκονα

### κ 304

Κέκρινα ἰστέον ὅτι λέγει ὁ κανὼν, ὅτε δι’ ἀμεταβόλου ὁ μέλλων, ὁ παρακείμενος δι’ αὐτοῦ τοῦ ἀμεταβόλου καὶ τοῦ κ. κείρω κερῶ κέκαρκα, πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων· εἰσὶ δὲ ταῦτα τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ· τούτοις συνεξηκολούθησε καὶ τὸ μένω μενῶ· δεῖ δὲ γινώσκειν ὅτι σεσημείωται καὶ ταῦτα, κρίνω κρινῶ κέκρικα, πλύνω πλυνῶ πέπλυκα, κλίνω κλινῶ κέκλινα, καὶ τείνω τενῶ τέτακα· ταῦτα γὰρ ἀπέβαλον τελείως κατὰ τὸν παρακείμενον· κεκέρδαγα καὶ κεκέρδακα. ζήτει εἰς τὸ ῥηματικὸν τοῦ Χοιροβοσκοῦ

### κ 305

Κέκτημαι εἴρηται εἰς τὸ μέμνηκα· λέγει γὰρ Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν, ὅτι κατὰ πλεονασμόν ἐστι τοῦ κ, Αἰολικῶς, τὸ γὰρ κοινόν ἐστι ἔκτημαι τὸ ἔκτησθαι· τὰ γὰρ ἀπὸ τοῦ κτ ἀναδιπλασιάζουσι· ὃν τρόπον οὐ δὲ ἀπὸ τοῦ πτ, ὁμοίως καὶ τὸ πέπταμαι, ἀπὸ τοῦ ἕπταμαι πλεονασμῷ τοῦ π ἔστι

### κ 306

Κελαδεινὸς ὁ θόρυβος· παρὰ τὸ κέλαδος κελαδεινός

### κ 307

Κέλεαί με κελεύεις με· ἔστι ῥῆμα κελεύω, καὶ κατὰ συγκοπὴν τῆς ευ κέλω, τὸ παθητικὸν κέλομαι κέλη κέλεται, καὶ κέλεαι Ἰωνικῶς· ἐκεῖνοι γὰρ ἔθος ἔχουσι τῷ τρίτῳ προσώπῳ ἀποβάλλειν τὸ τ, καὶ ποιεῖν αὐτὸ δεύτερον, οἷον, τύπτομαι τύπτεαι, οὕτως κέλομαι κέλεται κέλεαι

### κ 308

Κελαινεφὲς μέλαν, ποίου σχήματος; συνθέτου· πόθεν συνετίθη; ἐκ τοῦ μελαίνω καὶ τοῦ νέφος, ὁ τὰ νέφη μελαίνων· καὶ κατὰ συγκοπὴν, ὡς τανύω τανύπεπλος, γίνεται κελαινεφὴς, συγκοπῇ τῆς νω συλλαβῆς, καὶ τροπῇ τοῦ μ εἰς κ· κανὼν γάρ ἐστιν ὁ λέγων· καθόλου τὰ δισύλλαβα βαρύτονα συντιθέμενα, ἐκκόπτει μίαν συλλαβὴν, ὅπως ἀναλογῇ τοῖς δισυλλάβοις, χωρὶς τοῦ ἀλέξω ῥήματος, οὐ γὰρ φύσει βαρύ νεται, ὁ μέλλων γὰρ αὐτοῦ ἀλεξήσω, ὅθεν γίνεται ἀλεξιφάρμακον, καὶ οὐκ ἀποβάλλει συλλαβὴν, οἷον, γανύω, γανύεις, γανύει, Γανυμήδης, ἐκκόπτεται μίαν συλλαβὴν, ὑφαίνει ὑφαιμενὴς· καὶ οὐ λέγεται ὑφαινομένης

### κ 309

Κελεὸς ὄρνεον ταχύτατον· ἀφ’ οὗ τὸ κέλλειν, ταχέως βαδίζειν· καὶ τὸν ἱστόποδα κελεὸν λέγουσιν ἀστεϊζόμενοι

### κ 310

Κέλλω σημαίνει δύο, τὸ προστάσσω καὶ τὸ βαδίζω, ἐξ οὗ καὶ τὸ κέλλης, καὶ ἐπακτροκέλλης, ἔστι δὲ εἶδος πλοίου λῃστρικοῦ, ὅ ἐστι γαλαῖα· καὶ εἰς τὸ λύμη καὶ νωχελὴς, καὶ ὁμοκλήσασκε

### κ 311

Κέλυφος τὸ λέπος τοῦ ὠοῦ

### κ 312

Κελύφη τὰ καλύμματα, ἀπὸ τοῦ καλύπτειν, ὅθεν καὶ κάλυξ, ἡ καλύπτουσα τὰ ῥόδα

### κ 313

Κέλευθος ἡ διὰ θαλάσσης ὁδός· παρὰ τὸ ἐλεύθω ἔλευθος, καὶ κέλευθος, κατὰ πλεονασμὸν τοῦ κ

### κ 314

Κέλευθα ἱστέον ὅτι τὰ ὑγρὰ κέλευθα κατὰ μεταπλασμὸν γένους ἐστὶ, ἀντὶ γὰρ θηλυκοῦ τὸ οὐδέτερον εἶπε· γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος· ὡς ἀπὸ τοῦ ὁ τράχηλος τὸ τράχηλον· ἔνθεν παρὰ Καλλιμάχῳ πληκτικῶς τὰ τράχηλα γυμνάζειν, καὶ λύχνους λύχνα, δίφρους δίφρα, καὶ δακτύλους δάκτυλα, καὶ ὁ τάρταρος καὶ ἡ τάρταρος παρὰ Πινδάρῳ· καὶ οὐδέτερον τὸ τάρταρον· οἷον, τάρταρά τις ἠρόεντα· οὕτως εὗρον τῷ Χοιροβοσκῷ

### κ 315

Κεμὰς ἡ ἐκ νεύρου μεταβάλλουσα ἔλαφος, κοιμάς τις οὖσα, ἢ νεογνὸν ἢ δορκάδα

### κ 316

Κεμὰς ὁ κοιμώμενος ἔλαφος ἐν σπήλῳ, καὶ μήπω δυνάμενος ἐξιέναι, διὰ σμικρότητα

### κ 317

Κενεμβατεῖ εἰς κενὰ ἐπιβαίνει, ἢ ἐπιχειρεῖ

### κ 318

Κέλωρ σημαίνει τὴν φωνὴν, παρὰ τὸ καλεῖν κάλωρ καὶ κέλωρ, ὡς Ἄρταμις Ἄρτεμις

### κ 319

Κενὸς οἱ μὲν, ὅτι παρὰ τὸ καίω κανὸς καὶ κενὸς, ὁ κεκαυμένος καὶ σποδὸς ὤν· ἢ ὅτι τὰ κεκαυμένα κοῦφα καὶ ἐλαφρὰ γίνονται· ἢ παρὰ τὸ σκηνῶ σκῆνος καὶ σκενὸς καὶ κενὸς, ἐν ᾧ ἐστι τὶς σκηνώσασθαι καὶ βάλλειν· ἢ παρὰ τὸ κινῶ κινὸς καὶ κενὸς, τὰ γὰρ κοῦφα καὶ κενὰ εὐκίνητα, καὶ εὐβάστακτα· ἢ παρὰ τὸ γῶ τὸ χωρῶ γενὸς καὶ κενὸς, ὁ χωρῆσαι δυνάμενός τι, διὰ τὸ μηδὲν ἔχειν· ἢ ξένος ὁ κατεξεσμένος καὶ κενός

### κ 320

Κενεῶνος τὸ κοῦφον· ἐκ τοῦ κενὸς πλεονασμῷ τοῦ ε κενεός· καὶ ποίου εἴδους; πλεονασμῷ ἐπεκτάσει· καί τι ἐστιν ἐπέκτασις; συλλαβῆς πλεονασμὸς κατὰ τὸ μέσον τὸν αὐτὸν τόνον φυλάττουσα, οἷον, ἀδελφὸς ἀδελφεός

### κ 321

Κένται ἔστι δὲ διάλεκτος; ὡς γὰρ τὸ παρ’ ἡμῖν φίλτατος φίντατος, καὶ τὸ δέλτα δέντα, ὁ ὑπερσυντελικὸς κέλται κένται· περὶ παθῶν

### κ 322

Κεντηνάριον λίτραι ρ· κέντουμ γὰρ Ῥωμαῖοι τὰ ρ φασίν

### κ 323

Κένταυρος ἀφ’ οὗ τὸ τῶν Κενταύρων γένος ὁ πρῶτος ὠνομάσθη ἀπὸ Ἰξίονός τινος· ὁ γὰρ Ἰξίων ἐρασθεὶς τῆς Ἥρας, ἀπόπειραν ποιησάμενος ὁ Ζεὺς, εἰ ἄρα τολμήσει τοῦτο ποιῆσαι, ποιήσας ἑαυτὸν νεφέλην ὁμοίαν τῆς Ἥρας παρέκλινεν ὀφθῆναι αὐτῷ· ὁ δὲ νομίσας εἶναι τὴν Ἥραν συνεγένετο αὐτῇ, καὶ ἔσχεν υἱὸν ὀνόματι Κένταυρον, παρὰ τὸ τὸν πατέρα αὐτοῦ Ἰξίονα κεντᾷν τῇ αὔρᾳ· τουτ’ἔστι τῇ νεφέλῃ

### κ 324

Κένταυρος παρὰ τὸ κέντω καὶ τὸ αὖρα, ὅ ἐστι πνοὴ τοῦ ἀνέμου· φασὶ γὰρ τὸν Ἰξίονα τῆς Ἥρας ὁμοιωθείσης νεφέλῃ, ὅταν συνεγένετο αὐτῇ· ἐξ ἧς ἐτέχθησαν οἱ Κένταυροι· παρὰ τὸ κεντεῖν τὴν αὖραν ἤγουν τὴν φωνήν

### κ 325

Κέντριον τὸ βούκεντρον· κέντει τὸν πῶλον, κεντρίσας τὸν πῶλον

### κ 326

Κέντρον παρὰ τὸ κέντω ῥῆμα βαρύτονον, καὶ πλεονασμῷ τοῦ ρ

### κ 327

Κεντρότυπτον ὁ μαστιγίας, ἀπὸ τοῦ τύπτειν

### κ 328

Κενὸν τὸ μάταιον καὶ κοῦφον, ἀφ’ οὗ καὶ τὸ κενῶ κενώσω

### κ 329

Κενούμενος κατερχόμενος, μετοχὴ, ἐκ τοῦ κενῶ, τοῦτο ἐκ τοῦ κενὸς ὃ σημαίνει τὸν μάταιον, τοῦτο παρὰ τὸ χέω χενὸς καὶ κενὸς, ὁ διεφθαρμένος· σημαίνει δὲ καὶ ἄλλο· καινὸν τὸ νεωστὶ κατεσκευασμένον, καὶ γίνεται παρὰ τὸ φαίνω φαινὸν καὶ καινὸν· ἤγουν τὸ διαφανὲς ἢ λαμπρόν

### κ 330

Κεραβὰς ὁ τὰ ἀκρωτήρια τῶν ὀρέων, τουτ’ἔστι τὰς κορυφὰς βαίνων, οἱονεὶ ὀρειβάτης· κέρατα γὰρ λέγουσι πάντα τὰ ἄκρα, ὡς φησὶ Πίνδαρος, οἷον, ὑψικέρατα πέτραν, ἀντὶ τοῦ ὑψηλὰ ἀκρωτήρια

### κ 331

Κέραμος Ἀπολλόδωρος φησὶ παρὰ τὴν κεκαυμένην ἔραν ἤγουν γῆν· ἔρα ἔραμος καὶ πλεονασμῷ τοῦ κ κέραμος· οἱ δὲ παρὰ τὸ κεκάφθαι τῇ ἔρᾳ

### κ 332

Κέραμος τὸ δεσμωτήριον παρὰ τοῖς γλωσσογράφοις· παρὰ Κυπρίοις τὸ ἀγγεῖον· παρὰ δὲ Ἀριστάρχῳ ὁ πίθος

### κ 333

Κεράμειον ἀγγεῖον ὀστράκινον, ἢ ὁ πίθος

### κ 334

Κεράμβηλος οἷον, κάμφηλος, κραδήφηλος, κραδηφηλοῦσα, καὶ παραλογιζομένη ἀνθρώπους· κραδὴ δὲ οὐ μόνον συκῆς ὁ κλάδος, ἀλλὰ πᾶν ἀκρόδρυον· παρὰ τὸ κραδαίνεσθαι

### κ 335

Κεραΐζειν διαφθείρειν, ἀφανίζειν· ἡ μεταφορὰ ἀπὸ τῶν κέρασι χρωμένων ζώων, παρὰ τὸ κέρατος

### κ 336

Κεραϊστὴς τόπος Μηλίτων ἀπὸ τούτων, ὅτι κέρατα τοῦ ἄῤῥενος τραγήλου ἀμελγομένου ὑπ’ αὐτοῦ πῆξαι ἐκεῖ, ὡς Καλλίμαχος ἐν ἰάμβοις

### κ 337

Κέραιρε κίρνᾳ, ἀπὸ τοῦ κερῶ κεραίρω, ὡς μένω μεναίνω· ἢ κέραιρε, κερῶ κεραίνω

### κ 338

Κεραννὺς μετοχὴ, ἀντὶ τοῦ κεράας· ἔστι κέρας, καὶ ἐξ αὐτοῦ κερῶ κεράτω, καὶ ἐκ τοῦ κερῶ κερύω καὶ κεραννύω, καὶ παράγωγον εἰς μι κεράννυμι, καὶ ἡ μετοχὴ κεραννὺς διὰ τῶν δύο νν· τὰ ἀπὸ τῶν εἰς ω περισπωμένων, διὰ τοῦ νυω γινόμενα, διὰ τοῦ νν γράφεται, οἷον, πετῶ πεταννύω, χῶ χωννύω, σβῶ σβεννύω, ῥῶ ῥωννύω καὶ ζῶ ζωννύω

### κ 339

Κέρας ἡ θρὶξ, διὰ τὸ τοῖς κέρασιν ἐκφύεσθαι· οἱ δὲ φασὶν, ὅτι ἡ ἐκ τοῦ βάθους εἰς ἡμᾶς ὑπὸ τῆς θερμασίας ἀναφερομένη

### κ 340

Κέρας παρὰ τὸ κάρα, ἐπεὶ ἐκ τῆς κεφαλῆς ἐστι, καὶ τὸ κεραΐζειν ἐκ τῶν ζώων, ἃ τοῖς κέρασι μάχεται· καὶ ὁ κέραυνος φθαρτικὸς ὤν· καὶ τὸ κέρμα κατακεκομμένον εἰς πολλά· καὶ κειρεία, στενὰ ὄντα πλέγματα, οἷον, ἐφθινηκυῖαι· τὸ δὲ κεραΐζειν δύναται παρὰ τὸ κῆρα τὸν θάνατον τὸν φθείροντα καὶ θανατοῦντα

### κ 341

Κέρας σημαίνει διάφορα· τὴν τρίχα παρὰ τὸ τοῖς κέρασιν ὁμοίως ἐμφύεσθαι, καὶ γίνεται παρὰ τὸ κείρω τὸ κόπτω· σημαίνει δὲ καὶ τὴν δόξαν, καὶ γίνεται παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ κέρας· τὴν γὰρ δόξαν πάντες ἐπιθυμοῦσιν· καὶ εἰς τὸ κάρα, καὶ κειρεία καὶ κρατήρ

### κ 342

Κεράσαι τὸ ἐπιχέειν οἶνον ἀπὸ παλαίου ἔθους· πάλαι γὰρ ἐχρῶντο κέρατι ἀντὶ τοῦ προχόου

### κ 343

Κεράσιον διὰ τὸ εἶναι κηῤῥὸν ἤγουν πυῤῥόν· ἢ διὰ τὸ ἐν τῷ ἰδίῳ καιρῷ σαίνειν ἢ σείνεσθαι

### κ 344

Κέρατα διὰ τὸ εἰς τὴν κάραν τείνεσθαι

### κ 345

Κεράσαι τὸ παλαιὸν ἐν κέρατι ἔπινον, ὅθεν καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν

### κ 346

Κεραὸν κεφαλὴν μεγάλην ἔχοντα· ἐκ τοῦ κέρας κέρατος γίνεται κεραὸς ὀξύτονον· καὶ ἐπειδὴ ἐκ τῆς κέρατος γενικῆς γέγονε, καὶ ὤφειλε προπαροξύνεσθαι· ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος λήγοντα καθαρὰ τρισύλλαβα τῷ α μόνῳ παραληγόμενα ὀξύνεται, οἷον, Δαναὸς, ἀλαὸς, ἐξ οὗ καὶ ἀλαοσκοπία, ἀγλαὸς, γεγραμμένος, ταναὸς ὁ μακρὸς, τούτοις συνεξηκολούθησε καὶ τὸ κεραός

### κ 347

Κερατινὴ παρὰ τὸ κέρας κέρατος κερατινή

### κ 348

Κεραυνὸς ἡ μεταφορὰ ἀπὸ τῶν ζώων τῶν τοῖς κέρασι χρωμένων καὶ διαφθειρόντων. παρὰ τὸ κεραΐζειν καὶ τὸ αὔειν ὅ ἐστι καίειν

### κ 349

Κεραυνὸς βροντὴ ἢ χάλαζα, παρὰ τὸ καίειν τὴν ἔραν, ἤγουν τὴν γῆν

### κ 350

Κερδαλεόφρον πανοῦργε τὸ φρόνημα. ἢ παρὰ τὸ εἰς τὰ κέρδη τὸν νοῦν ἔχων· τουτ’ἔστιν ὁ κερδαίνειν φρονῶν· παρὰ τὴν φρένα καὶ τὸ κερδαλέων· τουτ’ἔστιν ὁ κερδαίνειν φρονῶν· ἢ διὰ λόγων τὴν ψυχὴν ἀπατῶν

### κ 351

Κερδαίνειν παρὰ τὸ κέρδος· ἣ παρὰ τὸ κέαρ ἰαίνειν, ὅ ἐστιν εὐφραίνειν

### κ 352

Κερδαλέης συνετῆς, ὠφελίμου, ἢ πανούργου· παρὰ τὸ κερδὼ, ἥ ἐστιν ἀλώπηξ· ἔστι δὲ πανουργότατον ζῶον

### κ 353

Κέρβερος παρὰ τὸ κάρβαρος, ἢ παρὰ τὸ τὴν κάραν βαρεῖν· τρικέφαλος γὰρ ἦν κύων ἐν ᾅδου, ὡς μυθεύεται κύωνος κέρβερος

### κ 354

Κέρδος παρὰ τὸ κέαρ ἡδύνειν, ὅ ἐστιν εὐφραίνειν

### κ 355

Κερδὼ ἡ ἀλώπηξ, ὑποκοριστικῶς, ὡς παρ’ Αἰσχύλῳ· ὡς εἰδῶ καὶ ὑψῶ, ἀντὶ τοῦ εἰδοθεὴ καὶ ὑψιπυλὴ, καὶ τὸ κερδὼ ἀντὶ τοῦ κερδαλέα, ἡ ἀπατητική· ἢ ὡς παρὰ τὸ εἰδῶ καὶ ὑψῶ οὕτω καὶ παρὰ τὸ κέρδος κερδὼ, ἡ κερδαλέα καὶ πανοῦργος

### κ 356

Κερκὶς κρέκω γὰρ προκατάρχει ῥῆμα, οἷον, γλυκεῖα μᾶτερ· καὶ οὔτι δύναμαι κρέκειν τὸν ἱστόν· κρέκω κρεκὶς, καὶ καθ’ ὑπερβιβασμὸν κερκὶς· παρὰ τὸ κρέκειν ὅ ἐστιν ἠχεῖν· περὶ παθῶν

### κ 357

Κέρκυρ πρὸς τοῦτο Κέρκυρ οὐκ εἴρηται, οὐ πρόσκειται ἡμῖν, εἰ ἄρα γενέσθαι, ἀλλά τι εἰρήκασιν Ἕλληνες, Ἀλκμὰν φησὶ, καὶ Κέρκυρος ἡγεῖται ἀπὸ εὐθείας τῆς Κέρκυρ· ἀλλ’ οὐκ εἴρηται, οὐκ ἄρα ἔρεται τῆς ἀποκοπῆς, ἀλλὰ κλίσεώς ἐστι μᾶλλον, οὐ μεταπλασμός· εἴπερ εὐθεῖα Κέρκυρ, ὁ μὴ εἴρηται, ὥσπερ οὐ ψίθυρ, μάρτυρ, ἀλλὰ μὴν οὐδὲ Ἴλλυρ· ἀλλὰ τὸ Ἴλλυρας μεταπέπλασται κατὰ τὴν αὐτὴν πτῶσιν, ὥστε ταῦτα μεταπλασμὸς· τοὺς Ἰλλυρίους καὶ Κερκυραίους· οὐ γὰρ εἴρηται οὔτε ἡ εὐθεῖα, οὔτε ἡ γενικὴ ἢ δοτική· ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν εἴρηται μεταπέπλασται· εἴρη ται δὲ ψίθυρ καὶ μάρτυρ, ἀφ’ ὧν ἡ κλίσις· οὕτω Ἡρωδιανός

### κ 358

Κερκόπων δολίων, πανούργων, ὑπερηφάνων· ἢ γένος πιθήκων, οἷον, καθάπερ τῇ κέρκῳ ἡ ἀλώπηξ τοὺς θηρευτικοὺς κύνας ἀπατῶσα τῇδε κᾀκεῖσε περιτρεπομένη, ἐφαμίλλως καὶ οὗτοι τοὺς ἁπλουτέρους φενακίζουσι τῇ κέρκῳ τῶν λόγων· ὡσαύτως καὶ κερκογνώμονες

### κ 359

Κέρκος ἡ οὐρὰ, παρὰ τὸ κέρκειν, ὅ ἐστι ἦχον ποιεῖν τελεῖν

### κ 360

Κερκὶς εἶδος φυτοῦ, ἐξ οὗ καὶ κερκίδιον, τὸ τῶν γυναικῶν ἐργαλεῖον

### κ 361

Κερκὶς τὸ κερκίδιον, παρὰ τὸ κρέκω, τὸ πλήττω κρεκὶς, καὶ ὑπερβιβασμῷ κερκίς· καὶ τοῦ λέοντος ἡ οὐρὰ κέρκος λέγεται, πλεκτικὸς γάρ ἐστιν· ἐκ τοῦ κρέκω γίνεται κέρκος καὶ κερκίς

### κ 362

Κέρδος παρὰ τὸ χεὶρ χερὸς χέρδος καὶ κέρδος· κυρίως δὲ τὸ διὰ τῶν χειρῶν διδόμενον ἐπ’ ὠφελείᾳ· ἐτυμολογεῖται δὲ παρὰ τὸ κέαρον καὶ τὸ ἅδω τὸ ἀρέσκω. τὸ τὴν ψυχὴν εὐφραῖνον· ἢ παρὰ τὸ κέαρ καὶ τὸ ἡδύ

### κ 363

Κερῶ ὅτι ἐν τοῖς κέρασιν οἱ παλαιοὶ ἔπινον, πρὸ τοῦ εὑρεθῆναι αὐτοὶ, τὴν τῶν ποτῶν χρείαν

### κ 364

Κερόεις παρὰ τὸ κέρατος γέγονε κατὰ συγκοπὴν τοῦ ατ κερόεις ἐξ οὗ τὸ θηλυκὸν κερατόεσσα, καὶ συγκοπῇ κερόεσσα καὶ κράσει κεροῦσα· οἷον, νόμος δέ τι κεροῦσα· περὶ παθῶν

### κ 365

Κεραμὶς διὰ τοῦ ι. τὰ γὰρ εἰς ις θηλυκὰ ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα, ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, ἀσπὶς, ῥανὶς, βολὶς, κρηπὶς, ψηφὶς. κνημίς· οὕτως οὖν καὶ κεραμίς· πρόσκειται κοινολεκτούμενα, ἐπειδὴ τὸ εὐσεβεῖς καὶ αἰολεῖς διὰ τῆς ει διφθόγγου γράφουσιν

### κ 366

Κέρτομος ὁ σκώπτης· τινὲς δὲ, ὁ τὸ κέαρ τέμνων τῶν ἀκουόντων, διὰ τὸ παραλογιστικὸν τῶν λόγων, ὡσεὶ ψυχητομός

### κ 367

Κερτομέων ἐρεθίζων, χλευάζων, καὶ κερτομίοις ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς, ἀπατηλοῖς

### κ 368

Κερτομῶ σχῆμα παρασύνθετον, ἐκ τοῦ κέρτομος, τοῦτο ἐκ τοῦ κέαρ τέμνειν, οἱονεὶ ὁ χλευαστής· καὶ εἰς τὸ ἐπεκερτόμουν

### κ 369

Κεστὸς ὁ διαπεποικιλμένος, καὶ διακεκερτημένος ζωστήρ· παρὰ τὸ κάζω τὸ κοσμῶ γίνεται ῥηματικὸν ὄνομα καστὸς καὶ κεστὸς ὁ κεκοσμημένος· ἢ παρὰ τὸ κεντῶ ῥῆμα βαρύτονον, ἔνθα καὶ κέντορες ἵππων· ὁ μέλλων κένσω Αἰολικῶς, κένσαι ὁμοκλήσας, γίνεται ῥηματικὸν ὄνομα κενστὸς καὶ κεστὸς, ἐξ οὗ καὶ πολύκεστον ἱμὰς ὁ πολυκέντητος γίνεται. ἐκ τοῦ πολυκέντητον εἶναι ταῖς ῥαφαῖς

### κ 370

Κεστὸς παρὰ τὸ κάζω καστὸς καὶ κεκοσμημένος ταῖς δια. καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ε κεστός

### κ 371

Κευθμὸς ἐκ τοῦ κεύθω κευσμὸς καὶ Αἰολικῶς κευθμὸς, ὡς κλαύσω κλαυσμὸς καὶ κλαυθμὸς, καὶ μηνισμὸς μηνιθμός· ἐκ δὲ τοῦ κευθμὸς γίνεται κευθμὼν· γαίης ἐν κευθμῶνι κακῷ, δ’ ἐπέρτετος ἔργων

### κ 372

Κευθμὼν ὁ ἀφεγγὴς τόπος καὶ κρύφιος, παρὰ τὸ κεύθω τὸ κρύπτω, κευθμὼν διάτι ὀξύνεται; τὰ εἰς μων δισύλλαβα ἐπὶ καιροῦ λαμβανόμενα ἢ τοπικὰ, ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ν ἐκτεταμένον, ὀξύνεται· λειμὼν, χειμὼν, κευθμών

### κ 373

Κεφαλὴ παρὰ τὸ κάρφος καὶ φαλὴ, καὶ κεφαλὴ ὁ κατάξηρος τόπος καὶ ὀστώδης, ἢ κατὰ Ἀπολλόδωρον καλύφη τις οὖσα, παρὰ τὸ καλύπτειν καὶ σκέπειν τὸν ἐγκέφαλον· τινὲς δὲ, παρὰ τὸ ἐκεῖσε κεῖσθαι τὰ φαὴ, κεφαή τις οὖσα, καὶ κεφαλή· οἱ δὲ παρὰ τὸ κάπω τὸ πνέω, καπαλὴ καὶ κεφαλὴ, οἱονεὶ ἡ διαπνέουσα, ὅθεν καὶ κῆπος ὁ διαπνεόμενος τόπος· διὸ καὶ ἐν ταῖς οἰκίαις τὸν ἀνατεμνόμενον τόπον πρὸς ἀνάπαυσιν λέγομεν κῆπον, παρὰ τὸ κάπω τὸ πνέω· ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε, τουτ’ἔστιν ἀπέπνευσε

### κ 374

Κεφαλὴ παρὰ τὸ κύειν αὐτὴν τὰ ὠφέλιμα· ἤγουν τὸ ἐν αὐτῇ ἔχειν τὰ ὠφελοῦντα τὸν ἄνθρωπον αἰσθητήρια

### κ 375

Κεφαλέων ἄκρων, ὁ κανών· οἱ μὲν Δωριεῖς διὰ τοῦ αων προσφέρουσιν, οἱ δὲ Αἰολεῖς διὰ τοῦ εων· ὁ δὲ Ζηνόδοτος γράφει τὸ λαι δίφθογγον, ὡς κτητικὸν αὐτὸ λαμβάνων· κακῶς δὲ· κανὼν γάρ ἐστιν ὁ λέγων, τὸ κτητικὸν ἐπὶ τῶν σωματικῶν μερῶν λαμβανόμενον κατατεθνηκότος θέλει παραλαμβάνεσθαι, οἷον, βοεία κεφαλὴ, ἡ τοῦ τεθνηκότος βοὸς κεφαλή· ἀνθρώπειος ποὺς ὁ τοῦ τελευτηκότος, οὐ γὰρ ἐπὶ ζώντων εἴπῃ τις ἄν· διὸ καὶ μέμφονται Ζηνόδοτον, ἐπειδὴ τὸ ἀρνῶν ἐκ κεφαλῆς ἀνεγίνωσκε κτητικόν· κτητικῇ γὰρ φωνῇ ἐχρήσατο ἐπὶ ζώντων τῶν ἀρνῶν· οὐκ ἔπαθε δὲ πλεονασμὸν, ἀλλὰ διαίρεσιν

### κ 376

Κεχανδότα χάζω, χάσω, κέχαδα, κεχαδὼς, κεχαδότος, κεχαδότα, καὶ πλεονασμῷ τοῦ ν κεχανδότα· ὁ ἀόριστος ἔχαδον, ἔχαδες, ἔχαδε

### κ 377

Κεχαρηότα ἐμῶ κεχαρηότα θυμῷ, οὔτε ἀπὸ τοῦ χαίρω γέγονε, ἐπειδὴ ὁ παρακείμενος κέχαρκά ἐστιν, οὔτε ἀπὸ τοῦ χαιρῶ· ἀλλ’ ἀπὸ τοῦ χαίρω γίνεται χαρῶ, ὡς φαίνω φανῶ, οὗ ὁ παρακείμενος κεχάρηκα, ἡ μετοχὴ κεχαρηκότα, καὶ κατ’ ἀφαίρεσιν Ἰωνικὴν τοῦ κ κεχαρηότα

### κ 378

Κεχαροίατο δευτέρου μέλλοντος παθητικοῦ εὐκτικοῦ, τρίτου τῶν πληθυντικῶν· οἱ γὰρ Ἴωνες πᾶν ῥῆμα εὐκτικὸν τρίτου προσώπου τῶν πληθυντικῶν, κατὰ μετάθεσιν τοῦ ν εἰς α προσφέρονται· οἷον, μνήσαιντο μνησαίατο, πύθοιτο πυθοίατο, λέγοιτο λεγοίατο· ἔστιν οὖν ἐκ τοῦ χαίρω ῥήματος, ὁ β ἀόριστος ἔχαρον, ἐχάρην, ἐχαροίμην, μετὰ ἀναδιπλασιασμὸν κεχαροίμην· τὸ δὲ χαίρω ἐκ τοῦ γῶ τὸ χωρῶ

### κ 379

Κεχολώσεται ἀπὸ τοῦ χολῶ χολώσω, κεχόλωκα, κεχόλωμαι, κεχόλωσαι· καὶ ὁ μετ’ ὀλίγων μέλλων κεχολώσεται· διαφέρει ὁ μέλλων τοῦ μετ’ ὀλίγου μέλλοντος· ὅτι ὁ μὲν μέλλων ἀόριστός ἐστι, ὁ δὲ μετ’ ὀλίγων μέλλων ὡρισμένος

### κ 380

Κήδεσθαι τὸ λυπεῖσθαι, ἀλλὰ καὶ τὸ φροντίζειν· εἴρηται εἰς τὸ κήδω

### κ 381

Κήδω τὸ φροντίζω, παρὰ τὸ ἕδω τὸ ἐσθίω, κατεσθίουσι γὰρ τρόπον τινὰ ἑαυτοὺς οἱ μεριμνῶντες· ὅθεν καὶ μελεδώνη ἡ φροντὶς, παρὰ τὸ τὰ μέλη ἕδειν· λοιπὸν ἕδω τροπῇ τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ κ κήδω· καὶ κήδω τὸ λυπῶ· σημαίνει δὲ καὶ τὸ θάπτω· καὶ γίνεται παρὰ τὸ χῶ τὸ χωννύω, οὗ ὁ μέλλων χήσω· καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ τροπῇ τοῦ χ εἰς κ καὶ τοῦ ς εἰς δ κήδω, ἐξ οὗ καὶ κηδεύω κήδεια

### κ 382

Κηδεμὼν φροντιστὴς, προνοητὴς, ὥσπερ παρὰ τὸ ἄγω ἡγεμὼν, οὕτω καὶ παρὰ τὸ κήδω κηδεμών· τὸ δὲ ψιλὸν διάτι; τὰ διὰ τοῦ εμων ὀνόματα ὀξύτονα διὰ τοῦ ε γράφεται, καὶ διὰ τοῦ ος κλίνεται, καὶ τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς· καὶ εἰς τὸ ἡγε μών· καὶ ἄλλως· τὰ εἰς μων ὀξύτονα ἑνὶ φωνήεντι παραλήγεται, οἷον, ἡγεμὼν καὶ κηδεμών

### κ 383

Κήδετο ὁ Ἀρίσταρχος ἀντὶ τοῦ ἠνιᾷτο· καί ἐστι μετὰ τῆς περί· δηλοῖ δὲ καὶ τὸ ἐφρόντιζε· κήδετο οἰκείων, οὓς κτήσατο δῖος Ὀδυσσεὺς, καὶ τὴν κατ’ ἐπιγαμίαν συγγένειαν

### κ 384

Κηδεστὴς ὁ κατ’ ἐπιγαμβρίαν συγγενής· τουτ’ἔστιν ὅ τε πατὴρ τῆς γεγαμένης, καὶ αὐτὸς ὁ γαμῶν· παρὰ τὸ κήδω τὸ φροντίζω γίνεται ῥηματικὸν ὄνομα κῆδος· κῆδος δὲ εἴρηται ἡ κατ’ ἐπιγαμίαν συγγένεια· ἐπεὶ ἐκ προνοίας καὶ κηδεμονίας συνίσταται· παρὰ τὸ κήδω οὖν γίνεται κηδεστὴς· ἢ παρὰ τὸ κήδω τὸ φροντίζω κηδεστής· ἐκ προνοίας γὰρ φροντίδος οἱ ἀμφότεροι συνίστανται· τὸ δὲ Κηδέστης τὸ κύριον ὄνομα βαρύνεται, ὡς θυὸς Θυέστης· τὸ δὲ κηδεστὴς ὀξύνεται ὡς προσηγορικόν

### κ 385

Κήδεστοι οἰκειότατοι, φροντιστικώτατοι, παρὰ τὸ κήδω· τὸ δὲ κήδω παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι

### κ 386

Κήδεα κακὰ, λύπας, πένθη, διὰ τὸ ἀνιᾷσθαι, καὶ οἱονεὶ καίεσθαι ἐπ’ αὐτοῖς

### κ 387

Κηκὰς ἡ κακολόγος· κηκὰ γὰρ ἡ λοιδωρία, ἐξ οὗ καὶ κηκασμὸς ἡ λοιδωρία· γίνεται δὲ ἐκ τοῦ κακὸς, καὶ τοῦ κακῶς ἀφίει, ἀντὶ τοῦ μεθ’ ὕβρεως· οἱ δὲ κηκὰς τὴν μελανίαν, ὅθεν Ῥωμαῖοι τὸν τυφλὸν κηκὸν λέγουσι

### κ 388

Κηκὰς ἀλώπηξ, κακόποιος, χλευαστικός· Καλλίμαχος, κηκάδος ἐν γλώσσῃ

### κ 389

Κηκὶς σημαίνει τὰ κηκίδια διὰ τοῦ ι, τῷ λόγῳ τοῦ κεραμίς

### κ 390

Κῆλον τὸ ξύλινον βέλος, παρὰ τὸ κάλον τὸ δηλοῦν τὸ ξύλον· κατὰ δὲ γλωσσογράφους βέλη θεῖα, τουτ’ἔστιν ἀστραπὰς καὶ βροντάς· ὤχετο κῆλα θεοῖο· παρὰ τὸν κήσω μέλλοντα, τὸν δηλοῦντα τὸ καύσω· ὅθεν καὶ πυρὶ κηλεῷ τουτ’ἔστι καυστικῷ γέγονε, πλεονασμῷ τοῦ ε· παρὰ τὸν αὐτὸν δὲ κήσω μέλλοντα τὸ αὔα πάλαι περὶ κῆλα

### κ 391

Κηλόνιον ὁ ξύλινος ἀντλητὴρ, τὸ παρ’ ἡμῖν λεγόμενον γεράνιον, παρὰ τὸ κάλον τὸ δηλοῦν τὸ ξύλον, ὅθεν καὶ καλυπόδιον, ὁ ξύλινος ποὺς, καὶ μετὰ τοῦ νεύειν γίνεται καλόνειον καὶ κηλόνειον, τὸ ἀνανεῦον καὶ κατανεῦον ξύλον

### κ 392

Κηλώνιον ἐκ τοῦ καίω, ὁ κεκαυμένος ὑπὸ οἴστρου· κηλόνειον δὲ γεράνιον, ἀπὸ τοῦ χαλῶ καὶ τοῦ νεύω

### κ 393

Κήλων ὁ θερμὸς εἰς συνουσίαν, παρὰ τὸν κήσω μέλλοντα ὃ δηλοῖ τὸ καύσω

### κ 394

Κῆλα δῆλα τινὰ ὄντα φανερὰ, παρὰ τὸ καίω· κυρίως γὰρ τὸν κεραυνὸν σημαίνει καὶ τὸν πρηστῆρα· ἡ λέξις ἢ παρὰ τὸν ἥσω μέλλοντα, τουτ’ἔστιν ἀφήσω καὶ πέμψω, ἀπὸ τοῦ ἵημι τὸ πέμπω, ἧλον καὶ κῆλον· καὶ εἰς τὸ δηλήσεται

### κ 395

Κηλεὺς παρὰ τὸ κηλεῖν καὶ τέρπειν· κηληθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα σκιόεντα· κήλησις γάρ ἐστιν ἡ δι’ ᾠδῆς ἡδονὴ· οἷον, χαλάσιός τις οὖσα

### κ 396

Κήλη τὸ παθητικὸν τοῦ ὀρχέως· δηλοῦσιν οἱ Ἴωνες λέγοντες κάλη

### κ 397

Κηλὶς τὸ μόλυσμα, ὁ ῥύπος, ὡς τὸ, κηλίδα ἔχω· ἔνθεν ἐπὶ τῆς ἐσθῆτος τῆς ἐχούσης σημεῖον, καὶ μολύνων αὐτὴν· κῆλα δὲ τὰ σημεῖα οἷον δῆλα, τροπῇ τοῦ δ εἰς κ. καὶ ἐφ’ ὕβρεως λέγεται· οὗτος κηλίδας ἔχει, οἷον, μολυσμένους, οὐ καθαρός ἐστι

### κ 398

Κηληθμὸς θέλξις, τέρψις, χαρήθυμός τις ὤν· συγ κοπῇ καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν, καὶ τοῦ α εἰς η, κήλησις γάρ ἐστιν ἡ δι’ ᾠδῆς ἡδονή· καὶ εἰς τὸ κατεκήλησε

### κ 399

Κῆπος ὁ ἀποτεκτημένος τόπος πρὸς ἀνάπαυσιν, καὶ καταπνεόμενος· παρὰ τὸ κάπω τὸ πνέω, κάπος καὶ κῆπος

### κ 400

κηπίον ἀπὸ τοῦ καπύσαι, ὅ ἐστι πνεῦσαι. ὁ καταπνεόμενος τόπος, ἀπὸ τοῦ κάπος ὃ σημαίνει τὸ πνεῦμα· Ὅμηρος ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε, τουτ’ἔστιν ἀπέπνευσε· γίνεται δὲ παρὰ τὸ σκάπτω καὶ σκάπος καὶ σκῆπος, ἀφαιρέσει καὶ ἐκτάσει. ἢ διὰ τὸ κεῖσθαι καὶ πίνειν· ἢ πάλιν χῆπος, διὰ τὸ χήνεσθαι τὸ πότιμον

### κ 401

Κῆρ περισπωμένως μὲν τὴν ψυχὴν παρὰ τὸ κέαρ· ἢ παρὰ τὸ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα. ὀξυτόνως δὲ τὴν θανατηφόρον Μοῖραν ἤτοι κακῆναι ἐπιφέρουσαν· καὶ ἐν ᾅδου ποταμοὶ Πυριφλεγέθων καὶ Ἀχέρων· καὶ εἰς τὸ καιριώτερον, καὶ μάκαρ καὶ νεκροῦ

### κ 402

Κὴρ ὁ θάνατος, ἐκ τοῦ ἔκηα γίνεται· τοὺς γὰρ ἀποθανόντας ἔκαιον οἱ παλαιοί

### κ 403

Κηρός ὅτι καιόμενος ῥεῖ· ἢ παρὰ τὸ καίω, καύσω, ἔκαυσα, ἀποβολῇ τοῦ υ καὶ ς ἔκαα, καὶ ἐξ αὐτοῦ καρὸς καὶ κηρὸς ὁ καιόμενος· ἐτυμολογεῖται δὲ παρὰ τὸ καίεσθαι ῥᾳδίως

### κ 404

Κηρύκειον εἰσί τινα ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων γινόμενα, διὰ τοῦ ειον, ἅτινα διὰ δίφθογγον γράφεται· οἷον, κύκλωψ κυκλώπειον, σημαίνει δὲ τὸ τοῦ κύκλωπος· φοῖνυξ. φοινύκειον, σημαίνει δὲ τὸ τοῦ φοίνυκος· οὕτως οὖν καὶ κῆρυξ κηρύκειον· ἰστέον ὅτι ἐστι καὶ κηρύκιον διὰ τοῦ ἰῶτα, ὅπερ ἐπὶ μόνης τῆς ῥάβδου τοῦ Ἑρμοῦ λέγεται· ἔστι καὶ κηρύκειον ὅπερ προσηγορικόν ἐστι, καὶ σημαίνει πᾶσαν ῥάβδον κήρυκος· ἔστι δὲ καὶ κηρύκειον ὅπερ κτητικόν ἐστι, καὶ σημαίνει τὸ τοῦ κήρυκος, ὡς παρὰ Σοφοκλεῖ, γράμμα κηρύκειον· ἔστι δὲ καὶ κηρύκειον ὄνομα λόφου τῆς Ἐφέσου, ἐν ᾧ ἀνῆλθεν Ἡρακλῆς κατὰ βούλησιν τῶν θεῶν, καὶ ἐκήρυξε τὴν γέννησιν τῆς Ἀρτέμιδος· ἔστι δὲ καὶ κηρύκειον, ὃ καὶ πληθυντικῶς λέγεται τὰ κηρύκεια, καὶ σημαίνει τὸν μισθὸν τὸν διδόμενον ἐν τῇ κηρύξει, ὅπερ λέγεται ἐν τῇ συνηθείᾳ μήνυτρα· ἔστι δὲ καὶ κηρύκειον, καὶ σημαίνει τὴν κήρυξιν

### κ 405

Κήρυκος ὄνομα τὸ ρυ μακρὸν, καὶ πέρδικος· ἡ γὰρ ὀφειλομένη ἐν τῇ εὐθείᾳ μακρὰ, μετῆλθεν ἐν τῇ γενικῇ· ὤφειλε δὲ καὶ ἡ εὐθεῖα ἔχειν μακρὸν τὸ υ· ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ υ ἢ τὸ ι πρὸ τοῦ ξ εὑρίσκεται φύσει μακρὸν, χωρὶς εἰ μὴ μόνου ἑνὸς στοιχείου συνεστάλη, ὡς τὸ κήρυκι ἠπυτίδῃ· τὸ δὲ κῆρυξ γίνεται ἐκ τοῦ γῆρυς, ὃ σημαίνει τὴν φωνὴν, τοῦτο παρὰ τὸ γέρας· γῆρυς ἐπὶ τῶν ἐντίμων λέγεται, κυρίως ὁ προφητῶν ψαλμωδὸς, καὶ εἰς τὸ διακηρυκεύεται

### κ 406

Κῆρυξ ὡς παρὰ τὸ πτέρω γίνεται πτερῶ, καὶ πτερύσσω, οὕτω παρὰ τὸ ἐρῶ, ὁ δηλοῖ τὸ λέγω, ἐρύσσω, καὶ ἠρύσσω, καὶ πλεονασμῷ τοῦ κ κηρύσσω, ὁ μέλλων κηρύξω, ἀποβολῇ τοῦ ω κῆρυξ

### κ 407

Κῆρυξ ὁ μεγαλόφωνος, γῆρυξ τις ὢν καὶ τροπῇ κῆρυξ, ὁ τῇ κινήσει ῥᾷον, εὐχερὲς, ῥᾷον, ὀξύς

### κ 408

Κηρύσσω σημαίνει τὸ καταγγέλλω, τὸ ἁγιάζω, τὸ εἰς φιλίαν ἄγω, τὸ ἀγνοῶ

### κ 409

Κημὸς εἶδος χαλινοῦ, παρὰ τὸ κάμπτω, τῆς θέσεως μακρᾶς τραπείσης εἰς φύσει μακρὰν, οὗ ὁ μέλλων κάμψω, ὁ παρακείμενος παθητικὸς κέκαμμαι, καὶ ἐξ αὐτοῦ καμὸς καὶ τροπῇ τοῦ α εἰς η κημός· ὁ τοὺ σκληροὺς αὐχένας κάμπτων τῶν ἵππων· τὸ κούρκουμον ἢ φιμός

### κ 410

Κητωοὺς ἐκ τοῦ γῶ τὸ χωρῶ, ὁ μέλλων γήσω· καὶ κητῶ

### κ 411

Κήτη παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, τὸ παθητικὸν κέεμαι κεῖμαι, καὶ ἐξ αὐτοῦ κοίτη

### κ 412

Κηφὰς ἐκ τοῦ κάφος ὃ σημαίνει τὸ πνεῦμα

### κ 413

Κηώεις ἐπὶ τοῦ θαλάμου, ἐκ τοῦ κῶ τὸ κοιμῶμαι, κηώεις, οἱονεὶ ὁ πρὸς τὸ κοιμᾶσθαι εὐτρεπισμένος καὶ ἐργασμένος οἶκος· οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων· καὶ ὁ ποιητής· ὄρσο κέων, ὦ ξεῖνε, ἀντὶ τοῦ, κοιμήθητι διεγερθείς

### κ 414

Κιβωτὸς ὤφειλε διὰ τῆς ει διφθόγγου, ἐπειδὴ παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βρῶσιν εἴρηται. ἀλλ’ ἡ παράδοσις τὸ ἰῶτα ἔχει· καὶ λέγει ὁ Ὦρος, ὅτι ἴσως παρὰ τὸ κίβος γέγονεν, ὃ σημαίνει τὴν τροφὴν, καὶ διὰ τοῦ ι γράφεται τῷ λόγῳ τοῦ θλίβω

### κ 415

Κίβδηλον τὸ ὑπόχαλκον παρὰ τὸ χι στοιχεῖον χίβδηλον καὶ κίβδηλον

### κ 416

Κίβδηλος ὁ ῥυπαρὸς παρὰ τὸ κινεῖν τὸ δῆλον ἤγουν φανερόν· τὸ κι ἰῶτα ἐκ τοῦ κινῶ· καὶ ἐκεῖνο πόθεν; τὰ διὰ τοῦ ινω ῥήματα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, κρίνω κλίνω, πλὴν τοῦ στείνω, κτείνω· τὸ δη ἦτα διάτι; ἐκ τοῦ δῆλος. οἱ Ἀθηναῖοι τῷ πρὸς τοὺς Χίους μίσει φερόμενοι, ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νομίσμασιν ἐχαράττετον τὸ τοῦ χι στοιχείου τύπον, καὶ ἀπέῤῥιπτον, καὶ χίβδηλα ταῦτα ἐκάλουν

### κ 417

Κιβώριον τὸ κὶβ σημαίνει κιβωτὸς, τὸ δὲ ὤριον φωτισμὸς, ἢ

### κ 418

κίστη. μὲν. ἡ ξυλίνη,. καλεῖται, κίστη δὲ ἡ

### κ 419

Κιγκλὶς παρὰ τὴν Ἀττικὴν κιγκλίδα, ἡ ἔστιν εἶδος θύρας. ταῖς φυλακαῖς καὶ τοῖς δικαστηρίοις· τινὲς δὲ ἀπὸ τοῦ κίγκλου τοῦ ὀρνέου· οὕτως δὲ λέγεται ἡ σεισοπύγη. καὶ Μένανδρος ἐν ὑμίδῃ, κιγκλισμὸς φησὶν, ἀντὶ τοῦ τάραχος

### κ 420

Κίδαριν ἐκ τριχῶν ὕφασμα καὶ μελαύκιον· ἢ περίθεμα κεφαλῆς βασιλικῆς· ἀνὴρ παρὰ Πέρσαις τὴν κίδαριν ἀνεδήσατο

### κ 421

Κίδαρις περίθεμα κεφαλῆς εὐκόσμιον καλὸν καμαλαύκιον

### κ 422

κίω τὸ πορεύομαι, ὅπερ ἀπὸ τοῦ ἴω τὸ πορεύομαι πλεονασμῷ τοῦ κ

### κ 423

Κίθαρις ἀπὸ τοῦ κινεῖν τὸν ἔρωτα

### κ 424

Κιθάρα παρὰ τὸ κινεῖν τοὺς θαιρούς· ἤγουν τοὺς στρόφιγγας

### κ 425

κιθάρα διαφέρει. κίθαρις μὲν γάρ ἐστιν ἡ λύρα· καὶ τοὺς χρωμένους αὐτῇ κιθαριστὰς λέγομεν· οὓς ἡμεῖς λυδωροὺς φαμέν· κιθάρα δὲ ᾗ χρῶνται οἱ κιθαρωδοί

### κ 426

Κιθαρωδὸς παρὰ τὸ κινεῖν εἰς ἔρωτα τοὺς ἀκούοντας· ἢ παρὰ τὸ κινεῖσθαι τοὺς θαιροὺς ἤγουν τοὺς στρόφιγγας

### κ 427

Κίθαρος καθ’ ὁμοιότητα τῶν ὀστῶν πρὸς τὰς χορδὰς, ὁ δὲ Δοῦρος ἀπὸ τοῦ Κιθαιρῶνος φησιν· ὅτι Ἀμφίων ἐκεῖ ἐμουσικεύετο

### κ 428

Κικύω σημαίνει τὸ ἰσχύω, καὶ γέγονε παρὰ τὸ κίκυς· ἔχει δὲ καὶ τοῦτο τὸ υ κατὰ τὴν δισυλλαβίαν

### κ 429

Κίκυς ἡ δύναμις, Ἀπολλόδωρος ἴκμας· ἀλλ’ οὐ γὰρ ἐηνεῖς ἔμποδος, οὐ δὲ τακτικοῖς, ἀπὸ τοῦ ἀνακικύειν· πολύς δ’ ἀνεκίκυεν ἱδρώς· καὶ Αἰσχύλος ἐν Σισύφῳ· καὶ θανόντων εἰσὶν οὐκ ἐνεστιγμάσει, τὰ σοὶ δ’ οὐκ ἔνεστι κίκις, οὐδ’ αἱμόῤῥυτοι φλέβες, θανόντων φησὶν ἀψύχοις· καὶ παρὰ Πινδάρῳ· ἔστι δέ τοι χέκων ἀκύει καπνός· ὁ δὲ Ὅμηρος κατὰ τ’οὐναντίον τὸν ἀσθενῆ ἀκίκυν λέγει· νῦν δὲ μ’ ἐὼν ὀλίγος τὲ καὶ οὐτιδανὸς καὶ ἄκικυς· ὁ δὲ Ἀλκαῖος, ὁμοίως Ὁμήρῳ τὸν ἰσχυρὸν κίκυν καλεῖ, καὶ τὸ κικίδιον τὸν ἐκθλιβόμενον ἐκ τοῦ Κρότωνος λίπασμα. καὶ εἰς τὸ νεκύς

### κ 430

Κικλήσκω ἀπὸ τοῦ κλῶ τοῦ σημαίνοντος τὸ καλῶ, γίνεται κλήσκω, καὶ κατ’ ἀναδιπλασιασμὸν κικλήσκω, ὡς τρώσκω τιτρώσκω· σημαίνει δὲ τὸ καλῶ

### κ 431

Κίναιδος ὁ κενὸς αἰδοῦς, ὡς Διόνυσος· Ὦρος, ἢ ἀσελγής

### κ 432

Κίναιδος ὁ ἀσελγὴς, ὁ κινῶν τὴν ἡδονὴν, ὁ πόρνος· τὸ ναι δίφθογγος· ὁ κινῶν ἑαυτῷ αἰδῶ καὶ αἰσχύνην· εἴρηται δὲ παρὰ τὸ κινεῖσθαι τὴν αἰδῶ· ἢ παρὰ τὸ κινεῖν τὰ αἰδοῖα

### κ 433

Κίνδυνος ἰστέον, ὅτι τὰ εἰς υν λήγοντα προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν, οἷον, Γόρτυν Γόρτυνος, ἔστι δὲ ὄνομα πόλεως, μόσυν μόσυνος, σημαίνει δὲ τὸν ξύλινον πύργον, Φόρκυν Φόρκυνος· εἰ γὰρ Φόρκυν αἰτιατικὴ, οἷον, Φόρκυν δ’ ἱπποθόοντι, ἀπὸ τοῦ Φόρκυς Φόρκυνος, ὡς βότρυς βότρυος τὸν βότρυν, καὶ τὸν Φόρκυν· κίνδυνος· αὑτὴ δὲ ἡ κίνδυνος γενικὴ μετάγεται εἰς εὐθείαν, καὶ γίνεται ὁ κίνδυνος τοῦ κινδύνου, ὥσπερ ὁ ψὰρ τοῦ ψαρὸς, καὶ ὁ ψάρος τοῦ ψάρου· ἡ κοινὸς γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς κυν εὐθείας, ἀλλ’ ἀπὸ τοῦ κύων κύονος καὶ συγκοπῇ κύνος

### κ 434

Κίνδυνος παρὰ τὸ κινῶ καὶ τὸ ὀδύνη γίνεται κυνοδύνη, ἐκ τοῦ κινεῖν τὰς ὀδύνας, ἐν συγκοπῇ κίνδυνος· καὶ εἰς τὸ ἀκίνδυνον

### κ 435

Κίνησις ἀπὸ τοῦ κινῶ κινήσω κίνησις καὶ κινησίας, ὥσπερ καὶ παρὰ τὸν σώσω μέλλοντα γίνεται σωσίας. γράφεται δὲ διὰ τοῦ ἰῶτα· τῷ λόγῳ τοῦ ἀμείψιας

### κ 436

Κίνησις περιφορᾶς διήλλακται· κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις· περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον διαστροφή

### κ 437

Κινῶ παρὰ τὸ ἲς ἰνὸς, ὅπερ ἲν λέγεται, δικατάληκτον γάρ ἐστι τὸ ὄνομα, καὶ δηλοῖ τὴν δύναμιν· τούτου ἡ γενικὴ ἰνὸς, ἀφ’ οὗ ῥῆμα ἰῶ, καὶ πλεονασμῷ τοῦ κ κινῶ

### κ 438

Κινῶ διὰ τοῦ ἰῶτα, πρῶτον μὲν παρὰ τὸ κινεῖν ἐστι· δεύτερον δὲ ὅτι κινέω λέγουσιν οἱ Λάκωνες· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου κινείω ἔμελλον λέγειν, καὶ. περισπώμενα, ἡνίκα μεν. λη. ἰῶτα γράφεται παρὰ τοῖς Λάκωσι, οἷον. μνείω, ἡνίκα δὲ φωνήεντι παραλήγεται διὰ τοῦ ε, οἷον, δονῶ δονέω· εἰ οὖν τὸ κινῶ κινέω λέγουσιν οἱ Λάκωνες

### κ 439

Κινήσιας διὰ τοῦ ἰῶτα ὥσπερ παρὰ τὸν σώζω σώσω μέλλοντα γίνεται σώσιας οὕτω, καὶ ἀπὸ τοῦ κινήσω κινήσιας γέγονε τὸ πορεύομαι· ἐκ τῆς κινήσεως γὰρ ὁ ἰσχυρὸς φαίνεται· ἔχει γὰρ καὶ αὐτὸ ἐκ τε τῆς δι συλλαβῆς τὸ ἰῶτα

### κ 440

Κιννάμωμον παρὰ τὸ κίειν ἀνεὺ μώμου· πολυχρόνιον γὰρ τὸ ἄρωμα

### κ 441

Κινύμενος κινούμενος ἐπὶ πρᾶξιν ὁρμῶν, ἀπὸ τοῦ κινῶ κινύω κίνυμι

### κ 442

Κιννάμωμον Ἡρόδοτος ἐν τῷ τρίτῳ οὕτως λέγει· ὄρ νιθας λέγουσι ταῦτα τὰ κάρφεα φέρειν, ἃ ἡμεῖς παρὰ Φοινίκων μαθόντες, λέγομεν κιννάμωμον

### κ 443

Κίρκη ἡ κινοῦσα τὰ φάρμακα, ἢ παρὰ τὴν κερκίδα. ἡ δὲ κερκὶς ἀπὸ τοῦ κρέκω ἀπὸ τοῦ γινομένου ψόφου κατὰ μίμησιν. τὰς δὲ πεπαλλώδεις γυναῖκας ἀπ’ ἐκείνης κίρκας καλοῦμεν, ἐπεὶ φαρμακὶς ἦν ἐκείνῃ

### κ 444

Κίρκος κρίκος κίρκος, καὶ τὸ κρικώσω κιρκώσω, Ἀττικοὶ δὲ λέγουσιν· οἱ δ’ ἄλλοι εἴξαντες ὑπέτρεσαν ἠΰτε κίρκους ὠκυπέτας ἀγεληδὸν ὑποτρεμέουσι πελεῖαι· ἔστι δὲ εἶδος ἱέρακος

### κ 445

Κίσηρις· κίσηλις ἦν καὶ κατὰ μεταβολὴν τοῦ λ εἰς ρ κίσηρις· ἢ παρὰ τὸ κὶς καὶ τὸ λὶς, ὁ ὑποκιὸς λίς· λίθος γάρ ἐστιν ἐκβεβρωμένος

### κ 446

Κισσύβιον τὸ ἀγροικικὸν ποτήριον· ἴσως ἀπὸ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκευάζοντο τὰ ποτήρια· κοινοτέρως δὲ καὶ ἐπὶ πάντων ξυλίνων ποτηρίων ἡ λέξις τίθεται, παρὰ τὸ κεχῦσθαι εἰς αὐτὸ τὸν οἶνον, οἷον, χύω, χύσω, χυσίβιον καὶ κισσύβιον· Ἡσίοδος ὀλίγῳ δήσεται κισσύμη, ἢ σίτλα γάλακτος

### κ 447

Κισσῶ παρὰ τὴν κίσσαν κισσῶ. κίσσα δέ ἐστιν ὄρνεον λιχνότατον καὶ πρὸς τὰς συνουσίας καὶ ἡδονὰς κατωφερέστατον· ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν, καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν· σημαίνει δὲ καὶ κισσῶ τὸ μεθ’ ἡδονὰς τὰς γυναῖκας συλλαμβάνειν· ἐκ τούτου καὶ κίττα

### κ 448

Κιχῶ τὸ καταλαμβάνω καὶ εὑρίσκω, ἀπὸ τοῦ κιχῶ κιχείω, ὡς τελῶ τελείω, ὀψῶ ὀψείω· ἀπὸ δὲ τοῦ κιχῶ γίνεται κιχανόω, ἥδω ἁνδάνω· τὸ χει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ειω ῥήματα, παρ’ ἐνεστώτων ἢ μελλόντων παρηγμένα, διὰ τῆς ει διφθόγγου γράφονται, ὄψω ὀψείω, κιχῶ κιχείω, παρὰ τὸ κίω τὸ περιπατῶ, πλεονασμῷ τοῦ χ κίχω, καὶ περισπώμενον κιχῶ. ὡς βρώσω βρωσείω, οὕτω κιχῶ κιχεῖω

### κ 449

Κιχηλὰς κιχλὰς, πλεονασμῷ τοῦ η, κιχηλὰς, οἷον, κρεατ’ ὀρνίθων κεχηλῶν

### κ 450

Κίων διὰ τοῦ ι, ὁ λίθος, ἀπὸ τοῦ κίειν καὶ ἀνιέναι εἰς ὕψος· ἢ παρὰ τὴν ἰὼν μετοχὴν γίνεται ἴων καὶ κίων· ἰστέον ὅτι τοῦτο οἱ μὲν Ἀττικοὶ ἀρσενικῶς λέγουσιν· οἱ δὲ Ἴωνες θηλυκῶς

### κ 451

Κίλιξ ὄνομα κύριον βασιλέως, ἀφ’ οὗ Κιλικία κέκληται

### κ 452

Κινύρα κιθάρα, ἐκ τοῦ κινύρω τὸ σημαῖνον τὸ θρηνῶ καὶ ἄδω· καὶ κύριον ὄνομα

### κ 453

Κίρις διὰ τοῦ ἰῶτα· τὰ διὰ τοῦ ἰρις ὀνόματα, ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, οἷον, Ἴρις, Βούσιρις, σίρις, ξίρις, ἔστι δὲ ἀρωματικὸν φυτὸν, καλάσιρις, σημαίνει δὲ λινοῦν χιτῶνα· οὕτως οὖν καὶ κίρις· πρόσκειται ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ τὸ χεῖρις, σημαίνει δὲ τὸ χείρομα, μανίκην, τοῦτο γὰρ ἀπὸ τοῦ χεὶρ ἔχει τὴν ει δίφθογγον· ἰστέον δὲ ὅτι κίρις ἔστιν εἶδος ἱέρακος· ἐστι δὲ ὁ βηριλος, ἢ ὁ ἄῤῥην τῶν ἀλκύων. λέγεται παρὰ τοῖς Κυπρίοις κίρις ὁ Ἄδωνις, παρὰ δὲ τοῖς Λάκωσιν ὁ λύχνος

### κ 454

Κίβησις οἷον, ἡ κίβησις τῶν Ἰσραηλιτῶν καὶ ἡ κιβωτὸς τὸ σακκοπάθνιον· παρὰ τὸ κεῖσθαι τὴν βρῶσιν

### κ 455

Κῖς εἰς τὸ τίς

### κ 456

Κῖς κιὸς, σκωληκίον τὶ καταβρωτικὸν, ἐκ τοῦ κίω τὸ πορεύομαι

### κ 457

Κίσσηρις κισσήρεος διὰ καθαροῦ τοῦ ος, γέγονε δὲ παρὰ τὸ κινεῖσθαι, καὶ τὸ σαίρειν, ἤγουν φιλοκαλεῖν

### κ 458

Κισσύβιον ποτήριον, ἢ παρὰ τὸ χεῖσθαι· ἢ ὅτι ἀπὸ κίσσου ὄν

### κ 459

Κίστις κίστεος ἡ ἐδεσματοθήκη· τὸ τ ἀντὶ τοῦ θ, κίσθες γὰρ καὶ εἰς τὸ κοῖτις· εἴρηται δὲ παρὰ τὸ ἐγκεῖσθαι τὶ ἐν αὐτῷ

### κ 460

Κίτρον ἴσως διὰ τὸ κέντρον τοῦ ἰδίου δένδρου

### κ 461

Κιχάνω καταλαμβάνω, τὸ κι ἰῶτα, ἀπὸ τοῦ κίχω βαρυτόνου. τοῦτο παρὰ τὸ κίω τὸ πορεύομαι καὶ περισπωμένως κιχῶ, καὶ κιχάνω κατὰ παραγωγήν· τὸ δὲ κι γράφεται διὰ τοῦ ἰῶτα, πρὸς ἀντιδιαστολὴν τοῦ κείω τὸ κοιμῶμαι· ἡ μετοχὴ κείων κείοντος, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν κείοντες, καὶ μετὰ τῆς κατὰ προθέσεως κατακείοντες, καὶ συγκοπῇ κακκείοντες

### κ 462

Κίχειν τὸ ἐπιπολὺ καταλαμβάνειν, τρέχειν

### κ 463

Κιχρῶ παρὰ τὸ χρῶ, τὸ ἀρέσκω, γίνεται κατ’ ἀναδιπλασιασμὸν χιχρῶ καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δύο δασέων γίνεται κιχρῶ, τὸ παρέχω· ἐξ οὗ καὶ τὸ, μακάριος ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν

### κ 464

Κίων ἐκ τοῦ κίω ἔκιον, καὶ κιὼν μετοχὴ ἀορίστου β. τὸ δὲ κίω σημαίνει τρία. κίω τὸ πορεύομαι, ἐξ οὗ καὶ τὸ κιχῶ, κιχάνω, κίχημι καὶ κτίλος ὁ κρίος ὁ προηγούμενος· κείω τὸ κοιμῶμαι, διὰ διφθόγγου, ἐξ οὗ καὶ τὸ, κακκείοντες ἔβαν· καὶ κήω τὸ καίω διὰ τοῦ ἦτα

### κ 465

Κλαίω κλῶ τὸ κλάνω γίνεται κατὰ παραγωγὴν κλαίω· κλᾶται γὰρ ἡ τῶν ἀνθρώπων φωνή, ἐκ τοῦ κλαίειν, καὶ ἡ ψυχὴ τοῦτο πάσχουσα· ἢ παρὰ τὸ κλῶ τὸ καλῶ γίνεται κλαίω· ἐπικαλοῦνται γὰρ τοὺς ἀποθανόντας οἱ κλαίοντες, οἷον· ὠμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον τ’ ὀνόμῃνεν ἑταῖρον

### κ 466

Κλέα δόξας· ἰστέον ὅτι τὰ κλέα καὶ χρέα ἀπὸ τοῦ κλέεα καὶ χρέεα γέγονε κατὰ συγκοπήν· εἰς τὸν πρῶτον κανόνα τοῦ Χοιροβοσκοῦ

### κ 467

Κλάζω καὶ κλαγγηδὸν, μετὰ κραυγῆς· κλαγγηδὸν δὲ πέτονται, ἀπὸ τοῦ κλάζω καὶ ὁ μέλλων κλάγξω· ὤφειλε δὲ ἔχειν τὸ γ ὁ ἐνεστώς· ἀλλ’ ἐπειδὴ οὐδέποτε ἐν μίᾳ λέξει εὑρίσκεται τὸ ν πρὸ τοῦ ζ, τούτου χάριν ἀποβάλλει τὸ ν. ἐπὶ δὲ τοῦ μέλλοντος ἐπαναλαμβάνει· πρόσκειται ἐν μίᾳ λέξει, διὰ τὸ ἐνζεῦξαι, τοῦτο γὰρ οὐκ ἔστι μίᾳ λέξει, ἀλλὰ δύο· τοιοῦτον ἐστι καὶ τὸ πλάγχθη, ἀπὸ τοῦ πλάζω γινόμενον

### κ 468

Κλαγγηδὸν μετὰ κραυγῆς, ἐπίῤῥημα ποιότητος, γίνεται ἐκ τοῦ κλάγγη, τοῦτο ἐκ τοῦ κλάζω, ὁ μέλλων κλάγξω· ἔκλαγξε, ἤχησεν, ἐκτύπησε· μιμεῖται δὲ τὴν τοῦ χαλκοῦ βοήν· ἢ ἀπὸ τοῦ κλάζω, τροπῇ καὶ πλεονασμῷ τοῦ γ, ὡς τὸ ἐρίδουπος ἐρίγδουπος. καὶ ὤφειλεν ὁ ἐνεστὼς ἔχειν τὸ ν. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ τοῦ ζ, ἐν μίᾳ λέξει εὑρίσκεται. πρόσκειται ἐν μίᾳ λέξει, διὰ τὸ ἐνζεῦξαι· τοῦτο γὰρ οὐκ ἔστι μίᾳ λέξει ἀλλὰ δύο· ὅμοιόν ἐστι καὶ τὸ πλάγχθη, ἀπὸ τοῦ πλάζω γενόμενον, καὶ μὴ ἔχον τὸ ν ἐστὶ γὰρ πλανῶ, καὶ ἐξ αὐτοῦ πλανάζω, καὶ ἐν συγκοπῇ πλάζω, καὶ ἔχει τὸ ν ἀλλὰ διὰ τὸν κάνονα τοῦτον ἀποβάλλει τὸ ν· γίνεται οὖν πλάζω χωρὶς τοῦ ν. καὶ ὁ μέλλον πλάγξω καὶ ἔχει οὗτος τὸ γ. ὁ ἐνεστὼς δὲ διὰ τὸν εἰρημένον κανόνα οὐκ ἔχει τὸ ν. λοιπὸν ἐκ τοῦ κλάζω γίνεται ὄνομα ῥηματικὸν κλαγγὴ καὶ ἐπίῤῥημα κλαγγηδόν· τὸ γη ἦτα διάτι; τὰ εἰς δον λήγοντα ἐπιῤῥήματα ἁπλᾶ, ὑπὲρ δύο συλλαβὰς, τῷ η θέλει παραλήγεσθαι, οἷον, καναχηδὸν, κρουνηδὸν, ἀγεληδὸν, ῥοιζηδόν· σεσημείωται τὸ βοτρυδὸν τῷ υ παραληγόμενον. πρόσκειται ἁπλᾶ, διὰ τὸ αὐτοσχεδὸν, καὶ διακριδόν· ταῦτα γὰρ σύνθετά εἰσι. πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ῥυδόν· τοῦτο γὰρ δισύλλαβόν ἐστι, καὶ ἡ χρῆσις, ἐγὼ ῥυδὸν ἀφνειοῖο· τὸ δον μικρὸν διάτι; τὰ εἰς ον ἐπιῤῥήματα διὰ τοῦ ο γράφεται· πλὴν τοῦ χρεὼν, ἐμποδὼν, ἐκδεξιὼν, ἐξ ἀριστέρων, ἐξευωνύμων καὶ τελευτών

### κ 469

Κλαγγῇ καὶ ἐνοπῇ αὔτακτοι φωναί· τὸ ἐνοπὴ γὰρ ὄπισθεν εἴρηται· τὸ δὲ κλαγγὴ ἐκ τοῦ κλάζω, κλαγὴ καὶ κλαγγή· πεποίηται ἡ φωνὴ ἀπὸ τοῦ τῶν βελῶν προσκρούσεως· κλαγγὴ δὲ ἡ βοὴ τῶν γεράνων, ἀπὸ τῆς τοῦ ἤχου ἰδιότητος· οἱ σοφώτατοι τὰ τοιουτότροπα τῶν ὀνομάτων σχηματίζουσι

### κ 470

Κλάδος παρὰ τὸ λίαν καλὸν εἶδος ἔχειν· μᾶλλον δὲ κλῶνας διὰ τὸ κινεῖσθαι

### κ 471

Κλαυθμὸς χαλήθυμός τις ὤν· καὶ εἰς τὸ κατεκήλησε· γίνεται δὲ παρὰ τὸ κλαίω κλαύσω, κλαυθμός

### κ 472

Κλάδος διὰ τὸ εἶναι κλέος τοῦ εἴδους αὐτοῦ, τουτ’ἔστι τοῦ πρωτοτύπου· πρῶτον γὰρ δένδρον εἴθ’ οὕτω κλάδος· δένδρον γὰρ χωρὶς κλάδων κάλανος λέγεται

### κ 473

Κλεῖν ἀντὶ τοῦ, κλεὶς κλειδὸς, κλεῖδα, καὶ συγκοπῇ τῆς δα συλλαβῆς, κλεῖ· ἀλλ’ ἐπειδὴ πᾶσα αἰτιατικὴ μονοσύλλαβος ἑνικὴ, ἀρσενικοῦ ἢ θηλυκοῦ, αὐτὴ καθ’ ἑαυτὴν οὖσα εἰς ν θέλει λήγειν, τούτου χάριν προσέλαβε τὸ ν, καὶ γέγονε κλεῖν, οἷον, μῦν, σῦν, δρῦν

### κ 474

Κλεισθένει παρὰ τὸ κλέος καὶ τὸ σθένος γέγονε Κλεοσθένης, καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Κλεισθένης, ὡς τὸ δέον δεῖν, πλέον πλεῖν

### κ 475

Κλειτὴ μία τῶν Ἀμαζόνων, ἥτις ἐλθοῦσα εἰς Ἰταλίαν, ᾤκησε, καὶ πόλιν ἔκτισεν, ἣν ὑπ’ αὐτῆς Κλείτην ὠνόμασε· καὶ ἐβασίλευσε τοῦ τόπου· καὶ ἀπ’ αὐτῆς αἱ δεχόμεναι τὴν βασιλείαν Κλειταὶ ὠνομάσθησαν, οὕτως Ὦρος. ὁ δὲ Ἀπολλώνιος καὶ στίχον ἐπιφέρει, οἷον, Κλειτὴ ἐϋπλόκαμος, τὴν μὲν νεὸν ἔξεστι πατρός· εὗρον δὲ ἄχος ἐν αὐτῷ, ὅτι Κυζικοῦ γαμετὴ ἦν Μέροπος θυγατὴρ, Περκώτις, τὸ γένος μάντεως· διχῶς δὲ ὁ τόνος· οἱ δὲ πλείους ὀξυτονοῦσι· σημαίνει δὲ καὶ τὴν ἔνδοξον, παρὰ τὸ κλειτός

### κ 476

Κλειτοφῶν παρὰ τὸ κλείω, τὸ δοξάζω, κλειτὸς καὶ ἐξ αὐτοῦ Κλειτοφῶν

### κ 477

Κλείωμεν ὀνομάσωμεν· τὴν διερὴν κλείωμεν

### κ 478

Κλεῖθρον ἐκ τοῦ κλείω τὸ ἀσφαλίζω καὶ κλειτὸς ἡ ἐξέχουσα, ὃ σημαίνει τὴν περιστροφὴν τοῦ ὄρους

### κ 479

Κλείω διὰ τῆς ει διφθόγγου γράφεται, ὅτι ἀντιπαράκειται αὐτῷ τὸ κλοίος· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον, οἷον, σπείρω σπορὰ, φθείρω φθορὰ, οὕτως οὖν καὶ κλείω κλοίος. ἰστέον δὲ ὅτι οἱ Ἴωνες τὸ κλήω διὰ τοῦ η γράφουσι καὶ διὰ τοῦ ἰῶτα· ἐξ οὗ καὶ τὸ κλήϊθρα. τοῦτο δὲ διὰ τῆς ει διφθόγγου γράφεται

### κ 480

Κλεὶς κατακλεὶς, ἀπὸ τοῦ ἐγκεκλεῖσθαι μεχρὶς αὐτῆς τὰ ἐντός

### κ 481

Κλείω σημαίνει τὸ δοξάζω καὶ τὸ ἀσφαλίζω· ἔστι δὲ καὶ ἕτερον κλύω τὸ δοξάζω καὶ ἀκούω διὰ τοῦ υ ψιλοῦ καὶ κλυτός· καὶ εἰς τὸ κλειτὸς καὶ ἀγακλειτὸς, ἔδδεισε καὶ κεκλημένος καὶ κλέος

### κ 482

Κλέος Πίνδαρος, οὐκ οἶδα ὅπου, φησὶ κλέος· κελέος κατὰ συγκοπὴν κλέος· κλεὸς, ὀξῦναί σε δεῖ

### δ 336

δύσκλεια παρὰ τὸ δὺς μόριον καὶ τὸ κλέος. τὸ δὲ κλέος παρὰ τὸ κλείω ἐνεστῶτα, τὸ δοξάζω· Ὅμηρος· ἐγώ δ’ ἄν σε κλείω κατ’ ἀπείρονα γαῖαν. ἀντὶ τοῦ, ἄν μοι δῶς τι· παραφημῆσαι σε ἔχω εἰς πᾶσαν τὴν γῆν· ἢ παρὰ τὸ καλῶ ὁ μέλλων καλέσω· λοιπὸν ἐκ τοῦ καλέω γίνεται καλέος καὶ συγκοπῇ κλέος, ὅπερ ἅπαντες προσκαλούμεθα· καὶ βαρύνεται. τὸ ος μικρὸν διάτι; τὰ διὰ τοῦ ος οὐδέτερα διὰ τοῦ ο μικροῦ γράφεται

### κ 483

Κλέπτης παρὰ τὸ χαλέπτω, τὸ ὀργίζομαι χαλέπτης, ἀποβολῇ τοῦ α καὶ τροπῇ τοῦ χ εἰς κ κλέπτης· καί τι μετέχει τὸ ὀργίζομαι; ὀργίζεσθαι γὰρ ποιεῖ τοὺς ἀπολύοντάς τι· ἢ παρὰ τὸ καλύπτειν ἃ ἀφαιρεῖται

### κ 484

Κλεοφόντης τὰ εἰς ης παρ’ οὐδετέρων συντεθείμενα, πάντως εἰς ους ἔχει τὴν γενικήν· παρ’ οὐδετέρων συντεθείμενα εἴρηται, ἵνα κατὰ τὸ τέλος ἔχωσι τὸ οὐδέτερον, καὶ μὴ κατὰ τὴν ἀρχήν· τὸ γὰρ Κλεοφόντης κλεοφόντου παρ’ οὐδετέρου ἐστι σύνθετον, ἀλλ’ ὅμως οὐκ ἔχει εἰς ους τὴν γενικὴν, ὅτι οὐ κατὰ τὸ τέλος. ἀλλὰ κατὰ τὴν ἀρχὴν ἔχει τὸ οὐδέτερον· παρὰ τὸ κλέος γὰρ καὶ τὸ φόντης, ὃ σημαίνει τὸν φονεύσαντα

### κ 485

Κλεύας ἰστέον ὅτι τὸ κλέας καὶ τὸ κέας οὐ κλίνεται νιὰ τοῦ ντ ὡς τὸ Αἴας αἴαντος, ἐπειδὴ οὐκ ἔχουσι τὸ α φύσει μακρόν· κλεύης γὰρ καὶ κέης, καὶ τροπῇ Δωρικῇ κλεύας καὶ κέας καὶ ἐφύλαξε τὴν ἰσοσύλλαβον κλίσιν· δηλοῦσι δὲ τὰ παρώνυμα, κλευάδης καὶ κεάδης ὄντα· ζήτει εἰς τὸν πρῶτον κανόνα τοῦ Χοιροβοσκοῦ

### κ 486

Κλεψύδρα ὄργανον ἀστρονομικὸν, ἐν ᾧ μετροῦνται αἱ ὧραι

### κ 487

Κλεοβουλίνη τὸ λι ἰῶτα, τῷ χαρακτηριστικῷ τῶν διὰ τοῦ ινη. Κλεοβούλη δέ ἐστι θυγάτηρ τοῦ Κλεοβούλου, τοῦ σοφοῦ τοῦ Λυδίου, οὗ π.στι. τὸ μέτρον ἄριστον

### κ 488

Κλείσιον τόπος ἔνθα ἵστανται τὰ ζεύγη· ὁ μὲν τεχνικὸς διὰ τῆς ει διφθόγγου γράφεται· οἱ δὲ Ἴωνες διὰ τοῦ ἰῶτα· καὶ γάρ ἐστι κλίνω τὸ σημαῖνον τὸ περιέχω

### κ 489

Κληδὼν θεῖα φήμη, παρὰ τὸ κλέος, ὃ σημαίνει τὴν φήμην· Ὅμηρος, ἡμεῖς δὲ κλέος οἷον ἀκούεμεν· ἢ ἀπὸ τοῦ καλῶ κλῶ, κληδὼν ἐξ οὗ καὶ κλῆσις

### κ 490

Κλῇθρα ἀπὸ τοῦ κλεὶς γέγονε κλῆθρα· ἢ ἀπὸ τοῦ κλείω κλείσω· τὸ κλείω δὲ οἱ Ἴωνες διὰ τοῦ ἦθα καὶ ἰῶτα γράφεται, ἐξ οὗ τὰ κλῇθρα διὰ τοῦ η καὶ ι γράφεται

### κ 491

Κλήδην καλοῦντες, κηρύσσοντες, ἀπὸ τοῦ καλῶ, κλήδην

### κ 492

Κληῒς ὥσπερ ἀπὸ τοῦ τρώσω γίνεται τρὼς, καὶ ἀπὸ τοῦ θήσω θὴς, οὕτω καὶ ἀπὸ τοῦ κλείσω κλείς· εὕρηται κατὰ διάστασιν τοῦ ι, καὶ ἔκτασιν τοῦ ε εἰς η κληΐς. ἔστι δὲ τὸ κληῒς μονῆρες· τὰ γὰρ εἰς η θηλυκὰ, ἔχοντα καθαρὸν τὸ ἰῶτα, συστέλλουσιν αὐτὸ, οἷον, Χρυσηῒς, Βρισηΐς· τὸ δὲ κληῒς μόνον ἐκτείνει τὸ ι καθαρὸν ὄν· οἷον, οἴξασα κληΐδι θύρας ἱεροῖο δό μοιο· ὅτε δὲ σύμφωνον ἔχει πρὸ αὐτοῦ, ἐκτείνουσιν· οἷον, ῥιπὶς σφραγὶς, βαρβὶς, ἀκτὶς, πολίς· πολυκλήει ἀνεβίβασε τὸν τόνον· ὁ κανὼν, τὰ εἰς ις θηλυκὰ, εἰ μὲν βαρύτονα ἐν τῇ συνθέσει προπαροξύνεται. οἷον, πόλις ἀκρόπολις, μῆτις πολύμητις· εἰ δὲ ὀξύτονα, εἰ μὲν τοῦ αὐτοῦ γένους ᾦσι, καὶ τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον, αἰγὶς καταιγὶς, νυχὶς, παννυχὶς, οἰκὶς περιοικίς· ὁρᾷς ὦ γύναι τὸν κύριον τῆς περιοικίδος ἡμῶν· εἰ δὲ ἀρσενικοῦ γένους εἰσιν, εἰ μὲν ἐκτείνωσι τὸ δίχρονον ἐν τῇ συνθέσει παροξύνεται· οἷον ἀκτὶς, καὶ ὁ χρυσάκτις ἥλιος· κνημὶς εὐκνήμις, κληῒς πολικλήϊς· εἰ δὲ βραχὺ αὐτὸ ἔχουσι προπαροξύνονται· οἷον, πατρὶς εὔπατρις λιπόπατρις· ἀσπὶς ῥίψασπις καὶ σημαίνει τὸν δειλὸν στρατιώτην παρὰ τὸ ῥίπτειν τὴν ἀσπίδα καὶ φεύγειν. κρεῖττον ἐστιν ἐν πολέμῳ ῥίψασπιν ἀπελεχθῆναι τινὰ, ἢ τὸ μέγα ὅπλον τῆς νηστείας ἀποβαλεῖν· τοῦτο δὲ τὸ κλεὶς ἐν τῇ συνθέσει καὶ βαρύνεται καὶ φυλάσσει τὴν ει δίφθογγον, οἷον κατάκλεις, Περίκλεις, τὸ γὰρ δίκλεις οὐκ ἔστι παρὰ τὸ κλεὶς, ἐπειδὴ εἶχεν ἂν βαρύνεσθαι, καὶ διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἀλλ’ ἀπὸ τοῦ δὶς καὶ τοῦ κληῒς γέγονε δικληῒς καὶ κατὰ συγκοπὴν τοῦ η, καὶ συστολῇ τοῦ ι δικλίς· ὅμοιον δέ ἐστι καὶ τὸ κιγκλὶς, οὕτω δὲ λέγεται ἡ καγκελλωτὴ θύρα, σημαίνει δὲ τὴν κατακλεῖδα παρὰ τὸ κατακλεῖσθαι ὑπ’ αὐτῆς τόν τε αὐχένα καὶ τὸν ὦμον, ὅθεν καὶ Δημοσθένης φησὶ τὴν κλεῖν κατεαγότα

### κ 493

Κληΐδες αἱ τῶν ἐρεσσόντων καθέδραι· καὶ φεύγειν σὺν νηυσὶ πολυκληΐσι κελεύσω· παρὰ τὴν κλάσιν τῶν γονάτων· ὅθεν καὶ τὸ μετοκλάζειν, παρὰ τὸ ἐγκλᾷν καὶ κάμπτειν τὰ γόνατα

### κ 494

Κλῆρος παρὰ τὸ κλῶ μονοσύλλαβον, ὅπερ γέγονεν ἀπὸ τοῦ καλῶ κλῶ. ὁ μέλλων κλήσω, ῥηματικὸν ὄνομα κλῆρος, ὁ καλῶν ἐφ’ ἑαυτὸν τὸν λαχόντα· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ κάλον τὸ ξύλον γέγονε κλῆρος, ἐπειδὴ ἐν ξύλοις ἐχάρασσον τὰ ὀνόματα αὐτῶν. Ὅμηρος, ὅς μιν ἐπιγράψας κυνέην· ἀντὶ τοῦ ἐπιξέσας τῷ ξύλῳ

### κ 495

Κλῆρος κυρίως ἡ γῆ, ὑπὲρ ἧς κλῆρος ἐγένετο· οἱ γὰρ πρῶτοι διαμερισάμενοι τὴν γῆν, εἰς διατροφὴν τὰς μερίδας ἔλαβον· νῦν δὲ πᾶσα ἡ οὐσία· ἐπίκληρος δὲ ὁ κληρονόμος· ὁμοίως λέγεται κλῆρος, τὸ σύστημα τῶν πρεσβυτέρων καὶ διακόνων, καὶ παντὸς ἱερατικοῦ τάγματος

### κ 496

Κλῆρος μέτρον γῆς, ὅθεν καὶ κληροῦχοι οἱ τοὺς κλήρους ἤτοι τὰ μέτρα κατέχοντες γῆς

### κ 497

Κληρονομία παρὰ τὸ κλῆρος καὶ τὸ νόμος, ἐξαπολείποντος καὶ τελείου. κληρονόμος ὁ τὸν κλῆρον νεμό μενος

### κ 498

Κλητὴ ἡ ἐξέχουσα, ἐκ τοῦ κλῶ τὸ καλῶ

### κ 499

Κλῆτος προπερισπωμένως, τὸ τῆς στραθίας ἄθροισμα καὶ τὸ πλῆθος. σημαίνει δὲ τρία· διὰ μὲν τῆς ἦτα τὴν συνέλευσιν καὶ τὴν συνάθροισιν, καὶ γίνεται παρὰ τὸ κλῶ τὸ καλῶ· ὡς τὸ, σήμερον τὸ κλῆτος τῶν θείων πατέρων· καὶ διὰ τοῦ ι μέρος τῆς οἰκίας, τὸ καλούμενον πρόσκλιτον· ὡς ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· καὶ τὸ εὐώνυμον μέρος, ὡς τὸ, πεσεῖται ἐκ τοῦ κλίτους σου. ἔστι δὲ καὶ κλειτὸς ὁ ἔνδοξος διὰ διφθόγγου· ὅπερ καὶ ὀξύνεται

### κ 500

Κλῆμα παρὰ τὸ κλῶ τὸ κλάνω καὶ συντρίβω, εὔθραυστον γὰρ τὸ κλῆμα, ὁ μέλλων κλάσω, κέκλακα, κέκλαμαι, καὶ ἐξ αὐτοῦ κλάμα καὶ κλῆμα

### κ 501

Κληδωνισμὸς ἐστι τὸ παρατηρεῖσθαι λόγους τινὰς, καὶ φθαρμοὺς καὶ τρισμοὺς ξύλων καὶ παλμοὺς μελῶν

### κ 502

Κληδωνίζεται ἀπὸ ἀκοῆς τὰς μαντείας δέχεται

### κ 503

Κλίνη παρὰ τὸ κλίνω, τοῦτο παρὰ τὸ κλῶ· κλάσιν γὰρ λαμβάνουσι τὰ κλινόμενα, στερισκόμενα τῆς ὀρθότητος, καὶ εἰς τὸ κλίνω

### κ 504

Κλισμοῖσι θρόνοις, ἔχουσιν ἀνακλίσεις, παρὰ τὸ κλίνω

### κ 505

Κλιτὺς ὁ μὲν Ἀπίων, τὸ κατωφερὲς τῶν ὑδάτων· ἄμεινον δὲ τὰ ἀποκλίσματα καὶ ἐξέχοντα τῶν ὀρέων. παρὰ τὸ κεκλίσθαι· ἢ παρὰ τὸ κλετὸς ὃ σημαίνει τὸ αὐτὸ γέγονε κλετὺς, καὶ πλεονασμῷ τοῦ ι κλειτύς

### κ 506

Κλιτοριάζειν Κλιτόριόν ἐστι ὄνομα πόλεως, οὔσης ἐν τῇ Ἀρκαδίᾳ, παρὰ τὸ κλύω γέγονε Κλυτόριον καὶ Κλιτόριον, ὡς δύφρος δίφρος· σημαίνει δὲ καὶ τὸ αἰδοῖον τὴς γυναικὸς· ὅθεν καὶ κλιτοριάζειν λέγεται τὸ συχνῶς ἅπτεσθαι τοῦ αἰδοίου τῆς γυναικός· κλητώριον δὲ ἡ βασιλικὴ τράπεζα ἀπὸ τοῦ καλεῖν· χρὴ δὲ γινώσκειν, ὅτι πηγή ἐστιν ἐν τῇ πόλει ταύτῃ, ἧς τινος ὁ γευόμενος, ἀποστρέφεται τὸν οἶνον

### κ 507

Κλίσιον τόπος ἔνθα ἵστανται τὰ ζεύγη· ὁ μὲν τεχνικὸς διὰ διφθόγγου γράφει, ὁ δὲ Ὦρος διὰ τοῦ ἰῶτα, λέγων, παρὰ κρίνῳ ἔστι τὸ σημαῖνον τὸ περιέχω καὶ ἐκεῖθεν κλίσις ἡ περιέχουσα· καὶ ἐκεῖθεν κλίσιον ὑποκοριστικόν· τοῦτο παρὰ μὲν Ὁμήρῳ συστέλλει τὸ ἰῶτα, καὶ προπαροξύνεται, οἷον, περὶ δὲ κλίσιον θέε πάντη· τὰ γὰρ διὰ τοῦ ιον παρώνυμα τριβραχέα προπαροξύνοντα, οἷον, στόμα στόμιον, θρόνος θρόνιον, οὕτως οὖν καὶ κλίσιον· παρὰ δὲ Ἀττικοῖς ἐκτείνει τὸ ἰῶτα καὶ παροξύνεται· τὰ γὰρ διὰ τοῦ ιον παρώνυμα δακτυλικὰ, πρὸ μιᾶς τὸν τόνον ἔχουσιν, ὡς τὸ ὠτίον, κλεὶς κλειδὸς κλειδίον

### κ 508

κρίβανος ἕν· κλίβανος ὁ φοῦρνος, ἔνθα ὀπτῶσι τοὺς ἄρτους, παρὰ τὸ κρι ἐπιτατικὸν τὸ σημαῖνον τὴν κρίθην, καὶ τὸ βαῦνον, ὃ σημαίνει, τὴν κάμινον, γέγονε κρίβαυνος, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἀποβολῇ τοῦ υ γέγονε κλίβανος· καὶ εἰς τὸ κρίβανος

### κ 509

Κλῖμα τὸ μέρος, ἡ γωνία, ὁ τόπος, ἐκ τοῦ κλίνω

### κ 510

Κλίμαξ ἡ σκάλα, διὰ τὸ καλεῖν εἰς μῆκος· ἢ ἀπὸ τοῦ κλίνω γίνεται κλίναξ καὶ κλίμαξ

### κ 511

Κλισία ἡ σκηνὴ, παρὰ τὸ κλίνεσθαι ἡμᾶς ἐν αὐτῇ κε κοπωμένους· κέκλισαι κλίσις καὶ κλισία· ὡς κόνις κονία, θέσις θεσία καὶ συνθεσία

### κ 512

Κλισμὸς ἀπὸ τοῦ κλίνω κλινῶ κέκλικα κέκλισμαι κλισμὸς, σημαίνει δὲ τὴν καθέδραν

### κ 513

Κλίνη τῷ λόγῳ τῶν διὰ τοῦ ινη, καὶ ὅτι παρὰ τὸ κλίνω γέγονε· τὸ δὲ κλίνω διὰ τοῦ ἰῶτα

### κ 514

Κλονίος ὄνομα κύριον παροξύτονον· τὰ γὰρ εἰς ος λήγοντα βραχέα ἐπὶ κυρίων ταττόμενα παροξύνονται· οἷον, Σχεδίος, Χρομίος, Δολίος, Ὀδίος· ἀντιπίπτει δὲ τὸ ἄλιος κατὰ παράδοσιν καὶ τὸ ἄνιος καὶ τὸ Κρόνιος καὶ τὸ ξένιος

### κ 515

Κλόνος ὁ τάραχος, παρὰ τὸ κλάνω κλάνος καὶ κλόνος· τὸ δὲ κλάνω ἐκ τοῦ κλῶ

### κ 516

Κλοιὸς παρὰ τὸ κλείω· περικλείει γὰρ περιτιθέμενος

### κ 517

κλωὸς ἐκ τοῦ κλείω τὸ ἀσφαλίζω, ἡ ἅλυσις, ὁ ζυγὸς τῶν βοῶν, ὁ περιαυχένιος δεσμὸς· καὶ τὸ χρυσοῦν περιτραχήλιον· ἤτοι τὸ περιτιθέμενον ἐν τῷ τραχήλῳ κόσμιον

### κ 518

Κλοιὸς σημαίνει τὰ σίδηρα, ἃ φοροῦσιν οἱ καταδικοί· παρὰ τὸ κλείω κλοιὸς, κλείει γὰρ περιτιθέμενος· εἶθα τὸ κλοιὸς γίνεται κατ’ ἔκτασιν κλωιὸς μετὰ τοῦ ἰῶτα

### κ 519

Κλῦθι ἀπὸ τοῦ κλύω κλῦμι, τὸ προστακτικὸν κλῦθι

### κ 520

Κλυτὸς ὁ ἔνδοξος, παρὰ τὸ κλύω τὸ δοξάζω, γίνεται κλυτὸς καὶ κλυτὰ, ἔνδοξα, λαμπρά

### κ 521

Κλυταιμνήστρα παρὰ τὸ κλυτὸς καὶ τὸ μήδω, τὸ φροντίζω γίνεται κλυτομνήστρα, ἡ ἔνδοξα φροντίζουσα, καὶ τροπῇ τοῦ ο εἰς α καὶ πλεονασμῷ τοῦ ι Κλυταιμνήστρα

### κ 522

Κλύω τὸ ἀκούω· κέκλυτέ μευ πάντες τε θεοί· παρὰ τὸ καλῶ κλῶ, ὃ σημαίνει τὸ φωνῶ, γίνεται κατὰ παραγωγὴν κλύω· ὅς κε θεοῖς ἐπιπείθηται μαλά τ’ ἔκλυον αὐτοῦ, ἀντὶ τοῦ πλέον ὑπακούουσιν αὐτοῦ

### κ 523

Κλῦθι μευ ἐπάκουσόν μου, ἐκ τοῦ κλῦμι ἐνεστῶτος καὶ παρατατικοῦ· τῶν εἰς μι γὰρ ἡ τετάρτη συζυγία τὸν ἐνεστῶτα καὶ παρατατικὸν ἔχει ἐπὶ πάσης ἐγκλίσεως· καί ἐστι Λαμψάκηνον τὸ κλῦθι

### κ 524

Κλυτὲ ἀκούσατε, ῥῆμα ἀορίστου πρώτου, ἐξ οὗ ἔχει μακρὸν τὸ υ· ὁ γὰρ ἐνέστως βαρύτονος· σημαίνει δὲ δύο· τὸ δοξάζω καὶ τὸ ἀκούω· καὶ τὸ μὲν δοξάζω γίνεται ἐκ τοῦ κλέος κλύω, ὡς ἀπὸ τοῦ ῥέω ῥύω, χέω χύω, ξέω ξύω, οὕτω καὶ κλέω κλύω· τὸ δὲ ἀκούω ἀπὸ τοῦ καλῶ κλῶ κλύω κλῦμι, ἔκλυν κλὺς κλῦθι, καὶ κατ’ ἀναδιπλασιασμὸν κέκλυθι· τὸ κλυ βραχύ· ἰστέον ὅτι τὰ παροξύτονα τοῦ ἐνεστῶτος βραχεῖ θέλουσι παραλήγεσθαι

### κ 525

Κλύδων ἐκ τοῦ κλύζω

### κ 526

Κλύμενος ὁ ᾅδης, ὁ ἀλιτανατος, ἀπὸ τοῦ μηδενὸς κλύειν

### κ 527

Κλύζω τὸ βυθίζω, ἐξ οὗ καὶ τὸ, ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλῦσιν· καὶ τὸ νῦν δὲ κλύσαντα

### κ 528

Κλωστὴρ παρὰ τὸν κλώσω μέλλοντα κλωστὴρ, ὡς παρὰ τὸ λάμψω λαμπτήρ

### κ 529

Κλὼψ ὁ κλέπτης καὶ ὁ ληστής· παρὰ τὸν κλέψω μέλλοντα γίνεται κατ’ ἀποβολὴν τοῦ ω κλὲψ καὶ κλὸψ κατ’ ἔκτασιν κλὼψ, ὡς βλέψω βλὲψ καὶ βλὼψ ὁ στραβός

### κ 530

Κλῶ σημαίνει ἓξ, τὸ καλῶ ἐξ οὗ καὶ κλῆρος· τὸ ἐπαινῶ ἐξ οὗ καὶ κλύω τὸ ἐπαινῶ· τὸ κλάνω ἐξ οὗ καὶ τὸ κλαίω, παρὰ τὸ κεκλᾶσθαι τὴν φωνὴν ἐν τῷ κλαίειν· τὸ φωνῶ καὶ τὸ ἀκούω, ἐξ οὗ καὶ κατὰ παραγωγὴν κλύω κλῶ· τὸ ἐμποδίζω, ἐξ οὗ καὶ κλᾷν τὸ ἐμποδίζειν· καὶ κλῶ τὸ φονεύω, ἤτοι τὰ ποντίζω· καὶ εἰς τὸ εὐκλόνητον, καὶ ἐπίκλημα, καὶ κλαίω καὶ κλῆμα

### κ 531

Κλωπείαν ἐκ τοῦ κλὼψ κλωπὸς, ὃ σημαίνει τὸν κλέπτην

### κ 532

Κλώθω παρὰ τὸ συγκλωσθεῖσθαι καὶ ξυνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῷ τεταμένην εἶναι δόξαν· καὶ εἰς τὸ αἷμα

### κ 533

Κμέλεθρα δεῖ γινώσκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίσκεται ἐν ἀρχῇ λέξεως· τοῦ γὰρ πολύκμητος οὐχ εὕρηται ἐν χρήσει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητός· καὶ πάλιν τὸ κέκμηκα οὐκ ἔστιν ἀπὸ τοῦ κμῶ, ἀλλ’ ἀπὸ τοῦ καμῶ, καμήσω, κεκάμηκα καὶ κατὰ συγκοπὴν κέκμηκα. σημαίνει δὲ τὸ κεκοπίακα· λέγει δὲ ὁ Ἡρωδιανὸς, τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖς γλώσσαις τὰ κμέλεθρα, σημαίνει δὲ τὰς δοκούς· τὸ δὲ πολύκμητος σημαίνει ὁ μετὰ πολλοῦ κάματος γενόμενος

### κ 534

Κναφεὺς παρὰ τὸ κάμπτω, ὅπερ ἐστιν ἀπὸ τοῦ κνῶ τὸ ξύω· ξύουσι γὰρ τὴν τῶν ἀκνάπτων ἱματίων κροκίδα· οὕτως Φίλος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων· ἐὰν δὲ διὰ τοῦ γ γναφεὺς, παρὰ τὸ κάμπτω γάμπτω καὶ γνάμπτω, γναφεύς

### κ 535

Κάμψω εἰς τὸ κνάφος. κνάφος, ἀπὸ τοῦ κνῶ γίνεται κνάφος, ὡς παρὰ τὸ σχῶ χάπτω· καὶ ῥηματικὸν ὄνομα κνάφος· σημαίνει δὲ τὸ ἀκανθῶδες φυτὸν, ᾧ τὰ ἄθικτα τῶν ἱματίων ἐπισύροντες κατεργάζονται· Ἀλκαῖος, μὴ μέγαν περικνάφον παραστίχειν ἕνα κύκλον

### κ 536

Κνέφας σημαίνει τὸ σκότος, παρὰ τὸ κενὸν ὄφασι, κένεφας καὶ ἐν συγκοπῇ κνέφας, ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ φάος γίνεται νήφας καὶ κατὰ συστολὴν καὶ πλεονασμῷ τοῦ κ κνέφας· εἴρηται δὲ καὶ κνέφας, ὡς οὔδας οὐδός

### κ 537

Κνήμη ἀπὸ τοῦ κινῶ κινήμη, καὶ κατὰ συγκοπὴν κνήμη, οἱονεὶ τὰ κινήσεως αἴτια· ἰστέον ὅτι ἔμπροσθεν λέγεται ἀντικνήμιον· τὸ δὲ ὄπισθεν γαστροκνήμιον· κυρίως δὲ κνήμαι λέγονται καὶ τὰ διαιροῦντα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ· σημαίνει δὲ καὶ τὰς ἐξοχὰς καὶ προβάσεις, καὶ καθύγρους τόπους τῶν ὀρῶν

### κ 538

Κνῆ τυρὸν εἰς τὸ κνυζώσω, ἐξ οὗ καὶ τὸ κνῆστις, σημαίνει δὲ μάχαιραν, ἀπὸ τοῦ κνῶ κνῆστις, ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν, κνήστι χαλκείῳ

### κ 539

Κνίσσα ἡ ἀναθυμίασις τοῦ κάπνου, παρὰ τὸ κνίζω ὁ μέλλων κνίσω, καὶ κνίσω· τὸ δὲ κνῶ σημαίνει τὸ ξύω· κνισμὸς γὰρ λέγεται κατὰ τῆς ὀσφρήσεως· ἔστι δὲ τὸ λίπος, καὶ ὁ ἐπίπλους

### κ 540

Κλυζῶσαι σημαίνει τὸ διαφθεῖραι καὶ κακῶσαι, οἷον, κνυζώσω δέ τοι ὄσσε περικαλλέ’ ἐόντε· ἔστι ῥῆμα κνυζῶ πρώτης καὶ τρίτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων κνυζήσω, ἐξ οὗ καὶ τὸ κνυζηθμὸς, ὡς μυκηθμός· κνυζηθμῷ δ’ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν. καὶ πάλιν Σοφοκλῆς· φρίζω, κυνηδὸν ἐξέπραξαν κνυζόμενόν ἐστι· καὶ τρίτης κνυζώσω δέ τοι ὄσσε· καί τινες μὲν λέγουσιν ἀπὸ μεταφορᾶς τῶν κυνῶν· κυνὸς γὰρ κυνῶ καὶ κνυζῶ, ὅπερ ἔστιν ἀπρεπές· οἱ δὲ παρὰ τὴν κνύζαν, οἷον, χαμαιζηλοῖο κνύζοιο γίνεται κονυζῶ, ὡς ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον· ἄμεινον οὖν Φιλοξένῳ συγκατατίθεσθαι, ὅτι ἀπὸ τοῦ κνῶ γίνε ται παράγωγον κναίω, τὸ σημαῖνον τὸ διαφθείρω, ὡς Ἀριστοφάνης ἱππεῦσιν, ἐπὶ ταύτης κατακείεσθέ τε αὐτῷ τὸ μετὰ τυρὸν· παραιτητέον δὲ τοὺς γράφοντας κατακνησθείην περί τε Ἀριστοφάνους ἀναγνώσεως· ἀλλὰ ῥίμφα δέδοικα μὴ τὰ πράγματα ἡμῶν διακνήσει· παρὰ γὰρ τὸ κνῶ μονοσύλλαβον γέγονε κνῆμος· ἄλλ’ ἐστι στρογγύλιόν τι συγκνωμωθέντες· παρὰ οὖν τὸ κνῶ κνίζω, ὡς στῶ στίζω, πρῶ πρίζω, ἐξ οὗ καὶ τὸ κνίζα, ἡ τῇ φύσει προΐζουσα· ἀπὸ δὲ τοῦ κνίζω γίνεται κνύζω, ἐξ οὗ καὶ τὸ κνίζα· τοῦτο δὲ ὡς λέγει Ἡρωδιανὸς ἐν τῷ καθολ εἰ μὲν ἐπὶ φυτοῦ κατὰ συγκοπήν ἐστιν. οἷον, χαμαιζήλοιο κονύζης, ἀλλ’ ἀπὸ τοῦ κνύω, ἀφ’ οὗ καὶ κνυὸς ἡ φθορὰ, οἷον, κατὰ κνυὸς ἔχευε

### κ 541

Κνώδαλα κυρίως μὲν τὰ τῆς θαλάσσης ζῶα· τοῦτο δὲ ὡς λέγει Ἡρωδιανὸς, διὰ τὸ ἐνάλιον κινεῖσθαι, κινάδαλά τινα ὄντα· καταχρηστικῶς δὲ ἐπὶ πάντων τῶν θηρίων ἡ λέξις τίθεται, κυνώδαλά τινα ὄντα, διὰ τὸ ὑπὸ τῶν κυνῶν ἁλίσκεσθαι· Ἡσίοδος ἐν θεογονίᾳ, κνώδαλα ὄσαις ἤπειρος, πολλὰ τρέφει θάλασσα

### κ 542

Κνώδαλον κυρίως τὸ θαλάσσιον κῆτος· Ὅμηρος δὲ θηρίον κυνόδαλον τὸ ὑπὸ κυνὸς ἁλισκόμενον· καταχρηστικῶς δὲ καὶ τὰ χερσαῖα ζῶα· ἐτυμολογεῖται δὲ παρὰ τὸ κνώσσω τὸ κοιμῶμαι· ἢ παρὰ τὸ εἶναι κενὰ ὄσσα, τουτ’ἔστιν ὄμματα· σημαίνει δὲ ζῶον θαλάσσιον μικρὸν καὶ εὐτελές

### κ 543

Κνῶ διάφορα σημαίνει· κνῶ τὸ φθείρω, ἐξ οὗ καὶ κνύζω· κνῶ τὸ κνήθω, ἐξ οὗ καὶ κνήσις, καὶ κνήμη· κνῶ τὸ κάμπτω, ἐξ οὗ καὶ ἀκμὴ ἡ μὴ κάμνουσα, κατὰ στέρησιν τοῦ α· καὶ ἄκμων, ὁ μὴ κάμνων· κνῶ τὸ κοιμῶμαι ἐξ οὗ καὶ κνώσσειν τὸ κοιμᾷσθαι· γέγονε δὲ παρὰ τὸ ὄσσω τὸ βλέπω καὶ τὸ κενόν

### κ 544

Κναίω εἰς τὸ ἀποκναιόμενος καὶ κνυζηθμός

### κ 545

Κνήμη παρὰ τὸ κινῶ κινήμη καὶ κνήμη, παρὰ τὸ ἐν κινήσει ὑπάρχειν· ἔστι δὲ τὸ ὑπὸ τὸ γόνυ μέρος τοῦ σκέλους· ἥτις καὶ κνημὶς καὶ κνήμη λέγεται· τὸ δὲ καμπυλὸν τοῦ σκέλους ἰγνύς

### κ 546

Κνήμη τὰ δύο ἦτα, κνηΐμη τις, ἀποβολῇ τοῦ ι κνήμη· εἴρηται δὲ κνήμη, παρὰ τὸ κνήθεσθαι

### κ 547

Κνημίδες καὶ μετὰ τοῦ εὖ εὐκνήμιδες· ἡ εὐθεῖα εὐκνῆμις, τὸ μις μακρόν· τὰ εἰς ις θηλυκὰ, ὅτε ἐκτείνει τὸ ἰῶτα, καὶ μακρύνει, καὶ περιστίζεται τὸ υ, τότε δεῖ περιστίζειν τὸ ι καὶ υ, ἡνίκα εὑρεθῆ πρὸ αὐτοῦ προστακτικὸν φωνῆεν κατὰ διάστασιν· γίνεται ἐκ τοῦ κνήμη κνημὶς, τὸ ὄπισθεν τοῦ σκέλους λέγεται ἰγνύη· μυῶν δὲ τὸ σαρκῶδες καὶ νευρῶδες· κνημίδες δέ εἰσι, τὰ ἐν ταῖς κνήμαις φορούμενα φυλακτήρια τῶν στρατιωτῶν· καὶ εἰς τὸ εὐκνημίς

### κ 548

κνισμὸς ἐκ τοῦ κνηθή

### κ 549

Κνῆστις σκεῦος, ἐν ᾧ ἐπιξύουσι τὸν τυρὸν, ἢ ἀρτόκοπος μάχη· ἐκ τοῦ κνῶ τὸ κόπτω

### κ 550

Κνίσσα τοῦ λίπους καὶ τῆς ἀναθυμιάσεως τουτ’ἔστι καπνοῦ· γίνεται δὲ παρὰ τὸ κνίζω κνίσω, ὃ σημαίνει τὸ λεπτύνω, λεπτότατον γάρ ἐστιν ὁ ἐπίπλους, τουτ’ἔστι τὸ λεγόμενον κνισσάριον· ἢ ἀπὸ τοῦ κνιμὸς κνίσα· τοιοῦτον ἐστι καὶ τὸ συκάμινα κνίζοντα, τουτ’ἔστι τῷ ὄνυχι διακαθαίροντα· καὶ ἐν τῷ νόμῳ, ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα· καὶ εἰς τὸ λιγανῶδες

### κ 551

Κνίσσα σημαίνει δ· αὐτὸ τὸ λίπος, καὶ τὸν ἐπίπλουν, καὶ τὸ κρέας, καὶ τὴν ἀναθυμίασιν

### κ 552

Κνυζηθμὸς ὁ τῶν κυνῶν κλαυθμός· ἢ κλαυθμοῦ ἄσημος φωνὴ, ἀπὸ τοῦ κνύζεσθαι· ἴσως ἀπὸ τῶν κυνῶν, καὶ ἡ κνύζα κατὰ συγκοπὴν, κονύζα γάρ ἐστιν εἶδος φυτοῦ, καὶ κνυζοῦν τὸ ἀχρειοῦν. καὶ Ὅμηρος· κνυζώσω δέ τοι ὄσσε, παρὰ τὸ κνῶ κνύω καὶ κνυζῶ παράγωγον τὸ διαφθείρω· εἴρηται δὲ κνυζοῦν καὶ τὸ ξύειν παρὰ Δωριεῦσι· καὶ παρ’ Ὁμήρῳ, ἐπεὶ δὲ αἴγειον κνῆ τυρὸν, ὥστε κνύω δηλοῖ τὸ ξύω· Σώφρων· κνύζομαι δὲ οὐδὲν ἰσχύων· ἃ δὲ ξῦσμα ἐκ ποδῶν εἰς κεφαλὴν ἱππάζετο, ἀντὶ τοῦ νήθω, παρὰ δὲ τὸ κνῶ κναίω τὸ διαφθείρω, καὶ παράγωγον κνύζω, ὡς στῶ στίζω, φυτῶ φυτίζω, οὕτω κνῶ κνίζω, καὶ ὄνομα κνίζα· καὶ ἐξ αὐτοῦ κνιζῶ ὡς ῥίζα ῥιζῶ· τὸ δὲ κνιζοῦν ἐπὶ τοῦ διαφθείρειν

### κ 553

Κόβαλος ὁ λῃστὴς, ἀπὸ τῆς κοπίδος κοπίβαλός τις ὤν· ἢ ὅτι κακότεχνος ἡμῖν κόβαλός ἐστιν· ὅθεν καὶ κοβαλεύειν καταχρηστικῶς εἴρηται τὸ μεταφέρειν ἀλλότρια κατ’ ὀλίγον· Ὦρος δὲ κόβαλα λέγει τὰ κατεστομυλημένα, καὶ κοβάλους τοὺς λάλους· ἀπὸ τοῦ κόψαι πεποιημένης τῆς λέξεως

### κ 554

Κόβαλος πανοῦργος, οἱονεὶ κοπίβαλός τις ὢν, καὶ κοβαλία, καὶ κοβαλεύω

### κ 555

Κόθορνος γυναικεῖον ὑπόδημα, τετράγωνον· ὑπὸ τοὺς κοθόρνους, τὸ σχῆμα ἁρμόζον ἀμφοτέροις τοῖς ποσί

### κ 556

Κόθουρος σημαίνει τὸν κόνδουρον, παρὰ τὸ κεύθειν τὴν οὐράν

### κ 557

Κοιλία ἀπὸ τοῦ κοῖλον εἶναι· ἢ ἀπὸ τοῦ λεαίνειν τὴν τροφὴν, καὶ χολοῦν, χοιλία καὶ κοιλία

### κ 558

Κοιλὰς τὸ βαθὺ τῆς γῆς, διὰ τὸ κοῖλον λίαν· καὶ εἰς τὸ φάραγξ

### κ 559

Κοίλῃσι βαθείαις, Ἰωνικὴ ἐπέκτασις, παρὰ τὸ κῶ τὸ κεῖμαι, τὰς γὰρ εἰς αις δοτικὰς εἰς ῃσι ποιοῦσιν οἱ Ἴωνες· γράφεται δὲ τὸ κοι διφθόγγῳ, ἐπειδὴ εὕρηται κατὰ διάλυσιν κοΐλον

### κ 560

Κοιλία διὰ τὸ κύειν τὰ λεῖα· ἢ διὰ τὴν τροφὴν λίαν κύειν· ἢ παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ καὶ περιφερὲς. τὸ δὲ κοῖλον, παρὰ τὸ κεῖσθαι ὅλον· τὸ κοι διφθόγγῳ διάτι; ἀπὸ τοῦ κόϊλον κοῖλον, ἐξ οὗ καὶ κοιλία. κοιλία χηλία τις οὖσα, διὰ τὸ μένειν τὴν τροφήν

### κ 561

Κοιμῶμαι ἀπὸ τοῦ κῶ, τοῦ σημαίνοντος τὸ ὑπνῶ, γίνεται κείω, ὡς τὸ θῶ θείω, σῶ σείω· ὁ παθητικὸς ἐνεστὼς κείομαι καὶ ἐν συγκοπῇ κεῖμαι· ἀφ’ οὗ ὄνομα ῥηματικὸν κοίμη, ἐξ οὗ ῥῆμα δευτέρας συζυγίας τῶν περισπωμένων κοιμῶ κοιμᾶς· τὰ γὰρ ἀπὸ τῶν εἰς η θηλυκῶν γινόμενα ῥήματα δευτέρας συζυγίας εἰσιν, ὡς ἐπὶ τὸ πλεῖστον· ὁ δὲ Ὦρος κείω κοιμὸς, καὶ λείπω λοιμὸς καὶ ῥῆμα κοιμῶ

### κ 562

Κοινὸς οἶμαι ὅτι παρὰ τὸ κείω τὸ κεῖμαι, καὶ καὶ κοινὸς, ὁ πᾶσι προκείμενος, ἢ γινόμενος· καὶ κοινὸς, ὁ εὐκόλως γινόμενος πᾶσι· ἢ κοιμὸς ὁ συγκοιμώμενός τινι· ἢ παρὰ τὸ γῶ τὸ δέχομαι γίνεται γοινὸς καὶ κοινὸς, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος· λέγεται Κοινὸς βασιλεὺς Μακεδονίας· Μαρσύας ἱστορεῖ, ὅτι Κνώπις τὸ γένος Κόλχος εἰς Μακεδονίαν ἐλθὼν, διέτριβε παρὰ Καράνῳ· υἱοῦ δὲ γενομένου τῷ Καράνῳ καὶ βουληθέντι τὸν παῖδα ἀπὸ τοῦ ἰδίου πατρὸς ὀνομάζειν Καράρονα ἀνθίστατο ἡ μητήρ· καὶ αὑτὴ ἀπὸ τοῦ ἰδίου πατρὸς τὸν παῖδα ὀνομασθῆναι βουλομένη· Κνώπις δὲ ἐρωτηθεὶς εἶπε, μήδ’ ἑτέρου ὀνομάζεσθαι αὐτὸν, διόπερ Κοινὸς ἐκλήθη· ἔνιοι δ ἁμαρτάνοντες Καινὸν αὐτὸν καλοῦσι

### κ 563

Κοινὸς σημαίνει δύο, τὸν μεμολυσμένον· ὡς τὸ, αἷμα Χριστοῦ κοινὸν ἡγησάμενος, ὅπερ ἀπὸ τοῦ φοινὸς, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν κοινός· τοῦτο δὲ ἐκ τοῦ φόνος φοινός· κυρίως λέγεται, τὸ ἀφ’ αἵματος μεμολυσμένον· καὶ κοινὸς ὃ κεκοινωμένος καὶ ἀναμεμιγμένος πολλοῖς

### κ 564

Κοινωνὸς ὁ τινὶ ἀνακείμενος· ἐκεῖνο δὲ παρὰ τὸ κεῖμαι· τὸ νω μέγα διάτι; τὰ μέσον δύο ἀμεταβόλων

### κ 565

Κοινωνία διὰ τὸ ἑνίζεσθαι ἀλλήλοις, ἤγουν ἑνοῦ εἷναι· ἢ διότι εἰς κοινὸν ἰαίνουσι τὰ μέρη

### κ 566

Κοῖος ὁ πατὴρ τῆς Λητοῦς· παρὰ τὸ κοεῖν, ὅ ἐστι νοεῖν, καὶ συνιέναι ὅ ἐστι συνετός

### κ 567

Κοίρανος ὁ ἡγεμῶν καὶ ἀρχηγὸς· ὥσπερ παρὰ τὸ ἀθρεῖν τὸ βλέπειν λέγεται, ὀθρὺς τὸ ὄρος, κατὰ τροπὴν τοῦ α εἰς ο· ἀφ’ οὗ ἔστι τὰ μακρόθεν ἐνέστοτα· καὶ παρὰ τὴν ἀρχὴν ὁραχαμος καὶ ὄρχαμος, οὕτω καὶ παρὰ τὸ καιρὸς γέγονε κοίρανος, μεταθέσει τοῦ α εἰς ο, οἱονεὶ καίρανός τις ὢν, ὁ ἐν καιρῷ ἄρχων

### κ 568

Κοιρανέων διατάσσων ἐπερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἀποτελῶν

### κ 569

Κοίτη ἀπὸ τοῦ κέω, κῶ τὸ κεῖμαι, ὁ παθητικὸς ἐνεστὼς τῶν εἰς μι κεῖμαι, κεῖται, καὶ ἐξ αὐτοῦ κοίτη, ἐν ᾗ ἐστι κεῖσθαι κοιμωμένους· ὁ δὲ Θεόγνωστος, παρὰ τὸ κῶ, ὃ σημαίνει τὸ ὑπνῶ, γίνεται κείω, ὡς θῶ θείω· παρὰ τὸ κείομαι κεῖται, καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κοίτη

### κ 570

Κοῖτις Ἀττικῶς, ἡ μικρὰ κύστη, τὴν γὰρ κύστην κοίτην λέγουσιν· ἔστι δὲ ἐν αἷς κοιταζόμεναι αἱ γυναῖκες ἀπετίθεντο τὰ χρυσία

### κ 571

Κοκκότιον ὁ δῆμος Ἑλληνιστὶ, κυρίως ἁπάσης γῆς οἰκουμένης

### κ 572

Κοκίας ὁ προγονός· ἔστι δὲ ἰακὴ ἡ λέξις· σημαίνει δὲ τὴν ἤδη κεκυημένην

### κ 573

Κόκκυξ ὄρνεον ἐαρινὸν, παραπλήσιον ἱέρακι· ἢ ὄρνεον δειλότατον, ὡς Ἀνακρέων φησὶ, ἐγὼ δ’ αὐτῆς φεύγω ὥς τε κόκκυξ

### κ 574

Κόλαξ οἱονεὶ ὁ τεταπεινωμένως θεραπεύων τινά· παρὰ τὸ κόλον παράγωγον κόλαξ· κόλον δὲ τὸ ταπεινὸν καὶ μὴ ὁλόκληρον· τινὲς δὲ φασὶ παρὰ τὸ κολλᾷσθαι, κόλαξ τις ὢν, ἐξ οὗ καὶ δύσκολος ὁ δυσχερῶς τινι κολλώμενος· σημαίνει δὲ τὸ κόλαξ τὸν παράσιτον καὶ παραμένοντά τινι· οἷον, κόλακος γὰρ φησὶ καὶ μνημονικὸν πρὸς κακίαν, καὶ τῶν ἀγαθῶν εὐεπίληστον

### κ 575

κόλαφος παρὰ τὸ κόλον ἀφεῖσθαι κατὰ τοῦ τυπτομένου μέρους· ἤγουν ἀσθενὲς καὶ ταπεινὸν πρὸς τὰ λοιπὰ μέρη, κόλος γὰρ τὸ ταπεινὸν, καὶ μὴ ὁλόκληρον· ὁ δὲ Ἀπίων ἀπὸ τοῦ κολάψαι· τὸ δὲ ὄνομα Ἑλληνικὸν παρ’ Ἐπιχάρμῳ, ὡς ταχεῖ κόλαφος περιπατεῖ δεινός· οὕτω Σωρανός· ἢ ἀπὸ τοῦ κονδύλους ἀφεῖσθαι ἐν ἐκείνῳ τῷ μέρει· κόνδυλος, κόλαφος, ἡ διδομένη διὰ τῶν μέσων δακτύλων πληγή· ἄλλοι δὲ παρὰ τὸ κωλύειν τὸ φῶς

### κ 576

Κολεὸς ἡ ξιφοθήκη, παρὰ τὸ κεκοιλάνθαι· ἢ παρὰ τὸ κῆλα τὰ τόξα

### κ 577

Κολεὸς χωρεὸς, τὸ χωροῦν τὸ ξίφος, ἤγουν ἡ ξιφοθήκη

### κ 578

Κολάζω παρὰ τὸ κολαφίζω, καὶ κατὰ συγκοπὴν κολάζω

### κ 579

Κόλον τὸ μὴ τέλειον, ἀλλὰ κολοβόν

### κ 580

Κόλος ἐπί τινος ἐντέρου, παρὰ τὴν κοιλότησα

### κ 581

Κολωσσὸς σημαίνει καὶ τὸ εἴδωλον· κυρίως δὲ κολόσσοι λέγονται οἱ ὑπερμεγέθεις ἀνδριάντες, παρὰ τὸ κολούειν, ὅ ἐστιν ἐλαττοῦν τὰ ὄσσε, τουτ’ἔστι τοὺς ὀφθαλμοὺς διὰ τὸ μέγεθος, ὡς μὴ ἐφικνουμένων τῶν ὀφθαλμῶν ὁρᾷν

### κ 582

Κολοσυρτὸς κοινοῦ τε καὶ ἀργαλέου κολοσυρτοῦ· ἡ ἐκ φρυγάνων κόνις· διαφέρει δὲ κόνις κολοσυρτοῦ· κολοσυρτὸς γὰρ ὁ ἐκ φρυγάνων συρφετὸς, ἀπὸ τοῦ κόλα σύρειν, τουτ’ἔστι τὰ φρύγανα· σημαίνει δὲ καὶ ταραχὴν καὶ θόρυβον, ἀνδρῶν ἠδὲ κυνῶν κολοσυρτόν

### κ 583

Κόλλαβοι τὰ τῶν ὑῶν καὶ βοῶν σκληρὰ δέρματα περὶ τὸν τράχηλον, ἐξ οὗ καὶ τοὺς νῦν λεγομένους κολλάβουν ἐποίουν· ἔλεγον δὲ καὶ τὸ νωτιαῖον δέρμα διὰ τὴν κόλλαν ἐξ αὐτοῦ γίνεσθαι, ὅθεν Ἀριστοφάνης τὴν σκληρότητα Αἰσχύλου ἐνδεικνύμενος φησὶν, οἶμαι γὰρ αὐτὸν κόλλοπι ἐοικέναι

### κ 584

Κολλούρια τὰ κολοβὰς ἔχοντα τὰς οὐράς· τοῦτο δὲ καὶ ἐπὶ ἄρτων. δύναται καὶ ἐπὶ τῶν φαρμάκων ἰατρικῶν λέγεσθαι

### κ 585

Κόλλοψ ὁ ἐκ τῶν αὐχενίων δερμάτων γινόμενος πασσαλίσκος, ᾧ δεσμεύουσι τὴν νεῦραν· καλλοπὰς δὲ τὰ μέρη ἐκεῖνα καλοῦσιν, ἐπειδὴ ἐξ αὐτῶν ἑψόμενα ἐγίνετο ἡ κόλλα· οὔτως εὗρον ἐν ὑπομνήματι Ἀνδρονίκου, εἰς τὸ δ ος

### κ 586

Κολυμβᾶν ἐτυμώτερον οἱ Δωριεῖς λέγουσι κολυφᾶν, ἀπὸ τοῦ κόλους, ὅ ἐστι κολοβοὺς φαίνεσθαι τοὺς ἐν ὕδατι καὶ μὴ ὁλοτελεῖς

### κ 587

Κολοιὸς παρὰ τὸ κλῶ ῥῆμα τὸ φωνῶ καὶ γίνεται κλὸς, καὶ πλεονασμῷ τοῦ ο καὶ ι κολοιός· κρακτικὸν γὰρ τὸ ζῶον· ἀπὸ δὲ τοῦ κλῶ ῥήματος γίνεται κλύω κλύκος, καὶ καθ’ ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ λ κύκνος· ἢ παρὰ τὸ κύκλος· τὸ κυκλοτερὲς ἔχον τὸν τράχηλον

### κ 588

Κολώνη εὔκοσμος καὶ δή μιν ἐπὶ κριόεντι Κολωνῷ φαίνετο δ’ ἱερὸν στόμα, οἱ δὲ Κολῶναι. τὸ μὲν Κολωνὸς ὀξυτόνως, τὸ δὲ Κολώνη βαρυτόνως· σημαίνει δὲ ἄμφω τὰ ἀκρωτήρια

### κ 589

Κλὼς ὡς σὼς σωός, καὶ πλεονασμῷ τοῦ ο κολωός· ἢ παρὰ τὸ κολοιὸς, ὃ δηλοῖ τὸ ὄρνεον γέγονε κολωϊὸς ἐκτάσει τοῦ ο εἰς ω, ὅθεν καὶ κολωῶ ῥῆμα· κραυγαστικὸν γὰρ τὸ ὄρνεον

### κ 590

Κολλῶ παρὰ τὸ κόλλα, τὸ ἐν δόρυ κεκλασμένον

### κ 591

Κόλλαβος δέρμα τὶ, ὃ ἐκ τῶν αὐχενίων δερμάτων ἐστι, ἐξ ὧν αἱ τεκτονικαὶ κόλλαι γίνονται

### κ 592

Κολλύριον ὅτι μάλα κωλύει τὸ ῥεῦμα

### κ 593

Κολλυρίδας ἐκ τοῦ κολλᾶσθαι ῥᾳδίως

### κ 594

Κολοσσὸς ἀνδριὰς χαλκοῦς, ὅντινα διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσὸν οἱ Ῥοδιοί

### κ 595

Κολοσυρτὸς κονιορτὸς ἢ θόρυβος· Νεοπτόλεμος φησὶ, μεγάλως αἰρομένης τῆς κόνεως καὶ εἰς ἀέρα ἱκνουμένης, τὸ γὰρ κοῖλον κυρτώσεως καὶ ὑπεροχῆς μετέχει· βέλτιον δὲ, ὁ ὑπὸ τὸν κόλον συρόμενος κονιορτός

### κ 596

Κολωὸν παρὰ τὸ κολοιὸς, ὁ δὲ Φιλόπονος, παρὰ τὸ κλῶ κλάζω· ἀπὸ τοῦ κλῶ κατὰ παραγωγήν· οὐδὲ προσγράφεται τὸ ἰῶτα· ἢ κολῳὸν θόρυβον, ἡ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ, ὅ ἐστι θορυβῶδες καὶ κραυγαστικὸν ὄρνεον καὶ ἄτακτον

### κ 597

Κόλων τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον· λαμβάνεται δὲ καὶ ἐπὶ κακῶν· καὶ ἐπὶ μεγάλων καὶ κακῶν

### κ 598

Κολοβὸν φαίνεται τουτ’ἔστι καὶ τελείωτον

### κ 599

Κολάπτει γλύφει ἢ κλύνθει πρὸς τῷ γόνατι

### κ 600

Κολοφῶνα τὸ πέρας τοῦ πράγματος· ἢ τὸ τῶν ἄκρων τέλος

### κ 601

Κόλπος παρὰ τὸ κοῖλον, ὃ σημαίνει τὸ βαθὺ, κοῖλπος, καὶ ἀφαιρέσει τοῦ ι κόλπος· ἔστι δὲ κλῶ κλάσω, ἐξ αὐτοῦ γίνεται κλὸς, καὶ κατ’ ἀναδιπλασιασμὸν κόκλος, καὶ καθ’ ὑπέρθεσιν τοῦ λ, καὶ τροπῇ τοῦ κ εἰς π, κόλπος

### κ 602

Κολυμβῶ παρὰ τὸ κόλυμβος· τοῦτο παρὰ τὸ κολοβοῦς ἡμᾶς φαίνεσθαι

### κ 603

Κολωνὸς ὄρος, βουνὸς, λόφος, ἀνάστημα· πᾶν οὖν ἀνάστημα γῆς κολωνὸς λέγεται· σημαίνει δὲ καὶ σκόπελον Ἀθηνᾶς· οἱ δὲ δύο Κολωνοὶ ἵππιος καὶ γὰρ ἀγοραῖος, ἀφ’ οὗ τοὺς μισθαρνοῦντας ἀνέφερον μισθαρνεῖσθαι· καὶ κολωνικὸν καὶ ἄλλο χωρίον ἐκαλεῖτο Κολωνὸς ἱππότης

### κ 604

Κοιαίστωρ βασανιστὴς, Ῥωμαϊκὸν ἀξίωμα καὶ κλίνεται κοιαίστωρος, ὁ συζητητὴς καὶ ἐρευνητὴς ἐπὶ χρήμασι· κοιαίστωρ δὲ κατ’ ἐπέκτασιν καὶ συλλαβῆς προσθήκην ἐπ’ ἐγκλίμασιν οἱονεὶ ὁ τιμωρὸς, καὶ τῶν αἰωτιμῶν μεγαλημάτων ἐρευνητὴς σεμνότητος

### κ 605

Κοδράτης νοῦμμος, ἄγει γράμματα ἓξ περὶ σύκλου· καλεῖται καὶ ὁ κοδράτης σύκλος· ὁ δὲ σύκλος τέταρτον μὲν τῆς οὐγκίας, ἤγουν νόμισμα ἓν, ἥμισυ δὲ στατῆρος δύο δραχμὰς ἔχων· ὄγδοον καὶ τῆς ὀγκίας ἡ δραγμή· ἐκαλεῖτο δὲ καὶ ὀλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ βαθμοῦ· φημὶ δὲ καὶ τοῦ σίκλου τὴν τρίχα τοῦ Ἀβεσαλὼμ σταθμίζοντος κατὰ καιρὸν ὅταν ἐκορεύετο, ὀλκῆς ἐχούσης ρκ καὶ πέντε σίκλους, ὅ ἐστιν οὐγκίας λα, γράμματα ἐξ τῷ σίκλῳ τῷ βασιλικῷ· καὶ γίνεται λίτραι δύο γράμματα τρία· ὁ δὲ σίκλος ἐστὶ ὀβολῶν τεσσαρῶν, οὐγκίων ιβ, ὃ ἔστιν οὐγκίων λβ, καὶ σίκλου ἑνὸς, γινομένων λίτρων δύο

### κ 606

Κομμαγήνη πόλις, Κόμανα, θυϊλὸς μεθερμηνεύεται σύσκα κατὰ τὴν Καπαόνων φωνήν· ἔνθεν ἡ Κομμαγήνη καὶ ἡ κόμη, ὅτι συσκιάζει τὴν κεφαλήν· Ὦρος

### κ 607

Κομείτην ἐπιμελείᾳ ἠξίουν, ἀντὶ τοῦ ἐκόμμουν· ἀπὸ δὲ τοῦ κομῶ κομεῖς

### γ 157

γαυριᾷν διαφέρει· κομᾷν ἐπὶ πλούτου· γαυριᾷν ἐπὶ νεότητος

### κ 608

Κόμη παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος. οἱ δὲ παρὰ τὸ κομᾷν· καὶ κυρίως ἐπὶ τῆς κεφαλῆς, παρὰ τὸ ἐπιμελείας ἀξιοῦσθαι· ἀλλὰ τὰ εἰς μη ὀνόματα δισύλλαβα τῷ ο παραληγόμενα ὀξύνεσθαι θέλουσιν, οἷον, νομὴ, δρομὴ, καταδρομή· πλὴν τοῦ κόμη

### κ 609

Κόμη ἡ θρὶξ, παρὰ τὸ κομᾷν, ἤγουν θάλλειν τὴν τρίχα

### κ 610

Κόμανα παρὰ τὸ κόμη, θηλυκὸν κομάνη καὶ τὸ οὐδέτερον κόμανον καὶ τὰ κόμανα· λέγεται γὰρ τὸν Ὀρέστην τὸν υἱὸν τοῦ Ἀγαμέμνονος, φεύγοντα μετὰ τῆς ἀδελφῆς αὐτοῦ ἐκεῖσε τὴν κόμην ἀποκείρασθαι

### κ 611

Κομίζω τὸ κοσμίζω· ἐκ τοῦ κόσμος κοσμίζω, καὶ ἀποβολῇ τοῦ ς κομίζω

### κ 612

Κομιδῇ ἐπιῤῥηματικῶς, λίαν, πάνυ σημαίνει· ἔστι δὲ ὀνομαστικῶς ἡ συλλογὴ, ἡ λῆψις, ἢ ἐπιμέλεια

### κ 613

Κομιδὴ συναγωγὴ, ἐπιμέλεια· σημαίνει δὲ καὶ τελείως· εἴρηται ἀπὸ τῆς τῶν καρπῶν συγκομιδῆς· ἥτις γίνεται τελειωθέντων τῶν καρπῶν· ἀπὸ οὖν τοῦ κομιδὴ ὀνόματος, γίνεται τὸ κομιδῂ ἐπίῤῥημα· σημαίνει δὲ καὶ τὸ πάνυ, οἷον, κομιδῇ νέος, ἀντὶ πάνυ νέος

### κ 614

Κομμώτρια ἐμπέκτρια, ἡ κοσμοῦσα καὶ ψιλοῦσα τὰς γυναῖκας κούρισσα

### κ 615

Κομμωτικὴ ἐκ τοῦ κόμπου, ὃ σημαίνει τὸν κομπούμενον, γυναικεῖα κόσμησις

### κ 616

Κομόωντας μεγαλοφρονοῦντας, μετοχὴ, τὸ θέμα κομῶ συζυγίας πρώτης καὶ δευτέρας· καί τι σημαίνει ὅτε ἐστι πρώτης; καί τι σημαίνει, ὅτε ἔστι δευτέρας; καὶ πόσα σημαίνει; ὅτε ἐστι πρώτης, σημαίνει τὸ θερα πεύω καὶ ἐπιμελοῦμαι, τοῦτο μὲν θεράποντε κομείτην ἐξ οὗ καὶ κατὰ παραγωγὴν κομίζειν καὶ κομίσαι τέ με· ὅτε δέ ἐστι δευτέρας, σημαίνει τὸ εὐφραίνομαι καὶ ἀγάλλομαι, καὶ τὰς τρίχας τρέφω· τὸ δὲ κομαστὴς οὔκ ἐστιν ἐκ τούτου, ἀλλ’ ἐκ τοῦ κομάζω· τὸ δὲ κομῶ ἐκ τοῦ κόσμος· καὶ γὰρ κόσμον ὁ δημιουργὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας· ἐκ δὲ τοῦ κομῶ καὶ τοῦ ἵππος γίνεται τὸ ἱπποκόμος· καὶ γηρωκόμος· διάτι βαρύνεται; ἐπειδὴ τὰ ἀπὸ ῥημάτων συντιθέμενα ὀνόματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον, ἱπποκόμον· πηλίκα· τοῦτο γὰρ ἀπὸ τοῦ κόμη συνεθέτη τοῦ ὀνόματος, καὶ οὐκ ἀπὸ τοῦ ῥήματος

### κ 617

Κομεῖν τὸ σῶμα ὡραΐζειν, ἐπειδὴ καὶ κομμωτρία λέγουσι τὴν κοσμοῦσαν καὶ ἀμπλέκουσαν, καὶ τὸ κομμῆσαι καὶ ἐπιμελείας ἀξιῶσαι

### κ 618

Κομμὸς παρὰ τὸ κόπτω κομμὸς, κόψω γὰρ ὁ μέλλων ὡς καὶ παρὰ τὸ γράψω γραμμὸς καὶ ὑπογραμμός

### κ 619

Κόμπος ὀδόντων ἦχος· ἢ ἀλαζονείας· παρὰ τὸ κενὴν ὄπα ἔχειν· ἤγουν φωνήν

### κ 620

Κομψὸς εἴρηται μὲν ἡ λέξις ἐπὶ τοῦ πανούργου, καὶ ἐπὶ τοῦ μετρίου καὶ ἐπιεικοῦς· ἀμφότερα οὖν παρὰ τὸ κάμπτω ῥῆμα· ἀλλ’ ἐπὶ μὲν τοῦ πανούργου, παρὰ τὸ εὐκάμπυλον καὶ διεστραμμένον τῇ διανοίᾳ· ἐπὶ δὲ τοῦ ἐπιεικοῦς, παρὰ τὸ εὐκαμπῆ αὐτὸν εἶναι, οἷον, εὐπειθῆ καὶ προσηνῇ· οὕτως Εἰρηναῖος ὁ Ἀττικός

### κ 621

Κομπάζω καυχῶμαι μεγαλοφρονῶ, ἀλαζονεύομαι

### κ 622

Κομῶ τὸ γαυριῶ· ὡς ἐν τῷ, ἐκόμᾳ δὲ πολλοῖς χρήμασιν· ἀντὶ τοῦ ἐγαυρίᾳ· καὶ κομῶ τὸ καλλοπίζω, ἐξ οὗ καὶ ἀνακομῶ τὸ ἀναφύω τρίχας· κομίζω δὲ τὸ φέρω

### κ 623

Κομψὸν ἐπίδειν εἴρηται ἐπὶ τοῦ κεκαλλωπισμένου γυναίου· ἢ καὶ ἐντίμου μειρακίου· ἐπὶ τοῦ ὑπερηφάνου, ἐπὶ τοῦ ῥαδίου καὶ ὑγιοῦς, καὶ ἐπὶ τοῦ ἀστείου καὶ χαρίεντος· εἴρηται δὲ ἀπὸ τοῦ κόμπου

### κ 624

Κόμη ἡ θρίξ· τὸ κο μικρὸν παρὰ τὸ κομῶ τὸ ἐπιμελοῦμαι, ἐξ οὗ καὶ κομητὴς ἀστήρ

### κ 625

Κομενταρήσιοι οἱ νῦν χαρτουλλάριοι, οἱ ταῖς ἐγκληματικαῖς ὑπηρετοῦντες δίκαις

### κ 626

Κόναβος κονάβησαν, ἤχησαν, παρὰ τὸ κόναβος κοναβῶ· τοῦτο παρὰ τὸ τὴν βοὴν ἀκούων

### κ 627

Κοναβῶ ἠχῶ, παρὰ τὸ κόναβος· τοῦτο δὲ παρὰ τὸ δονῶ δόναβος καὶ κόναβος· τοῦτο παρὰ τὸ κόνις· κυρίως γὰρ λέγεται κόναβος, ἡ ἐν τῇ γῇ βοὴ, ὥσπερ καὶ ἄραβος ἐκ τοῦ ἔρα καὶ τοῦ βοὴ γίνεται ἔραβος καὶ ἄραβος, λοιπὸν οὖν λέγουσί τινες, ὅτι ἐκ τοῦ κόνις καὶ τοῦ βοὴ γίνεται κόνιβος καὶ τροπῇ τοῦ ι εἰς α κόναβος· οὐκ ἔστι δέ· οὐδέποτε γὰρ τρέπεται τὸ ι εἰς α, ἀλλ’ ἔστι μᾶλλον ἐκ τοῦ κονία καὶ βοὴ, τὸ αὐτὸ σημαίνοντος τοῦ κόνις· ἐξ αὐτοῦ κατὰ παραγωγὴν κο νίαβος, καὶ συγκοπῇ τοῦ ι κόναβος, ἐξ οὗ καὶ κοναβίζω

### κ 628

Κόνδυλοι παρὰ τὴν κάμψιν τῶν δακτύλων, οἱονεὶ κάνδυλοι ὄντες, περὶ αὐτοὺς γὰρ ἡ κάμψις τῶν δακτύλων ἐγένετο· ὁ κένδυλός τις ὢν, ὁ εἰς τὰ κενὰ δυόμενος τῶν ῥαπιζομένων· κενὰ δὲ σαρκῶν τὰ μέρη

### μ 4

μάχη παρὰ τὸ κονῶ κόνις, κόνιος καὶ κονία, ὡς Κύπρος, Κύπριος, Κυπρία

### κ 629

Κονίῃσι παρὰ τὸ κονῶ κονία, ὡς ταινία· ἡ διὰ τῆς σι ἐπέκτασις εἰ μὲν ἔχει δύο σς, ἑνὶ φωνήεντι παραλήγεται· οἷον, θήρεσσι, κύνεσσιν· εἰ δὲ δύο φωνήεντα ἑνὶ ς, ἀνθρώποισιν, Ἀχαιοῖσιν, ἐλάτῃσιν καὶ κονίῃσιν· ὁ κανὼν ἔστηκεν, εἰ μὴ μέτρον βιάσαιτο· σεσημείωται δύο λιμαῖσι τε καὶ ἀκτίσι

### κ 630

Κονιορτὸς παρὰ τὸ ὄῤῥω, ὃ σημαίνει τὸ διεγείρω, ὁ μέλλων ὄρσω Αἰολικῶς, ῥηματικὸν ὄνομα ὀρτὸς, ὡς κείρω κορμός· καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν

### κ 631

Κόνις παρὰ τὸ καίνω τὸ κόπτω καὶ διφθείρω, ἡ εἰς μικρὰ κεκομμένη γῆ· δηλοῖ γὰρ τὴν εἰς λεπτομερῆ οὐσίαν χωρήσασαν γῆν, ἀπὸ μεταφορᾶς τῶν ξυσμάτων· ἢ παρὰ τὸ κνῶ κνίς· καὶ ἐπειδὴ οὐκ ἐδύνατο μονοσύλλαβον ὄνομα βραχυκαταλήγειν πλεονάζει τὸ ο, καὶ γίνεται κόνις

### κ 632

Κονίζω τὸ ἀγονίζομαι, καὶ παρασκευάζομαι πρὸς τὸν πόλεμον, ἀπὸ τοῦ κόνις, οἱ γὰρ ἀρχαῖοι, ὅτε ἔμελλον ἀγωνίζεσθαι εἰς τὰς χεῖρας αὐτῶν πτύοντες κόνιν προσελάμβανον, διὰ τὸ ἰσχυρῶς κρατεῖν

### κ 633

Κονίσσαλος ὁ κονιορτὸς, οἱονεὶ ἡ σαλευομένη κόνις· ἢ παρὰ τὸν κονίσω μέλλοντα γίνεται κονίσαλος ὁ κονιορτὸς, ὡς παρὰ τὸ ἵζω ἵζαλος· σημαίνει δὲ τὸ κονίσαλος καὶ κονιορτὸν καὶ αἰδοῖον

### κ 634

Κονίη ὁ κονιορτὸς, τὸ νι ἰῶτα. ὥσπερ καὶ τὸ κάρδος γίνεται ἐκ τοῦ καίνω τὸ διαφθείρω, ἐξ οὗ καὶ μετὰ τὸ φαοὺς φάσφανος, ὁ τοῖς φαέσι καίνων ἤγουν διαφθείρων, καὶ συγκοπῇ κνῶ ῥῆμα εἰς μι κνῆμι, ὁ παρατατικὸς ἔκνην, τὸ τρίτον ἔκνη καὶ κνῆ, ἐπειδ’ αἴγειον κνῆ τυρόν· ἐκ τοῦ κνῶ οὖν γίνεται κνὶς, καὶ πλεονασμῷ τοῦ ο κόνις, ἡ εἰς μικρὸν κεκομμένη καὶ τετμημένη γῆ

### κ 635

Κονοειδὲς σφαιροειδὲς, τὸ πλατέως εἰς ὀξὺ λῆγον ἐχόμενον· ὡς στρόβιτ

### κ 636

Κόνειον διὰ τῆς ει διφθόγγου· πρῶτον ὅτι εἰσὶ προπαροξύτονα διὰ τοῦ ειον τρισύλλαβα, ἅτινα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον, γένειον, βρένθειον, ἔστι δὲ εἶδος πολυτελοῦς μύρου, οὕτω καὶ κόνειον· δεύτερον δὲ, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ κονιάζομεν

### κ 637

Κονδεῖτος παρὰ τὸ κινεῖν τὴν δεῖσαν

### κ 638

Κοντὸς παρὰ τὸ κεντῶ, κεντὸς καὶ κοντὸς, ὡς τρέφω τροφός

### κ 639

Κοντὸς τὸ κοντάριον· παρὰ τὸ εἰς κόνιν τιθέναι, ἤτοι εἰς γῆν

### κ 640

Κόπερα Αἰολικῇ διαλέκτῳ κοπρία, κόπερα· ὡς Πρίαμος πέραμος, ἀλλότριος ἀλλότερος

### κ 641

Κόπρος οἱονεὶ κόπος τις οὖσα· βαρεῖ γὰρ τὸ περισσὸν ἐγκείμενον, καὶ κόπρος· ἢ κόπρος χόπορός τις οὖσα, ἀπὸ τοῦ χεῖσθαι διὰ τοῦ πόρου, κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ χ εἰς κ κόπρος· κόπρος κυρίως εἴρηται ἀπὸ τῶν κοπτόντων καὶ τὸ κομπάσαι

### κ 642

Κόπρεια παρὰ τὸ τὸν κόπον ἡμῶν ἐκεῖσε ῥεῖν· πᾶς γὰρ μόχθος ἀνθρώπου ἐκ τοῦ στόματος αὐτοῦ

### κ 643

Κόπανον ἐκ τοῦ κόπτω

### κ 644

Κόπις ὁ ῥήτωρ· κοπεὶς δὲ ὁ φλύαρος καὶ λοίδορος

### κ 645

Κόπις σύντομος, ὀξὺς τῷ λόγῳ, ἢ λάλος, ὅθεν καὶ ὁ δημοκόπος καὶ κόβαλος, καὶ κατεστωμυλημένος, κόβαλοι λέγονται· καὶ τὰς τῶν λόγων τέχνας κοπίδας ἐκάλουν· μὴ τὸν Πυθαγόραν εὕρομεν ὄντων ἀληθινῶν κο πίδων· Εὐριπίδης πρὶν ὁ ποικιλόφρων κόπις ἡδυλόγος δημοχαριστής

### κ 646

Κόρη ἐπὶ τοῦ ὀφθαλμοῦ οἱονεὶ χορή τις οὖσα, ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦμα. κόρη δὲ ἡ πάρθενος ἡ ὑγροφυὴς καὶ τρυφερὰ ἀπὸ τοῦ κορεῖν τὸ καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται· ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν· ἔνθεν καὶ νεοκόρος· ἢ παρὰ τὸ κείρω, ἡ κειρομένη ἔτι νεάζουσα

### κ 647

Κορθύεται κορυφοῦται, αὔξεται, ἀπὸ τοῦ κορύσσω, ἢ ἀπὸ τοῦ κόρυθος· ἔνιοι δὲ ἀπὸ τοῦ σωρεύεσθαι ἤκουσαν· κόρθυς γὰρ ἡ σωρός

### κ 648

Κορυθάλη ἡ πρὸ τῶν θυρῶν δάφνη τιθεμένη, ὅτι οἱ κλάδοι οὓς κοροὺς καλοῦσι, θάλλουσι, ὡς ὁ Χρύσιππος, ἀλλὰ δάδας ἡμμένας μὴ δότω τις· ἔνθεν καὶ κοροὺς πλεκτοὺς ἀκραπνεῖς, μυῤῥίνας· οἱ γὰρ ποιηταὶ ἀνάπαλιν τοὺς κλάδους καὶ ὄζους καὶ ὄρπηκας λέγουσι· τινὲς δὲ ὅτι ἡβησάντων τῶν νέων καὶ θυγατέρων δάφνας προετίθουν ἐφηρίοις καὶ γάμοις

### κ 649

Κορύβαντες δαίμονες, οἵτινες ἐπάχθησαν φυλάττειν τὸν Δῖα· παρὰ τὸ κρύβειν τὸν Δία, Κορύβαντες, κατὰ πλεονασμὸν τοῦ ο· ἢ οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέφειν· Κορύβαντες, ὡς μυθεύεται, ὅτι κατέπινεν ὁ Κρόνος τὰ ἀπὸ τῆς Ῥέας τέκνα· οὕτω Δίδυμος ἐν ὑπομνήματι Μενάνδρου

### κ 650

Κόρση ἡ κεφαλὴ, ὡς μὲν Ἀπολλώνιος δίδωσιν ἀπὸ τοῦ κορυφοῦσθαι· οἱ δὲ φασὶ παρὰ τὸ κείρεσθαι, ὅθεν κορσωτὴρ λέγεται, ὁ τὰς τρίχας κουρεύων, οἷον, ὡς δ’ ἐνὶ κορσωτῆρος ἀπότριχα καλλύνεις, καὶ κόρσαι αἱ τρίχες· Αἰσχύλος λευκὰς δὲ κόρσας τῇδε παντέλλειν νόσον

### κ 651

Κορεσθῆναι ὅτι κουροτρόφον τὴν γῆν καλοῦσιν, καὶ τὸν ἐκ ταύτης καρπὸν τὴν κόρην, ὅθεν καὶ τὸ πληρωθῆναι τροφῆς κορεσθῆναι λέγουσιν· ἀπὸ τῆς κόρης, ἢν παρὰ Πλούτωνι κατὰ τὴν γῆν οὖσαν, καὶ ἐκείνου νομιζομένην γυναῖκα, ὅμως κόρην λέγουσι, διὰ τὴν τοῦ καρποῦ κατ’ ἐνιαυτὸν γινομένην γέννησιν. Φώτιος

### κ 652

Κόρταφος τὸ ἐντελέστερον παρέλαβε· εἰ μὴ ἄρα πρὸς τὴν συνήθειαν παρὰ τὴν κόρσην εἶναι κόρταφος καὶ ἐν ὑπερβιβασμῷ κρόταφος· ἢ ὅτι τοῖς κόρσοις ἁφή ἐστι, παρὰ τὸ κόρση καὶ κρόσση, ἔστι κρόσας· κρόσας μὲν πυργόν· καὶ κρόσος οὕτως ἐτυμολογεῖται ἀπὸ τοῦ τέλους· φησὶ γὰρ ἡ κεφαλὴ τὸ τελευταῖον ὁ κρόσος καλεῖται

### κ 653

Κορυθάϊξ ἀπὸ τοῦ ἀΐσσω ἀΐξω, καὶ τοῦ κόρυθος γίνεται κορυθάϊξ· τὰ δὲ εἰς ξ λήγοντα ἀποστρέφονται τὴν ει δίφθογγον, οἷον, πέρδιξ, τέττιξ

### κ 654

Κορυθαίολος ἔστιν αἰόλλω τὸ δηλοῦν τὸ κινοῦν καὶ συνεχῶς στρέφειν· οἷον, ὣς δ’ ὅτε γαστέρ’ ἀνὴρ ἐμπλείην κνίσσης αἰόλλει· καὶ αἰόλαι ἐλαι, ὅπερ ἀπὸ τοῦ ἀέλλης γίνεται· ἢ ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν, ἀφ’ οὗ ῥηματικὸν ὄνομα αἴολος, καὶ ἐν συνθέσει μετὰ τοῦ κόρυθος κορυθαίολος, ὡς πάλλω πάλος καὶ σακέσπαλος· κορυθαίολος οὖν, ὁ τὴν κόρυθα εὐκίνητον ἔχων, ἢ ποικίλην· ἐξ οὗ καὶ πολεμικήν

### κ 655

Κόρυθος φάλον τὸ πρὸ μετωπίδα ἀνάστημα τῆς περικεφαλαίας· φάλον γὰρ τὸ λαμπρόν· ὅθεν καὶ φαλακρὸς, ὁ ἔχων φαλὸν τὸ κάρα

### κ 656

Κορύνη ῥόπαλον, παρὰ τὸ κάρη, ὅπερ ἀπὸ τοῦ κάρηνον γέγονε, κατ’ ἀποκοπὴν καρήνη· καὶ τροπῇ τοῦ α εἰς ο κορύνη, τὸ παχεῖαν κεφαλὴν ἔχον ξύλον· ἢ κατὰ τὸ κάλον νεύουσα καρήνη καὶ κορύνη καὶ κορυνήτης

### κ 657

Κόρυς ἡ περικεφαλαία, παρὰ τὸ κάρη κάρυς καὶ κόρυς· ἢ παρὰ τὸ κόρση γέγονε κόρυς· κόρση δὲ ἡ κεφαλή· καὶ τὸ κορσοῦσθαι ἐπὶ τοῦ κείρειν ἔλεγον οἱ Ἴωνες, καὶ κουρσωτῆρα τὸν κουρέα

### κ 658

Κορυφὴ τὸ μέσον τῆς κεφαλῆς, ὅτι τῆς κάρας ἔστιν ὀροφή· τινὲς δὲ ἀπὸ τοῦ κεκρύφθαι αὐτὴν ὑπὸ τῶν τρίχων, κρύφή τις οὖσα· καὶ πλεονασμῷ τοῦ ο, κορυφή· ὁ δὲ Φιλόξενος ἐν τῷ περὶ διαλέκτων λέγει, ὅτι παρὰ τὸ κάρη γέγονε καρύπτω καὶ κρύπτω, μεταθέσει τοῦ α εἰς ο· ὡς παρὰ Θεοκρίτῳ· τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τυ κορύψῃ· ἐκ τοῦ οὖν κορύπτω γέγονεν ὄνομα ῥηματικὸν κορυφή· ἰστέον δὲ ὅτι τὸ αὐτό ἐστι τὸ κορύσσω καὶ κορύπτω, ὅθεν Ὅμηρος εἰπὼν, πόντῳ καὶ τὰ πρῶτα κορύσσεται, ἐπήγαγε τὸ κυρτὸν ἐὸν κορυφοῦται, εἰς τὸ αὐτὸ καταστρέφοντος τοῦ ῥήματος· σημαίνει δὲ τὸ κορύσσω καὶ τὸ καθοπλίζω καὶ κατασκευάζω

### κ 659

Κορώνη κορωνὶς, ἐπὶ τὸ αὐτὸ, οἷον, αἱ καμπυλοπρύμναι, σὺν νηυσὶ κορώνισι, παρὰ τὸ ἄνω ἐξηρημέναι εἶναι, διὰ τὸ εἰς ὕψος ἀνέχειν· καὶ κορώνη τὸ ὄρνεον, παρὰ τὸ καῦρον ὃ σημαίνει τὸ κακὸν· Ἀνακρέων κόρωνα βαίνων φησί· τίθεται δὲ ἡ λέξις ἐπὶ τοῦ ὀρνέου, καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου, καὶ τοῦ θύρας κρίκου

### κ 660

Κορωνὸς ὁ γαῦρος καὶ ὑψαυχενῶν· παρὰ τὸ κάρη κατὰ μετάθεσιν τοῦ α εἰς ο· ἀρχίλαος· βοῦς δὲ ἡμῖν ἐργάτης ἐν οἰκίῃ κορωνὸς ἔργον ἴδρις

### κ 661

Κοράλλιον διὰ τοῦ ι, καὶ ἴσως τὸ ἅλιον ἔγκειται, ἀπὸ τῆς θαλάσσης ταῖς κόραις κόσμιος, ἡ κοινὴ διὰ τοῦ ο, Ἀττικῶς δὲ διὰ τοῦ ἰῶτα

### κ 662

Κόραξ ὅτι κόρος ἐστὶ τῇ χροιᾷ· κόρον δὲ τὸ μαῦρον εἴρηται, ἢ διὰ τὸ τῆς κοινῆς ῥέξαι· ἢ διὰ τὸ κόρας ξύειν πάντος ὀρνέου καὶ ἐσθίειν· ἢ διὰ τὸ πολλὰ ἐσθίειν

### κ 663

Κοράλλιον λίθος παραθαλάσσιος ἐρυθρός

### κ 664

Κορεῖν κοσμεῖν βίβλους ἢ σαίρειν

### κ 665

Κορεσθῆναι φαγεῖν ὅσον χωρεῖ

### κ 666

Κόρη παρὰ τὸ κόρον ἐμποιεῖν τῆ ἰδέᾳ· σημαίνει τὴν παρθένον, παρὰ τὸ κορῶ τὸ ἐπιμελοῦμαι· ἐξ οὗ καὶ νεωκόρος· ὁ τοῦ λαοῦ ἐπιμελούμενος. Σελευκός

### κ 667

Κόρη κώλυσις τοῦ ῥεῖν ἤτοι πρὸ τοῦ τόκου, ἤγουν πρὸ τῶν αἱμάτων· κόρη δὲ ἡ τοῦ ὀφθαλμοῦ, ὡς ἐκ τοῦ κολλοῦ χέειν τὸ δάκρυον· λέγεται ἐκ τούτου κολλούριον τὸ κωλύον τὸ ῥέειν

### κ 668

Κοριάξιος διὰ τὸ τὴν κόρην ἔχειν ὀξεῖαν· ἢ τὴν κεφαλήν

### κ 669

Κοροπλάστης ὁ τὰ ζῴδια πλάσσων· οὐ γὰρ μόνον κούρους, ἢ ὁμοίως κόρας πλάσσει, ἀλλὰ πᾶν ζῶον

### κ 670

Κόρος σίτος· ὁ κόρος εἴληπται ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χώρ· εἰσὶ δὲ μόδιοι λ· χὼρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χωρία γὰρ καλεῖται τὰ βουνία· λέγονται βουνοὶ βασανισθέντες οἱ λ, μόδιοι, φοντ. ποιοῦσι καμήλου

### κ 671

Κορύβαντες οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέφειν

### κ 672

Κορυθαίολος ἐκ τοῦ κόρυς κόρυθος, καὶ τοῦ αἰόλλω· εἰ γὰρ ἦν ἀπὸ τοῦ αἰολος ὀνόματος, ὤφειλε προπαροξύνεσθαι· κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς ος ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχοντα. ἐν τῇ συνθέσει προπαροξύνεται· χωρὶς εἰ μὴ σύνθετον εἴη ἕνεκα ἐνεργείας παροξυνόμενον· οἷον, πλησίος παραπλήσιος, αἰόλος παναιόλος· τὸ γὰρ κορυθαιόλος οὐκ ἔχει τὸ ἐγκείμενον τὸ αἰόλον, ἀλλὰ τὸ αἰόλλω ῥῆμα, τὸ δηλοῦν τὸ κινῶ· γίνεται δὲ ἐκ τοῦ ἀέλλα, ἀέλλω καὶ πλεονασμῷ τοῦ ι, αἰόλλω, ἐξ οὗ καὶ αἴλουρος, παρὰ τὸ αἰόλλειν τὴν οὐρὰν, ὅ ἐστι κινεῖν

### κ 673

Κόρυβος εὐηθὴς, μωρός τις μετρῶν τὰ κύματα

### κ 674

Κορύνη βάκλον, ῥόπαλον· καὶ εἰς τὸ ἱπποκορυστής

### κ 675

Κορυφαιότατος μείζων, ἐξωχότατος, ἐνδοξότατος

### κ 676

Κορώνη παρὰ τὸ κρώζω κρώνη, καὶ πλεονασμῷ τοῦ ο κορώνη

### κ 677

Κορωνίσι κεφαλαῖς, ὑποκοριστικὸν ἐκ τοῦ κορώνη κορωνίς, τοῦτο ἐκ τοῦ κάρα, δι’ ἧς ὑψοῦ ἀνέχη· καὶ κορώνη ἐκ τοῦ γαῦρον, ἐξ οὗ καὶ κορωνὸς ὁ γαῦρος

### κ 678

Κόρυζα μυξῶν πλέον κατάῤῥους

### κ 679

κόρη ἀπὸ τῆς θεραπείας, τὸ γὰρ κορεῖν τοιοῦτον· οἷον, δῶμα κορύσατε, τουτ’ἔστι καλύμματα· καὶ μυλωκόρον τὸ καθάριτον τὸν μύλωνα· οἱ δὲ οἰόμενοι τὸ σαρῶσαι σημαίνεσθαι διὰ τὸ κορίσαι ἀγνοοῦσι· νεωκόρος γέ τοι οὐκ ἔστιν ὁ σαρῶν τὸν νέω· ἀλλ’ ὁ ἐπιμελούμενος αὐτοῦ· αἵτε ἡλικίαι τῶν νέων πολλῆς ἐπιμελείας χρήζουσι· καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖς κόρα, ἧς καὶ αὐτὴ ἡ φύσις πεφρόντικε, σάρκινά τε ἑαυτῇ περιθεῖσα βλέφαρα, καὶ ταῦτα ὀχυρώσασα θριξὶ, ταῖς λεγομέναις βλεφάρισι

### κ 680

Κορώνη κόραξ, τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νεῦρα τίθεται, καὶ ὁ κρίκος τῆς θύρας καὶ τὸ ζῶον, καὶ ὄρνεον ἄλλο θαλάσσιον, ὃ καλεῖται αἰθρία, λάρος καὶ εἶδος στεφάνου

### κ 681

Κόσμος παρὰ τὸ κοσμῶ, ὁ πάντα ἐν αὐτῷ ἔχων κεκοσμημένα καὶ διατεταγμένα· ἢ παρὰ τὸ κάζω κάσω κέκασμαι, κασμὸς ῥηματικὸν ὄνομα καὶ μεταθέσει τοῦ α εἰς ο καὶ ἐναλλαγῇ τοῦ τόνου, κόσμος, οὕτω Φιλόξενος

### κ 682

Κοσμηθὲν ἀπὸ ποίου θέματος; ἀπὸ τοῦ κοσμῶ κοσμήσω κεκόσμηκα. κεκόσμημαι, ἐκοσμήθην. τὸ τρίτον τῶν πληθυντικῶν ἐκοσμήθησαν· εἶτα ἀφαιρέσει τοῦ ε κοσμήθησαν· συγκοπῇ λοιπὸν γίνεται κοσμήθησαν κοσμηθέν

### κ 683

Κοσμήτορας ἡγεμόνας, διὰ τὸ κοσμεῖν τὸν λαὸν, τουτ’ἔστι καθοπλίζειν

### κ 684

Κόσυμβος ἀναδεσμὸς κροσσώτ. χίτων

### κ 685

Κοτταβίζω συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν· καὶ τῶν κοτταβιῶν τὰ πολλὰ ἡμέτερα ἦν

### κ 686

Κότος ἡ ὀργὴ, παρὰ τὸ κέω κῶ τὸ κεῖμαι, κέημι, ὁ παθητικὸς κέεμαι κεῖμαι, τὸ τρίτον κεῖται, ῥηματικὸν ὄνομα κότος, ἡ ἐναπομένουσα ὀργὴ κότος λέγεται

### κ 687

Κοτέοντες ὀργιζόμενοι, μετοχή· τὸ ῥῆμα κοτῶ, ἐκ τοῦ κότος· τὸ κο μικρὸν διάτι; τὰ ἔχοντα τὸ ε ἐγκείμενον. ποίου εἴδους τῶν ὑποπεπτωκότων, εἰδικοῦ· τὸ γενικὸν θυμός. γίνεται δὲ τὸ κότος, παρὰ τὸ κῶ τὸ κοιμῶμαι· κέω κοὸς καὶ κότος, ἡ κοιμωμένη καὶ ἡσυχάζουσα ἐν τῇ ψυχῇ μῆνις

### κ 688

Κότος θυμὸς, ἐπιτηρῶν καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ οὕτω παρὰ τὸ ἐνεκεῖσθαι. καί τι διαφέρουσιν ἀλλήλων ὀργὴ μῆνις, χόλος, κότος καὶ θυμὸς; διαφέρει δὲ ὀργὴ μὲν γὰρ ἡ ἐπ’ ὀλίγον χρόνον, ἀπὸ τοῦ ὀργᾷν· μῆνις δὲ ἡ μόνιμος ὀργὴ, ἀπὸ τοῦ μένειν· χόλος δὲ ἡ κίνησις τοῦ χόλου, καὶ ἐπ’ ὀλίγον χρόνον γενόμενον· κότος δὲ ἡ πολυχρόνιος μνησικακία, ἀπὸ τοῦ οἰκεῖσθαι· θυμὸς δὲ ξέσις τοῦ περικαρδίου αἵματος θερμοῦ, πρὸς ἀντιληπῆσαι ὁρῶσα, παρὰ τὸ θύειν, ὅ ἐστι μανικῶς ὁρμᾷν

### κ 689

Κοτζὸς ὁ κεκομμένους τοὺς πόδας ἔχων, οἱονεὶ κότος

### κ 690

Κοτύλη ὅπου ἐγκλίνεται ἡ κεφαλὴ τοῦ μηροῦς, περὶ τὴν κοιλότητα, τὴν ἐν αὐτῇ τῇ κοτύλῃ γινομένην· λέγεται καὶ κοτύλη τὸ κοῖλον τῆς χειρός· ὅθεν καὶ κοτυλήρυτον, τουτ’ἔστι τοσοῦτον τῷ πλήθει, ὥστε καὶ κοτύλην ἀρύεσθαι, παρὰ τὸ ἀρύω ἀρύσω, ἄρυτον καὶ ἐν συνθέσει κοτυλήρυτον, ὥστε ψιλωτέον τὸ ρ· λέγουσι κοτύλην καὶ εἶδος ποτηρίου καὶ εἶδος μέτρου· κυρίως δὲ τὸ ὁπωσοῦν μέτρον κοτύλην ἔλεγον οἱ ἀρχαῖοι· παρὰ τὴν κοιλότητα

### κ 691

Κοτύλη κυρίως μέτρον, ἢ γλοῦτος, ἀπὸ τῆς κοιλότητος

### κ 692

Κοτύλη ἥμισυ ξεστίου ἐστιν, ὅθεν οἱ πτωχοῦντες οἶνον ἔλαιον κοτυλισταὶ καλοῦνται· καλεῖται δὲ κοτύλη, ἀπὸ τοῦ ξέστην εἰς δύο κόπτεσθαι

### κ 693

Κότινος ὁ στέφανος ὁ Ὀλυμπιακὸς, ὅτι πάλαι ἐφυλλοβόλουν τοὺς νικῶντας ἀπὸ τῶν παρακειμένων φύλλων, ἐπιῤῥίπτοντες ἃ δίστρωμνα αὐτοῖς πρὸς τὴν εὐνὴν ἔπιπτον· ὅθεν καὶ κότινον φησὶ καλεῖσθαι τὸν στέφανον τὸν Ὀλυμπιακόν· ἀπὸ τῆς κοίτης ἀρξαμένου στέφανον εἶναι τοῖς νενικηκόσι· σημαίνει καὶ ἀγριελαίαν

### κ 694

Κουρὰ κείρω, κέκαρμαι, κορὰ καὶ κουρά

### κ 695

Κουρίζω τὸ κεάζω καὶ ἀκμάζω· ἢ τὰ τῶν νεοτέρων φρονῶ· ἐξ οὗ καὶ κουρὸς ὁ νεώτερος

### κ 696

Κοῦρβα διὰ τὸ εἰς κόραν βαίνειν

### κ 697

Κούρη παρὰ τὸ ὠρῶ ῥῆμα, ὃ σημαίνει τὸ φυλάττω, γίνεται ὄνομα οὔρη καὶ κούρη· φυλακτικὴ γάρ· ἢ παρὰ τὸ κείρω τὸ κουρεύω, κόρη καὶ Ἰωνικῶς κούρη, κατὰ πλεονασμὸν τοῦ υ, ἡ κειρομένη ἔτι, ἦν νεάζουσα

### κ 698

Κουροσύνα κοῦρος λέγεται παρὰ τοῖς Ἀθηναίοις ἡλικία τις ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεωτέρων· λέγεται δὲ καὶ ὁ ξυρίζων αὐτοῦ τὸ γένειον

### κ 699

Κούρους εἰς τὸ γέρων

### κ 700

Κουράτωρ φύλαξ, ἐκ τοῦ κοῦρα· κουράτωρ δέ ἐστιν ὁ ἐπόπτης καὶ διοικητὴς τῶν τοῦ πουπίλλου πραγμάτων

### κ 701

Κουλεὸς ἡ ξιφοθήκη· τὸ λε ψιλὸν διάτι; τὰ διὰ τοῦ εος ὀξύτονα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον, ἐλεὸς, σημαίνει δὲ τὸν ἐλεεινὸν· ἡ δ’ ἐλεεινὸν γναμπτῇσι πεπαρμένη ἀφ’ ὀνύχεσσι· γίνεται ἐκ τοῦ κοῖλον κοιλεὸς, καὶ τροπῇ τοῦ ι εἰς υ κουλεός· τὸ κοῖλον καὶ βαθύτατον

### κ 702

Κουριδίης παρθενικῆς γυναικὸς, ὥσπερ ἐκ τοῦ μοίχου μοιχιδίη, οὕτω καὶ παρὰ τὸ κοῦρος κουριδίη

### κ 703

Κουρῆτες οἱ μὲν ἀπὸ ὄρους τοπικοῦ, οἱ τὴν Πλευρῶνα πόλιν τῆς Αἰτωλίας κατοικοῦντες· οἱ δὲ ἀπὸ τῆς κουρᾶς, παρὰ τὸ μὴ κείρεσθαι. Κουρῆτες δὲ οἱ ἀκρανάνες, οἱ τὸν Διὰ τρέψαντες· κατ’ ἐπέκτασιν Κουρῆτες, προπερισπωμένως· ἐπὶ τοῦ ἔθνους· ἐπὶ δὲ τοῦ νέου προπαροξυτόνως

### κ 704

Κόφινος παρὰ τὸ κόπον ἐπιέναι τοῖς βαστάζουσιν· ᾒ παρὰ τὸ κοῦφον, ὃ σημαίνει τὸ βαθύ

### κ 705

Κοχλιάριον τὸ κοχλίον αἶρον· ἢ ὅτι τὰ κοχλάζοντα αἴρει

### κ 706

Κοχλίδιον τὸ ὄστρεον, ὡς ἀπὸ τοῦ γονία γονίδιον, καὶ ἀπὸ τοῦ κοιλία κοιλίδιον

### κ 707

Κοχλιάριον μέτρον ἐστιν ὑγροῦν, καὶ αὐτὸ παρ’ Ἑβραίοις ἐκφωνούμενον· τοῦτο τὸ μέτρον ἐστιν ἐν ταῖς χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων, δηλούμενον ὡς ἕκαστος τῶν τότε βασιλέων φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο· ὃς ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον· ἔχει δὲ ξέστας δύο

### κ 708

Κουστωδία στρατιωτικὸν στίφος, ὃ βάνδον καλοῦσι Ῥωμαῖοι

### κ 709

κόσσιον τὸ κρεμώμενον, ἢ τυχὴ καὶ ἀλυσείδιον

### κ 710

Κόχλος παρὰ τὸ χαλῶ, καὶ συγκοπῇ χλῶ χλὸς, καὶ κατ’ ἀναδιπλασιασμὸν χόχλος, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κόχλος, τὸ κατ’ εἴλησιν χαλώμενον ἑκάστῳ· ὅθεν καὶ Θουκυδίδης ἐν τῷ τετάρτῳ διὰ τοῦ α λέγει κόχλακας· ὡς παρὰ τὸ ἱερὸς γίνεται ἱέραξ καὶ νεὸς νέαξ, ὡς παρὰ Καλλιμάχῳ καὶ τῶν νεήκων εὐθὺς οἱ τομώτατοι· καὶ μῦρμος μύρμαξ, οἷον, αὐτίκα μύρμων πλεονᾶ ἢ διὰ τὸ κόχλος κόχλαξ

### κ 711

Κραδάων κινῶν, ἐξ οὗ καὶ τὸ κραδαίνω τὸ σημαῖνον τὸ κινῶ· οἶμαι δὲ ἀμφότερα γεγενῆσθαι ἀπὸ τοῦ κάρα καραίνω, κραδαίνων καὶ κραδάων

### κ 712

Κράδη ἡ συκῆ, διὰ τὸ συνεχῶς κραδαίνεσθαι. Ὦρος τῷ Θηριππίδῃ· ἔστι πατὴρ κύμηνον καὶ μόνον οὐτ’ ἀρηχεύων τοὺς θαλλοὺς τῶν κραδῶν

### κ 713

Κράβατος κρεμνᾷν τὰς βάσεις· καὶ τὸ μὲν κρα κραδαίνεσθαι ἤγουν σαλεύεσθαι σημαίνει, τὸ δὲ βα, τὴν βάσιν

### κ 714

Κράμβη κοράμβη, ἡ ἀμβλύνουσα τὰς κόρας· βέλτιον δὲ ἡ τῷ κόρῳ ἀντιβαίνουσα· ὅθεν καὶ πρώτη ἐν τοῖς συμποσίοις δίδοται, καὶ παρὰ ἀμπέλῳ οὐ φύεται

### κ 715

Κράζω παρὰ τὸ κρῶ, τοῦτο παρὰ τὸ καλῶ, καὶ κρῶ καὶ κατὰ παραγωγὴν κράζω καὶ κρώζω· διαφέρει δὲ τὸ κράζω τοῦ κρώζω· τὸ μὲν κράζω ἐπὶ ἀνθρώπου, τὸ δὲ κρώζω ἐπὶ ὀρνέου

### κ 716

Κραδία ἀντὶ τοῦ καρδία, παρὰ τὸ ἀεὶ κραδαίνεσθαι καὶ πάλλεσθαι τὸ τῆς καρδίας σπλάγχνον

### κ 717

Κραίνω καὶ ἐπικραίαινον, τὸ κραι διφθόγγω, διότι ἀνεφάνη τὸ α ἐν τῷ κρανῶ μέλλοντι, ὁ ἀόριστος ἔκρανα καὶ Ἰωνικῶς ἔκρηνα, τὸ προστακτικὸν κρῆνον, καὶ πλεονασμῷ τοῦ ἦτα κρήηνον

### κ 718

Κραναῆς τραχείας, ὀρείου κάρηνα ἐχούσης. Ὦρος παρὰ τὸ κραναὸν, τοῦτο παρὰ τὸ κρανίων, ὅπερ ἐστι παχὺ καὶ ὀστῶδες

### κ 719

Κραίνω τὸ ἄρχω, ἐξ οὗ καὶ κρανίον, καὶ κέρατα, παρὰ τὸ ἄρχειν τοῦ σώματος ὅλου

### κ 720

Κρανίον ἡ κεφαλὴ, καὶ γράφεται διὰ τοῦ ἰῶτα. κρανεῖον δὲ ὁ τόπος διφθόγγῳ

### κ 721

Κρανίον ἐν ᾧ κρέμεται ὁ νοῦς

### κ 722

Κράθις ὁ ἐν Κροτώνῃ ποταμὸς, ὅτι κιρνᾷ τὰ χρώματα τῶν ἐξ αὐτοῦ πινόντων

### κ 723

Κρανέεσθαι τελειωθήσεσθαι, τελείως λείψεσθαι, ἀπὸ τοῦ κρανίω, κράνω

### κ 724

Κράτεια παρὰ τὸ κρανῶ κράτεια, ἀνθῶ ἄνθεια

### κ 725

Κρατευτάων τῶν βασέων, ὅ ἐστι τῶν λίθων, ἐφ’ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτομένων τῶν κρεῶν, οἱ δὲ τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον κακῶς

### κ 726

Κράτα τὴν κεφαλὴν, ἀπὸ τοῦ κράτος ἐνταῦθα τοῦ ἡγεμονικοῦ τυγχάνοντος· ἢ παρὰ τὸ κραίνειν καὶ βασιλεύειν τοῦ λοιποῦ σώματος, ὅθεν καὶ κρανίον καὶ κέρατα, τὰ ἐκ τοῦ κρανίου φυόμενα· οὕτως Ὦρος. ὁ δὲ Χοιροβοσκὸς παρὰ τὸ ὁ κρὰς τοῦ κρατὸς τῷ κράτι τὸν κράτα

### κ 727

Κραταιώθητε παρὰ τὸ κραταιῶ, τοῦτο παρὰ τὸ κραταιὸς, τοῦτο παρὰ τὸ κραίνω τὸ τελείω, οἱ γὰρ κραταιοὶ κυρίως τοῖς ἑαυτῶν πράγμασι τὰ μέλη τιθέασι

### κ 728

Κρατερὸς ἐκ τοῦ κρατός· τὰ δὲ εἰς τερος τρισύλλαβα παράγωγα προπαροξύνονται· οἷον, κύντερος πρότερος, σφέτερος· τοῦτο δὲ ὀξύτονον, διότι οὐκ ἐγένετο ἡ παραγωγὴ αὐτοῦ διὰ τοῦ τερος, ἀλλὰ διὰ τοῦ ερος, τὸ γὰρ τ τοῦ πρωτοτύπου ἐστι· ὅμοιόν ἐστι καὶ τὸ βλαβερὸς ἐκ τοῦ βλάβη. τὸ τε ψιλὸν διάτι; τὰ διὰ τοῦ τερος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα τριγενῆ διὰ τοῦ ε γράφεται, γοερὸς, φοβερὸς, ἱερός· κρατερός· διάτι ὀξύνεται τὸ καρτερὸς; διότι τὰ μὲν ἄλλα ἀπὸ τῆς παραγωγῆς ἔσχον τὸ τ, τὸ μὲν πρότερος κατὰ παραγωγὴν ἐκ τῆς προ προθέσεως, τὸ σφέτερος ἐκ τῆς σφῶν γενικῆς τῶν πληθυντικῶν, τὸ κύντερος ἐκ τοῦ κυνὸς, κυνότερος καὶ συγκοπῇ κύντερος· τὸ δὲ κρατερὸς ἐκ τοῦ πρωτοτύπου, ἐκ τοῦ κράτος, ἐξ αὐτοῦ κρατερός· ἢ ἐκ τοῦ κρατερῶ, καὶ ὑπερθέσει τοῦ α, καρτερῶ, τοῦτο ἐκ τοῦ κρῶ τὸ τελειῶ

### κ 729

Κράτιστος κρατύτερος, κρατύων, καὶ τὸ ὑπερθετικὸν κράτιστος· τὸ δὲ κράτος παρὰ τὸ κάρα· τοῦτο καρὰ τὸ ἄκρον· τοῦτο παρὰ τὸ ἥκω τὸ ἔρχομαι· κράτος ἡ ἐξουσία, ἐκ τοῦ κρατεῖν· κράτησον τοῦ πιάσον διαφέρει

### κ 730

Κρατὸς ἡ εὐθεῖα κρὰς κρατός· ὁ κανών· τὰ εἰς ας ὀξύτονα μονοσύλλαβα κύριά εἰσι, καὶ διὰ τοῦ ντ κλίνεται· οἷον, ζὰς ζαντὸς, στὰς σταντὸς, πρὰς πραντός· τὸ δὲ κρὰς προσηγορικόν ἐστι, διὸ καὶ ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν

### κ 731

Κραταίπεδον λίαν ὀρθόστρωτον ἔδαφος· ἢ ψηφολόγητον τὸ ἀντίτυπον

### κ 732

Κρατῆρες ἀπὸ τοῦ γινομένου ἐλέγοντο, κράμα γὰρ ἐγίνετο· οἱ μὲν ἀρ’ οἶνον ἔμισγον

### κ 733

Κρατὺς ἀπὸ τοῦ κράτος κρατὺς, ὡς πλάτος πλατύς

### κ 734

Κρατῶ παρὰ τὸ κράτος· τοῦτο παρὰ τὸ κάρα κάρατος καὶ κράτος· ὁ γὰρ κρατῶν καὶ ἄρχων ἐκεῖνος ἔστι κεφαλή

### κ 735

Κράσπεδον τὸ κρεμάμενον ἤτοι κεχαλασμένον εἰς πέδον· γίνεται παρὰ τὸ ἄκρον καὶ τὸ πέδον τὴν γῆν· ἀκρόπεδον, καὶ ἀφαιρέσει τοῦ α, καὶ τροπῇ τοῦ ο εἰς α, καὶ πλεονασμῷ τοῦ ς κράσπεδον, οἷον τὸ, ἔξω ὂν ἐν ἀκροτάτῳ τόπῳ, καὶ τῇ γῇ πλησιάζον

### κ 736

Κραιπνὸς ὁ ταχὺς, καὶ τὸ συγκριτικὸν κραιπνότερος, παρὰ τὸ κάπω τὸ πνέω, ὅθεν καὶ κάπος τὸ πνεῦμα, καὶ καπνὸς τὸ ἐκ ξύλων καυθέντων ἀναπεμπόμενον πνεῦμα· τοῦτο καὶ πλεονασμῷ τοῦ ρ γίνεται καρπὸς, καὶ καθ’ ὑπερβιβασμὸν καὶ πλεονασμῷ τοῦ ἰῶτα κραιπνός. Φιλόδωρος

### κ 737

Κρέας παρὰ τὸ κέαρ ὃ σημαίνει τὴν ψυχὴν, καθ’ ὑπέρθεσιν· πᾶν γὰρ κρέας ἔμψυχόν ἐστι, εἴγε πᾶν ἔμψυχον κρέας ἔχει· ἢ παρὰ τὸ κερῶ τὸ συγκεκρασμένον ἐκ τεσσάρων στοιχείων· τινὲς δὲ παρὰ τὸ κρατύνειν καὶ ἰσχυροποιεῖν τὸ σῶμα ἡμῶν· ἢ παρὰ τὸ κείρω τὸ κόπτω

### κ 738

Κρεῖον παρὰ τὸ κρέας γέγονε κρέον καὶ κρεῖον διὰ τῆς ει διφθόγγου· λέγει ὁ Ὦρος ἐν τῇ Ἰλιακῇ προσῳδ, ὅτι τὸ κρεῖον ὅμοιόν ἐστι τῷ θεῖον· ἰστέον δὲ ὅτι ἡ μὲν κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον κρεοδόχον ἀγγεῖον σημαίνει· ὁ δὲ Εὐφορίων τὸ κρέας λέγει αὐτὸ εἶναι, ὡς καὶ Ὅμηρος· αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν· ὁ δὲ Ἡρωδιανὸς τὴν ἐκ τῶν ὠμῶν κρεάτων πεπληρωμένην τράπεζαν· ὁ δὲ Πτολέμαχος τὸν ἀπὸ στέατος πλακοῦντα

### κ 739

Κρείουσα σημαίνει τὸ βασιλεύουσα, παρὰ τὸ κρατῶ κρατείω, ὡς κιχῶ κιχείω, καὶ ὀλῶ ὀλείω, καὶ ἡ μετοχὴ κρατείων καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ συγκοπῇ κρείουσα

### κ 740

Κρείσσων ὡς ἀπὸ τοῦ ταχὺς γίνεται ταχίων, καὶ ὁ τρίτος τύπος θάσσων, οὕτω καὶ ἀπὸ τοῦ κρατὺς γίνεται κρατίων καὶ ὁ τρίτος τύπος κράσσων καὶ τροπῇ τοῦ α εἰς ε κρέσσων, καὶ πλεονασμῷ τοῦ ι κρείσσων· οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκεται, οἷον, φρίσσω, ἑλίσσω ἀΐσσω, πλὴν τοῦ κρείσσων καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ γινομένου· καὶ χωρὶς τοῦ λεύσσω, σημαίνει δὲ τὸ θεωρῶ, καὶ τοῦ γλαύσσω, σημαίνει δὲ τὸ φωτίζω· ταῦτα διὰ δύο σς ἐκφέρονται ἐπειδὴ τετάρτης συζυγίας εἰσι τῶν βαρυτόνων· ἡ δὲ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο σς ἐκφέρεται

### κ 741

Κρειῶν σημαίνει τῶν κρεάτων· παρὰ τῶν κρεάτων γέγονε καὶ ἀποβολῇ τοῦ τ κρεάων, καὶ κατὰ κράσιν κρεῶν καὶ πλεονασμῷ τοῦ ἰῶτα κρειῶν· οὐκ ἔστι δὲ μετοχὴ ἀλλ’ ὄνομα, ὡς Ὦρος

### κ 742

Κρεκυδειλος κροκόδειλος, κατὰ ἐναλλαγὴν τῶν στοιχείων

### κ 743

Κρεμόω ἀπὸ τοῦ κρεμῶ κρεμᾶς, γίνεται ποιητικῶς, πλεονασμῷ τοῦ ο, κρεμόω, ὡς παρὰ τὸ γελῶ γελόω, καὶ ὁρῶ ὁρόω· ἐνεστὼς δέ ἐστι καὶ οὐ μέλλων· ἐὰν γὰρ τὸ κρεμῶ καὶ ἀγορῶ δῶμεν μέλλοντας εἶναι, ἀπὸ τοῦ κρεμάζω καὶ ἀγοράζω εὑρίσκεται ἐλάττονας συλλαβὰς ἔχοντα τοῦ ἐνεστῶτος, ὅπερ ἐστι ἀδύνατον· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀγοράζω καὶ κρεμάζω γίνεται ὁ μέλλων ἀγοράσω καὶ κρεμάσω, ἀποβολῇ τοῦ ς ἀγοράω καὶ κρεμάω, καὶ κατὰ συγκοπὴν ἀγορῶ καὶ κρεμῶ· μετάγεται εἰς ἐνεστῶτα. ταῦτα δὲ μέχρι τοῦ παρατατικοῦ κλίνονται· ὁ γὰρ κρεμάσω μέλλων οὐκ ἔστιν ἀπὸ τοῦ κρεμῶ, ἐπειδὴ κρεμήσω ὤφειλεν εἶναι ὁ μέλλων, ὥσπερ βριμῶ βριμᾶς βριμήσω· ἀλλὰ τὸ κρεμάσω καὶ ἀγοράσω οὐκ ἐκ τοῦ ἀγορῶ, ἀλλ’ ἐκ τοῦ ἀγοράζω· ἐπειδὴ ὤφειλεν εἶναι τὸ α μακρὸν, ἀλλ’ ἔστι βραχὺ, μήποτε οὖν καὶ τὸ ἀμφιῶ ἢ ἐνεστώς ἐστιν, ἢ μεταβέβηκεν εἰς ἐνεστῶτα, χωρὶς εἰ μή τις εἴπῃ, ὅτι τὰ τῷ ἰῶτα παραληγόμενα τῶν περισπωμένων δευτέρας συζυγίας ἔστι καὶ οὐ τῆς πρώτης· οἷον, ἀνιῶ, κοπιῶ· πῶς οὖν τὸ ἀμφιῶ πρώτης, ζήτει

### κ 744

Κρεμάννυσι ὁ κρεμῶν, κρεμᾶται ὁ κρεμώμενος

### κ 745

Κρεμάθρα εἰς τὸ ἀγαθός

### κ 746

Κρεμῶ ἔστιν ἔρα ἡ γῆ, καὶ ἐξ αὐτοῦ γίνεται ἔραμος καὶ κέραμος καὶ κεραμῶ, καὶ συγκοπῇ κερμῶ, καὶ ἐν ὑπερβιβασμῷ κρεμῶ, ἐκ μεταφορᾶς τῶν κεράμων· ἐκ δὲ τοῦ κέραμος κατὰ συγκοπὴν κράμος

### κ 747

Κρείσσων ὁ μέγας, παρὰ τὸ κράτος γέγονε κρατὺς κρατίων καὶ κράσσων καὶ τροπῇ τοῦ α εἰς ι, καὶ πλεονασμῷ τοῦ ι, κρείσσων

### κ 748

κρείττων δίφθογγος καὶ ω μέγα· παρὰ τὸ γένος· εἰ μὲν ἀρσενικὸν ὁ κρείσσων, καὶ ἡ κρείσσων ω· εἰ δὲ οὐδέτερον τὸ κρεῖσσον ο μικρόν

### κ 749

Κρείων ὁ βασιλεὺς, ἀπὸ μετοχῆς μετήχθη εἰς ὄνομα. ἔστι γὰρ κρατῶ καὶ σημαίνει τὸ ἄρχομαι, καὶ ἐξ αὐτοῦ παράγωγον κρατείω· τὸ τει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ειω παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ὀψείω, βρωσείω, θείω· τούτου ἡ μετοχὴ κρατείων καὶ συγκοπῇ κρείων· ἀπὸ μετοχῆς μετήχθη εἰς ὄνομα, καὶ γράφεται διὰ διφθόγγου

### κ 750

Κρείων ὁ βασιλεὺς, παρὰ τὸ κρατῶ κρατείω· ἐκ τοῦ κρατείων γίνεται κατὰ συγκοπὴν κρείων· πάλιν ζητοῦμεν, τὸ κρείων πόθεν διφθογγογραφεῖται; καὶ λέγομεν, ὅτι πρῶτον δεῖ γινώσκειν, ὅτι μετοχή ἐστι, ἀπὸ τοῦ κρατῶ κρατείω, ὡς γαμῶ γαμείω· τούτου ἡ μετοχὴ κρατείων, καὶ συγκοπῇ τοῦ α καὶ τ κρατείων

### κ 751

Κρήγυον τὸ ἀληθὲς καὶ τὸ ἡδὺ τῆς ψυχῆς, τὸ ἀγαθὸν· παρὰ τὸ κῆρ ἡ ψυχὴ, καὶ τὸ ἡδὺ γέγονε κηρήδυον, καὶ κατὰ συγκοπὴν κρήδυον, καὶ τροπῇ τοῦ δ εἰς γ κρήγυον· τὸ τὴν ψυχὴν ἡδύνον, ἢ τ’αυτό ἐστι τὸ θυμῆρες

### κ 752

Κρήδεσμον τὸ κεφαλοδέσμιον, παρὰ τὸ καρὴ, ὃ σημαίνει τὴν κεφαλὴν, καὶ τὸ δέω τὸ δεσμεύω καρήδεμνον, τὸ δεσμεῦον τὴν κεφαλήν· κρήδεσμον λέγουσι τὸ κατεσκευασμένον καὶ πεποιημένον εἰς κεφαλήν· σημαίνει δὲ καὶ τὰ ὑπὲρ ἄνω τῶν τείχων, οἷον, τὰ περιβλήματα· Ἡσιόδος ἐν ἀσπίδι· ὃς Θήβης κρήδεμνον ἔχει, ῥύεταί τε πόληα

### κ 753

Κρήηνον ἐπιτέλεσον, ἐκ τοῦ κραίνω παρὰ τὸ τὴν κάραν ἤτοι κεφαλὴν ἐπιθεῖναι τῷ πράγματι· ἔστι δὲ τὸ θέμα καραίνω, ἀπὸ τοῦ κάρα καὶ συγκοπῇ κραίνω, κρανῶ, ἔκρηνα· κραιαίνω, κραιανῶ, ἐκραίηνα, καὶ τροπῇ τοῦ α εἰς ἦτα καὶ ἀποβολῇ τοῦ ι ἐκρήηνα, καὶ τὸ προστακτικὸν κρήηνον

### κ 754

Κρημνὸς παρὰ τὸ κρεμῶ, καὶ τροπῇ τοῦ ε εἰς η κρημὸς, καὶ προσθέσει τοῦ ν κρημνός· καὶ εἰς τὸ κρεμῶ· ἢ παρὰ τὸ κάρα καὶ τὸ νεύω καρανὸς καὶ κρημνός· ὁ ἐπὶ κάραν νεύων

### κ 755

Κρήμνη ὡς παρ’ Εὐριπίδῃ· κρήμνη σεαυτὴν ἐκ μέσης· ὡς ἀπὸ τοῦ ἱστῶ ἵστημι, ἵστην, ἵστης ἵστη, τὸ προστακτικὸν ἵστη, οὕτως ἀπὸ τοῦ κρημνῶ κρήμνημι, κρήμνην, κρήμνης, κρήμνη, καὶ τὸ προστακτικὸν κρήμνη

### κ 756

Κρήνη ἔστι ῥῆμα μονοσύλλαβον κρῶ, ἀπὸ τοῦ κερῶ, ὃ δηλοῖ τὸ ἐπιχέω· ὡς παρὰ τὸ εἴρω, τὸ λέγω, εἰρήνη, οὕτω κρῶ κρήνη· καὶ νεοκράτη σπονδάς· Αἰσχύλος τὰς νεωστὶ ἐκχυθείσας. καὶ Ὅμηρος· κέρασσε νέκταρ ἐρυθρόν· ἐπέχεεν, οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ

### κ 757

Κρήνη παρὰ τὸ ῥέω ῥένη, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ πλεονασμῷ τοῦ κ κρήνη· ἢ ἀπὸ τοῦ κάραν καὶ κορυ φὴν εἶναι τοῦ ῥεύματος, καὶ κόρη νάματος· καὶ γὰρ αἱ κρῆναι θυγατέρες τῶν ποταμῶν εἰσι

### κ 758

Κρηπὶς ἡ βάθρα, καὶ ἡ ἀρχὴ καὶ βαθμὸς καὶ βάσις ποδὸς, ὄχθη καὶ θεμέλιον

### κ 759

Κρηπὶς σημαίνει τὸ ὑπόδημα, παρὰ τὸ ἕρπω ἑρπὶς καὶ κρηπὶς, δι’ ἧς ἐστιν ἕρπειν, ὅ ἐστι βαδίζειν· ἢ παρὰ τὸ ἕρπω, τὸ σύρω, ἑρπὶς, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ρ ῥεπὶς, καὶ πλεονασμῷ τοῦ κ κρεπὶς, καὶ τροπῇ τοῦ ε εἰς η κρηπίς· οὕτως Ἡρωδιανός

### κ 760

Κρησφύγετα φρούρια καὶ φυγαί τινες ὄντα, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες· τὸ οὖν κρησφύγετον ἔλεγον τὸ χρήσιμον τοῖς φεύγουσιν εἰς ἀσφάλειαν

### κ 761

Κρητὴρ ἐκ τοῦ κρατὴρ, καὶ τροπῇ Ἰωνικῇ τοῦ α εἰς η· ὡς πράγμα πρῆγμα· τὸ κρα μακρὸν ἐκ τοῦ κρῶ κράσω· καὶ εἰ μὲν καθαρεύει ὁ ἐνεστὼς, ἢ τὸ ρ παραλήγει· ὅπερ ἀπὸ τοῦ κερῶ κέρας, οἱ γὰρ παλαιοὶ κέρατι ἐχρῶντο ἀντὶ τοῦ προχοδ

### κ 762

Κρῆτες παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν, κυνηγετικοὶ γάρ· ὁ δὲ Ἀπολλώνιος παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα

### κ 763

Κρῖ σημαίνει τὴν κριθήν· ἀπὸ τοῦ κριθὴ γίνεται κατὰ ἀποκοπὴν τῆς θη συλλαβῆς· ἀπὸ τοῦ κρίμον, ὃ σημαίνει τὸ παχὺ τῆς ἀλεύρου· καὶ κατὰ ἀποκοπὴν κρί. ζήτει πλατύτερον εἰς τὸν Χοιροβοσκόν

### κ 764

Κρίβανος σημαίνει τὴν κάμινον, ἔνθα ὄπτουν τοὺς ἄρτους· παρὰ τὸ κρῖ, τὸ σημαῖνον τὴν κριθὴν, καὶ τὸ βαῦνος, τὸ σημαῖνον τὴν κάμινον· οἱ μέντοι Δωριεῖς κλίβανον λέγουσι καὶ κρίβανον

### κ 765

Κρίβανος παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἐν ᾧ αὔουσι καὶ φρύγουσιν ἢ κριθὴν ἢ κρίμνον· οἱ μέν τοι Δωριεῖς κλίβανον λέγουσι

### κ 766

Κρίθη παρὰ τὸ κριθῆναι τῶν δρυῶν· ὀπτοὺς γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι· καὶ πάλιν ἤρξαντο ἀπὸ κριθοῦ ὕστερον ἄρτον ἐσθίειν· ἢ διὰ τὸ κρίνεσθαι καὶ διαχωρίζεσθαι αὐτὴν ἐκ τῶν ἀχύρων ἀπὸ τοῦ ἀνέμου

### κ 767

Κριθὴ διὰ τοῦ ἰῶτα· τὰ γὰρ εἰς θη οὐ θέλουσι παραλήγεσθαι τῇ ει διφθόγγῳ, ὡς μέθη, ποθὴ, πάθη· ποθὴ σημαίνει δὲ τὸ αἰδοῖον, τιτθὴ, σημαίνει δὲ τὴν παρέχουσαν τὸ γάλα, τοῖς ἀρτιγένεσι παισί· τιθὴ, σημαίνει δὲ τὴν μάμμην· οὕτως οὖν καὶ κριθή· πάντα δὲ τὰ παρ’ αὐτοῦ διὰ τοῦ ἰῶτα γράφεται

### κ 768

Κρῖος ἔστι δὲ ὄνομα Τιτᾶνος, παρὰ τὸ κεκρίσθαι· γράφεται δὲ διὰ τοῦ ἰῶτα· προπερισπᾶται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ κριός· ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει, ὁμοίως τῷ προσηγορικῷ. ἄλλως τε, διὰ τοῦ ι γράφεται τὸ Κρῖος, τὰ γὰρ δισύλλαβα ἀρσενικὰ, ἀποστρέφει τὴν διὰ τῆς ει διφθόγγου γραφὴν· οἷον, βίος, Χῖος, ὁ ἀπὸ τῆς Χίου, δῖος ὁ ἔνδοξος, Θρίος ὄνομα τόπου, Κίος κύριον, Τῖος κύριον, ἴος ὁ μόνος, ἰὸς τοῦ ὄφεως καὶ τὸ βέλος, Πῖος κύριον, κριός· οὕτως οὖν καὶ Κρῖος· πρόσκειται ἀρσενικὰ, διὰ τοῦ νειὸς ἡ ἄρουρα, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλὰ θηλυκόν· καὶ σεσημείωται διὰ τῆς ει διφθόγγου γραφόμενον ὡσαύτως καὶ τὸ θεῖος, Κεῖος ὁ πολίτης τῆς κέω, πλεῖος, μεῖος, λεῖος, ῥεῖος διὰ τῆς ει διφθόγγου γράφεται· ῥεῖον δὲ λέγουσιν οἱ Κύπριοι τὸν ἀσθενῆ, παρὰ τὸ ῥέα, τὸ σημαῖνον τὸ εὐχερές· χρεῖος παρὰ τὴν χρείαν. τὸ Δελφειὸς, τὸ σημαῖνον τὸν Διόνυσον, διφορεῖται καὶ διὰ τοῦ ἰῶτα καὶ διὰ διφθόγγου γράφεται

### κ 769

Κριὸς διὰ τοῦ ἰῶτα· παρὰ γὰρ τὸ κεκρίσθαι ἔστι, κατὰ τὰς τρίχας· διαφέρουσι δὲ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων ζώων· ὥσπερ λέγεται κρείων ὁ βασιλεὺς, οὕτω καὶ κριὸς ὁ ἐξέχων τῆς ποίμνης· διὰ τοῦ ι δὲ γράφεται, τῷ κανόνι τῷ προειρημένῳ ἐκ τοῦ κρῖος· ἰστέον ὅτι τὸ κριὸς πολλὰ σημαίνει· ἔστιν ὁ προηγούμενος τῆς ποίμνης· καὶ ὄργανον πολιορκητικὸν, καὶ μέρος πλοίου, καὶ εἶδος ἐρεβίνθου, ὁ ἐρέβινθος δὲ λέγεται ἀρσενικῶς, οἱ δὲ Ἀθηναῖοι τὰς τραχείας κόγχυ καλοῦσι, τὴν γραφὴν διὰ τῆς ει διφθόγγου ποιούμενοι· καὶ ὁ ἀστήρ· τινὲς δὲ λέγουσιν, ὅτι τὸ κριὸς ἀπὸ κέρας γέγονε κέριος, καὶ κατὰ συγκοπὴν κριός· οὐ καλῶς δὲ, εἰ γὰρ ἦν ἀπὸ τοῦ κέρας κεραιὸς ὤφειλεν εἶναι, ὥσπερ κνέφας κνεφαιὸς, καὶ Ἰούδας Ἰουδαῖος

### κ 770

Κριὸς · ὁ τῷ κέρατι ἱέμενος· ὡς ὁ κρύπτων ἤλαυνεν ὀπίσω. καὶ ἐν ταῖς οἰνικαῖς ἀποστάσεσι κριὸς λέγεται τὸ πρῶτον κεράμιον, ᾧ τὰ λοιπὰ ἐνήρεισται· κριὸς δὲ λέγεται καὶ τὸ ἄστρον, ἢ τὸ ζῴδιον

### κ 771

Κρίκε ἰστέον ὅτι τὸ, κρίκε δὲ ζυγὸν μιμητικῶς εἰρημένων. ἀφ’ οὗ τινὲς οὐ προσεσχηκότες τῇ μιμήσει τῆς φωνῆς ἠπόρησαν· ὡς Ἡρωδιανὸς φησὶ, πῶς ἀπὸ θέματος τοῦ κρίζω ὢν, ὁ β ἀόριστος οὔτε διὰ τοῦ δ, ὡς φράζω, ἔφραδον ἀλλὰ διὰ τοῦ κ· ὅτι δέ ἐστι τὸ κρίζω τὸ θέμα δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητὴς φησὶ, ὡς αἱ κεκριγυῖαι, καὶ ῥηματικὸν ὄνομα κριγὴ, ὡς παρ’ Ἱππώνακτι, οἷον, κριγὴ δὲ νεκρῶν ἄγγελός τε καὶ κῆρυξ· σχηματίζει δὲ τὸ κρίζω ὁ Ἡρωδιανὸς οὕτως· ἔστι μονοσύλλαβον ῥῆμα κρῶ, ἀφ’ οὗ τὸ κράζω καὶ ἕτερον ῥῆμα κρώζω· ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω, ὡς στάζω στίζω, σεβάζω σεβίζω· τοῦτο δὲ τὸ κρίζω ἡμαρτημένον ἀόριστον παραλαμβάνει· τὸ δὲ κρίκε δὲ ζυγὸν ἡμεῖς οὐ φαμὲν αὐτὸν ἡμαρτῆσθαι, ἀλλὰ πεποιῆσθαι· οὕτω Ζηνοδότος. σημαίνει δὲ ἐψόφησεν, ἤχησεν, ποῖον ἀτελὲς ἦχον

### κ 772

Κρίμνα σημαίνει δὲ τὸ κλάσμα

### κ 773

Κρίμα τὸ ἐκριθὲν, ἤγουν ἐκλελεχθέν

### κ 774

Κρίμισος ὄνομα τόπου, παρὰ τὸ κρίνειν τὰ μίση· Κριμισὸς δὲ κιφησὸς πόλις

### κ 775

Κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γάρ ἐστι τὸ κυρίως δοκιμάζειν, διακρίνειν τὸ πνεῦμα πράγματα διαχωρίζειν, καὶ διϊστᾶναι· καὶ εἰς τὸ κριτής

### κ 776

Κρίνον τὸ ἄνθος, παρὰ τὸ κρῖ, τὸ σημαῖνον τὸ λευκόν· ἢ παρὰ τὸ ἐν κάναις ὑδάτων γίνεσθαι

### κ 777

Κρίνον ἀπὸ τοῦ διακρίνειν· διὸ καὶ τὰ τοῦ διακρίνειν λέγεται· κρίνον εὐμάραντον ὑπαρχὸν καὶ ταχὺ ἀποπιπτὸν· διὸ καὶ λέγεται· κρίνον καὶ ἡ κολόκυνθα· ἐκ γὰρ τοῦ κρίνειν λέγεται ἡ κολόκυνθα ἀλλ’ ἀποπίπτει. διὸ τοὺς πτωχοὺς καὶ νεκροὺς κρίνα. αὕτη δὲ ἡ κολόκυνθα Μηδικόν ἐστιν ὄνομα

### κ 778

Κρίνω διὰ τοῦ ι, κρινῶ γὰρ ὁ μέλλων· εἰ δὲ διὰ διφθόγγου γράφεται, κρενῶ ἂν εἶχεν εἶναι ὡς κείρω κερῶ· ἄλλως δὲ ἐπικρίνω λέγουσιν οἱ Αἰολεῖς

### κ 779

Κριτὴς ὁ τῆς διαφορᾶς χωριστικὸς κρίναι γὰρ τὸ διαχωρίσαι καὶ διακρίναι· ἔνθεν καὶ ἀκριτόμυθος, ὁ ἄκριτα λέγων, καὶ ἀδιαχώριστα· καὶ μὴ διακρίναι δυνάμενος τὰ λεγόμενα, οἷον, Θέρσιτ’ ἀκριτόμυθε

### κ 780

Κριτὴς ὁ δικάζων, κρίνων· ἐκ τοῦ κρὶς κριτὸς γέγονε, καὶ ἐξ αὐτοῦ κρίσις

### κ 781

Κριτὴς ὁ τοὺς ἐμπελεγμένους ἀλλήλοις διαχωρίζων· καὶ αἱ γυναῖκες κρίνας ἐπὶ τῶν τρίχων λέγουσι ἤγουν πλοκῶν· καὶ τὸ διαχωρίζειν, Ὅμηρος κρίν’ ἄνδρας, ἀντὶ τοῦ διαχώρισον

### κ 782

Κροαίνω τὸ κτυπῶ, καὶ ἠχῶ καὶ κρούω, ἐκ τοῦ κρούω, καὶ ἐξ αὐτοῦ παράγωγον ῥῆμα κρουαίνω, καὶ ἐκβολῇ τοῦ υ κροαίνω

### κ 783

Κροαίνειν φησὶν Ἀριστοφάνης τὸ τοῖς ποσὶ κροτεῖν καὶ σκιρτᾶν· παρὰ τὸ κροτῶ κροταίνω, ἀποβολῇ τοῦ τ κροαίνω· ἢ παρὰ τὸ κρούω κρουαίνω· καὶ κρουνός

### κ 784

Κροκόδειλος παρὰ τὸ δειλὸς καὶ τὸ κρόκος γέγονε κροκόδειλος, καὶ γὰρ ὁ χερσαῖος κροκόδειλος φοβεῖται τὸν κρόκον· ὅθεν οἱ μελιτουργοὶ ἐπειδὴ ἀνέρχεται καὶ ἐσθίει τὸ μέλι, ἐπιτιθέασιν ἔξωθεν κρόκον, ὅνπερ ὁρῶν φεύγει· ὁ δὲ θαλάττιος παρὰ τὸ δειλαίνεσθαι τὰς κρόκας ὃ σημαίνει τοὺς αἰγιαλοὺς, οἱονεὶ ὁ περὶ τὴν γῆν δειλός· ὁ δὲ κροκόδειλος ζωυφίον ἐστι μικρόν· καὶ ἡ χρῆσις παρὰ Ἱππώνακτι

### κ 785

Κρόκος παρὰ τὸ ἐν κρύει ἔχειν τὴν αὔξησιν, οἱονεὶ κρυόκιός τις ὢν, ὃ ἐν τῷ κρύει κίων καὶ αὐξάνων· οὕτως εὗρον ἐν ὑπομνήματι Ἰλιάδος Ἀριστονίκου

### κ 786

Κρόκαλα ᾗχι πολυκροκάλοιο παρ’ ἀνδήροισι Νεμείης· κρόκαλα λέγεται αἱ ψῆφοι τῶν ποταμῶν, ἀπὸ τοῦ κροτεῖν καὶ ψοφεῖν· Νεμέα πότε ἐν Ἄργει παρ’ ἀνδήροις, τοῖς τοῦ ποταμοῦ ἀναχωρήμασι

### κ 787

Κρόμυον παρὰ τὸ τὰς κόρας μύειν τῶν ἐσθιόντων· αὐτὸ δριμὺ γάρ· οὔτως Ἡρακλείδης

### κ 788

Κρόκη παρὰ τὸν κρούσω μέλλοντα, ἀποβολῇ τοῦ υ γέγονεν· ᾗ τὸ κρούεσθαι δι’ ὅλου παρηκολούθησε

### κ 789

Κρόκος κρυόκιός τις ὢν, ὅτι κύειν καὶ ἀναβλαστάνειν ἐν τῷ ὕδατι συμβέβηκε καὶ τὸ ἐν τῷ κρύειν πηγνύμενον ὕδωρ κρύσταλλος· ὁ δὲ λίθος καθ’ ὁμοιότητα

### κ 790

Κροκύφαντος ὅτι διὰ κρόκου ὑφαίνεται· οἱ δὲ Ἀττικοὶ κεκρύφαλον αὐτὸν καλοῦσιν, ὅτι κρύπτει τὸν φαλὸν, ὅ ἐστιν ἐξοχὴ τῆς κεφαλῆς

### κ 791

Κρονίδης παρὰ τὸ Κρόνος Κρονίδης. τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα, διὰ τοῦ ι γράφεται, οἷον Κρόνος Κρονίδης, Ὅμηρος Ὁμηρίδης, Πρίαμος Πριαμίδης, χωρὶς τοῦ Κύθνος Κυθνείδης· ἔστι δὲ ὄνομα κύριον

### κ 792

Κρονίων Κρονίωνος, Κρόνου υἱὸς, ποίου εἴδους τῶν παραγώγων; πατρωνυμικοῦ· καὶ κλίνεται Κρονίωνος· τὰ εἰς ων πατρωνυμικὰ φυλάσσουσι τὸ ω ἐπὶ γενικῆς· ἡ δοτικὴ Κρονίωνι· ὁμοίως καὶ τῷ Κρονίδης διὰ τοῦ ι γράφεται, ὡς εἴρηται· καὶ συνεσταλμένη ἡ νι συλλαβὴ, ὡς παρὰ τῷ ποιητῇ· ὃς ῥὰ παρὰ Κρονίωνι· τὸ γὰρ Ζηνὸς καὶ Κρονίωνος ὑπερβιβασμὸν ἐδέξατο τοῦ χρόνου, καὶ τὴν μὲν προπαραλήγουσαν ἐξέτεινε, τὴν δὲ παραλήγουσαν συνέστειλεν· ἄλλως τε τὸ Κρονίων, διὰ τοῦ ἰῶτα, ὡς Αἰακὸς, Αἰακίδης· πλὴν τοῦ Κυθνὸς Κυθνείδης· τὰ εἰς ος εἰ μὲν καθαρεύουσι, διὰ τοῦ αδης ποιοῦσι πατρωνυμικὸν, οἷον, Θυέστιος Θυεστιάδης, Τελαμώνιος Τελαμωνιάδης· εἰ δὲ μὴ καθαρεύουσι διὰ τοῦ ιδης, Πρίαμος Πριαμίδης

### κ 793

Κρόσας οἱ μὲν φασὶ κεφαλίδας τοῦ τείχους σημαίνειν· ἄλλοι δὲ τοὺς προμαχῶνας, Ἀρίσταρχος δὲ κλίμακας τινας ἢ ὄργανα τινὰ πρὸς τειχομαχίαν ἐπιτήδεια· οἱ δὲ καὶ τὰς προκόσας κλημακηδόνα, ἄλλοι δὲ τὰ ἀποκριδώματα· καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων λεγόμενα, ὃ καὶ βέλτιον, οἱονεὶ κόρσους τινὰς ὄντας, παρὰ τὴν κόρσην τὴν κεφαλήν· ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων· κατὰ μετάθεσιν τοῦ ρ κρόσας, οὕτω Φιλόξενος, ἐν τῷ περὶ ἰάδος διαλέκτῳ· τὸ δὲ τῆς κλί μακος ὄνομα οὐ γινώσκει Ὅμηρος, οὐδέπω γὰρ ἦν τὰ πολεμικὰ ὄργανα· καὶ ταῦτα μὲν ὁ Ὠρίων· ἐγὼ δὲ εὗρον σχόλιον παρακείμενον ὑπόνοιαν παρέχων μοι, ἵνα σημαίνῃ καὶ τὰς κλίμακας, καὶ τὰ ἐξέχοντα τοῖς τείχεσιν· ἔχει δὲ οὕτως· ὅτι εἰ μὲν διαστέλλοιμεν εἰς τὸν μὲν σύνδεσμον, γένοιτο ἂν, κρόσσας μὲν πύργων ἔρυον, οἷον, ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων ἔρυον τὰς ἐξοχὰς φησὶ. περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου διαλέγεται· στήλας δὲ προβλήτας, ἀντὶ τοῦ τοὺς προκαταβεβλημένους θεμελίους

### κ 794

Κρόταφοι κυρίως μὲν ἡ λέξις ἐπὶ τῶν ζώων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα, οἱονεὶ κερατοφόροι τινὲς ὄντες, ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι· ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν· ὁ δὲ Ἀπίων, ὅτι τοῦ κρόσσου ἅπτονται, τουτ’ἔστι τῆς κεφαλῆς. οὕτως Ὦρος

### κ 795

Κρότων ὁ φθεὶρ, ἀπὸ τοῦ κρατεῖν οὓς ἂν ἐκφύει· ὁ δὲ Ὦρος βοτάνην λέγει διὰ τὸ ἐξ αὐτῆς τὸ σπέρμα διατριβόμενον, τοῖς δακτύλοις ὁμοίως τῷ ζώῳ. διὰ τοῦτο κροτὼν ἐκλήθη· ἔστι δὲ καὶ ὄνομα πόλεως παρ’ αὐτῷ, ἀπὸ τοῦ Κρότωνος, ὅστις ὑφήρπασε κλαίουσαν κρέθην

### κ 796

Κρόταφος καλεῖται οὕτως ἐπειδὴ ὁ κρουόμενος εἰς αὐτοὺς τάφον ἔχει· ὡς τὸ τάφος δ’ ἕλε πάντας Ἀχαιούς

### κ 797

Κρόταφος παρότι ἐστι τάφος τοῦ ὀφθαλμοῦ

### κ 798

Κροτήσατε ἐκ τοῦ κροτῶ· τοῦτο παρὰ τὸ κρούω

### κ 799

κρόσσιον τὸ κρεμώμενον εἰ τύχη καὶ ἀλυσείδιον· παρὰ τὸ ἄκρον καὶ τὸ σείω· τὸ ἐν τῷ ἄκρῳ κρεμάμενον

### κ 800

Κροσσωτὸς παρὰ τὸ κροσσὸς γίνεται κροσσῶ, κροσσώσω, κροσσωτός· ἢ παρὰ τὸ ἄκρον γίνεται ἀκρῶ, ἀκρώσω, καὶ ἐκτάσει ἀκρόσσωτον, καὶ ἀποβολῇ τοῦ α κροσσωτὸν, τὸ ἐν τῷ ἄκρῳ κρεμάμενον· ἢ ἀπὸ τοῦ κρεμῶ καὶ τοῦ σείω γίνεται κρεμώσιον καὶ κροσσωτόν

### κ 801

Κρουνῶν ῥευμάτων, ἔστι ῥῆμα κρῶ μονοσύλλαβον, ὅπερ γίνεται ἀπὸ τοῦ κερῶ κρῶ· ἐκ τούτου γίνεται κρονὸς καὶ κρουνός

### κ 802

Κρουνοὶ κυρίως αἱ ἀρχαὶ τῶν ῥευμάτων, ἢ αἱ φλέβες

### κ 803

Κρούω ἔστι ῥῆμα κρῶ, παράγωγον κρόω, καὶ πλεονασμῷ τοῦ υ κρούω, ὡς ὄρω, ὀρόω καὶ ὀρούω· κυρίως δὲ τὸ κρούειν, ἐπὶ τῶν κερατηφόρων εἴρηται· κορούειν γὰρ τὸ τοῖς κέρασι παίειν, καὶ κατὰ συγκοπὴν κρούειν· οὕτω Φιλόξενος

### κ 804

Κρυεροῦ φοβεροῦ, καὶ κρυόεντος, φρικτοῦ φοβεροῦ, συμβαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας

### κ 805

Κρυμὸς παρὰ τὸ κρύπτω κρυμμὸς, καὶ ἀποβολῇ τοῦ μ κρυμός· κρυμὸς δὲ ὀνομάζεται αὐτὸ τὸ πάγος, ᾧ ἐπικρυπτόμεθα· χειμερίου γὰρ καιροῦ τὸ πάγος

### κ 806

Κρύος ῥίγος, ψύχος, παρὰ τὸ τὴν γινομένην κροῦσιν τῶν ὀδόντων, ἐν τῷ ψύχει, κροῦος καὶ κρύος

### κ 807

Κρύσταλλος παρὰ τὸ κρύω καὶ σταλάσσω γίνεται κρύσταλλος· τὸ δὲ κρύος παρὰ τὸ κρατῶ κρατύω, καὶ συγκοπῇ κρόω, καὶ ἐξ αὐτοῦ κρύος

### κ 808

Κρώπος ἱδρύα, ἤτοι ἄγγος, εἰς τὸ ἐπιχέειν ὕδωρ, παρὰ τὸ κρῶ τὸ ἐπιχέω· τοῦτο γέγονε παρὰ τὸ κερῶ καὶ κατὰ συγκοπήν· οἷον, κέρασσε δὲ νέκταρ, ἀντὶ τοῦ ἐπέχεεν, οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ, καὶ παρ’ Αἰσχύλῳ νεωκράται σπονδαὶ λέγονται· τουτ’ἔστιν αἱ νεωστὶ ἐκχυθεῖσαι

### κ 809

Κρῶ σημαίνει τέσσαρα· τὸ ἐπιχέω, οὗ ὁ μέλλων κρώσω, ἐξ οὗ καὶ κρῶπος, ὃ σημαίνει τὴν ὑδρίαν· κρῶ τὸ φωνῶ ἐξ οὗ καὶ κρώζω τὸ κράζω καὶ κεραρύζω, οὗ ὁ μέλλων κρώσω· ἐν Ἡσιόδῳ μή τοι κρώζῃ λακέρυζα κορώνη. κρῶ τὸ τελειῶ, ἐξ οὗ καὶ κρήηνον

### κ 810

Κρώζειν ὡς κόραξ, ἢ ὡς κορώνη κράζειν

### κ 811

Κταμῶ τὸ ἀναιρῶ, καὶ φονεύω· τὸν δὲ κτάμενον παρόχου

### κ 812

Κτάμενος ἐκ τοῦ κτῶ τὸ φονεύω καὶ ἀναιρῶ γίνεται κτῆμι, κτήσω, ἔκτηκα, ἔκτημαι, ἐκτάθην, ἐκτάμην, κτάμενος ἡ μετοχή· τὶ δὲ ἐστὶ τὸ εἰς χειρὸς ἀναιρεθέν; ἐπειδὴ θέλων ὁ ποιητὴς δεῖξαι τὸν ἰσχυρὸν τοῦ δέρματος· τῶν γὰρ θνησιμαίων τὰ δέρματα, ἀσθενέστερά εἰσιν, ὡς προδιαφθαρέντων· τούτου χάριν εἶπε, τὰ ἰσχυρῶς ἀναιρεθέντα

### κ 813

Κτεὶς σημαίνει τρία· τὸ μόριον ἤγουν τὸ αἰδοῖον· οἷον οὐδ’ οἷσιν ἐπὶ κτενὸς ἔσχον αἱ θεῖραι, παρὰ τὸ ἐκτείνεσθαι ἐν ταῖς συνουσίαις. τὸ κτένιον τῆς κεφαλῆς, παρὰ τὸ ἐκτείνειν τὰς τρίχας ἢ τὰς χεῖρας· ἢ κτείνειν τοὺς φθεῖρας· τὸ θαλάσσιον ζῶον, παρὰ τὸ ἐκ τείνεσθαι καὶ ἁπλοῦσθαι

### κ 814

Κτήνη κυρίως μὲν τὰ θυόμενα, ὅσα νόμος σφάζει καὶ κτείνει· καταχρηστικῶς ἐπὶ τῶν τε θυσίμων καὶ μὴ οὕτως. τὸ κτη η διάτι; τὰ διὰ τοῦ ηνος οὐδέτερα, διὰ τοῦ η γράφεται· οἷον, σμῆνος, θρῆνος, κτῆνος

### κ 815

Κτῆσιν τὴν περιουσίαν· κτῆσιν ἐμὴν δμῶας τε καὶ ὑψερεφὲς δῶμα

### κ 816

Κτῆσις κτίσεως διαφέρει. κτῆσις μὲν γὰρ κυρίως ἔστιν, αὐτὰ τὰ εἴδη, ἃ κτώμεθα κινητά τε καὶ ἀκίνητα· κτίσις δὲ ἡ δημιουργὸς οὐρανοῦ καὶ γῆς

### κ 817

Κτεατίζω εἰς τὸ φιλοκτεανώτατος

### κ 818

Κτίλος ὁ προηγούμενος τῶν προβάτων κριὸς, οἱονεὶ κῖλός τις ὢν, πλεονασμῷ τοῦ τ κτῖλος, παρὰ τὸ κίειν ὅ ἐστι πορεύεσθαι· οἱ δὲ νεώτεροι τάσσουσιν τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ γεγονότος ἡμερίου ζώου· ἢ ἀπὸ τοῦ ἵκω ἰκτὸς, ὡς τάσσω τακτὸς, πλέκω πλεκτός· καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πένθιλος, ναυτίλος, οὕτως οὖν καὶ ἰκτὸς ἰκτίλος· καὶ ἀφαιρέσει τοῦ ι, κτῖλος· τὸ μὲν πρῶτον Ὠρίων, τοῦτο δὲ Ἡρωδιανὸς περὶ παθῶν

### κ 819

Κτίλος ὁ πρᾶος καὶ χειροήθης κριὸς καὶ ἀφηγούμενος τῆς ποίμνης· εἴρηται κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα, οἱονεὶ ἄκτιλός τις ὤν· ἢ κῖλος τις ὢν, παρὰ τὸ κίειν τῶν λοιπῶν ἤγουν προπορεύεσθαι· τὸ κτι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιλος ἀρσενικὰ βαρύτονα μὴ ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται· σεσημείωται τὸ Νεῖλος, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ τῆς ἐτυμολογίας παρὰ τὸ νέαν ἰλὺν ἔχειν, καὶ διὰ τὸ ἔχειν νέαν ἰλὺν, ἐπειδὴ ἐναντίως φέρεται ὡς πρὸς τοὺς λοιποὺς ποταμούς· οἱ μὲν γὰρ λοιποὶ τῷ χείμωνι πλημμυροῦσι, τῷ δὲ θέρει ἀνεκτότερον πρόεισι τὸν ῥοῦν· οὗτος δὲ τ’ουναντίον τῷ μὲν χειμῶνι ἀνεκτότερον ῥεῖ, τῷ δὲ θέρει πλημμυρεῖ καὶ ἐξερχόμενον ποτίζει πᾶσαν τὴν γῆν ἐκείνην. καὶ εἰς τὸ ἐκτῖλαι

### κ 820

Κτίσις κτίσματος διαφέρει· κτίσις μὲν γὰρ κυρίως καλεῖται ἡ σύστασις τοῦ παντός· κτίσμα δὲ τὸ ὑφ’ ἑκάστου ἀνδρὸς δυνάμενον οἰκονομεῖσθαι· οἷον, πόλις, οἶκος· καὶ εἰς τὸ κτῆσις

### κ 821

Κτύπος παρὰ τὸ τύπτω τύπος, καὶ πλεονασμῷ τοῦ κ κτύπος· τὰ γὰρ τυπτόμενα ψοφεῖ

### κ 822

Κύαμος φάβα μέγα· παρὰ τὸ κύειν αἷμα. Ὅμηρος, ἶσον τοι κυάμοις τε φαγεῖν

### κ 823

Κυβερνήτης ἀναλόγως οἱ Αἰολεῖς κυμερνήτην λέγουσιν, παρὰ τὸ ἐρευνᾷν τὰ κύματα, καὶ πρὸς αὐτὰ ἰθύνειν τὴν ναῦν· ἡμεῖς δὲ τροπῇ τοῦ μ εἰς β κυβερνήτην φαμέν

### κ 824

Κυβερνήτης ἐκ τοῦ κυβερνῶ, τοῦτο ἐκ τοῦ κύβερνος· τὸ δὲ κύβερνος παρὰ τὸ τὰ κύματα ἐρευνᾷν, κυμέρεμνός τις ὢν, ὁ τῶν κυμάτων ἐρευνήτης

### κ 825

Κυβιστητὴρ ὁ ὀρχιστὴς, παρὰ τὸ κρύπτω κρύψω γίνεται κῦβος, ὅθεν καὶ κῦφος καὶ ἀμφικύπελλον, καὶ ἐξ αὐτοῦ κυβιστὴς καὶ κυβιστητὴρ· τὰ γὰρ ἐπικύψαντα κυλισθῆναι, κυβιστῆναι ἔλεγον· Λυκόφρων ἄφλαστα καὶ κόρυμβα καὶ κλῄδων, θρόνους πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων· ἄφλαστα καλεῖ τὸ ἄκρον τῆς νεὼς, κατ’ εὐφημισμὸν, οἷον, τὸ εὔθλαστον, καὶ κόρυμβα δὲ τὸ αὐτὸ δηλοῖ· καί ἐστιν ἐκ παραλλήλου τὸ αὐτό· διαφέρουσι δὲ, ὅτι τὰ μὲν ἄφλαστα τὰ πρυμνήσια, τὰ δὲ κόρυμβα πρωῤῥήσια

### κ 826

Κυβήβη κυρίως τὸ ἐπὶ τῆς κεφαλῆς κύπτον· Ὅμηρος· κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους· ἐπειδὴ οἱ μανιώδεις τὴν κεφαλὴν πάθους γινομένου τοιοῦτοι γίνονται· ὅθεν καὶ τὴν μητέρα τῶν θεῶν Κυβήβην λέγουσιν· αἰτία γὰρ ἐνθουσιασμοῦ τοῖς μύσταις γίνεται· ἔστι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητέρος θεῶν

### κ 827

Κυβιστᾷν τὸ ἐπὶ κεφαλῆς πηδᾶν· κύβην γὰρ ἔλεγον τὴν κεφαλήν

### κ 828

Κύβος ὁ κύκλωθεν βάσιν ἔχων· ὁ δὲ Ἀπολλόδωρος ἀπὸ τῆς κουφότητος· τὰ γὰρ ἐπὶ τῶν κεφαλῶν κύψαντα κυλισθῆναι κυβιστῆναι ἔλεγον. Ὅμηρος, κυβιστῆρι ἐοικώς

### κ 829

Κυδιάνειρα ἐνδόξους ἄνδρας ἔχουσα· ἢ ἐνδόξους τοὺς ἄνδρας ποιοῦσα

### κ 830

Κῦδος παρὰ τὸ κύειν δέος· ἢ παρὰ τὸ κύειν ἡδονὴν, κύηδος καὶ κατὰ κρᾶσιν κῦδος· ἢ παρὰ τὸ κύω τὸ φιλῶ κύσω, καὶ τροπῇ τοῦ ς εἰς δ κῦδος· τὴν γὰρ δόξαν πάντες φιλοῦμεν· καὶ τὸ ὑπερθετικὸν κύδιστος, κῦδος, κυδότερος, κυδότατος, κύδιστος

### κ 831

Κυδιόων γαυριῶν, ἐπαιρόμενος ἀπὸ τοῦ κῦδος, κυδίων

### κ 832

Κύδοιμος ταραχὴ, θόρυβος, ἢ πόλεμος, ἀπὸ τοῦ κύειν τὸ δέος· ἢ ἀπὸ τοῦ κύειν δεῖμα

### τ 4

τίκτειν διαφέρει, κύειν μὲν γάρ ἐστι τὸ ἔγκυον εἶναι· τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν

### κ 833

Κύαθος πῇ μὲν εἰς ἁπλοῦν ποτήριον δέ ἐστι ξεστῶν ἕξ· εἰς τριπλοῦν ὅ ἐστι ξεστῶν τριῶν· ἀντλητήριον δὲ ἐστὶν ἀπὸ τοῦ κεραμίου ἀντλοῦν, διὰ μακρᾶς λαβῆς

### κ 834

Κύαθος ἔχει ὀγκίαν μίαν· ὁ δὲ τοῦ ἐλαίου ὀγκίαν α, ὁ δὲ τοῦ οἴνου ὀγκίαν α· ὁ δὲ τοῦ μέλιτος ὀγκίας δύο ἥμισυ· λέγονται δὲ αὐτοὶ κύαθοι, καὶ μαδεκὼβ, μαμαρὼθ δὲ τοῦ διϋλιστῆρας

### κ 835

Κυθέρεια ἡ Ἀφροδίτη, ἡ κεύθουσα τοὺς ἔρωτας, ἢ ἀπὸ τοῦ τόπου, διότι προσέκυρσε Κυθήρας· ἢ ἀπὸ τοῦ χέειν τοὺς ἔρωτας· ἡ δὲ κοινὴ ἔννοια, ἧς ἔθει ἀπο κεκρύφθαι τὸ ὄνομα ἀκούει. ἐπεὶ μυστηριώδης ἡ γένεσις αὐτῆς· τινὲς δὲ καὶ τὴν Κύθηραν ἀπ’ αὐτῆς, ὅτι γεννηθεῖσα ἐκεῖ ἐκρύφθη· τὴν δὲ Κυθέρειαν νοοῦσι τινὲς ὡς κρυψίποθον ἔνων· διὸ καὶ σκοτίας Ἀφροδίτης ἱερὸν εἶναι ἐν Φαιστῷ· ἐν δὲ καύδῳ καὶ καλιψοῦν ἔστιν Ἀφροδίτης ἱερόν· Παφίην δὲ ἀπὸ τοῦ περὶ τοὺς ἔρωτας πάθους, οὐκ ἀπὸ τόπου ὡς Χρύσιππος· ἐγὼ δὲ τὴν Παφίην παρ’ ἐπαφίην θέλω εἶναι· καὶ τὸν παρ’ Ἀντιμάχω τινὲς κυθώνυμον Οἰδιποῦν, οὐχ ὡς ἡ κοινὴ ἔννοια, οὗ ἔδει ἀποκεκρύφθαι τὸ ὄνομα, διὰ τὰ κακὰ, ἀλλ’ οὐ κέχυται τὸ ὄνομα ἀκούουσι· κυθογένης μὲν γὰρ ὁ Διόνυσος, ἐπεὶ μυστηριώδης ἡ γένεσις αὐτοῦ· καὶ τὴν Ἀφροδίτην κρύπτουσαν τὸν γεννώμενον κυόμενον ἀπὸ τοῦ γεννηθῆναι

### κ 836

Κύθειρα ἡ Ἀφροδίτη, παρὰ τὸ χέειν τοὺς ἔρωτας· ἢ παρὰ τὸ χύδειν θέρει, καὶ φλέγειν τῷ πάθει· ἢ παρὰ τὸ κεύθειν, καὶ κρυφίαν τινὰ οὖσαν τὴν μίξιν

### κ 837

Κύθηρα πόλις μακρὰ Κύπρου· εἴρηται δὲ Κύθηρα ἀπὸ τοῦ κεύθειν καὶ κρύπτειν τὸ αἰσχρόν· ἢ ἀπὸ τοῦ κύειν

### χ 1

χύθρα τὸ τζοκκάλιον, ἢ παρὰ τὸ κύτος, ἢ παρὰ τὸ κεύθω

### κ 838

Κύθρα ἀπὸ τοῦ κῦτος, κῦθος, κύθρα

### κ 839

Κυαιστινάριοι οἱ δήμιοι, οἱ θυρωροί

### κ 840

Κυκεὼν ἡ πόσις, ἀπὸ τοῦ κεχῦσθαι χυχεών τις ὢν, πόμα κατασκευασθὲν, παυστικὸν δίψους

### κ 841

Κυκεὼν κυκεῶνος, τὸ ἐξ οἴνου καὶ μέλιτος, καὶ ἀλιφίτων καὶ ὕδατος, καὶ πυροῦ ἀναμεμιγμένον

### κ 842

Κύκλα σημαίνει τοὺς τρόχους· ἔστι ῥῆμα κλῶ, ἐξ οὗ καὶ μονοσύλλαβον ὄνομα κλός· καὶ ἐπειδὴ οὐδὲν εἰς ος ὄνομα λήγει μονοσύλλαβον διπλασιασμὸν ἀναδεξάμενον ἐγένετο κύκλος. ὡς παρὰ τὸ θῶ τὸ θηλάζω θὸς, καὶ ἐπειδὴ οὐκ ἠδύνατο διπλασιασθῆναι ἐγένετο τηθός· ἢ κύκλος λέγεται ὁ εὐκύλιστος· τὸ δὲ κύκλα ἐγένετο κατὰ μεταπλασμόν· ὁ δὲ τοιοῦτος μεταπλασμὸς φυλακτικός ἐστι τῶν αὐτῶν τόνων, κύκλα κύκλους, θάρσους θάρσα, ἐρετμοὺς ἐρετμά· οὕτως Ἡρωδιανὸς ἐν β, αὐτοῦ ἐπιμερισμοῖς

### κ 843

Κύκλω ἐκ τοῦ κυκλῶ· κυκλόθεν δὲ μικρὸν, παρὰ τὸ κύκλος γέγονε

### κ 844

Κυκλοτερὲς εὔκυκλον, ἐπειδὴ ἔτεινε τὸ τόξον, ὡς κυκλοτερὲς γενέσθαι

### κ 845

Κύκλωπες ὡς Ἡσίοδος· Κύκλωπες δ’ ὄνομ’ ἦσαν ἐπώνυμον, οὕνεκ’ ἄρ’ αὐτοῖς κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ· Κυκλόωπες καὶ κατὰ συγκοπὴν Κύκλωπες· ἐν τῇ φωνῇ εἴρηται τῶν Κυκλώπων· Κύκλωπες οὖν κατὰ συγκοπὴν Κυκλάωπες, οὗ χάριν αὐτοὺς ἔφησαν Φαίακας, οἱ πρὶν μὲν ποτ’ ἔναιον ἐν εὐρυχόρῳ ὑπερείῃ, ἀγχοῦ, Κυκλώπων ἀνδρῶν ὑπερηνο ρεόντων, οἱ σφεας σινέσκοντο βίῃφί τε φέρτεροι· ἀλλ’ οὐδ’ ἦσαν πάντες μονόφθαλμοι· οὐ γὰρ ἀνέστησεν Ὅμηρος τὸ τεράτευμα. ἀλλ’ οὐδ’ ὁ Πολύφημος μονόφθαλμος ὢν, παρὰ τὸ τόπον ἔχει τὴν θέσιν τοῦ ὀφθαλμοῦ, εἰ κατεκλάσθησαν μέγαν ἴδοντες ὀφθαλμὸν, οὐκ ἐνεκρώθησαν ἐπὶ τῇ μόρφῃ· ἔδει γὰρ Ὅμηρος εἴποντος ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον τε βαρὺν. αὐτόν τε πέλωρον, προσεπιζεῦξαι τοιοῦτόν τοι μοῦνον τ’ ὀφθαλμῶν ἓν ἔοντα μετώπῳ

### κ 846

Κυκλώπειόν ἐστιν ὄρος ἐν Λιβύῃ· γέγονε δὲ ἀπὸ τοῦ Κύκλωπος

### κ 847

Κυκνίτης σημαίνει τὸν τοῦ κύκνου, ἀπὸ τοῦ κύκνος κυκνίτης· τὸ κύκνος εἰς τὸ κολοιός

### κ 848

Κύκνος ὄνομα εἰδικόν· ἔστι γὰρ ὄρνις καὶ πετεινόν· ὁ γὰρ ποιητὴς πάντοτε τὰ γενικὰ προτάσσει τῶν εἰδικῶν· γίνεται δὲ παρὰ τὸ κλῶ τὸ φωνῶ, ἐξ οὗ καὶ κλωὸς καὶ πλεονασμῷ τοῦ ο κολωός· λοιπὸν ἐκ τοῦ κλῶ τὸ φωνῶ γίνεται παράγωγον κλύω· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κύκλος καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ λ εἰς ν κύκνος· κρακτικὸν γὰρ τὸ ζῶον. ἢ παρὰ τὸ κύκλος

### κ 849

Κύλιξ ποτήριον, ἢ φυάλη, κύκλιξ τις ὢν, παρὰ τὸ κυκλοείδης εἶναι· ἢ παρὰ τὸ χύω, χύλιξ καὶ κύλιξ

### κ 850

Κυλίχνες λεκανίδες καὶ τριβλία ἢ φυάλαι ἐλέγοντο, καὶ κυλίκνη τροπῇ τοῦ χ εἰς κ. καὶ κυλικνίδες παρὰ Ῥωμαίοις αἱ πυξίδες, οἱ δὲ οἱ λιβανωτοὶ, ἄλλοι ἀγγεῖα κεράμια

### κ 851

Κυλίω παρὰ τὸ ἀλῶ τὸ πλανῶ ἀλύω, καλίω καὶ κυλίω· ἢ κινῶ, κινύω καὶ κυλίω

### κ 852

Κυλλὸς ὁ ἓν μέρος ἔχων παραλελυμένον

### κ 853

Κυλλαρὶς ἵππος Κάστορος, παρὰ τὸ κέλλειν, ὅ ἐστι ταχύς. Στησίχορος ἐν τοῖς ἐπιπελίοις ἄθλοις, τὸν μὲν Ἑρμῆν δεδωκέναι φησὶ τοῖς Διοσκόροις φλόγεον καὶ ἅρπαγον, ὠκέα τέκνα ποδάργης, Ἥραν δ’ ἐλιόμενος, παρὰ σιδήρῳ, τῶν ἐπισώτρων ὅ ἐστι τῶν κανθῶν

### κ 854

Κύμβαλα παρὰ τὸ κύφον, κύφαλά τινα ὄντα

### κ 855

Κύμβαλον παρὰ τὸ κύπελον κύπαλον καὶ κύμβαλον· συγγένειαν γὰρ τὸ π πρὸς τὸ β· ἢ παρὰ τὸ πεποιημένην φωνὴν βάλλειν· κύμβαλον γὰρ ἐκ πεποιημένης φωνῆς εἴληπται· αἱ πεποιημέναι φωναὶ αὗται, κῦμα, κάρκεροι, κρύκαι καὶ τὸ τριχθά

### κ 856

Κῦμα ἀπὸ τοῦ κύημα, ὥσπερ καὶ οἶμα λέγεται, ἀντὶ τοῦ οἴδημα· ἢ κῦμα τὸ κυρτούμενον ἅμα· ἢ παρὰ τὸ κυκῶ τὸ ταράσσω κύκημα καὶ ἐν συναιρέσει κῦμα· ἢ παρὰ τὸ κύω τὸ ὀγκοῦμαι· ἔστι δὲ μακρὸν τὸ κυ· τὰ εἰς μα δισύλλαβα, διχρόνῳ παραληγόμενα, συστέλλει αὐτό· οἷον πλύμα, χύμα, θῦμα· σεσημείωται τὸ κῦμα· τὸ γὰρ λύμα ποιητικῶς ἐκτείνεται· τὸ δὲ θῦμα ἱστορεῖ Ἀριστοκλῆς ἐν τῷ περὶ διαλέκτων ἐκτεινόμενον. εἴρηται δὲ κῦμα παρὰ τὸ κυκῶ, δευτέρας συζυγίας τῶν περισπωμένων· καί ἐστιν ἡ χρῆσις, δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα

### κ 857

Κύματι κωφῷ τῷ δίχα ἀνέμου ἐπαιρομένῳ, τῷ ἀψόφῳ· ἄνευ γὰρ ἀνέμου τὸ κῦμα ἠρεμεῖ· κῦμα δὲ παρὰ τὸ κύω τὸ κυόμενον

### κ 858

Κύμινον τὰ διὰ τοῦ ινον προπαροξύτονα ἀποστρέφονται τὴν ει δίφθογγον, χωρὶς εἰ μὴ ᾦσιν ἀπὸ ἁπλοῦ ἔχοντος τὴν ει δίφθογγον, οἷον, ἀνθρώπινον, λίθινον, ξύλινον, οὕτως οὖν καὶ κύμινον· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ ἁπλοῦ, διὰ τὸ ξεῖνος ξένος, ἄξεινος

### κ 859

Κύμινδις ὄρνεον, οἱονεὶ κρύμινδις· κρύπτει γὰρ ἑαυτοῦ τὴν κεφαλὴν εἰς τὰς σήραγγας τῶν δένδρων καταδύνουσαν. ἢ διὰ τὴν τῆς φωνῆς ὁμοιότητα ταύτης ἔτυχε τῆς ὀνομασίας

### κ 860

Κυνεός περ ἐὼν καί περ αὐθάδης καὶ ἀναιδὴς ὑπάρχων

### κ 861

Κυνοραϊστίων τῶν κροτώνων· ῥέουσι γὰρ τοὺς κύνας πίνοντες τὸ αἷμα αὐτῶν

### κ 862

Κύντερον παρὰ τὴν κυνὸς γενικὴν κυνότερον καὶ συγκοπῇ κύντερον, οἱονεὶ χαλεπότερον· ὡς μέλανον μελανότερον καὶ μελάντερον

### κ 863

Κῦνας παρὰ τὸ κύω τὸ φιλῶ, ἱλαρὸν γὰρ τὸ ζῶον παρὰ τοὺς οἰκείους

### κ 864

Κυνέη εἶδος περικεφαλαίας· κυνέη Ἰωνικῶς, καὶ κοινῶς κυνέα. ὁ κανών· τὰ εἰς ος ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκά· τὰ εἰς ος ἤγουν κύνεος· τὸ ὁλόκληρον κύνειος

### κ 865

Κύνεσσι δοτικῇ τῶν πληθυντικῶν· οἱ γὰρ Αἰολεῖς, ἀπὸ τῶν εἰς ες εὐθείων τῶν πληθυντικῶν, προσθέσει τῆς σι συλλαβῆς ποιοῦσι τὴν δοτικήν· ἔστιν ἡ εὐθεῖα κύων, ἡ γενικὴ ὤφειλεν εἶναι κύονος· ἀλλὰ δύο κανόνες εἰσὶν, οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ων βαρύτονα διχρόνῳ παραληγόμενα συνεσταλμένον φυλάττουσι τὸ ω ἐπὶ γενικῆς· οἷον, Ἀμφιτρύονος, Ἰξίονος· ἕτερος δὲ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ων, κοινὰ τῷ γένει, τρέπουσι τὸ ω ἐπὶ γενικῆς. σώφρονος, γείτονος, πλὴν τοῦ ἥρων ἥρωνος, αἴθων αἴθωνος, ταῦτα γὰρ φύσει· οὕτως οὖν καὶ κύονος· τῶν οὖν δύο κανόνων μαχομένων, ἐγένετο συγκοπὴ, καὶ ἐκλίθη κυνός· ἡ μέντοι κλητικὴ εὕρηται κῦον διὰ τοῦ ο, ὡς ἀπὸ τῆς κύονος γενικῆς

### κ 866

Κύων γίνεται παρὰ τὸ ὠκὺς, τὸ γὰρ ζῶον ταχύ ἐστι, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ω κύων· ἢ παρὰ τὸ κύω τὸ φιλῶ· ἢ παρὰ τὸ κύω· τὸ δὲ κύω σημαίνει τρία· τὸ φιλῶ, τὸ προσκυνῶ καὶ τὸ τίκτω

### ι 320

ἰχθυᾶσθαι διαφέρει· κυνηγεῖν μὲν τὸ διὰ κυνῶν θήραν λαμβάνειν, ἰχθυᾶσθαι δὲ τὸ ἰχθύας λαμβάνειν· ὁ οὖν εἰπὼν, ἰχθύας ἐκυνήγησα, ἀκυρολογεῖ

### κ 867

κυνηγία · τὸ νη ἦτα διατί; τὰ ἀλλὰ τὸ ἰῶτα· οὕτως ἡ παράδοσις

### κ 868

Κυνικὸς φιλόσοφος ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι ἀναιδέστατος

### κ 869

Κυνίζω παρὰ τὸ κίω τὸ κινῶ, κνίζω καὶ κυνίζω· τὸ δὲ κίω παρὰ τὸ ἴω τὸ πορεύομαι

### κ 870

Κυνικοὶ φιλόσοφοι ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι ἀναιδέστατοι ὑπῆρχον, ὥσπερ καὶ ὁ κύων· οὗτοι γὰρ ὅτε ἤλεγχόν τινα δημοσίως, καὶ οὐ κατ’ ἰδίαν ἤλεγχον· καὶ ὅτε ἤσθιον, ἢ ἄλλό τι ἔπραττον, ἀναφανδὸν αὐτὸ ἐποίουν, ὡς οἱ κυνές· ἢ ὅτι κοινῶς διελέγοντο

### κ 871

Κυνῶπα ἀναίσχυντον, ἀναιδῆ πρόσωπον ἔχων ὡς κυνός. ὡς ἀπὸ τοῦ κύων κυνὸς καὶ τοῦ ὢψ ὀπὸς, κυνώπης, γλαυκώπης καὶ βοώπης· ἡ γενικὴ εἰς ου, ἡ κλητικὴ εἰς α

### κ 872

Κύπελλον ἔκπομα· ποτήριον, παρὰ τὸ κῦφον κύφελον καὶ κύπελλον· ἢ χύπελλον ἔνθα ὁ πηλὸς ἤτοι ὁ οἶνος χεῖται

### κ 873

Κύπρις ἡ Ἀφροδίτη, ἡ τὸ κύειν παρέχουσα· ἢ ὅτι ἐν Κύπρῳ τιμᾶται

### κ 874

Κύπελλον τὸ ποτήριον, ἀπὸ τοῦ κῦφον, ὃ σημαίνει τὸ βαθὺ καὶ τὰ νέφη· κύφελα ἀπὸ τοῦ κεύθειν τὴν ἕλην, ἤγουν τὸν ἥλιον καὶ τὴν σελήνην

### κ 875

Κύουσαν ἐσφραγισμένην, ὄνομα μετοχικὸν ἐκ τοῦ κύω ῥήματος, τοῦ σημαίνοντος τὸ ὀγκοῦμαι· ἐκ τοῦ κύων ἀρσενικοῦ τὸ κύουσα· κλίνονται δὲ ἀμφότερα ὁ κύων τοῦ κύοντος, ἡ κύουσα τῆς κυούσης, τῇ κυούσῃ τὴν κύουσαν

### κ 876

Κύπειρος εἶδος βοτάνης, ἐπειδὴ κύπαιρον λέγουσιν οἱ Δωριεῖς

### κ 877

Κύπελλον ποτήριον, ὅτι κῦφον ἐστὶ καὶ περιφερές· τὸ δὲ αὐτὸ ἀμφικύπελλον· καὶ κυριώτερόν ἐστι τὸ δὲ αὐτὸ ἀμφικύπελλον τὸ περιφερὲς μόνον· τινὲς δὲ ὅτι τὰ χείλη ἐπικέκαμπται εἰς ἓν μέρος· τὰ δὲ μὴ τοιαῦτα ἔχειλα λέγουσι· καὶ εἰς τὸ ἀμφικύπελλον

### κ 878

Κύπρις τὸ ἐπίθετον Ἀφροδίτης, καὶ οὐχ ὥς τινες συμπλανηθέντες τῷ Ἡσιόδῳ ἔδοξαν, ὅτι Κύπρις λέγεται, διότι γεννᾶται ἐν Κύπρῳ ὥσπερ καὶ τὴν φιλομειδῆ ὅτι μηδέων ἐξεφαάνθη· Ὅμηρος δὲ οὐκ εἶπε τὴν τὰ μειδιάματα φιλοῦσαν, οἷον, ἱλαρὸν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας· ὥσπερ οὖν τὸ πῦρ ἥφαιστον λέγει, ὁμωνύμως τῷ εὕροντι, οὕτω καὶ τὴν ἀφροδίτην ποτὲ, τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκ’ ἂν περὶ μνηστήρων λέγει· καὶ ἐκλελαθόντ’ ἀφροδίτης, ἣν ἄρ’ ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ λάθρα. τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον, ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως, Ὁμήρῳ παρείληπται· ἔστιν οὖν κατὰ συγκοπὴν εἰρημένη Κύπρις, ἡ τὸ κύειν πορίσκουσα· ἴδιον γὰρ τῆς Ἀφροδίτης τοῦτο· οὐ γὰρ ἄλλως γυναῖκες κυΐσκουσι, χωρὶς τῆς ἀφροδισιακῆς συνουσίας

### κ 879

Κύπρος παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν ἔχειν

### κ 880

Κύπρος ἡ νῆσος καὶ χαλκοὺς· καὶ κύπρος μέτρον παρὰ ποντικοῖς ξηροῦ γενήματα μοδίων δύο, ὃ λέγεται εἶναι παρ’ αὐτοῖς χοινίκων πέντε· ὁ δὲ χοῖνιξ παρ’ αὐτοῖς ἔστι ξέστων πέντε, ὥστε εἶναι τὸν κύπρον ξεστῶν κ· ὁ δὲ μίγαρ παρ’ αὐτοῖς μόδιον ξεστῶν κδ

### κ 881

Κύπτω παρὰ τὸ γυῖον, ὃ σημαίνει τὸ μέλος τοῦ σώματος, γίνεται γύπτω καὶ κύπτω· οἱ γὰρ γυμνοὶ ὄντες, κύπτοντες τὰ ἑαυτῶν αἰσχυντικὰ μόρια συγκαλύπτουσι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ γυῖα κάμπτειν, ἤγουν τὰ μέλη

### κ 882

Κυρβασία τὸ τὴν κεφαλὴν καλύπτον· Θεοδώριτος ἐν ἐνίοις ἐπιγράμμασι τὰς περικεφαλαίας κυρβασίας λέγει

### κ 883

Κῦρβες αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι, ἤτοι ἀπὸ τῆς κατασκευῆς· εἰσὶ γὰρ κυρβασταὶ ἢ κύρβιες· ἐπειδὴ τὰ τῶν θεῶν ἀποκρυπτόμενα δεῖ εἰδέναι· Ἀσκληπιάδης δὲ ἐν τοῖς τῶν ἀξόνων ἐξηγητικοῖς, ἀπὸ κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὡς φησὶ Φανίης ὁ Ἐφέσιος, ἀπὸ τοῦ ταῦτα κυρωθῆναι τοῖς γράμμασιν· Ἐρατοσθένης δὲ τριγώνους φησὶν αὐτὰς εἶναι οὐ τετραγώνους· Ἀριστοφάνης δὲ φησὶν, ὁμοίας εἶναι τοῖς ἄξοσι, πλὴν ὅτι οἱ μὲν ἄξονες νόμους, αἱ δὲ κύρβεις οὐσίας ἔχουσιν· ἀμφοτέρων δὲ τετραγώνων τὸ κατασκεύασμα· οἷον, πλινθίον τὸ μέγα ἀνδρόμηκες, ἡρμοσμένα ἔχοντα τετράγωνα ξύλα, τὰς πλευρὰς πλατείας ἔχοντα καὶ γραμμάτων πλήρεις, ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ περιφέρεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων

### κ 884

Κύρω σημαίνει τὸ ἐπισυγχάνω, ὁ μέλλων κυρῶ, καὶ Αἰολικῶς κύρσω, ὥσπερ ὀρῶ ὄρσω· διὰ τοῦτο παραλῆγον τὸ ς, ἐπειδὴ βαρύτονά εἰσι, καὶ διότι κανών ἐστιν ὁ λέγων, πᾶς μέλλων ἐνεργητικὸς μὴ ἔχων τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, περισπᾶσθαι θέλει, ὥσπερ πάλλω παλῶ, ὅτε δὲ ἔχει τὸ ς, βαρύνεται. οἷον, τύπτω τύψω, λέξω, δυνάμει γὰρ ἔχουσι τὸ ς, δύναται γὰρ διαιρεθῆναι τὸ ψ εἰς π ς, καὶ τὸ ξ εἰς κ καὶ ς

### κ 885

Κυρία ἡ ἐξουσία· ἡ ἡμέρα δὲ καὶ ἡ δεσπότις, καὶ ἡ ὥρα, ἡ προσηγορία διὰ τοῦ ἰῶτα

### δ 337

δεσπότης διαφέρει· κύριος μὲν γὰρ ἐστὶν ὁ ἀνὴρ τῆς γυναικὸς, καὶ υἱῶν ὁ πατὴρ· δεσπότης δὲ ὁ ἀργυνονήτων καὶ ἄλλων τινῶν

### κ 886

Κυριότης παρὰ τὸ κῦρος, ἤγουν τὴν ἐξουσίαν

### κ 887

Κύριος παρὰ τὸ κῦρος. ὃ σημαίνει τὴν ἐξουσίαν· τὸ δὲ κῦρος παρὰ τὸ κύρω βαρύτονον, τὸ ἐπιτυγχάνω

### κ 888

Κῦρμα εὕρεμα, ἐγκύρημα, ἔνταλμα, ἐντύχημα

### κ 889

Κυρτὸν σημαίνει καὶ τὸν παρ’ ἡμῖν λεγόμενον κυρτὸν καὶ τὸ μετέωρον, καὶ ὑψηλὸν· τὸ μὲν ἀπὸ τοῦ κύπτω· τὸ δὲ ἀπὸ τοῦ κύειν εἰς ὕψος, ἤτοι ἐπαίρεσθαι

### κ 890

Κυρτὸς παρὰ τὸ κύπτω κυπτὸς καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ συμφώνου κυρτός· διαφέρει δὲ κυρτὸς καὶ κύρτος· κύρτος μὲν γὰρ βαρυτόνως εἶδος δικτύου ὡς σπυρίδιον· κυρτὸς δὲ ὀξυτόνως ἐπίθετον

### κ 891

Κύστις παρὰ τὸ κεύθειν ἐφήβιον ὑπογάστριον, καὶ διὰ τὸ τοῦ ἀνθρώπου φυλάττειν τὰ ὑγρά· ἢ παρὰ τὸ μόριον κύειν τὸ οὖρος· σημαίνει δὲ τὸ οὐροδόχον ἀγγεῖον

### κ 892

Κύφελα τὰ νέφη, τὰ κούφως ἐλαυνόμενα, οἷον, κρύφελα, τὰ ἀποκρύπτοντα τὴν σελήνην· ἐτμήγη δὲ κύφελα· Καλλίμαχος. εἰς τὸ κύπελλον

### κ 893

Κυψέλη πλεκτὸν ἀγγεῖον· λέγεται καὶ τοῦ ὠτίου κοῖλον διὰ τὸ κῦφον τε καὶ κοχλοειδὲς, καὶ τοῖς ἀγγείοις ἐοικέναι· ἐξ οὗ καὶ κυψελὴς ἡ ῥύπωσις τοῦ ὠτίου

### κ 894

Κύω σημαίνει τρία, τὸ φιλῶ ὡς παρ’ Ὁμήρῳ, αὐτὰρ φιλὸν υἱὸν ἐπέκυσε· τὸ γεννῶ, οὗ ὁ μέλλων κυήσω, ἐξ οὗ καὶ κύη· καὶ λέγεται κύω τὸ προσκυνῶ καὶ προσχαίρομαι· ἐξ οὗ καὶ κύων, προσχαρὲς γὰρ τὸ ζῶον πρὸς τοὺς δεσπότας· κυνῶ δὲ τὰ τῶν κυνῶν φρονῶ

### κ 895

Κύειν διὰ τὸ κύειν καὶ κράζειν· ἢ διὰ τὸ συχνῶς κύειν καὶ γεννᾶν, ἢ παρὰ τὸ φιλῶ· φιλητικὸν γὰρ τὸ ζῶον πρὸς τοὺς ἑαυτοῦ δεσπότας

### κ 896

Κύων σημαίνει πέντε. τὸ ζῶον, καὶ γίνεται παρὰ τὸ κύω τὸ φιλῶ· καὶ Ὅμηρος, ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βόωσα· καὶ τὸν ἀναιδῆ, ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, ὃ καὶ ἐπὶ τῶν τετορνευμένων, ὡς τὸ χρύσειοι δ’ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν· καὶ τὸ ἄστρον· ὡς τὸ, ὡς ὅτε κύων ὠρίωνος· καὶ τὸ θαλάσσιον ζῶον· λέγονται καὶ οἱ φιλόσοφοι, Κυνικοί

### κ 897

Κύων κυνὸς, ὁ κανὼν, δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις. ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ων καθαρὰ βαρύτονα διχρόνῳ παραληγόμενα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, Ἠετίων Ἠετίωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ· τῶν οὖν δύο μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος φυλάττειν τὸ ω, ἐπὶ γενικῆς, τοῦ δὲ ἑτέρου τὸ ο μικρὸν, συνεκόπη τὸ ἀμφιβαλλόμενον, καὶ ἐκλίθη κύνος· λέγεται καὶ ὁ κύων τὸ κάτω τῆς πάρθης, συμπεφυκὸς τῷ δέρματι, παρὰ τὸ κεῖσθαι καὶ ἀναδέδοσθαι

### κ 898

Κώας εἰς τὸ κῴδιον, οἷον, κῶας ἄγειν κριοῖο μεμαῶτας

### κ 899

Κῴδιον στῴδιον, καλῴδιον· δεῖ γινώσκειν, ὅτι τὸ στῴδιον καὶ κῴδιον εὐλόγως ἔχουσι τὸ ἰῶτα· τὸ δὲ λαγῴδιον παραλόγως· ἔστι γὰρ στοιὰ στοιᾶς· ἐπειδὴ ἡ τελευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται, τούτου χάριν διὰ τοῦ διον ἐγένετο ἡ παραγωγὴ, καὶ ἐγένετο στοΐδιον, ὡς γραφεῖον γραφείδιον, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω στῴδιον καὶ ἔχει τὸ ἰῶτα· τὸ δὲ κῴδιον σημαίνει τὸ τοῦ προβάτου δέρμα, παρὰ τὸ ἐπ’ αὐτῷ κοιμᾶσθαι· ἢ παρὰ τὸ κῶ, τὸ σημαῖνον τὸ κοιμῶμαι, ἀφ’ οὗ καὶ κείω καὶ κῶμα ὁ ὕπνος, ὡς Ἡσίοδος, κακὸν δ’ ἐπὶ κῶμα καλύπτει· καὶ κῶς ῥηματικὸν ὄνομα. τοῦτο δὲ τὸ κῶς γίνεται καὶ κωὰς κατὰ πλεονασμὸν, ὥσπερ ὧς ὠτὸς, ὤας, οἱ γὰρ Ἀττικοὶ οὖς φασὶ, οἱ δὲ ποιηταὶ ὤας· καὶ ἐπειδὴ τοῦ κώας κώαντος ἡ τελευταῖα συλλαβὴ τοῦ πρωτοτύπου τῆς γενικῆς ἀπὸ φωνήεντος ἄρχεται, γίνεται διὰ τοῦ ιδιον ἡ παραγωγὴ, κωατίδιον καὶ συγκοπῇ τοῦ α τ κωΐδιον καὶ συναιρέσει κῴδιον. τὸ δὲ λαγῴδιον οὐκ ὤφειλεν ἔχειν τὸ ἰῶτα, εἶτε ἀπὸ τοῦ λαγωὸς λαγωοῦ γέγονε, καὶ ὤφειλεν εἶναι χωρὶς τοῦ ι. ἐπειδὴ ἡ τελευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται καὶ διὰ τοῦ ιδιον γέγονεν ἡ παραγωγή· ἀλλ’ ἔστιν εἰπεῖν ἀπὸ τοῦ λαγωὸς λαγωοῦ γέγονε λαγῴδιον, καὶ ἔχει τὸ ι, κατὰ συνεκδρομὴν τοῦ κῴδιον καὶ στῴδιον· συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον, ἔχει καὶ τὸ ι προσγεγραμμένον, σημαίνει δὲ τὸ σχοινίον

### κ 900

Κωδία ἡ τῆς μήκωνος κεφαλή

### κ 901

Κωδίκελλος ἐκ τοῦ κῴδιον τὸ δέρμα, γίνεται κωδίκελλος

### κ 902

Κώεα κῴδια, ἅ ἐστι προβάτων δέρματα, καὶ εἴρηται παρὰ τὸ ἐγκεῖν, ὅ ἐστιν ἐγκοιμᾶσθαι

### κ 903

Κώθων νῦν ὑβρίζοντες τὴν λέξιν ἔλεγον· Διόδωρος δὲ λέγει, ὅτι διὰ μέθην οὕτως ἐκλήθη· κώθων γὰρ εἶδος ποτηρίου

### κ 904

Κωκύματα πένθη στεναγμῶν, παρὰ τὸ κωκυτὸς κωκύω κώκυμα

### κ 905

Κωκυτὸς θρῆνος μετὰ κραυγῆς, ὀδυρμὸς, κοπετός

### κ 906

Κῶλοψ σημαίνει τὸ ἀστράγαλον

### κ 907

Κῶλα κυρίως ἐπὶ τῶν μελοποιῶν, μεταφορικῶς δὲ καὶ ἐπὶ τῶν πεζολόγων, κώλοις μὴ χρωμένων

### κ 908

Κωλιάδες ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν· φασὶ γὰρ ἀνθρώπου τινὸς αἰχμαλωτισθέντος παρακαλεσσαμένου τὴν Ἀφροδίτην, ἀντιμισθίαν ἔστησεν εἴδωλον ἐκ στέατος

### κ 909

Κῶλος ὁ ἀπηρτισμένην ἔννοιαν ἔχων στίχος

### κ 910

Κωλύω τὸ κρατῶ, ἡ μεταφορὰ ἐκ τοῦ χωλός· κωλὸς ὁ κεκρατημένος τοῖς ποσί· καὶ εἰς τὸ χωλός

### κ 911

Κῶμα ὕπνος λιθώδης κατὰ μεταφοράν· γίνεται δὲ ἀπὸ τοῦ κοιμῶ κοιμήσω, καὶ ἐξ αὐτοῦ κοίμημα, καὶ κατὰ συγκοπὴν κοῖμα καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω, κῶμα· τὸ δὲ κοιμῶ συντάσσεται αἰτιατικῇ

### κ 912

Κωμάζειν τὸ ποιῶς ὀρχεῖσθαι· ἐξ οὗ καὶ κῶμα εἶδος ὀρχήσεως, οἱ δὲ μέλους, παρὰ τὸ κῶ τὸ κοιμῶμαι· ἐμφαίνει γὰρ τὸν ἀπὸ τοῦ δείπνου καὶ τῆς μέθης, ἐπὶ τοῦ κοιμηθῆναι βαδίζειν· ἔστιν οὖν κῶμος ὁ καιρὸς, ὁ ἀπὸ τῶν δείπνων πρὸς ὕπνον καλῶν

### κ 913

Κωμάζειν κυρίως τὸ ἐπικοιμᾶσθαι καὶ βαδίζειν· ἔστιν οὖν κῶμος ὁ καιρός· τὸ δὲ κῶμος ἐκ τοῦ κωμάζω, τὸ ἐπὶ τοῦ κοιμᾶσθαι βαδίζειν· τὸ δὲ κῶμος παρὰ τὸ κῶ τὸ κοιμῶμαι, ἐξ οὗ καὶ κώμη τὸ χωρίον, ἢ κοιμητήριον, καὶ ἀνάπαυσις τῶν ζώων. κόμη δὲ τῆς κεφαλῆς ἐκ τοῦ κείρω τὸ κόπτω

### κ 914

Κώμη εἰς ἣν ἐκοιμῶντο ἀπὸ τῶν ἔργων ἀνύοντες. ἢ χώμη ἀνάλωμά τι, κατὰ κλίσιν τοῦ ἐδάφους

### κ 915

Κῶμα ἡ μέθη, ἐκ τοῦ κωμάζω· κῶμος δὲ ὁ μεθυστικὸς αὐλὸς, ἐγχρονίζων τοῖς οἴκοις καὶ κυμβάλοις, καὶ θέλγων τοὺς δαιτυμόνας

### κ 916

Κωμῳδὸς ἐκ τοῦ κώμη καὶ τοῦ ᾄδω γίνεται κωμῳδὸς, ὁ ἐν ταῖς κώμαις ᾄδων· σημαίνει δὲ τὸν ἀντικαταλλασσόμενον

### κ 917

Κῶμος μὴ κώμοις καὶ μέθαις, παρὰ τὸ κῶ τὸ κοιμῶμαι· ἐμφαίνει γὰρ, ἀπὸ τοῦ δείπνου καὶ μέθης κοιμᾶσθαι· σημαίνει δὲ τὸ πρὸς τὰς ἐρωμένας, κωμάζειν τοὺς ἐρῶντας, ἢ ἐπὶ τοῦ συγκοιμᾶσθαι βαδίζειν

### κ 918

Κωμῳδία κῶ τὸ κοιμῶμαι· ἐκ τούτου γίνεται κώμη. τὸ χωρίον, εἰς ὃ κοιμῶνται πολλοί· καὶ ἐκ τούτου γίνεται κωμῳδία

### κ 919

Κωμῳδία τραγῳδίας διαφέρει· κωμῳδία γὰρ ἔστι βιωτικῶν πραγμάτων διήγησις· τραγῳδία δὲ ἡρωικῶν παθῶν

### κ 920

Κώνωψ παρὰ τὸ κῶλον, ὃ σημαίνει τὸ στρόγγυλον· καὶ γὰρ ἡ κώνωψ στρογγυλοτάτη πάντων μυῶν

### κ 921

Κωνίσαι κυρίως, τὸ τὸν κέραμον πισσῶσαι, κωνᾶν τὸ στρέφειν, καὶ τοὺς βόκωνκας κώνους λέγουσι· καὶ Ἀριστοφάνης δὲ ἐντ’ ἀνίσαι, τὸ περιενεικεῖν κωνίσαι λέγει

### κ 922

Κώνειον τὸ θανάσιμον φάρμακον

### κ 923

Κῷος σὺν τῷ ἰῶτα γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Καλλίμαχος, τῷ ἴκελον τὸ γράμμα τὸ κώϊον· ἢ ὅτι τὰ εἰς ος κτητικὰ, τῷ ἰῶτα θέλουσι παραλήγεσθαι, ἢ τῷ α, χωρὶς τοῦ θηλυκὸς, Λιβυκὸς, ἁλυκός. καὶ ἁλυκὸς μὲν ὁ τῆς θαλάσσης, θηλυκὸς δὲ ὁ τοῦ θήλεος, Λιβυκὸς δὲ ὁ τῆς Λιβύης· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, Ξενοφώντειος, Ἡρωδότειος, Ἀριστάρχειος, Θηβαϊκὸς, Ῥωμαϊκὸς, πατρῷος, Μινῷος, ἡρῷος, οὕτω καὶ Κῷος

### κ 924

Κώπη ἡ λαβὴ τοῦ ξίφους, ᾗ κόπτειν δυνάμεθα, παρὰ τὸ κόπτω κοπὴ καὶ ἀναβιβασμῷ καὶ τροπῇ κώπη· καὶ ἡ τῶν ἐρετῶν κώπη λέγεται παρὰ τὸ κόπτειν τὸ ὕδωρ· ὑμεῖς μὲν κὥπῃσιν ἁλὸς ῥηγμίνα βαθεῖαν τύπτετε κληΐδεσσι

### κ 925

Κωπίες ἐκ τοῦ κώπη, ὃ σημαίνει τὴν λαβὴν, ὁ ἐκ τοῦ, τῶ τὸ λαμβάνω τώπη, καὶ κατὰ τροπὴν τοῦ τ εἰς κ, κώπη· ἐκ τοῦ κόπτω κώπη ἀποβολῇ τοῦ τ

### κ 926

Κῶς ἡ νῆσος, ἣν φασὶν ἀπὸ τοῦ κῶ ὀνομάζεσθαι, ὅτι ἦν θυγάτηρ Μέροπος καὶ Ἐχεμείας

### κ 927

Κώτιλλος ὄρνεον, οὕτω καλούμενον· ἀφ’ οὗ καὶ οἱ πολλὰ λαλοῦντες, κώτιλλοι καλοῦνται

### κ 928

Κωτίλλων ὁ πανοῦργα κολακεύων καὶ λέγων· ἀπό τινος ὀρνέου καλουμένου· ἀφ’ οὗ καὶ οἱ πολλὰ λαλοῦν τες καὶ κολακεύοντες κώτιλλοι λέγονται

### κ 929

Κωφὸς παρὰ τὸ κεκόφθαι τὴν ὄπα, ἢ κεκοπός τις ὢν, ὁ μήτε φθεγγόμενος μήτε ἀκούων· ἁρμόζει δὲ τὸ σύμφωνον τῆς λέξεως, ὡς πρὸς ἄμφω· οἷον, καὶ κωφοῦ συνημμένων, καὶ οὐ λαλέοντα ἀκούων. διαφέρει δὲ ὅτι τὸ κωφὸς ὁ παντελὴς κενοπὸς, οὐ λαλέοντα δὲ τὸν δυνάμενον λαλεῖν, οὐ λαλοῦντα δέ

### κ 930

Κωφὸς ὁ ἐν αὐτῷ τὴν ὄπα ἔχων, κυρίως δὲ, ὁ μὴ λαλῶν· λέγεται καὶ ἐπὶ μὴ ἀκούοντος· κωφὸς δὲ ὁ μὴ κοῶν, τουτ’ἔστιν ὁ ἀγνοῶν τὸ φῶς, ὃ ἔστιν ὁ φωνὴν ἀγνοῶν

### ε 830

ἐνεὸς διαφέρει· κωφὸς μὲν γάρ ἐστιν, ὁ τὴν ἀκοὴν βεβλαμμένην ἔχων· ἐνεὸς δὲ ὁ λαλεῖν τι ἔχων

### κ 931

Κωφὸς παρὰ τὸ κεκομμένην ἔχειν τὸ οὖς· εἰ γὰρ καὶ τὸ οὖς ἔχει, καὶ τὴν ἀκοὴν οὐκ ἔχει

### κ 932

Κωφὸν ἀνεπαίσθητον, μεταφορικῶς τὸ ῥοῖζον μὴ ποιοῦν· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. ἐπὶ τοῦ κύματος· ὡς δ’ ὅτε πορφύρῃ πέλαγος βίᾳ κύματι κώφῳ, τῷ μηδέπω καχλάζοντι, ἀρχομένῳ δὲ μεγαλύνεσθαι. ἀψόφως

### κ 933

Κωχεύουσι ὀχοῦσι, μετεωρίζουσι. Τέλος τοῦ Κ στοιχείου. ΑΡΧΗ ΤΟΥ Λ ΣΤΟΙΧΕΙΟΥ

### λ 3

Λάας σημαίνει δύο, τὸ κύριον ὄνομα καὶ τὸ προσηγορικὸν, τουτ’ἔστι τὸν λίθον· καὶ κατὰ πόσους τρόπους διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ; κατὰ δύο· κατὰ χρόνον καὶ κατὰ κλίσιν. πῶς; ὅτι τὸ μὲν κύριον μακρὸν ἔχει τὸ α, τὸ δὲ προσηγορικὸν βραχύ· καὶ ὅτι τὸ μὲν κύριον ἰσοσυλλαβῶς κλίνεται, ἀποβολῇ γὰρ τοῦ ς ποιεῖ τὴν γενικὴν, οἷον, ὁ Λάας τοῦ Λάα, τὸ δὲ προσηγορικὸν περιττοσυλλαβῶς, οἷον, λάας λάαος, καὶ ἐπεὶ τὸ κύριον, μακροκατάληκτον, ὄτως δισύλλαβόν ἐστι, καὶ πάντα τὰ τοῦ κανόνος φυλάττονται· ὥσπερ καὶ τὸ Αἴας, διά τί οὐκ ἐκλίθη διὰ τοῦ ντ· ἐπειδὴ κανὼν ἔστιν ὁ λέγων, ὅτι τὰ συνηρημένα τῶν ἐντελῶν φυλάττει τὴν κλίσιν· καὶ γὰρ ἀπὸ τοῦ λάας γίνεται τοῦ προσηγορικοῦ· καὶ γὰρ ἐκεῖνος λιθογλύφος ἦν, διὰ τοῦτο ἀπὸ μεταφορᾶς τοῦ προσηγορικοῦ γίνεται λάαος καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, ὥσπερ Καππάδοξ, Καππάδοκος, ὁ Καππαδόκης τοῦ Καππαδόκου· τὸ δὲ Καππάδοξ κατὰ πλεονασμόν· καὶ ὁ θεόλογος φησὶ, τοὺς ἐμοὺς Καππαδόκους. ἐκ γοῦν τῆς τοῦ λάας γενικῆς, γίνεται εὐθεῖα ἕτερα λάαος καὶ κλίνεται λαάου καὶ κράσει τοῦ αο εἰς α μακρὸν, ὡς Μενέλαος, Μενέλας, περέλαος, περέλας, οὕτω καὶ λάας λάαος λάου· καὶ ἐπεὶ τὴν κλίσιν τοῦ ἐντελοῦς ἐφύλαξε, διάτι μὴ τὴν κατάληξιν αὐτοῦ; ἐπειδὴ τὸ ὄνομα Δωρικόν ἐστιν· οἱ δὲ Δωριεῖς εἰς ου περατοῦσι τὴν γενικὴν τοῦ παπία καὶ τοῦ Ἑρμεία· καὶ εἰς τὸ κατέλευσαν καὶ Λαρτιάδα καὶ λευκός

### δ 338

δέξασθαι διαφέρει· λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι ἀπὸ τοῦ μηδὲν διδόντος· δέξασθαι δὲ τὸ παρά τινος προστινόμενον δέξασθαι· καὶ ἐσχηματίσθαι παρὰ τὴν δεξιὰν τῇ αὐτῇ δεξιᾷ

### λ 4

Λαβή σημαίνει τέσσαρα· τὴν ἐπίληψιν καὶ ἐπαφὴν, ἢ ἐπικράτησιν καὶ αἰκίαν τοῦ πολέμου, τὴν ἀφορμὴν καὶ τὴν μέμψιν, ἔνθεν καὶ λάβετο τὶς τινὸς, καὶ τὴν τοῦ ξίφους λαβήν

### λ 5

Λάβραξ παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὸ βορὰ λάβορος καὶ συγκοπῇ λάβρος καὶ λάβραξ παρωνύμως, ὡς λίθος λίθαξ· οὔτως Ἱππιανός

### λ 6

Λάβρος ὁ ἀδδηφάγος, ἐκ τοῦ βορὰ, ὃ σημαίνει τὴν τροφήν· ἔστι δὲ ἀπὸ τοῦ βορέας, ὃ σημαίνει τὸν ἄνεμον

### λ 7

Λαβύρινθος ἔστι σπήλαιον ἀντρῶδες περὶ τὴν κάθοδον, δυσχερὲς δὲ καὶ περὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆ ναι τοὺς λαβυρίνθους, λαμβάνεται ἐπὶ ἀφύκτων λόγων, ὧν οὐδεὶς δύναται ἐκφυγεῖν, λαγύρινθός τις οὖσα, παρὰ τὸ λίαν γυρεύεσθαι τὴν αὐτῆς εἴσοδον, διὰ τὴν σκοτεινὴν καὶ τὴν κοχλοειδῆ αὐτῆς ὁδὸν, τροπῇ τοῦ γ εἰς β

### λ 8

Λαβώριον εἶδος ἐκπώματος, σκέπασμα

### λ 9

Λάγυνος ὁ πάνυ δεκτικός

### λ 10

Λάγνεια λαγυνεία τὶς οὖσα, παρὰ τὸ λα καὶ τὸ γυνὴ, λάγυνος, παρωνύμως γίνεται, λαγνὸς κατὰ συγκοπὴν, ἀφ’ οὗ λαγνεία

### λ 11

Λάγειον ἔστιν ἱπποδρομὸς Ἀλεξάνδρου λαγοῦ τινός

### λ 12

Λαγωὸς κοινῶς λαγὼς Ἀττικῶς ἀπὸ τοῦ λάειν λαὸς καὶ λαγωός

### λ 13

Λαγωὸς παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὸ ὦς ὠτὸς, ὁ μεγάλα ὦτα ἔχων· Ἀπολλόδωρος, ὅτι λάγαρόν ἐστι

### λ 14

Λάγανον ὡς λάγαρον· ἐκκεκένωται γὰρ αὐτοῦ τὸ παχὸς εἰς πλάτος, καὶ λίαν ἀσθενεστέρως γέγονε

### λ 15

Λάγανα πλακουντάρια, ὡς παπυρωδ ἐκ σεμιδάλεως

### λ 16

Λαερτιάδης γίνεται παρὰ τὸ Λαέρτιος ὄνομα κύριον, ὥσπερ Βούσιρις λέγεται παρὰ τὸ βοῦς αἴρειν, ἀνδρεῖος γὰρ ἦν, ὥστε καὶ δύνασθαι αὐτὸν μόνον δύο ζευγνύειν βοῦς, οὕτως καὶ Λαέρτιος λέγεται παρὰ τὸ δύνασθαι λάας ἀερτάζειν, ἤγουν κουφίζειν λίθους· ἐκ τοῦ Λαέρτιος Λαερτιάδης, τὸ πατρωνυμικὸν, οἷον, Νηλήϊος Νηληϊάδης, Θυέστιος Θυεστιάδης· εἰ δὲ μὴ καθαρεύουσι διὰ τοῦ ιδης Πρίαμος Πριαμίδης, Κρόνος Κρονίδης· ἰστέον ὅτι οὐ ποιοῦμεν ἀπὸ προσηγορικοῦ πατρωνυμικὸν, τὰ γὰρ προσηγορικὰ κοινά εἰσι, καὶ κατὰ πολλῶν λέξεων· εἰ οὖν ἄνθρωπος ἀνθρωπίδης εἴπομεν, ἐδηλώσαμεν, τινὰ ἐκ πολλῶν γεγενῆσθαι, ὅπερ ἄτοπόν ἐστι· μόνον δὲ λέγει γεγενῆσθαι τὸν περὶ πολλῶν, ὅθεν καὶ αὐτὴν εἴληφε τὴν ὀνομασίαν

### λ 17

Λάζος λάχνος λυσσώδης· ἡ γνώμη παρατρέπει τ’ ἀληθῆ αὐτοῦ· καθάπερ ἡ αὐτὴ τυγχάνει γαῖα, λόγῳ δοκῶν ἀπαντᾶν τὴν ἀλήθειαν φαίη οὐ πιστῶς, ἄνανδρος ὢν, φαῦλα κέκτηται· προσφύγιον ἔχων τὴν πάνταλσον καὶ κατάγνοφον καὶ ζοφερὰν ὑγρὰν γαῖαν αὐτοῦ ἐν τῇ σήψει πυροῦνται αἱ θήλειαι αὐτῶν, μεταλλάσσουσαι τὰς ἑαυτῶν ἔσθητας γυπτικὰ ἐκφέρουσι γεννήματα καὶ παμμάλογα, ὡς πολύσπορα· εἴρηται δὲ λάζος τὸ ὄνομα, καὶ ὄζων κατὰ τὴν ζοφερὰν καὶ γυψώδη γῆν αὐτοῦ

### λ 18

Λάθρα παρὰ τὸ λήθω, τὸ λανθάνω, ὁ β ἀόριστος ἔλαθον καὶ ἐξ αὐτοῦ λάθρα· ἔστι δὲ ἐπίῤῥημα ποιότητος ἀντὶ τοῦ λαθραίως· ὁ γὰρ λάθρα ποιῶν τὲ ὑπολανθάνειν πολλοὺς εἴωθε

### λ 19

Λαῖλαψ παρὰ τὸ λάπτω, ὁ μέλλων λάψω, λὰψ, καὶ κατ’ ἀναδιπλασιασμὸν λάλαψ, καὶ πρόσθεσιν τοῦ ι λαῖλαψ· δηλοῖ δὲ τὴν σφοδρὰν καὶ ἐπιτεταμένην λαβρότητα τοῦ πνεύματος

### λ 20

Λαίθαργος ὁ λαθραίως δάκνων κύων

### λ 21

Λαιμὸς εἴρηται ὅτι πλεονάζειν ποιεῖ τὴν ἔνδειαν τῆς τροφῆς, ὥσπερ καὶ ὁ λοιμὸς πλεονάζειν ποιεῖ τὴν ἔνδειαν τῶν ζώων

### λ 22

Λαιὸν ἀριστερὸν, καὶ λαιὰ χεὶρ ἡ ἀριστερὰ· παρὰ τὸ λιλᾶσθαι καὶ κεχωρίσθαι τῶν πράξεων· ἀριστερὰ δὲ καὶ εὐώνυμος, κατ’ ἀντίφρασιν, ἢ κατ’ εὐφημισμόν

### λ 23

Λαιὰ παρὰ τὸ ἐν λαιᾷ βαστάζειν· ἢ ἐκ τοῦ σταλάζω τὸ λαμβάνω

### λ 24

Λαιστρυγὼν ὁ ἀδδηφάγος, παρὰ τὸ λίαν στύγειν, ἤγουν μισεῖσθαι, ὁ ἀπάνθρωπος, κατὰ πλεονασμὸν τοῦ ρ, ὅπερ καὶ θηλυκῶς λέγεται

### λ 25

Λαῖμα τὸ κῦμα, παρὰ τὸ λίαν τέμνειν καὶ κοροφοῦσθαι

### λ 26

Λαίφος τὸ ἄρμενον παρὰ τὸ λίαν φαίνεσθαι, λαῖφος, λειούφεσις βέλτιον λινοϋφὲς τὸ ἅρμενον

### λ 27

Λακεδαίμων παρὰ τὸ λαχεδαίμων, διὰ τὸ ἐκεῖ τοὺς δαίμονας λαχεῖν· τοῦ Λακεδαίμονος ὁ κανών· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ· ὁ Λακεδαίμων γὰρ ἀνὴρ ἀπὸ τῆς πόλεως, καὶ ἡ Λακεδαίμων πόλις καὶ ἡ κλητικὴ ὦ Λακεδαῖμον· ὁ τόνος; τὰ εἰς ων σύνθετα, ὅταν εἰς ον εἴη ἡ κλητικὴ ἀναβιβάζουσι τὸν τόνον· σεσημείωται ὦ Λακεδαῖμον καὶ ὦ παλαῖμον· παλαίμων δὲ λέγεται ὁ ἔμπειρος τῆς παλαιστικῆς, ἐκ τοῦ πάλη, ὃ σημαίνει τὴν παλαίστραν καὶ τοῦ αἴμων ὃ σημαίνει τὸν ἔμπειρον· τὸ δὲ Λακεδαίμων ἐκ τοῦ λαχεδαίμων τις οὖσα· ἐν αὐτῇ γὰρ οἱ θεοὶ πρῶτον ἔλαχον καὶ ἐκληρώσαντο τὰς πόλεις

### λ 28

Λακέρυζα παρὰ τὸ λίαν κρώζειν, ἤγουν μεγάλως

### λ 29

Λάκκος παρὰ τὸ λακῶ λακήσω, ὃ σημαίνει τὸ διαχωρίζω, καὶ πατάσσω, οὗ ὁ δεύτερος ἀόριστος ἔλακον, καὶ ἐξ αὐτοῦ λάκκος, ἢ παρὰ τὸ λίαν κάτω

### λ 30

Λάκων Σπαρτιάτης ἄντικρυ τῶν Ἀθηνῶν

### λ 31

Λακὶς λάκισμα, σχίσμα ἱματίου

### λ 32

Λαλῶ λῶ, ἐν διπλασιασμῷ λαλῶ· παράγωγον τοῦ λῶ λάσκω. Εὐριπίδης· τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους· τὸ δὲ λῶ δηλοῖ τὸ θέλω, ὃ δὲ θέλει τις καὶ φθέγγεται· προϋπάρχει δὲ τοῦ λόγου ψυχὴ καὶ θέσις, οὕτω Φιλόξενος

### λ 33

Λαλίστατος ὁ κατὰ λόγον σοφός· λέγεται δὲ καὶ ὁ εὔγλωττος καὶ ὁ εὔφωνος

### λ 34

Λάμια θηρίον, ἀπὸ τοῦ ἔχειν μέγαν λαιμόν

### λ 35

Λάμαζα οἱονεὶ λαβάτιον, παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέτροις, καὶ ἀσθενὲς εἶναι πρὸς τὸ μὴ κύειν τὰς συλλαβάς

### λ 36

Λαμπετόωντι λάμποντι, ὡς ἀπὸ τοῦ ἔχω ἐχέτης, βάλλω βαλλέτης, καὶ ἑκατηβελέτης, οὕτω λάμπω λαμπέτης· καὶ ἐκ τοῦ λαμπετῶ πλεονασμῷ τοῦ ο λαμπετόω, καὶ ἡ μετοχὴ ὁ λαμπετόων· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων· οἱ ποιηταὶ δὲ ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἔθος ἔχουσι πλεονάζειν τὸ ο, οἷον, βοόωντα ἐφεύροι, καὶ ὁρόων ἐπὶ οἴνοπα πόν τον

### λ 37

Λάμπουρις εἰς τὸ ἵππουρις

### λ 38

Λάμορον τὸ πολὺ καὶ ἀθροῦν καὶ λαμορεῖν τὴν θάλασσαν, οἷον πολλήν

### λ 39

Λάμπω παρὰ τὸ σέλας ὃ σημαίνει τὸ φῶς καὶ τὸ πέμπω γίνεται σελάμπω καὶ κατ’ ἀφαίρεσιν τῆς σε συλλαβῆς λάμπω

### λ 40

Λαμπρείμων τὰ παρὰ τὸ εἷμα, ὃ δηλοῖ τὸ ἱμάτιον, ἐν συνθέσει γινόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, λευχείμων, λαμπρείμων

### λ 41

Λάμψακος ὅτι τοῖς Λαμψακήνοις χρησμὸς ἐδότη, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι. ἀστραπῆς οὖν γινομένης εἶδον τὸν τόπον, καὶ ἔκτισαν τὴν πόλιν, Λάμψακον αὐτὴν προσαγορεύοντες· καὶ οὕτω τοὺς πολεμοῦντας αὐτοὺς βαρβάρους λοχοποιήσαντες, διὰ τῆς ἀστραπῆς ἴδοντες κατέκοψαν

### λ 42

Λάμυρον εὔλαλον, εὐτράπελον καταπληκτικόν

### λ 43

Λὰξ παρὰ τὸ λήγω ῥῆμα, λήξω, λὴξ καὶ λὰξ ὁ τῷ λήγοντι μέρει τοῦ ποδὸς, τουτ’ἔστι τῷ ἀκρῷ πλήττει, ὁ λέγεται λάκταια

### λ 44

Λέξις ἡ οἰκοδόμησις αἱμασίας λέξαντες, ἀλλ’ ᾧ ἔμμεναι ἕρκος· οἱ δὲ Ἀττικοὶ λίθους ἐκλέγοντες ἀνῳκοδόμουν

### λ 45

Λαξευτήριον ἔστι ξέω, καὶ πλεονασμῷ τοῦ υ ξεύω καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ μορίου, λαξεύω τὸ πάνυ ξέω, καὶ ἐξ αὐτοῦ λαξευτήριον

### λ 46

Λαοδίκεια πόλις Ἀσίας, ἀπὸ Λαοδίκης θυγατρὸς Σελεύκου, κτισθεῖσα ὑπ’ αὐτοῦ

### λ 47

Λαοδίκη ἐκ τοῦ λαὸς καὶ τοῦ δίκη· ἰστέον δὲ ὅτι τὰ εἰς ος ὀκταχῶς συντίθεται· ἐγράφη

### λ 48

Λαοὶ ὁ μὲν Ἡσίοδος, τοῦ ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἴδως κεκτοὺς ἐκ γαίης λαὸς Δευκαλίωνος· τινὲς λαοὶ οἱ ἱλαροί. ἐπειδὴ καὶ ἄνθρωπος κατὰ μίαν ἐτυμολογίαν, ὁ διορθωμένην ἔχων τὴν ὄπα· διὸ καὶ αὔδης ἔντε ἦν ὑπὲρ ἄρθρων, σχεδὸν εἰ μὴ αὐδηέντων· φέρεται δὲ ἱστορία, ἡ Μῆτις, δυστοκούσης τῆς Ῥέας, αὕτη μὲν ἔτεκε τέκνον, ὁ ἐκάλεσαν Λάαν· τῇ δὲ Ῥέᾳ τεκούσῃ τὸν Δία, αὕτη κατηλλάξατο τὸν Λάαν αὐτῆς τὸν παῖδα ἵνα ὁ Κρόνος ἀντὶ τοῦ Διὸς τὸν Λάαν καταπίῃ· Ζεὺς οὖν ἡβήσας, εἰς τίμην τοῦ ἀντ’ αὐτοῦ καταποθέντος, λαοὺς ὠνόμασε τοὺς ἀνθρώπους· οἱ δὲ ὅτι Δευκαλίων λίθους ῥίπτων ἀνθρώπους ἐποίει· τινὲς δὲ ὅτι κατακλυσμοῦ ὄντος ἔφυγον οἱ ἄνθρωποι εἰς τὰ ὄρη. καὶ μετὰ τ’αὐτοῦ αἰφνιδίως ἐπέστησαν τῇ γῇ, εὐδίας γινομένης, ὡς ἐκπλαγῆναι καὶ ἀπὸ λίθων νομισθῆναι εἶναι

### λ 49

Λαομεδοντιάδης πατρωνυμικόν· τὸ τι ἰῶτα διάτι; πᾶσα γενικὴ εἰς ος, διὰ τοῦ ιδης ποιεῖ τὸ πατρωνυμικὸν· ἔστι Λαομέδοντος ἡ γενικὴ, καὶ τὸ πατρωνυμικὸν Λαομεδοντίδης· καὶ ὥσπερ Τελαμὼν Τελαμῶνος Τελαμωνίδης, καὶ πλεονασμῷ τοῦ α Τελαμωνιάδης, οὕτω καὶ Λαομεδοντιάδης· ἡ κλητικὴ ὦ Λαομέδον

### λ 50

Λάπαθον ἀπὸ τοῦ λαπάθειν· ἔστι γὰρ τὸ λάχανον εὔθετον εἰς γαστέρα, ἁπαλύνει γὰρ· οἱ δὲ Ἀττικοὶ λάπαθα λέγουσι τὰ ὀρύγματα τῶν θηρίων· τάχα ὅτι λανθάνει θεωροῦντας, οἵτινες μὴ ἰδόντες ἔρχονται εἰδόντες εἰς τὸ παθεῖν τι

### λ 51

Λαπίνη ἡ ἅμαξα, ἢ ἅρμα σκεπαστόν

### λ 52

Λαπαρὰ παρὰ τὸ λελάφθαι, ὅ ἐστι κεκενῶσθαι τὸν τόπον, πρὸς σύγκρισιν τῶν πλευρῶν, ὅθεν καὶ λάφυρα ἀπὸ τῆς κενώσεως· καὶ Ὅμηρος· δώδεκα δησὶ νήσιον δὲ πόλεις ἀλαπάξαντες, λάμποντες γλώσσῃσιν· οἱονεὶ κενοῦνται καὶ ἐξαρτοῦνται

### λ 53

Λαπάρα ὁ κενὸς ὀστέων τόπος τῆς πλευρᾶς· λαπάξαι γὰρ τὸ κενῶσαι, παρὰ τὸ λάπαθον τὴν βοτάνην, κενωτικὴν οὖσαν γαστρός

### λ 54

Λάρδος παρὰ τὸ λαρίνον τὸ λιπαρόν

### λ 55

Λάρναξ παρὰ τὸ λίαν ἐγγίζεσθαι τὸν ἐπεντιθέμενον

### λ 56

Λάρναξ κυρίως ἡ διὰ λάων ὁ ἐστι λίθων κατασκευασθεῖσα θήκη· καταχρηστικῶς δὲ καὶ αἱ λοιπαὶ λάρνακες

### λ 57

Λάρης ὁ ὄρνις, ὥστε κατὰ δίνους κόπους ἁλὸς ἀτρυγέτοιο ἰχθὺς ἀγρώσσων κυκίνα πτερὰ δεύεται ἅλμῃ

### λ 58

Λάρυγξ φάρυγγος διαφέρει· λάρυγξ μὲν γάρ ἐστι δι’ οὗ λαλοῦμεν· φάρυγξ δὲ δι’ οὗ ἐσθίομεν· ἐπειδὴ δύο πόροι εἰσὶ τοῦ λαιμοῦ

### λ 59

Λασίῃσι δάσεσι στήθεσιν· ἐκ τοῦ λα, ἐπιτατικοῦ μορίου, καὶ τοῦ σεύω τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται, τὰ δι’ αὐτοῦ νοήματα· νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν ἀφ’ ὧν λέγεται στήθεσιν, ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστι τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς

### λ 60

Λάσκω τὸ λαλῶ. Εὐριπίδης, τοιαῦτα λάσκεις τοῖς ἀναγκαίοις φίλοις

### λ 61

Λάτις εἶδος ἰσχύος, ἔστι δὲ μακρὸν τὸ τις

### λ 62

Λατῖνος Ῥωμαῖα ἡ λέξις· λατὺς γὰρ πλατὺς κέκληται

### λ 63

Λάτρις θεράπαινις, δουλὴ, προσαίτις

### λ 64

Λατρεύειν παρὰ τὸ λατρεύω, τοῦτο παρὰ τὸ λάτρον, ὃ σημαίνει τὸ ἔμμονον· τοῦτο παρὰ τὸ λα ἐπιτατικὸν καὶ τοῦ τρῶ τὸ καρτερῶ

### λ 65

Λάτρον ὁ μισθὸς, ἐκ τοῦ τηρῶ, τοῦ σημαίνοντος τὸ βλέπω, καὶ τοῦ λα ἐπιτατικοῦ γίνεται λατήριον καὶ συγκοπῇ λάτρον· πρὸς ὃ βλέπει ὃ μισθωτός

### λ 66

Λαυκανία ἡ φάρυγξ, ἡ ἀρτηρία, δι’ ἧς τὸ πνεῦμα ἔρχεται, ἀπὸ τοῦ λευκὴν εἶναι αὐτοῦ τὴν φύσιν

### λ 67

Λαυκανίη ὁ λαιμὸς, ἀπὸ τῆς ἀπολαύσεως· λευκανίτης ἡ φάρυγξ λέγεται, ἀρτηρία ἀπὸ τοῦ τὴν λευκήν

### λ 68

Λαῦρα ἡ πλατεῖα· οἷον, οὐ δῶες λαῦρον· παρὰ τὸ λίαν ἔχειν αὖραν· ἢ παρὰ τὸ δι’ αὐτῆς τὸν λαὸν ῥεῖν

### λ 69

Λάφυρα τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα· τὰ δὲ τεθνεώτων αὐτῶν σκύλα λέγεται

### λ 70

Λαφύξας διασπαράξας, ἀφειδῶς θοινισάμενος ἢ καταπίων

### λ 71

Λάχανον παρὰ τὸ λαχαίνω τὸ σκάπτω

### λ 72

Λάχανον παρὰ τὸ λεία χέειν· ἢ λίαν χεύειν ἤγουν ἐξανοῖκον τοῖς φύλλος

### κ 934

κληρώσασθαι διαφέρει· λαγχάνει μὲν γὰρ εἷς ἀποτυγχάνων· κληρῶνται δὲ πάντες

### λ 73

Λάχεια σημαίνει τὸν ἐσκαμμένην γῆν, καὶ γίνεται παρὰ τὸ λάχω λάχεια, ὡς κρατῶ κράτεια

### λ 74

Λάχνη ἡ τρίχωσις, ἐτυμολογεῖται δὲ ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἔχω τὸ κρατῶ· γίνεται λαέχνη καὶ κατὰ κράσιν λάχνη· οὐδὲν εὐληπτότερον τῶν τριχῶν

### λ 75

Λεανῶ ἀπὸ τοῦ λεαίνω· τοῦτο παρὰ τὸ λεῖος

### λ 76

Λεαίνω ὁμαλὸν ποιήσω, ἐκ τοῦ λεῖος· τοῦτο ἐκ τοῦ λαίω τοῦτο παρὰ τὸ λῶ τὸ θέλω, καὶ ἐξ αὐτοῦ λαῦος, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ τοῦ υ εἰς ι, λεῖος, καὶ ῥῆμα ἐξ αὐτοῦ λειαίνω καὶ λεαίνω· τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν· καὶ εἰς τὸ λέντιον

### λ 77

Λέβης ἐκ τοῦ λείβω τὸ σπένδω

### λ 78

Λεβηρὶς τὸ γῆρας τοῦ ὄφεως, ὃ ἀποδύεται

### λ 79

Λεβηρὶς ἡ φολὶς, καὶ ἡ λεβηθρὶς τὸ αὐτὸ σημαίνει· ἔστι δὲ δέρμα τοῦ ὄφεως, ἤτοι αἱ λεπίδες τοῦ δέρματος

### λ 80

Λέβητα τὸ χέρνιβον, ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι

### λ 81

Λεβηδὼν τόπος ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν λιβανησίαν Ἀραβίται

### λ 82

Λέγω σημαίνει ἕπτα· λέγω τὸ ἐπιτυγχάνω, τίμην δέ μιν λελόχα· λέγω τὸ φροντίζω, οὐκ ἀλέγω ὡσεὶ γυνὴ βάλεν ἢ πάϊς ἄφρων· λέγω τὸ ὁρίζω, ἐξ οὗ καὶ λόγος ὁ ὁρισμός· λέγω τὸ λαλῶ, ἐξ οὗ καὶ λόγος· λέγω τὸ μετρῶ ἐξ οὗ καὶ τὸ ὡρολόγιον· λέγω τὸ κοιμῶμαι ἐξ οὗ καὶ λόχος, ἡ κοίτη καὶ λέκτρον· λέγω τὸ συνάγω, ἀφ’ οὗ καὶ σύλλογος· καὶ εἰς τὸ ἀλεγίζω, λόγος καὶ παλίλλογα

### λ 83

Λεγάτον ἐστι δωρέα ἐν διαθήκῃ, καταληφθεῖσα

### λ 84

Λάρισσα ἔστι πόλις· διὰ δὲ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ισσα μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται αὐτήν· οἷον, σάρισσα, ἔστι δὲ εἶδος ἀκοντίου μικροῦ· Πίσσα δὲ πόλις Ἰλίαδος, οὕτω καὶ Λάρισσα

### λ 85

Λεγεὼν ἑξακοσίων ἀνδρῶν τάξις πεζῶν

### λ 86

Λεγάτον πεκούλιον ἐκ τοῦ λεγάραι ἤγουν δεσμεῦσαι· διὰ γὰρ τοῦτο ἱκανὰ δουλεύει ὁ ληψόμενος

### λ 87

Λειρόφθαλμος εἰ μὲν σημαίνει τὸν προσηνῆ, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λείριον ὃ σημαίνει τὸ ἄνθος· εἰ δὲ τὸν ἀναιδῆ διὰ τοῦ ἰῶτα· παρὰ τὸ λιρὸς γάρ ἐστι· τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾶν· λέγει δὲ Ὦρος, ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν ἀνθέων, διὰ τὴν συνέμπτωσιν τῶν ἀνθ’ ὧν ὀνόματος, ὅπερ ἐκ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ὧν ὑποτακτικοῦ ἄρθρου γίνεται

### λ 88

Λειχανὸς ὁ δάκτυλος, ἐκ τοῦ λείχω ῥήματος

### λ 89

Λειπόνεως ἐκ τοῦ λείπω καὶ τοῦ νεὼς, ὁ καταλειφθεὶς τῆς νεώς

### λ 90

λειβαὶ ἀντὶ τοῦ σπονδαί· εἴρηται δὲ παρὰ τὸ λείβειν καὶ σπένδειν καὶ στάζειν

### λ 91

Λείαν ἐκ τοῦ λεαίνω τὸ ὁμαλίζω

### λ 92

Λείριον τὸ ἄνθος καὶ λειρίων τῶν ἀνθῶν

### λ 93

Λεῖκνον τὸ πτυάριον, διφορεῖται κατὰ τὴν γραφὴν, καὶ γράφεται διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ ἰῶτα· οἱ μὲν γὰρ διὰ τῆς ει δίφθογγον γράφοντες, σχηματίζουσι τρόπον τοιοῦτον, ἐκ τοῦ λέχος· ἐκ τούτου γίνεται λέχω, λέχνος καὶ πλεονασμῷ τοῦ ἰῶτα λεῖχνος· καὶ γὰρ οἱ ἀρχαῖοι αὐτοῖς ἐν πτυαρίοις ἐποίουν τοὺς οἰκοίους υἱοὺς καθεύδειν, διὰ τὸ πολύγονον· οἱ δὲ γράφοντες διὰ τοῦ ἰῶτα· ἔστι λικμᾷν ἐκ τούτου γίνεται λίκμον κατὰ μεταβολὴν τοῦ μ εἰς ν λίκνον· τὸ δὲ λικμᾶν διὰ τοῦ ι γράφεται· ἔστι δὲ παρὰ τὸ λίαν καμεῖν

### λ 94

Λείβδην εἰς τὸ παραβλήδην

### λ 95

Λειμὼν ὁ παράδεισος, διὰ τῆς ει διφθόγγου γράφεται παρὰ τὸ λείβω τὸ καταστάζω, λειβὼν καὶ λειμὼν· ἔστι δὲ περιεκτικὸν, ὡς καὶ τὸ χειμών

### λ 96

Λειμὼν ὅπου τὰ λεῖα κατανέμεται, τουτ’ἔστι τὰ πρόβατα

### λ 97

Λειόβουλος εἶδος ἰχθύος, παρὰ τὸ λεῖον

### λ 98

Λείριον τὸ ἄνθος, παρὰ τὸ λεῖον, ὃ σημαίνει τὸ ὁμαλὸν λείϊον καὶ πλεονασμῷ τοῦ ρ, λείριον· ὡς ἔγχος ἔγχεος, ἔγχεϊ, ἐγχειΐδιον, καὶ πλεονασμῷ τοῦ ρ ἐγχειρίδιον· ἐξ οὗ καὶ ποδαλείριος, ὁ ποδῶν ἰατρός

### λ 99

Λειτουργεῖν ἀπὸ τοῦ ἔργον καὶ τοῦ λήϊτον, ἤγουν τὸ δημόσιον, γέγονε ληϊτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ η εἰς ε, λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν λειτουργεῖν

### λ 100

Λειτουργεῖν διὰ τῆς ει διφθόγγου σημαίνει τὸ ὑπηρετεῖν· ἔστιν ἐπὶ τοῦ ληϊτῶ λεγόμενος· λήϊτον δὲ τὸ δημόσιον

### λ 101

Λειτουργὸς ὁ τοῖς διοικηταῖς ἄρχουσιν ὑπουργῶν καὶ διακονῶν· τὸ γὰρ πρυτανεῖον, ἤγουν τὸ δημόσιον λήϊτον ἐκαλεῖτο

### λ 102

Λείχω τὸ κατεσθίω ὡς τὸ, χοῦν τῆς γῆς ἔλειξε τὸ πῦρ· τῷ λει διφθόγγῳ διάτι; ἀντιπαράκειται γὰρ αὐτῷ τὸ τραπεζόλοιχος

### λ 103

Λείψανον παρὰ τὸ λείβω λείψω γέγονε καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεώτων· ἢ παρὰ τὸ λείπω λείψω γέγονε, λείψανα γάρ εἰσι τὰ ἐγκαταλείμματα

### λ 104

Λείψανον τὸ σῶμα, ἐκ τοῦ λείπω τὸ καταλιμπάνω

### λ 105

Λειψυδρία ἐκ τοῦ λείπω τὸ καταλιμπάνω

### λ 106

Λειποταξία ἐκ τοῦ λείπω καὶ τοῦ τάξις, ὁ φεύγων ἐκ τῆς τάξεως

### λ 107

Λεκτίκιον παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην· κιβώριον ἐκ ξύλων, ὃ ἔχουσιν αἱ παρθένοι πρὸς τὸ καλύπτεσθαι αὑτάς

### λ 108

Λεκάνη ἧς τὸ χάσμα λεῖον ἔστι· πεπλάτηται γὰρ, λειοχάνη τις οὖσα

### λ 109

Λεκτὸν ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν· τρία δέ εἰσι τὰ τῆς Ἴδης ἀκρωτήρια· Λεκτὸν, Γάργαρον καὶ Φαλάκρη

### λ 110

Λάχανον κοινῶς, ἀπὸ τοῦ λαχαίνεσθαι ὅ ἐστι σκάπτεσθαι· ἤτοι ὁ μὲν κατέχων κεφαλὴν, φυτὸν ἀμφελάχαινε· καὶ τὸ νῆσον ἐπὶ τελ ὁ παρακεκλιμένος, οἷον, εὔγειος, παρὰ τὸ λαχαίνεσθαι, δυνατὴν εἶναι· ἐλέγχεται γὰρ ἀπὸ τῆς ἐπαγωγῆς παρακλιμένος τετάνυστο· κώμανα δὲ τὰ λάχανα, ὅτι δασέα ἐστιν, ἀπὸ τῆς λάχνης

### λ 111

Λέκτρα εἰς τὸ ἠλέκτωρ

### λ 112

Λελάθη εἰς τὸ ἀπεμπάλων· Λελαχὼς εἰς τὸ ἀπεμπάλων

### λ 113

Λέληκα οὐκ ἀπὸ τοῦ λέγω, ἀλλ’ ἀπὸ τοῦ λαλῶ λαλήσω, λελάληκα, συγκοπῇ τῆς λα συλλαβῆς

### λ 114

Λέληκται εἰς τὸ ἄληκτος

### λ 115

Λελιπαρημένον ἔστι λιπαρῶ τὸ παρακαλῶ, ὁ μέλλων λιπαρήσω, λελιπάρηκα, λελιπάρημαι, λελιπάρησαι, παρὰ τὸ λίαν παρεῖναι· τὸ δὲ λιπαρῶ παρὰ τὸ λιπαρός

### λ 116

Λέλοχα ἔστι ῥῆμα λήχω τὸ λαγχάνω, ἢ ἐπιτυγχά νω, οὗ ὁ μέλλων λήξω, ὁ ἐνεργητικὸς παρακείμενος, λέληχα καὶ πλεονασμῷ τοῦ ν λέληγχα καὶ τροπῇ τοῦ η εἰς ο λέλογχα· καὶ εἰς τὸ πέπονθα

### λ 117

Λελογχῶς λαγχάνων, ἢ ἐπιτύχων

### λ 118

Λελουμένη ἔστι λύω, πλεονασμῷ τοῦ ο λούω, ὁ παθητικὸς παρακείμενος λέλουμαι, ἡ μετοχὴ ὁ λελουμένος

### λ 119

Λελωβημένος ἐκ τοῦ λαὸς καὶ τοῦ βοὴ γίνεται λαοβή

### λ 120

Λελυμασμένος βεβλαμμένος, ἐκ τοῦ λυμαίνω τὸ φθείρω, ὁ παρακείμενος λελύμαγκα· ὁ παθητικὸς λε λύμαμμαι καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ς λελυμασμένος· ὥσπερ ἡδύνω ἥδυγκα ἥδυμμαι καὶ ἥδυσμαι, ἐξ οὗ καὶ ἥδυσμα· ἔστι δὲ καὶ λυμάζω, εἶτα λυμάσω, λελύμακα, λελύμασμαι

### λ 121

Λέμβος πλοῖον μικρὸν τὸ ἐφόλκιον· καὶ λεμβάρχαι οἱ ἐν ἐφολκίῳ, πλέοντες· γίνεται παρὰ τὸ λίαν βαίνειν, ὅ ἐστι πορεύεσθαι· διὰ τὴν σμικρότητα καὶ λαῖφος καὶ λαιφίς

### λ 122

Λέντιον παρὰ τὸ λειαίνω τὸ καθαίρω, ὁ μέλλων λειανῶ· ὁ παρακείμενος παθητικὸς λελείαμαι λελείασαι, λελείαται, τὸ τρίτον τῶν πληθυντικῶν λελείανται· λειάντιον καὶ συγκοπῇ λέντιον

### λ 123

Λέντιον σάβανον τὸ τι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῇ, διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον, βαλάντιον, εὐαγγέλιον, λέντιον

### λ 124

Λεαίνω ἐκ τοῦ λειαίνω, πόσα σημαίνει; δύο· τὸ ἀποσπογγίζω καὶ ἐκμάσσω

### λ 125

Λεοντοκόμος ὁ τῶν λεώντων ἐπιμελούμενος, ἐκ τοῦ κομῶ τὸ ἐπιμελοῦμαι καὶ τὸ λέων

### λ 126

Λέπρα σημαίνει τὸν ἐλεφαντιασμὸν, παρὰ τὸ λέπος ὃ σημαίνει τὸ δέρμα· εἰς γὰρ τὴν ἐπιφάνειαν τοῦ δέρματος γίνεται ὁ ἐλεφαντιασμός· ἐκ τοῦ οὖν λέπος γίνεται λέπηρα καὶ ἐν συγκοπῇ λέπρα· ἢ παρὰ τὸ ῥαίω τὸ φθείρω ἡ διεφθαρμένη σάρξ

### λ 127

Λεπρὸς λευκὸς παρὰ φύσιν, παρὰ τὸ λέπω λεπηρὸς καὶ λεπρός· ἢ παρὰ τὸ λέπω καὶ τὸ ῥαίω, ἡ διεῤῥηκυῖα σάρξ

### λ 128

Λεπτύνω παρὰ τὸ λεπτός

### λ 129

Λέσχη σημαίνει τὴν φλυαρίαν παρὰ τὸ λέγω, λέξω, λέλεχα, καὶ ἐξ αὐτοῦ κατὰ πλεονασμὸν τοῦ ς λέσχη

### λ 130

Λέσχη παρὰ τοῖς Βοιωτοῖς τὰ κοινὰ δειπνητήρια. τινὲς δὲ τὰ καταφύγια, καὶ τοὺς ἐλεεινοὺς τόπους λέσχας καλοῦσι· συμβαίνει γὰρ τοὺς ἐν ταῖς οἰκίαις ταύταις καθεζομένους χάριν θέρμης, λόγους συναίρειν· γίνεται οὖν ἡ λέσχη παρὰ τὸ λέγω· εἴρηται

### λ 131

Λέσχη δημόσιον οἴκημα, οἱονεὶ λέσχην, παρὰ τὸ ἐν αὐτῷ, τοὺς μὴ ἔχοντας οἰκήματα λέχη ποιεῖσθαι· ἢ παρὰ τὸ λεχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν

### λ 132

Λεπτὸν ὅ ἐστι στάθμιον, γόμορ ἤγουν ὀγκίας τὸ τέταρτον· περὶ οὗ ὁ κύριος λέγει, οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται· ἄσσαρ δὲ Ἑβραϊστὶ ἐλαττωμένον καλεῖται

### λ 133

Λεξείδιον παρὰ γὰρ τῆς λέξεως Ἰωνικῶς γέγονε πλεονασμῷ τοῦ ι

### λ 134

Λευκὸς παρὰ τὸ λεύσσω τὸ βλέπω, ὁ εὐσύνοπτος καὶ εὐειδὴς καὶ λαμπρὸς, ἐξ οὗ καὶ λευκὸν λέγεται χρῶμα διακριτικὸν ὄψεως· τὸ μὲν γὰρ λευκὸν διακρίνει καὶ διαχέει τὴν ὄψιν· τὸ μέλαν δὲ χρῶμα διακριτικὸν ὄψεως

### λ 135

Λευκὸν παρὰ τὸ τηρεῖσθαι τὸ εὖ ἤγουν τὸ καλὸν, τουτ’ἔστι τὸ φῶς αὐτό

### λ 136

Λευκώλενος παρὰ τὸ λευκὸς καὶ τὸ ὠλένη, ὃ σημαίνει τὸν βραχίονα· τοῦτο δὲ παρὰ τὸ δι’ αὐτῶν ὁλοῦσθαι τὰς πράξεις, τουτ’ἔστι πληροῦσθαι· ὠλένη δὲ λέγεται τὰ ἄκρα τῶν βραχιόνων· τὸ δὲ λευκὸν παρὰ τὸ λεύσσω τὸ βλέπω, ὡς ἐκ τοῦ ἐναντίου τὸ μέλαν μὴ βλεπόμενον· συγκριτικὸν δὲ ἐστὶ τὸ οἱονεὶ συνάγον. τὸ γὰρ μέλαν συνάγει τὴν ὅρασιν· τὸ δὲ μέλας παρὰ τὸ λάω τὸ βλέπω, καὶ τὴν μὴ ἀπαγόρευσιν

### λ 137

Λεύσσεται ἐκ τοῦ βλέπω τροπῇ τοῦ β καὶ τοῦ π εἰς δύο σς λέσσω, καὶ πλεονασμῷ τοῦ υ λεύσσω, κατὰ τοὺς Αἰολεῖς, τὸ παθητικὸν λεύσσομαι, λεύσσεται τρίτον πρόσωπον

### λ 138

Λεύσσετε ὁρᾶτε· Ἀρίσταρχος ἓν ς γράφει, ἄλλοι δὲ διὰ δύο λέγουσιν, ὡς ἀπὸ τοῦ μέλλοντος, λέγουσι δὲ αὐτὸ ἀπὸ τοῦ λεύσσω τοῦ σημαίνοντος τὸ βλέπω· ὥσπερ ἀπὸ τούτου μέλλοντος, καὶ τὸ ἄξετε δὲ Πριάμοιο βίην· καὶ τὸ, οἴσετε δ’ ἄρνα λευκόν· καὶ καταβήσεο δίφρου. γέγονε δὲ τὸ λεύσσω οὕτως· ἔστι ῥῆμα βλέπω, ὅπερ καὶ κατὰ Αἰολεῖς γίνεται βλέσσω, ὡς ὄπτω ὄσσω, ὅθεν καὶ κακοσσώμενον· κατ’ ἀποβολὴν τοῦ β, καὶ πλεονασμῷ τοῦ υ λεύσσω· λεύσσω σε τλῆμον· ἔστι δὲ καὶ ἐνεστῶτος, καὶ εἰς τὸ βλέπω, ὅθεν καὶ τὸ ἀβλέπω, καὶ κατέλευσαν, καὶ λευκὸν καὶ λευκύνων

### λ 139

Λευχάραι αἱ σχολαὶ, ἀπὸ τοῦ λέξαι τὶ, ἐκεῖ γὰρ ὡμιλοῦν· ὡς οὐδ’ ἤθελε παίζειν χαλκηΐδιον ἄδομον ἔλθη

### λ 140

Λευρὸν τὸ ὁμαλὸν καὶ λελιθολογημένον· λεύειν γὰρ τὸ λιθάζειν

### λ 141

Λευαλέος ὁ πανοῦργος, καὶ φαῦλος, παρὰ τὸ λεύειν καὶ τὸ ἔργον, λεωργὸς καὶ λεορτὴς διὰ τοῦ ο καὶ λευογαλέος κατὰ συναλοιφὴν, καὶ δι’ εὐφωνίαν λευγαλέος

### λ 142

Λευχειμονείτω ἔστι δὲ λευκὸς καὶ ἕω τὸ ἐνδύομαι, οὗ ὁ παρατατικὸς εἷον, ὁ παρακείμενος παθητικὸς εἷμαι καὶ ἐξ αὐτοῦ εἷμα ἐξ οὗ καὶ ἱμάτιον· καὶ ἐκ τοῦ λευκὸς καὶ τοῦ εἷμα λευκείμων, ὁ λευκὰ ἱματία ἔχων. καὶ ἐκ τούτου λευχειμονῶ, ὁ παρατατικὸς ἐλευχειμόνουν καὶ τὸ προστακτικὸν λευχειμόνει, λευχειμονείτω

### λ 143

Λέχος παρὰ τὸ λέχω, τὸ κοιμῶμαι, ἐξ οὗ καὶ ἄλοχος ἡ ὁμόκοιτος· σημαίνει δὲ λέγω τὸ φθέγγομαι καὶ τὸ μετρῶ ἐξ οὗ καὶ ὡρολόγιον

### ε 831

εὐνὴ διαφέρει· λέχος μὲν γάρ ἐστιν ἡ κοίτη· εὐνὴ δὲ ἡ ἐπ’ αὐταῖς στρωμνή. Ὅμηρος, ἔνθα οἱ ἐκθεῖσαι πυκνὸν λέχος, ἐμβάλετ’ εὐνὴν, δέμνια καὶ χλαίνας

### λ 144

Λέων ἔστι δὲ λάω, ὃ σημαίνει τὸ θεωρῶ, ἐξ οὗ καὶ τὸ ἀλαὸς τὸ σημαῖνον τὸν τυφλὸν, οἱονεὶ ὁ ἐστερημένος τοῦ λάειν· ἀπὸ οὖν τοῦ λάω γέγονε λέων, ὀξυδερκὲς δὲ τὸ θηρίον φασὶ γὰρ ὅτι οὐδέποτε καθεύδει ὁ λέων· τοῦτο δὲ ἀπίθανον, οὐκ ἐνδέχεται γάρ τινα ἀεὶ ἐγρηγορέναι, ἀλλ’ ἴσως ὥσπερ ἡ δορκὰς, ἀνεῳγμένους ἔχει ἐν τῷ καθεύδειν τοὺς ὀφθαλμοὺς, τὸν αὐτὸν τροπὸν καὶ ὁ λέων ἐν τῷ καθεύδειν ἀνεῳγμένους ἔχει τοὺς ὦπας· λοιπὸν, ὑπόνοιαν ὁ λέων ἔχει μὴ κα θεύδειν, ἀνεῳγμένους δὲ ἔχει τοὺς ὀφθαλμοὺς, ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων τὸ δέρμα τὸ ἐπικείμενον τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι καὶ οὐ δύναται σκεπάσαι αὐτούς

### λ 145

Λευχείμων ὁ λευκοφόρος, ἐκ τοῦ λευκὸς καὶ τοῦ εἷμα· τὸ ἐντὸς τοῦ ς γραφόμενον, οὐδετέρως γὰρ ἐκφωνεῖται· ὁ δὲ ἱμὰς ἀρσενικῶς, διὰ τὸ ς ἐκκαλούμενος· δεῖται τῆς τοῦ ς προσθήκης· σημαίνει δὲ τὸν λῶρον

### λ 146

Λεωφόρος ἡ πλατεῖα ὁδὸς, ἡ τὸν λαὸν φέρουσα· γίνεται δὲ παρὰ τὸ λαὸς, λεὼς, Ἀττικῶς, καὶ τοῦ φέρω λεωφόρος ὡς καὶ νεωκόρος, ὁ τὸν ναὸν ἐπιμελούμενος, ἐκ τοῦ ναὸς νεὼς, καὶ τοῦ κορῶ τὸ ἐπιμελοῦμαι

### λ 147

Λέα ὁ ἐν τοῖς ἱστοῖς λίθος, ὅτι λίθοις ἐξήρτουν

### λ 148

Λείβω εἰς τὸ ἀπειλημμένη καὶ εἱμαρμένη

### λ 149

Λήγδην εἰς τὸ συλλήβδην

### λ 150

Λήθω λήσω, ὡς παύω παύσω

### λ 151

Λήθαργος λήθαργός τις ὢν, ὁ λήθης ἄλγος ἔχων

### λ 152

Ληνὶς σημαίνει τὴν βάκχην, παρὰ τὸ ληνόν· διὰ τοῦ ἰῶτα γράφεται· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ διὰ τοῦ ι γράφεται

### λ 153

Ληΐδα μερίδα, καὶ λήϊος σιτοφόρος γῆ, ἢ πεδίον

### λ 154

Λήϊον σημαίνει τὸ σιτοφόρον χωρίον, παρὰ τὸ λίαν ἰέναι

### λ 155

Λήϊστροι οἱ ἐκ πραίδας καὶ λῃστείας, ἀπὸ τοῦ ληΐζω· ἀνδρὸς δὲ ψυχὴ οὔτε ληϊστὴ, οὔθ’ ἑλετὴ, οὔτε εὐκλείας λαμβανομένη, φησὶν, οὔτε πάλιν λήπτη, ἐπὰν ἅπαξ φθάσῃ παρελθεῖν τὸ περιβόλαιον τῶν ὀδόντων· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ φυσικὸν πνεῦμα

### λ 156

Ληϊστὴς τινὲς ὅτι καταλεύσεως καὶ λίθων ἄξια πράττει

### λ 157

Λήμη τὸ συνιστάμενον ἐν τῷ ὀφθαλμῷ λευκὸν, ὑγρόν· παρὰ τὸ λάω τὸ βλέπω καὶ τὸ μή

### λ 158

Λήμη ἡ περὶ τοὺς κάνθους τῶν ὀφθαλμῶν πεπηγυῖα σύστασις· γέγονε δὲ παρὰ τὸ λάω, ὃ σημαίνει τὸ βλέπω καὶ τὸ μὴ στερητικὸν καὶ τὴν μὴ ἀπαγόρευσιν, ἐν τῷ τέλει τιθεμένης ὁμοίως τῷ χελώνη, ὅπερ γέγονε παρὰ τὸ κέλω ῥῆμα, ὃ σημαίνει τὸ τρέχω καὶ τὸ νη στερητικὸν μόριον· τὸ οὖν λήμη, ἢ παρὰ τὸ λάω καὶ τὴν μὴ στέρησιν· ἢ παρὰ τὸ λίαν μᾶν ὃ ἔστι ζητεῖν· οἱ γὰρ λημῶντες τοῦ φωτὸς στερούμενοι λίαν ζητοῦσι· ἢ παρὰ τὸ λήθω τὸ λανθάνω, λήθη καὶ λήμη οἱ γὰρ τζιμβλοι οὐ βλέπουσι

### λ 159

λήδαον ἱμάτιον, τὸ πεπαλαιωμένον· ἐκ τοῦ λήθω, τὸ λανθάνω

### λ 160

Ληκύθιον τὸ ἐλαιοδόχον ἀγγεῖον, ἐκ τοῦ ἔλαιον καὶ τοῦ κεύθω τὸ κρύπτω

### λ 161

λῆμμα διαφέρει· λῆμα μὲν τὸ δι’ ἑνὸς μ τὸ παράστημα τῆς τύχης ἢ ἀνδρεία· λῆμμα δὲ τὸ λαμβανόμενον κέρδος διὰ δύο μμ

### λ 162

Λῆμνος εἰ μὲν σημαίνει τὴν πόλιν γράφεται διὰ τοῦ η καὶ κλίνεται Λήμνου· καὶ γίνεται παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ ὕπνος, λάϋπνος καὶ συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς η καὶ πλεονασμῷ τοῦ μ λῆμνος· εἰ δὲ σημαίνει τὴν λίμνην γράφεται διὰ τοῦ ἰῶτα· καὶ γίνεται παρὰ τὸ λίαν μένειν ἐν αὐτῇ τὸ ὕδωρ· κλίνεται δὲ λίμνη λίμνης

### λ 163

Ληνὸς παρὰ τὸ λεαίνεσθαι πατουμένης τῆς σταφυλῆς ἐν αὐτῷ

### λ 164

Ληναίων ὄνομα μηνὸς κατὰ Βοιωτοὺς, κατὰ δὲ Ἴωνας ληλαίων, ὃ ἔστιν ἰαννουάριος· ληναίων δὲ εἴρηται, διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζειν· οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνος ἐστί· οἱ δὲ ληναιῶνα φάσκουσιν αὐτὸν καλεῖσθαι, διὰ τὸ λήναια, ὃ ἔστιν ἔρια

### λ 165

Λῆρος ἡ φλυαρία, ἐκ τοῦ λόγος καὶ τοῦ ῥέω· καὶ εἰς τὸ λέσχη. λιρὸς δὲ ὁ ἀναιδὴς, παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ λίχνοι λίαν ὁρῶσι τὰ κάλλιστα τῶν βρωμάτων· τὸ λι ἰῶτα διάτι; ἐκ τοῦ λίαν· τὰ γὰρ εἰς αν λήγοντα ἐπιῤῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον πέραν, ἄγαν, λίαν

### λ 166

Λῃστρικῶς οἷον, οὐδένι συγχωρῶν· διὰ τὸ αὐλῆς ὑπερβαίνοντι ληστρικῶς τε καὶ ἐπιβούλως, τεχνικῶς κατὰ τὴν ληστείαν

### λ 167

Ληστικὸν μὲν τὸ σύστημα ἄνευ τοῦ ρ, ληστρικὸν δὲ τὸ ὄργανον, οἷον, ξίφος, δόρυ, μετὰ τοῦ ρ

### λ 168

Λῃστὴς παρὰ τὸ λήϊα καὶ σιτοπορούμενα σίτια ἐκκόπτειν καὶ ἁρπάζειν

### λ 169

Λητὼ ἐκ τοῦ λήθω τὸ λανθάνω, ὁ μὲν Πλάτων φησὶ, πράεια γὰρ καὶ πάντας ἑλοῦσα· τὸ δὲ ἥμερον καὶ πράον ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλεμμελημένων ἐμφαίνεται, ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῶ τὸ θέλω, ἐπειδὴ ὃ ἐάν τις θέλῃ, παρ’ αὐτῆς λαμβάνει· τὸ δὲ λῶ σημαίνει τρία, λῶ τὸ θέλω, ἐξ οὗ καὶ Λητὼ, λῶ τὸ ἐπιθυμῶ ἐξ οὗ καὶ λιλῶ, λῶ τὸ βλέπω, ὅπερ ἀπὸ τοῦ λάω γέγονε καὶ λελιημένος

### λ 170

Λητὼ ἡ νὺξ, παρὰ τὸ λήθω τὸ λανθάνω, ἢ παρὰ τὸ λήθην καὶ ἀμνημοσύνην ποιεῖν· ἢ παρὰ τὸ λεληθότως ταύτην διέρχεσθαι· Ἀπολλόδωρος δὲ ἐλεητὼ, ἐλεήμων γὰρ καὶ πραεῖα ἡ θεός

### λ 171

Λιάμαθοι οἱ αἰπόλοι παρὰ τὸ λίαν εἶναι ἀμαθεῖς

### λ 172

Λιβάδην διὰ τὸ λίαν βαδέον εἶναι, ἤγουν εὐδιάβατον· καὶ εἰς τὸ ἀλίβας καὶ ζωννύω

### λ 173

Λίαν ἐπίῤῥημα, ἀντὶ τοῦ πάνυ· καὶ εἰς τὸ λῆρος

### λ 174

λιβανωτὸς διαφέρει. Λίβανος μὲν γὰρ τὸ ὄρος, λιβανωτὸς δὲ τὸ ἀπὸ τοῦ δένδρου δάκρυον

### λ 175

Λίβανος παρὰ τὸ λείβω τὸ σπένδω, τὸ εἰς εὐχὰς καὶ σπονδὰς ἐπιτήδειον, παρὰ τὸ ἐκεῖ νεύειν τὸν λίβαν· ἢ παρὰ τὸ λίαν βαίνειν, ὑψηλὸν γὰρ τὸ ὄρος· ἔστι δὲ καὶ δένδρον

### λ 176

Λιβρὸς ὁ σκοτεινὸς, παρὰ τὸ λίαν ἔρεβος

### λ 177

Λιβρὴν τὴ λίαν ἐρεβέννην· ἢ λιβηρὴν, παρὰ τὴν λιβάδα, διὸ καὶ ἐπίθετόν ἐστι τῆς νυκτὸς, διὰ τὸ ἔνδροσον αὐτῆς

### λ 178

Λιβύη ἡ χώρα, ὡς ἐλλειπὴς ὑετῶν Λιβύη ὠνομάσθη ὑφ’ Ἕλλησιν ἄγνωστα

### λ 179

Λίβανος τινὲς ὅτι λειβόμενος καὶ σπενδόμενος ἀνωφερὴς ἔστι, καὶ ὃν οἱ Ἰουδαῖοι σέβονται· δοκοῦσι γὰρ αὐτὸν ὅλον εἶναι πνεῦμα καὶ θεόν

### λ 180

Λιγνὸς ὁ λεπτὸς, παρὰ τὸ λύγος λυγνὸς καὶ λιγνός

### λ 181

Λιγνοῶδες τὸ ἀσβολῶδες τὸ καπνῶδες· λιγνὺς γὰρ λέγεται ὁ ἀπὸ καιομένων ἐλαιώδων ἀγγείων γινόμενος καρπός· καὶ Ὅμηρος, λιγνῦν αἰθαλόεσσαν· διαφέρει γὰρ παρ’ Ὁμήρῳ καπνὸς καὶ κνίσσα καὶ λιγνὺς καὶ αἰθάλη· λιχνὺς γὰρ ὁ ἀπὸ ἐλαιοδόχων ἀγγείων ἐλαίου καὶ κηροῦ γινόμενος καπνός· καπνὸς δὲ ὁ ἀπὸ ξύλων· κνίσσα δὲ ὁ ἀπὸ κρέων καιομένων καπνός

### λ 182

Λιγὺς καλὸς, ὀξὺς, γλυκὺς, παρὰ τὸ λέγω λέγις καὶ λιγύς· ἢ παρὰ τὸ λίαν ἡδύς· τὸ λι ἰῶτα διάτι; τὰ ἀμφιβαλλόμενα

### λ 183

Λιγύφθογγος σύνθετον ἐκ τοῦ λιγὺς καὶ τοῦ φθόγγος· τὸ γυς ψιλὸν διάτι; τὰ εἰς υς, εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ, διὰ τοῦ υ γράφεται· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλάβην· τὸ θηλυκὸν λίγεια· ᾤδη γάρ ἐστι λίγεια. κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς α θηλυκὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν γινόμενα, εἰ μὲν βαρύνεται τὰ εἰς υς ἀρσενικὰ παροξύνεται τὰ θηλυκὰ, οἷον, πρέσβυς πρεσβεία· εἰ δὲ ὀξύνεται τὰ ἀρσενικὰ προπερισπῶνται τὰ θηλυκὰ, οἷον, ταχεῖα ἐκ τοῦ ταχύς· σεσημείωται τὸ λαχὺς, λάχεια, σημαίνει δὲ τὴν μακρὰν, καὶ λιγὺς λίγεια· περὶ δὲ τοῦ λίγεια ἐστιν εἰπεῖν, ὅτι παράκειται αὐτῷ τῷ λιγῶ, τὸ ὑμνῶ, ἐξ οὗ καὶ λιγαίνω γίνεται, παρὰ τὸ λίαν ἰαίνειν, ἤγουν εὐφραίνειν· καὶ διάτι βαρύνεται τὸ λίγεια; ὅτι ἔχει ῥῆμα παρακείμενον· τὰ γὰρ ἀπὸ ἐνεστώτων παρηγμένα διὰ τοῦ εια θηλυκὰ προπαροξύνεται· οἷον, μήδω μήδεια, θέρω θέρεια, οὕτω καὶ λιγῶ λίγεια· καὶ ἔστι ῥῆμα λιγῶ· ναὶ εὐεπίησαν μελέσσεσιν ἐφ’ ὕμνια ταῦτα λιγαίνει· τοίνυν ἀποδέδεικται εἶναι βαρύτονον· διάτι δὲ προπαροξύνεται τὸ λίγεια καὶ τὸ λάχεια; ἐπειδὴ τὰ εἰς υς ὑπὲρ δύο συλλαβὰς, συστέλλει τὸ υ, οἷον, λεύκοφρυς ἥμισυς, ἀτράφαξυς ἔστι δὲ εἶδος βοτάνης χρυσολαχάνου· οὕτως οὖν ἔλαχυς ὤφειλεν εἶναι· ἀλλ’ ἐπειδὴ τὰ εἰς υς ἔχοντα οὐδέτερον παρασχηματισμὸν παραληγόμενα τῷ α, οἷον, βραδὺς βραδεία, τραχὺς τράχεια, πραῢς πράεια, τούτου χάριν καὶ τὸ ἔλαχυς ὀξύνεται· τὴν οὖν κεχρεωστημένην προπαροξύτονον θηλυκαῖς ἀνεδέξατο· εἰ δὲ τὰ εἰς υς ἀρσενικὰ προπαροξύνεται τὰ θηλυκὰ ὡσαύτως προπαροξύνεται· οἷον, ἥμισυς, ἡμίσεια

### λ 184

Λίθος λίαν θέσις, ἢ παρὰ τὸ λίαν θέειν κατ’ ἀντίφρασιν ὁ μὴ λίαν θέων, ἀλλ’ ἑδραῖος ὤν· τὸ λι ἰῶτα διάτι; τὰ διὰ τοῦ θος ὀνόματα, διὰ τοῦ η γράφεται, πλὴν τοῦ λίθος καὶ πίθος

### λ 185

Λίθος οὐ λέγεται ἀρσενικῶς, ἀλλὰ θηλυκῶς ἡ λίθος

### π 8

πτύον διφορεῖται κατὰ τὴν γραφήν· ὡς ἐκ τοῦ λέχος λέχνος, λέχνον καὶ λέκανον καὶ προσθέσει τοῦ ι λεῖχνον· ἢ παρὰ τὸ λικμᾶν, λίκμον καὶ κατὰ μετάθεσιν τοῦ μ εἰς ν λίκνον· τινὲς δὲ λεῖπον λέγουσι, καταλείπει γὰρ τὰ χρήσιμα, καὶ ἄχυρα ἀποβάλλει

### λ 186

Λιλαίω ἐκ τοῦ λιλῶ· καὶ ὥσπερ ἐκ τοῦ κερῶ γίνεται κεραίω, περῶ περαίω, οὕτω καὶ λιλῶ λιλαίω· κατὰ παραγωγὴν τὸ λιλῶ ἐκ τοῦ λῶ τὸ θέλω, κατ’ ἀναδιπλασιασμόν· τὸ λαι διφθόγγῳ διάτι; τὰ εἰς α λήγοντα ῥήματα, μὴ ἐπιδεχόμενα συναίρεσιν ἐπὶ δευτέρου καὶ τρίτου προσώπου, διὰ τῆς αι διφθόγγου γράφεται· οἷον, παίω καὶ τὰ ὅμοια· σημαίνει δὲ τὸ ἐπιθυμῶ

### λ 187

Λιμνώρεια ἐκ τοῦ ὄρος καὶ τοῦ λίμνη

### λ 188

Λιμβὸς παρὰ τὸ λίαν καὶ τὴν βάσιν, ἤγουν τὴν τροφήν· ὡς σφόδρα περὶ ταύτην ἔχων

### λ 189

Λιμὴν διὰ τὸ λίαν μένειν ἀχειμάστως ἐν αὐτῷ τὰ πλοῖα

### λ 190

Λιμὴν παρὰ τὸ λεῖον αὐτὸν διαμένειν ἤγουν πραῢν, καὶ μὴ πρὸς ἀτάκτους φορὰς ῥευμάτων καὶ κυμάτων, τὰ πολλὰ ἀντεγείρεσθαι

### λ 191

Λίμνη ἡ συναγωγὴ τῶν ὑδάτων· εἴτε παρὰ τὸ λείβειν, εἴτε παρὰ τὸ λίαν μένειν ἐν αὐτῷ τὰ πλοῖα, ὃ καὶ μᾶλλον στάσιμον τὸ ὕδωρ τῶν λίμνων

### λ 192

Λιμητανέων τὰ ἐν ταῖς ἐσχάταις φρούρια· λίμητα Ῥωμαῖοι καλοῦσι τὰς κλησούρας

### λ 193

Λιμὸς ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ὅτι λείψις ἐστὶ τῶν ἐπιτηδείων· ἀλλ’ ἀπὸ τοῦ λιμπάνω γέγονε διὰ τοῦ ἰῶτα

### λ 194

Λοιμὸς διὰ τὸ φθείρειν, παρὰ τὸ λείπω, λέλοιπα λοιπὸς καὶ λοιμός

### λ 195

Λιμὸς λοιμοῦ διαφέρει· λιμὸς γὰρ ἐστὶν ἔνδεια τῶν ἀναγκαίων, λοιμὸς δὲ πάθος θανάσιμον λοιμοῦ παρακο λοθοῦντος· καὶ Δωριεῖς μὲν ἡ λιμὸς, Ἀθηναῖοι δὲ ὁ λιμός· ἔδει δὲ διὰ τῆς οι διφθόγγου, ἀπὸ γὰρ τοῦ λείπω ἐστὶ· καὶ ἐπειδὴ ἔνδειαν σημαίνει τῶν ἀναγκαίων, τούτου χάριν ἔνδειαν φωνῆς ἀνεδέξατο. ὥσπερ καὶ χιράδες αἱ τῶν χειρῶν ῥαγάδες· τὸ γὰρ ἔχον ῥαγάδας, οὐκ ἔστιν ὁλόκληρον, εἰ καὶ ἀπὸ τοῦ χεῖρ ἐγένετο· ὅμως κατὰ τοῦτο διὰ τοῦ ἰῶτα γράφεται

### λ 196

Λιπανάτω ἐκ τοῦ λιπαίνω λιπανῶ ὁ μέλλων, καὶ ὁ β ἀόριστος ἐλίπανον, τὸ προστακτικὸν λίπανε, τοῦ δευτέρου ἀορίστου τὸ τρίτον λιπανάτω

### λ 197

Λιπαρῇσιν ἀπὸ τοῦ λιπαίνω γίνεται λιπαρός· τὰ γὰρ εἰς ναι ἀπαρέμφατα ποιοῦσιν εἰς ρος ὀνόματα ἰσοσύλλαβα τοῖς ῥήμασι, καὶ ἢ τῷ α παραλήγει ἢ τῷ ε. μιάναι μιαρὸς, χλιάναι χλιαρὸς, θλιβῆναι θλιβερὸς, στυγῆναι στυγερὸς, μυσάναι μυσαρὸς, τακῆναι τακερὸς, λιπάναι λιπαρός

### λ 198

Λιρὸς σημαίνει τὸν ἀναιδῆ, παρὰ τὸ λίαν ὁρᾷν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν τὰ κάλλιστα τῶν βρωμάτων

### λ 199

Λίτρα διὰ τοῦ ἰῶτα· εὕρηται γὰρ ἐν συστολῇ παρὰ τοῖς Δωριεῦσι. λίτρα δέ ἐστι νόμισμα παρὰ Σικελιώταις, ὅπερ ἰσοδυναμεῖ τῷ ὀβολῷ

### λ 200

Λιπαρεῖν σημαίνει τὸ παρακαλεῖν, παρὰ τὸ λίαν παρεῖναι καὶ προσεγκεῖσθαι

### λ 201

Λιποτακτεῖν τὴν τάξιν καταλιμπάνειν· κυρίως δὲ ἐπὶ στρατιώτων φυγοπολέμων

### λ 202

Λιπερνήταις Ἀριστόξενος λιπερνήτας φησὶ τοὺς ἁλιεῖς καὶ θαλασσίους, ἀπὸ τοῦ τῆς ἁλὸς διαπιπράσκειν καὶ ζῇν· τινὲς δὲ λιπερνήται οἱ λιπαίνοντες τὸ βλάστημα τοῦ ἄνθους τοῦ πλούθου. λέγεται δὲ καὶ ἀλιπερνῆτες

### λ 203

Λῖπος παρὰ τὸ λίαν καὶ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν· τὸ λίον πῖον καὶ εὐδιάλυτον· τὸ λι ἰῶτα. συνεσταλμένη γάρ ἐστιν ἡ λι συλλαβή

### λ 204

Λίσσομαι παρὰ τὸ λίαν ἵζω· τὸ θέμα λίσσω, ὁ μέλλων λίσω· ἢ παρὰ τὸ λιτῶ τὸ παρακαλῶ· ἢ ὡς φησί τινες, ἀπὸ μέλλοντος παρήχθη εἰς ἐνεστῶτα, καὶ ἐγένετο λίσω, καὶ πλεονασμῷ τοῦ ἑτέρου ς λίσσω, λίσσομαι

### λ 205

Λὶς ὁ λέων, παρὰ τὸ λίαν ἐπίῤῥημα, ὁ λίαν βλέπων, διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς ις κοινολεκτούμενα ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, οἷον πάρις, θέτις, ὄφις, κὶς, σημαίνει δὲ τὸν σκώληκα, ῥὶς, θὶς, οὕτω καὶ λίς· χωρὶς τοῦ κλεὶς καὶ ἀντήρεις· εἰ δέ που εὑρεθῆ διὰ τοῦ νος, διὰ τῆς ει διφθόγγου γράφεται, διότι ἔχει ἀναφαινόμενον ἐν τῇ γενικῇ, οἷον εἷς ἑνὸς, κτεὶς κτενὸς, οὐδεὶς οὐδενὸς, χαρίεις χαρίεντος

### λ 206

Λισγάριον σκαφείδιον, καὶ σκαφεῖον

### λ 207

Λιτανεύω παρὰ τὸ λιτὴ, τοῦτο παρὰ τὸ λίσσω τὸ ἱκετεύω, τοῦτο παρὰ τὸ λίαν καὶ τὸ ἵζω τὸ καθέζομαι

### λ 208

Λιτὸν σημαίνει τὸν εὐτελῆ καὶ τὸν ἀποίκιλον χιτῶνα, καὶ τὸν πένητα

### λ 209

Λίταργος ὁ ταχὺς, παρὰ τὸ λίαν ἀργὸν εἶναι, ἤγουν ταχύν

### λ 210

Λιχμώμενος παρὰ τὸ λείχω τὸ ἀποσπογγίζω, ἀπὸ τοῦ λικμάω λικμῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, ἀπὸ τοῦ λείχω πλεονασμῷ τοῦ μ λικμῶ· τὸ λι ἰῶτα διάτι; ἐπειδὴ ἅπαντα ἀκολουθοῦσι τὰ παράγωγα τοῖς πρωτοτύποις

### λ 211

Λίχνοι οἱ πολυπράγμονες, καὶ ὀψοφάγοι, ἢ λαίμαργοι, παρὰ τὸ λίαν χαίνειν

### λ 212

Λὶψ σημαίνει τὸν ἄνεμον καὶ ἥτταν, ὅτι λείβει, ἤγουν στάζει, καὶ βρέχει, ἢ παρὰ τὸ λείπω λείψω, λείβω λείψω

### λ 213

Λίσφοι τὰ ἰσχία, οἱ Ἀττικοὶ, παρὰ τὸ λείπειν αὐτὰ σαρκῶν· δύναται δὲ καὶ λεσφοὶ λεῖοι εἶναι μετὰ τὴν ὀσφύν

### λ 214

Λοβὸς ἐκ τοῦ λείβω τὸ στάζω· λοβοὶ λέγονται τὰ κατώτερα μέρη τῶν ὤτων· καὶ Ὅμηρος εὐτρήτοισι λοβοῖσι. λέγεται δὲ καὶ ἀγγεῖον ἐρεβίνθου καὶ κυάμου. παρὰ τοῖς θητικοῖς λέγεται τὰ κατώτερα μέρη τοῦ ἥπατος

### λ 215

Λοβὸς οὗ ἐστι λαβέσθαι, οἷον, ἐπὶ μὲν ἀνθρώπου τὸ ἄκρον τοῦ ὦτος κατ’ ἐξοχὴν, ὁ μὴ ὀστώδης τόπος· ἔστι δὲ ἀλεκτρυόνων λείαφος, οἱονεὶ ἔλιος κατὰ τὴν ἀφήν

### λ 216

Λογγῶνες ἐν Συρακούσαις λιμένες εἰσι διττοί· λογγῶνες δὲ καλοῦνται, οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, οὓς τρυποῦσιν, ἵν’ ἐξαρτῶσιν ἐξ αὐταῖς τὰ σχοινία τῶν νεῶν· τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ἔλεγον

### λ 217

Λογεῖον σημαίνει δὲ εἶδος κρατῆρος, καὶ τὸν τόπον τοῦ θεάτρου. ὥσπερ γὰρ ἀπὸ τοῦ αἰδῶ αἰδοῖον, κείρα κειρεῖον, σκάφη σκαφεῖον, γραφὴ γραφεῖον, οὕτω καὶ ἀπὸ τοῦ λέγω λεγεῖον· διὰ διφθόγγου· καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ειον παραγόμενα, καὶ προπερισπᾶται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται. αἰδῶ αἰδοῖον· ἀγγεῖον ἐκ τοῦ ἄγω, οὕτως οὖν καὶ λέγω λογεῖον

### λ 218

Λογικὸς εἰς τὸ ἐμπειρικός

### λ 219

Λογὰς ἡ ἐκλογὴ, καὶ λογία ὁμοίως· σημαίνει δὲ καὶ συλλογὰς καὶ καρποφορίας

### λ 220

Λόγος βαρύνεται. τὰ γὰρ εἰς ος δισύλλαβα δίβραχα, ἀπὸ ῥήματος γινόμενα, βαρύνεται, οἷον, ψόγος, μόγος ὃ σημαίνει τὴν κακοπάθειαν, ἐξ οὗ καὶ τὸ μογεῖν τὸ κακοπαθεῖν λέγεται· καὶ ἤτοι ὅμοιον

### λ 221

Λόγος ποιήσεως διαφέρει· λόγος μὲν γάρ ἐστιν ἡ δίχα μέτρου σύνταξις· ποίησις δὲ ἡ ἔμμετρος σύνθεσις· ἡ μέτρῳ κοσμημένη, ὡς ὁ Ὅμηρος

### λ 222

Λόγος παρὰ τὸ λέγω λόγος· σημαίνει ἕπτα· λόγος ὁ ἐνδιάθετος λογισμὸς, καθὸ λογικοὶ καὶ διανοητικοὶ ἐσμὲν· λόγος λέγεται καὶ ἡ φροντὶς, ὣς ὅταν λέγωμεν, οὐκ ἐστι λόγου ἄξιος· οὐ ποιοῦμεν αὐτοῦ λόγον· λόγος λέγεται καὶ ὁ ἀπολογαρισμὸς, ὡς ὁ ἡγεμὼν πρὸς τοὺς ἑαυτοὺς ἐπιτρόπους λόγον ἔχει· λόγος λέγεται καὶ ἡ ἀπολογία· ὡς τὸ ἔδωκε περὶ τούτου λόγον· λόγος λέγεται καὶ ὁ καθόλου περιέχων ἐν ἑαυτῷ πᾶσαν λέξιν. σημαίνει δὲ καὶ πᾶν μέρος λόγου, ἤτοι, ὄνομα, ῥῆμα καὶ τὰ λοιπά· λόγος λέγεται καὶ ὁ ὦρος, ὡς ὅταν λέγωμεν, ἄποδος τὸν τοῦ ζώου λόγον, οἷον, οὐσία, ἔμψυχος, αἰσθητική· λόγος λέγεται καὶ ἡ αὐτοτελὴς τῶν λέξεων παράθεσις, τουτ’ἔστιν ὁ κατὰ σύνταξιν λόγος

### λ 223

Λογογράφος λογοποίου διαφέρει· λογογράφος μέν ἐστιν, ὁ τοὺς διακονικοὺς λόγους γράφων· λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς

### λ 224

Λογγούβαρδος παρὰ τὸ λόγγου κατὰ Ῥωμαίους καὶ σημαίνει τὸ μακρὺ, καὶ τὸ βάρβα, τὸ γένειον· ἐξ οὗ καὶ βαρβάτος, ἐκ τούτου γίνεται Λογγούβαρδος, ὁ μακρὺ ἔχων γένειον

### λ 225

Λοιγὸς ὁ ὄλεθρος, παρὰ τὸ λείπω λοιπὸς καὶ λοιγός· λεῖψιν γὰρ τῶν ἀνθρώπων ἐργάζεται

### λ 226

Λιτὸς ὁ πένης καὶ δημότης· ἢ ὁ ἐκ λιτανείας ζῶν· ἢ ὁ ἐπὶ γῆς τιμώμενος, λιτὴ γὰρ ἡ γῆ

### λ 227

Λοίδορος παρὰ τὸ λόγος καὶ τὸ δόρυ γίνεται λοίδορος, ὡς ὁ δόρατα λόγους πέμπων· λοίδορος διὰ τῆς οι διφθόγγου, οὐχ ὡς τινὲς ἐπλανήθησαν, παρὰ τὸ δῶρον λύειν τῆς ἀγάπης· λογοορῶν τις ὢν, τουτ’ἔστιν ὁ τοὺς λόγους ταράσσων· πλεονασμῷ τοῦ ι

### λ 228

Λοιδορία ὕβρεως διαφέρει, ἡ μὲν γὰρ λοιδωρία γλώσσης ἔστι μόνον ἀτιμία· ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπαισχυνομένην τῶν ὑβριζομένων ἐπίνοιαν ἔχειν

### λ 229

Λόπος τὸ λεπτὸν τοῦ κρομμύου

### λ 230

Λουκᾶς Ῥωμαῖον τὸ ὄνομα, οὐχὶ δὲ Ἑλληνικόν· ἄλλοι δὲ λέγουσιν, ὅτι ἀπὸ τοῦ λευκὸς γέγονε, Λευκᾶς καὶ Λουκᾶς

### λ 231

Λουτρὸν ἔστι λύω, τὸ σημαῖνον τὸ καθαίρω, οὗ ὁ μέλλων λύσω, ὁ παρακείμενος λέλυκα, ὁ παθητικὸς λέλυμαι, καὶ ἐξ αὐτοῦ λῦμα τὸ καθάρσιον, ὡς Ὅμηρος· οἱ δ’ ἀπελυμαίνοντο· καὶ ἐκ τοῦ λῦμα γίνεται λυμαίνω τὸ καθαίρω· ἐκ δὲ τοῦ λύω κατὰ πλεονασμὸν τοῦ ο λούω, ὁ μέλλων λούσω, ὁ παρακείμενος λέλουκα, ὁ παθητικὸς, λέλουμαι τὸ τρίτον λέλουται, καὶ ἐξ αὐτοῦ λουτὸν καὶ πλεονασμῷ τοῦ ρ λουτρὸν, τὸ λῦον τὴν τρῶσιν

### λ 232

Λουτρὸν βαλάνειον καὶ λοετρόν

### λ 233

Λουτρὰ τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥῦπος· λύματα πάντα καθῇραν

### λ 234

Λόφος ὁ ὑψηλὸς τοῦ ὄρους τόπος· παρὰ τὸ λέπω τὸ λεπτύνω· ἔνθεν καὶ λόπος, τὸ τοῦ κρομμύου λεπτόν· καὶ λόφος τὸ τῆς περικεφαλαίας

### λ 235

Λόφος σημαίνει τρία· τὸν τράχηλον, ἐξ οὗ καὶ τὸ ἐλόφησαν, ἀπὸ μεταφορᾶς τῶν βοῶν τῶν ἀναπαυομένων ἐν τῷ λόφῳ, ἡνίκα ἀνεθῶσι τοῦ ζυγοῦ· γίνεται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω λόπος καὶ λόφος, ἀπὸ μεταφορᾶς τῶν βοῶν, τοῦτο γὰρ τὸ μέρος πρῶτον πάντων ἀπέρχεται, λεπίζειν καὶ ἐκδείρειν τὰ ζῶα. σημαίνει δὲ καὶ τὸ ἐπανάστημα τῆς περικεφαλαίας· σημαίνει δὲ καὶ τὸ ὄρος

### λ 236

Λοχᾷν τουτ’ἔστιν ἐνεδρεύειν

### λ 237

Λοχαγὸς ἡγούμενος, ὁ τοῦ λόχου ἄρχων, ἤγουν τῆς τάξεως

### λ 238

Λοχευομένων ἐκ τοῦ λοχεύω τὸ γεννῶ, τοῦτο παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην

### λ 239

Λόχμη θάμνος, ὕλη, σύνδενδρος τόπος, παρὰ τὸ λοχᾷν ἐν αὐτῷ, τουτ’ἔστιν ἐνεδρεύειν· ἔστι οὖν λοχῶ, λόχη, καὶ πλεονασμῷ τοῦ μ λόχμη· συντάσσεται αἰτιατικῇ

### λ 240

Λόχος ἡ ἔνεδρα, παρὰ τὸ λέγω τὸ ἐπιλέγομαι, ἐξ οὗ καὶ ἐπίλεκτος· ὅτι τοιοῦτοι ἐπίλεκτοι ἐπελέγοντο εἰς τὰς ἐνέδρας

### λ 241

Λοχῶ τὸ ἐνεδρεύω, ἐξ οὗ καὶ λόχος ἡ ἔνεδρα· καὶ λόχμος ὁ σύμφυτος τόπος· καὶ λοχία διὰ τοῦ ἰῶτα· καὶ λοχῶ τὸ τίκτω, ἐξ οὗ καὶ λόχος ὁ τόπος, καὶ λοχεία, διὰ τῆς ει διφθόγγου

### λ 242

Λοξίας λόξην τὴν ἡῶ, ἤγουν τὴν φωνὴν ἔχων

### λ 243

Λυμαντικὸν λοιμικὴ δὲ νόσος, καὶ λυμικὸν, καὶ εἰς τὸ ἐλυμῄνατο

### λ 244

Λύμη ἡ φθορὰ, ἐκ τοῦ λύω λύσω, ἐξ οὗ καὶ γράφεται διὰ τοῦ υ ψιλοῦ· βαρύνεται· τὰ εἰς μη καθαρὰ δισύλλαβα, φύσει μακρᾷ παραληγόμενα ὀξύνονται καὶ βαρύνονται, οἷον, μνήμη· καὶ τὰ ἔχοντα πρὸ τοῦ ν τὸ η, εἰ καὶ ὑπὲρ δύο συλλαβὰς ᾦσι, διὰ τὸ νοσήνη, φιλήνη· καὶ καθόλου ὁποῖα ὑπάρχει φύσει μακρὰ, οἷον, μυκήμη, λύμη. σεσημείωται τὸ τιμὴ ὀξυνόμενον, ὡς προσηγορικόν· καὶ εἰς τὸ ἐλυμῄνατο καὶ λελυμασμένος

### λ 245

Λόχος ἡ ἔνεδρα· ἤτοι ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς τοῦτον ἐνθετεῖν, ἢ ἀπὸ τοῦ λέξασθαι, ὃ πολλὰ σημαίνει· καὶ ἀριθμηθῆναι, καὶ καθευδῆσαι καὶ ἐπιλέκτους εἶναι· ὡς ἓν καὶ τὸ διαλέξασθαι, ὅτι οἱ τοιοῦτοι ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέδρας· εἰ γὰρ νῦν παρὰ νηῦσι λεγώμεθα πάντες ἄριστοι εἰς λόχον, ἢ ὡς λέχεις ἔχειν ἀνακρινομένους, ἵνα ἀθεώρητοι ὦσι. ὡς ἄρα φωνήσαντε, πάρεξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην

### λ 246

Λύγος τὸ σκότος, οὐδέτερον· ἀπὸ τοῦ λύειν τὴν αὐγήν· καὶ τὸ κατακρύπτεσθαι ὑπολυγίζεσθαι λέγεται

### λ 247

Λυκόφως τινὲς λυκόφως τὸ σκοτεινόν· λυγαῖον, γὰρ τὸ σκοτεινὸν, οἷον, διαλυόμενον φαὸς, ἢ αὐγὴ διαλυθεῖσα. τινὲς δὲ ἀπὸ τῶν ἀλόγων ζώων τῶν λύκων· ὀξυδερκὲς γὰρ τὸ ζῶον· διὸ καὶ ἑρμῇ αὐτὸ ἀναπτύσουσιν· ἀλλὰ καὶ ὁ ὑρὸς αὐτοῦ αὐτόλυκος, καὶ λυκεὺς ἔβλεπε· τὸ δὲ ἐν τῇ πυγμῇ λυγίζειν παρὰ τὸ φυτόν· μαλακὸν γὰρ καὶ εὐκαμπές, καὶ εὔτονον

### λ 248

Λύμη φθορὰ, λυμέων φθορεὺς, ὄλεθρος

### λ 249

Λυγμὸς ὁ θρῆνος, καὶ λυγμὴ ἡ κραυγή

### λ 250

Λύθρος ἡ ἀκαθαρσία· κυρίως δὲ τὸ μετὰ κόνεως αἷμα· παρὰ τὸ λύματα καὶ καθάρματα δεῖσθαι

### λ 251

Λυκάων Λυκάωνος, ὄνομα κύριον, υἱὸς Πινδάρου· ὁ κανών· τὰ εἰς ων βαρύτονα διχρόνῳ ἐκτεταμένῳ παραληγόμενα

### λ 252

Λύκος παρὰ τὸ λίαν κακός· ἢ λύειν κακῶς τὴν ποίμνην ἢ φαγεῖν πολλά

### λ 253

Λύη ἡ στάσις, παρὰ τὸ λυθῆναι τὴν ὁμόνοιαν· ἔνθεν καὶ ἀστασίαστος ὄχλος καὶ δῆμος καλεῖται τὸ σκοτεινόν

### θ 275

θρύπτεσθαι διαφέρει· λυγίζειν μὲν γάρ ἐστι τὸ τεχνικῶς ὀρχεῖσθαι καὶ θρύπτεσθαι· εἶτα τοῖς μέλεσι καὶ τῇ φωνῇ κατακλώμενος ἀκκίζεσθαι. θρύπτεσθαι δέ ἐστι, τὸ ἄνευ φωνῆς καὶ τέχνης ἀκκίζεσθαί τε καὶ κατακλᾶσθαι τοῖς τοῦ σώματος μέλεσιν· εἴρηται δὲ τὸ λυγίζειν ἀπὸ τοῦ λύγου· λύγος δέ ἐστι παροξυτόνως, τὸ ἱμαντῶδες φυτὸν, ὁ γοῦν λυγίζων στρέφεται ὡς καὶ τὸ φυτὸν, καὶ ἀκκιζόμενός τε καὶ θρυπτόμενος· εὔδηλον δὲ ὡς ὀξυτονούμενον τὸ λυγὸς ὄνομα, σημαίνει ποιητικῶς τὸν ὄλεθρον· τὸ δὲ ἐν τῇ πυγμῇ λυγίζειν παρὰ τὸ φυτὸν, μαλακὸν γὰρ καὶ εὐκαμπὲς καὶ εὔτονον

### λ 254

Λυκάβας ὁ ἐνιαυτός· εἴρηται δὲ ἀπὸ τοῦ λυγέως βαίνειν, ὅ ἔστι σκοτεινῶς· ἀοράτως γὰρ καὶ λελυθότως ὁ χρόνος διέρχεται

### λ 255

Λύματα καθάρματα, αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνα ἐκῥύσεις

### λ 256

Λύπη παρὰ τὸ λύειν τοῖς δάκρυσι τοὺς ὦπας, ἤγουν τοὺς ὀφθαλμούς

### λ 257

Λύπη λῦσις τις οὖσα ψυχῆς· καί τι μετέχει ἐκ τοῦ λύω; λῦσις γὰρ τῆς ψυχῆς τὸ πάθος, λυπηρὸν γάρ· καὶ εἰς τὸ ἄχος

### λ 258

Λύπη παρὰ τὸ λύω λύη καὶ πλεονασμῷ τοῦ π λύπη

### λ 259

Λύκειον ἔστι δὲ πόλις Θετταλίας, ἔνθα λύκος ἐπιὼν ἐπὶ τοῖς τοῦ Πήλεως βουσὶν ἀπελιθώτη· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, οἷον, Λαύρειον, ἐστι δὲ τόπος τῆς Ἀττικῆς, ποιῶν μέταλλον· λάγειον, οὕτω δὲ λέγεται τὸ ἱπποδρόμιον Ἀλεξάνδρου, ἀπὸ λαγοῦ τινός. Χλούνειον καὶ αὐτὸ τόπος ἐν Αἰτωλίᾳ, ἔνθα ὁ Χλούνης διέτριβεν· οὕτω καὶ Λύκειον

### λ 260

Λύρα παρὰ τὸ λύω, λύσω, λύρα· ἐδόθη γὰρ τῷ Ἀπόλλωνι παρ’ Ἑρμοῦ, ὑπὲρ ὧν ἔβλεψε τὰς βοῦς αὐτοῦ λύτρα τις οὖσα, ἢ παρὰ τὸ λύειν τὴν ἀράν· ἐκ τούτου λυρικὴ ἡ αὐτὴ, καὶ κιννύρα

### λ 261

Λυσιτελὴς σημαίνει τὸ εὔκολον ὄντα, καὶ μὴ στραγγαλιώδη, καὶ γίνεται παρὰ τὸ λύω λύσω καὶ τὸ τέλος

### λ 262

Λύχνος παρὰ τὸ λύειν τὸ νύχος τουτ’ἔστι τὸ σκότος

### λ 263

Λυχνίον λυχνοὺ διαφέρει· λυχνιὸν μὲν γάρ ἐστιν ἡ λυχνία· λύχνος δὲ ὁ φανὸς, καὶ λυχνοῦργος ὁ λυπηρός

### λ 264

Λύτρα ὁ μισθός· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας, ἐπὶ τὸ λυτρώσασθαι ἀπὸ βαρβάρων, ἢ ἑτέρας κακῆς δουλείας

### λ 265

Λύσσα ἡ μανία, ὀργὴ, χόλος καὶ μῆνις· εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν

### λ 266

Λύτρωσις παρὰ τὸ λυτρῶ· τοῦτο παρὰ τὸ λύω τὸ ἀγοράζω

### λ 267

Λωβὸς ὁ κελεφὸς ἐκ τοῦ λαὸς καὶ τοῦ βοὴ γίνεται λαοβὴ καὶ λωβὴ καὶ λωβός

### λ 268

Λωβήσαιο παρὰ τὸ λωβῶ, πρώτης συζυγίας τῶν περισπωμένων, μέσου ἀορίστου πρώτου παθητικοῦ εὐκτικοῦ· τοῦτο παρὰ τὸ λωβὴ, τοῦτο παρὰ τὸ λῶ τὸ θέλω, κατ’ ἀντίφρασιν, ὃν οὐδεὶς θέλει· τοῦτο ἀπὸ μεταφορᾶς τῶν ἠκρωτηριασμένων· ἐπειδὴ οἱ παλαιοὶ τοὺς ἔν τισιν ἀτοπήμασιν ἀλῶντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον· ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν ἶρον· καὶ ταῦτα ὁ Ὠρίων· ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι ἐκ τοῦ λαβή ἐστιν, ὃ σημαίνει τὸ ξίφος· ἐξ αὐτοῦ γὰρ λάβη, καὶ τὸ α τρέπει εἰς ω· ὡς ἐμάθομεν, φάρος φαριαμὸς καὶ φωριαμὸς, καὶ γίνεται λώβη καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς βη λήγοντα δισύλλαβα φύσει μακρᾷ παραλήγεται, ὑπεσταλμένης τῆς οι διφθόγγου, βαρύνεται· βήβη, ἥβη, στίβη, σημαίνει δὲ τὸν ὀρθρινὸν παγετόν· λώβη· τὸ δὲ λαβὴ ὀξύτονον· ἐπειδὴ τὰ εἰς βη λήγοντα κυρίως βαρύνεσθαι θέλουσιν· εἰ μέντοι ῥηματικὰ ὑπάρχει ἢ προσηγορικὰ ὀξύνεσθαι θέλουσιν· τοῦ μὲν προτέρου παραδείγματος φοίβη, βλάβη, Βοίβη κύριον ὄνομα βαρύνεται· τὸ μέντοι λαβὴ καὶ στιλβὴ καὶ λοιβὴ ὀξύνεται, ῥηματικὰ ὑπάρχοντα καὶ προσηγορικά. σεσημείωται τὸ λώβη καὶ βλάβη· λώβη δὲ τὸ λω μέγα· κανὼν γὰρ ἔστιν ὁ λέγων· τὰ εἰς βη λήγοντα δισύλλαβα βαρύτονα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον ἥβη, θήβη, στίβη· μὴ μ’ ἄμυδις στίβη τὲ κακὴ καὶ θῆλυς ἐέρση

### λ 269

Λώβη ἡ βλάβη, κυρίως ἐπὶ τῶν ἠκρωτηριασμένων· ἀπέτεμνον γὰρ τοὺς λόβους καὶ τὰ ἄκρα τῶν ῥινῶν· καὶ λώβη ἡ ὕβρις, οἷον, λωβοὴ ἐπὶ κακῷ περιβόητος πᾶσιν

### λ 270

Λώϊον κρεῖσσον βέλτιον, γίνεται παρὰ τὸ λῶ τὸ θέλω, ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον τοῦτο καὶ θέλει· καὶ τὸ συγκριτικὸν λῴων, ὡς πλείων, ῥᾴων· καὶ ὄνομα λώϊον

### λ 271

Λωπίζω τὸ ἐκδύω, ἐξ οὗ καὶ λωποδύτης ὁ κλέπτης, ὁ τοῦ νεκροῦ τὸ ἱμάτιον ἀφελόμενος

### λ 272

Λωπὸς τὸ ἱμάτιον τοῦ νεκροῦ, ἀναλογεῖ γὰρ τῇ λωπίᾳ, τῷ δέρματι

### λ 273

Λῷστοι βέλτιστοι, ἠγαπημένοι, πεποθημένοι· ἔστι δὲ ὄνομα ὑπερθετικὸν ἀπὸ τοῦ λῶος τὸ ὑπερθετικὸν λῷστος· τοῦτο παρὰ τὸ λῶ τὸ θέλω· τὸ γὰρ καλὸν πάντες θέλουσι

### λ 274

Λωφήσω τὸ καταπαύσω· λόφος δὲ τὸ ἐπανάστημα

### λ 275

Λωποδύτης παρὰ τὸ ἀποδύειν τὸ λῶπος, ὃ ἔστι τὸ ἱμάτιον τοῦ νεκροῦ κατὰ Ἀθήνας

### λ 276

Λωφῆσαι ἔστι δὲ ἡ λέξις μεταφορικὴ, ἀπὸ τῶν βοῶν τῶν ὑπὸ λόφον ἀναπαυομένων ἡνίκα ἀνεθῶσι τοῦ ζυγοῦ· ἐκ τούτου οὖν γίνεται λωφῶ ῥῆμα, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω· ἰστέον δὲ ὅτι τὸ λωφεῖν λέγεται πρώτης συζυγίας τῶν περισπωμένων· μετελώφιον γὰρ φησὶν Ἀπολλώνιος ὁ ποιητὴς ἀντὶ τοῦ μετελώφουν, καὶ μετὰ τὸν πόνον ἀνεπαύοντο, ὅθεν δῆλον ὅτι πρώτης συζυγίας τῶν περισπωμένων ἔστι

### λ 277

Λωφήσασα παυσαμένη, λήξασα· κυρίως δὲ λωφῆσαι τὸ ἀποπαύσασθαι περὶ τὸν λόφον, ἀπὸ τῶν ὑποζυγίων, τῶν ἀπὸ τῶν ἔργων ἀπολυομένων καὶ ὑπὸ λόφων παυσαμένων. συντάσσεται μετὰ αἰτιατικῆς

### λ 278

Λωφήσω τὸ καταπαύσω· λόφος δὲ τὸ ἐπανάστημα μικρὸν, ἐκ τοῦ λεύω τὸ βλέπω

### λ 279

Λύσσα ἡ μανία· παρὰ τὴν λύσιν τῶν κατὰ τὴν ψυχὴν λογισμῶν καὶ τοῦ πάλαι τῶν φρενῶν καταστήματος· ἢ παρὰ τὸ ἀφέτους εἶναι τοὺς κατεχομένους ὑπ’ αὐτῆς. Τέλος τοῦ Λ στοιχείου. ΑΡΧΗ ΤΟΥ Μ ΣΤΟΙΧΕΙΟΥ

### μ 5

Μαγγανεῖα στρεβλότης· ἢ μαγγανεία, ἐκ τοῦ μαγγανεύω τοῦτο παρὰ τὸ μάγγανον, τοῦτο παρὰ τὸ ἄγω, ἄγγανον καὶ μάγγανον

### μ 6

Μάγειρος διὰ τὸ τὰ μάγματα ἀγείρειν· μάγμα γὰρ ἡ ἄρτυσις, ἀγείρειν δὲ τὸ ποιεῖν

### μ 7

Μάγειρος ὡς ὄνειρος, πέπειρος, αἴγειρος· καὶ φασὶ γενέσθαι παρὰ τὸ μάσσειν. Ἀλεξίων δὲ φησὶ, ἢ ὅτι μαγεία τίς ἐστιν ἡ ἄρτυσις τῶν ἐψημάτων· ἢ ἐπειδὴ εἰς μίαν αὐτὰ συγκόπτει· ῥηματικὸς γὰρ ὁ χαρακτὴρ καὶ ἁρμόζει τῷ μάσσω ῥήματι· Φιλόξενος δὲ λέγει, ὅτι παρ’ Αἰολεῦσιν ἡ γραφὴ διὰ τοῦ ἰῶτα ἔστι, μάγιρος

### μ 8

Μαγίρες παρὰ τὸ τοῖς Ἄραψι μαγὶς τὸ σκουτάριον· καὶ λέγονται δὲ μαγίδες μάζαι, τουτ’ἔστιν ἄρτοι, ἃς καταφέρουσιν οἱ εἰς τροφονίου κατιόντες

### μ 9

Μαγὶς ἡ τραπέζα, ἔνθα τὰ μεμαγνευμένα

### μ 10

Μαγκίπες Ῥωμαϊστὶ οἱ τεχνίται τοῦ ἄρτου

### μ 11

Μαγεία ἡ κατασκευὴ τῶν ὁμοιωμάτων, καὶ ἡ ἄρτυσις τῶν ἐψημάτων

### μ 12

Μαγὰς σανὶς τετράγωνος, ὑπόκροφος, δεχομένη ἐφ’ ἑαυτοῦ τὰς νευρὰς καὶ ἐκτελοῦσα τὸν φθόγγον

### μ 13

Μάγος παρὰ τὸ μάσσω τὸ μαλάσσω, ὁ διὰ τῶν μαλακτικῶν αὐτοῦ, καὶ μαγικῶν ἐμπλάστων τὰ μέλλοντα προλέγων· ἢ παρὰ τὸ ἄγος, ὃ σημαίνει τὸν ῥυπαρὸν, ἄγος καὶ μάγος, ὁ μισητὸς καὶ ῥυπαρὸς παρὰ ἀνθρώποις· τὸ δὲ μάγος σημαίνει δύο τὸν μάγον καὶ μαλακτικὸν, καὶ τὸν τὰ μάγεια ἐργαζόμενον

### μ 14

Μάζα εἰς τὸ ἀμαζὼν, καὶ μαγίδες, καὶ μείζων

### μ 15

Μακεδὼν λέγουσι τοὺς καθαροὺς, μαρμαρὼθ τοὺς διυλιστρᾶς εἰτουνιθμούς

### μ 16

Μάζας ψώμια, ἀπὸ τοῦ μάσσω τὸ μαλάσσω, τροπῇ τῶν δύο σς εἰς ζ, λέγεται δὲ μάζα φύραμα γινόμενον, πινόμενον δὲ ποτὲ μὲν ἐξ ὕδατος ποτὲ δὲ καὶ ὀξυκράτου, καὶ ὀξυμέλιτος, ἢ ὑδρομέλιτος· ἔστι γὰρ τρόφιμον

### μ 17

Μαθεῖν μήθω ἔστι ῥῆμα ἀφ’ οὗ ἔμαθον δευτέρου ἀορίστου, τροπῇ δὲ γέγονε τοῦ δ εἰς θ, μήδω, μήθω

### μ 18

Μαθὼν παρὰ τοῦ διδαχθῆναι παρὰ τινός

### μ 19

Μαιμάσσει ἀφύζει, προθυμεῖται, κοιματοῦται· παρὰ τὸ αἷμα αἱμάσσω, καὶ πλεονασμῷ τοῦ μ μαιμάσσω· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ. μαιμάσσειν μαλάσσειν· ὡς οἶμαι καὶ τήκειν, καὶ δαπανᾷν, καὶ μαραίνειν, καὶ καταναλίσκειν

### μ 20

Μαινόλης μαινόμενος, ἢ μανιοπὸς, παρὰ τὸ μαίνω καὶ τὸ ὅλος γίνεται μαινόλης, ὥσπερ καὶ τὸ ἐξώλης καὶ πανώφης· σεσημείωται τὸ μαινόλης διὰ τοῦ ο μικροῦ

### μ 21

Μαίνω τὸ ὀργίζομαι, καὶ εἰς τὸ μηνιεῖ

### μ 22

Μαίος Φιλόξενος δὲ λέγει, ὅτι παρ’ Αἰολεῦσι ἡ γραφὴ διὰ τοῦ ἰῶτα· ἔστι δὲ μαίος ἐπεξουσιαστὴς, ὡς ἐκ τοῦ μαγέστατος, ἀπὸ Μαίας τῆς Ἄτλαντος τοῦ Ἑρμοῦ ὀνομασθείς· μάϊον κατὰ διάλυσιν τοῦ ἰῶτα

### μ 23

Μαινὰς βάκχη, ὀρχουμένη, καὶ μαινὰς ἡ παράφορος καὶ μαινὰς ἡ πόρνη

### μ 24

Μαιρὰ ὑπό τινων ὁ ἥλιος, ἀπὸ τοῦ μαραίνεσθαι ὑπ’ αὐτοῦ πάντα· λέγεται δὲ ὁ κατάστερος ὁ κατεστιγμένος κύων μαίρας· καλλίον δὲ ἀπὸ τοῦ μαρμαίρειν ἤγουν λάμπειν

### μ 25

Μακὰρ πόσας εὐθείας ἔχει; τρία· μάκαρς, μάκαρος, μακάριος· ὅπερ ἀπὸ τοῦ κὰρ ὃ σημαίνει τὴν θανατηφόρον Μοίραν γέγονε, καὶ ἐξ αὐτοῦ μάκαρς· ἀπὸ τῆς δευτέρας συλλαβῆς ἡ κλητικὴ, μακάριος ἐμῇ κηρὶ, τουτ’ἔστι φθορᾷ ὑποκείμενος, οἱ δὲ πλεονασμῷ τοῦ μ ἀκάριος καὶ μακάριος, ὁ πάντοτε ἐν ἀγαθοῖς ὤν

### μ 26

Μάγοι ἔθνος· ἢ ἐλαφρῶς ἐπάδοντες τοὺς ἀλγοῦντας ἰῶνται, ὡς καὶ οἱ Φρύγες αὐλοῦντες τοῦς ἀλγοῦντας τόπους ἰῶνται τῶν πασχόντων ἡδὺ προσπνέοντες

### μ 27

Μάγιστρος ὀφφικίων ὄνομα, οὐδὲν ἧττον ἡγούμενος τῶν αὐλικῶν κατὰ λόγων, διὰ σημασίας

### μ 28

Μάκαρες οἱ μὴ πεπτωκότες ὑπὸ κῆρα

### μ 29

Μάκαρται οἱ ἀποθανόντες· οἱ ἤδη τὸ μῆκος ἐπιλαμβανόμενοι, μήκιστοι, ὅθεν καὶ μακαιρίων μακηρίων ἡ τύμβος, ὁ ἐς μακρόν

### μ 30

Μακκοᾶ ἀνοηταίνει, μωραίνει, παρὰ τὸ μὴ καὶ τὸ κοῶ τὸ νοῶ μηκοῶ· καὶ κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι ἐπείσοδος συμφώνων τροπὴν ποιεῖ, ὡς ἥδω ἁνδάνω, ἐπεισῆλθε τὸ ν καὶ ἐτράπη τὸ η εἰς α

### μ 31

Μακρὰν ἐπίῤῥημα τοπικὸν μεσότητος· γίνεται δὲ παρὰ τὸ μακρὸς, τοῦτο παρὰ τὸ μῆκος μακερὸς καὶ ἐν συγκοπῇ μακρός

### μ 32

Μάκρα ὄνομα ἐκ τοῦ μακρός· τοῦτο ἐκ τοῦ μῆκος· καὶ ὥσπερ παρὰ τὸ κύδος γέγονε κυδρὸς καὶ κυδρὴ, οὕτω καὶ ἐκ τοῦ μῆκος γίνεται μηκερὸς καὶ ἐν συγκοπῇ μηκρὸς καὶ μακρός· ἡνίκα γὰρ ἐπλεονάσσε τὸ σύμφωνον ἐτράπη τὸ μακρὸν εἰς βραχύ· τὸ δὲ μακρὰ βιβῶντα· ἔστιν ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ μεγάλως, ὡς τὸ ταχέα τάχα, ὠκέα ὦκα, οὕτω καὶ τὸ μακρέα μακρά· ὁ δὲ κανών, ὡς ἀρτίβιος· μακρὸν ἐτυμολογεῖται, παρὰ τὸ μέχρις ἄκρου διήκειν, τουτ’ἔστιν ἀρχῆς· ἢ παρὰ τὸ μῆκος μηκερὸς, καὶ ἐν συγκοπῇ μηκρὸς καὶ μακρός

### μ 33

Μακρύνης παρὰ τὸ μακρύνω, τοῦτο παρὰ τὸ μακρὸς τὸ δὲ μακρὸς παρὰ τὸ μακκοῶ, τοῦτο παρὰ τὸ μὴ κοεῖν, ὅ ἐστι ἀκούειν ἢ νοεῖν, μῆκος μήκους, καὶ κατὰ τροπὴν μακρός

### μ 34

Μακρόθυμος παρὰ τὸ μακρὰν ἔχειν τὸν θυμόν

### μ 35

Μάκτρα παρὰ τὸ μάττειν ἐν αὐτῇ τὴν μάζαν· μάζα δὲ ὁ ἄρτος

### μ 36

Μακελλάριος ὁ σφάζων τὰ ζῶα· μάκελ γὰρ καὶ μακέλλης Ῥωμαϊστὶ ἔστιν ὁ σφαγεύς

### μ 37

Μακκαβαῖος κατὰ Πέρσας κάρανος τουτ’ἔστι δεσπότης. τῇ δὲ Σύρων διαλέκτῳ ἀνδρεῖος, πολεμιστὴς, δυνατώτατος

### μ 38

Μαῖα ἰατρικὴ ταῖς ἐν τῷ τίκτειν γυναιξὶ κινδυνευούσαις βοηθοῦσα

### μ 39

Μαιμόωσα οἱ μὲν μαμόωσα καὶ πλεονασμῷ τοῦ ἰῶτα μαιμόωσα, ἡ ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα· ἡ τοῦ αἵματος γευστικῶς ἔχουσα

### μ 40

Μαῖα μαίω ῥῆμα τὸ ζητῶ, καὶ ῥηματικὸν ὄνομα Μαῖα· ἡ κατὰ γαστρὸς παιδία ζητοῦσα

### μ 41

Μάλαθρον παρὰ τὸ μάλα ἀθρεῖν, ἤγουν λίαν βλέπειν· ἢ ὅτι μάλα θρεῖ, ἤτοι ὠφελεῖ τὴν ὅρασιν

### μ 42

Μαλακὸς ὁ μάλα ἤγουν καυκός

### μ 43

Μανία μανὸν ἔλεγον τὸ ἀραιὸν, ὡς καὶ Αἰσχύλος, ἐμμανοῖς στύλοις ἐπίπλοις τουτ’ἔστιν ἀραιοῖς

### μ 44

Μανίαν τὴν ἀραίωσιν, καὶ χαυνότητα τῶν φρενῶν· ἀραιὸν γὰρ τὸ ἀσθενὲς, κατὰ τ’οὐναντίον οὖν ἀγχίνους καλεῖται, παρὰ συνεχεῖς καὶ πυκνὰς ἔχειν τὰς φρένας, καὶ πίνυτος καὶ πυκινὸς, καὶ αὐτὴ ἡ συνέχησίς ἐστι σύγκλεισις, καὶ οἷον ἕνωσις φρενῶν

### μ 45

Μαλάχη διὰ τὸ μάλα χέειν τὸν θυμόν

### μ 46

Μαλακὸς παρὰ τὸ μαλάσσω μαλακός, ὥσπερ παρὰ τὸ λεύσσω λευκός

### μ 47

Μάλεια ὄνομα ὄρους, διὰ τῆς ει διφθόγγου γράφεται· εὕρηται καὶ χωρὶς τοῦ ι Μαλέα, ὡς καὶ παρ’ Εὐρι πίδῃ· ἰστέον δὲ ὅτι ἡνίκα μὲν διὰ τῆς ει διφθόγγου γράφεται προπαροξύνεται, Μάλεια· ἡνίκα δὲ διὰ τοῦ ε μόνου παροξύνεται Μαλέα

### μ 48

Μάνδρα παρὰ τὸ ἄντρον ἄντρα καὶ μάνδρα, τὸ δὲ ἄντρον, ἐκ τῆς ἀνὰ προθέσεως, καὶ τοῦ τρῶ τὸ τρυπῶ

### μ 49

Μαλλὸς ἐπὶ τῶν πλαγίων τῶν τριχῶν τῆς κεφαλῆς· εἴρηται δὲ ἀπὸ ἐμφείας τῶν τοῦ προβάτου μαλλῶν· μαλλὸς δὲ ἀπὸ τοῦ μῆλον τὸ πρόβατον, μαλὸς καὶ πλεονασμῷ τοῦ λ, μαλλός

### μ 50

Μαλακισθέντες ἀντὶ τοῦ σχυνωθέντες, τὸ θέμα μαλακίζω, γίνεται ἐκ τοῦ μαλακὸς, τοῦτο ἐκ τοῦ μαλάσσω

### μ 51

Μαλακὸν ἁπαλόν· μαλάκιον, εἶδος ἰχθῦος

### μ 52

Μᾶλλον λίαν, πάνυ, πλέον. ἐκ τῆς μη ἀπαγορεύσεως καὶ τοῦ ἄλλον γίνεται μήαλλον καὶ μᾶλλον· τὸ μα μακρὸν διάτι; πᾶν δίχρονον, ἔχον διπλασιασμὸν ἀμεταβόλου συστέλλεται, οἷον, ἀμνὸς, φαλκόνιλλα, ψύλλα, σεσημείωται· τὸ μᾶλλον παρὰ Ἀττικοῖς ἐκτεινόμενον

### μ 53

Μαλθακὸς τρυφερὸς, εὐμάλακτος, ἐκλελυμένος

### μ 54

Μαμμωνᾶς τὸ κέρδος, ὁ χρυσὸς καὶ ὁ πλοῦτος

### μ 55

Μαμερτῖνοι Μάμερτος ἐν Ἰταλίᾳ ὁ Ἄρης, ὅθεν καὶ οἱ ἐν Σικελίᾳ οἰκήσαντες στρατιῶται μαμερτιανοὶ ὠνομάσθησαν, οἱ ἶσα ἐργαζόμενοι Ἄρει

### μ 56

Μανδήλιον μανειήλιον καὶ μανδήλιον τὸ ἀποσπόγγιζον τὰς μάνους ἤγουν τὰς χεῖρας

### μ 57

Μάννα σημαίνει τοῦτο· οὐ γὰρ σημαίνει τὴν τροφὴν κυρίως· ἐγείροντο γὰρ τῷ πρωῒ, καὶ εὕρισκον ὅσον ἤρκει αὐτοὺς φαγεῖν, μὰν λέγοντες· καὶ λοιπὸν ἐλθόντες οἱ Ἕλληνες προσέθηκαν τὸ να· καὶ σημαίνει τὶ τοῦτο· εἶχον γὰρ τοῦτο, ὅτε ἤθελον ἀπελθεῖν εἰς τινὰ τόπον, καὶ ἀπὸ δισχιλίων πηχῶν ἐποίουν τὴν σκήνην

### μ 58

Μάννα βάρβαρον, γέγονεν ἀπὸ τοῦ μαίω τὸ ζητῶ, ὄνομα θηλυκὸν, ἡ μάννα, τῆς μάννας, ἣν πάντες ἐπιζητοῦσι· καὶ ἐκ τούτου τὸ βάρβαρον ὠνόμασται· καὶ τὸ οὐδέτερον τὸ μάννα

### μ 59

Μαντίνεια διὰ τῆς ει διφθόγγου· ἔστι δὲ ὄνομα πόλεως· γίνεται δὲ παρὰ τὸ μαντίνες, Μαντίνεια

### μ 60

Μάντις μάντεως καὶ μαντίπολις

### μ 61

Μαντεία ὁ χρῆσμος οἰονὸς καὶ ὑποφήτης ὁ μάντις

### μ 62

Μανδραγόρα εἶδος βοτάνης φονικῆς

### μ 63

Μαπία σπογγίστρια παρὰ τὸ μάσσω τὸ μαλάσσω

### μ 64

Μαρίλη σημαίνει τὴν κόνιν τὴν γινομένην ἐκ τοῦ κατασβέννυσθαι τοὺς κάρβωνας· τὰ γὰρ διὰ τοῦ ιλη μονογενῆ μὴ ὄντα ἀπὸ κράσεως, καὶ μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, σμίλη τὸ σμιλίον, ἴλη ἡ ἄθροισις, σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων· μὴ ὄντα ἀπὸ κράσεως, ὅτι ἀπὸ τοῦ ἐνδεία τὴν ἕλην γίνεται διέλη, καὶ κράσει δείλη· μὴ ὄντα ἀπὸ τῶν ἐχόντων τὸ ἰῶτα, ὅτι ἀπὸ τοῦ ἕλη τοῦ σημαίνοντος τὴν θερμασίαν γίνεται εἵλη πλεονασμῷ τοῦ ι· πρόσκειται μονογενῆ, διὰ τὸ δειλὸς δειλή· χωρὶς τοῦ ὠφειλὴ καὶ ἀπειλή

### μ 65

Μαραίνω παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν πόλεμον ἀραίνω, καὶ πλεονασμῷ τοῦ μ μαραίνω· καὶ εἰς τὸ μαρνάμενος

### μ 66

Μάργος ὁ μαινόμενος, οὗ μή ἐστιν ἀρωγή· ἢ παρὰ τὸ ἐστερῆσθαι τὶ ἐργάζεσθαι ἀγαθὸν, παρὰ τὸ μὴ καὶ τὸ ἔργον· καὶ εἰς τὸ ἐτύχθη

### μ 67

Μαρμαρέην ἡ εὐθεῖα μαρμαρέη· ὁ κανών· τὰ εἰς ος ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκά· ἐκ τοῦ μαρμάρεος, τοῦτο ἐκ τοῦ μαρμάρειος, ἀποβολῇ τοῦ ἰῶτα· ἐπὶ γὰρ τῶν διὰ τοῦ ειος κτητικῶν, οἱ Ἴωνες ἀποβάλλοντες τὸ ἰῶτα, τὴν ει δίφθογγον διὰ τοῦ εος προσφέρουσιν· οἷον, φλόγειος, φλόγεος· ἐς δ’ ὄχεα φλόγεα, τὸ ρει διφθόγγῳ· τὰ διὰ τοῦ ειος κτητικὰ, σημαίνοντα μέρος σωματικὸν ἢ μετουσιαστικὸν, διὰ τῆς ει διφθόγγου γράφεται. σιδήρειος, χρύσειος, οὕτω καὶ μαρμάρειος γίνεται ἐκ τοῦ μάρμαρον· σημαίνει δὲ τὸ λευκόν· τοῦτο ἐκ τοῦ μαρμαίρω τὸ λάμπω· μέλλοντα οὐκ ἔχει

### μ 68

Μαυλὶς ἡ μάχαιρα· καὶ ἴσως εἴρηται παρὰ τὸ μαῦρον, ὃ ἔστι τὸ ἀμαυρὸν τῇ λαμπήδωνι· ὅτι δὲ ἄνευ τοῦ α λέγεται σαφῶς παρ’ Ἡσιόδῳ· ῥεία τέ μιν μαυροῦσι θεοί· Δημήτριος δὲ παρὰ τὸ ὁμοῦ αὐλίζεσθαι τοῖς φοροῦσιν ὁμαλις· ἀποπεσόντος οὖν τοῦ ο, ἔμεινε μαυλίς

### μ 69

Μάραθρον Ῥωμαῖοι λέγουσιν αὐτὸ φαινούκλουμ, παρ’ ὅτι φαῖνον ποιεῖ τὸν ὄκλον, ἤγουν τὸν ὀφθαλμὸν, Ἕλληνες δὲ διὰ τὸ μαραίνειν καὶ ξηρᾶν ποιεῖν τὴν σάρκα· ἢ ψωρίαν ἐσθιόμενον ποιεῖν

### μ 70

Μάραθρον κατ’ ἀποβολὴν τοῦ ρ· μάραθρον γάρ ἐστι παρὰ τὸ μαραίνειν εὐθέως τὸ ἄνθος

### μ 71

Μάταιος παρὰ τὸ μάτος· ὅπερ εἴρηται παρὰ τὴν ἄτην μάτιος, ὡς φίλος, φίλιος καὶ φίλαιος, οὕτω μάτιος, ἀφ’ οὗ μάτια καὶ μάταιος, ὡς παρὰ τὸ θάλασσα θαλάσσιος θαλασσαῖος. Καλλίμαχος, πολυθαλασσίων μανδότρ. ἐπιδών· ὡς παρὰ τὴν ὥραν, ὥριος καὶ ὡραῖος

### μ 72

Μάρμαρον διὰ τὴν μαρμαρυγὴν, ἤγουν τὴν λάμψιν· ἢ διὰ τὸ μέρος αἴρεσθαι· ἢ διὰ τὸ μαρμαραίνειν ἤγουν στίλβειν

### μ 73

Μαρνᾶται μάχεται ἐν πολέμῳ, παρὰ τὸ μαραίνεσθαι καὶ φθείρεσθαι

### μ 74

Μάρψαι κυρίως μάρψαι ἔστι τὸ ταῖς χερσὶ συλλαμβάνειν· μάρη γὰρ ἔλεγον τὰς χεῖρας· ἔνθεν τὸ εὐχερὲς εὐμαρές· οὕτως εὗρον ἐν ὑπομνήματι

### μ 75

Μαρναμένοιϊν ἀπὸ τοῦ μαρνῶ μάρνημι, μαρνάμενος, μαρναμένοιν καὶ πλεονασμῷ τοῦ ἰῶτα μαρναμένοιϊν· τὸ δὲ μαρνῶ ἀπὸ τοῦ ἀρνός· οἱ παλαιοὶ γὰρ τὰς πραγματείας μετ’ ἀρνῶν ἐποιοῦντο, ὅθεν καὶ τὸ ἀρνῶ ἀρνοῦμαι

### μ 76

Μάρπτω ὃ δηλοῖ τὸ καταλαμβάνω· καὶ εἰς τὸ ἁμαρτάνω καὶ μάρτυροι

### μ 77

Μαρσίππιον ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ συνέχων· ἔστι δὲ ζύγιον

### μ 78

Μάρτιος παρὰ τὸ ἄρην ἄρτιος καὶ μάρτιος, κατὰ πλεονασμὸν τοῦ μ· τῶ γὰρ μηνὶ τούτῳ ἑορτὴν ἦγον τῷ Ἄρεϊ· ἐφετὴν γὰρ λέγουσιν Ἑλλήνων παῖδες· τοῦτον τῆς τῶν ὅπλων γυμνασίας, καὶ πρὸς τιμὴν τούτου ἔθυον τράγον, καὶ ἐχρίοντο ἐκ τοῦ αἵματος αὐτοῦ, ὅθεν καὶ τὸ γυμνάσιον μέχρι τῶν δεῦρο κεκράτηται παρ’ Ἕλλησι· καὶ τὸ τῶν κυάμων ἄλευρον κατὰ μίμησιν χρίονται ἀντὶ τοῦ αἵματος

### μ 79

Μάρτυροι δύο γενικὰς ἐπιδέχεται, ὡς τὸ ψίθυρις ψίθυρος ψιθύρου, οὕτω μάρτυς μάρτυος, καὶ πλεονασμῷ τοῦ ρ μάρτυρος· τὸ δὲ μάρτυς γίνεται παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω μάρπτυς καὶ μάρτυς ἀποβολῇ τοῦ π· ὁ ἐκ τοῦ κατειληφέναι δυνάμενος περὶ αὐτοῦ εἰπεῖν· ἢ παρὰ τὸ μαρμαίρω τὸ λάμπω, ὁ λαμπρύνων καὶ εἰς φῶς ἄγων τὸ ζητούμενον· κλίνεται δὲ μάρτυς μάρτυος, καὶ κατὰ πλεονασμὸν τοῦ ρ μάρτυρος· καὶ μάρτυρος μαρτύρου

### μ 80

Μάρτυς ἐλέγχου διαφέρει· μάρτυς γὰρ ἐπ’ ἀγαθοῦ λαμβάνεται· ἔλεγχος δὲ ἐπὶ φαύλου

### μ 81

Μασσῶμαι παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ κινῶ, ἀφ’ οὗ καὶ τὸ σήθω· καὶ προσλαβὼν τὴν μα συλλα βὴν ἐποίησε τὸ μασῶ καὶ μασῶμαι, τὸ εἰς λεπτὰ τὴν τροφὴν κερματίζειν καὶ κατακόπτειν

### μ 82

Μασθὸς παρὰ τὸ μῶ τὸ ζητῶ, καὶ τὸ θῶ τὸ θηλάζω, κατ’ ἀντίφρασιν, ὁ μὴ πρὸς τὸ θηλάζεσθαι ζητούμενος

### μ 83

Μάστιγξ ἐκ τοῦ μαστίζω, τοῦτο παρὰ τὸ μάσσω τὸ μαλάσσω, ἢ παρὰ τὸ ἱμάσσω τὸ πλήσσω

### μ 84

Μαστίζω ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἱνὰς καὶ ἱμὰς, ἡ γενικὴ ἱμάντος, καὶ ἐξ αὐτοῦ γίνεται ἱμαστίζω· καὶ κατ’ ἀποβολὴν τοῦ ι μαστίζω· τὸ μετὰ δυνάμεως πλήσσω

### μ 85

Μάστιγξ παρὰ τὸ ἱμάσσω, σημαίνει δὲ τὸ πλήττω· τοῦτο παρὰ τὸ ἱμὰς ὁ λῶρος

### μ 86

Μάρσιππος σάκκος, θυλάκιον, βαλαντίον

### μ 87

Μαστροπὸς ὃ ἔστι μαυλιστής· μαστροπὸς ἥξει τοὺς ἐραστὰς καὶ ἐρωμένους

### μ 88

Μαστροπὸς παρὰ τὸ μάττεσθαι τοῖς τρόποις

### μ 89

Μαστροπὸς μα, τὸ σημαῖνον τὴν μητέρα καὶ τὸν τρόπον, οἱονεὶ ἡ δοκοῦσα ἔχειν μητέρος τρόπον· σημαίνει δὲ τὴν μαυλίστριαν· σὺν αὐτῷ δὲ τετάχθω καὶ τὸ προαγωγόν

### μ 90

μαζὸς διαφέρει, μαστὸς μὲν γὰρ ἐστὶν ὁ γυναικεῖος· κυρίως δὲ, διὰ τὸ εἶναι μεστὸς γάλακτος· μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητὴς δηλοῖ· νεύρην μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον· τινὲς δὲ ἀδιαφόρως χρῶνται ταῖς λέξεσι

### μ 91

Μαστὸς ὁ γυναικεῖος παρὰ τὸ μεστὸς εἶναι γάλακτος· ἢ ἀπὸ τοῦ μαστεύεσθαι ὑπὸ τῶν παίδων· ἢ παρὰ τὸ μαστεύεσθαι, ὃ ἔστι ζητεῖσθαι ὑπὸ τοῦ βρέφους

### μ 92

Μαστὸς ὁ ἀνδρῶος, παρὰ τὸ μὴ ἐσθίεσθαι

### μ 93

Μαστοὶ κυρίως ἐπὶ τῶν γυναικείων, οἷον, μασητοὶ, οὗτοι γὰρ ἀλλήλοις τροφὴ, ἀπὸ τοῦ τὴν μαστάκα, τουτ’ἔστι τὴν τροφὴν τῶν γεννωμένων παρέχειν, ἀφ’ ἧς καὶ τὸ μάσημα· ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προφύεσθαι τούτοις πρῶτον τὰ βρέφη, οἷον παστοὶ, ἀπὸ τοῦ πάσσεσθαι, ἢ παστοὶ τινὲς ὄντες, ἀπὸ τοῦ πᾶν αὐτοὺς τὰ βρέφη· ὁ δὲ Σωρανὸς φησὶ ὑπὸ τῶν θηλαζομένων ἐπισπᾶσθαι· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ, παράγωγον μάζω καὶ μαστὸς, ὃν ἐπιζητοῦσι οἱ παῖδες· δύναται δὲ καὶ παρὰ τὸ αὐτὸ μάζω μάζα, ἡ ζητουμένη τροφὴ, ὡς σχίζω σχίζα

### μ 94

Μασχάλη παρὰ τὸ εἰς μαστὸν χαλᾶσθαι· ἢ παρὰ τὸ σχῶ σχήσω, σχήλη, ὡς στήσω στήλη, καὶ μεταθέσει τοῦ α εἰς η σχάλη, καὶ πλεονασμῷ τῆς μα συλλαβῆς μασχάλη, ἡ λίαν κατέχουσα, ἅτινα ἂν σχῆ· ἢ ἀπὸ τοῦ χαλᾶσθαι εἰς μασθόν· ἢ εἰς ἣν χαλᾶσθαι ὁ μῦς· ἢ ἀπὸ τῆς ἀλέας, τὴν διὰ τὴν κάμπην τοῦ σώματος· οὕτω Σωρανός· ὁ δὲ Ἡρακλῆς ἀπὸ τοῦ μαστεύειν τὶ ὑπ’ αὐτὴν ἐπειδὴ οἱ ὑφαινούμενοί τι ὑπ’ αὐτοῦ κρύπτεσθαι

### μ 95

Μαχλὰς ἡ πόρνη, καὶ μαχλὸς ὁ κατωφελὴς, παρὰ τὸ χαλῶ, μαχαλὸς καὶ μαχλός

### μ 96

Μασσαλία Φωκαεῖς καταλιπόντες τὴν Ἰωνίαν διὰ τὴν τῶν Περσῶν ἔφοδον, παρεγένοντο εἰς Γαλατίαν· καὶ ἰδόντες ἁλιέα, ἐπ’ αὐτὸν ἴεσαν, ἑαυτοῖς παρακελευόμενοι Μεσσαλιεῖς· οὗτος δὲ συλληφθεὶς, ἔδειξεν αὐτοῖς οἰκήσιμον τόπον· ὅθεν καὶ Μεσσαλίαν ὠνόμασαν, ἐν ᾗ καὶ ἔλαβον τὸν ἁλιέα

### μ 97

Ματῶ εἰς τὸ αὐτομάτως, καὶ χατίζεις

### μ 98

Μάχαιρα διὰ τὸ μάχεσθαι ῥᾷον· ἢ διὰ τὸ μάχεσθαι πᾶσι φύσεσι, καὶ τόνον ἐμποιεῖν βίᾳ· ἢ παρὰ τὸ μάχῃ χαίρειν· ἢ ὅτι αἷμα χέει· ἢ παρὰ τὸ τοῖς αἵμασι χαίρειν· ἢ παρὰ τὸ εἰς μάχην αἴρεσθαι καὶ λαμβάνεσθαι· ἢ διὰ τὸ χέειν αὖθις τὸ αἷμα

### μ 99

Μάχη παρὰ τὸ ἄχος ἄχη καὶ μάχη πλεονασμῷ τοῦ μ· ὡς ἄλευρον μάλευρον, καὶ χεὶρ χειρὸς χειράδιον καὶ χερμάδιον

### μ 100

Μαχήσομαι μαχῶ μαχήσω· τὸ μαχῶ ἐκ τοῦ μάχω βαρυτόνου εἴρηται· τὸ δὲ παθητικὸν μάχομαι· ὁ γὰρ χαρακτὴρ παθητικὸς ἐστὶ, τὸ δὲ σημαινόμενον ἐνέργειαν δηλοῖ· κανὼν γὰρ ἔστιν ὁ λέγων, ὅτι τὰ εἰς χω λήγοντα βαρύτονα, τῷ α καθαρῷ παραληγόμενα σπάνιά εἰσι, τὸ ἄχομαι καὶ τὸ μάχομαι, καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα· ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα ποιοῦνται τὴν κλίσιν· Ἡρωδιανός

### μ 101

Μὰψ ἀντὶ τοῦ ματαίως ἐπίῤῥημα

### μ 102

Μεγάλη παρὰ τὸ μὴ καὶ τὸ γῆ μηγὴ, καὶ τροπῇ τοῦ πρώτου η εἰς ε καὶ τοῦ δευτέρου εἰς α μέγα· καὶ τὸ σέλας ἀπὸ τοῦ μέγας· τοῦτο δὲ εἴρηται ἀπὸ μεταφορᾶς τοῦ ὑψηλοῦ καὶ ἐπηρμένου τόπου· ἢ παρὰ τὸ μὴ εἰς γῆν εἶναι

### μ 103

Μέγαρον οὐδέτερον, τὸ τῆς Δήμητρος ἱερόν· μέγαρον δὲ ἔστιν ὁ οἶκος· μέλαθρον δὲ ἡ ὀροφὴ ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ, ὡς Ὅμηρος· αὐτὴ δ’ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον· οὐ γὰρ ἂν εἴποι τις οἴκου οἶκος· καὶ εἰς τὸ ἑστία

### μ 104

Μέγας τὸ ἐπίθετον συστέλλει τὸ α, διότι τὰ εἰς ς λήγοντα μετὰ διχρόνου, καὶ τὰ ἑξῆς· καὶ σεσημείωται τὸ μέγας. βαρύνεται τὸ κύριον ὄνομα, ὅπερ ἰσοσυλλάβως κλίνεται, ὁ Μέγας τοῦ Μέγα, ἐξ οὗ καὶ τὸ παρώνυμον Μεγάδης. καὶ ὁ ποιητὴς καὶ Πέριμον Μεγάδην· ἤγουν τοῦ μεγάλου τὸν υἱόν· καὶ διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ· ὅτι τὸ μὲν κύριον ἰσοσυλλάβως κλίνεται καὶ ἐκτείνεται τὸ α· τὸ δὲ προσηγορικὸν περιττοσυλλάβως καὶ συστέλλει τὸ α καὶ εἰς τὸ βασιλεὺς καὶ μείζων

### μ 105

Μεγαλεῖον ἐν τοῦ μεγάλως· ἔστι δὲ μετουσιαστικόν

### μ 106

Μέγας ἀπὸ μεταφορᾶς τοῦ ὑψηλοῦ τόπου· ἢ παρὰ τὸ εἰς γῆν μὴ εἶναι

### μ 107

Μέγας παρὰ τὸ μὴ καὶ τὸ γῆ μήγας, καὶ τροπῇ τοῦ η εἰς ε μέγας

### π 9

πολὺς διαφέρει· μέγας μὲν ἐπὶ πηλικότητος τάσσεται, πολὺς δὲ ἐπὶ ποσότητος· ὁμοίως καὶ τὸ μικρὸν τοῦ ὀλίγου, τὸ μὲν μικρὸν ἐπὶ πηλικότητος, τὸ δὲ ὀλίγον ἐπὶ ποσότητος· ὅθεν ὁ λέγων, μικρὸν ὕδωρ ἀντὶ τοῦ ὀλίγον ἀκυρολογεῖ

### μ 108

Μέγεθος παρὰ τὸ μέγα μέγαθος, καὶ τροπῇ τοῦ α εἰς ε μέγεθος

### μ 109

Μεγαλοψυχία ἔστιν ἀρετὴ ψυχῆς καθ’ ἣν δύναται φέρειν τὴν εὐτυχίαν καὶ τὴν ἀτυχίαν, τιμὴν καὶ ἀτιμίαν· μικροψυχία δὲ ἐστὶ μακρὰ ψυχῆς καθ’ ἣν ἀδύνατόν ἐστι φέρειν εὐτυχίαν

### μ 110

Μεδέων μετοχὴ, ὡς φιλέων, κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς δω λήγοντα ῥήματα δισύλλαβα, μὴ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ε στοιχεῖον παραλήγουσαν, περισπᾶσθαι θέλει· οἷον, πηδῶ πηδήσω, σκεδῶ σκεδάσω· οὕτως ἔστι τὸ ἐδῶ καὶ μεδῶ· ταῦτα δὲ βαρύνονται καὶ περισπῶνται· ἀναλογώτερον οὖν ἐστι περισπώμενον. μεδεῶν, ὡς νοέων καὶ φιλέων· πολλαὶ δὲ εἰσὶ καὶ τοῦ ἐδῶ κινήσεις· ἔδεσμα καὶ ὁδηγός

### μ 111

Μέδιμνον μοδ ε, ὡς εἶναι μοδ δ· μέτρον δὲ ξέστων κβ· ἄλλο δὲ

### μ 112

Μεγαλύνω παρὰ τὸ μεγάλως· τοῦτο παρὰ τὸ μὴ εἰς γῆν εἶναι, ὡς πρὸς σύγκρισιν τῶν μικρῶν, τῶν οὐ πολὺ τῆς γῆς ἀφεστώτων

### μ 113

Μέδων σημαίνει τὸν βασιλέα, ἡ εὐθεῖα ὁ μέδων· γέγονε δὲ ἀπὸ μετοχῆς ὄνομα μετοχικόν· τὸ θέμα μέδω· τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι, γίνεται ἔδω καὶ μέδω, καὶ μέδων, ὁ ἑδραίως καθεζόμενος· καὶ εἰς τὸ μήδω

### μ 114

Μέζεα τὰ αἰδοῖα, ὅτι μέσεά ἐστι τῆς οὐρᾶς· οὐρᾶς δ’ ὑπὸ μεζ’ ἔθεντο· Σικελοὶ δὲ καὶ Ταραντῖνοι μέσα αὐτὰ καλοῦσι

### μ 115

Μεθέμεν ἔστιν ἀπαρέμφατον Ἰωνικὸν ἢ Δωρικὸν ἐνεργητικοῦ καὶ παρατατικοῦ, πρώτης τῶν περισπωμένων· οἷον, μεθῶ μεθήσω· Ὅμηρος μεθέμεν, καταλιπεῖν, ἀπὸ τοῦ ἔναι καὶ πλεονασμῷ τῆς με ἔμεναι, καὶ συγκοπῇ τῆς αι διφθόγγου ἔμεν καὶ μετὰ τῆς προθέσεως μεθέμεν ἐκ τοῦ ἵημι τὸ πέμπω, τὸ ἀπαρέμφατον ἔναι

### μ 116

Μεθέμεν ἀφεῖναι συγχωρῆσαι· ἵημι τὸ πέμπω καὶ μετὰ τῆς μετὰ μεθίημι, ὁ μέλλων μεθήσω, ὁ παρατατικὸς μεθίην, τὸ πληθυντικὸν μεθίεμεν καὶ τὸ ἀπαρέμφατον μεθιέμεναι καὶ κατὰ συγκοπὴν μεθέμεν, ἤγουν ἀποπέμψαι τὴν ὀργήν

### μ 117

Μέθες ἄφες, βάλε, ἀπὸ τοῦ ἵημι· ὁ δεύτερος ἀόριστος ἧν ἡ μετοχὴ εἳς ἕντος καὶ τὸ προστακτικὸν ἕς· καὶ μετὰ τῆς μετὰ προθέσεως μέθες· σεσημείωται γὰρ τὸ θὲς, δὸς, ἕς

### μ 118

Μεθήμων ὁ ἀμελὴς, ὄνομα· τὸ θη ἦτα· ὥσπερ γὰρ ἀπὸ τοῦ νοήσω νοήμων· οὕτως ἀπὸ τοῦ μεθῶ μεθήσω, μεθήμων

### μ 119

Μεθίω τὸ ἀμελῶ, τὸ θι μακρόν· τὰ εἰς ω καθαρὰ βαρύτονα, ὑπὲρ δύο συλλαβὰς, τῷ ι παραληγόμενα ἐκτείνεται· τὰ διὰ τοῦ ι ῥήματα ὑπὲρ δύο συλλαβὰς κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γράφεται· καὶ γίνεται ἐκ τοῦ μέθηες ὃ σημαίνει τὸν οἶνον

### μ 120

Μεῖς ὁ μὴν, Δωρικῶς. δεῖ γινώσκειν, ὅτι ἡ εὐθεῖα τριχῶς λέγεται· μεῖς Δωρικῶς, καὶ μὴς Ἀττικῶς, καὶ μὴν κοινῶς

### μ 121

Μεθοδεία ἡ τοῦ χρόνου ἔρευνα καὶ ἡ τέχνη

### μ 122

Μέθυσο παρὰ τὸ μέθηες, ὃ σημαίνει τὸν οἶνον· καὶ Ὅμηρος, καὶ μέθυ, χίλια μέτρα· τοῦτο παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μεθίω, τὸ ἀμελῶ· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐμὲ θύειν

### μ 123

Μεθύμναιος ὁ Διόνυσος, ὅτι μεθ’ ὕμνων ἦλθε· τάχα δὲ ὅτι καὶ παρὰ τὴν μέθην εἴρηται καὶ μεεθυδώτης μεεθηδότης

### μ 124

Μεγαλεῖον τὸ λει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ειον μετουσιαστικὰ μὴ σημαίνοντα μέρος σώματος, διὰ τῆς ει διφθόγγου· καὶ προπερισπᾶται. οἷον, ἑτερεῖος, πρυτανεῖος, γυναικεῖος, μεγαλεῖος

### μ 125

Μέγας ποίου εἴδους τῶν ὑποπεπτωκότων; τῷ ὀνόματι· πρὸς τὶ ἔχων; πρὸς γὰρ τὸ μικρὸν ἔχει

### μ 126

Μείζων παρήχθη ἀπὸ τοῦ μέγας· καὶ ἐγένετο πρῶτος τύπος τῶν συγκριτικῶν μεγάτερος, ὁ δεύτερος μεί ζων, ὁ τρίτος μέσσων· καὶ οἱ μὲν Αἰολεῖς τὸν ἵππον ἴσσον, καὶ τὸ βλέπω βλέσσω, ὑφαιροῦνται τὸ β καὶ πλεονασμῷ τοῦ υ ποιοῦσι λεύσσω· καὶ παρὰ τοὺς Βοιωτοὺς μείζων, ὡς εἴρηται· ἡ δὲ τῶν Ταραντίνων· διάλεκτος, τὰ δύο σς εἰς ξ τρέπει ὡς καὶ ἡ τῶν Βοιωτῶν

### μ 127

Μειλίχιος παρὰ τὸ μέλι μέλιχιος· καὶ πλεονασμῷ τοῦ ι μειλίχιος

### μ 128

Μειλίγματα σημαίνει τὰ πραϋντικὰ, ὥσπερ ἀπὸ τοῦ μειλίσσω μείλιγμα

### μ 129

Μειλίσσω τὸ καταπραΰνω διὰ τῆς ει διφθόγγου· παρὰ τὸ μέλι ἢ τὸ μέλος γέγονε μελίσσω

### μ 130

Μέλισσα παρὰ τὸ ἐν τοῖς μήλοις ἱζάνειν· μῆλα δὲ λέγει Ὅμηρος τὰ πρόβατα

### μ 131

Μεῖον μικρὸν, παρὰ τὸ μέρος γέγονε μερίων καὶ κατὰ συγκοπὴν τοῦ ρ μεΐων, καὶ κατὰ κράσιν μείων, καὶ τὸ οὐδέτερον μεῖον· καὶ εἰς τὸ Βενιαμὶν, καὶ μειδιῶ, καὶ μὴν καὶ μήρυγμα, καὶ μικρόν

### μ 132

Μειονεκτεῖσθαι τουτ’ἔστι τοῖς μικροῖς ἡττᾶσθαι. μεῖον γὰρ σημαίνει τὸ μικρόν, οἷον, ἐπὶ μικρὸν ἔχεσθαι, τουτ’ἔστι κρατεῖσθαι

### μ 133

Μεῖστος σημαίνει τὸν ἕνα· διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ων συγκριτικῶν εἰς τος γινόμενα, εἰ μὲν ἀπὸ τῶν ὑπὲρ δύο συλλαβὰς παραχθῶσι, διὰ τοῦ ι μόνου παράγονται, οἷον, χερείων, χέριστος, εἰ δὲ ἀπὸ τῶν δισυλλάβων, φυλάττουσι τὴν ει δίφθογγον· οἷον, πλείων πλεῖστος· λῴων λῷστος, σημαίνει δὲ τὸν συμφέροντα. οὕτω καὶ μείων μεῖστος· ἰστέον ὅτι τὰ εἰς ων καθαρὰ δισύλλαβα τέσσαρά εἰσι· καὶ τὰ μὲν δύω διφθόγγῳ παραλήγονται, καὶ ἐκφωνοῦσι τὸ ἰῶτα, πλείων, μείων· τὰ δὲ ἕτερα διφθόγγῳ παραλήγονται, καὶ ἀνεκφώνητον ἔχουσι τὸ ι· οἷον, λῴων, ῥᾴων

### μ 134

Μειράκιον παρὰ τὸ εἴρω τὸ λέγω εἰράκιον· καὶ πλεονασμῷ τοῦ μ μειράκιον

### μ 135

μείραξ διαφέρει· μείραξ μὲν ἐπὶ θηλείας, μειράκιον δὲ ἐπὶ ἄῤῥενος· καὶ εἰς τὸ γέρων

### μ 136

Μείρεται εἰ μὲν σημαίνει τὸ μερίζεται, γίνεται ἀπὸ τοῦ μέρος, μερῶ, μέρομαι, καὶ πλεονασμῷ τοῦ ι μείρομαι· εἰ δὲ σημαίνει τὸ ἐπιθυμῶ, γίνεται ἀπὸ τοῦ ἵμερος, ἱμέρω καὶ πλεονασμῷ τοῦ ι ἱμείρω καὶ ἱμείρομαι, τὸ τρίτον ἱμείρεται καὶ ἀποβολῆ τοῦ ι μείρεται

### μ 137

μειράκιον εἴρηται ἀπὸ τοῦ μεῖον καὶ ἧττον εἴρειν καὶ λέγειν τῶν ἀνδρῶν τὸν νέον

### μ 138

Μεὶς σημαίνει τὸν μῆνα καὶ γράφεται διὰ τῆς ει διφθόγγου· ἐπειδὴ οἱ Δωριεῖς διὰ τῆς η γράφουσιν αὐτό· ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η, τρέπειν, οἷον πλείων πλήων, μείων μήων. ἰστέον, ὅτι τὸ μεὶς μὴν ὑπῆρχε καὶ ἔτρεψε τὸ η εἰς τὴν ει δί φθογγον· καὶ ἐπειδὴ τὰ εἰς ν λήγοντα, ἀρσενικὰ ἢ θηλυκὰ, οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον Σωλὴν, Πλάτων, ἔτρεψε τὸ ν εἰς ς· καὶ ἐγένετο μείς· πρόσκειται ἀρσενικὰ ἢ θηλυκὰ, διὰ τὰ οὐδέτερα, οἷον τὸ διπλοῦν, τὸ χρυσοῦν· λέγει δὲ ὁ Διονύσιος, ὅτι μὴν ἦν, καὶ ἔτρεψε τὸ ν εἰς ς· καὶ ἐγένετο μής· καὶ ἐπειδὴ οἱ ἀρχαῖοι ἠγνόουν τὰ μακρὰ στοιχεῖα, ἐτίθεσαν ἀντὶ τοῦ η τὸ ε, καὶ ἀντὶ τοῦ ω τὸ ο οὕτω· καὶ ἐνταῦθα ἀντὶ τοῦ ι ἔθηκαν τὸ ε· καὶ εἶπον μές· εἶτα τὸ λοιπὸν μετὰ τὸ φανῆναι τὰ μακρὰ νομίσαντες, ὅτι ἀντὶ τοῦ ει κεῖται τὸ ε, προσέθηκαν τὸ ι, καὶ ἐγένετο μεὶς διὰ τῆς ει διφθόγγου· ὁ δὲ ἕβδομος εἱστήκει μείς· λέγει δὲ τὸ μεὶς ὁ Ὦρος, καὶ ὁ Ἀρκάδης καὶ ὁ Εὐδαίμων ἄκλιτον εἶναι· ἡ γενικὴ ὡς κτεὶς κτενός

### μ 139

Μέλαθρον κυρίως λέγεται τὸ μέσον τῆς στέγης ξύλον τὸ ὑπερτον καλούμενον ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ· ὅταν οὖν εἴπῃ Ὅμηρος, αὐτὴ δ’ αἰθαλόεντος ἀναΐξασα μελάθρου ἕζετο, τοῦτο φησὶ δηλοῦν· τινὲς δὲ ἁπλῶς τὸν ὄροφον ἢ τὸν οἶκον

### μ 140

Μέλισσα οἱονεὶ μέλιζα, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρποῖς· μῆλα γὰρ κατὰ πάντα εἴρηται οἱ καρποὶ τῶν βοτάνων, ὅθεν καὶ πολύμηλος γῆ

### μ 141

Μέλαινα τὰ διὰ τοῦ αινα θηλυκὰ προπαροξύτονα ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς αι διφθόγγου γράφεται, οἷον, μύραινα, δράκαινα, λέαινα, οὕτω καὶ μέλαινα· καὶ γίνεται ἐκ τοῦ μέλας μέλανος· ὁ κανὼν, τὰ εἰς ας ὀνόματα περιττοσυλλάβως κλινόμενα, διὰ τοῦ ντ κλίνεται, μέλας μέλαντος, ἐξ οὗ καὶ τὸ, μελάντερον ἠΰτε πίσσα· τάλας τάλαντος· ἐπεκράτησε δὲ ἡ συνήθεια, διὰ μόνου τοῦ ν αὐτὰ κλίνεσθαι· πρόσκειται περιττοσυλλάβως διὰ τὸ μέγας μέγα, λάας λάα

### μ 142

Μέλαν παρὰ τὸ μὴ καὶ τὸ λάειν, τὸ μὴ βλέπειν, ὅθεν ἀλαὸς ὁ τυφλὸς, καὶ· ὁ μὲν λάε νεβρὸν ἀπάγχων

### μ 143

Μελδόμενος παρὰ τὸ τὰ μέλη ἔδειν, ὃν ἔστιν ἐσθίειν, ἢ τήκειν, οἷον, μελέδειν καὶ μέλδειν κατὰ συγκοπήν· ἔστι δὲ μελδόμενος ὁ τηκόμενος

### μ 144

Μελέαγρος κύριον, παρὰ τὸ μέλλειν αὐτῷ τὴν ἄγραν

### μ 145

Μελεδῶναι αἱ τὰ μέλη ἔδουσαι φροντίδες· ὅθεν Ἡσίοδος γυιοκόρους αὐτὰς καλεῖ, τὰς ἕως κόρου τὰ γυῖα ἀναλυούσας, καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· ἀποστάζουσι γὰρ καὶ ῥέουσιν· Ὅμηρος, τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· καὶ εἰς τὸ κήδω

### μ 146

Μελέεσι ποιητικῶς τοῖς μέλεσιν, ὁ κανὼν εἴρηται εἰς τὸ ἡγεμόνεσσι. τὶ διαφέρει μέλος καὶ μέρος; διαφέρει· ὥσπερ γὰρ τὰ μέλη μέρη τοῦ σώματός εἰσι, καὶ τὰ μέν εἰσι βραχέα τὰ δὲ μακρὰ, καὶ τὰ μὲν εἰς ἐνέργειν, ὡς ἐπὶ τῶν χειρῶν, τὰ δὲ ἐπὶ τὸ περιπαθεῖν, ὡς ἐπὶ τῶν ποδῶν· οὕτω καὶ τὰ μέλη τὰ μέν εἰσιν ὀξύτονα, τὰ δὲ βαρύτονα, καὶ οὕτως ἀποτελοῦσι τὴν ἐν ἁρμονίᾳ μελῳδίαν· ἔστι δὲ μέρος εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι συνωνυμίας· συνώνυμον δέ ἐστι, τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν· τὸ δὲ μέλος παρὰ τὸ μέρος· τὰ γὰρ μέλη μέρη εἰσὶ τοῦ σώματος· μεταφορικῶς δὲ ἡ ἐναρμόνιος μελῳδία

### μ 147

Μέλαιον τὸ μάταιον, παρὰ τὸ λῶ τὸ θέλω, καὶ Ἰωνικῶς λέω, ὃ μὴ λέομεν, τουτ’ἔστιν ὃ μὴ θέλομεν, οὐδεὶς γὰρ θέλει τὸ μάταιον

### μ 148

Μελέτη ἡ φροντὶς, διὰ τὸ τὰ μέλλοντα μεριμνᾷν, παρὰ τὸ μέλλειν

### μ 149

Μέλη τὰ μέρη συνωνύμως, κατὰ μείζονα καὶ ὁλοσχερέστεραν νοούμενα περιγραφὴν· ἢ ἀπὸ τῶν κατὰ τὴν μουσικὴν μελῶν ἁρμονίαν, ὡσὰν εἴπης μέρη

### μ 150

Μέλισσα παρὰ τὸ ἐν τοῖς μήλοις ἱζάνειν· μῆλα δέ εἰσι τὰ ἄνθη· Ὅμηρος· αὐτῇ σοι ῥίζοισι καὶ αὐτοῖς ἄθεσι μήλων. καί τι μετέχει τοῦ ἄνθους; καὶ γὰρ ἡ μέλισσα τῶν ἀνθέων τὰ χρησιμώτατα συλλέγουσα ποιεῖ τὸ μέλι

### μ 151

Μελισσάων μελίσσων· ὁ κανών· οἱ Αἰολεῖς τὰς εἰς ων γενικὰς, τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας, διὰ τοῦ αων προσφέρουσιν, οἷον, μοῦσαι μουσάων, πύλαι πυλάων, ἀδιναὶ ἀδινάων, μέλισσαι μελισσάων· οἱ δὲ Δωριεῖς διὰ τοῦ εων, πύλαι πυλέων. Ὅμηρος, πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ

### μ 152

Μελίφρων παρὰ τὸ μέλισσα, τοῦτο ἐκ τοῦ μῆλον, ὃ σημαίνει τὸν πάντα καρπὸν, μήλιζά τις οὖσα, ἡ τοῖς καρποῖς ἐφιζάνουσα· ἡ γὰρ μέλισσα, τῶν ἀνθέων τὰ χρησιμώτατα συλλέγουσα ποιεῖ τὸ μέλι· τὰ μὲν καλὰ ἐκλέγεται, τὰ δὲ φαῦλα ἀποῤῥίπτει· λέγεται δὲ καταχρηστικῶς ὁ γλυκὺς ἄνθρωπος οἱονεὶ, ὁ γλυκαίνων τὰς φρένας· ὅμως καὶ κρίθης μελίφρονος εἴρηκε

### μ 153

Μέλος κατὰ σύγκρισιν τοῦ ἔπους, τὸ μεμελισμένον ἢ ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μόρσιλος δὲ τὰς ἐν Λέσβῳ γενομένας παρθένους Μούσας ἐπὶ τὰ πένθη φοιτᾷν καὶ θρηνεῖν, ὅθεν ἐπεκράθησε τὰ ἀδόμενα μέλεα κληθῆναι· οἱ δὲ ἀπὸ τοῦ μελιγόρου Πινδάρου μελισσοτευκηρίων, ὃ ἔστι τὸ μέλος τὸ ἑκάστῳ μεμελημένον· καὶ γὰρ μετὰ φροντίδος σκευάζεται

### μ 154

Μελῳδία παρὰ τὸ μέλος, ἐξ οὗ καὶ μελῳδός· γράφεται δὲ διὰ τοῦ ω μεγάλου· τὰ γὰρ παρὰ τὴν ᾤδην γινόμενα ἅπαντα διὰ τοῦ ω γράφεται· οἷον, ὑμνῳδὸς, τραγῳδὸς, ψαλμῳδὸς, χωρὶς τῶν παρὰ ὁδόν· ταῦτα γὰρ διὰ τοῦ ο γράφεται

### ω 2

ὠδὴ ἀπὸ μεταφορᾶς τῶν μελῶν τοῦ σώματος· καὶ εἰς τὸ μελέεσσι καὶ μέλπω

### μ 155

Μέλπηθρα παίγνια παρὰ τὸ μέλπω τὸ παίζω· δηΐω μέλπεσθαι ἄρηϊ

### μ 156

Μέλπω παρὰ τὸ μέλος, ὃ σημαίνει τὴν ᾠδὴν, γίνεται μέλω, καὶ πλεονασμῷ τοῦ π μέλπω· ἐξ οὗ καὶ μολπή

### μ 157

Μελχισεθὲκ τὸ χι ἰῶτα διάτι; ἀπὸ παραδόσεως τὸ μελ λέγεται βασιλεὺς, τὸ σεθὲκ λέγεται δικαιοσύνη· λέγεται δὲ οὖν μελχισεδὲκ βασιλεὺς δικαιοσύνης· καὶ μελχισαλὴμ βασιλεὺς εἰρήνης· καὶ ἀνάγεται εἰς τὸν Χριστὸν ἡ τοιαύτη παραγωγὴ παρ’ Ἑβραίοις

### μ 158

Μέλλω σημαίνει τέσσαρα· τὸ ὠφείλω, ὡς τὸ, ᾧ μέλλεις εὔχεσθαι· τὸ φροντίζω, ὡς τὸ, καὶ σὲ χρὴ ταῦτα πάντα μέλλειν νύκτας τε καὶ ἦμαρ· καὶ τὸ βραδύνω, ὡς τὸ, τὶ μέλλεις; τὶ ἀναδύη; καὶ τὸ φαίνω ὡς τὸ οὕτω που Διῒ μέλλει ὑπερμένεϊ φίλον εἶναι· καὶ τὸ πρέπω· καὶ ἀπέκειτο ὡς τὸ ἔμελλον ἆρα

### μ 159

Μέλλω διὰ δύο λλ, ἐπειδὴ οὐδέποτε βαρυτόνως ἐνεστὼς δι’ ἑνὸς λ ἐκφέρεται· καὶ διὰ τοῦτο τὰ φθάσαντα γενέσθαι βαρύτονα καὶ τὰ ὅμοια ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα. καὶ εἰς τὸ πλημμέλεια, καὶ σεμέλεια καὶ μελῳδός

### μ 160

Μέλεα τὰ ἄθλια καὶ μάταια, μέλεος γὰρ ὁ ἄθλιος, μάταιος καὶ ταλαίπωρος καὶ δυστυχής

### μ 161

Μελῳδὸς παρὰ τὸ μέλος καὶ τὸ ᾠδή· τὸ δὲ μέλος σημαίνει δύο· τὸν ψαλμὸν καὶ γίνεται παρὰ τὸ μέλλω τὸ φροντίζω· ἢ παρὰ τὸ ἔλω τὸ ἐλαύνω, ἔλος καὶ μέλος. σημαίνει καὶ τὸ μέρος τοῦ σώματος, καὶ γίνεται παρὰ τὸ μείρω τὸ μερίζω

### μ 162

Μεμαῶτα προθυμούμενον· χρόνου παρακειμένου μετοχῆς· ἔστιν ἀπὸ τοῦ μῶ τοῦ σημαίνοντος τὸ προθυμοῦμαι, δευτέρας συζυγίας τῶν περισπωμένων· ὁ μέλ λων μήσω, ὁ παρακείμενος μέμηκα, ἡ μετοχὴ ὁ μεμηκὼς, καὶ τροπῇ τοῦ η εἰς α καὶ ἀποβολῇ τοῦ κ, μεμαώς

### μ 163

Μέμω τὸ προθυμοῦμαι, ἐξ οὗ καὶ ὄνομα ῥηματικὸν ματὸς, καὶ μετὰ τοῦ αὐτὸς γίνεται αὐτόματος, ὁ αὐτόκλητος· ὁ μέλλων μεμῶ, ὁ παρακείμενος μέμακα, ἡ μετοχὴ ὁ μεμακὼς, καὶ ἀποβολῇ τοῦ κ μεμαώς· καὶ κλίνεται μεμαῶτος μεμῶτος κατὰ συναίρεσιν· τὸ πληθυντικὸν μεμῶτες, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς μεμαῶτες· καὶ φυλάττει τὸ α· τὸ θηλυκὸν ἡ μεμῶσα· ζήτει τὸν κάνονα εἰς τὸ ἑστῶσα

### μ 164

Μεμυελωμένα παρὰ τὸ μυαλῶ, τοῦτο παρὰ τὸ μύω τὸ ἀσφαλίζω, γίνεται μυελὸς ὁ ἠσφαλισμένος ὑπὸ τοῦ ὀστέου· λέγεται δὲ καὶ μυαλὸς, ἐκ τούτου μυαλῶ μυαλώσω· καὶ τὰ λοιπὰ δηλωτικά

### μ 165

Μεμυκέναι κρύψαι, κολλῆσαι ἢ καμμῦσθαι· σημαίνει δὲ κυρίως καὶ ἠχῆσαι, ἀπὸ τοῦ μυκῶ, ὁ μέλλων μυκήσω, μεμύκηκα ὁ μέσος μέμυκα, τὸ τρίτον μέμυκεν· Ἡσίοδος, μέμυκε δὲ γαῖα καὶ ὕλη, ἀντὶ τοῦ ἤχησε· καὶ τὸ ἀπαρέμφατον μεμυκέναι

### μ 166

Μέμφεαι ἐπὶ τῶν τριῶν προσώπων τῶν πληθυντικῶν οἱ Ἴωνες ἀποβάλλουσι τὸ τ τοῦ τρίτου προσώπου, καὶ δεύτερον ποιοῦσιν· ἐνέργειαν δὲ οὐκ ἔχει· γίνεται ἐκ τοῦ μέμφη μέμφω, τὸ παθητικὸν μέμφομαι μέμφεται, ἐκβολῇ τοῦ τ μέμφεαι

### μ 167

Μεσίτης ὁ μεταξὺ δύο ὤν· καὶ σημαίνει τὸν μεσάζοντα. διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφεται, οἷον, τόπος τοπίτης, στῦλος στυλίτης, λόχος λοχίτης, μῦθος μυθίτης· οὕτω καὶ μέσος μεσίτης

### μ 168

Μεμισθαρνικὸς ὁ μισθῷ κάμνων· ἢ διὰ μισθὸν ψεῦδος ποιῶν

### μ 169

Μενδήσιος μένδος ἐλέγετο παρ’ Αἰγυπτίοις ὁ τράγος, ἐκ τοῦ μένδος, μένδητος, μενδήτιος καὶ μενδήσιος· ἢ ὅτι τοπικόν ἐστι, ὡς θαλάσσιος, οὐράνιος

### μ 170

Μέλας εἰς τὸ λάας

### μ 171

Μένος εἰς τὸ δυσμένης, καὶ εὐμένης καὶ ζαμένης

### μ 172

Μέντοιγε ἐκ τοῦ μὲν, καὶ τοῦ τοὶ, καὶ τοῦ γέ· ἔστι δὲ ἐπίῤῥημα μεσότητος

### μ 173

Μενοῦνγε τρεῖς εἰσὶ σύνδεσμοι σημαίνει δὲ βεβαιότητα καὶ ἀληθές

### μ 174

Μενοῦν διὰ τοῦτο, τοιγαροῦν

### μ 175

Μενοινᾶ ἔστι γὰρ πολέμοιο μενοινᾶ· καὶ μενοινῶ, μενοινᾶς. σημαίνει δὲ τὸ προθυμῶ

### μ 176

Μερμέριζε φρόντιζε, βουλεύου. παρὰ τὸ μερίζω, τοῦτο παρὰ τὸ μέρος· τοῦτο παρὰ τὸ μείρω, μερῶ, με ρίζω καὶ μερμερίζω, καὶ τροπῇ τοῦ ε εἰς η, μερμηρίζω, ἀπὸ τοῦ, ἐπὶ τάδε καὶ τάδε μερίζεται τὴν ψυχὴν τοῦ μεριμνῶντος· ὅθεν καὶ μερμήρας τὰς φροντίδας ἔνιοι λέγουσιν

### μ 177

Μέρμις μέρμιθος, τὸ σχοινίον· καὶ εἰς τὸ ὄρνιθος

### μ 178

Μεριμνῶ παρὰ τὸ μέριμνα, τοῦτο παρὰ τὸ μερίζω μερίσω, μεμέρικα, μεμέρισμαι, μέριμνα. ἐτυμολογεῖται δὲ παρὰ τὸ μερίζειν τὸν νοῦν

### μ 179

Μερὶς παρὰ τὸ μερίζω, τοῦτο παρὰ τὸ μείρω τὸ μερίζω· ἢ παρὰ τὸ μέλος μελίζω καὶ μερίζω

### μ 180

Μέροψ ὁ ἄνθρωπος, συνώνυμον· γίνεται παρὰ τὸ μείρω τὸ μερίζω, ὁ μεμερισμένην ἔχων τὴν ἔναρθρον ὄπα, ἤγουν τὴν φωνὴν, ὥσπερ σύγκρισιν τῶν ἄλλων ζώων· ἐπειδὴ ἐὰν λαλῇ ὁ ἄνθρωπος μερίζεται εἰς συλλαβάς

### μ 181

Μέροπες οἱ μορητικοὶ καὶ κακοπαθεῖς· οἱ δὲ μεμορημένοι τὸ λόγιον. οἱ δὲ μεμορῆτες τὸν λόγον· ἑκάστῳ γὰρ ὀνόματι φωνῇ παράκειται. οὐ γὰρ πάντων ἢ ἐν ὁμοθρόως, οὐ δι’ ἄγυρις· ἄλλοι δὲ τοὺς ὑπὸ ὄρον πεπτωκότας, οἷς κατὰ τ’οὐναντίον μάκαρες, οἱ μὴ κῆρα ἔχοντες, οἱ ἀθάνατοι

### μ 182

Μέσος παρὰ τὸ μερίζω μερίσω, μέρισος καὶ κατὰ συγκοπὴν μέσος· ἐτυμολογεῖται παρὰ τὸ τὰ μέρη ἶσα ἔχειν

### μ 183

Μεσημβρία παρὰ τὸ μέση καὶ τὸ ἡμέρα μεσημερία, καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ β, μεσημβρία

### μ 184

Μεσίας ὁ Χριστὸς, παρὰ τὸ μέσος

### μ 185

Μεσούσης ἔστιν ἶσον, καὶ τροπῇ τοῦ ι εἰς ε, καὶ πλεονασμῷ τοῦ μ, μέσος, καὶ ἐκ τούτου μεσῶ, μεσώσω, τρίτης συζυγίας τῶν περισπωμένων· καὶ ἡ μετοχὴ ὁ μεσῶν τοῦ μεσοῦντος, καὶ τὸ θηλυκὸν ἡ μεσοῦσα, τῆς μεσούσης· καὶ ἀπὸ τοῦ μεσάζω μεσάζουσα καὶ κατὰ συγκοπὴν μεσοῦσα

### μ 186

μεστὸν τὸ πλῆρες, παρὰ τὸ ἔω τὸ πληρῶ, ἐξ αὐτοῦ ἐστὸς, καὶ πλεονασμῷ τοῦ μ, μεστός

### μ 187

Μετὰ δαῖτα δύο μέρη λόγου· μετὰ πρόθεσις, δαῖτα ὄνομα· ἡ εὐθεῖα ἡ δαῖς

### ε 832

ἑτεροιοῦσθαι διαφέρει. μεταβαλεῖν μὲν γάρ ἐστι πάθος κοινόν· καὶ καιρῶν γίνεται μεταβολὴ καὶ πράξεων, καὶ ἀφροδισίων. Εὐριπίδης· μεταβολὴ πάντων γλυκύ· μεταμόρφωσις δὲ μεταχαρακτηρισμὸς, καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα· ἀλλοίωσις δὲ οὐ μόνον μετασχηματισμὸς χαρακτῆρος, ὡς Ὅμηρος, ἀλλοῖος μοι ζῆν ἐφάνη ἠὲ πάροιθεν· ἀλλὰ τῆς προτέρας ὑπολήψεως ποίησις ἕτερα· ἑτεροίωσις δὲ ὅταν ἀφ’ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλλεται· οἷον, Νιόβη εἰς λίθον

### μ 188

Μεταλλῶ σημαίνει τὸ ζητῶ, καὶ πολυπραγμονῶ, δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ σημαίνει τὸ πολύπονον· γίνεται ἐκ τοῦ μέταλλον, ὃ σημαίνει τὸν τόπον, ἐν ᾧ ὁ χρυσὸς τίκτεται· ἢ ἡ χρυσίτης γῆ· καί τι μετέχει τὸ μέταλλον, πρὸς τὸ μεταλλῶ· ἐπειδὴ ταῦτα εὐρένης οὐ τῆς τυχούσης, ἀλλὰ καὶ τῆς ἀναγκαίας δέονται

### μ 189

Μεταμέλεια σχῆμα παρασύνθετον, ἐκ τοῦ μεταλῶμαι καὶ μετανόω, καὶ μεταγινώσκω

### μ 190

Μετάφρενον τὸ μεταξὺ τῶν ἐξοχῶν τοῦ νώτου· καὶ τοῦ μέρους μέσον

### μ 191

Μετάξιν διὰ τὸ μεταξὺ ζώου καὶ δένδρου· ἔστι δὲ σπέρμα καὶ οὐ σπέρμα, ζῶον, ἑρπετὸν, πτερωτὸν καὶ σπερματικόν

### μ 192

Μεταίχμιον ὁ μεταξὺ δύο στρατιώτων τόπος

### μ 193

Μεταλλᾶν ἀντὶ τοῦ ζητεῖν ἐν αὐτῷ τι. τὸ γὰρ ζητεῖν μεταλλᾶν ἔλεγον

### μ 194

Μεταξὺ ἀπὸ τοῦ μεσάζω· ἔθος ἔχουσιν οἱ Δωριεῖς τρέπειν τὸ ς εἰς τ, καὶ γίνεται μετάξω καὶ μεταξύ· καί ἐστιν ἐπίῤῥημα

### μ 195

Μετάρσιος ὁ ὑψηλός· ἔστιν αἴρω ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, καὶ ἐξ αὐτοῦ ἄρσιος ὄνομα, καὶ μετὰ τῆς μετὰ προθέσεως μετάρσιος, ὁ λίαν ὑψούμενος· ἡ γὰρ μετὰ ἐπίτασιν σημαίνει ἀρτίως

### μ 196

Μετάφρενα οἱ μεταξὺ τῶν νώτων τόποι μετὰ τὰς φρένας ἐγγύς· τὰ ὀπίσθια τῆς κεφαλῆς· ἐν τῇ κεφαλῇ γὰρ αἱ φρένες

### μ 197

Μεταπεσεῖν τὸ ἀπὸ δόξης εἰς ἀτιμίαν ἐλθεῖν

### μ 198

Μετριάζει ταπεινοφρονεῖ, μέτρια φρονεῖ

### μ 199

Μεταπλασμὸς ἔστιν ὅταν τραπῇ ἡ τελευταῖα συλλαβὴ τῆς λέξεως εἰς ἄλλην συλλαβὴν, οἷον, διχόμηνι, πολυπόταγι

### μ 200

Μετέωρος ὁ ὑψηλὸς, παρὰ τὸ αἴρω τὸ κουφίζω, καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἄειρος· καὶ ἐν ὑπερβιβασμῷ ἔοιρος, καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω ἔωρος, καὶ μετὰ τῆς μετὰ προθέσεως μετέωρος· ἐξ οὗ καὶ ἐωρίζω καὶ μετεωρισμός

### μ 201

Μετρῆσαι εἰς τὸ ἀριθμῆσαι

### μ 202

Μέτριον τὸ ταπεινὸν καὶ ἐπιεικὲς, παρὰ τὸ μετρῶ, τὸ ὑπερταπεινούμενον· τοῦτο παρὰ τὸ μέτρον τοῦτο παρὰ τὸ μείρω τὸ μερίζω. ὥσπερ παρὰ τὸ δείρω δέτρον, οὕτω παρὰ τὸ μείρω μέτρον· σημαίνει δὲ δύο, τὸ ταπεινὸν, καὶ τὸ ὑποκοριστικὸν τοῦ μέτρου

### μ 203

Μέτρον τινὲς τὸ κοῖλον, παρὰ τὸ μέσον εἶναι, τὰ δ’ ἄλλα ἀπ’ αὐτοῦ· τὸ δὲ μετροῦν, μέθορος ποιοῦν ἐτυμολογεῖται

### μ 204

Μετώπηδον τὰς φάλαγγας μετώπηδον στήσαντες, ἀντὶ τοῦ ἔμπροσθεν τῶν ὠπῶν

### μ 205

Μέτωπον ἔστιν ἐνταῦθα πρόθεσις ἀντὶ προθέσεως, τουτ’ἔστιν ὑπέρωπον, τὸ ὕπερ τοὺς ὦπας μέρος ὂν, μέτωπον, παρὰ τὸ ἄνω τῶν ὠπῶν ἵστασθαι

### μ 206

Μέχρι ἐπίῤῥημα χρόνου δηλωτικόν· ἢ ἐπίῤῥημα καιροῦ παραστατικόν· τὸ χρι ἰῶτα διάτι; τὰ πεφυκότα ἐπιῤῥήματα, κᾂν τε μετὰ τοῦ ς, κᾄν τε ἄνευ τοῦ ς διὰ τοῦ ι γράφεται, οἷον, πολλάκις, ὀλιγάκις, μέχρις, ἄχρις καὶ ἄχρι· πλὴν τοῦ χρὴ, ὅπερ καὶ παρ’ ἡμῖν λέγεται· παρὰ πολλοῖς δὲ ἀπόχρης

### μ 207

Μέχρι τῆς δεῦρο ἕως τῆς σήμερον· μέχρι τῆς δεῦρο, ἕως ὧδε, ἕως νῦν

### μ 208

Μετοχὴ ὀνόματος διαφέρει· καθὸ ἐν μὲν τοῖς ὀνόμασί τινα ἐστὶ μονογενῆ τινὰ δὲ κοινὰ, τινὰ δὲ τριγενῆ, ἡ μέντοι μετοχὴ τὴν τριγένειαν ἠσπάσατο· τύπτων γὰρ τύπτουσα καὶ τύπτον· πλὴν τοῦ ἐκτρώσασα· ταύτης γὰρ τῆς μετοχῆς ἡ φωνὴ ἐπὶ τοῦ ἄῤῥενος οὐ συνίσταται· τὸ δὲ ῥῆμα ἐκτρῶ, ἐκτρᾶς, ἐκτρώσασα. μὴ παραδῶς ὑποτακτικὸν ἐκ τοῦ δίδωμι, δώσω, ὁ β ἀόριστος ἔδων καὶ τὸ ὑποτακτικὸν ἐὰν δῶ, ἐὰν δῶς· καὶ παραδῶς

### μ 209

Μὴ τὸ μὲν ἀπαγορευτικὸν ἐπίῤῥημα, μετὰ πόσων ἐγκλίσεων συντάσσεται; μετὰ τριῶν. μετὰ προστακτικοῦ ὡς Ὅμηρος, μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν· καὶ ὁ Δαβίδ, μή με καταποντισάτω καταιγὶς ὕδατος. καὶ μετὰ ποίων προσώπων συντάσσεται ἐν τοῖς προστακτικοῖς; ἐν μὲν τοῖς προστακτικοῖς μετὰ δευτέρου καὶ τρίτου προσώπου συντάσσεται, εἰς ἐνεστῶτα· οἷον, μή δ’ ἔα νῆας ἅλαδ’ ἑλκέμεν· καὶ μή μοι οἶνον ἄειρε· μετὰ δὲ τρίτου προσώπου, ὡς ὁ Παῦλος, ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ ἐξουθενείτω· ἐπὶ δὲ τοῦ πρώτου τοῦ μέλλοντος, ἀορίστου ἐνεργητικοῦ παθητικοῦ, μετὰ τρίτου προσώπου μόνον συντάσσεται, οὐ γὰρ λέγεται μὴ τύψον, ἢ μὴ τύψαι, ἢ μὴ τυποῦ· καὶ μετὰ εὐκτικοῦ, ὡς ἐν τῷ· εἰ μὴ ἐγὼ τάδε τόξα φαείνῳ ἐν πυρὶ θείην· καὶ μετὰ ὑποτακτικοῦ, ὡς τὸ μὴ δήπω ὑπ’ ὀχέσφι λυώμεθα μώνυχας ἵππους· καὶ ἀλλαχοῦ· μή μιν ἐγὼ μὲν ἵκωμαι ἴων· ὁ δὲ μ’οὐκ ἐλεήσει, οὐδέ τι μ’ αἰδέσεται· εἰ δὲ τῇ ὁριστικῇ ἐγκλίσει συντάσσεται, οὐ μετὰ τῆς ἰδίας δυνάμεως τάσσεται, ἀλλὰ ἀντὶ τῆς οὐ ἀποφάσεως, ὡς ἐν τῷ, μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων ποιμαίνει, Τρῶας τε καὶ Ἕκτορα τοῖσι δ’ ἀρήγει· ἀντὶ τοῦ οὐ διὰ τὴν ἐμὴν βούλησιν· καὶ ὡς ἐν τῷ μὴ ὄφελες λίσσεσθαι, ἀντὶ τοῦ οὐκ ὤφελες· ἀπαρεμφάτῳ δὲ εἰ συντάσσεται ἡ μὴ ἀπαγόρευσις, οὐ ξένον, διότι παντὸς ῥήματος ἀρχὴ τὸ ἀπαρέμφατον· κρεῖττον δὲ εἰπεῖν, ὅτι ἡνίκα μετὰ ἀπαρεμφάτου συντάσσεται ἡ μὴ ἀπαγόρευσις, ἀντὶ προστακτικῆς ἐγκλίσεως πρόσκειται· ὡς τὸ, μήτ’ αὐτὸν κτείνειν, μήτε μναᾶσθαι ἄκοιτιν· ἀντὶ τοῦ μὴ κτεινέτω τὸν Ἀγαμέμνονα ὁ Αἴγισθος, καὶ μὴ ἔστω μνηστὴρ τῆς γυναικὸς αὐτοῦ. καὶ Ὅμηρος. μὴ μὲν ἐγὼ Βρισηΐδι χεῖρ’ ἐπενεῖκαι. συνεχῶς γὰρ ὁ ποιητὴς τὰ ἀπαρέμφατα ἀντὶ τῶν προστακτικῶν κέχρηται, ὡς ἐν τῷ, πειρᾷν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαίους, ἀντὶ τοῦ ἀπόπειραν ποιησάτω. καὶ, πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω, ἀντὶ τοῦ ἀγόρευσον. τὸ μὴ ἦτα διάτι; πᾶν ἐπίῤῥημα μονοσύλλαβον μακροκατάληκτον ὀξύνεσθαι θέλει καὶ διὰ τοῦ η γράφεται. οἷον, μὴ, νὴ, δή· εἰς τὸ μὴ τι προσγράφεις οὐδέν; διὰ τὸ τὰ εἰς η λήγοντα ἐπιῤῥήματα ἔχουσι καὶ τὸ ι προσγεγραμμένον, οἷον, ἄλῃ, πάντῃ, πλὴν τοῦ μὴ καὶ νὴ, καὶ δηλαδή· τὸ μὴ σημαίνει δύο, ἀπαγόρευσιν, καὶ δισταγμόν· ἀπαγόρευσιν, οἷον, μὴ φάγῃς, μὴ πίῃς· δισταγμὸν δὲ, μὴ ἀπέθανεν ὁ δεῖνα

### μ 210

Μηδαμινὸς ἄτιμος, εὐτελής· εἰς τὸ οὐτιδανοῖσι

### μ 211

Μήδεα τὰ βουλεύματα, ἡ εὐθεῖα μῆδος

### μ 212

Μήδεα τὰ αἰδοῖα, παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γενέσεως· καὶ μέζεα, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ· ἢ μέδεα καὶ κατὰ τροπὴν τοῦ ε εἰς η μήδεα τὰ μόρια· ἦτοι μέδεα ὧν δεῖν κρατεῖν· ἢ τὰ ἔχοντα τὸ μήδειν, ὅ ἐστι τὸ κρατεῖν, ἐπειδὴ τῆς ἀρσενότητος αἰτία· ἢ καὶ μετὰ τοῦ τοῦ σώματος οὐρὴν δ’ ὑπὸ μέζε’ ἔθεντο· ὡς καὶ Ἀρχίλοχος, ἴνας δὲ μελέων ἀπέθρισε

### μ 213

Μηδία κέκληται, ἀπὸ τοῦ μιαροῦ μαθήματος τῆς μηδούσης ἧς ἐδίδαξε τούς τε ἀνθρώπους ὁ Περσεύς

### μ 214

Μήδω τὸ μὴ ἦτα· καὶ ὅτι μέδων ἐστὶ, καὶ ἐκτάσει τοῦ ε εἰς η. καὶ μέδων ὁ βασιλεὺς, μεδῶ, ἐξ οὗ καὶ μεδέων· ἢ καὶ τὰ διὰ τοῦ ηδω ῥήματα δισύλλαβα βαρύτονα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον, δείδω, ἐρείδω, πλὴν τοῦ μήδω· ἥδω τὸ εὐφραίνομαι· καὶ κλυταιμνῆσαι, καὶ Προμήθευς

### μ 215

Μήθ’ ἑνὸς τρία μέρη λόγου· τὸ μὴ ἀπαγορεύσεως, τό τε σύνδεσμος, καὶ τὸ ἑνὸς ὄνομα, ἀπὸ τοῦ εἷς ἑνὸς, οἷον, μήτε ἑνός, καὶ κατὰ συγκοπὴν μήθ’ ἑνὸς, τροπῇ τοῦ τ εἰς θ

### μ 216

Μήλιον τὸ δῶρον, ὅθεν καὶ κειμήλιον

### μ 217

Μῆκος παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ γῆ, ἦγος καὶ μῆγος, καὶ ἐξ αὐτοῦ μῆκος, τὸ πολὺν γῆν ἔχον· ἣ παρὰ τὸ ἥκω, τὸ ἔρχομαι, ἧκος καὶ μῆκος· τὸ τοῖς ἐν αὐτῷ ἐρχομένοις κόπους παρέχειν

### μ 218

Μῆλα εἰς τὸ μέλισσα

### μ 219

Μηκάδας ἤτοι μηκωμένας ἀπὸ τῆς φωνῆς· μήκη γὰρ λέγεται ἡ τῶν αἰγῶν φωνή· ἢ ἀπὸ τοῦ ἐπὶ τὰ μήκη κίειν, ὁ ἔστι πορεύεσθαι

### μ 220

Μήκωνος μάκων, μήκων· ἔστι δὲ ἡ παπαρίνα, ἡ δὲ ταύτης κεφαλὴ κώδεια, καὶ κωδία λέγεται

### μ 221

Μῆλα τὰ πρόβατα, ἀπὸ τοῦ μεμαλλῶσθαι. ὁ δὲ καρπὸς κατ’ ἐξοχὴν, πᾶς γὰρ οὕτως ἐλέγετο· πολλὰ δ’ ὅγε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ, αὐτῇσιν ῥίζῃσι, καὶ αὐτοῖς ἄνθεσι μήλων· ἀντεστραμμένως δὲ εἴρηται· ἔδει γὰρ εἰπεῖν ἀνθέων μήλοις

### μ 222

Μῆλον ὀπώρα, παρὰ τὸ μηλωθρῶ, ὃ σημαίνει τὸ βάπτω· ὥριμον γὰρ ῥούσιόν ἐστι

### μ 223

Μῆλον τὸ πρόβατον, ὅθεν καὶ μηλωτή· δηλοῦσιν οἱ Δωριεῖς διὰ τοῦ α

### μ 224

Μήλη ἰατρικὴ δι’ ἧς ψηλαφᾶται τὰ πονούμενα· μηλοῦν γὰρ τὸ ψηλαφᾶν λέγεται· καὶ μήλωα θεαταὶ, πορφύρα βάμματα

### μ 225

Μηλωτὴ γίνεται παρὰ τὸ μῆλον, ὃ σημαίνει τὸ πρόβατον· τοῦτο παρὰ τὴν ἐπιμέλειαν ἥντινα εἰς αὐτὰ ποιούμεθα· ἢ παρὰ τὸ μαλλόν· τὸ λω μέγα διάτι; τὰ διὰ τοῦ ωτη

### μ 226

Μηλωτὴ δέρμα, δορὰ προβάτου· μῆλα γὰρ παρὰ τῶν Ἰώνων τὰ πρόβατα λέγονται

### μ 227

Μὴν γὰρ παρὰ τὸ μήνη ὃ σημαίνει τὴν σελήνην, δι’ αὐτῆς γὰρ τελειοῦται ὁ μήν. ἢ παρὰ τὸ μεῖον τὸ μικρὸν, γίνεται μείην καὶ κατὰ συγκοπὴν μὴν, ἡ εἰς ἄκρον ἐλάττωσις, καὶ ἀποτερμάτωσις τῆς σελήνης. καὶ εἰς τὸ ἤμην

### μ 228

Μήνη ἡ σελήνη, ἀπὸ τοῦ μὴ μένειν ἐν ταὐτῷ, ἀλλὰ ποτὲ μὲν μειοῦσθαι ποτὲ δὲ αὐξάνεσθαι, ὡς ἐκλείπειν· ἢ παρὰ τὸ ἐλαττοῦσθαι. ἐξ οὗ καὶ σκοτομήνη· καὶ εἰς τὸ μήν

### μ 229

Μῆνιξ ὁ μυελὸς τῆς κεφαλῆς

### μ 230

Μήνιγγες παρὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφαλον

### μ 231

Μηνιεῖ ἀπὸ τοῦ μαίνω τὸ ὀργίζομαι, ὁ μέλλων μανῶ, ὁ ἀόριστος ἔμανον καὶ ἔμηνα· καὶ ἐκ τούτου μῆνις· καὶ ἐκ τοῦ μῆνις μηνίω, μηνίσω, ὁ β μέλλων μηνιῶ, τὸ τρίτον μηνιεῖ

### μ 232

Μῆνις ἔστι παρὰ τὴν ἐμμένουσαν ὀργὴν μένις καὶ κατ’ ἐπέκτασιν τοῦ ε εἰς η μῆνις· ἐστι δὲ καὶ παρὰ τὴν μανίαν· καὶ εἰς τὸ θυμός

### μ 233

Μῆνις μάνις τίς ἐστι· παρὰ τὴν ὀργὴν καὶ τὴν μανίαν· ἐοίκασι γὰρ μαινομένοις οἱ ὀργιζόμενοι· ἢ παρὰ τὸ ἐμμένειν τῷ μηνιῶντι καὶ ὀργιζομένῳ· διαφέρει δὲ μῆνις χόλου καὶ ὀργῆς

### μ 234

Μῆνιν παρὰ τὸ μηνίω, μηνίσω μῆνις· ἢ παρὰ τὸ μένω ἡ ἐπίμονος ὀργή· καθάπερ μὲν ἐπὶ συκῆς πρῶτον μὲν ἔστιν ὄλυνθος, εἶτα φῆλιξ, εἶτα σῦκον, εἶτα ἴσχας, οὕτως ὀργὴ, θυμὸς, χόλος, κότος καὶ μῆνις· ὁ μὲν οὖν ποιητὴς ὡς συνωνύμοις ὀνόμασι συγκεχυμένως αὐτὰ λέγει

### μ 235

Μήνισκος ὁ περιτραχήλιος κόσμος, ἡ μανιάκις· παρὰ τὸ κυκλοειδῆ εἶναι καὶ περιτίθεσθαι, ἡ μεταφορὰ ἀπὸ τῆς μήνης, ἤγουν τῆς σελήνης· κυκλοειδὴς γὰρ ἐστί

### μ 236

Μήνυμα παρὰ τὸ μηνύω, τοῦτο παρὰ τὸ ἀνύω, ὃ σημαίνει τὸ διέρχομαι, ἄνυμα καὶ πλεονασμῷ τοῦ μ, ἐν πολλαῖς γὰρ λέξεσι πλεονάζει τὸ μ, καὶ τοῦ α εἰς η τρεπομένου, μήνυμα

### μ 237

Μῆνις παρὰ τὸ μένω, τὸ ἐπιμένω, ἡ ἐναπομένουσα ὀργή· κλίνεται δὲ μῆνις μήνιδος κοινῶς, μῆνις μήνιος αἰολικῶς

### μ 238

Μήτι διὰ τοῦ ι. ὡς ἀπὸ τοῦ νεάνις, κατὰ κράσιν γίνεται νῆνις, καὶ ἐκεῖθεν νήνιος, νήνιϊ, καὶ κατὰ κράσιν τῶν δύο ιι εἰς ι μακρὸν ἓν, νήνι, ποικίλους ἀμβάλω, οὕτω καὶ ἀπὸ τοῦ μήτις μήτιϊ καὶ κράσει τῶν δύο ιι εἰς ἓν ι μακρὸν μήτι

### μ 239

Μήρινθος ἡ σπαρτὸς, παρὰ τὸ μείρεσθαι καὶ καταῤῥεῖν ἐν τῷ κλῶσθαι αὐτὴν, ἤτοι νήθεσθαι

### μ 240

Μήρα μήρια, κατὰ μῆρ’ ἐκάη, τὸ ὁλόκληρον γὰρ ἔστι τὰ μήρα· καὶ ὤφειλεν εἶναι κατὰ μηρὰ ὀξυτόνως· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ἀρσενικῶν ἢ θηλυκῶν εἰς οὐδέτερα γινόμενα, μεταπλασιασμὸν τοῦ αὐτοῦ σημαινομένου, ὁμότονα καθεστήκασιν, οἷον, ἐρετμὴ ἐρετμὴν, πυρετὰ πυρὰ, χίλι’ ἄρης ἐν πεδίῳ πυρὰ καίετο, αἱ οἰκεῖαι, τὰ οἰκεῖα, καὶ αἱ οἰκεῖαι καὶ τὰ οἰκεῖα ποιήσονται, ὁδῷ ἐπὶ παιπαλοέσσῃ, αἱ δὲ πλευραὶ τὰ πλευρὰ. καὶ ὤφειλεν εἶναι καὶ τοῦτο ὀξύτονον, οὐκ ἔστι δὲ· ἔδειξε γὰρ ὁ τόνος τὸ πάθος· ἔστι γὰρ τὸ μηρίον καὶ τὰ μηρία τὸ πληθυντικὸν, καὶ κατὰ συγκοπὴν τὰ μῆρα· διαφέρει τὸ ἀρσενικὸν τοῦ οὐδετέρου. ὅτι τὸ ἀρσενικὸν μὲν ὁ ποιητὴς τίθησι καὶ ἐπὶ τῶν ἁγιαζομένων, ἤγουν θυομένων, καὶ ἐπὶ τῶν ἀνθρωπείων· ὡς μήρους ἐξέταμον, ἐπὶ τῶν ἀνθρωπείων, ὡς τοιοίτοι, μὲν μιάνθην αἵματι μηροί· τὸ δὲ οὐδέτερον ἐπὶ τῶν ἁγιαζομένων μόνον· ὡς τὸ αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη· γίνεται παρὰ τὸ μείρω τὸ μερίζω, ἀπ’ αὐτοῦ γὰρ τοῦτο μερίζεται τὸ σῶμα, μέχρι γὰρ αὐτοῦ ἕν ἐστι, ἀπ’ αὐτοῦ δὲ μερίζεται

### μ 241

Μηρία γέγονε παρὰ τὸ μηρὸς, τοῦτο παρὰ τὸ μερίζω, μερὸς καὶ μηρὸς, καὶ τὸ ὑποκοριστικὸν μηρίον

### μ 242

Μηρὸς παρὰ τὸ μερὸς, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἐκτάσει τοῦ ε εἰς η· τὸ μη ἦτα· τὰ διὰ τοῦ ηρος ὀξύτονα ἅπαντα διὰ τοῦ η γράφεται· πλὴν τοῦ καυστειρός

### μ 243

Μηρὸς παρὰ τὸ μερίζω, ἔνθα μεμέρισθαι τὸ σῶμα καὶ τροπῇ τοῦ ε εἰς η· οὕτως Ἡρωδιανὸς ἐν τοῖς ἐπιμερισμοῖς

### μ 244

Μηριόνης ὁ διὰ τῶν μηρῶν τὴν ὄνησιν αὐτῷ ἐμποιῶν· ταχὺς γὰρ ἦν καὶ μόλος, ἀπὸ τοῦ μο λίσκειν

### μ 245

Μηρυκισμὸς ἐκ τοῦ μηρυκίζω, τοῦτο ἐκ τοῦ μηρύκω, μηρύκειν γὰρ λέγεται τὸ ἐκ βάθους ἀρύεσθαι τὴν τροφὴν καὶ εἰς μικρὰ κόπτειν· τοῦτο παρὰ τὸ μηρίω τὸ ἀναλέγομαι, τοῦτο παρὰ τὸ μερὸς· μερυχ. τὸ εἰς μικρὰ κοπτόμενον

### μ 246

Μήρυγμα ἀπὸ τοῦ τῆς ὑποστατικωτέρας ὑπάρξεως εἰς μεῖον καὶ ἔλαττον ἕλκεσθαι, οἱ δὲ μόρημα, ἐπεὶ διὰ πόνου ἐργάζεται· μορεῖν γὰρ τὸ πονεῖν, ὅθεν καὶ μόρτοι οἱ ἄνθρωποι

### μ 247

Μήστορα τὸ κύριον διὰ τοῦ ο, Μήστορα τ’ ἀντίθεον· τὸ δὲ σημαῖνον τὸν ἔμπειρον τῆς μάχης διὰ τοῦ ω, μήστωρας ἀΰτης

### μ 248

Μήτειρα σημαίνει δὲ τὴν μητέρα· διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειρα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφεται· τὸ κάειρα καὶ ἄειρα καὶ ἀμφίβολ

### μ 249

Μήτηρ παρὰ τὸ μὴ τηρεῖσθαι· αἱ γὰρ γυναῖκες πρὶν γένονται μητέρες φυλάττονται πρὸς τὸ μὴ λυμανθῆναι τὴν αὐτῶν παρθενίαν· ἡνίκα δὲ γένωνται μητέρες οὐ τηροῦνται

### μ 250

μητρολῶας ὁ τὴν μητέρα τύπτων

### μ 251

Μητηρ τινὲς ἀπὸ τοῦ μαστεύσθαι· τινὲς, ὅτι μέθηκε τὸ βρέφος ἐν τῇ κυήσει· τινὲς ἀπὸ τῆς μήτρας· αὑτὴ δὲ ἡ μήτρα μήστειρα καλεῖται, καὶ ἔρα ἀπὸ τοῦ ὑγραίνεσθαι ἀπὸ τοῦ θοροῦ· καθὸ καὶ οἱ ὠσιαγενεῖς, φύσεως ἐργαστήριον αὐτὴν εἶπον

### μ 252

Μίλαξ διὰ τοῦ ι, τὰ εἰς αξ λήγοντα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον, Φαῖαξ, αὖλαξ, θώραξ, κλίμαξ, θρίδαξ, πλὴν τοῦ λεῖαξ ὃ σημαίνει τὸν λειμῶνα, καὶ τὸ μείραξ· ἰστέον δὲ ὅτι τὸ μίλαξ εἶδος βοτάνης ἔστιν, ἥτις λέγεται καὶ ἡ μίλος· ἐξ οὗ καὶ μίλιον χρῶμα διὰ τοῦ ι γράφεται

### μ 253

Μητίετα Ζεὺς τὸ μῆτις γέγονεν ἐκ τοῦ μήδω, τὸ σημαῖνον τὸ βουλεύομαι, ὅθεν καὶ μέδοντες οἱ βασιλεῖς λέγονται, οὓς εὐβουλίας δεῖ, ὅθεν καὶ βουληφόροι λέγονται· οὗ ὁ μέλλων μήσω ῥῆμα, καὶ ὄνομα μῆσις, καὶ μεταθέσει τοῦ ς εἰς τ μῆτις, καὶ ἐν συνθέσει ἀγκυλομήτις· ἀπὸ δὲ τοῦ μήδω ἐγένετο τὸ μῆδος ὄνομα, ὅθεν καὶ μήδεα πυκνά· καὶ ἀπὸ τούτου ἐγένετο μητιόεις, ὄνομα ἀρσενικὸν, οὐδέτερον μητιόεν μητιόεντος· ἰστέον ὅτι ταῦτα κατὰ ποιητικὴν ἄδειαν λέγονται, ὡς ἱππότα Νέστωρ καὶ μητίετα Ζεὺς, καὶ αὐτὰρ ὦ Θύεστα καὶ τὰ τούτοις ὅμοια· ταῦτα γὰρ καὶ μηνόπτωτά εἰσι, καὶ μετὰ ποιητικῷ μεταπλασιασμῷ λέγουσιν εἶναι αὐτὰ, διὸ καὶ ἄκλιτα ἔμειναν· καὶ ἄλλως· παρὰ τὸ μήδω τὸ βουλεύομαι γίνεται μητίτης καὶ κατὰ πλεονασμὸν τοῦ ε. καὶ συστολῇ τοῦ ι, γίνεται μητιέτης· ἔστι Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμός· παρ’ ἡμῖν οὔδε ἀρσενικὸν ὄνομα ἐπ’ εὐθείας εἰς α λήγει

### μ 254

Μιαιφόνος οἷον βιαιφόνος, καὶ τροπῇ τοῦ β εἰς μ. ἢ ἰαιφόνος ὁ ἰαινόμενος τοῦ φόνου, τουτ’ἔστιν εὐφραινόμενος

### μ 255

Μήτηρ παρὰ τὸν μῶ μήσω μέλλοντα, ὃ ἔστι φροντίσω· τὸ μη ἦτα, ἐκ τοῦ ματῶ μάτηρ καὶ μήτηρ, ὡς μάτης καὶ μήτης ὁ τῶν ἀδήλων ζητητικός

### μ 256

Μητίετα ἔστιν ἡ εὐθεῖα μητιέτης, παρὰ τὸ μῆτις τοῦτο παρὰ τὸ μήδω· ἐκ τοῦ μῆτις γίνεται μητίτης καὶ πλεονασμῷ τοῦ ε μητιέτης, ἡ αἰτιατικὴ τὸν μητιέτην, καὶ κατὰ μεταπλασμὸν μητίετα· διάτι προπαροξύνεται; αἱ γινόμεναι κατὰ μεταπλασμὸν εἰς α αἰτιατικαὶ, μὴ προηγουμένης γενικῆς ἢ δοτικῆς, διὰ τὸ ἱππότης, ἱππότου, ἱππότα, προμετεπλάσθη γὰρ· πρόσκειται τὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ λιτοῦ λίτα καὶ λίτα πετάσας· τὸν μητιέτην γάρ· καὶ ἡ κλητικὴ ὦ μητίετα ὤφειλε βαρύνεσθαι· ἀλλὰ κανὼν ἔστιν ὁ λέγων, ὅτι τὰ εἰς ης ἰσοσύλλαβα, εἰ τὸ τ ἔχει, ποιοῦσιν εἰς α τὴν κλητικὴν, καὶ ὤφειλεν εἶναι μητιέτα ἀπὸ τῆς μητιέτης εὐθείας· ἀλλ’ ἐπειδὴ ἕτερος κανὼν ἔστιν ὁ λέγων, ὅτι πᾶσα πτῶσις συνεμπίπτουσα ἑτέρᾳ πτώσει, κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὸν αὐτὸν τόνον ἐπιδέχεται· τούτου χάριν ἡ κλητικὴ τὸν αὐτὸν τόνον ἐφύλαξε τῆς αἰτιατικῆς· καὶ ἡ εὐθεῖα πάλιν τῇ αἰτιατικῇ ὡμοφώνησεν

### μ 257

Μήτρα παρὰ τὸ μήτηρ, μητέρος, μητέρα καὶ κατὰ συγκοπὴν μήτρα· σημαίνει δύο· τὴν μήτραν καὶ γράφεται διὰ τοῦ ἦτα· καὶ τὴν ζώνην καὶ γράφεται διὰ τοῦ ι. καὶ Ὅμηρος, μίτρα θ’ ἣν ἐφόρει

### μ 258

Μήτρα ὡς ἀπὸ τοῦ πατὴρ πάτρα, οὕτω καὶ ἀπὸ τοῦ μήτηρ μήτρα, ὑπερβιβασμῷ τοῦ ρ, τὸ δὲ μήτηρ, παρὰ τὸ μῶ τὸ ζητῶ· ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσι· ἢ ὅτι φυσικῶς αὐτὰ τὰ γεννηθέντα μαστεύει καὶ ζητεῖ· ῥήτρα καὶ φήτρα, ἡ μήτρα τῆς γυναικός

### μ 259

Μῆχος ἔστιν ὄνομα οὐδέτερον· τὸ μη ἦτα, λέγουσί τινες, ὅτι ἐκ τοῦ μηχανὴ γίνεται· κατὰ παρασχηματισμόν

### μ 260

Μιλιαρήσιον τὸ καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργύρου· ἄγει οὐγκίας δέκα· καὶ εἰς τὸ ἄργυρος

### μ 261

Μιλιαρήσιον ἓν δηνάρια δύο, στρατιωτικὸν δῶρον· μιλιν γὰρ ἡ στρατεία

### μ 262

Μίνως διὰ τοῦ ἰῶτα· τινὲς γράφουσιν αὐτὸ διὰ τῆς ει διφθόγγου, παρὰ τὸ μένειν λέγοντες μένως καὶ πλεονασμῷ τοῦ ι μείνως· ἡ δὲ παράδοσις διὰ τοῦ ι αὐτὸ γράφει· ἐπειδὴ εὕρηται καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ· ἢ ὅτι παρὰ τὸ μίμνω γέγονε μίμνως καὶ Μίνως· καίπερ διὰ τοῦ ι γράφεται· ἢ παρὰ τὸ ἲς, τὸ σημαῖνον τὴν δύναμιν, γέγονεν ἴνως, καὶ πλεονασμῷ τοῦ μ Μίνως, ὡς ἴα καὶ μία· ἐκ τοῦ Μίνως γίνεται Μινώταυρος ὄνομα κύριον

### μ 263

Μία ὄνομα θηλυκὸν, γίνεται παρὰ τὸ ἴα μία· ζήτει τὰ λοιπὰ εἰς τὸ εἷς

### μ 264

Μιγέντα ἐκ τοῦ μίγω· τὸ μι ἰῶτα διάτι; τὰ διὰ τοῦ ηγω ῥήματα, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς, εἴτε ὀξύτονα, εἴτε προπερισπώμενα διὰ τοῦ η γράφεται, οἷον, τμήγω τὸ διαχωρίζω, θήγω τὸ ἀκονῶ, ἀρήγω τὸ βοηθῶ, περισπώμενα δὲ, ξυληγῶ, στρατηγῶ, ὁδηγῶ· πλὴν τοῦ πνίγω, μίγω, λέγεται καὶ μίσγω καὶ θίγω τὸ προσεγγίζω καὶ τὸ σιγῶ· σεσημείωται καὶ τὸ ἐπείγω, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται

### μ 265

Μικρὸς παρὰ τὸ μεῖον, ὃ σημαίνει τὸ ἔλαττον· τοῦτο γὰρ κατὰ διάλυσιν τοῦ ι καὶ ἔκτασιν τοῦ ε εἰς η, μήϊγον καὶ ἐκεῖθεν μήϊκρον καὶ μικρὸν κατὰ συγκοπήν· τὸν μικρὸν δὲ ἄνθρωπον εἰώθασι νάνον καλεῖν

### μ 266

Μικρὸς διὰ τοῦ ι γράφεται κανόνι τοιούτῳ· τὰ εἰς ρος καθαρὰ δισύλλαβα εἴτε κύρια εἴτε μὴ κύρια, ἀποστρέφει τὴν διὰ τῆς ει διφθόγγου γραφήν

### μ 267

Μιμαλῶνες γυναῖκες, παρὰ τὸ μιμεῖσθαι ἄνδρας· ἤτοι διὰ Μακεδονικὴν ἱστορίαν ἥτις κεῖται ἐν τοῖς Καλ λιμάχου· καὶ εἰς τὸ Ἄπολλον

### μ 268

Μιμηλὸν ζῶον, ὅμοιον ἐξ ὁμοιοῦντα, παρὰ τὸ μιμεῖσθαι, ὃ καὶ μιμηλὸς, ἄνθρωπος ὁ μίμης· τὸ μι ι διάτι; ἐκ τοῦ μῖμος μιμῶ καὶ μιμηλῶ τὸ μιμοῦμαι ὁμοιάζω· ἐξ οὗ καὶ μίμος, ὁ μιμούμενος· καὶ εἰς τὸ ὅμοιος

### μ 269

Μὶν ἀντωνυμία δοτικὴ, τρίτου προσώπου πρωτοτύπου, ἐγὼ σὺ, ἲ, τοῦτο γὰρ τὸ ἲ, ὡς τρίτον βραχυνόμενον πρόσωπον ἐφελκύσατο τὸ ν, ἔτυψε ἔτυψεν, καὶ πλεονασμῷ τοῦ μ μίν· ὡς ἴα μία, χεράδιον χερμάδιον· τὸ δὲ μὶν τρία σημαίνει γένη, αὐτὸν, αὐτὴν, αὐτό

### μ 270

Μίνθη ἥν τινες ἡδύοσμον καλοῦσι· ἔτι δὲ καλάμινθος, ἄγριον ἡδύοσμον, ὅπερ λυπουμένη ἡ Δημήτηρ ἰδοῦσα, ἰδοῦσα, ἐμίσησε καὶ ἄκαρπον ἐποίησεν, Ὀρφεὺς, τὸ πρὶν ἐὸν μέγα δένδρον ἐπὶ χθονὶ, καὶ φέρε καρπόν· μήποτ’ οὖν ἡμεῖς μίνθον κατ’ ἀντίφρασιν τὴν δυσωδίαν καλοῦμεν

### μ 271

Μίξις ὥσπερ ἀπὸ τοῦ σώσω, σωσίας, καὶ λέξω λεξίας, οὕτω καὶ μίξω μιξίας, καὶ μίξις

### μ 272

Μίξις διὰ τοῦ ἰῶτα· ὥσπερ παρὰ τὸν πράξω μέλλοντα γίνεται πράξις, οὕτω καὶ παρὰ τὸ μίξω μίξις· τὸ δὲ μίσγω διὰ τοῦ ἰῶτα, ἐπειδὴ μέμισγά ἐστιν ὁ μέσος παρακείμενος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, μεῖγα εἶχεν εἶναι· ἐὰν γὰρ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ε ἢ μόνον, ἢ μετὰ τοῦ ι, τότε εἰς ο αὐτὸ τρέπει, ὁ μέσος παρακείμενος. οἷον, πείσω πέποιθα, λείψω λέλοιπα, λέγω λέλογα

### μ 273

Μισγάγκεια σημαίνει κοῖλον τόπον, ὡς ὃν καταφερόμενα τὰ ὕδατα τῶν ὀρῶν μίσγονται· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ διὰ τοῦ εια προπαροξυτόνων, οὕτως οὖν καὶ ἄγκος μίσγαγκος, μισγάγκεια· σημαίνει δὲ τὸ ἄγκος τὸν ἐξέχοντα τόπον, ἐξ οὗ καὶ τὸ ἀγκών

### μ 274

μισήτη διαφέρει· ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, σημαίνει τὴν ἀξίαν μία, καθὼς καὶ ἐν τῇ συνηθείᾳ. εἰ δὲ βαρυτονήσωμεν τὴν κατωφερῆ πρὸς συνουσίαν

### μ 275

Μισθαρνία παρὰ τὸ μισθὸς καὶ τὸ ἀρνῶ, τὸ ἀντικαταλλάσσομαι, ἐξ οὗ καὶ κατὰ παραγωγὴν ἀρνύω καὶ ἄρνυμαι καὶ ἀρνύμενος· τὸ δὲ ἀρνῶ παρὰ τὸ ἀρνός· οἱ γὰρ ἀρχαῖοι τὰς ἀμοιβὰς διὰ τῶν ἀρνῶν ἐποιοῦντο· τὸ δὲ ἀρνός· παρὰ τὸ ἄρην, ὃ σημαίνει τὸ πρόβατον ῥῆν κατὰ συγκοπὴν, καὶ μεταθέσει ἀρνός· τὸ δὲ ἀρὴν παρὰ τὸ ἄρα, ὃ σημαίνει τὴν εὐχὴν, τὰς γὰρ εὐχὰς οἱ ἀρχαῖοι διὰ τῶν ἀρνῶν ἐποιοῦντο

### μ 276

Μισθὸς οἱονεὶ πιστὸς, ὁ πείθων τινὰ ὑπηρετεῖν· ἢ παρὰ τὸ μῖσος ὠθεῖν· ἢ παρὰ τὸ πείθω· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ καὶ τὸ θὴς, ὃ σημαίνει τὸν δοῦλον, πρὸς ὃν ἀναβλέπει ὁ δουλεύων

### μ 277

Μίστυλλον παρατατικὸς τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς ω· τὸ θέμα μιστύλλω, σημαίνει τὸ εἰς μικρὰ κατακόπτω· γέγονε δὲ παρὰ τὸ μεῖον τὸ μικρὸν, μιτύλλω καὶ πλεονασμῷ τοῦ ς μιστύλλω, ἐμίστυλλον, καὶ Ἰωνικῶς μίστυλλον

### μ 278

Μνημόσυνον ἀπὸ τοῦ μνῶ μνήσω ὄνομα ῥηματικὸν μνήμων, μνήμονος, μνημοσύνη· τὸ οὐδέτερον μνημόσυνον

### μ 279

Μνεῖα ἔστι μένω μενία καὶ ἐν ὑπερθέσει τοῦ ε μνέϊα, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι, εἰς τὴν ει δίφθογγον μνεῖα· μνεῖα δέ ἔστιν ἔν τινι οὖσα, οἱονεὶ ἐγκει μένη

### μ 280

Μνήμη μενήμη, ἀπὸ τοῦ μένειν ἐν ἡμῖν αὐτήν· Ἀλκμὰν δὲ φασὶ δόρκον αὐτὴν καλεῖ· βλέπομεν γὰρ τῇ διανοίᾳ τὰ ἀρχαῖα

### μ 281

μνεῖα διαφέρει, μνήμη μὲν γὰρ ἔστιν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα καὶ συνοικοῦσα, μνεῖα δὲ προγεγονότος τινὸς ὑπόμνησις· ὅπου γὰρ μνεῖα ἐκεῖ καὶ μνήμη· ὅπου δὲ μνήμη οὐ πάντως καὶ μνεῖα· ἔστι γοῦν μνήμη γενικὴ τύπωσις, μνεῖα λόγος κατὰ ἀνανέωσιν λεγόμενος

### μ 282

Μνήσαντο μνήμην ἐποιοῦντο τοῦ πολέμου καὶ τῆς χάρμης· χάρμη δὲ ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα, ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσι

### μ 283

Μνηστεύου σαυτὸν μνηστεύεσθαι δὲ ἑτέρῳ

### μ 284

Μνὰ τινὲς μὲν τρία νομίσματα ταῦτα φασὶ εἶναι· ἔνιοι δὲ ἐτυμολογοῦντες μίαν τινὰ αὐτὴν εἶναι· κατὰ μίαν οὖν μνά

### μ 285

Μνὰ ἔχει οὐγκίας κ. ἄλλοι δὲ ἑξακοσίας

### μ 286

Μνάσις κατὰ μέδιμνον· οἶμαι δὲ ἐκ Ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ· μνάσις τοίνυν παρὰ Κυπρίοις μετρεῖται, καὶ παρ’ ἄλλοις ἔθνεσιν· εἰσὶ δὲ καὶ μόδιοι σίτου ι, ἢ κριθῆς· ἔστι δὲ παρὰ Κυπρίοις μόδον· μέδιμνος δὲ παρ’ αὐτοῖς τοῖς Κυπρίοις διάφορος· τὸν γὰρ μέδιμνον Σαλαμίνιοι ἢ Κωνστάντινοι κε μοδίων ἔχουσι· Πάφιοι δὲ καὶ Σικελοὶ τέταρτον ἥμισυ μοδ αὐτὸν μετροῦσι· καὶ εἰς τὸ σάτον

### μ 287

Μόδιος παρ’ Ἑβραίοις μώβηλ λέγεται, ὃ ἔστι κβ ξέστων· Ἕλληνες δὲ τὸ αὐτὸ ἑρμηνεύοντες μόδιον· φασὶ καὶ Αἰγύπτιοι καὶ Σύροι καὶ Ἄραβες· καὶ εἰς τὸ σάτον

### μ 288

Μνήστωρ ἐκ τοῦ μένειν στερρῶς

### μ 289

Μνηστὴρ μνηστὴς διαφέρει· καὶ κλίνεται μνηστὴρ μνηστῆρος, μνηστὴ δὲ ἡ γυνὴ καὶ κλίνεται μνηστὴς· ἰστέον ὅτι, ὁ λαμβάνων γυναῖκα πρῶτον λέγεται μνηστὴρ, εἶτα νυμφίος, εἶτα ἀνήρ· ἡ δὲ γυνὴ πρῶτον παρθένος, εἶτα μνηστὴ, εἶτα νύμφη, εἶτα γυνὴ, κᾂν τὸ κυοφορούμενον βαστάζει· ἐὰν γὰρ οὖν προέλθῃ μήτηρ οὐ λέγεται· τὸ δὲ γεννώμενον πρῶτον μὲν λέγεται σπέρμα, ἔπειτα ἔμβρυον καὶ ὅταν γεννήθη υἱός

### μ 290

Μνῶ εἰς τὸ μνύω μνῶ, τὸ ἐπιμνήσκω· καὶ μνῶ τὸ σφίγγω

### μ 291

Μόγος κάματος, παρὰ τὸ μέγα, ἐν γὰρ τοῖς μεγάλοις πράγμασι κοπιῶμεν· καὶ εἰς τὸ λόγος καὶ μόχθος

### μ 292

Μοθωνία ἀλαζωνεία τις τοῦ σώματος κινητική· ὅθεν καὶ μόθος καὶ μόθων ὁ ταρακτικός· Ὅμηρος, οἶδα δ’ ἐπαΐξαι μόθων ἵππων ὠκειάων

### μ 293

Μοῖραν ἀντὶ τοῦ μεμερίσθαι καὶ κατανεμεῖσθαι τινὰ ἡμῶν ἑκάστῳ· καὶ εἰς τὸ ηὐμοίρησε

### μ 294

Μοιρηγενὴς γίνεται ἐκ τοῦ μοῖρα, ὃ σημαίνει τὴν εὐτύχησιν· καὶ Ἰωνικῶς μοίρη· καὶ τὸ μοιραγενὴς, οἱονεὶ ἐπὶ εὐτυχίας γεγενημένη

### μ 295

Μοιχὸς σημαίνει δύο· τὸν ἐνδότατον τόπον, καὶ γράφεται διὰ τοῦ υ ψιλοῦ· γίνεται δὲ παρὰ τὸ νὺξ νυχὸς κατὰ τροπὴν τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον μυχὸς, ὁ ἐνδότατος καὶ σκοτεινὸς τόπος, παρὰ τὸ μεμυκέναι, ἠνυχός τις ὢν, οἱονεὶ σκοτεινός· ἢ ἐκ τοῦ μύω τὸ καμμύω, οὗ τὰ ἐνδότερα φωτὸς ἐστέρηνται· μοῖχος δὲ ὁ πόρνος, τὸ μοι διφθόγγῳ, καὶ γίνεται παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ οἴχω τὸ πορεύομαι· ὁ μέσος παρακείμενος οἶκα, καὶ ἐξ αὐτοῦ μετὰ τῆς μὴ ἀπαγορεύσεως μηοικὸς καὶ κατὰ συγκοπὴν μοικὸς, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺν μοιχὸς, ὁ τὰ μὴ ἐοικότα πράττων· ἢ παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ οἴχω τὸ πορεύομαι· ἐπιτηρεῖ γὰρ μὴ οἴχεται ὁ ἀνὴρ τῆς γυναικός· ἢ παρὰ τὸ μίασμα ἔχεσθαι

### μ 296

Μοῖρα ἡ μεμερισμένη ἑκάστῳ καὶ δίαις καὶ δάϊς καὶ δαίμονα, ἀφώρισται γὰρ καὶ δαίμων

### μ 297

Μοιχὸς ἀπὸ τοῦ εἰς μυχοὺς καταβαίνειν· ὁ δ’ εὐκήλας μυχῷ Ἄργεος ἵππος· ὅτι οὐχ ὡς τινὲς μαίοιχος ὁ μαιόμενος καὶ ζητῶν, πότε ἀπῆλθεν ὁ ἀνὴρ, ὡς ὁ ποιητής· δεῦρο, φίλη, λέκτρον δὲ τραπείομεν εὐνηθέντε, οὐ γὰρ ἔθ’ Ἥφαιστος καταδήμιος, ἀλλά που ἤδη οἴχεται εἰς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους οἱ δὲ ὁ ἐν τῷ μυχῷ ὀχεύων, ὡς Διόνυσος φησὶν

### μ 298

Μολόχη διὰ τὸ μάλα χέειν τὸν χυμόν

### μ 299

Μολπὴ εἰς τὸ μέλπω

### μ 300

Μόλυσμα ἔστι μολύνω, μολυνῶ, μεμόλυκα, μεμόλυμμαι, τροπῇ τοῦ μ εἰς ς μεμόλυσμαι· ἐξ αὐτοῦ μολυσμὸς καὶ τὸ μόλυσμα

### μ 301

Μολῶ τὸ παραγίνομαι· ἢ παρὰ τὸ μέλω τὸ φροντίζω γίνεται μολῶ· ἢ παρὰ τὸ πονῶ πολῶ, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ τροπῇ τοῦ π εἰς μ μολῶ· εἰς ὃν γάρ τις τόπον οἰκεῖ, ἐκεῖ καὶ μολεῖ

### μ 302

Μονὰς λέγεται παρὰ τὸ μένειν ἐφ’ ὃν ἂν γένηται ἀριθμόν

### μ 303

Μόλιβδος μόλυβδος παρὰ τὸ μολεῖν εἰς βάθος· μετὰ τούτου γὰρ βολίζειν λέγεται τὸ πέλαγος

### μ 304

Μολοβρὸς ὁ ἀλήτης, ὁ ἐπαίτης, ὁ γαστρίμαργος, ὁ μολίσκων ἐπὶ τὴν βοράν· ὁ ἀκόρεστος τροφῆς· παρὰ τὸ τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν

### μ 305

Μονονουχὶ ἐπίῤῥημα συγκριτικόν· σημαίνει δὲ τὸ σχεδόν, ἢ τὸ ἐγγὺς καὶ ἔστι τοπικόν

### μ 306

Μοναχός ἐστιν ὁ μόνῳ τῷ θεῷ εὐχόμενος ἐν πάντι καιρῷ καὶ τόπῳ καὶ πράγματι. μοναχός ἐστιν ἔμψυχος νεκρός, καὶ σιωπῶν τῷ βίῳ

### μ 307

Μονιὸς σημαίνει τὴν ἄρκτον· γέγονε δὲ ἀπὸ τοῦ μόνος μονιὸς, ἡ γὰρ ἄρκτος οὐ προσκολλᾶται ἑτέρῳ τινί· καταχρηστικῶς δὲ σημαίνει τὸν δαίμονα

### μ 308

Μονοκερώτων ἐκ τοῦ μόνος καὶ τοῦ κείρω, τὸ κόπτω, γίνεται κέρας καὶ κλίνεται· κέρατος καὶ τὸ Ἰωνικὸν κέραος καὶ Ἀττικῶς κέρως· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθείαν καὶ κλίνεται κέρωτος· ἡ γενικὴ τῶν πληθυντικῶν τῶν μονοκερώτων

### μ 309

Μονογενὴς ὁ μόνος γεννώμενος· ἢ διὰ τὸ μόνος τῷ γένει ὤν

### μ 310

μοναχὸς διαφέρει· μοναχὸς μὲν εἴρηται, παρὰ τὸ μόνος τῷ θεῷ εὔχεσθαι· ἢ παρὰ τὸ μόνος ἄχη ἔχειν, μόνος δὲ ἁπλῶς ὁ μεμονωμένος

### μ 311

Μόνος παρὰ τὸ μὴ μετὰ ἑτέρου εἶναι· ἐτυμολογεῖται δὲ παρὰ τὸ μένω, μένος καὶ μόνος

### μ 312

Μορμολυκεῖον τὸ ἐκφοβοῦν, παρὰ τὸ μορμώ. ἔστι δὲ ὄνομα γυναικός· μεταφορικῶς οὖν ἐκ ταύτης τὰ πρὸς κατάπληξιν ἐκτυπωθέντα προσωπεῖα, ἐκάλεσαν μορμολυκεῖα

### μ 313

Μορφὴ ἰδέα, παρὰ τὸ μείρω τὸ μερίζω, γίνεται μορὴ καὶ πλεονασμῷ τοῦ φ μορφή· ἢ παρὰ τὸ μαρμαίρω τὸ λάμπω· τὸ μορ μικρόν· τὰ ἔχοντα τὸ ε, ἐγκείμενον ἐν τοῖς ῥήμασι· τὶ διαφέρει μορφὴ καὶ σχῆμα; διαφέρει, μορφὴ μὲν λέγεται ἐπὶ τῶν ἐμψύχων, σχῆμα δὲ ἐπὶ τῶν ἀψύχων· καὶ σχῆμα ἔστιν ἡ πάντος ὄγκου ἀποπεράτωσις· ἡ γὰρ μορφὴ πάντα μερίζει

### μ 314

Μόρος παρὰ τὸ μείρω τὸ μερίζω, ὁ μεμερισμένος ἑκάστῳ, ὡς σπείρω σπόρος· σημαίνει δὲ τέσσαρα· τὸν θανάτον τὴν κακοπάθειαν, καὶ τὸν κόπον καὶ τὴν μωρίαν

### μ 315

Μόσχος σημαίνει τρία· τὸ μοσχάριον, καὶ τὸν ἀρωματικὸν μόσχον· σημαίνει καὶ τὸ ἱμαντῶδες φυτόν· καὶ εἰ μὲν σημαίνει τὸ μοσχάριον, γίνεται παρὰ τὸ τῇ μήτρι κράζειν, μῶ μᾶ· ἢ παρὰ τὴν μητέρα ὀσμᾶσθαι· εἰ δὲ σημαίνει τὸν ἀρωματικὸν μόσχον, παρὰ τὸ μέσον χεῖσθαι· εἰ δὲ τὸ ἱμαντῶδες φυτόν

### μ 316

Μόσχος παρὰ τὸ μῶ, τὸ σημαῖνον τὸ ζητῶ, ὁ τοῖς πᾶσι ζητούμενος· ἢ ἀπὸ τοῦ ὄζω γίνεται ὄσχος, καὶ πλεονασμῷ τοῦ μ μόσχος· ἢ κατὰ στέρησιν τῆς δυσῳδίας ἀπὸ τοῦ ὄζω ὄσχος καὶ μόσχος· δύο γὰρ σημαίνει τὸ ὄζω

### μ 317

Μοχλὸς μὴ ὀχλὸς τίς ἐστι, ὁ μὴ ἐὼν ὀχλεῖσθαι τὴν θύραν, ὡς καὶ Ὅμηρος, ἀπ’ οὔδεος ὀχλίσσειαν, καὶ ὄχλος ἀπὸ τοῦ κινεῖσθαι ἄκοντας ἀπ’ ἀλλήλων

### μ 318

Μοῦσα γνῶσις, παίδευσις, θεωρία, ᾠδὴ, μορφὴ καὶ ὄνομα κύριον· ἄμουσον, ἀπαίδευτον· καὶ ἀμουσία

### μ 319

Μουσικὰ τερπνὰ, τὰ δι’ αὐλῶν καὶ κιννύρας· καὶ τὰ τούτοις ὅμοια

### μ 320

Μόριον τὸ ἐπὶ τοῦ αἰδοίου, κατ’ ἐξοχὴν δὲ τῶν ἄλλων μορίων ἐπειδὴ γενέσεώς ἐστιν ὄργανον

### μ 321

Μορία ἡ ἐλαῖα· οἱ μὲν πᾶσαν ἐλαῖαν οὕτω καλοῦσιν· οἱ δὲ τὰς ἱερὰς τῇ θεῷ· ἐκλήθη δὲ μορία, ὅτι δημοσίαν μοῖραν ἐκ τῶν παρθένων ἐλάμβανον· ζην τ δὲ ὁ μινθάδιος, ὅτι τὸ βρύον τῶν ἐλαιῶν ἐκαλεῖτο μόριον· ἔνθα αἱ ἀνθοῦσαι ἐλαῖαι μόραι· τινὲς δὲ φασὶ, διὰ τὸν ταλλιρόθου μῦθον, ὃν ἑαυτὸν ἀνεῖλε πελέκει, βιασάμενον αὐτοῦ τὴν θυγατέρα ἀναλκίππην, εἰς τὸ ἐλαίας μόρια ἐκλήθη

### μ 322

Μοτάριον ἔστι βῶ, βίβημι, βέβαμαι, βέβασαι, βέβαται καὶ ἐξ αὐτοῦ βατὸς, καὶ τροπῇ τοῦ β εἰς μ καὶ τοῦ α εἰς ο, μοτὸς μοτοῦ· καὶ μοτῶ ῥῆμα μοτώσω, τρίτης συζυγίας τῶν περισπωμένων· καὶ ἐξ αὐτοῦ μοτάριον

### μ 323

Μοτὸν τὸ εἰς ἀναπλήρωσιν σαρκὸς τιθέμενον· ἔνθεν καὶ ὁμολυτός· οἷον, ὁ πεπληρωμένος σαρκός

### μ 324

Μότωσις παρὰ τὸ βῶ, βήσω, βέβηκα, βέβημαι, βέβαται βατὸς καὶ τροπῇ τοῦ β εἰς μ, ματὸς καὶ ἐξ αὐτοῦ περισπώμενον ῥῆμα ματῶ, μάτωσις καὶ ματάριον

### μ 325

Μοχθηρία λέγεται ἡ κακία, ἀπὸ τοῦ μοχθηρὸν, ὃ σημαίνει τὸ κακόν· τοῦτο ἐκ τοῦ μόχθος, τοῦτο ἐκ τοῦ μόγτος, ὃ σημαίνει τὸν κόπον, τροπῇ τοῦ γ εἰς χ μόχθος

### μ 326

Μυῖα πόθεν; ἐκ τοῦ μύων· σημαίνει δὲ τὸ σαρκῶδες τῶν ὀπισθίων μέρος, τὸ συνεσφιγμένον ὑπὸ τῶν νεύρων· καὶ γίνεται παρὰ τὸ μύω, τὸ συσφίγγω, μύων, ἔνθα πάχιστος μύων ἀνθρώπου πέλεται, ὁ συνεσφιγμένος τόπος· καὶ ἐξ αὐτοῦ γίνεται μυΐα, ἡ σαρκώδης οὖσα καὶ παχεία. καὶ ὥσπερ ἀπὸ τοῦ ἀλύω, πλεονασμῷ τοῦ ι γίνεται ἀλυΐω σὺν τῷ ι, οἷον, ἡ δ’ ἀλύους’ ἀπεβήσατο, οὕτω καὶ τὸ μύω πλεονασμῷ τοῦ ι, καὶ ἡ γενικὴ μυάων Αἰολικῶς

### μ 327

Μύδρος ὁ πεπυρακτωμένος σίδηρος· παρὰ τὸ μύρεσθαι καὶ διαῤῥεῖν

### μ 328

Μυδῶντα σημαίνει τὸν ὄζοντα· ἔστι γὰρ μυδῶ καὶ γίνεται παρὰ τὸ μύειν τοὺς μυκτῆρας, ἤγουν τοὺς μυκτῆ ρας κλείειν· καὶ ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, μυδᾶς γὰρ λέγομεν, καὶ ἡ μετοχὴ μυδάων μυδῶν

### μ 329

Μυεῖται παρὰ τὸ μύω τὸ μανθάνω τὰ ἀπόκρυφα, μύω τὸ καμμύω

### μ 330

Μυελὸς παρὰ τὸ ἐν τῷ μυχῷ εἰλῆσθαι, μυχελός τις ὤν· καὶ εἰς τὸ μεμυαλλός

### μ 331

Μυελὸς ὅτι μεμυκόσι τοῖς ὀστέοις ἐγγενᾶται

### μ 332

Μυθήσασθαι ἐκ τοῦ μυθῶ, μυθήσω, ἐμύθησα ἐμυθησάμην, μυθήσασθαι τὸ ἀπαρέμφατον

### μ 333

Μῦθος σημαίνει δύο· τὸν σκοτεινὸν λόγον, παρὰ τὸ μύω, τὸ καμμύω. καὶ τὸν ἁπλοῦν λόγον, καὶ γίνεται παρὰ τὸ μυῶ μυήσω, τὸ διδάσκω, μύηθος καὶ μῦθος· τὸ μυ ψιλὸν διάτι; τὰ διὰ τοῦ υθος δισύλλαβα, διὰ τοῦ υ ψιλοῦ γράφεται. οἷον, μῦθος, ζῦθος· τὸ μὲν βυθὸς τὸν τόνον ἤμειψε, τὴν δὲ γραφὴν ἐφύλαξε· βαρύνεται· τὰ εἰς ος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα, παραληγόμενα φύσει μακρὰ βαρύνεται, οἷον, μῦθος, κῶθος, ζῦθος· πρόσκειται μονογενῆ, διὰ τὸ στρουθός· καὶ εἰς τὸ μυστήριον

### μ 334

Μῦθος λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν

### μ 335

Μύθλος ἀπὸ τοῦ περὶ αὐτὸ μεμυκέναι τὸ ὀστέον

### μ 336

Μυκτηρίζω παρὰ τὸ μυκτήρ· τοῦτο παρὰ τὸ μύω μύσω· ἢ παρὰ τὸ ἐκμυζῶ, τὸ πιέζω, ἀφ’ οὗ καὶ τὸ, αἷμ’ ἐκμυζήσας

### μ 337

Μυκτὴρ ἀπὸ τοῦ μεμυκέναι τὴν ὑγρὰν στάσιν

### μ 338

Μυκηθμὸς ἡ τῶν βοῶν φωνή

### μ 339

Μυλωθρὸς πλεονασμῷ τοῦ ρ, οἱονεὶ ὁ τὴν μύλην ὠθῶν, μυλωθός τις ὤν

### μ 340

Μύλος διὰ τὸ μυλίζειν λίαν, ἤγουν κόπτειν· ἢ παρὰ τὸ μυελὸς, κατὰ συγκοπὴν μύλος, παρὰ τὸ μυελὸν ποιεῖν, τὰ εἰς αὐτὸν βαλλόμενα· καὶ τὸ θηλυκὸν μύλη· τοῦτο παρὰ τὸ μεῖον ὃ σημαίνει τὸ ἔλαττον· ἢ παρὰ τὸ εἱλῶ τὸ συστρέφω· ἢ παρὰ τὸ μειοῦν

### μ 341

Μύλαι τινὲς τῶν ὀδόντων, διὰ τὸ ὑπ’ αὐτῶν λεαίνεσθαι, ἤτοι τρίβεσθαι τὴν τροφήν

### μ 342

Μύζα παρὰ τὸ ἀπὸ τῶν μυκτήρων ἐξέρχεσθαι

### μ 343

Μύρια τινὲς τὰ μὴ ὡρισμένα, οἱ δὲ τὰ πολλὰ, οἱ δὲ τὰς δέκα χιλιάδας· ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύλους ἐν τῇ ψήφῳ

### μ 344

Μύρια τὸ μυ ψιλὸν· οὐδὲν στοιχείου ὄνομα εἰς δίφθογγον λήγει· ἢ οὕτως· ὁ τεσσαρακοστὸς ἀριθμὸς ἐφ’ ἑαυτὸν πολυπλασιαζόμενος γίνεται χίλια ἑξακόσια. εἶτα τὰ χίλια ἑξακόσια ἐφ’ ἑαυτὰ ἐξαπλασιαζόμενα γίνεται ἐννάκις χίλια ἑξακόσια· εἶτα ἀπὸ τοῦ υ στοιχείου τὰ τετρακόσια προστεθέντα, γίνεται μύρια· δέκα χιλιάδες

### μ 345

Μύρεσθαι τὸ κλαίειν, παρὰ τὸ μύρειν, καὶ ῥεῖν τὰ δάκρυα

### μ 346

Μυρίας τὸ μυ ψιλόν· τὰ γὰρ ἀριθμητικὰ ἀπὸ στοιχείου ὄνομα ἀρχόμενα τὴν αὐτὴν τοῦ στοιχείου ἔχει γραφὴν, οἷον χ χιλίας, ει εἴκοσι, μυ μύριος· οὐ μόνος δὲ, ἀλλὰ καὶ τετρακοσιοστὸς ἀριθμὸς συγγένειαν ἔχει πρὸς τὸν τεσσαρακοστὸν ἄριθμον· ὁ γὰρ τεσσαρακοστὸς ἀριθμὸς ἐφ’ ἑαυτὸν πολυπλασιαζόμενος, ποιεῖ τὸν χιλιοστὸν ἑξακοσιοστόν· ὅστις πάλιν ἐξαπλασιαζόμενος ποιεῖ τὸν θχ· πρὸς ἀναπλήρωσιν τοῦ υ, ὅπερ ἐπιτεθὲν τῷ χαρακτῆρι τοῦ μ, ἀποτελεῖ στοιχεῖον ἐκ φωνεῖσθαι τοῦ μ. ὅτι δὲ συγγένειαν ἔχει πρόδηλον· ὁ γὰρ δ τὸν θχ, ἐννακισχιλίας ἑξὰς, ὅστις ἐνδεῖ πρὸς ἀναπλήρωσιν τοῦ μυρίου τὸν λ, οὗ τινὸς ἔστιν ἀριθμὸς γεννητικὸς τοῦ δεκάτου ἀριθμοῦ ἐστι· φαμὲν γὰρ α, β, γ, δ, καὶ γίνεται δέκα

### μ 347

Μῦρτα ὁ καρπὸς τῆς μυρσίνης

### μ 348

Μῦρον τινὲς ἀπὸ τῆς Μύῤῥας οὕτως ὠνομασμένης γυναικὸς, ἡ ἀπεδενδρώθη· ἢ μῦρον ἀπὸ τοῦ ἐμπιέζεσθαι τὰ ἀρώματα καὶ ἀποστάζειν ἐκεῖνα. Ὅμηρος, ποταμῶν ἁλὶ μυριέντων εἰς θάλασσαν

### μ 349

Μῦς διὰ τὸ τοὺς μύσους ἐρᾷν, ἤγουν τὰς ἀκαθαρσίας

### μ 350

Μύσταξ ἀπὸ τοῦ τὰς μυστῆρας στάζειν ἐν αὐτῇ· ᾒ ἀπὸ τοῦ μεστοῦσθαι

### μ 351

Μύσταξ αἱ τοῦ ἄνω χείλους τρίχες, ἀπὸ τοῦ μυκτῆρος· ἢ μέσταξ ἀπὸ τοῦ μεστοῦσθαι τῶν τρίχων· ἤτοι μεστοὺς εἶναι

### μ 352

Μύκηθες οἱ σπινθῆρες, ἀπὸ τῶν μυζῶν τοῦ λύχνου

### μ 353

Μύστης ἀρσενικὸν, ὁ τῶν μυστηρίων εἰσηγητὴς, μύστις δὲ θηλυκὸν, ἡ τῶν μυστηρίων κοινωνός

### μ 354

Μώλωψ Δημήτριος ὁ ποιητὴς, ἐν τῷ παρὰ τὸ διαλέκτου μώλωψ ἐτυμολογεῖται, οἷον, ἀπὸ βόος λέπους ὅ ἐστι δέρματος, οὗ οἱ ἱμάντες σκευάζονται· μήποτε οὖν καὶ ὁ ἕλλος, ὁ νεβρὸς, καὶ οἱ ἔλλοπες οἱ ἰχθύες, οὐκ ἀπὸ τοῦ τὴν ὄπα μὴ ἔχειν ἀλλ’ ἀπὸ τοῦ τοὺς μὲν ἐλλιπεῖς εἶναι τοὺς ἐν λόποις· λέπις μὲν γὰρ καὶ λέπος καὶ λόπος τὸ περικείμενον τῇ σαρκὶ καλεῖται· λῶπος μὲν οὖν λέγεται τὸ ἱματίον κατὰ μεταφοράν· λόπος δὲ καὶ λέπυρον καὶ λέπις, κυρίως καὶ τὴν φολίδα, ἀπὸ τοῦ φολεύειν ἐν αὐτῇ

### μ 355

μυσταγωγός διαφέρει· μυσταγωγὸς ὁ μύων καὶ τελῶν· μύστης δὲ ὁ μύων καὶ τελούμενος

### μ 356

Μῦνδος ὁ μὴ οὐδῶν· Σοφοκλῆς μύνδος ὁ μὴ αὐδῶν· ὅθεν καὶ ἔλλοψ, ἀπὸ τοῦ ἐλλειπῆ τὴν ὄπα ἔχειν· τὸ δὲ μυ, ὅτι μυγμόν τινα ἔχει, ἡ τούτου ἐκφώνησις

### μ 357

Μυκτηρίζω παρὰ τὸ μυκτὴρ, τοῦτο παρὰ τὸ μύω μύσω, ἢ παρὰ τὸ ἐκμύζω τὸ ἐκπιέζω, ἀφ’ οὗ καὶ τὸ αἷμ’ ἐκμυζήσας

### μ 358

Μυριοπλάσιον ἐκ τοῦ μύριος καὶ τοῦ πλάσσω γίνεται μυριοπλάσιον

### μ 359

Μυστήρια μυθήρια, μῦθος γὰρ ὁ λόγος· βελτίον οὖν, ἃ δεῖ μύσαντες τηρεῖν ἔνδον

### μ 360

Μυστήριον κατὰ τὸ μύειν κατ’ αἴσθησιν νοῦ· καὶ τὸ τηρεῖν τὸ νοούμενον· κατὰ δὲ Ὦρον, ἡ διετης γνῶσις τῶν πάνυ πολλῶν ἀγνοουμένων

### μ 361

Μυττωτόν τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντιθέμενον· οἱ δὲ Ἀττικοὶ ἀρτυμάτιον μετὰ σκορόδων ὑπό τριμμα γενόμενον λέγουσιν· ἔνιοι δὲ πλακοῦντα διὰ λαχάνων συντιθέντες· βέλτιον δὲ τὸ διὰ σκορόδων σύντριμμα, ὡς εἶναι παρὰ τὸ μυσάττεσθαι τὴν δυσωδίαν· μυσσωτὸν καὶ μυττωτόν

### μ 362

Μυχὸς ἀπὸ τοῦ μεμυκέσθαι· ἢ διὰ τὸ ἐπεσκοτεῖσθαι τὴν νύκτα· εἰς τὸ μοιχός

### μ 363

Μῦ ὅτι μεμιγμένον τινὰ ἔχει ἡ τούτου ἐκφώνησις

### μ 364

Μυωπιζόμενος ἄκροις τοῖς ὀφθαλμοῖς προβλέπων

### μ 365

Μύωψ ὁ κνύων πυκνῶς τοὺς ὀφθαλμούς

### μ 366

Μῶ εἰς τὸ μεμάσσει, καὶ μάννα, καὶ μαστὸς, καὶ μέλω, καὶ μήτηρ, καὶ μισθὸς, καὶ μόσχος

### μ 367

Μῶλον ἄργιον, τινὲς χρονισμὸν, ἀπὸ τοῦ μόλις δύνασθαι ἐκφυγεῖν, ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι αὐτὸν, καὶ οἱ ναυτικοὶ οἰκείως μῶλον, ἀντὶ τοῦ μόλις ἐξέρχονται, ἀλλ’ οὐ μόγις· τὸ μὲν γὰρ ἀπὸ τοῦ μόγου ἐτυμολογεῖται· οἱ δὲ μῶλον, ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι αὐτὸν κατὰ τὴν θάλασσαν, καὶ τοὺς ἐν πολέμῳ ὁμοίως

### μ 368

Μῶλος ἡ πολυχρόνιος μάχη· κυρίως παρὰ τὸ μὴ λύεσθαι ταχέως· ἢ παρὰ τὸ ὁμοῦ ὀλλύειν· ἢ παρὰ τὸ μολεῖν τὸ σῶμα. ἐκ δὲ τοῦ ὀλλύω τὸ ὀλοθρεύω γίνεται· καὶ εἰς τὸ ἀμβλὺς καὶ μόλις

### μ 369

Μώλωψ στίγματος διαφέρει· μώλωψ μὲν ἡ ἐκ πολέμου γινομένη πλήγη· στίγμα δὲ ἡ ἀπὸ δαρμοῦ πλῆξις καὶ σημείωσις

### μ 370

Μώλωψ τραῦμα· ἔστιν ὄλλω τὸ συστρέφω καὶ φθείρω, ὁ μέλλων ὀλῶ, ὁ παρακείμενος ὦλκα, ὁ παθητικὸς ὦλμαι, καὶ ἐξ αὐτοῦ ὦλμος, καὶ ὑπερθέσει τοῦ μ μῶλος ἡ συστροφὴ, οἷον, μῶλον ἄρηος· καὶ ἐξ αὐτοῦ μώλωψ· ἤγουν ἡ πλήγη, ἡ ἐκ πολέμου γενομένη· καὶ ἄλλως ζήτει εἰς τὸ ἔρωτα

### μ 371

Μῶμος παρὰ τὸ μῶ, οὗ ὁ μέλλων μώσω, δηλοῖ δὲ τὸ ζητῶ τὸ μῶμαι· μῶμος οὖν ὁ ἀεὶ ζητητικὸς, καὶ μηδὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλ’ ἐνδεῖν τοῦ κρείττονος· ἀεὶ πᾶν ὅτι οὖν λέγεται διασύρων

### μ 372

Μῶλυ ἐκ τοῦ μῶ τὸ ζητῶ μῶλυ, βοτάνης εἶδος, παρὰ τὸ μωλύειν, ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα· φασὶ δὲ αὐτὸ ἑλκόμενον τῆς ῥίζης τῷ τέλει θάνατον ἐπιφέρειν τῷ ἀποσπῶντι

### μ 373

Μωκῶ τὸ κατατρώγω καὶ διαμωκῶ τὸ καταγελῶ· καὶ συντάσσεται μετὰ γενικῆς

### μ 374

Μῶν ἔστι ἀντὶ τοῦ ἆρα· ἔστιν ἀπορηματικὸς σύνδεσμος. συνετέθη δὲ, ἀπὸ τῆς μὴ ἀπαγορεύσεως, καὶ τοῦ οὖν συνδέσμου, καὶ ἐγένετο μὴ οὖν, καὶ ἀποβολῇ τοῦ η μοῦν καὶ τροπῇ Δωρικῇ τοῦ ου εἰς ω γέγονε μῶν· καὶ περισπᾶται

### μ 375

Μωρὸς παρὰ τὸ μὴ στερητικὸν καὶ τὸ ὥρα, οἱονεὶ ὁ μὴ ἐπιτηρῶν τὴν ὥραν· ἢ διὰ τὸ μὴ ὁρᾷν τὸ συμφέρον

### μ 376

Μωρὸν τινὲς εὐφήμως μωρὸν, ἐπεὶ ἀμελέστατοι εἴσθων· οἱ δὲ ἐν τῇ συνθέσει, μωρὸς ὁ βραδὺς τὸν νοῦν· ἐπεὶ ἐν Κορίνθῳ ἦν τις παράφρων μωρὸς καλούμενος, ἀφ’ οὗ οἱ Κορίνθιοι τοὺς ἀήθεις, ὡς ἐκεῖνον μωροὺς καλοῦσι

### μ 377

Μωρὸς πόθεν ἐτυμολογεῖται; μὴ ὡρός τις ὢν, ὁ μὴ βουλόμενος φροντίζειν περὶ τοῦ συνοίσοντος· ὥρα γὰρ ἡ φροντίς

### μ 378

Μωϋσῆς παρὰ τὸ μῶϋ, ὃ σημαίνει τὸ ὕδωρ Αἰγυπτιστὶ, καὶ τὸ σῆς, ὃ σημαίνει τὸ λαμβάνω, καὶ κατ’ Αἰγυπτίους, ὁ ἐκ τοῦ ὕδατος ληφθείς

### μ 379

μῶϋ τὸ ὕδωρ ἐξ οὗ καὶ Μωϋσῆς

### μ 380

Μωσῆς πόσας κλίσεις ἐπιδέχεται; τέσσαρας· Μωσῆς μωσέως, Μωσῆς μωσῆ, Μωϋσῆς μωϋσέος καὶ Μωσεὺς μωσέως, ὡς Πηλεὺς πηλέως. Τέλος τοῦ Μ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ν ΣΤΟΙΧΕΙΟΥ

### ν 2

Ναίειν εἰς τὸ ὄρνεα

### ν 3

Ναὶ μὰ τόδε σκῆπτρον πλεονασμῷ τοῦ μὰ, ἤτοι ἀπομοτικὸν μόριον, κατὰ Ἀττικὸν ἔθος ἐστί· ἤρκει γὰρ εἰπεῖν, καὶ τοῦτο τὸ σκῆπτρον· λέγεται καὶ ἀντὶ τοῦ ὅμως, οἷον, ναὶ μὲν ἀκηδεστὸν γαίῃ ἐνὶ τὸν δὲ λιπόντες. ἢ ἀντὶ τοῦ ἐγκαλῶν· λυπούμενος τὴν αι δίφθογγον ἀπουρῶν

### ν 4

Ναὶ ἐπίῤῥημα συγκαταθέσεως· ἀπὸ τοῦ νοῦς, νοὸς, νοῒ καὶ τροπῇ τοῦ ο εἰς α καὶ ἐν συναιρέσει ναί· διότι καὶ ὀξύνεται

### ν 5

Ναζαρὲτ κάθαρσις· καὶ Ναζαραῖος ὁ καθαριστής

### ν 6

Ναζιραῖος ὁ καθαρὸς καὶ ἅγιος

### ν 7

Ναὸς παρὰ τὸ ἐν αὐτῷ ναίειν, ὅ ἐστιν οἰκεῖν, ἢ νάειν ὃ ἔστι ῥέειν, σημαίνει δὲ τὸ θυσιαστήριον· καὶ Ἀττικῶς νέως· ναὸς δὲ βωμοῦ διαφέρει

### ν 8

Ναιεταώση ἀπὸ τοῦ ναῖον, ναιέτης, ναιετῶ, ὡς κυνηγῶ, κυνηγέτης, κυνηγετῶ, ναιέτης ναιετῶ ναιετᾶς, καὶ διαλύσει ναιετάω· ἔδει μὲν ναιεταούση, ὡς βοαούση, ἀλλ’ ἔστιν ὅμοιον τοῦ ἱδρῶσαι

### ν 9

Ναίουσι καὶ ναίοιτε, εὐκτικὸν χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ, δευτέρου προσώπου, τὸ ῥῆμα ναίω. τὸ ναι διφθόγγῳ, διότι ἀνεφάνη τὸ α ἐν τῷ ναός· ἐπεὶ μὲν οὖν τὸ οἰκῶ διαφέρει· ἐπὶ δὲ τοῦ πορεύομαι νέω, διὰ τοῦ ε, πρὸς ἀντιδιαστολὴν ἐκείνου

### ν 10

Ναίων παρὰ τὸ ναίω, τὸ οἰκῶ· νέω διὰ τοῦ ε, σημαίνει δύο, τὸ πορεύομαι· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα. καὶ νέω τὸ κολυμβῶ, αὐτὰρ ὁ χερσὶ νέων ἐπεμαίνετο νόστου· καὶ διὰ τῆς αι διφθόγ γου ἓν, τὸ οἰκῶ, ἐνθάδε ναίε, Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα

### ν 11

Νᾶμα παρὰ τὸ νῶ, τὸ νέω, ὁ μέλλων νάσω, νᾶμα ὡς δρᾶμα

### ν 12

Νᾶμα τὸ ὕδωρ, διὰ τὸ νομὰς ἔχειν ἅμα εἰκός· ἢ ἐκ τοῦ νάουσα, ὡς προνάουσα καὶ προχέουσα

### ν 13

Νάνος παρὰ τὸ ἄνω, ὃ δηλοῖ τὸ αὐξάνω, ἄνος, καὶ μετὰ τοῦ νη στερητικοῦ νάνος, ὁ μικρὸς οὐ πίθηκος

### ν 14

Νάπη ὁ σύνδενδρος τόπος, ὁ δΐυγρος· καὶ τὸ οὐδέτερον νάπος, ἔδαφος· καὶ νάπῃ δοτική

### ν 15

Νάπαι ὑψώματα, ἀλλ’ ἀπὸ τῆς ψάμμου· αὗται δὲ καὶ θῖνες λέγονται ἄμμου

### ν 16

Νάπαι δρυμοῦ φάλαγγες, κοιλάδες, παρὰ τὸ πίω ῥῆμα, μετὰ τοῦ στερητικοῦ α ἄπη, καὶ μετὰ τοῦ νη στερητικοῦ νηάπη καὶ συγκοπῇ νάπη, οἱονεὶ ἄγαν πίνουσα· αἱ γὰρ δύο στερήσεις ποιοῦσι μίαν ἐπίτασιν

### ν 17

Ναῦλον οὐδέτερον, ἐκ τοῦ ναῦς καὶ τοῦ αὐλῶ τοῦ σημαίνοντος τὸ κατοικῶ, νέαυλόν τι ὄν· καὶ ναῦλον τὸ μίσθωμα τοῦ πλοίου, ἢ ὁ μισθὸς τοῦ πλοῦ

### ν 18

Νάπυ τὸ σίνηπι, κατὰ στέρησιν τοῦ ἠπίου, διὰ τὴν δριμύτητα

### ν 19

Ναζιραῖος ἡγιασμένος, καθαρὸς, μόσχος, ἄθυξ, ἅγιος, ἐξ οὗ καὶ ναζιραῖον σχῆμα, τὸ ἀγγελικόν

### ν 20

Ναύχολος λιμὴν ἐν ᾧ αἱ ναῦς καμῶνται· ὅθεν καὶ εὐναὶ αἱ ἄγκυραι

### ν 21

Ναστὸς ὁ πεπληρωμένος ἄρτος ἀπὸ τοῦ ναέσεσθαι ἀρτύμασί τισιν ἢ τραγήμασιν

### ν 22

Νάρθηξ παρὰ τὸ νέρθεν τοῦ ἄμβωνος εἶναι· ἔστι καὶ σκεῦος ἰατρικόν

### ν 23

Ναῦς παρὰ τὸ νέω, τὸ κολυμβῶ· ἢ διὰ τὸ ἐν τοῖς νάμασιν ἴεσθαι, ἤγουν φέρεσθαι· ναῦς καὶ γραῦς, ὁ κανών· δύο μόνα εἰσὶν εἰς αυς θηλικὰ, ναῦς καὶ γραῦς· κέκλινται δὲ ἀμφότερα, διὰ καθαροῦ τοῦ ος, νηὸς, γραός

### ν 24

Ναύτης ὁ ἄγων τὴν ναῦν· ἢ διὰ τὸ τὰ νάματα τέμνειν· ἢ διὰ τὸ τὰ νάματα τείνειν· ἤγουν ἐλαύνειν

### ν 25

Ναῦφιν ἀμυνόμενοι ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποσοβοῦντες

### ν 26

Νάφθα παρὰ τὸ ἀνάπτω ἀνάψω, ἀνῆμμαι, ἀνῆψαι, ἀνῆπται, νάπτα καὶ νάφθα· παρασκευαστικὸν γὰρ πρὸς τὸ ἐξάψαι

### ν 27

Ναυτιλλόμενοι οἱ πλέοντες ναῦται

### ν 28

Ναῦθα θεῖον, πίσσα ὑδατωδής

### ν 29

Νεανικῶς ἐκ τοῦ νεανίας· καὶ τὸ κτητικὸν νεανικὸς, καὶ τὸ ἐπίῤῥημα νεανικῶς· τὸ δὲ νεανίας παρὰ τὸ νέον νέανος· τοῦτο δὲ παρὰ τὸ νέος· τοῦτο δὲ παρὰ τὸ ἔω τὸ περιπαθῶ, ἢ παρὰ τὸ νέω τὸ πορεύομαι· οἱ γὰρ νέοι εὐχερῶς ὁδεύουσι

### ν 30

Ναυκρατίτης τῷ λόγῳ τοῦ μεμφίτης

### ν 31

Νείατον σημαίνει τὸ ἔσχατον· διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ παρὰ τὸ μέσω γίνεται μέσατον οὕτω καὶ παρὰ τὸ νέω γίνεται νέατον καὶ πλεονασμῷ τοῦ ι νείατον

### ν 32

Νέηαι ὑποτακτικὸν χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ, δευτέρου προσώπου Ἰωνικῶς· οἱ γὰρ Ἴωνες ὁμοίως τοῖς ὁριστικοῖς καὶ τὰ ὑποτακτικὰ ποιοῦσι· ἔστι νέω τὸ πορεύομαι καὶ τὸ ὑποτακτικὸν ἐὰν νέω, καὶ τὸ παθητικὸν ἐὰν νέωμαι, τὸ τρίτον ἐὰν νέηται, καὶ τὸ Ἰωνικὸν ἐὰν νέηαι· συστέλλουσι τὸ τ οἱ Ἴωνες, οἷον, ὄληαι, νέηαι

### ν 33

Νεαρὸν ὄνομα, γίνεται παρὰ τὸ νέον καὶ τὸ ἀρύω, τὸ νεωστὶ ἀρυθὲν ὕδωρ· μεταφορικῶς δὲ λέγεται ἐπὶ τῶν παίδων τῶν νεωστὶ γεννηθέντων· λέγεται δὲ πρόσφατον, τὸ νεωστὶ ἐσφαγμένον κρέας

### ν 34

νεαλὲς διαφέρει· νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ ὕδωρ κομισθέν· πρόσφατον δὲ κρέας, πεποίηται γὰρ παρὰ τὸ φάσαι, ὅ ἐστι φονεῦσαι, ὅθεν καὶ τὸ φάσγανον· νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκὸς, οἷον, ἰχθύς. δύναται δὲ καὶ τὸ ἀλσὶ νεωστὶ πεπασμένον

### ν 35

Νεβρὸς σημαίνει τὸ τῆς ἐλάφου γέννημα· παρὰ τὸ νεωστὶ πρὸς βορὰν ἰέναι· ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ βορά· ὃ σημαίνει τὴν τροφήν· τὸ ἐστερημένον τῆς βορᾶς

### ν 36

Νεβρὸς παρὰ τὸ νέον βόρον, ἡ ἄρτι ἐπὶ τὴν πόαν ἰών

### ν 37

Νεβὲλ οἴνου μέτρον, ξεστῶν ρν, ὅμοιον ὑγροῦ τρία σάτα

### ν 38

Νεάζω τὸ ἀκμάζω, τὸ τὴν γὴν ἀροτριῶν, σημαίνει ὁμοίως τὸ νεάζω, παρὰ τὸ νέω τὸ πληρῶ· καὶ γὰρ νεαζομένη ἡ γῆ, ἤτοι πληρωθεῖσα τοῦ ἐργάσαι σπείρεται

### ν 39

Νέηλυς νεήλυδος, ὁ κανών· τὰ εἰς υς σύνθετα, εἰ μὲν ἀπὸ τῶν εἰς υς ληγόντων εἰσὶ συντιθείμενα, τὴν τῶν ἁπλῶν φυλάττουσιν κλίσιν, οἷον, βραχὺς βραχέος, τρίβραχυς τριβράχεος, πῆχυς πήχεος, δεκάπηχυς δεκαπήχεος, θῆλυς θήλεος, ἴχθυς ἰχθύος, κάλ λιχθυς καλλίχθυος, ὀφρὺς ὀφρύος, λευκόφρυς λευκόφρυος· εἰ μὲν ἀπὸ ῥημάτων εἰσὶ συντεθείμενα διὰ τοῦ δος κλίνονται, νέηλυς, νεήλυδος· ἔπηλυς ἐπήλυδος· ταῦτα γὰρ οὐκ ἀπὸ ἁπλῶν εἰσὶ λήγοντα καὶ εἰσὶ συντεθειμένα, ἀλλ’ ἀπὸ ῥήματος τοῦ ἐλεύθω

### ν 40

Νείαιρα σημαίνει τὸ ἔσχατον μέρος τῆς γαστρὸς. παρὰ τὸ νέω τὸ σημαῖνον τὸ πορεύομαι, γέγονε νέαιρα καὶ πλεονασμῷ τοῦ ι νείαιρα· καὶ γὰρ εἰς αὐτὴν πορεύονται τὰ ἐσθιόμενα

### ν 41

Νεικεέσκει ῥῆμα τρίτου προσώπου· νεικείω, τὸ κει διφθόγγῳ. τὰ διὰ τοῦ ειω παρ’ ἐνεστώτων ἢ μελλόντων παρηγμένα. ἐκ τοῦ νεικῶ τὸ παραπλήσσω· ὅτε δὲ ἔστιν ἐπὶ τῆς νικῆς, δευτέρας συζυγίας ἐστὶ τῶν περισπωμένων· ὅτε δὲ τὸ φιλονεικῶ, πρώτης· καὶ ἔστιν ὁ μέλλων νεικέσω· Ὅμηρος, ὡς νείκεσεν ὁ γέρων· ὁμοίως δὲ ἐπὶ τῆς νίκης, νικήσω· ὁ παρατατικὸς ἐνείκεον, ἐνείκεες, ἐνείκεε· καὶ νείκεε συνάρχεται, καὶ νεικείεσκεν

### ν 42

Νεικῶ τὸ λοιδορῶ, διὰ τῆς ει διφθόγγου γράφεται ὅτι παρὰ τὸ νεῖκος· γίνεται παρὰ τὸ νέοις ἐοικέναι· ἡ γὰρ φιλονεικία τοῖς νέοις ἁρμόζει· ὥσπερ γὰρ παρὰ τὸ νὲ στερητικὸν καὶ τὸ κέαρ, τὸ σημαῖνον τὴν ψυχὴν, γίνεται νεκρὸς, ὁ ἐστερημένος τῆς ψυχῆς· οὕτω καὶ παρὰ τὸ νὲ καὶ τὸ εἴκειν, τὸ ὑποχωρεῖν γίνεται φιλονεικία· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ γὰρ ὑποχωρήσουσιν, οὐκ ἔτι γὰρ ἡ φιλονεικία

### ν 43

Νεῖλος παρὰ τὸ νέος γέγονε νεϊλος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, Νεῖλος· καὶ γὰρ κατ’ ἔτος νέος φαίνεται πλημμυρῶν καὶ φωτίζων πᾶσαν Αἰγύπτου γῆν

### ν 44

Νεῖλος ὄνομα ποταμοῦ, παρὰ τὸ νέω τὸ πορεύομαι, νέλος καὶ κατὰ πλεονασμὸν τοῦ ι νέϊλος· καὶ γίνεται παρὰ τὸ νέαν ἰλὺν ἔχειν, νέϊλος καὶ ἐν συναιρέσει Νεῖλος· ἢ παρὰ τὸ περιέχειν τὰς τοῦ χρόνου ἡμέρας ἐν ψήφῳ· τοῦ δὲ Νείλου εἰσιν οὖν α πηλουσιακὸν, β τανικὸν, γ μενδήσιον, δ φαμητικὸν, ε σεβενητικὸν, μολυντικὸν, ζ κανωβικὸν, τὸ νῦν ἡράκλειον καλούμενον

### ν 45

Νεῖλος παρὰ τὸ νέοις παρῆλθε, νέϊλός τις ὢν, ὁ ἀεὶ νέαν ἰλὺν ἄγων, ἐν τῇ ἀναβάσει· ὅτι κατ’ ἔτος νέος φαίνεται

### ν 46

Νειὸς σημαίνει τὴν ἀναεωμένην γῆν· παρὰ τὸ νέω γέγονε νεὸς καὶ πλεονασμῷ τοῦ ι νειός

### ν 47

Νείφω καὶ σημαίνει τὸ βρέχω· ἔστι γὰρ νέφος ἐξ οὗ γίνεται νόφος καὶ πλεονασμῷ τοῦ γ γνόφος· καὶ ἐκ τούτου οὖν τοῦ νέφους γίνεται νέφω, καὶ ἐν πλεονασμῷ τοῦ ι νείφω

### ν 48

Νείφω νέφος γὰρ ἦν, ἐν ᾧ φαινόμενον παρακείμενος παρ’ Ἀριστοφάνη καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου καὶ τὸ νείφειν κατὰ τροπὴν ἔλεγε γεγενῆσθαι· κυρίως γὰρ φησὶ νείφειν εἴρηται τὴν τοῦ ὕδατος προσφορὰν καὶ νιφάλια θεῖν, καὶ τρέχειν εἴρηται, ὅταν ὕδωρ ἐσπένδουσι· οἱ μέντοι ἐκπέπτωκεν ἀπ’ αὐτοῦ τρέχειν καὶ τὸ νιφάς

### ν 49

Νεκάδες Ὅμηρος εἴωθε λέγειν τὰς τῶν νεκρῶν τάξεις, παρὰ τὸ τοὺς νέκυας νεκύαδας τινας οὔσας· οἱ δὲ νεώτεροι τῶν ποταμῶν τάξεις οὕτω καλοῦσι· παρὰ τὸ νεῖκος, αἱ εἰς πόλεμον ἡτοιμασμέναι ἢ ἀχώριστοι· τὸ γὰρ νὲ στερητικόν ἐστι καὶ καδεῖν χωρίσαι· καὶ Ὅμηρος· οὐκέτι νῶϊ ὀλλυμένων Δαναῶν κεκαδησό μεθ’. παρὰ μὲν τοῖς κυκλικοῖς αἱ ψυχαὶ νεκάδες λέγονται· ἦ τέ κε δηρὸν αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν

### ν 50

Νέκυς ὁ νεκρὸς, καὶ πληθυντικῶς νεκύων· εἴρηται δὲ παρὰ τὸ νεκρὸς ὁ μὴ ἔχων κέαρ ἤγουν ψυχήν

### ν 51

Νεκρὸς σύνθετον παρὰ τὸ νὴ στερητικὸν καὶ τὸ κὴρ, ὃ δηλοῖ τὴν ψυχὴν, γέγονε νήκηρ, ὁ ἐστερημένος τῆς ψυχῆς, καὶ συγκοπῇ τοῦ η εἰς ε νεκρός· καὶ ὥσπερ κότος κότυς οὕτω καὶ νεκρὸς νέκρυς, καὶ ἀποβολῇ τοῦ ρ νέκυς· καὶ εἰς τὸ νίκος

### ν 52

Νεκύω νεκρῶ, εἴρηται δὲ παρὰ τὸ νηκηρὸς, ὁ μὴ ἔχων κέαρ, ὅ ἐστι ψυχήν

### ν 53

Νέκταρ τὸ πόμα, παρὰ τὸ νεάζειν γεγενημένον

### ν 54

Νεκταρέου ἐκ τοῦ νέκταρ, νέκταρον, νέκταρος τὸ κτητικὸν νεκτάρεος· τὸ δὲ νέκταρ παρὰ τὸ κτῶ τὸ φονεύω καὶ ἀναιρῶ, μετὰ τοῦ νε στερητικοῦ τὸ μὴ κτεινόμενον, ἀλλὰ τοῖς ἀθανατοῖς διδόμενον

### ν 55

Νέκυς παρὰ τὸ μὴ ἔχειν κίκυν ἤγουν δύναμιν· ἢ παρὰ τὸ κίκυς ὃ δηλοῖ τὴν ἰσχὺν, καὶ τὸ νε στερητικὸν νέκικυς, καὶ ἐν συγκοπῇ νέκυς, ὃ ἐστερημένος τῆς ἰσχύος

### ν 56

Νεμεσηθέντες ἑνὶ θυμῷ· διάτι ἀναπέμπει τὸν τόνον; ὅτι ἐὰν ἡ προκειμένη λέξις τοῦ ἐγκλιτικοῦ μορίου προπαροξύνεται, τὴν ἐν τῷ τέλει αὐτῆς βαρεῖαν εἰς ὀξεῖαν ἐγείρει· ἤκουσέ μου, ἐδωκέ μοι. τὸ δὲ νεμεσῶ, ἐκ τοῦ νεμῶ περισπωμένου· ἐξ αὐτοῦ νεμεσῶ δευτέρας τῶν περισπωμένων καὶ νεμεσηθέντες ἑνὶ θυμῷ, μὴν νεμέσω· τοῦτο ἐκ τοῦ νεμεσης, τουτ’ἔστιν ἀορίστου πρώτου παθητικοῦ· καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχήν· ὥσπερ καὶ τὸ κόσμηθεν

### ν 57

Νεμέα ἐκ τοῦ τρέμω, σημαῖα, ἀμαλθαῖα, προνομαῖα, πλὴν τοῦ αὐγανέα

### ν 58

Νεόσμηκτον ἐκ τοῦ σμήχω τὸ καθαίρω· δηλοῖ δὲ τὸ ἔσοπτρον τὸ νεωστὶ κεκαθαρισμένον· κάτοπτρον τὸ καθαρθέν

### ν 59

Νέκταρ παρὰ τὸ κτῶ, τὸ σημαῖνον τὸ κτείνω γίνεται κτὰρ, καὶ μετὰ τῆς νε στερήσεως νέκταρ τὸ θεῖον πόμα, ὅπερ τοῖς κτεινομένοις καὶ θνητοῖς οὐ δίδοται

### ν 60

Νέκταρ τὸ συνέχον τοὺς πίνοντας αὐτὸ ἐν νεότητι, οἷον, νεοέκταρ· διόπερ ἡ Ἥβη αὐτὸ κιρνᾶ. οἱ δὲ παρὰ τὸ στερεῖσθαι τοῦ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας· ἀφ’ οὗ τὸ ἀθάνατον δηλοῦσθαι, τὸ μὴ τοῖς κτεινομένοις διδόμενον

### ν 61

Νέμω σημαίνει τέσσαρα· νέμω τὸ βόσκω, ἐξ οὗ καὶ νόμος ὁ βοσκός· νέμω τὸ πορεύομαι, ἐξ οὗ καὶ νέμεται τὸ ἐπιπορεύεται· νέμω τὸ μερίζω, ἐξ οὗ καὶ κρεανόμος· νέμω τὸ μέμφομαι, ἐξ οὗ καὶ νέμεσις ἡ μέμψις

### ν 62

Νέποδες οἱ διὰ τοῦ νήχεσθαι τὴν πορείαν ποιούμενοι· ἢ ἄποδες

### ν 63

Νέποδες οἱ ἰχθυές· παρὰ τὸ νε στερητικὸν, οἱ ποδῶν ἐστερημένοι

### ν 64

Νεὸς ἡ ἀροσίμηγκην· παρὰ τὸ νέω· ἀνανεοῦται γὰρ ἡ γῆ ἀρουμένη

### ν 65

Νεὸς ἀπὸ τοῦ νέεσθαι καὶ ἔρχεσθαι εἰς αὔξησιν· ἢ παρὰ τὸ ὁρμᾶσθαι· ὁρμὴ γὰρ ἡ ἡλικία ἀνάπλεως

### ν 66

Νεοκρὰς ὁ νεωστὶ κεκραμένος· εἰς τὸ προβλητί

### ν 67

Νεομηνία παρὰ τὸ νεὸς καὶ τὸ μὴν μηνός

### ν 68

Νεὸς ἀπὸ τοῦ νέεσθαι, ὃ ἔστι πορεύεσθαι· ἢ ἀπὸ τοῦ νεωστὶ βεβηκέναι αὐτόν

### ν 69

Νεολαία ὁ νεὸς λαὸς, ἐκ τοῦ νέω καὶ τοῦ λαός. νεολαία ὁ ἐν τῷ ναῷ ἑστὼς λαός

### ν 70

Νεογνὸν τὸ νεωστὶ γεγενημένον· ἐκ τοῦ γονή, νεόγονον καὶ ἐν συγκοπῇ νεογνόν

### ν 71

Νεόφυτον ἐκ τοῦ νεὸς καὶ τὸ φυτόν· τὸ φυ ψιλόν; πᾶσα λέξις ἀπὸ τῆς φυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ γράφεται, πλὴν τοῦ φοιτῶ τὸ παραγίνομαι· πόθεν γίνεται; παρὰ τὸ εἶμι τὸ πορεύομαι· τὸ παθητικὸν ἔμαι, εἶμαι, ἴσαι, ἴται, ἰτὸς καὶ προϊτὸς, καὶ ἐξ αὐτοῦ προϊτῶ καὶ τροπῇ τοῦ π εἰς φ, καὶ ἐκβολῇ τοῦ ρ φοιτῶ

### ν 72

Νεόφθιτον νεωστὶ τελευτῆσαν, νεωστὶ φθαρέν

### ν 73

Νεοσσὸς παρὰ τὸ νεός τις ἔσσεται· ἢ παρὰ τὸ νεάζω· ἢ παρὰ τὸ νεωστὶ σέβεσθαι

### ν 74

Νεουργὸς παρὰ τὸ νεὸς καὶ τὸ ἔργον, νεοεργός· καὶ κατὰ κράσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, νεουργός

### ν 75

Νεωχμοῦντι κατακοσμουμένῳ· καὶ νεώχμωσιν τὴν νεοκίνησιν· καὶ νεοχμὸς, ἄπονος, ἄκοπος, νεωστὶ εἰργασμένος· συντάσσεται μετὰ γενικῆς· καὶ εἰς τὸ ἐνεώχμωσε

### ν 76

Νερὸν διὰ τὸ νεωστὶ ἀεὶ ῥέειν

### ν 77

Νέστορεν ὄνομα θηλυκὸν, δοτική· νεστόρεος, ἐπὶ τῶν διὰ τοῦ ειος κτητικῶν οἱ Ἴωνες ἀποβολὴν ποιοῦσι τῆς ει διφθόγγου, καὶ διὰ τοῦ εος προσφέρουσιν τὰ κτητικά· ἔστι τὰ εἰς ος κτητικὰ εἰς τὸ πατρῶος· τὸ ἀπὸ τοῦ χάλκεος, χρύσεος, νεστόρεος· νεστόρειος, διὰ τῆς ει διφθόγγου· τὰ διὰ τοῦ ειος ὀνόματα σημαίνοντα μέρος σωματικὸν, ἢ μετουσιαστικὰ ἢ κτητικὰ ὑπάρχοντα, διὰ τῆς ει διφθόγγου γράφεται· μέρος σώματος, ἀνθρώπειος πούς. μετουσιαστικὸν ἀργύρειος, χρύσειος, κτητικὸν ἄντειος

### ν 78

Νεῦρον παρὰ τὸ νεῖσθαι δι’ ὅλου τοῦ σώματος

### ν 79

Νευστάζει εἰς τὸ νυστάζει

### ν 80

Νευστάζων παρὰ τὸ νεύειν καὶ ὑπείκειν εἰς τοῦτο· ἢ διὰ τὴν ἐπειγομένην ἐκ τοῦ ὕπνου καταφοράν

### ν 81

Νεφέλη διάτι τὰ νάματα ἀφελεῖν ἐκ τῆς θαλάσσης, ἢ ταῦτα φέρειν, ἢ ὑφελὼν, ἢ παρὰ τὸ νίφω τὸ χιονίζω· τὸ φε ψιλὸν διάτι; τὰ διὰ τοῦ ιλη θηλυκά· εἰς τὸ κανὼν, καὶ εἰς τὸ γνόφος

### ν 82

Νέφος παρὰ τὸ νε στερητικὸν, ὃ ἔστι κενὸν φάους, οἱονεὶ νεόφαον, τὸ ἐστερημένον τοῦ φωτός· σημαίνει καὶ τὸ πλῆθος

### ν 83

Νεφεληγερέταο τοῦ τὰς νεφέλας ἀθροίζοντος

### ν 84

Νεφθαλεὶμ ὄνομα πόλεως, ἄκλιτον· γέγονε δὲ ἀπὸ τοῦ θάλλω τὸ αὐξάνω καὶ τοῦ εὖ μορίου, εὐθαλὴς καὶ ἐκ τούτου εὐθαλεὶμ, καὶ πλεονασμῷ τοῦ φ καὶ ἀποβολῇ τοῦ υ καὶ πλεονασμῷ τοῦ ν, Νεφθαλείμ· σημαίνει δὲ ἀντίληψιν

### ν 85

Νεφρὸς παρὰ τὸ νείφεσθαι, ὅ ἐστι βρέχεσθαι τῷ οὐρῷ· ἢ διὰ τὸ ἐν νώτῳ φέρεσθαι

### ν 86

Νεωκόρος ἐκ τοῦ νεὼς καὶ τοῦ κορῶ, τὸ καθαίρω καὶ ἐπιμελοῦμαι· καὶ σηκοκόρον λέγει Ὅμηρος τὸν τοῦ σηκοῦ ἐπιμελούμενον

### ν 87

Νεωκόρος παρὰ τὸ κορῶ, τὸ καθαρίζω, ἢ διὰ τὸ ἀκηρεῖν καὶ σαίρειν, καὶ κοσμεῖν τὸν νέον· καὶ εἰς τὸ κόρος

### ν 88

Νεώρεον τόπος, ἐν ᾧ αἱ νῆες φυλάσσονται

### ν 89

Νηγάτεον τὸν νεωστὶ γεγονότα, λεπτῶ· παρὰ τὸ τείνομαι· γάτος καὶ νεήγατος· ὑπερθέσει τοῦ ε νηγάτεος

### ν 90

Νεώτερος ὁ νεὸς τῇ ὁράσει, ἢ νεὸς ἔρως· καὶ εἰς τὸ νεός

### ν 91

Νηγάτεον ὥσπερ παρὰ τὸ τείνω γέγονε τάτος, οὕτω καὶ παρὰ τὸ γείνω γέγονε γάτος, καὶ τοῦ νεὸς, νεόγατος καὶ τροπῇ τοῦ ο εἰς η, ὡς θεοτόκος, θεητόκος καὶ πλεονασμῷ τοῦ ε νηγάτεος· ἢ παρὰ τὸ θέω τὸ θαυμάζω, θηεῦντο μέγα ἔργον, καὶ τὸ νήθω τὸ κλώθω, γίνεται νηγάτεον, τὸ ἄγαν νενησμένον

### ν 92

Νήδυμος ὄνομα ἐκ τοῦ ἡδύς· οὐ γὰρ τὸ ν λέξεως δασυνομένης συντίθεται· ἀλλ’ ἔστι ἐκ τοῦ νηδὺς, ὃ σημαίνει τὴν βαθείαν· ὧδε γὰρ τὸν βαθὺν ὕπνον ἐπιφέρει γὰρ ὕπνος, οὐ γάρ ἐστιν ἡδύς· τὸ νηδὺς παρὰ τὸ νῶ τὸ σωρεύω· καὶ πόθεν δῆλον, δὸς χρῆσιν· νηήσας εὐνῆας ἐπὴν ἅλα δέ περ ἐρύσω· τὴν βαθείαν γὰρ σημαίνει τὸ νηδὺς, παρὰ τὸ σεσωρεῦσθαι ἐν αὐτῇ τὰ βρώματα· τὸ δυ βραχύ· τὰ εἰς μος λήγοντα ὀνόματα, ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα, μὴ ὄντα σύνθετα, τῷ υ παραληγόμενα, συστέλλει τὸ υ, οἷον, ἔρυβος, ἔλυμος, δίδυμος, ἔσυμος· τὸ γὰρ πρόθυμον σύνθετον· ὁ δὲ Ἀππίων ἐτυμολογεῖται, φησὶν, ἄδυμος ὢν, οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ βάθος· φασὶ δέ τινες κατὰ μεταφορικὴν, ὅτι τὸν βαθὺν σημαίνει, τὸν ἀπὸ τῆς νηδύος, ἥ ἐστι κοιλία. βαθύτατον δὲ ἔστιν ἐν ἡμῖν τοῦτο τὸ μέρος

### ν 93

Νηδὺς ἡ γαστὴρ, παρὰ τὸ νάειν· ἢ παρὰ τὸ νῶ τὸ σωρεύω· ἢ ἀπὸ τοῦ νάω τὸ ῥέω, διὰ τὸ ἐν αὐτῷ σεσωρεῦσθαι τὸ ἔμβρυον

### ν 94

Νηδὺς ἡ γαστὴρ, ἀπὸ τοῦ διανενῆσθαι τὰ τῆς τροφῆς, ὃ ἔστιν σεσωρεῦσθαι καὶ πεπληρῶσθαι· ἢ ὅτι ἐπάρδευσις τοῦ σώματος τῆς τροφῆς· ἀπὸ γὰρ τούτου γίνεται· νάειν γὰρ τὸ ῥεῖν

### ν 95

Νῆες τῶν πλοίων διαφέρουσι· αἱ μὲν νῆες στρογγύλαι φορτιζόμεναι. τὸ δὲ πλοῖον στρατιωτικόν

### ν 96

Νήϊον τὸ νηϊ ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς αυς διὰ τοῦ ιος παραγόμενα, διὰ τοῦ ι γράφεται· οἷον, ναῦς, ναὸς, νάϊος καὶ τροπῇ νήϊος, καὶ νήϊον ξύλον τὸ πρὸς ναῦν ἐπιτήδειον· ὁμοίως καὶ τὸ γραῦς, γραὸς γράϊος καὶ γρήϊος καὶ γρηΐδιον εἶδος ἔχουσα· ἔστι καὶ ὄνομα ὄρους πλήσιον Ἰθάκης, ὡς καὶ Ὅμηρος ἡμεῖς δ’ ἐξ Ἰθάκης, ὑπὸ Νηΐου, τουτ’ἔστιν ὑπὸ Νηΐῳ ὄρει κειμένης· οὕτω καὶ Θήβη ὑποπλακίη, ἡ ὑπὸ Πλακίῳ ὄρει

### ν 97

νηΐσα παρὰ τὸ διαφέρειν τῇ σημασίᾳ, καὶ ὁ τόνος ἤλλαται

### ν 98

Νηῒς εἴδω ἔστι ῥῆμα, ὁ μέλλων εἴσω καὶ εἴσομαι, καὶ ἀποβολῇ τοῦ ο καὶ τοῦ ε, καὶ μετὰ τῆς νη στερή σεως, νηΐς

### ν 99

Νηκτὰ τὰ ἔνυδρα, παρὰ τὸ νήχεσθαι ὅ ἐστι κολυμβᾷν

### ν 100

Νηλέϊ χαλκῷ ἡ εὐθεῖα νηλὶς, γίνεται ἐκ τοῦ ἐλεῶ ἐλεήσω, καὶ μετὰ τοῦ νη στερητικοῦ καὶ κατὰ συγκοπὴν νηλὶς, ὁ ἐστερημένος τοῦ ἐλέους· ἔστι δὲ καὶ νηλεὴς, δύο γὰρ εὐθεῖαι, ἐξ οὗ καὶ ἡ κλητικὴ, ὦ νήλεες οὐκ ἄρα

### ν 101

Νήλεες ἦμαρ σκληρὴ ἡμέρα

### ν 102

Νημερτὲς τροπῇ τοῦ α εἰς η, καὶ κατὰ στέρησιν τοῦ ἁμαρτεῖν ἐγένετο νημαρτὴς, καὶ τροπῇ τοῦ α εἰς ε, νημερτής. καὶ τὸ οὐδέτερον νημερτές

### ν 103

Νηΐτης πόθεν γίνεται; παρὰ τὸ ναῦς ναός. ὁ κανὼν. δύο μόνα εἰσὶν εἰς αυς θηλυκὰ περισπώμενα, ναῦς καὶ γραῦς. κέκλινται δὲ ἀμφότερα διὰ τοῦ ος. ἡ δὲ νηῒς εἶδος πλοίου, καὶ ἐξ αὐτοῦ νηΐτης. καὶ τὸ μὲν νηῒς σημαίνει τὴν νεάνιν

### ν 104

Νημερτὲς ἐπίῤῥημα, ἀπὸ τοῦ νημερτὴς ὀνόματος καὶ τὸ οὐδέτερον νημερτές· τοῦτο παρὰ τὸ ἁμαρτῶ τὸ ἀποτυγχάνω, καὶ μετὰ τοῦ στερητικοῦ νη νημερτὴς, οἱονεὶ ὁ μὴ ἀποτυγχάνων τοῦ σκόπου τῶν λόγων. τουτ’ἔστι ψευδόμενος

### ν 105

Νηπενθὲς ἀπένθητον μέγα, ἢ μεγαλοπενθὲς, προσφάτως πενθούμενον, ὡς τοῦ νη κατὰ στέρησιν καὶ ἐπίτασιν δηλοῦντος

### ν 106

Νηπίαχος παρὰ τὸ νη στερητικὸν, καὶ τὸ ἰάχω· τοῦτο ἐκ τοῦ ἴα ἡ ἐκπεμπομένη βοή· γίνεται δὲ τοῦτο παρὰ τὸ τὴν ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· λοιπὸν ἐκ τοῦ ἴα γίνεται ῥῆμα ἰάχω

### ν 107

Νηνεμία ἐπὶ ἀνέμων εὐδίᾳ, ἐπὶ ἀέρος γαλήνῃ ἐπὶ θαλάσσης

### ν 108

Νηρίτης σημαίνει τὸν κόγχον, ἤγουν κοχλίαν θαλάσσης, διὰ τοῦ ι γράφεται· καί τινες μὲν λέγουσιν, ὅτι παρὰ τὸ νηρεὺς ἔστιν· οὐ καλῶς δὲ· ὅτι εἰ ἦν ἀπὸ τοῦ Νηρεὺς, διὰ τῆς ει διφθόγγου εἶχε γράφεσθαι, ὡς ἀταρνεὺς ἀταρνείτης· ὁ δὲ τεχνικὸς λέγει, ἀπὸ τοῦ Νηρηΐς ἐστι καὶ οὐδὲ οὕτως οὗτος καλῶς εἶπεν. εἰ γὰρ ἀπὸ τοῦ Νηρηῒς, νηρηΐτης εἶχεν εἶναι διὰ τῆς ει διφθόγγου, ὥσπερ ἀπὸ τοῦ ὄρους ὀρέϊτος καὶ ἐν συναιρέσει ὄρειτος, οὕτω καὶ ἀπὸ τοῦ νηρηῒς νηρηϊτὴς, καὶ ἐν συναιρέσει νηρείτης· ἔστιν οὖν εἰτεῖν ὅτι ἀπὸ τοῦ νῶ τὸ κολυμβῶ, γίνεται ὁ μέλλων νήσω, καὶ ἐκ τούτου νηρὸς· οὕτως δὲ λέγεται ὁ ἰχθὺς, ἐκ τοῦ νήχεσθαι, ἔνθεν ἐστὶ τὸ γυρεύεσθαι, ὁ νηχόμενος θεὸς. ἀπὸ τοῦ νηρὸς νηρίτης, διὰ τοῦ ἰῶτα· τὰ γὰρ ἀπὸ τῶν εἰς ος, διὰ τοῦ ιτης γινόμενα, διὰ τοῦ ι γράφεται· οἷον, τόπος τοπίτης

### ν 109

Νηρείδας καὶ Νηρηΐδας, κατὰ συγκοπὴν τοῦ ι, τὰς Νύμφας

### ν 110

Νήστης οὕτως εἴρηται παρὰ Σιμωνίδῃ· παρὰ τὸ ἔδω· καὶ ὡς παρὰ τὸ ψεύδω, οὗ παθητικὸν ψεύδομαι, ψεύστης, οὕτω καὶ παρὰ τὸ ἔδω τὸ ἐσθίω, οὗ ὁ μέλλων ἔσω, ἐστὴς καὶ μετὰ τοῦ νε στερητικοῦ νεέστης, οὗ παρώνυμον νήστης· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς

### ν 111

Νηστεία ἀσιτία, ἔνδεια. τὸ νη η διάτι; τὰ παρὰ τὸ νη στερητικὸν, καὶ τὸ σεύω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ, διὰ τοῦ ἦτα γράφεται

### ν 112

Νήπιος παρὰ τὸ στέρησιν ἔχειν τοῦ εἰπεῖν· ἢ νεὸς πάνυ· ἢ πλεονάζει τὸ ν· ἢ ἤπια νοῶν· ἢ παρὰ τὸ νὴ στερητικὸν, κατὰ στέρησιν τοῦ εἰπεῖν καὶ λαλεῖν· ἢ νηέπιος, ὁ λέγειν μὴ δυνάμενος· οὕτω Φιλόξενος· ἢ παρὰ τὸ ἤπιος ὁ πρᾴος, ἢ νεὸς ἤπιος· ἢ νέον λιπαρόν

### ν 113

Νηποινὴ χωρὶς ποινῆς, ἀτιμωρητί· καὶ νηποινὸν τὸ ἀτιμώρητον ἀπὸ τοῦ νη στερητικοῦ, καὶ τοῦ ποινὴ, ὃ σημαίνει τὴν τιμωρίαν καὶ τὴν ἐκδίκησιν

### ν 114

Νήσαντες σωρεύσαντες· νῶ γὰρ τὸ σωρεύω, οὗ ὁ μέλλων νήσω ἐξ οὗ καὶ νῆσος καὶ νησσάριον καὶ ναῦς ἡ πᾶν μέρος ἐν τῇ θαλάσσῃ ἔχουσα, ὡς τὰ νηχώμενα σώματα. νῶ τὸ ῥέω, οὗ ὁ μέλλων νάσω, ἐξ οὗ καὶ ναρὸν τὸ ὑγρὸν, ὡς φησὶ Σοφοκλῆς, Τρωϊλῳ, πρὸς ναρὰ δὲ κρηναῖα χωροῦμεν ποτά· καὶ νῶ τὸ σωρεύω, οὗ ὁ μέλλων νήσω, ἐξ οὗ καὶ νῆμα

### ν 115

Νῆσος παρὰ τὸ νῶ, οὗ ὁ μέλλων νήσω τὸ νήχομαι· πᾶν γὰρ μέρος ἔχει ἐν τῇ θαλάσσῃ, ὥσπερ ἀεὶ τῶν σωμάτων τὰ νηχόμενα· ἢ τῶν ναμάτων ἕως, ἤγουν τῶν ὑδάτων τῆς θαλάσσης

### ν 116

Νησσάριον παρότι νήχεται, καὶ ἐν τῷ ἀέρι αἴρεται

### ν 117

Νῆστις ἔντερον οὕτω καλούμενον, οἱονεὶ νήσιτος, παρὰ τὸ κενὸν εἶναι σιτίων· καὶ ὁ νήστης ἄνθρωπος, παρὰ τὸ αὐτό· καὶ τὸ νηστεύειν παρὰ τὸ στερεῖσθαι σιτίων· τὸ γὰρ στερητικὸν μόριον ἔγκειται

### ν 118

Νῆστις ὁ ἄγευστος καὶ νῆστις ἔντερον· παρὰ τὸ ἐσθίω, οὗ ὁ μέλλων ἔσω, ἐστὶς καὶ μετὰ τοῦ νη νηστὶς, ὁ ἐστερημένος τῶν σιτίων· οὕτω καὶ ἡ παράδοσις· καὶ ἀνῆστις ὁ γεγευμένος· καὶ τὸ πληθυντικὸν ὁμοίως· οὕτω καὶ γὰρ ἡ νῆστις

### ν 119

Νηυσὶ πλοίοις· τρεῖς εὐθείας ἔχει, ναῦς καὶ νηῦς καὶ νεῦς· καὶ γίνεται παρὰ τὸ νέω τὸ κολυμβῶ· καὶ Ὅμηρος, αὐτὰρ ὁ χερσὶ νέων ἐπεμαίετο νόστου· ἡ δοτικὴ νηῒ, ἐξ αὐτοῦ ὄνομα νηΐστης, ἐπαινῶ τὸν νηΐτην νόμον· ναῦς, ναὸς, ὁ κανὼν, δύο μόνα εἰσιν εἰς αυς θηλυκὰ μονοσύλλαβα περισπώμενα, ναῦς καὶ γραῦς· κέκλινται δὲ ἀμφότερα διὰ τοῦ ος

### ν 120

Νήφω τὸ μεθύω, διὰ τοῦ η γράφεται, ὡς φησὶν Ἀπολλώνιος, κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς ἦτα, ὡς ἀπὸ τοῦ νείφω τὸ βρέχω, τοὺς γὰρ λειποψυχοῦντας πολλάκις, ὕδατος ῥανίσι νείφειν ποιοῦμεν

### ν 121

Νήφω τὸ εὔχομαι, παρὰ τὸ νείφω, ἀπὸ τῆς τοῦ ὕδατος ἐπιφορᾶς, οἱ γὰρ τοῦτο κεχρημένοι εἰσὶν ἐγρήγοροι καὶ νηφάλιοι· ἔνθεν καὶ νήφειν τὸ φρονεῖν· οὕτως ἡ παράδοσις

### ν 122

Νήχω νῶ καὶ νέω, ὅ ἐστι κολυμβῶ· ὡς ὁ Ἀριστοφάνης ἵππευσιν, ἔνεον ἐν ταῖς ἐμβάσεσι· ἐκτάσει τοῦ ε εἰς η, νήχω, οὕτω Φιλόξενος

### ν 123

Νίκη παρὰ τὸ ἑνὶ δοτικὴν, καὶ ἵκω τὸ σημαῖνον τὸ παραγίνομαι, γέγονε ἑνιΐκη, καὶ κατὰ κράσιν τῶν δύο ιι, εἰς ἰῶτα μακρὸν ἑνίκη· καὶ νίκη ἀποβολῇ τοῦ ε

### ν 124

Νίκη παρὰ τὴν ἑνὶ δοτικὴν καὶ τὸ εἴκω, ἡ ἑνὶ ὑποχωροῦσα· καὶ Ὅμηρος, ἑτεραλκέα νίκην· τουτ’ἔστιν ἑτεροκλινῆ

### ν 125

Νησὶς τῷ λόγῳ τοῦ ἀκτίς. σημαίνει δὲ τὴν μικρὰν νῆσον· ἰστέον, ὅτι τὸ νῆσος διὰ τοῦ η γράφεται, καὶ ἑνὸς ς κατὰ παράδοσιν· ἀπὸ τοῦ νησὶς νησσάριον δὲ διὰ τοῦ ἦτα, ὅθεν ἐστὶ κατὰ παράδοσιν

### ν 126

Νησίδιον διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ νῆσος νήσου, γέγονε νησίον, καὶ ἐκεῖθεν νησίδιον· οὕτω καὶ ἀπὸ τοῦ ὀψάριον ὀψαρίδιον, καὶ βιβλίον βιβλίδιον

### ν 127

Νηρεὺς παρὰ μὲν τῷ ποιητῇ διὰ τοῦ ι γράφεται· ἐπὶ δὲ τοῦ θαλαττίου καὶ τοῦ τεχνικοῦ διὰ τοῦ ἦτα γράφεται

### ν 128

Νῖσος ὄνομα κύριον· καὶ Νίσα ἔστιν ὄνομα πόλεως

### ν 129

Νήφω νέφος γὰρ ὁ κενὸς φαοὺς, ὃ παρ’ Ἀριστοφάνῃ καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου τὸ νήφω κατὰ τροπὴν ἔλεγεν γεγεννῆσθαι· κυρίως γὰρ, φησὶν, νήφειν εἴρηται, κατὰ τὴν τοῦ ὕδατος προφορὰν καὶ νηφαλέωσιν, ἢ καὶ ἐκπέπτωκεν ἀπ’ αὐτοῦ καὶ τὸ νειφᾶς· τὸ δὲ νιφετὸς διὰ τοῦ ἰῶτα· καὶ οὐ θαῦμα· ὥσπερ γὰρ ἀπὸ τοῦ λείβω λίβας καὶ ἀπὸ τοῦ πείθω πιθανότης, καὶ ἀπὸ τοῦ ἀλείφω συναλιφὴ, οὕτω καὶ ἀπὸ τοῦ νείφω νιφετός

### ν 130

Νικήτας νικήτα· ὁ κανών· τὰ εἰς ας ὀνόματα, ἀπὸ φύσει μακρᾶς ἀρχόμενα, ἀποβολῇ τοῦ ς κλίνονται· οἷον, νικήτας νικήτα

### ν 131

Νίσομαι τὸ πορεύομαι· ὤφειλε δὲ διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ ἐν τῷ νέομαι· ἀλλ’ ἡ παράδοσις τὸ ι ἔχει θεματικὸν, νίω ὁ μέλλων νίσω· τὸ νι μακρόν

### ν 132

Νοερὸν τὸ τὰ ἀόρατα νοήματα τηροῦν

### ν 133

Νόσος παρὰ τὸ ἐστερεῖσθαι τοῦ σώου

### ν 134

Νομὴ ἐκ τοῦ νέμω νομὴ καὶ σημαίνει τὴν τροφήν· γίνεται παρὰ τὸ νέμω τὸ βόσκω νομὴ, ὀξύνεται· τὰ εἰς η λήγοντα ἰαμβικὰ παραληγόμενα τῷ α ὀξύνεται, ὅποτε προϋπάρχει διὰ τοῦ ι, κατὰ τὴν παραλήγουσαν, οἷον, ἀνατολὴ, ἀνατομή· τὸ μέντοι εὐρυνόμη, καὶ ἀμφινόμη βαρύνεται

### ν 135

Νόμισμα παρὰ τὸ νομίζω, νομίσω, νόμισμα· ἢ διὰ τὸ νομιζόμενον μηδὲν εἶναι· καὶ διὰ τὸ νομίζεσθαι τὸ μηδὲν ὄν

### ν 136

Νόμος σημαίνει ἕξ· νόμος ὁ γραπτὸς ὃν ἔχομεν· νόμος καὶ τὸ νόμισμα· νόμος ὁ τὴν γῆν μερίζων· Αἰγυπτικὸς νόμος ἡ χώρα· καὶ νόμος ἡ συνήθεια· νόμος αἱ τάξεις· νόμος δὲ ἡ νομὴ τῆς βοσκῆς· γέγονε δὲ ἀμφότερον, παρὰ τὸ νέμω τὸ μερίζω, ὡς λέγω λόγος

### ν 137

Νόθος ὁ μὴ γνήσιος υἱὸς, ἀλλ’ ἐκ παλλακίδος ὤν· αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ ποιητῇ λέγονται τετραχῶς· γνήσιος, νόθος, σκότιος, παρθένιος. γνήσιος μὲν καλεῖται, ὁ ἐκ νομίμων γάμων· νόθος δὲ ἐκ παλλακίδος· καὶ φησὶ, νόθον καὶ γνήσιον ἄμφω εἰν ἑνὶ δίφρῳ ἔοντας· σκότιον δὲ ἐγείνατο μήτηρ· παρθένιος δὲ ὁ ἐκ τῆς παρθένας ἔτι νομιζομένης γεννώμενος· ὡς τὸ, παρθένιος τὸν ἔτικτε χόρῳ καλὴ Πολυμήλη

### ν 138

Νόσος διὰ τὸ νοσεῖν τὸ σῶμα· ἢ παρὰ τὸ νω στερητικὸν, καὶ τὸ σῶος, ὁ ἐστερημένος τοῦ σώου, ἤγουν τῆς ὑγείας

### ν 139

Νοσσία παρὰ τὸ νεοσσὸς, ὁ νεωστὶ σευόμενος, καὶ ἐξορμῶν τῆς γαστρὸς, τοῦτο δὲ παρὰ τὸ νε στερητικὸν, καὶ τὸ σεύω τὸ ὁρμῶ· νοσσία δὲ ἡ καλία

### ν 140

Νόστος παρὰ μὲν τῇ συνηθείᾳ ὁ γλυκασμὸς λέγεται νόστος, μεταφορικῶς δὲ, καὶ ἡ εἰς τὸν οἶκον ἀνακομιδὴ, ἀπὸ τῶν ἐδεσμάτων, ὡς φησὶν Ὅμηρος, οὐδὲν γλυκίον ἑῆς πατρίδος· γέγονε δὲ παρὰ τὸ νέω τὸ πορεύομαι, νέσω, νόστος καὶ νοστῶ νοστήσω. τὸ δὲ νέω σημαίνει πέντε· τρία διὰ τοῦ ε ψιλοῦ, τὰ μὲν δύο βαρύτονα, καὶ τὸ ἓν περισπώμενον· τὰ δὲ ἕτερα δύο διὰ τῆς αι διφθόγγου· καὶ εἰς τὸ νοσφισμός

### ν 141

Νόσφι χωρὶς κατ’ ἰδίαν· ἐπίῤῥημα χωριστικὸν, ἐκ τοῦ νόστος, νόστου, ἐπεκτάσει τῆς φι συλλαβῆς, γίνεται νόστουφι, καὶ ἐν συγκοπῇ νόσφι· καὶ ἴφι

### ν 142

Νοσφιζοίμεθα παρὰ τὸ νοσφίζω· τοῦτο ἐκ τοῦ νω στερητικοῦ καὶ τοῦ ἕπω τὸ ἀκολουθῶ, καὶ ἐξ αὐτοῦ νόεπι· καὶ ὥσπερ ἀπὸ τοῦ θεόφατον, κατ’ ἀποβολὴν τοῦ ο καὶ πλεονασμῷ τοῦ ς γίνεται θέσφατον, καὶ θεόπιν θέσπιν κατεβρόντισεν ὁ βλέπων ὄπα, οὕτως ἐκ τοῦ νοέπων, νοέπι ἀποβολῇ τοῦ ε, καὶ πλεονασμῷ τοῦ ς νόσφι, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ὁ μὴ ἀκολουθῶν, ἀλλὰ πόῤῥωθεν, καὶ χωρὶς ὑπάρχων· καὶ ἄλλως· νόσφι γίνεται ἐκ τοῦ νόστος νόστου, νοστόφι καὶ κατὰ συγκοπὴν νόσφι. καὶ διάτι, γενόμενον ἀπὸ τῆς τοῦ νόστου γενικῆς οὐκ ἐγένετο νοστοῦφι, ἀλλ’ ἀπέβαλε τὸ υ; καὶ λέγομεν ὅτι αἱ πτώσεις αἱ ἐπεκτεινόμεναι, διὰ τῆς φι συλλαβῆς, εἰ μὲν ἔχοιεν ἓν φωνῆεν κατὰ τὴν λήγουσαν, φυλάττουσιν αὐτὸ, οἷον, οὐράνιος οὐρανίαφι, ἑτέρη ἑτέρηφι· εἰ δὲ ἔχουσι δύο φωνήεντα κατὰ τὴν λήγουσαν, τὸ τελευταῖον φωνῆεν ἀποβάλλουσι, νόστος, νόστου, νοστόφι καὶ συγκοπῇ νόσφι. ἰστέον ὅτι τῆς φι συλλαβῆς παραγωγὴ ἐν πάσῃ πτώσει γίνεται, ἀπὸ εὐθείας μὲν, ὡς ἑτέρη ἑτέρηφι· ὁδὸς δ’ ἑτέρηφι παρέλθη· ἀπὸ γενικῆς, οἷον, χαλκοῦς χαλκοῦ χαλκόφι, πλάγχθη δ’ ἀπὸ χαλκόφι, χαλκός· ἀπὸ δοτικῆς, βίῃ, βίῃφι· Ἕκτορ ἴφι βίῃφι ἀντὶ τοῦ ἐν βίᾳ· φρήτρη φρήτρηφιν ἀρήγῃ· ἀπὸ αἰτιατικῆς, οἷον, δεξιὸν δεξιόφιν, ὡς τὸ, εἴτ’ ἐπὶ δεξιόφιν ἀντὶ τοῦ, ἐπὶ τὸ δεξιὸν πάντος στρατοῦ· ἀπὸ κλητικῆς, οἷον, οὐρανίαφι φίλη γα’ εἴσομαι· αὗται δὲ αἱ τῆς φι συλλαβῆς ἐπεκτάσεις, τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χωρὶς τοῦ νόσφι καὶ ἶφι· ταῦτα γὰρ ἐπῆλθον εἰς ἐπιῤῥηματικὴν σύνταξιν· βαρύνεται τὸ νόσφι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ι λήγοντα ἐπιῤῥήματα, συνεσταλμένον ἔχοντα τὸ ἰῶτα βαρύνεσθαι θέλουσιν· οἷον, νόσφι, αὖθι, ἶφι, νέχι, ᾗχι· ὅθεν καὶ τὸ πρώϊ ἀναλογώτερόν ἐστι παρὰ τῷ ποιητῇ βαρύνεσθαι, οἷον, πρωῒ δ’ ὑπ’ ἠοῖοι· τὸ δὲ νόσφι σημαίνει τὸ χωρὶς, ἀποβολῇ τοῦ ς, διὰ τὸν κανόνα, καὶ βαρύνεται. πρόσκειται ἔχοντα τὰ ι συνεσταλμένον διὰ τὸ δευρὶ, νυνὶ, καὶ κοῒ, ἔστι δὲ μίμημα φωνῆς χοίρων. Ἀριστοφάνης ἐχρήσατο τῇ λέξει· τὸ ἄρι καὶ ἔρι ἐπιτατικὰ μόρια, συνεσταλμένον ἔχοντα τὸ ἰῶτα καὶ μὴ βαρυνόμενα οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐδέποτε ταῦτα εὑρίσκεται αὐτὰ καθ’ ἑαυτὰ, ἀλλ’ ἀεὶ ἐν συνθέσει, ὡς τὸ ἐριβρεμέτης, καὶ ἀριδείκετος· τὸ δὲ οὐχὶ ὤφειλε βαρύνεσθαι· ἀλλ’ ἐπειδὴ ἐκ τῆς οὐ ἀρνήσεως γέγονε, κατ’ ἐπέκτασιν τῆς χι συλλαβῆς, τὸ δὲ οὐ παραλόγως ὠξύνθη, ὤφειλε γὰρ περισπᾶσθαι, ἐπειδὴ πᾶσα δίφθογγος τελικὴ εἰς ου λήγουσα, καὶ τὰ ἑξῆς· ἐπειδὴ οὖν παραλόγως ὠξύνθη πρὸ τῆς ἐπεκτάσεως, τούτου χάριν καὶ μετὰ τὴν ἐπέκτασιν παραλόγως ὠξύνθη

### ν 143

Νοῦσον παρὰ τὸ σόον ὅπερ διὰ τοῦ ο γράφεται, καὶ τὸ νο στερητικὸν μόριον, καὶ πλεονασμῷ τοῦ υ νοῦσος, ὡς Ὄλυμπος Οὔλυμπος

### ν 144

Νοῦς παρὰ τὸ νέεσθαι πάντοτε, κινούμενος καὶ ἐπὶ πάντων προϊών· ὃ, τι γὰρ ὁρμητικώτερον νοῦ; Ὅμηρος, οὐδ’ ὅταν ἀΐξη νόος ἄνερος· καὶ ὡσεὶ πτερὸν ἠὲ νόημα

### ν 145

Νουνεχόντως ἀπὸ τοῦ νοῦν καὶ ἔχων, σύνθετον νουνεχόντως· πολλάκις γὰρ ἀπὸ δύο διεστώτων τοῦ λόγου μερῶν γίνεται ἑνότης, οἷον, Ἄρειος πάγος, Ἀρεοπαγίτης, ἡ νεὰ πόλις, οἱ Νεαπολίται, ταυτὸ ταυτότης, οὕτω νοῦν ἔχων, νουνεχόντως

### ν 146

Νοσφισμὸς χωρισμὸς, παρὰ τὸ νοσφίζω· τοῦτο παρὰ τὸ νόσφι, ὃ σημαίνει τὸ χωρὶς, τοῦτο παρὰ τὸ νόστος νοστόφι καὶ ἐν συγκοπῇ νόσφι. τὸ νόστος, ἔστι στῶ, καὶ μετὰ τοῦ νο στερητικοῦ νοστόφι, καὶ νόσφι καὶ νόστος, τὸ μὴ ἵστασθαι εἰς ἀλλότριον τόπον, ἀλλ’ ἐν τοῖς οἰκείοις ἀπέρχεσθαι

### ν 147

Νοτάριος ὅτι νοῦν τηρεῖ· ἢ ὁ τὸν νοῦν τηρῶν· ἡ ὁ τὰ νοήματα· Ῥωμαϊκὴ δὲ ἡ λέξις, διὰ τὸ νότα τὰ γράμματα λέγειν

### ν 148

Νότος διότι νόθους ποιεῖ τοὺς καρπούς

### ν 149

Νότος τάχα διὰ τὸ νοτίζειν· ἢ τὴν νοτιαῖαν αἴρειν

### ν 150

Νότος ὄντός τις ὢν κατ’ ἀποβολὴν τοῦ ο. οὕτως εὗρον ἐν ὑπομνήματι Ἰλιάδος· ὀνῶ δὲ τὸ βλάπτω

### ν 151

Νότος ὁ ἄνεμος, παρὰ τὸ ὀνῶ τὸ βλάπτω, ὁ μέλλων ὀνήσω, ἐξ αὐτοῦ ὄνοτος καὶ κατ’ ἀφαίρεσιν τοῦ ο νότος· οἱονεὶ ὁ βλαπτικὸς τῶν καρπῶν καὶ τῶν σωμάτων

### ν 152

Νοῦς παρὰ τὸ νέεσθαι καὶ ὁρμᾷν· τὶ γὰρ κινητικώτερον τοῦ νοός

### ν 153

Νυκτίβιος ὁ ἐν νυκτὶ καὶ ὡς ἡμέρᾳ διάγων

### ν 154

Νυμφαγωγὸς τὰ παρὰ τὸ ἄγω συντιθέμενα διὰ τοῦ ἰῶτα γράφεται, νυμφαγῳγὸς, μυσταγῳγός

### ν 155

Νυκτικόραξ παρὰ τὸ νυκτὶ καὶ τὸ κόραξ· τοῦτο παρὰ τὸ κορὸν ὃ σημαίνει τὸ μέλαν· ἢ παρὰ τὸ κάραν μεγάλην ἔχειν

### ν 156

Νοῦμμον μιλιαρήσιον, Νουμμάς τις βασιλεὺς Ῥωμαίων ἐποίησε καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη

### ν 157

Νύμη ἐξανύμφευτος· ἐκ τούτου παράγωγον νυμφεύω καὶ ὄνομα ῥηματικὸν νυμφευτός· τὸ δὲ νύμφη παρὰ τὸ νῦν φαινομένη νέα· ἢ παρὰ τὸ νέαν φαίνεσθαι· ἢ παρὰ τὸ νεὸν φῶς ἔχειν· ἤγουν νεωστὶ φαίνεσθαι

### ν 158

Νυμφίος παρὰ τὸ νῦν ἠμφιᾶσθαι καλῶς· ἢ νῦν φιλῶν νύμφην· τὸ φι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος ὀνόματα, κατὰ τὸν τόνον διφορούμενα, διὰ τοῦ ι γράφεται· τὸ δὲ νυ, ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις

### ν 159

νυνὶ διαφέρει· τὸ μὲν γὰρ νῦν καθολικὸν ἐπίῤῥημά ἐστι· τάσσεται δὲ ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος καὶ παρωχημένου καὶ μέλλοντος· οἷον, νῦν ὁ ἀγών ἐστι· νῦν ὁ ἀγὼν διῆλθε, νῦν ὁ ἀγὼν ἔσται. τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος

### ν 160

Νῦν δηλοῖ χρόνους τρεῖς, ἐνεστῶτα· νῦν γὰρ γένος ἐστι σιδήρεον· παρεληλυθότα· νῦν ὤλετο πᾶσα περιχθών· μέλλοντα, νῦν δὲ Αἰνείαο βίη πᾶσι Τρώεσσιν ἀνάξει

### ν 161

Νυνὶ ἐπίῤῥημα χρόνου δηλωτικὸν, κατ’ ἐπέκτασιν τοῦ ι, ἀπὸ γὰρ τοῦ νῦν γίνεται· ἡ διὰ τοῦ ἰῶτα ἐπέκτασις δίφθογγον οὐκ ἔχει, ὡδὶ, νυνὶ, δευρί

### ν 162

Νὺξ παρὰ τὸ νύσσω· νυσσόμεθα γὰρ προσκόπτοντες τῷ σκότει· ἢ παρὰ τὸ νύσσω τὸ κάμπτω, ἡ νύσσουσα ἡμᾶς πρὸς ὕπνον· καὶ κλίνεται νυκτός· ὁ κανών· πᾶν ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ παρακειμένου, θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς πότε μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, πότε δὲ τοῦ μέλλοντος· νὺξ σημαίνει τρία, τὴν σωματοειδῆ θεόν· εἰ μὴ νὺξ ἔλθοι· καὶ ἐπὶ τὸ τῆς συνηθείας ἡμῖν νοούμενον, νυκτὸς, νὺξ ἤδη τελέθη· καὶ ἐπὶ τῆς βαθείας καὶ σκοτεινῆς καὶ γνοφωδοὺς· τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε

### ν 163

Νυὸς νύμφη, ἡ τοῦ υἱοῦ γυνή· παρὰ τὸ νεὸς, τροπῇ τοῦ ε εἰς υ νυός· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς

### ν 164

Νύσσα ὁδὸς καμπτὴ, ὁ καμπτὴρ, παρὰ τὸ ἐκεῖ νύσσεσθαι τοὺς ἵππους

### ν 165

Νυστάζει οἱονεὶ νευστάζει, παρὰ τὸ ἐπινεύειν, διὰ τὴν ἐπιγινομένην ἐκ τοῦ ὕπνου καταφοράν

### ν 166

Νωθὴς ἡ εὐθεῖα, ὁ νωθὴς, τοῦ νωθοῦ, τῶ νωθεῖ, τὸν νωθὴν, ὦ νωθής· πληθυντικὰ, οἱ νωθεῖς, τῶν νωθῶν, τοῖς νωθέσι, τοὺς νωθεῖς, ὦ νωθεῖς· οὕτω κλίνεται καὶ ὁ νωδής

### ν 167

Νῶε κύριον ὄνομα, παρὰ τὸ νῶ τὸ κολυμβῶ

### ν 168

Νωδὴς ὁ μὴ ἔχων ὀδόντας

### ν 169

Νωθὴς ὁ βραδὺς, παρὰ τὸ μὴ θέειν αὐτόν

### ν 170

Νωθρὸς παρὰ τὸ νῶθος νωθερὸς καὶ νωθρὸς, ὃ ἐστερημένος τοῦ θορεῖν, ἤγουν ὀξέως κινεῖσθαι

### ν 171

Νῶροψ ὁ μὴ ἐῶν εἰς ἑαυτὸν ἀφορὰν τὴν ὄψιν· διὰ τὸ ἄγαν λαμπρόν· ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λυπηρά

### ν 172

Νωθροκάρδιος βραδὺς κατὰ τὸν λογισμόν

### ν 173

Νωΐτερος ἀπὸ τῆς νῶϊ δυϊκῆς ἀντωνυμίας, καὶ σημαίνει τὸν ἡμέτερον· οὕτω καὶ σφωΐτερος, ἀπὸ τῆς σφῶϊ δυϊκῆς ἀντωνυμίας, καὶ δευτέρου προσώπου καὶ σημαίνει τὸν ὑμέτερον· ὡς σφέτερος ἀπὸ τοῦ σφεῖς τρίτου προσώπου, καὶ σημαίνει τὸν ἀλλότριον

### ν 174

Νώροπι χαλκῷ τῷ λαμπρῷ σιδήρῳ

### ν 175

Νωλεμέως συνεχῶς, παρὰ τὸ νω στερητικὸν μόριον, καὶ τὸ λείπω τὸ καταλιμπάνω, γέγονε νὠλεπέως καὶ τροπῇ τοῦ π εἰς μ νωλεμέως, οἱονεὶ τὸ μὴ λειπόμενον, ἀλλ’ ἀδιαλείπτως ὂν

### ν 176

Νωμῶ εἰς τὸ πωλῶ

### ν 177

Νώσκω εἰς τὸ γινώσκω

### ν 178

Νῶτα ὄνομα οὐδέτερον εὐθείας τῶν πληθυντικῶν· τὸ ἀρσενικὸν ὁ νῶτος· τὸ νω μέγα πρὸς ἀντιδιαστολὴν τοῦ νότου, τοῦ σημαίνοντος τὸν ἄνεμον· τὰ νῶτα· καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει, πλὴν μόνων τῶν πληθυντικῶν τὰ κέλευθα, οὕτω καὶ τὰ νῶτα

### ν 179

Νῶτος ὁ ῥαχὺς, ἐξ οὗ καὶ νωτὴρ, ὁ τὰ βαρὴ βαστάζων

### ν 180

Νῶτα τὰ μετάφρενα, ἐκ τοῦ οἴω τὸ κομίζω

### ν 181

Νῶτος σημαίνει τὴν ψυχήν· παρὰ τὸ νωτίζεσθαι αὑτὸν ἱδρῶτι· ἀντὶ δὲ τοῦ ο εἰς ω· ἢ παρὰ τὸ νῶος τὶς ὃ σημαίνει τὴν ὑγρότητα κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω· ἢ παρὰ τὸ ὦ ῥῆμα, ὃ σημαίνει τὸ ὑπάρχω, ὦτος καὶ νῶτος

### ν 182

Νωχελὴς ὁ δυσκίνητος καὶ ἀργὸς, νωκελής τις ὤν· ὁ μὴ κέλλων· κέλλειν δὲ ἐστὶ τὸ ταχέως τρέχειν, ἀφ’ οὗ κέλης, ὁ μονώνυξ ἵππος καὶ δρομικός

### ν 183

Νῶτος ἐπειδὴ τῶν ἄλλων νωτίζεται μᾶλλον, καὶ εἰς τοῦτον ὁ ἱδρὼς καταῤῥεῖ· ὡς τροπὴν εἶναι τοῦ ο εἰς ω. Ὅμηρος, κατὰ δὲ νότιος ῥέεν ἱδρὼς, ἀντὶ τοῦ κατὰ νώθου ἐφέρετο ὁ ἱδρώς

### ν 184

Νῶτα θαλάσσης τὰ ἐπὶ φῶς τῆς θαλάσσης

### ν 185

Νωτιαῖος μυελός. Νωτιαῖον δέρμα. Νωτιαῖα ἡ θρίξ. Τέλος τοῦ Ν στοιχείου. ΑΡΧΗ ΤΟΥ Ξ ΣΤΟΙΧΕΙΟΥ

### ξ 1

Ξανθὸς ἐκ τοῦ ξαίνω, ξαντὸς ξανθός. διὰ τούτου γὰρ, φησὶν, αἰνίττεται, τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι, τοιοῦτοι· ἢ παρὰ τὸ ἄνθος, πλεονασμῷ τοῦ ξ καὶ καταβιβασμῷ τοῦ τόνου

### ξ 2

Ξαντικὸς ὁ μὴν, διὰ τοῦ ι δεῖ γράφειν, καὶ πάντας μῆνας Μακεδόνων· οὐδεὶς γὰρ αὐτῶν τὴν ει δίφθογγον γράφει

### ξ 3

Ξανθὸς ποταμὸς Τροίας, παρὰ τὸ ξανθὰς τρίχας ποιεῖν τῶν λουομένων ἐκεῖσε

### ξ 4

Ξανθὸς ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ· τὸ γενικὸν πῶς ἐστι; χολή· διαιρεῖται εἰς δύο, εἰς ἀτμῶδες καὶ ὠχρόν· γίνεται ἐκ τοῦ ξαίνω ξαντός· ἐγράφη

### ξ 5

Ξανθίζεσθαι κοσμεῖσθαι τὰς τρίχας

### ξ 6

Ξεινοδόκος ἐκ τοῦ ξένος καὶ τοῦ δέχομαι, οὗ τινος ὁ μὲν χαρακτὴρ παθητικὸς, τὸ δὲ σημαινόμενον ἐνεργητικόν

### ξ 7

Ξεῖνος ὥσπερ ἀπὸ τοῦ κενὸς κεινὸς κατὰ πλεονασμὸν τοῦ ἰῶτα, καὶ ἀπὸ τοῦ ξένος ξεῖνος. οὐδέποτε γὰρ οἱ Αἰολεῖς τὸ ι ἀπὸ πλεονασμοῦ ἀποβάλλουσι· καὶ διπλασιάζουσι τὸ σύμφωνον, οἷον, τὸ κενὸς γὰρ κεινὸς κατὰ πλεονασμὸν τοῦ ι καὶ οὐ λέγουσι κεννός· ἀλλ’ ἀπὸ τοῦ ξένος γέγονε ξέννος· καὶ γὰρ πολλάκις ἐπὶ βραχείας συλλαβῆς ποιοῦνται τοῦ συμφώνου διπλασιασμόν· Ἔνη καὶ Ἔννη, ἔστι δὲ ὄνομα πόλεως, ὡς θεράπων, θεῤῥάπων, καὶ ξένος ξέννος

### ξ 8

Ξενοδόχος καὶ Ἰωνικῶς τροπῇ τοῦ ψιλοῦ εἰς δασύ· ὡς τό· εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἠὲ καὶ οὐχί. πλεονασμῷ τοῦ ι ξεινοδόχος, ὁ τοὺς ξένους φιλοφρονῶν

### ξ 9

ξεινοῦσθαι ποιητικῶς, Αἰολικῶς δὲ ξέννος

### ξ 10

Ξενηκούσθησαν ἔστι ξένος, ὃ σημαίνει τὸν θαυμαστὸν, καὶ τὸ ἀκούω, καὶ ἐκ τούτου κατὰ σύνθεσιν γέγονε ξενακούω, ξενηκούσω, ξενήκουκα, ξενήκουσμαι, ὁ ἀόριστος παθητικὸς ξενηκούσθην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ξενηκούσθησαν

### ξ 11

Ξενοδόκος ὁ μὲν Ὅμηρος τὸν τοὺς ξένους ὑποδεχόμενον, συνηθὼς ἡμῖν. Σιμωνίδης δὲ καὶ Πίνδαρος καὶ ἄλλοι τινὲς τὸν μάρτυρα ἐξεδέξαντο. Σιμωνίδης, ξεινοδόκησε Τελάμων, ἀντὶ τοῦ ἐμαρτύρησε· καὶ Πίνδαρος· ξεινοδοκῶν δ’ ἄριστος χρυσὸς ἐν αἰθέρι λάμπων, ἀντὶ τοῦ μαρτυρῶν

### ξ 12

Ξέστης Ῥωμαϊκὸν ἔστι τὸ ὄνομα· τὸν γὰρ παρ’ ἡμῖν ἓξ ἀριθμὸν αὐτοὶ σὲξ· καὶ μέτρου τινὸς παρ’ αὐτοῖς τὸ ἕκτον, σέκτον, διὰ δὲ εὐφωνίαν, τὸ σέξστης ἔλεγον ξέστης, μεταθέσει τοῦ ξ, οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέξεως

### ξ 13

Ξένος παρὰ τὸ ἔξω ἰέναι, ἢ παρὰ τὸ ἐκτὸς τῆς ἑνότητος· ἢ παρὰ τὸ ξέω, ὁ ἐξεσμένος καὶ ἀποκεχωρισμένος· λέγεται δὲ καὶ ξένος, ὁ ὑποδεχόμενος τὸν ξένον· καὶ ὁ ἀπὸ τῶν ἀλλοδαποὺς ἥκων· καὶ πεποίηται τὸ ὄνομα παρὰ τὴν σκήνην, τουτ’ἔστιν ὁ παρέχων σκέπην, ἵν’ ᾖ κένος καὶ ξένος, ὃν ἄγει τις εἰς ἑαυτὸν καὶ ὑποδέχεται, ἢ παρὰ τὸ ἵξω, ἵξενος καὶ ξένος ἡ ὄρασις

### ξ 14

Ξενία δύο σημαίνει, τὴν κατοικίαν, καὶ τὴν μακρὰν ὁδόν

### ξ 15

Ξένος σημαίνει τρία, τὸν φίλον, καὶ ἐν τῇ κοινῇ συνηθείᾳ λεγόμενον· τάσσεται καὶ ἐπὶ θαύματος ὡς τὸ ξένον καὶ παράδοξον

### ξ 16

Ξένος παρὰ τὸ ἔξω εἶναι· ἢ παρὰ τὸ ἐξεωμένον εἶναι ἀπὸ τῶν ἰδίων· τὸ ξε ψιλὸν διάτι; τὰ διὰ τοῦ ενος ὀνόματα βαρύτονα εἴτε ὀξύτονα, διὰ τοῦ ε γράφεται, οἷον, ξένος, σθένος ἡ δύναμις, ἔνος ὁ ἐνιαυτὸς, κενὸς ὁ μάταιος, πλὴν τοῦ αἶνος ὃ σημαίνει τὸν ἔπαινον

### ξ 17

Ξενοφῶν ὁ ἐν τοῖς ξένοις νήφων, τουτ’ἔστιν εὐχόμενος· ἢ ὁ ἐν τοῖς ξένοις τόποις φονευόμενος

### ξ 18

Ξεστίον διὰ τὸ ἀπεξεσμένον τοῦ εἴδους· ἢ διὰ τὸ ἀκριβὲς τοῦ μέτρου

### ξ 19

Ξηρὰ ἐκ τοῦ ξηρὸς, τοῦτο παρὰ τὸ σκληρός, καὶ ἀποβολῇ τοῦ λ, καὶ κράσει τοῦ κς εἰς ξ, ξηρὸς καὶ ξηρὰ θηλυκόν

### ξ 20

Ξηρὸν παρὰ τὸ ξέω, ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· τροπῇ τοῦ ε εἰς η, οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων

### ξ 21

Ξηρὸς ἐκ τοῦ σκληρὸς, ἀποβολῇ τοῦ λ γίνεται σκηρὸς, καὶ κατὰ συναίρεσιν τοῦ κς εἰς ξ ξηρός· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς σύγκειται. τὸ ξη ἦτα· τὰ διὰ τοῦ ηρος ὀξύτονα ὀνόματα ἅπαντα διὰ τοῦ η γράφεται, οἷον, σκληρὸς, ξηρὸς, μηρὸς, πλὴν τοῦ καυστειρῆς ἀντιβολῆσαι

### ξ 22

Ξίφος παρὰ τὸ ξέειν· ἢ παρὰ τὸ ὀξύνεσθαι πρὸς φονόν· ἢ παρὰ τὸ ξύω ξύσω, ξύφος καὶ ξίφος· τὸ ξι ἰῶτα· τὰ εἰς φος ὀνόματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, ἔριφος, στέριφος καὶ ξίφος καὶ εἴ τι ὅμοιον· καὶ ἄλλως, τὸ ξι ἰῶτα διάτι; τὰ εἰς φος ὀνόματα οὐδέτερα διὰ τοῦ ι γράφεται· οἶον, ξίφος, ἀρσενικὸν στέριφος, ἔριφος

### ε 833

ἐπίξηνος ὁ κορμὸς διὰ τοῦ ἦτα· ἐν ᾧ τὰ κρέα ξαίνονται· λόγος· τὸ ξι δὲ ὅτι ἐν τῷ γράφεσθαι, πλεῖον τῶν ἄλλων ξαίεσθαι τὸν χαρακτῆρα αὐτοῦ, ἔχει μακρὰν γραφήν· ἄλλοι δὲ ὅτι ἡ τούτου ἐκφώνησις, ὡσεὶ ξύσματός ἐστιν ἦχος, ἀπὸ σιδήρου γινόμενος

### ξ 23

Ξηραίνω ἐκ τοῦ ξηρὸς, τοῦτο παρὰ τὸ σκληραίνω, τοῦτο παρὰ τὸ σκληρὸς, ἀποβολῇ τοῦ λ, καὶ κράσει τοῦ κς εἰς ξ, ξηρός

### ξ 24

Ξίρις διὰ τοῦ ἰῶτα. ἔστι δὲ εἶδος ἀρωματικοῦ φυτοῦ· ἰστέον δὲ ὅτι τινὲς μὲν τῶν λεξιγράφων, διὰ τοῦ ι γράφουσιν αὐτὸ, τινὲς δὲ διὰ τῆς ει διφθόγγου, λέγεται δὲ ξίρις, ἐξ οὗ καὶ τὰ ξιρία· ὁ μέντοι Ὦρος ἐν τῇ οἰκείᾳ ὀρθογραφίᾳ διὰ τῆς ει διφθόγγου γράφει, ἐν δὲ τῷ ὑπομνήματι τῆς ὀρθογραφίας τῶν ἡρώων ἐπικρον τὴν διὰ τοῦ ι γράφει. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς ρος βαρύτονα οὐ παραλήγεται τῇ ει διφθόγγῳ, οἷον, ἔρις, δῆρις, ἴρις, Σίρις ὄνομα πόλεως Φοινίκης· κίρις ἔστι δὲ εἶδος ὀρνέου, Τίρις, Βούσιρις, Ὄσιρις, οὕτω καὶ ξίρις· πρόσκειται βαρύτονα, διὰ τὸ χειρὶς χειρίδος, σημαίνει δὲ τὸ χειρομάνοικον

### ξ 25

Ξόανον παρὰ τὸ ξέω ξέανον καὶ ξόανον

### ξ 26

Ξόανον καὶ βρέτας καὶ εἴδωλον διαφέρει· ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον εἴδωλον, λίθινον ἢ ἐλεφάντινον ἢ ξύλινον· βρέτας δὲ τῷ βρότῳ ὅμοιον, ἤτοι χαλκοῦν, ἢ ἐξ ἐμφεροῦς ὕλης πεποιημένον· ἄγαλμα δὲ τὸ παρὰ μηρὸν, ἢ ἐκ τινὸς ἑτέρου λίθου κατεσκευασμένον

### ξ 27

Ξύλον ὅτι ξῦλος ὀλεῖ

### ξ 28

Ξύλον παρὰ τὸν ξύσω μέλλοντα, διὰ τὸ ξύεσθαι αὐτό· η διὰ τὸ ξύνεσθαι καὶ λεμνᾶσθαι, τουτ’ἔστι λεπίζεσθαι· ἢ διὰ τὸ ξηρὰν ὕλην ἔχειν

### ξ 29

Ξυναυλιζόμενοι συναθροιζόμενοι, ἢ συνεσθίοντες παρὰ τὸ ἅλας ἐκ τοῦ ἅλς ἁλὸς ἁλίζω καὶ συναυλίζω· συναθροιζόμενοι δὲ παρὰ τὸ ἁλίζω, ἁλίσω γὰρ τὸ συνάγω καὶ συναθροίζω τροπῇ τοῦ ς εἰς ξ

### ξ 30

Ξυνάρασθαι συναρμόσασθαι, συγκαταθέσθαι, ἀπὸ τοῦ ἄρω, ὃ σημαίνει τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ μέσος ἠράμην, καὶ τὸ ἀπαρέμφατον ἄρασθαι καὶ ξυνάρασθαι

### ξ 31

Ξυνεδέσαντο συνδεδεμένοι ἦσαν· ἀπὸ τοῦ δέω, ὂ σημαίνει τὸ δεσμεύω, ὁ παθητικὸς ὑπερσυντελικὸς ἐδεδέμην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐδέδεντο καὶ τὸ Ἰωνικὸν ἐδεδέσατο, τροπῇ τοῦ ς εἰς ξ· ξυνεδεδέατο· συντάσσεται μετὰ αἰτιατικῆς

### ξ 32

Ξυνέηκε ῥῆμα, καὶ οἱ Ἀττικοὶ τὸ ς πῇ μὲν εἰς τ τρέπουσι, πῇ δὲ εἰς ξ· τὸ γὰρ σὺν ξὺν λέγουσι, τὸ δὲ σοὶ τοί· ὁμοῖος δὲ καὶ τὴν σὺν πρόθεσιν ξὺν λέγουσι· τὴν γὰρ συμφορὰν ξυμφορὰν, καὶ τὸ σύμπαν ξύμπαν· ἔστι δὲ ἀόριστος πρῶτος· ἵημι τὸ γινώσκω καὶ αἰσθάνομαι, ἥσω, ἧκα, καὶ τὸ τρίτον ἧκε, καὶ πλεονασμῷ τοῦ ε, ἔηκε, καὶ μετὰ τῆς ξὺν προθέσεως ξυνέηκε

### ξ 33

Ξύνιον ἐπείθοντο, ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ σκοπὸν βαλλόντων, ξυνΐειν γὰρ, τὸ ἐπὶ τὸ αὐτὸ, τῇ τοῦ συμβουλεύοντος φέρεσθαι γνώμῃ

### ξ 34

Ξύλον παρὰ τὸν ξύσω μέλλοντα· οὐδεμία γὰρ ὕλη πρὸς τὸ ξύειν ἐπιτηδειοτέρα· ἔνθεν καὶ ξηρόν· πᾶν γὰρ τὸ ξυόμενον ξηρὸν γίνεται

### ξ 35

Ξυνεῤῥώγη συνεῤῥάγη, διελύθη, ἀπὸ τοῦ ῥήσσω ὁ μέσος παρακείμενος ἔῤῥηγα, καὶ ὁ ὑπερσυντελικὸς ἐῤῥήγειν, καὶ τροπῇ τοῦ η εἰς ω, ἐῤῥώγειν καὶ συνερρώγειν, κατὰ τροπὴν τοῦ ς εἰς ξ, ξυνεῤῥώγειν

### ξ 36

Ξυνθήματος συνθήματος· ἔστι δὲ σημεῖον, ἢ πρόσφθεγμα διδόμενον ἐπὶ γνωρισμῷ τῶν οἰκείων ἐν πολέμῳ· ἢ ἑτέρᾳ τινὶ ἐπιβουλῇ

### ξ 37

Ξυνήϊα ἐκ τοῦ κέω, κέεμαι, κεῖμαι, ἡ μετοχὴ κειμένος· ἀπὸ τῆς σὺν προθέσεως παρὰ Ἀττικοῖς λέγεται ξὺν, γίνεται ὄνομα ξυνός. ἐκ τούτου ξύνειος, καὶ τὸ οὐδέτερον ξύνειον, ὥσπερ κοινὸν κοινεῖον, καὶ διαιρέ σει Ἰωνικῇ ξυνέϊον καὶ τροπῇ τοῦ ε εἰ η ξυνήϊον· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ξυνήϊα

### ξ 38

Ξυνίστωρ συμπράκτωρ, σύμβουλος, συγγνώστης· παρὰ τὸ εἴδω ῥῆμα τὸ σημαῖνον τὸ γινώσκω, ὁ μέλλων εἴσω· ἐκ τούτου ἵστωρ καὶ συνίστωρ

### ξ 39

Ξυνωρίδα ζυγήν· κυρίως δὲ ἐπὶ τῶν ἡμιόνων· ὀρεὺς γὰρ ὁ ἡμίονος

### ξ 40

Ξυνὸς κοινός, οἶμαι ὥσπερ τὶς συνὸς, ἢ συνὼν τινί· παρὰ τὴν ξὺν πρόθεσιν

### ξ 41

Ξυνωρὶς σημαίνει τὴν δυάδα, καὶ τὴν ἀδελφότητα· γίνεται ἐκ τοῦ ξύνωρος, ὁ μετά τινος συναρμοζόμενος· τοῦτο ἐκ τῆς ξὺν Ἀττικῆς προθέσεως, καὶ τοῦ ἄρω τὸ ἁρμόζω· ἐκ τούτου οὖν ξυάορος, τὸ θηλυκὸν ἡ ξυνάορος, καὶ ξυναορὶς, καὶ κράσει τοῦ α ο εἰς ω, ξυνωρίς

### ξ 42

Ξυνωρὶς ἐπὶ δυσί· ζεῦγος ἐπὶ πλειόνων· οὕτω τὰ τέθριππα ζεύγη λέγουσι

### ξ 43

Ξυρὸν παρὰ τὸ ξύειν ῥᾷον

### ξ 44

Ξυρὸν παρὰ τὸ ξέω γίνεται ξυρόν. Τέλος τοῦ Ξ στοιχείου. ἈΡΧΗ ΤΟΥ Ο ΣΤΟΙΧΕΙΟΥ

### ο 6

Ὅ ἄρθρον, ὑποτακτικὸν, μεταχθὲν εἰς ἀντωνυμίαν ἀναφορικὴν ὅ· ἔθος γὰρ τῷ ποιητῇ τὰ ὑποτακτικὰ τῶν ἄρθρων εἰς ἀντωνυμίαν μετάγειν, ὅτε οὐκ ἔχει ὑποκείμενον εἰς ὃ συνταχθῇ· τὸ δὲ ἕνεκά σφιν, ἀντὶ τούτου χάριν· τῷ δ’ ἐπετοξάζοντο, ἀντὶ τοῦ ἐτοξάζοντο. τὸν δ’ ἀπαμειβόμενος, ἀντὶ τοῦ, πρὸς τοῦτον δε. σημαίνει τὸ ὁ ἓξ, ἄρθρον προτακτικὸν καὶ ὑποτακτικὸν, καὶ ἀντωνυμίαν τρίτου προσώπου ἀναφορικοῦ, ὁ γὰρ βασιλῆϊ, ἀντὶ τούτου, ὁ μὲν οὔτι τόσον τελέθει κακὸν, ἔνδοθι μίμνον, τουτ’ἔστι, νῦν δὲ τοῦτο μὲν ὑπάρχει κακόν· ἀντὶ τοῦ ὅτι· λεύσσετε γὰρ τόγε πάντες ὅ μοι γέρας· ἀντὶ τοῦ διὸ, τοίου γάρ κε πατρὸς ὃ καὶ πεπνυμένα βάζεις· καὶ εἰς τὸ ἀλλότι

### ο 7

Ὁ ὅτι κατὰ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα τοῦ στοιχείου, ἡ δὲ ἐκφώνησις ἐμφερής ἐστι τῷ χαρακτῆρι

### ο 8

Ὄαροι αἱ γαμεταὶ, παρὰ τὸ ὁμοῦ ἀρηρέναι, ὁμόαροι

### ο 9

Ὀβελίσκος παρὰ τὸ ὀφέλλειν, καὶ εἰς μῆκος αὔξεσθαι

### ο 10

Ὀβελὸς τὸ ο πλεονασμός ἐστι· ἔστι γὰρ ῥῆμα βάλλω, καὶ ἀπὸ τοῦ βάλλω ῥήματος, τρία γένη γεννῶνται· καὶ ἐκ τοῦ ἐκβάλλω γίνεται βολὴ καὶ βουλὴ θηλυκόν· καὶ βάλλω βελὸς ὀξύτονον, καὶ πλεονασμῷ τοῦ ο. τὸ βε ψιλόν

### ο 11

Ὀβελὸς παρὰ τὸ βελεῖ ἐοικέναι

### ο 12

Ὀβελὸς ὀβολοῦ διαφέρει· ὀβελὸς μὲν γάρ ἐστιν εἰς ὃν διαπείρονται τὰ κρέα, μέλλοντα ὀπτάσθαι· ὀβολὸς δὲ μέρος δραχμῆς

### ο 13

Ὀβολὸς ὁ ἐξ ἀργυρίου ἄγει γράμματα τρία, ὁμοίως καὶ ὁ ἀπὸ σιδήρου· καὶ ἄλλως, ὀβολὸς καὶ αὐτὸς ἐν ἀργυρίοις ἐτύπωτο· ὄγδοον δὲ ἦν καὶ τοῦτο τῆς οὐγκίας, οὐκ ἐξ ἀργυρίου, ἀλλ’ ἀπὸ σιδήρου πεποιημένος, ὀβολὸς δὲ οὗτος ἦν· ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργυρίου πεποιημένος, τυπτόμενος ὢν, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δέ ἐστι τῆς οὐγκίας· λέγεται γὰρ ἐν τῷ Λεβιτικῷ τόδε δίδραχμον εἴκοσιν ὀβολοί· ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγκίας· τὸ δὲ τέταρτον ἐνδείξαμεν

### ο 14

Ὄβριμος ὁ ἰσχυρός· τὸ βρι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιμος παράγωγα, ὑπὲρ δύο συλλαβὰς, μὴ ὄντα παρὰ τὸ σχῆμα καὶ σῆμα καὶ φήμη συγκείμενα, διὰ τοῦ ι γράφεται. γίνεται ἐκ τοῦ βρι ἐπιῤῥήματος, σημαίνει δὲ τὸ μεγαλῶς καὶ ἰσχυρῶς, βρίμος, καὶ πλεονασμῷ τοῦ ο ὄβριμος· ἐκ δὲ τοῦ βριμῶ ῥήματος, καὶ μετὰ τῆς ἐν προθέσεως ἐμβριμῶ, σημαίνει τὸ ἐπιτυμῶ

### ο 15

Ὄβρυζος παρὰ τὸ ἁβρὸν, ὃ σημαίνει τὸ τρυφερόν· καὶ εἰς τὸ βάον

### ο 16

Ὅγε οὗτος, τὸ ὁ ἀντωνυμία, τὸ γὲ σύνδεσμος

### ο 17

Ὅγε καὶ ὅδε σύνδεσμοι, μετὰ τοῦ πρώτου τῆς πρωτοτύπου ἀντωνυμίας· ὁ μὲν γε ἐν συνθέσει ἐστὶ, ἔγωγε, σύγε, ὁ δὲ δε ἐν παραθέσει, ἐγώδε, σύδε, μετὰ τοῦ τρίτου ἀνάπαλιν. ὁ μὲν γε ἐν παραθέσει, ὅ γε· ὁ δὲ δε ἐν συνθέσει, ὅδε, ἥδε, τόδε

### ο 18

Ὀγδοὰς ἀπὸ τοῦ ἄγειν δύο τετραδὰς, ἡ ἀγοδυάς τις οὖσα· πολλὰς γὰρ ἄγει δυάδας

### ο 19

Ὅγε δύο μέρη λόγου εἰσὶν, ἢ ἕν; δύο· ὁ ἄρθρον, γε σύνδεσμος. ἐν συνθέσει ἐστὶν ἢ ἐν παραθέσει; παράλληλος σύνταξίς ἐστι λέξεως, ἑκάστης τὸν ἰδίον τόνον φυλαττούσης· τὰ ἐπεκτεινόμενα διὰ τῆς δε, διὰ τῆς γε οὐκ ἐπεκτείνονται, τοῖος τοῖόσδε, τόσος τοσόσδε, τοσόσγε οὐ λέγεται. καὶ τὰ ἐπεκτεινόμενα διὰ τῆς γε, διὰ τῆς δε οὐκ ἐπεκτείνονται, οἷον, ἐγὼ ἔγωγε, ἐμοὶ ἔμοιγε

### ο 20

Ὁ δεῖνα αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον, αὐτὸς, ἐκεῖνος, οὗτος, μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν τὸ ὁ δεῖνα ἔχει τὴν ει δίφθογγον· πρόσκειται ὑπὲρ μίαν συλλαβὴν, διὰ τὸ μὶν, καὶ σφίν· μονοπρόσωποι δὲ λέγονται αὕται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον, κατὰ τὴν ἀκολουθίαν· τὸ γὰρ ἐγὼ, σὺ, οὐκ εἰσὶ τούτων ἀλλὰ τοῦ ἴ

### ο 21

Ὁ δεῖνα διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ τὸ νεὰ πόλις δύο ὀνόματά εἰσι, καθ’ ἓν ὑποκειμένου· τινὲς δὲ λέγουσιν, ὅτι μία λέξις ἐστὶν, καὶ οὐ δύο, οἵ τινες κακῶς λέγουσιν· εἰ γὰρ ἦν μία λέξις, οὐκ ὤφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι ἡ ἄρχουσα, οἷον, ὁ δεῖνα τοῦ δείνατος, τῷ δείνατι· τῆς γὰρ μίας λέξεως ἐν τῇ κλίσει φυλάττεται ἡ ἄρχουσα, φιλάνθρωπος φιλανθρώπου, φιλανθρώπῳ· τοῦτο δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ἐχούσης οὕτω τῆς παραδόσεως, καὶ ἴσως πλανηθείσης, ἐκ τοῦ, τινὰς λέγειν, ὅτι μία λέξις ἐστὶν· οἱ γὰρ λέγοντες, ὅτι μία λέξις ἔστιν, λέγουσιν, ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονε ὁ δέϊνα, καὶ ἐν συναιρέσει ὁ δεῖνα· ἄλλως τε δὲ, διὰ τῆς ει διφθόγγου γράφεται, ὅτι αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσωποι ἀντωνυμίαι, θέλουσιν ἔχειν δίφθογγον· οἷον, ἐκεῖνος, οὗτος, αὐτὸς, χωρὶς τοῦ ὅδε· τούτου χάριν καὶ τὸ ὁ δεῖνα διὰ τῆς ει διφθόγγου γράφεται

### ο 22

Ὁ δεῖνα ἀντωνυμία, τοῦ δεινοῦ, τὸν δεῖνα· λέγεται καὶ ὁ δεῖν τοῦ δεῖνος, τὸν δεῖνα

### ο 23

Ὀγκάνος ὁ ἐπικαμπὴς σίδηρος, ἐκ τοῦ κάμπτω, ἐξ οὗ λέγεται καὶ ὀγκινάριον καὶ διόγκινον καὶ τριόγκινον. Ὄγκιον δὲ τὸ ἀγγεῖον, ἐν ᾧ τὰ σίδηρα ἐκβάλλουσι. ὄγκοι γὰρ αἱ γωνίαι τῶν βελῶν, ἐξ οὗ καὶ ὀγκία τὸ μέτρον, καὶ ὄγκος ἡ ὑπερηφανία, καὶ τὸ μέγεθον του πόσου

### ο 24

ὁδὶ διαφέρει· ὅδε μὲν γάρ ἐστιν ἀναφορικῶς, ὁδὶ δὲ δεικτικῶς, καὶ μόνον κατ’ ἐπέκτασιν

### ο 25

Ὀγδοὰς λέγεται οἱονεὶ ὀγδοδυὰς παρὰ τὸ δύο ἄγειν, διχοτομουμένη γὰρ, καὶ τὰ ταύτης μέρη εἰς μονάδας καταντ. διαιρεῖται γὰρ εἰς τέσσαρα καὶ τέσσαρα· καὶ τὰ τέσσαρα εἰς δύο, καὶ τὸ δύο εἰς μία, καὶ μία· εἰ δέ τις εἴπῃ ὅτι τούτῳ τῷ λόγῳ, καὶ ἡ τετρὰς ὤφειλεν ὀγδοὰς λέγεσθαι, διότι καὶ αὑτὴ, διχοτομουμένη ἔρχεται ἄχρι τῆς μονάδος, διαιρεῖται γὰρ εἰς δύο, καὶ τὰ δύο εἰς μία καὶ μία, λέγομεν, ὅτι αἱ ἐτυμολογίαι οὐκ ἀντιστρέφουσιν. ἰδοὺ γὰρ λέγεται σῖτος παρὰ τὸ σείεσθαι, καὶ οὐ μόνον ὁ σῖτος σείεται, ἀλλὰ καὶ κριθὴ καὶ ἄλλοι καρποὶ, καὶ οὐ παρὰ τούτου λέγεται ἡ κριθὴ, ἢ ἄλλοι καρποὶ σῖτος

### ο 26

Ὁδίτης ὁ πολίτης, ἀμφότερον διὰ τοῦ ι, τῷ λόγῳ τοῦ λογχίτης

### ο 27

Ὀδωδός ὄδω καὶ ὄδωδα

### ο 28

Ὁδός παρὰ τὸ ἕω τὸ εἰσπέμπω, ἕω, ὁδός, ὡς σβέω σβοδὸς, καὶ μεταθέσει τοῦ β εἰς π σποδὸς, ἐκ δὲ τοῦ ἕω ἡ ὁδὸς δασύνεται

### ο 29

Ὀδυνᾶται παρὰ τὸ ἐσθίειν καὶ ἔδειν τὴν ψυχὴν, κατὰ τὸ σὴν ἔδεαι κραδίην

### ο 30

Ὁδός σημαίνει τὸν βίον, τὴν ἔνεδραν, τὴν κοινῶς νοουμένην ὁδὸν, καὶ μέτρον ὁδοῦ

### ο 31

ὁδοιπορεῖν ἐκ τοῦ ὁδὸς καὶ τοῦ περῶ, γίνεται ὁδοπορία, καὶ πλεονασμῷ τοῦ ι ὁδοιπορία

### ο 32

Ὀθνεῖον ὑπέρθεσις στοιχείων· ὡς ἄριστος ἀριστεῖον, κόταμος κοτταμεῖον, νόθος νοθεῖον, καὶ μεταθέσει τοῦ ν, ὀθνεῖον, τὸν νόθον

### ο 33

Ὄζος παρὰ τὸ ἅζω, ἅζειν καὶ ὄζειν, τὸ ἐγκαθήμενον τῷ περιπεπαρμένῳ ξύλῳ

### ο 34

Ὀδύνη ὀδῖνος διαφέρει. ὀδύνη μὲν γὰρ ἐπὶ τοῦ ἐλαφρότερον πονεῖν λέγεται, καὶ κλίνεται ὀδύνη ὀδύνης· ἡ δὲ ὠδὶς ἐπὶ τοῦ δριμυτέρως καὶ βαρέως πονεῖν τὰς τικτούσας εἴρηται, καὶ κλίνεται ὠδὶς ὠδῖνος

### ο 35

Ὀδύνη παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἡ τὴν ψυχὴν καὶ τὸ σῶμα ἔδουσα, ἤγουν ἐσθίουσα

### ο 36

Ὀδῶ σημαίνει τέσσαρα· ὁδῶ τὸ ὄζω καὶ πνέω, καὶ ὠδία ἡ ὀσμὴ, καὶ μετὰ τοῦ δὺς μορίου, δυσωδία. ὀδῶ τὸ μερίζω, ἐξ οὗ καὶ ὠδία καὶ εὐωδία ἡ καλὴ ὀσμή. ὁδῶ τὸ ἁδω ἐξ οὗ καὶ ὠδία ἢ ὠδὴ, καὶ εὐωδία ἡ καλὴ ὠδὴ, κατ’ ἐπαύξησιν τοῦ ο βραχέος εἰς ω. ὁδῶ τὸ πορεύομαι, ἐξ οὗ καὶ ὁδία ἡ ὁδὸς, καὶ εὐοδία ἡ καλὴ ὁδὸς, διὰ τοῦ ο μικροῦ

### ο 37

Ὀδύσσεια διὰ τῆς ει διφθόγγου, πρῶτον μὲν ὅτι τὰ διὰ τοῦ εια προπαροξύτονα· πόθεν Ὀδυσσεὺς; παρὰ τὸ ἐν τῇ ὁδῷ ὕσαι τὸν Δία

### ο 38

Ὀδυσσῆα Ὀδυσσεὺς δὲ εἴρηται ἀπὸ τῆς ἱστορίας. Ἀντίκλειαν γὰρ φησὶ τὴν Ὀδυσσέως μητέρα, ἐγκύμονον οὖσαν, ὁδεύουσαν τὸ ἥριστον ὄρος τῆς Ἰθάκης, ὕσαντος πολὺ τοῦ Δίος, ὑπὸ ἀγωνίας τε καὶ φόβου καταπεσοῦσαν, ἀποτεκεῖν τὸν Ὀδυσσέα, καὶ διὰ τούτου αὐτὸς ταύτης τῆς ὀνομασίας ἔτυχεν· ἐπειδὴ κατὰ τὴν ὁδὸν ὕσεν ὁ Ζεύς

### ο 39

Ὀδυσσῆος παρὰ τὸ ὀδύσασθαι, ὅ ἐστι τὸ ὀργίζεσθαι

### ο 40

Ὀδῶδα πόθεν; ἔστι ῥῆμα ὀδῶ, ὁ μέλλων ὀδώσω, ὁ παρακείμενος ὄδωκα, ὁ μέσος ὦδα, καὶ Ἀττικῶς ὀδώδα, ἐξ οὗ καὶ ὠδυσσηπὼς τὸ ω

### ο 41

Ὄζος ὁ κλάδος, ἐκ τοῦ ἵζω τὸ καθέζομαι, οἱονεὶ τὸ ἐγκαθήμενον καὶ ἐμπεπαρμένον τῷ ξύλῳ λέγεται δὲ καὶ μεταφορικῶς, ἐπὶ τῆς γενεᾶς· ἢ εἰς ὃν κάθηνται οἱ νεοσσοὶ, ἐκ τοῦ νεωστὶ σέβεσθαι

### ο 42

Ὄζω καὶ περισπώμενον ὀζῶ, ὀζέσω, ὤζεσα, καὶ προσώζεσεν, ὥσπερ πιέζω πιεζῶ

### ο 43

Ὅθεν ψιλούμενον ἐπίῤῥημα εὐχῆς σημαντικὸν, πρὸς ἀντιδιαστολὴν τοῦ ὅθεν δασυνομένου, τοπικοῦ ἐπιῤῥήματος· ἐκ γὰρ τοῦ ἔθεν τοῦ γραφομένου διὰ τοῦ ε, ὅπερ καὶ πλεονασμῷ τοῦ ι, γίνεται εἴθε, γέγονε τοῦτο, οἷον ἔθεν, ὄθεν, ὥς τισι δοκεῖ

### ο 44

Ὅθι ὥσπερ ἀπὸ τοῦ ὑψόθεν ὑψόθι, οὕτω καὶ ἀπὸ τοῦ ὅθεν ὅθι· διαφέρειν τὸ ὅθεν τοῦ ὅθι· ὅτι τὸ μὲν ὅθι ἐπίῤῥημά ἐστι τοπικὸν, καὶ δηλοῖ τὴν εἰς τόπον σχέσιν· τὸ δὲ ὅθεν τὴν ἐκ τόπου

### ο 45

Ὀθνεῖαν σημαίνει τὴν ξένην καὶ θαυμαστήν· γέγονε δὲ παρὰ τὸ νόθος νοθεῖος, καὶ κατ’ ὑπερβίβασιν ὀθνεῖος. καὶ τὸ θηλυκὸν ὀθνεῖα· ἢ παρὰ τὸ νόθος, νοθεύω, νοθεῖος, καὶ μεταθέσει τοῦ ν ὀθνεῖος

### ο 46

Ὀθόνη τὸ θο μικρὸν διάτι; γίνεται ἐκ τοῦ ὄθω, τὸ ἐπιστροφὴν ποιοῦμαι, οἱονεὶ τὸ μαλακὸν, καὶ εὐένδοτον, καὶ ἐπίστροφον

### ο 47

Ὀθόνη ἔστι θέω τὸ ἐλαύνω, τοῦτο καθ’ ὑπερβιβασμὸν ἔθω τὸ καίω, καὶ ἐξ αὐτοῦ τοῦ ἐλαύνω ὀθόνη. οὐ λέγεται δὲ τὸ λευκὸν μόνον ὀθόνη, ἀλλὰ πᾶν λεπτὸν ὕφασμα, ὅθεν εὐχερῶς ὑπὸ ἀνέμου ἐλαύνεται

### ο 48

Ὀθόνη παρὰ τὸ ὄθω, δηλοῦν τὴν κίνησιν, ὅθεν τὸ, οὐδ’ ὄθομαι κοτέοντος· ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπιστρέφομαι· καὶ τὸ ψεδνὴ δ’ ἐπενήνοθε λάχνη· γίνεται δὲ ἀπὸ τοῦ ἐνόθω, ἤνοθα, ἐνήνοθεν, ἀντὶ τοῦ ἐνέκειτο. ὀθόνη οὖν ἡ εὐκίνητος, διὰ τὴν λεπτότητα. δύναται δὲ ὀθόνη τὸ λεπτὸν καὶ διαφανὲς ἱμάτιον, καθ’ ἀποβολὴν τοῦ μ, παρὰ τὸ ὄθμα, τὸ ὄμμα, ὀθμόνη καὶ ὀθόνη

### ο 49

Οἱονεὶ ἐκ τοῦ οἷον ἐπιῤῥήματος εἰκασμοῦ, καὶ τοῦ εἰ συνδέσμου

### ο 50

Οἳ ἄρθρον πόσα σημαίνει; τέσσαρα. ἄρθρον προτακτικὸν ἀρσενικὸν πληθυντικόν· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο· καὶ τὸ ὑποτακτικὸν, ἀγχοῦ Κυκλώπων, οἳ σφέας σινέσκοντο· καὶ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας, ὡς τὸ, οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο· καὶ ἄρθρον ἀντωνυμικὸν καὶ συζυγοῦν τῇ ἐμῇ σοι, ἥτις ἐγκλιθεῖσα σημαίνει ἀντωνυμίαν, ἀντὶ τοῦ αὐτῷ· ἥδε δὲ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· ὀρθοτονούμενον σημαίνει ἑαυτῷ, ἢ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς

### ο 51

Οἷ αὐτῷ ὥσπερ λέγεται σφεῖς αὐτοὶ καὶ σφῶν αὐτῶν. καὶ σφίσιν αὐτοῖς, καὶ σφὰς αὐτοὺς, οὕτω καὶ ἐπὶ τῷ ἑνικῇ, οἷ αὐτῷ

### ο 52

Οἷο κασιγνήτοιο τοῦ ἰδίου ἀδελφοῦ

### ο 53

Οἷο κασιγνήτοιο ἡ εὐθεῖα ὃς, οὗ, καὶ Ἰωνικῶς οἷο. ὁ κανὼν, οἱ Ἴωνες καὶ οἱ Θετταλοὶ τὰς εἰς ου γενικὰς, τὰς ἀπὸ τῶν εἰς ος εὐθείων γινομένας, διὰ τοῦ οιο προσφέρουσι

### ο 54

Ὁ οἱ δύο μέρη λόγου, ὁ ἄρθρον, καὶ οἱ ἀντωνυμία

### ο 55

Οἴγω ἀνοίγω· καὶ εἰς τὸ ὑπειγμένος

### ο 56

Οἶδα ἔστι ῥῆμα εἴδω βαρύτονον καὶ περισπώμενον, ὃ δηλοῖ τὸ ἐπίσταμαι· τοῦ εἴδω ὁ παρακείμενος εἶδα· τροπῇ τοῦ ε εἰς οἶδα κατὰ Αἰολεῖς

### ο 57

Οἶαξ ὁ κανὼν δι’ οὗ τὸ πηδάλιον φέρεται· ἐκ τοῦ οἴω τὸ κομίζω

### ο 58

Οἰδαίνειν θυμοῦσθαι, ἐπαίρεσθαι, φυσᾶσθαι, ἀπὸ τοῦ οἰδαίνω, τοῦτο παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ προϊῶ, γίνεται φοιτῶ, ἐκ τούτου δὲ φοιταίνω, καὶ ἀποβολῇ τοῦ φ καὶ τροπῇ τοῦ τ εἰς δ, οἰδαίνω, συντάσσεται μετὰ δοτικῆς

### ο 59

Οἶδμα. τὸ κῦμα ἐκ τοῦ οἰδῶ τὸ ἐξογκοῦμαι, οἰδήσω, οἴδημα, καὶ συγκοπῇ οἶδμα

### ο 60

Ὀϊζυρὸς μοχθηρὸς, ἐπίπονος, ταχύς· τὸ ζυ μακρόν· ἐπειδὴ τὰ εἰς ρος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς, ὅτε ἔχουσι τὴν τρίτην ἀπὸ τέλους μακρὰν φύσει ἢ θέσει, πάντοτε ἔχουσι καὶ τὴν πρὸ τέλους μακρὰν, οἷον ὀκνηρὸς, ὀϊζυρὸς, ἰσχυρός· γίνεται παρὰ τὸ ὀϊζὺς, τοῦτο παρὰ τὸ οἲ σχετλιαστικὸν ἐπίῤῥημα, ὅπερ πλεονασμῷ τῆς μοι συλλαβῆς, οἴμοι, καὶ οἰμόζω, κατὰ παραγωγὴν οἴζω, καὶ ἐξ αὐτοῦ οἰζύω κατὰ παραγωγὴν, ὡς πλήθω πληθύω, καὶ διαλύσει τῆς οι διφθόγγου, ὀϊζύω καὶ ὀϊζυρός

### ο 61

οἰκεῖοι διαφέρουσι, οἰκεῖοι μὲν γὰρ, οἱ κατ’ ἐπιγαμίαν προσήκοντες· οἰκῆες καὶ ἅπαντες, οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ. εἴτε οἰκέται, εἴτε ἐλεύθεροι· καὶ Ὅμηρος· ὄφρ’ ἴδωμεν, οἰκῆας, ἄλοχόν τε φίλον καὶ νήπιον υἱόν

### ο 62

Οἴμη ἡ ᾠδὴ, παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτ’ἔστιν ταῖς ὁδοῖς ἅδεσθαι

### ο 63

οἰκτιρμὸς διὰ τοῦ ι, ἐὰν γὰρ ἀπὸ τοῦ μρ ἀπαντᾷ, καὶ φωνῆεν βραχὺ, ὡς τὸ οἰκτιρμὸς, διὰ τοῦ ι γράφεται, ἐὰν γὰρ φωνῆεν μακρὸν ἀπαντᾷ, ὡς τὸ οἰκτείρησον, τὸ κτει δίφθογγος, ἐκ τοῦ οἰκτείρω δὲ γίνεται οἰκτιρμός, τὸ δὲ οἰκτίρμων ἐκ τοῦ οἶκτος

### ο 64

Οἰμώζειν παρὰ τὸ οἴμοι, ὁμοίως πέπονθα οἰμώζειν παρὰ τὸ οἴμοι, ὡς παρὰ τὸ αἰαὶ αἰάζω

### ο 65

Οἴκαδε τοῦ οἴκοι διαφέρει· οἴκαδε τὸ εἰς τὴν οἰκείαν οἰκίαν πορεύεσθαι. οἴκοι δὲ τὸ εἰς ἑτέρου τινός

### ο 66

Οἴκαδε ἐπίῤῥημα τοπικόν· καὶ διατί ἐστι προτέρα ἡ ἐν τόπῳ τὴν εἰς τόπον; ἐπειδὴ εἰ μὴ ἐν τόπῳ ᾖς, εἰς τόπον οὐ δύνασαι ἀπέλθειν

### ο 67

Οἴκαδε τοῦ εἰς οἶκον διαφέρει· τὸ μὲν γὰρ εἰς τὴν οἰκείαν οἰκίαν βαδίζειν, οἴκαδε φαμὲν τὸ δὲ εἰς ἕτερον εἰς οἶκον· καὶ εἰς τὸ ἀγορεῖν

### ο 68

οἰκιακοὶ διαφέρουσι. οἰκεῖοι μὲν γὰρ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες· οἰκιακοὶ δὲ πάντες ἐν τῇ αὐτῇ οἰκίᾳ ὄντες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι

### ο 69

Οἰκονομία ἐστι πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γίνεται δὲ διὰ συγκατάβασιν καὶ ὠφέλειαν τινῶν

### ο 70

Οἰκονομία ἑκούσιος μεγέθους συγκατάβασις, πρὸς σωτηρίαν τινῶν τελουμένη

### ο 71

Οἰκέται εἰς τὸ δοῦλοι

### ο 72

Οἰκόπεδον παρὰ τὸ οἶκος καὶ τὸ πέδον· τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι, ἔδον καὶ πέδον

### ο 73

Οἶκος διὰ τὸ ὑπὸ τινῶν κοσμεῖσθαι· ἢ διὰ τὸ τὴν ὕλην κεῖσθαι· ἢ διότι οἰκεῖται· ἢ παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ, εἰς ὃν ὑποχωροῦμεν

### ο 74

Οἰκοδομῶ ἐκ τοῦ οἶκος καὶ τοῦ δέμῳ, τὸ οἰκοδομῶ

### ο 75

Οἶκτος σημαίνει τὸν θρῆνον· ἔστιν οἴχω τὸ πορεύομαι, καὶ ἡ μετοχὴ οἰχόμενος καὶ κατοιχόμενοι, οἱ κάτω πορευόμενοι, ἤγουν νεκροὶ, τούτου ὁ παρακείμενος ὦχα, ὁ παθητικὸς ὦγμαι, ὦκται· ἐξ αὐτοῦ οἶκτος, ὁ ἀπαθάνων· οἶκτος δὲ βαρυτόνως, ὁ ἐπὶ θανάτῳ θρῆνος

### ο 76

οἰκτιρμὸς διαφέρει· οἶκτος μὲν ὁ κτιζόμενος· οἰκτιρμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος

### ο 77

Οἶμος ἡ ὁδὸς, παρὰ τὸ οἰμῆσαι, ὅ ἐστιν ὁρμῆσαι

### ο 78

Οἶμος οἴμης διαφέρει· οἶμος μὲν γὰρ ἀρσενικῶς ἡ ὁδός· οἴμη δὲ ἡ ᾠδὴ θηλυκῶς, ἐξ οὗ καὶ παροιμία, διὰ τὸ περὶ τὴν ὁδὸν λαλεῖσθαι

### ο 79

Οἶμος ὅρμημα, παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτ’ἔστιν ἐν ταῖς ὁδοῖς ἅδεσθαι. ἐξ οὗ καὶ παροιμία. καὶ εἰς τὸ ἑτοιμασία

### ο 80

Οἰμώζω στενάζω, ἐκ τοῦ ὤμοι σχετλιαστικοῦ ἐπιῤῥήματος, ἐξ οὗ καὶ ὤζω· ἐκ τοῦ οὖν τοῦ ὤμοι ἐπιῤῥήματος γίνεται καθ’ ὑπερβίβασιν οἰμώζω, ὁ παρατατικὸς ὤμωζον, καὶ ὤμωξα, διφορεῖται· τὸ μω μέγα· εἰς τὸ ἁρμόζω

### ο 81

Οἰμωγὴν ἡσύχιον, θρῆνον, στεναγμόν

### ο 82

Οἰμωσταὶ θρῆνοι, ἡσύχιοι, μᾶλλον παρὰ τὸ οἴμοι, ὅ ἐστι θρηνῶδες ἐπίφθεγμα

### ο 83

Οἶνος παρὰ τὸ ὀνῶ τὸ ὀφελῶ· ἔπειτα δὲ καὐτὸς ὀνήσεται αἳ κε πίησθα· ἢ παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον· οἱ παλαιοὶ γὰρ ἐγαλακτοτρόφουν, πρὸ τοῦ εὑρεθῆναι τὸν οἶνον, καὶ τὸν διονυσιακὸν καρπόν

### ο 84

Οἶνος παρὰ τὸ οἰῆσαι ἡμᾶς πίνοντας· Ἀριστοφάνης· οἶνον ἐτόλμησαν εἰς ἐπίνοιαν λοιδορεῖν· καὶ ἄλλως, παρὰ τὸ οἶος οἶνος, ὁ οἰήσεως ἡμᾶς πληρῶν· ἢ παρὰ τὸ ὀνῶ τὸ ὀφελῶ ὄνος καὶ οἶνος

### ο 85

Οἶνος παρότι πινόμενος οἴει τὸν νοῦν, τουτ’ἔστι φυσιεῖ καὶ ἀμβλυοπεῖ, καὶ ἐν ἡμέρᾳ ὡς ἐν νυκτὶ διάγειν ποιεῖ

### ο 86

Οἰνοχοὸς πιγκέρνης· ὁ τὸν οἶνον ἐγχέων· καὶ οἰνοχοὴ τὸ κύαθον

### ο 87

Οἰκονομῶ παρὰ τὸ οἰκονόμος· διαφέρει οἰκονόμος καὶ φείδωλος· οἰκονόμος μὲν γάρ ἐστιν, ὁ φρονήσει καὶ ἀγχοινίᾳ ποιούμενος τὴν ἔξοδον τῶν διαφερόντων αὐτοῦ χρημάτων. φείδωλος δὲ ὁ πολλὰ μὲν εἰσδεχόμενος διδόναι, ὀλίγα δὲ πάσχων

### ο 88

Οἶος ὁ μόνος· ἔστιν εἷς ἑνός· ἐκ τοῦ εἷς γίνεται εἷος, καὶ τροπῇ τοῦ ε εἰς ο γίνεται οἶος, καὶ ψιλοῦται· ἡ γὰρ οι δίφθογγος, ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται· εἰ μὴ τὸ μ ἐπάγοιτο· σημαίνει δὲ τὸ μόνος. οἷος δὲ τὸ ἀναφορικὸν δασύνεται· τὰ γὰρ εὑρισκόμενα κατ’ ἀποβολὴν ψιλοῦται· ἢ γεννῶντα ψιλὸν ἐν τῇ ἀρχῇ δασύνεται· οἷον, ποῖος, οἷος, τόσος ὅσος, πηνίκα ἡνίκα· καὶ εἶ καὶ ὀρφανός

### ο 89

Οἰμωγαὶ θρῆνοι, ἥσυχοι μᾶλλον, παρὰ τὸ οἴμοι, ὅ ἐστι θρηνῶδες ἐπίφθεγμα

### ο 90

ὀΐς · καὶ εἰς τὸ οἶνος, καὶ ὦαν καὶ ὀΐων

### ο 91

Οἱ ἀντωνυμία ὀρθοτονεῖται ἢ ἐγκλίνεται· ὀρθοτονεῖται. καί τι διαφέρει τὰ ἄρθρα τὰ προτακτικὰ τῶν ὑποτακτικῶν; τὸ γὰρ οἱ ἄρθρον ἦν, ἀλλ’ ἔστιν ἀντωνυμία· τὰ γὰρ ἄρθρα μὴ ἐπαγόμενα ὀνόματα, πρὸς ἃ ὑποτάσσωσι μετάγονται εἰς ἀντωνυμίαν· διαφέρει δὲ ὅτι τὸ μὲν προτάσσεται καὶ δασύνεται μόνον· τὸ δὲ ὑποτάσσεται καὶ δασύνεται καὶ ὀξύνεται

### ο 92

Οἴσετε ῥῆμα προστακτικὸν πληθυντικὸν, ἐνεστῶτος καὶ παρατατικοῦ· ἔστι γὰρ οἴσω μέλλων, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα· ὥσπερ ἔστι καὶ τὸ ἄγω ἄξω· ἄξετε Πριάμοιο βίην· οὔτως ἔστι καὶ τὸν οἴσω μέλλοντα τοῦ ἐνεστῶτος, οὐκ ἔχει, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα καὶ γίνεται οἴσω· τοῦτο μεταγόμενον μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ἀπὸ μελλόντων μεταγόμενα εἰς ἐνεστῶτα, ἄχρι τοῦ παρατατικοῦ κλίνονται. τοῦτο τὸ προστακτικόν

### ο 93

Οἴχη ἐπίῤῥημα σχετλιαστικὸν, καὶ ἀποδεκτικόν

### ο 94

Οἶτος ὁ θάνατος, παρὰ τὸ οι καὶ τὸ μοι στεναγμοῦ ἐπίῤῥημα, παρ’ οἷς μὲν καὶ τὸν μόχθον δηλοῖ· παρέπεται γὰρ τοῖς μοχθοῦσι, τὸ οι λέγων

### ο 95

Οἶσθα εἰδῶ ῥῆμα ἔστι περισπώμενον, οὗ ὁ μέλλων εἰδήσω· Ὅμηρος· μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν. τὸ εἰδῶ παράγωγον εἴδημι, ὡς τιθῶ τίθημι, δεύτερον οὖν πρόσωπον εἴδης, ἐπεκτάσει εἴδησθα, καὶ τροπῇ τοῦ ε εἰς ο, κατὰ Αἰολεῖς οἴδησθα, καὶ συγκοπῇ οἶσθα· καὶ ἀπὸ μὲν τοῦ εἰδήσω μέλλοντος εἰδήμων· ἀπὸ δὲ τοῦ εἴσω εἴδω, ἀποβολῇ τοῦ ε

### β 241

βιὸς διαφέρει· εἴρηται δὲ τόξον, ὅταν τείνηται ἐν τῇ νευρᾷ, παρὰ τὸ τάζω τὸ τανύω, τάζον καὶ τόξον· οἰστὸς δὲ ὅταν φέρηται καὶ βαστάζηται τὸ τόξον· ἐκ τοῦ οἴω τὸ κομίζω, καὶ φέρω, καὶ διαλύσει ὀϊστός. βέλος δὲ τὸ συστάδην καὶ οὐ μακρόθεν, ἀλλ’ ἐγγύθεν βαλλόμενον, καὶ οἷον κρατούμενον τοῦ βέλους ἐν τῇ χειρί. ἴος δὲ παρὰ τὸ ἵημι τὸ πέμπω, ὅταν μακρὰν ποῦ πέμπηται ἀπὸ τῆς νευρᾶς· βιὸς δὲ ἀπ’ αὐτῆς τῆς βίας, ἤτοι συντονίας καὶ στάσεως εἴρηται· ἢ ὅτι οἱ ἀρχαῖοι δι’ αὐτοῦ τὰ πρὸς τὸν βίον εἶχον, ἤγουν τὰ πρὸς ζωὴν ἐκέκτηντο, θηρῶντες ἢ κυνηγοῦντες

### ο 96

Ὀΐομαι διὰ τοῦ ἰῶτα. ὥσπερ γὰρ ἀπὸ τοῦ ὀΐομαι γίνεται οἴομαι κατὰ συναίρεσιν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ οἴομαι γίνεται κατὰ διάλυσιν τοῦ οι ὀΐομαι

### ο 97

Οἶστρος ὁ λεγόμενος μύωψ· ἔστι δὲ ζῶον ὑπόχαλκον τὴν μορφὴν, ὅπερ ἐὰν εἰσέλθῃ εἰς τὰ ὦτα τῶν βοῶν, ἐξοιστρεῖν ἀναγκάζει τοὺς βοάς· καὶ Καλλίμαχος· βοῦς σόον ὅντε μύωπα βοῶν καλέουσιν ἀμορβή

### ο 98

Οἴχομαι παρὰ τὸ ἔχω, τὸ ἐλαύνω, οἴχω· ἢ παρὰ τὸ εἴκω οἰκῶ, ἐξ οὗ καὶ οἰκουμένη, οἰκοῦμαι, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ ἀποβολῇ τοῦ υ οἴχομαι

### ο 99

Οἴχεται περιπατεῖ, τρέχει, καὶ οἰχήσω

### ο 100

Οἴχω τὸ πορεύομαι, καὶ οἰχῶ τὸ περισσεύομαι

### ο 101

Οἴω εἰς τὸ ἀνύποιστος καὶ ἑλκύω, καὶ αἶα

### ο 102

Οἴων ὁ μὲν ποιητὴς ἀεὶ καὶ ἐν διαστάσει χρῆται μολοΐεσθαι, καὶ αἶγες· ὁμοίως δὲ καὶ ἐπ’ εὐθείας ἑνικῶν· τοῖσι δ’ ὀῒς λάσιος. Ἀρίσταρχος καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης, ὁ μὲν ἐν διαστάσει, ὁ δὲ ἐν συλλήψει· ἀναλογωτέρως δὲ ἐν διαστάσει· καθότι πολλά εἰσιν ὀνόματα, ἐπ’ εὐθείας εἰς ις λήγοντα δισύλλαβα· οὐδὲν εἰς υς, πλὴν τοῦ ὗς, ὃ σημαίνει τὸν χοῖρον

### ο 103

Οἰοπόλοισι ἢ ἐρήμοις, ἐν οἷς ἐστι μόνον πολεῖσθαι, ὅ ἐστιν ἀνατρέφεσθαι· ἢ ἱμέροις, ἐν οἷς ἄν τις πορεύοιτο δισσήμερον· ἢ ἐν οἷς οἴες ἀνατρέφονται, οἷον ὅπου νέμονται τὰ πρόβατα

### ο 104

Ὄϊς ἰστέον δὲ ὅτι τὸ ὄϊς ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ ὄϊες γέγονε, κράσει τοῦ ι καὶ ε εἰς ἰῶτα μακρόν

### ο 105

Οἰονοπόλοι εἰς τὸ ὀνειροπόλοι

### ο 106

Οἰωνοῖσι σαρκοφάγοις ὀρνέοις· τὸ νοι διφθόγγῳ· αἱ εἰς σι πληθυντικαὶ δοτικαὶ, ἐπεκτάσει Ἰωνικῇ γίνονται· οἰωνὸς, ὥσπερ παρὰ τὸ κοινῶ, κοινώσω, κοινωνὸς, οὕτω καὶ ἀπὸ τοῦ οἰῶ, τὸ μονῶ, ὁ μέλλων οἰώσω, καὶ ἐξ αὐτοῦ οἰωνὸς, μόνον γὰρ τὸ ζῶον αὐλίζεται. ὁ παρακείμενος οἴωκα, ὁ παθητικὸς οἴωμαι, ὁ ἀόριστος οἰώθην, τὸ ἐμονώθην· τὸ οι δίφθογγος, παρὰ τὸ οἶος, ὃ σημαίνει τὸν μόνον· καὶ εἰς τὸ γελοῖος

### ο 107

Οἴοις δοτικὴ τῶν πληθυντικῶν, παρὰ τὸ οἶος, ὃ δηλοῖ τὸ μόνον· τὸ δὲ οἶος ἐκ τοῦ μία, ἀποβολῇ τοῦ μ, ἴα, ΐος, πλεονασμῷ τοῦ οι οἶος· ἐξ οὗ ἐπίῤῥημα χρονικὸν δηλωτικὸν οἶος

### ο 108

Ὀκλάσαι παρὰ τὸ κλάσαι, κατὰ πλεονασμὸν τοῦ ο, ὅ ἐστι κλάσαι, διὰ τὸ ὥσπερ κλάσειν ὑπομένειν τὰ γόνατα

### ο 109

ὀκλάζειν παρὰ τὸ ἐγκλᾶν καὶ κάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι· ὅθεν καὶ κλὰξ ἐπίῤῥημα

### ο 110

Οἴουλος τὸ γένειον, ὅταν ἐκφύειν ἄρχηται, ἡ πρώτη βλάστησις τῶν τριχῶν

### ο 111

Οἰωνὸς ὄρνις, γὺψ, ὅτι καὶ χωρὶς μίξεως πέφυκε πολλάκις τίκτειν ἐξ ἀνέμου· οὕτω φασὶ κυρίως ἐπὶ τῶν γύπων οἰωνούς, οὕτω γὰρ κατὰ φύσιν ποιοῦσιν τὸ ἐξ ἀνέμου τίκτειν· λέγεται δὲ καὶ οἰωνὸς ὄρνις μαντευτικὸς, δι’ ὧν ἔλεγον τὰ συμβησόμενα, βλέποντες ἁ ἐποίουν σημεῖα· εἴρηται οἰωνιστικὴ, παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν ἤγουν νόμισιν

### ο 112

Ὄκνος ἔστι κινῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἄκινος, καὶ κατὰ συγκοπὴν ἄκνος, καὶ τροπῇ τοῦ α εἰς ο ὄκνος, ὁ μὴ κινεῖσθαι ἡμᾶς ποιῶν· ἢ παρὰ τὸ καίνω τὸ κόπτω· ὁ γὰρ κόπος κόπτει τὴν δύναμιν· καὶ εἰς τὸ φόβος

### ο 113

Ὄκνος ὁ ποιῶν ἀκινήτους· τροπῇ τοῦ α εἰς ο

### ο 114

Ὀκρυόεις οὐδέπου ὀκρυόεντος ἀνέπνεον, ἀντὶ φόβιος, ἤτοι παρὰ τὸ ἄκρον, ἀκρυόεις καὶ ὀκρυόεις, ὁ ἀκρότατος καὶ ἄκρατος φόβος· ὁ κρύους καὶ φόβου ποιητικός· καὶ πλεονασμῷ τοῦ ο

### ο 115

Ὀκέλλει προσορμᾶται, ἐκρίπτεται· εἴρηται ἐπὶ τῶν νηῶν

### ο 116

Ὁλοκαύτωσις παρὰ ὁλοκαυτῶ· ἐτυμολογεῖται δὲ παρὰ τὸ ὅλον καίεσθαι τὸ ἱερεῖον

### ο 117

Ὀκρίβαντες ἐφ’ ὧν ἄκρων ἔστασιν, οἱ ὑποκριταί· ἀκρίβαντές τινες ὄντες· ὁ δὲ ἀκρίβας παρὰ τὸ ἄκρον διὰ τοῦ ἰῶτα συνετέθη, ὡς καὶ παρὰ τὸ ἄργον ἀργικέραυνος

### ο 118

Ὀκτὼ γράφεται διὰ τοῦ ω· ἐπειδὴ οὐδέποτε λέξις Ἑλληνικὴ ἁπλῆ ὀξύτονος εἰς ο λήγει, πλὴν τῆς ὑπὸ προθέσεως

### ο 119

Ὀλβιόδαιμον ὁ τόνος· καὶ τὰ εἰς ων σύνθετα, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, χωρὶς τοῦ Λακεδαῖμον, καὶ παλαῖμον· σημαίνει δὲ τὸν ἔμπειρον τῆς παλαιστικῆς· γίνεται δὲ ἐκ τοῦ πάλειν καὶ τοῦ αἵμων, ὃ σημαίνει τὸν ἔμπειρον· ἡ εὐθεῖα ὁ Λακεδαίμων, ὁμοίως καὶ ὀλβιοδαίμων· ἡ γενικὴ ὀλβιοδαίμονος· τὰ σύνθετα τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν· τὸ ἁπλοῦν δαίμονος· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ, ὁ δαίμων γὰρ καὶ ἡ δαίμων· τὶ διαφέρει πλούσιος, εὔπορος, ἀφνειὸς, ὄλβιος, εὐδαίμων, εὐτυχὴς, μακαρίου; διαφέρει· πλούσιος μὲν γάρ ἐστιν, ὁ πολλὴν οὐσίαν ἔχων· εὔπορος ὁ εἰς τὰς ἐπιβαλλούσας χρείας ὑπάρχων ἀνενδεής· ἀφνειὸς ὁ ἀπὸ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δὲ ὁ τέλειαν τὴν εὐδαιμονίαν ἔχων, οἷον, ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. σημαίνει δὲ ὄλβιος τὸν εὐδαίμονα καὶ πλούσιον· καὶ εἰς τὸ πλούσιος. μακάριος δὲ, ὁ πάντοτε ἐν ἀγαθοῖς ὤν

### ο 120

Οὖλον τὸ ὑγιὲς, οὖλε τε καὶ μέγα χαῖρε, ἀντὶ τοῦ ὑγίανε

### ο 121

Ὄλβιος εὐδαίμονος διαφέρει· εὐδαίμων γάρ ἐστιν ὁ πλούσιος καὶ εὐτυχής· πταίων δὲ κατά τινας καιροὺς περὶ τὴν τύχην· καὶ εἰς τὸ πλούσιος

### ο 122

Ὄλβιος ὁλόβιός τις ὢν, ὁ ὅλον βίον ἔχων, τουτ’ἔστιν ὁλόκληρον. καὶ εἰς τὸ πανόλβιος

### ο 123

Ὅλη παρὰ τὸ ὅλος· τοῦτο παρὰ τὸ ὁλῶ τὸ πληρῶ· διάτι δασύνεται; τὸ ο πρὸ τοῦ λ ψιλοῦται πλὴν τοῦ ὅλος. τοῦτο δὲ δείκνυται ἐκ τῆς συναλοιφῆς δασυνόμενον ἐφ’ ὅλην τὴν οἰκουμένην

### ο 124

Ὄλεθρος ὁ θάνατος, παρὰ τὸ ὀλῶ τὸ συστρέφω, ὀλέσω, ὤλεκα, ὤλεσμαι, καὶ ἐξ αὐτοῦ ὄλεθρος· καὶ γράφεται ἐν μὲν τῇ ἁπλότητι διὰ τοῦ ο, ἐν δὲ τῇ συνθέσει διὰ τοῦ ω. οἷον, πανώλεθρος. ἐτυμολογεῖται δὲ παρὰ τὸ ὅλους θραύειν

### ο 125

Ὀλέκοντο ἐκ τοῦ ὀλῶ ὀλέσκω, κατ’ ἔνδειαν τοῦ ς ὀλέκω ῥῆμα· καὶ τὸ παθητικὸν ὀλέκομαι, ὀλέκοντο ἀπόλλοντο· παρατατικὸς Ἰωνικῶς ἄρχεται ἀπὸ τοῦ ο, καὶ γίνεται ἄκλιτον· τὰ δὲ τοιαῦτα μέλλοντα οὐκ ἔχουσιν, ἐπειδὴ ἀπὸ μελλόντων μετήχθησαν· οἷον, ὄρσεο Λαωμέδων· ἄξετε Πριάμοιο βίην· γέγονε δὲ ὥσπερ ἀπὸ τοῦ ἀρέσω, πλεονασμῷ τοῦ κ ἀρέσκω, καὶ ἀπὸ τοῦ μεθύω, μεθύσω, μεθύσκω, οὕτω καὶ ἀπὸ τοῦ ὀλῶ ὀλέσω ὀλέσκω, καὶ κατ’ ἔνδειαν τοῦ ς ὀλέκω· διὸ καὶ οὐ κλίνεται

### μ 381

μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται· Ὅμηρος· δίφρον ἀεικέλιον παραθεὶς, ὀλίγην τε τράπεζαν

### ο 126

Ὀλιγωρία παρὰ τὸ ὀλίγον καὶ τὸ ὥρα, ὃ σημαίνει τὴν φροντίδα, ἡ συντελοῦσα πρὸς τὸ ζῆν· τὸ δὲ ὀλίγον καὶ ἀντὶ τοῦ οὐδαμῶς εἴρηται· Ὅμηρος· ἦ ὀλίγον οἱ παῖδα ἐοίκοτα γείνατο Τυδεὺς, ἀντὶ τοῦ οὐδαμῶς· καὶ εἰς τὸ ὥρα

### ο 127

Ὀλίσθημα ἐκ τοῦ ὀλισθῶ· τοῦτο δὲ ἐκ τοῦ ὄλισθος· τοῦτο παρὰ τὸ ὀλοθεῖν, ἤγουν μὴ τρέχειν

### ο 128

Ὄλισθος σημαίνει τὸν συμποδισμόν· γίνεται παρὰ τὸ ὅλως ἴεσθαι, ὅ ἐστι πορεύεσθαι· ἢ παρὰ τὸ ὅλως θέειν κατ’ ἀντίφρασιν

### ο 129

Ὄλμος ἐν ᾧ τύπτουσι τὰς κριθὰς, καὶ τὸ τῶν μυρεψῶν, ἐν ᾧ καταλεαίνουσι τὰ παχύτερα τῶν παχυτέρων· ὕπερον δὲ λέγεται τὸ κόπανον

### ο 130

Ὄλμος στόμβος, ἢ ἴδυς, παρὰ τὸ λύω λύομος, καὶ ἐκβολῇ τοῦ υ λόμος, καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ο ὄλμος· ἢ παρὰ τὸ ἄλλω τὸ πηδῶ

### ο 131

Ὄλμος ὄρμου διαφέρει· ὄρμος μὲν γάρ ἐστι λιμήν· ὄλμος δὲ μυρεψικόν τι σκεῦος εἰς ὃ κόπτονται τὰ εἴδα τὰ μυρεψικά· τὸ ἰγδίον λεγόμενον παρ’ Ἰταλοῖς

### ο 132

Ὄλκος παρὰ τὸ ἕλκω, ἕλκος, ὄλκος· ἢ παρὰ τὸ ἔχω ὄχος· σημαίνει δὲ πολλά. τὸ πλῆθος, τὴν ἔκτασιν τοῦ πλοίου, τὸν ναύσταθμον, τὸν ἁρμὸν, τὸν ἀγωγὸν τοῦ ὕδατος καὶ τὴν στάθμην ἢ τὸν ζυγὸν καὶ τὸ μέτρον, καὶ τὸ μῆκος τοῦ ὄφεως, καὶ τὴν δύναμιν

### ο 133

Ὀλκὴ ἄγει γράμματα τέσσαρα

### ο 134

Ὀλιγοστὸς ἐκ τοῦ ὀλίγος ὀλιγοστός· ἐπὶ πηλικότητος τάσσεται

### ο 135

Ὄλμος δὲ ἐκλήθη διὰ τὸ ὀλλύειν καὶ φθείρειν τὰ ἐμβαλλόμενα· ὕπερον δὲ τὸ κόπανον

### ο 136

Ὁλοκαυτώματα ἐκ τοῦ καίω καὶ τοῦ ὅλος γίνεται ὁλοκαυτῶ ῥῆμα, καὶ ἐξ αὐτοῦ ὁλοκαύτωμα· τὸ δὲ ὁλοκαύτωμα πάλιν ἐκ τοῦ ὁλοκαυτῶ, τοῦτο παρὰ τὸ ὅλος καὶ τὸ καίω, ἢ παρὰ τὸ ὀλῶ τὸ φθείρω, καὶ τὸ καίω

### ο 137

Ὅλος τοῦ πᾶς διαφέρει· ὅλος ἐφ’ ἑνὸς τάσσεται, οἷον, ὅλος κατατέτρωται ὁ ἄνθρωπος· πᾶς δὲ ἐπὶ πλειόνων· οἷον ὁ πᾶς ἄνθρωπος κατατέτρωται

### ο 138

Ὀλοφυρόμενος κυρίως τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν. Καλλίμαχος ὀλόψατο χαίτας· ἀντὶ τοῦ ἔτιλλε

### ο 139

Ὄμβρος παρὰ τὸ βάρος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄβαρος ὁ πάνυ βαρὺς, καὶ τροπῇ τοῦ α εἰς ο ὄβαρος, καὶ ἐκβολῇ τοῦ α, καὶ πλεονασμῷ τοῦ μ ὄμβρος· ἐτυμολογεῖται παρὰ τὸ ὁμοῦ ῥεῖν

### ο 140

Ὄλυμπος ὁ οὔρανος θεοῦ οἰκητήριον, οἱονεὶ ὁλολαμπής τις ὢν, καὶ σελήνης καὶ ἄστρων

### ο 141

Ὁμῆλιξ ὁ ἴσην ἡλικίαν ἔχων· γίνεται δὲ ἐκ τοῦ ὁμοῦ, καὶ τοῦ ἧλιξ· τοῦτο ἐκ τοῦ πάλλω τὸ κινῶ πάλιξ· καὶ ἀποβολῇ τοῦ π καὶ τροπῇ τοῦ α εἰς η ἧλιξ

### ο 142

Ὀλυμπιὰς διαφέρει. Ὀλυμπία χωρίον ἐστὶ τῆς Ἰλιακῆς μοίρας, ἐν ᾧ τὰ Ὀλύμπια ἐτελοῦντο· Ὀλυμπιὰς δὲ σημαίνει τὴν πανήγυριν· ἐκ τοῦ χωρίου τῆς Ὀλυμπίας τοίνυν, ἐν ᾧ χώρῳ οἱ ἀθληταὶ ἠγωνίζοντο, ὀλυμπιὰς ὠνομάσθη ἡ πανήγυρις, ἡ τῆς Ὀλυμπίας ἑορτή

### ο 143

Ὀλοφώϊος θὴρ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω

### ο 144

Ὀλύρα ἡ κριθή· καὶ ὀλυρίτης ἄρτος ὁ τῆς κριθῆς

### ο 145

Ὀλύρα εἶδος κριθώδους καρποῦ, ζειά· ἡ γὰρ κριθὴ ἑξάστιχος, ὁ σῖτος τετράστιχος· ἡ δὲ ὀλύρα δύστιχος καὶ ὄψιμος

### ο 146

Ὅλος παρὰ τὸ ἕω τὸ πληρῶ ἕλος καὶ ὅλος· καὶ εἰς τὸ χήρα

### ο 147

Ὀλοῦσθαι εἰς τὸ λευκώλενος, καὶ ὠλέναι

### ο 148

Ὀλοὴ ἡ ὀλεθρία, καὶ ὀλοῆς

### ο 149

Ὀλοώτερος ἐκ τοῦ ὀλοὸς γίνεται· ἔστι συγκριτικὸν καὶ ἀντὶ τοῦ ἁπλοῦ λαμβάνεται· τὸ γὰρ δικαιότατος καὶ ὀλοώτερος παρὰ τῷ ποιητῇ, ἀντὶ τοῦ ἁπλοῦ λαμβάνεται

### ο 150

Ὀλυμπία σημαίνει δύο, τὸν οὔρανον καὶ τὸ ὄρος, παρὰ τὸ ὁλόλαμπος εἶναι τοῖς ἄστροις· ἢ παρὰ τὸ ὀλλύειν τοὺς ὦπας. καὶ ἡ μὲν πρώτη ἐτυμολογία μόνον ἐπὶ τοῦ οὐρανοῦ ἁρμόζει· ἡ δὲ δεύτερα καὶ τῷ ὄρει, ὡς τῷ ἀγχινεφεῖ, καὶ οὐρανομήκει ὄντι

### ο 151

Ὀλῶ εἰς τὸ οὐλομένην

### ο 152

Ὁμαδὸς θορυβὸς, κραυγὴ, παρὰ τὸ ὁμοῦ αὐδᾷν

### ο 153

Ὅμαιμος ὁ ἀδελφὸς ὁμόαιμος

### ο 154

Ὄλωλα ἀπωλέσθην, πόθεν; ἔστι ῥῆμα ὀλῶ, ὅ ἐστι ἀπολύω, οὗ ὁ μέλλων ὀλέσω, ὁ παρακείμενος ὤλεκα, ὁ μέσος ὦλα, ὁ ἀττικὸς ὄλωλα

### ο 155

Ὁμαιχμία συμμαχία, παρὰ τὸ αἰχμὴ καὶ τὸ ὁμοῦ, γίνεται ὁμοαιχμία, καὶ συγκοπῇ ὁμαιχμία. σημαίνει δὲ τὴν εἰρήνην· συμβαίνει γὰρ εἰρηνευόντων τινῶν ὁμοῦ τὰς αἰχμὰς ἔχειν

### ο 156

Ὁμαρτῶ παρὰ τὸ ὁμοῦ ἐπίῤῥημα, καὶ τὸ ἄρω ῥῆμα βαρύτονον, οἱονεὶ ὁμοῦ ἁρμόττω· καὶ εἰς τὸ παρομαρτοῦντες

### ο 157

Ὀμβροβλυτεῖς ἔστιν ὄμβρος καὶ βλύω, καὶ ἐξ αὐτοῦ ὀμβροβλυτῶ, ὀμβροβλυτεῖς· τὸ δὲ βλύω παρὰ τὸ βρύω, ἐξ οὗ γίνεται βρῦα τὰ τῆς θαλάσσης· τοῦτο παρὰ τὸ ῥέω· τοῦτο παρὰ τὸ ὕω τὸ βρέχω· ἐκ τοῦ βλύω γίνεται βλύζω

### ο 158

Ὀμβρήματα ἐκ τοῦ ὀμβρῶ, ὀμβρήσω· τὸ δὲ ὀμβρῶ παρὰ τὸ ὄμβρος· ἢ παρὰ τὸ βάρος, καθ’ ὑπερβιβασμὸν ἄβρος, τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ μ ὄμβρος, ὁ βαρέως φερόμενος· ἢ παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥόος, ὅμορος καὶ ὄμβρος, ἐπειδὴ τὸ ο οὐ δύναται εἶναι πρὸ τοῦ ρ, εἴτε κατὰ διάστασιν, πλεονασμῷ τοῦ μ· καὶ γίνεται ὄμβρος

### ο 159

Ὁμηγερεὲς ἐπίῤῥημα ἀθροίσεως, ὁμοῦ συνηγμένοι· γέγονε παρὰ τὸ ὁμοῦ, καὶ τὸ ἀγείρω τὸ συναθροίζω, ὁμοάγειρος, ὁμοαγείρεος, ὁμηγερεώς

### ο 160

Ὁμοέστιος ὁμόοικος· ἑστία γὰρ ἡ οἰκία

### ο 161

Ὁμηρία ἡ ἀντιπροσώψις, καὶ ἡ φελία καὶ ἡ λέξις

### ο 162

Ὁμηγύρις σύνοδος, συνάθροισμα, συνελεύσις πλήθους

### ο 163

Ὁμηλικία ὁμῆλιξ ὁμήλικος, σημαίνει δὲ τὴν ἴσην ἡλικίαν ἔχοντα· γίνεται ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἧλιξ· τοῦτο ἐκ τοῦ πάλλω τὸ κινῶ πάλιξ, καὶ ἀποβολῇ τοῦ πι καὶ τροπῇ ἧλιξ

### ο 164

Ὅμηροι παρὰ τὸ ἄρω τὸ ἁρμόζω, οἱ ἐπὶ εἰρήνης καὶ ὁμονοίας διδόμενοι παῖδες ἐνέχυρα· τὸ μη ἦτα διάτι; παρὰ τὸ ἄρω τὸ ἁρμόζω

### ο 165

Ὁμιλεῖν ἐπὶ τοῦ πολεμεῖν, παρὰ τὸ ὁμοῦ καὶ τὴν εἵλησιν τῶν νεφῶν· τὸ μι ἰῶτα. τὰ παρὰ τὸ εἱλῶ μὴ κατὰ τὸ ἄρχον μέρος λόγου συντιθέμενα, διὰ τοῦ ι γράφεται· οἷον, ὅμιλος, ὁμίχλη· πρόσκειται, μὴ κατὰ τὸ ἄρχον μέρος λόγου συντιθέμενα διὰ τὸ εἱλίπους ὁ ὄφις· ἰστέον δὲ ὅτι τὸ ὁμιλία ὄνομα τριχῆ λαμβάνεται· ἐπὶ τοῦ συνεῖναι καὶ συμπολιτεύεσθαι, καὶ διαλέγεσθαι κατὰ τὴν φωνὴν, καὶ τρίτον ἐπὶ τοῦ πολεμεῖν· χρῆσις δὲ τοῦ μὲν πρώτου· τὸ πιστὸν ὑμῶν· ὦ Λακεδαιμόνιοι, τῆς καθ’ ἡμᾶς αὐτοὺς πολίτας τε καὶ ὁμιλίας· οὕτω γὰρ φησὶ Θουκυδίδης, τῇ δημηγορίᾳ τῶν Κορινθίων, πολιορκουμένης τῆς πολιδαιας, ὑπὸ Ἀθηναίων· τοῦ δὲ δευτέρου, τοῦ καθ’ ἑκάστου μὲν τῇ ὁμιλίᾳ καλεῖν Ἕλληνος μᾶλλον· τοῦ δὲ τρίτου, τὸ πρὸς Ἕκτορα παρὰ τῷ Ὁμήρῳ εἰρημένον· ἡμεῖς δ’ ἔνθαδε ὄντες ὁμιλέομεν Δαναοῖσιν, ἀντὶ τοῦ πολεμοῦμεν αὐτούς

### ο 166

ὁ δὲ σύνδεσμοι, ἀρσενικοῦ ὀνόματος, ἔναρθρος· ἡ μὲν καὶ ἡ δὲ, θηλυκοῦ ὀνόματος, ἔναρθρον ὁμοίως

### ο 167

Ὅμιλος ἡ ἄθροισις, τὸ πλῆθος, παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι· λέγεται δὲ καὶ ὁ θόρυβος, ἀπὸ τῆς παρακολουθησάσης ἐν ὄχλῳ ὁμιλίας

### ο 168

Ὁμιχῶ σημαίνει τὸ οὐρῶ· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς χω οὐ παραλήγεται τῇ ει, πλὴν τοῦ στείχω

### ο 169

Ὁμίχλη παρὰ τὸ μὴ ἔχειν τὴν εἵλησιν τῶν νεφῶν· ἢ παρὰ τὸ τοῖς ὄμμασιν παρέχειν ἀχλύν. δασύνεται· τὸ ο γὰρ πρὸ τοῦ ἑνὸς μ δασύνεται· καὶ πῶς παρὰ τῷ ποιητῇ λέγεται, ἠΰτ’ ὀμίχλη· εἰ γὰρ ἐδασύνθη, τραπεῖν εἶχε τὸ ψιλὸν εἰς δασύ· ἐροῦμεν οὖν ὅτι κατὰ διάλεκτον Ἰωνικήν· οἱ γὰρ Ἴωνες τοῖς δάσεσι ἀντὶ ψιλῶν χρῶνται· τὸ ἀφικόμεθα γὰρ ἀπικόμεθα, καὶ τὸ οὐχὶ οὐκὶ, οὕτω καὶ τὸ ἠϋθ’ ὀμίχλη. ἠΰτ’ ὀμίχλη

### ο 170

Ὁμοίωμα εἰδώλου διαφέρει· τὸ μὲν ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα· τὸ δὲ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει

### ο 171

Ὁμόδουλος συνδούλου διαφέρει· ὁμόδουλοι γάρ εἰσιν, οἱ μετασχόντες ὁμοίας τύχης δουλικῆς· σύνδουλοι δὲ οἱ ἀλλήλοις δουλεύοντες

### ο 172

Ὁμὴν κατὰ τὸ ὄνομα τῆς σελήνης λέγεται· μήνη γὰρ αὕτη ἑρμηνεύεται τῇ Ἕλλαδι φωνῇ, διὰ τὸ μὴ μένειν ἐν ταὐτῷ

### ο 173

Ὀμφῶες δύο ὦτα ἔχοντες

### ο 174

Ὀμφαλός κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος τὸ μέσον· καὶ εἴρηται παρὰ τὸ ὀμπνεῖν, ὅ ἐστιν ἀναμπνεῖν, παρ’ ὃ καὶ ὄμπνος ὁ δημητριακὸς καρπός· τὸ δὲ βρέφος κατὰ γαστρὸς ὂν διὰ τοῦ ὀμφάλου ἀναπνεῖ καὶ τρέφεται· μεταφορικῶς καὶ ἐπὶ τοῦ ζυγοῦ καὶ ἐπὶ τῆς ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλλων τὸ μέσον. ἄλλως· ὀμφαλὸς, οἱ μὲν παρὰ τὸ φάλλῳ ἐοικέναι, ὅ ἐστι μηρίον· ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ, πρὸ τῆς ἀποτομῆς· οἱ δὲ ἀπὸ τοῦ περὶ αὐτὸν εἱλεῖσθαι τὸ γεννώμενον· οἱ δὲ ἀπὸ τῆς ἐμβρύων ἐμφύσεως· οἱ δὲ οἷον ὀπλαλὸν καὶ ὀμπαλὸν, δι’ οὗ τοῖς ὁμμορίοις ἡ ὀμπνὴ ἐπιχορηγεῖται, τουτ’ἔστιν ἡ τροφή· διὸ καὶ τὴν Δήμητραν τὸν τρόφον οὖσαν, κυρίως Ὀμπνεῖαν Αἰολεῖς ὀνομάζουσι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῆς ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλλων τὸ μέσον, ἀπὸ μεταφορᾶς τοῦ ἡμετέρου σώματος

### ο 175

Ὁμοκλήσασκε γίνεται παρὰ τὸ ὁμοκλὴ, ὃ σημαίνει τὴν ἀπειλήν. παρὰ τὸ κέλλω, τὸ προστάσσω, καὶ τὸ ὁμοῦ, γίνεται ὁμοκέλλη καὶ συγκοπῇ ὁμοκλή· ἢ ἀπὸ τοῦ καλῶ καὶ ῥῆμα ὁμοκλῶ, ὁ μέλλων ὁμοκλήσω, ὁ ἀόριστος ὡμόκλησα, καὶ τὸ τρίτον ὡμόκλησεν καὶ ὡμοκλήσασκεν· ἔλθωμεν δὲ καὶ διαλάβωμεν περὶ αὐτῶν· ἰστέον, ὅτι ταῦτα Ἰωνικὰ, καὶ γίνεται διὰ τοῦ σκ. τὸ τρίτον πρόσωπον ἀπὸ μὲν βαρυτόνων ὄντα, ἔχουσι φωνῆεν πρὸ τοῦ σκ, τὸ ε, οἷον, τύπτεσκε, λάβεσκε, λέγεσκε, ὑπεσταλμένου τοῦ πρώτου ἀορίστου, περὶ οὗ μετ’ ὀλίγον εἴρηται· καὶ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ τὰ τῆς πρώτης τῶν εἰς μι ὁμοίως τὸ ε ἔχουσι πρὸ τοῦ σκ. οἷον, μυκῶ, μυκᾶς, ἔμυκον, μύκεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν εἰς μι καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ β ἀορίστῳ, διὰ τοῦ α ἐκφέρεται, πτώσει τοῦ σκ. οἷον, ἵστημι, ἵστην, στάσκεν· τὰ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς μι, διὰ τοῦ ο ἐκφέρεται πρὸ τοῦ σκ, οἷον, ἐχρύσουν, ἐχρύσοσκεν· τὰ δὲ τῆς τετάρτης συζυγίας τῶν εἰς μι, συστέλλει τὸ δίχρονον μόνον πρὸ τοῦ σκ· οἷον ζεύγνυμι, ἐζεύγνυν, ἐζεύγνυς, ἐζεύγνυ, ζεύγνυσκεν· ἔδυν ἔδυς ἔδυ, δύσκεν· ὁ δὲ ἀόριστος πρῶτος ἐπὶ τῶν βαρυτόνων καὶ ἐπὶ τῶν περισπωμένων καὶ ἐπὶ τῶν εἰς μι, τὸ α ἔχουσι πρὸ τοῦ σκ, οἷον, πλάσκε, γράψασκε· τὸ γὰρ κεχρεωστημένον α τοῦ τρίτου προσώπου ἀνεδέξατο ἐνταῦθα· τὸ γὰρ τρίτον πρόσωπον τοῦ ἀορίστου πρώτου, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν διὰ τοῦ α· καὶ ὤφειλεν, ἔτυψα, ἔτυψας, ἔτυψεν ἐκεῖνος, κατ’ ἀποβολὴν τοῦ ς· ἀλλ’ ἐπειδὴ ὡς εἴρηται, οὐκ ἠδύναντο τὰ τρίτα πρόσωπα ὁμοφωνεῖν κατὰ τὸν αὐτὸν ἀριθμὸν, καὶ κατὰ τὴν αὐτὴν διάλεξιν, καὶ τροπῇ παρηκολούθησε τὸ α εἰς ε, καὶ γέγονεν ἔτυψεν ἐκεῖνος. ἐνταῦθα δὲ ἐπειδὴ προσερχομένου τοῦ σκ, οὐκ ἔστι ὁμοφωνία τοῦ τρίτου προσώπου πρὸς τὸ πρῶτον πρόσωπον, προσῆλθε τὸ κεχρεωστημένον α, οἷον, τύψασκε, ποιήσασκε· ταῦτα δὲ οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολλάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποιοῦσιν· οἷον, τύπτεσκον, χαίρεσκον, τύπτεσκε, χαίρεσκε· λέγει δὲ καὶ ὁ Ἄμβρων, ὅτι τὰ προσλαμβάνοντα ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλουσι κατὰ τὴν ἄρχουσαν, καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύπτεσκεν, ἀποβάλλοντες ἐκ τῆς ἀρχούσης συλλαβῆς, καὶ προστιθέντες κατὰ τὸ τέλος· διὰ τοῦτο τὸ ἔτυπτεν ἐν τῷ τύπτεσκεν ἀποβάλλει τὸ ε τῆς ἀρχούσης. ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ, ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι, οἷον, ἔτυπτε, τύπτε δ’ ἐπιστροφάδην, πρὸς τὴν τύπτων μετοχήν· ἥψατο· ἅψατο δ’ ἡμιόνου ταλαεργοῦ, πρὸς τὴν ἅψας μετοχήν· ἤκουσα, ἤκουσαν· διάτι δὲ εἶπον ταῖς ἰδίαις μετοχαῖς, καὶ οὐ τοῖς ἰδίοις ἐνεστῶσι; διὰ τὸ εἴπεσκεν· τοῦτο γὰρ τῇ εἴπων μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι· ἔπω γάρ ἐστιν ὁ ἐνεστὼς, ἐξ οὗ καὶ τὸ ἐννέπω, ταῦτα μὲν ἐν τούτοις

### ο 176

Ὀμόργνω εἰς τὸ ἀπομόρξατο

### ο 177

Ὀμπνία ἡ Δημήτηρ, παρὰ τὸ ὁμοῦ πνέω. Λυκόφρων καὶ κτῆσιν ἄλλην, ὀμπνίαν κειμηλίων

### ο 178

Ὄμφαξ οἷον, ὠμόφαξ, ἡ ὠμὴ εἰς τὸ φαγεῖν

### ο 179

Ὁμόσφυρος ὁ ἀδελφὸς, διὰ τὸ περὶ τὰ αὐτὰ τὰ σφυρὰ τῆς μητέρος πεσεῖν γεννηθέντα

### ο 180

Ὀμφὴν φωνὴν, κληδόνα, φήμην θεῖαν, ἢ ὀνείρου φάντασμα

### ο 181

Ὁμώνυμόν ἐστιν ὅταν δύο πράγματα μόνον ὀνόματι κινουσιν, ὡς ἐπὶ εἰκόνος καὶ τοῦ Παύλου· τὰ γὰρ ἀμφότερα λέγεις ἄνθρωπον, ἀλλὰ μόνῳ τῷ ὀνόματι κοινωνοῦσι· τῷ δὲ πράγματι διαφέρουσιν

### ο 182

Ὀνείατα βρώματα, τὰ ὄνησιν παρέχοντα

### ο 183

Ὄνειδος παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι, καὶ τὸ εἶδος· τὸ κατὰ τὸ εἶδος μεμπτόν· τινὲς δὲ παρὰ τὸ ὀνήσασθαι· ἴσως δὲ πᾶν τὸ ὂν πλημμελὲς τότε φαίνεται, ὡς ἔγκειται τὸ εἴδεται, ὅ ἐστι φαίνεται

### ο 184

ὄναρ παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ καὶ τὸ εἴρω τὸ λέγω· πολλοὺς μὲν ὠφελοῦσι, πολλοὺς δὲ βλάπτουσι· τὸ νει διφθόγγῳ· τὰ διὰ τοῦ ειρος ῥη ματικὰ δίφθογγον ἔχει

### ο 185

Ὀνῶ σημαίνει τέσσαρα. ὀνῶ τὸ ὠφελῶ, ἐξ οὗ καὶ ὄνησις ἡ ὠφέλεια· ἔπειτα δὲ κ’αὐτὸς ὀνήσεται· καὶ τὸ μέμφομαι, ἐξ οὗ καὶ ὁ μέλλων ὀνόσω, ὡς τὸ ἔνθακεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετέλθων· σημαίνει δὲ καὶ τὸ βλάπτω· σημαίνει καὶ τὸ ἀγοράζω, ὡς τὸ ὠνοσάμην δούλην· καὶ ὀνῶ τὸ ἀπολαύω

### ο 186

Ὄνειρος ἤτοι παρὰ τὴν ὄνησιν, οἷον, παρὰ τὸ ὀνῶ τὸ ὠφελοῦμαι, ὄνειρος, ὡς παρὰ τὸ πέπω πέπειρος· ἢ παρὰ τὸ ὀνείρειν καὶ λέγειν, ἢ κατὰ μετάθεσιν τοῦ ο, νόειρός τις ὤν

### ο 187

Ὀνείρωξις ἡ διὰ τῶν ὀνείρων φαντασία· ἢ ὄψις ἡ ἐν τοῖς ἐνυπνίοις· ὀνειρώττω γὰρ τὸ ῥῆμα, ἀντὶ τοῦ δι’ ὀνείρων βλέπω· τὸ δὲ ὀνειροπολεῖν ἐγρηγορήτως ἐπὶ ἐνύπνιον· τὸ γὰρ τοῖς πολλοῖς ἀπὸ τοῦ φαντάζεσθαι σημαινομένου, τοῦτο παρὰ τοῖς πεπαιδευμένοις τὸ ὀνειροπολεῖν δηλοῖ· φαντάζεσθαι δὲ κυρίως ἐστι τὸ φαίνεσθαι

### ο 188

Ὀνειρώττειν ὀνειρῶ, ὁ μέλλων ὀνειρώσω, τὸ δι’ ὀνείρων βλέπω· διὰ τῆς ει διφθόγγου· πᾶν γὰρ τὸ ὄνειρος γέγονεν

### ο 189

Ὀνειροπόλος ὥσπερ γὰρ οἰωνοπόλος λέγεται, ὁ μάντης, ὁ περὶ τοὺς οἰωνοὺς ἀναστρεφόμενος, καὶ αἰγοπόλος, ὁ περὶ τὰς αἶγας, καὶ συγκοπῇ αἰπόλος καὶ θυηπόλος, ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος, οὕτω καὶ ὁ περὶ τοὺς ὀνείρους πολῶν. καὶ ἀναστρεφόμενος ὀνειροπόλος

### ο 190

Ὄνυξ παρὰ τὸ νύσσειν, πλεονασμῷ τοῦ ο, οἷον, ἄνυξ, ὁ ἀνοίγων τὴν σάρκα ἐν τῷ φύεσθαι, ἤγουν προκύπτων

### ο 191

Ὄντως ἀληθῶς, κατὰ ἀλήθειαν· ἡ τοῦ ὄντος ἀκριβὴς κατανόησις. τὸ πρῶτον ἐπίῤῥημα, τὸ δεύτερον μετοχή

### ο 192

Ὀνομήνω ῥῆμα ὑποτακτικὸν, ἐκ τοῦ ὀνομαίνω· ὥσπερ παρὰ τὸ πῆμα γίνεται πημαίνω, καὶ κάρα καραίνω, καὶ ἐν συγκοπῇ κραίνω, οὕτω καὶ παρὰ τὸ ὄνομα γίνεται ὀνομαίνω

### ο 193

Ὄνος τὸ ζῶον, διὰ τοῦ οὐ νοεῖν· ἢ ὤνιον εἶναι· ἢ παρὰ τὴν ὄνησιν τὴν ἐξ αὐτοῦ γινομένην ἐν τοῖς ἔργοις

### ο 194

Ὄνος παρότι ὀνητὸν, ἤτοι ὠφέλιμον ἐν τῷ βαστάζειν· ἢ διὰ τὸ νωθρὸν ὑπάρχειν

### ο 195

Ὀνῶ εἰς τὸ ἀπώνασθα, καὶ οἶνος, καὶ ὄνειρος, καὶ ὀνοτάζων ἐκφαυλίζων

### ο 196

Ὄνομα ἀπὸ τοῦ νέμω τὸ μερίζω γίνεται ῥηματικὸν, ὄνομα, οἷον νόμα, καὶ πλεονασμῷ τοῦ ο ὄνομα

### ο 197

Ὄναγρος παρὰ τὸ ὄνος καὶ τὸ ἄγρος· τὸ δὲ ὄνος παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ· πόσα σημαίνει ὄνος; δύο· τὸ ζῶον, ὡς τὸ, ὡς δ’ ὁτ’ ὄνος παρ’ ἄρουραν ἰὼν· καὶ τὴν τιμὴν τοῦ ἀγοραζομένου· ὡς τὸ, υἱὸς δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε· καὶ γράφεται διὰ τοῦ ω

### ο 198

Ὀξεῖα διὰ τῆς ει διφθόγγου, ὅτι τὰ ἀπὸ τῶν εἰς υς διὰ τοῦ εια γινόμενα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ὀξὺς ὀξεῖα, δεύτερον δὲ ὅτι ἀνεφάνη τὸ ε χωρὶς τοῦ ι, λεγομένου αὐτοῦ· τρίτον, ὅτι ὀξεῖα λέγουσιν οἱ Δωριεῖς διὰ τοῦ ἦτα· ἔθος δὲ ἔχουσι τὸ ἦτα εἰς ει τρέπειν

### ο 199

Ὀξυδέρκεια ἐκ τοῦ ὀξὺς καὶ τοῦ δέρκω τὸ βλέπω· ὀξυδορκία δὲ ἐκ τοῦ ὀξυδορκῶ

### ο 200

Ὄξος παρὰ τὸ ὀξύνειν τὰς αἰσθήσεις ἐν τῷ γεύεσθαι· σημαίνει δὲ καὶ ὄνομα ποταμοῦ, καὶ γράφεται διὰ τοῦ ω

### ο 201

Ὀξύῤῥοπον ταχέως ῥέποντα, ὀξύτερον βλέποντα

### ο 202

Ὀξύω ἐκ τοῦ ὀξὺς, τοῦτο δὲ, ὡς παρὰ τὸ χέω χοὸς χοῢς, καὶ πλέω πλατὸς πλατὺς, οὕτω ξέω ξοὸς ξοῢς, καὶ ἐν ὑπερβιβασμῷ ὀξύς· τὸ ἀντιδιαστελλόμενον τῷ ἀμβλεῖ

### ο 203

Ὅου οὗτινος, ἄρθρον ὑποτακτικὸν τὸ ὃ, τὸ δὲ οὐ λέγεται πλεονασμός. λέγει δὲ Ἡρωδιανὸς, ὅτι ὁ πλεονασμὸς τὸν οἰκεῖον τόνον φυλάττει, οἷον, ἥνδανεν, ἑήνδανεν, ὥρακα ἑώρακα, εἰ δὲ οὖν καὶ τὸ ὁ κατὰ πλεονασμὸν ἐγένετο, ὤφειλεν εἶναι ὀοῦ περισπωμένως· οὐκ ἔστι δὲ πλεονασμὸς ἀλλὰ διαίρεσις· καί τι διαφέρει διαίρεσις πλεονασμοῦ; διαφέρει, ὅτι ὁ μὲν πλεονασμὸς τὸν αὐτὸν τόνον φυλάττει, οἷον, εἴκοσιν, ἐείκοσιν· ἡ δὲ διαίρεσις διαλλάττει τὸν τόνον, οἷον ἧς ὃ σημαίνει τὴν ἰδίαν, γίνεται ἕης· ἕης τὸ πρίν γ’ ἐράασθε. ἀγορῶντο ἠγορόωντο· οὕτως οὖν οὗ ὅου· τὸ πνεῦμα εἰς ὁ δασὺ λέγει ὁ Ἡρωδιανὸς, ὅτι τὰ πλεονάζοντα φωνήεντι ἐν λέξεσιν ἀπὸ φωνήεντος δασυνωμένου ἀρχομέναις, μεταληπτικὰ γίνονται τοῦ δασέος πνεύματος, οἷον, ἥνδανεν ἑήνδανεν, ὥρακα ἑώρακα· οὕτω καὶ οὗ ὅου

### ο 204

Ὀπάζειν κατόπιν διώκειν, ἢ τὸ περιποιεῖν, ἢ τὸ καταφέρεσθαι, ἢ τὸ ἐπιλέγεσθαι

### ο 205

Ὀπιπτεύω διὰ τοῦ ἰῶτα· παρὰ τὸ ὄπτω, τὸ θεωρῶ, γίνεται ὀπτεύω καὶ ὀπιπτεύω· καὶ λοιπὸν εὐλόγως διὰ τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ πλεονασμοῦ ἐστιν· οὐδέποτε διὰ τῆς ει διφθόγγου διπλασιασμὸς γίνεται· οἷον, θῶ τιθῶ, πλῶ πιπλῶ

### ο 206

Ὄπα γένους θηλυκοῦ, ἐκ τοῦ ἔπω τὸ λέγων, ὁ μέλλων ἔψω, ἀποβολῇ τοῦ ω, ἒψ, καὶ τροπῇ τοῦ ε εἰς ο ὄψ. τὸ ο διάτι; τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν, ἔχουσι τὸ ο, ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν· ἔστι δὲ πτώσεως αἰτιατικῆς· ἡ εὐθεῖα ὂψ, καὶ κλίνεται τῆς ὀπός· καὶ Ὅμηρος, ἀκούουσαι ὄπα ἀρνῶν· τὸ δὲ ὂψ σημαίνει τρία· τὸν ὀφθαλμὸν, καὶ κύριον ὄνομα, καὶ τὴν φωνὴν, καὶ γράφεται διὰ τοῦ ω· καὶ σημαίνει τὸν ὀφθαλμὸν, καὶ διὰ τοῦ ο τὴν φωνήν· ζήτει ἐν τοῖς ἐπιμερισμοῖς

### ο 207

Ὁ πᾶς καὶ θηλυκὸν ἡ πᾶσα· διάτι ἐστὶ φύσει μακρὰ ἡ παραλήγουσα; αἱ διὰ τοῦ ντ κλινόμεναι ἀρσενικαὶ γενικαὶ, εἰ μὲν ἐπὶ μετοχῶν ὑπάρχουσι, φύσει μακρὰν ποιοῦσι τὴν παραλήγουσαν ἐπὶ τῶν θηλυκῶν, οἷον, τύπτων τύπτοντος τύπτουσα, τυφθεὶς τυφθέντος τυφθεῖσα· εἰ δὲ ἐπὶ ὀνομάτων ἀρσενικῶν, θέσει· οἷον, χαρίεντος χαρίεσσα, καιρόεντος καιρόεσσα· ἔνθεν καὶ τὸ καιροσέων δ’ ὀθονέων, καθ’ ὑπερβιβασμόν· καὶ τὸ οὐδέτερον τὸ πᾶν· καὶ ὤφειλε βραχύνεσθαι· ἀλλ’ ἐπειδὴ ἑτέρῳ λόγῳ ὑπέπεσε τῷ λέγοντι, ὅτι πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον μὴ ἐπὶ τέλους τονούμενον, τὸν ἐκείνου τόνου ἔχει, καὶ κατὰ τὴν λήγουσαν συστέλλει, οἷον εὐσεβὴς τὸ εὐσεβὲς, ὁ χρυσοῦς καὶ τὸ χρυσοῦν· σεσημείωται τοῦτο μόνον τοῦ ἀρσενικοῦ περισπωμένου ὄντος· διὰ τοῦτο ἠναγκάσθη τὸ πᾶν μακροκατάληκτον, ἵνα ὁμοτονήσει τῷ ἀρσενικῷ

### ο 208

Ὀπὴ κυρίως τόπος τετρημένος, ἀφ’ οὗ τις δύναται ὀπίσασθαι· οὕτως Ἀριστόνικος ἐν τοῖς σημείοις

### ο 209

Ὀπηνίκος ἔστιν ἔνος ὁ ἐνιαυτὸς· ἐκ τούτου γίνεται ἐνίκα καὶ τροπῇ τοῦ ε εἰς η ἡνίκα καὶ πηνίκα· ἄλλως τε καὶ τὰ ἀναφορικὰ φυλάττουσι τὸ ἦτα· ἠλίκος, πηλίκος, κατὰ πλεονασμὸν τοῦ ο

### ο 210

Ὀπισθότονος παρὰ τὸ τὰ ὀπίσθια τείνειν

### ο 211

Ὀπίσω ἐπίῤῥημα τοπικὸν, παρὰ τὸ ὀπίζω τὸ ἐπιστρέφομαι· ἔστι δὲ καὶ ἐπίῤῥημα τοπικόν· καὶ ποίας σχέσεως τῶν τοπικῶν; τῶν ἐν τόπῳ· καὶ πόσαι σχέσεις τῶν τοπικῶν; ἓξ, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιὰ ἀριστερά· γίνεται οὖν τὸ ὀπίσω ἐκ τοῦ ὀπίζω τὸ ἀκολουθῶ, καὶ τὸ κατόπιν διώκω· τὸ δὲ ὀπίζω ἐκ τοῦ ὄπις, ὃ σημαίνει τὴν ἐπιστροφήν· θεῶν ὄπιν οὐκ ἀλέγων· τὸ σω μέγα· τὰ εἰς ω λήγοντα ἐπιῤῥήματα διὰ τοῦ ω γράφεται, πλὴν τοῦ δεῦρο καὶ ἄπο

### ο 212

Ὁπλὰς ἡ εὐθεῖα ἡ ὁπλὴ, παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται ὁπλή

### ο 213

Ὁπλοτέρων ἀντὶ τοῦ νεωτέρων· ποίου εἴδους τῶν παραγώγων; συγκριτικοῦ· τῇ δὲ φωνῇ ἀντὶ τοῦ ἁπλοῦ παραλαμβάνεται· καὶ γίνεται παρὰ τὸ ὅπλον, ὁ μᾶλλον ὅπλα φέρειν δυνάμενος, ὡς καὶ τὸν γέροντα

### ο 214

Ὁπλὴ ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν, οἷον, βοῶν, προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικρὰς ὄνυχας, ἐν τοῖς τῶν ὀπισθίων ποδῶν

### ο 215

Ὀπὸς σημαίνει τὴν ποτίαν τὴν λεγομένην τάπησον, τὸ τῆς συκῆς γάλα· τὸ τῶν δένδρων δάκρυον, τὸ σκαμῶνιν, τὸ κνίκον

### ο 216

Ὄπιθεν ἄνευ τοῦ ς, δεῖ λέγειν μετὰ τοῦ ς ὄπισθεν· ἔστι γὰρ τὸ πλῆρες ὀπίσοθεν· ἐγκεῖσθαι δεῖ οὖν τὸ ς. Ὅμηρος δὲ ἀνάγκῃ τοῦ μέτρου ἔφη, ὄπιθεν σάκος βάλε· λεκτέον μόνως ὄπισθεν

### ο 217

Ὀπωροφυλάκιον ἐκ τοῦ ὀπώρα καὶ τοῦ φυλακή· τὸ δὲ φυλακὴ παρὰ τὸ φυλή· τοῦτο παρὰ τὸ φυλάσσω· τοῦτο παρὰ τὸ πυλή· τοῦτο παρὰ τὸ πτύσσω, τὸ ἀσφαλίζω. τὸ κι ἰῶτα διάτι; τὰ παρὰ τὸ φυλακὴ συντιθέμενα διὰ τοῦ ι γράφεται· οἷον χαρτοφυλάκιον, ὀπωροφυλάκιον

### ο 218

Ὀπτανεῖον σημαίνει τὸ μαγειρεῖον, διὰ τῆς ει διφθόγγου· παρὰ Ἀττικοῖς ὀπτάνιον

### ο 219

Ὁπότερος τὸ ἐρωτηματικὸν πότερος· καὶ τὸ ἀναφορικὸν πλεονασμῷ τοῦ ο, ὁπότερος· δασύνεται· τὰ ἀπὸ τοῦ ο ἀρχόμενα, τὸ δὲ π, ποιητικῶς πλεονάζει· σχῆμα σύνθετον, ἐκ τοῦ ὁποῖος καὶ τοῦ ἕτερος, ὁποιέτερος, καὶ ὁποιότερος, καὶ ὁπότερος, ὁ ἕτερος τῶν δύο· πλεονάζει δὲ τοῦ π, ὥσπερ καὶ τὸ ὅπῃ ὅππῃ· ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπη ζόφος· καὶ ὁποῖος ὁπποῖος. καὶ ὁπποίης δ’ ἐπὶ νηὸς ἀφίκεο

### ο 220

Ὄπωπα εἶδον, ἐθεασάμην, πόθεν; ἔστι ῥῆμα ὄπτω, ὅ ἐστι βλέπω, ὁ μέλλων ὄψω, ὁ παρακείμενος ὦφα, ὁ μέσος ὦπα, καὶ Ἀττικῶς ὄπωπα

### ο 221

Ὀπώρα παρὰ τὸ τῇ ὥρᾳ ἕπεσθαι ἤγουν ἐπακαλουθεῖν

### ο 222

Ὀπωρινὸς διὰ τοῦ ἰῶτα. τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα διὰ τοῦ ι γράφεται

### ο 223

Ὀπωπὴ κατὰ Ὅμηρον ὁ ὀφθαλμός

### ο 224

Ὅπως ἀντὶ τοῦ πῶς· τὸ ο κατὰ πλεονασμόν

### ο 225

Ὀργάδα γῆν, παρὰ τὸ ἀργήτις εἶναι, καὶ ἀνέργαστος· ἢ διὰ τὰ ἐν αὐτῇ φυτὰ πρὸς αὔξησιν ὀργάνων· τάχα δὲ βέλτιον παρὰ τὸ τῆς κατεργασίας εἰρῆσθαι, ὡς φύγω φυγὰς, ἔθω ἐθὰς, ἔργω ἐργάς· ἔλεγον γὰρ καὶ χωρὶς τοῦ ἰῶτα, τὸ εἴργειν. κω μανὸς δὲ ὀργάδα λέγεσθαι, τὴν μεγαλάγγειον καὶ ἔνυδρον γῆν· καὶ γὰρ ὀργάσαι ἐστὶ τὸ πηλοποιῆσαι, καὶ ὑγρῷ ξηρὸν μίξαι· Σοφοκλῆς· θέλοιμι πηλὸν ὀργάσασθαι· καὶ Ἀριστοφάνης ὄρνισιν ἀποδὺς ὀργάδα· ἔστι δὲ γῆ ἐν Μεγάροις οὕτω καλουμένη ὀργάς

### ο 226

Ὀρέστης ὁ ἐν ὄρεσι τὴν δίαιταν ἔχων

### ο 227

Ὀρεοκόμος ὁ τὰς ἡμιόνους τρέφων

### ο 228

Ὁρᾷν τοῦ ὑπερορᾷν διαφέρει· ὁρᾷν μὲν γάρ ἐστι τὸ θεωρεῖν· ὑπερορᾷν δὲ τὸ καταφρονεῖν

### ο 229

Ὄργανον παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ, γίνεται ὀρέγανον, καὶ κατὰ συγκοπὴν ὄργανον· καὶ γὰρ ἐκείνου αὐλοῦντος, πολλοὶ εἰς ἐπιθυμίαν κινοῦνται· ἢ παρὰ τὸ ἄρω τὸ ἁρμόζω, ἐξ οὗ καὶ ἅρμα, γίνεται ἀργάγανον καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ α εἰς ο ὄργανον, τὸ ἐν ποικιλίᾳ συνηρμοσμένον

### ο 230

Ὀργὴ παρὰ τὸ ὀρέγεσθαι τὸν ὀργιζόμενον καὶ ἀμύνασθαι τὸν ἐχθρόν· καὶ εἰς τὸ θυμός· ἢ παρὰ τὸ ῥέζω τὸ πράττω· ἢ παρὰ τὸ εἴργω τὸ κωλύω

### ο 231

Ὄργια σημαίνει τὰ μυστήρια, παρὰ τὸ ὀρέγειν τὸ ἐπιθυμεῖν· δύο γὰρ σημαίνει, τό, τε ἐκτείνω τὰς χεῖρας, καὶ τὸ ἐπιθυμῶ· ὀρέγω ὀργύια καὶ ὄργια· τοῖς γὰρ ἐπιθυμοῦσι μυστήρια οἱ θεοὶ μυοῦνται

### ο 232

Ὀργυία παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ἤγουν τὰς χεῖρας

### ο 233

Ὀργῶντας ἐπιτεταμένους, ἐπιθυμοῦντας, ἀπὸ τοῦ ὀργῶ, ὃ σημαίνει τὸ ἀκμάζω· τοῦτο ἀπὸ τοῦ ὀρέγω τὸ ἐπιθυμῶ, καὶ συγκοπῇ ὀργῶ· συντάσσεται μετὰ γενικῆς

### ο 234

Ὀρέγω βρωτὸν συντάσσεται δοτικῇ· τὸ δὲ ἐπιθυμῶ γενικῇ

### ο 235

Ὀροφώσας ἐκ τοῦ ὄρος καὶ τοῦ φῶ τὸ φαίνω

### ο 236

Ὀρείτης ὁ ἀπὸ τοῦ ὄρους· ἐκ τοῦ ὄρις ὄρεως, ὅτι ἀπὸ πρωτοτύπου ἔχει τὸ ε, καὶ ὀρείτης ὄνομα

### ο 237

Ὅρασις ἀπὸ τοῦ ὅρισίς τις εἶναι, καὶ τοῦ ὄρου τῶν σωμάτων καταλαμβάνειν· τουτ’ἔστι τὰ πέρατα

### ο 238

Ὀρεκτὸν παρὰ τὸ ὀρέγω τὸ ἐπιθυμῶ, ὁ μέλλων ὀρέξω, ὁ παρακείμενος ὤρεχα, ὁ παθητικὸς ὤρεγμαι, τὸ τρίτον ὤρεκται, καὶ ἐξ αὐτοῦ ὀρεκτὸς, ἤγουν ἐπιθυμητικὸς, ἢ χαριστικὸς, καὶ τὸ οὐδέτερον ὀρεκτόν· τὸ δὲ ὀρέγω γράφεται διὰ τοῦ ο μικροῦ· πλὴν τοῦ ὠρύομαι, ὤθω τὸ πρώθω, καὶ ὠνῶ τὸ ἀγοράζω, καὶ ὠφελῶ

### ο 239

Ὄρευσιν ἡμιόνοις, παρὰ τὸ ἐν ὄρεσι πλεῖον τῶν ἄλλων ζώων δυνάσθαι ἐργάζεσθαι· ἢ παρὰ τὸ οὐρώδη γόνον ἔχειν, ὅθεν ἐν ταῖς συνουσίαις οὐ συλλαμβάνουσιν, οὐδὲ τεκνογονοῦσιν

### ο 240

Ὀρθογοὴ ἡ χελιδὼν, ἡ ὑπὸ τὸν ὄρθρον γεννῶσα· καὶ οὐκ ὀρθοβοὴν ὡς τινές

### ο 241

Ὄρη φυσικῶς ὑψώματα, ἐκ θεοῦ κατεσκευασμένα, διὰ λίθων πεπυκνωμένα

### ο 242

Ὀρθὸς ἔστιν ὄῤῥω τὸ διεγείρω καὶ θέω τὸ βλέπω, γίνεται ὄροθος, καὶ κατὰ συγκοπὴν ὀρθὸς, ὁ διεγειρόμενος καὶ πρὸς τὰ ἄνω βλέπων

### ο 243

Ὄρθρος παρὰ τὸ ὀρῶ τὸ διεγείρομαι, ἐξ οὗ καὶ Αἰολικῶς ὄρσω, ὄνομα ὀρτὸς, καὶ μεταθέσει τοῦ τ εἰς θ ὄρθος· καὶ ἄλλως, ὀρῶ, ὄρσω, ὄνομα ὀρτὸς καὶ ὀρθὸς, μεταθέσει τοῦ τ εἰς θ

### π 10

πρωῒ διαφέρει· ὄρθρος μὲν γὰρ ἡ πρὸς ἀνατολὴν ὥρα, καθ’ ἣν ἐξ ὕπνου ἀναστάντες ὄρθριοι γενώμεθα· πρωῒ ἡ μετὰ τὴν ἀνατολὴν ἐπίλαμψις

### ο 244

Ὀρίγανον ὤφειλε διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τούτου δοτικῇ καὶ τὸ γάνος, τὸ σημαῖνον τὴν χαρὰν γέγονε· τὸ γὰρ ὀρίγανον τῷ ὄρει χαίρει. ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γάνω, τὸ σημαῖνον τὸ λαμπρύνω γέγονεν, οἱονεὶ ὁ λαμπρύνων τὴν ὅρασιν· ὁρᾶν γὰρ καλῶς ποιεῖ τὴν ὅρασιν τὸ ὀρίγανον· ἀλλὰ κατὰ Θεοδώρητον ἀπὸ τοῦ ῥιγῶ γέγονεν

### ο 245

Ὀρίγανον παρὰ τὸ ῥιγῶ ῥίγανον, καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ κατ’ ἀντίφρασιν· θερμαίνει γὰρ τοῦτο· διὰ τοῦ ἰῶτα γράφεται· τριγενές ἐστιν, ἀρσενικὸν, θηλυκὸν καὶ οὐδέτερον· ἢ παρὰ τὸ ἐν τοῖς ὄρεσι χαίρειν

### ο 246

Ὀρίνω διεγείρω· τὸ ρι ἰῶτα· τὰ διὰ τοῦ ινω ῥήματα ὑπὲρ δύο συλλαβὰς μὴ ἔχοντα ἀναφαινόμενον τὸ ε, ἐν τῷ μέλλοντι διὰ τοῦ ι γράφεται. ἢ ὅτι εὕρηται κλινόμενον ἄχρι τοῦ μέλλοντος· τὰ γὰρ διὰ τοῦ εινω ῥήματα ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται· τοῦτο δὲ εὐρέθη διὰ τοῦ ἰῶτα γραφόμενον ὀρίνω καὶ ὀδίνω, τούτου χάριν καὶ ἐπὶ μέλλοντος κλίνεται· τὸ δὲ ὀρίνω, ἐκ τοῦ ὄῤῥω τὸ διεγείρω, ὄρνω καὶ ὀρνύω· καὶ τρέπεται τὸ υ εἰς ι, ὡς κυνῶ κινῶ· κανὼν γάρ ἐστι ὁ λέγων, ὅτι τὰ εἰς ω λήγοντα ῥήματα, εἴτε βαρύτονα εἴτε περισπώμενα, διὰ τοῦ υ βραχυνομένου ἐπεκτείνεται παρὰ τοῖς Ἴωσιν· οἷον, κινῶ κινύω, παρὰ τὸ κίω κυνῶ, φορῶ φορύω, ἐξ οὗ καὶ κατὰ παρένθεσιν Δωρικὴν τοῦ ν γίνεται φορύνω

### ο 247

Ὁρισμὸς πόθεν γίνεται; ἐκ μεταφορᾶς τῶν ἐν τοῖς γηδίοις ὁροθεσίων· καὶ γὰρ οἱ ἀρχαῖοι ἑκατέραν ἀμετρίαν ἐκφεύγοντες, τήν τε πλεονεξίαν, ἐφεῦρον τὰ ὁροθέσια, ἵνα διὰ τούτων, τῶν μὲν ἰδίων ἀπολαύσωσι, τῶν δὲ ἀλλοτρίων ἀπέχωνται. μάλιστα τοῦτο κατὰ τὴν Αἴγυπτον ἀναγκαῖον ἐγένετο· πάλαι γὰρ τοῦ Νείλου ἀνιόντος, καὶ τὰς ἀρούρας συγχέοντος, μετὰ τὴν ἀπόβασιν αὐτοῦ, πόλεμοι ἐγένοντο καὶ φόνοι, περὶ τὴν διανομὴν τῆς γῆς· ἐπενόησαν οὖν ὀροθέσιά τινα, πρὸς δήλωσιν τῶν τόπων, καὶ ἐπαύσαντο τοῦ πολεμεῖν· διὸ καὶ πρὸς τοῦτο ἐπινοηθὲν μέτρον ἃ καινὰ καλεῖται παρ’ αὐταῖς παρὰ τὴν στέρησιν τοῦ φόνου· κραίνειν γὰρ τὸ φονεύειν

### ο 248

Ὅρκια τὸ κι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος, διὰ τοῦ ιος, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα δασύνεται· ὁ Ἡρωδιανὸς, ἐκ τοῦ ὄρος, ἐξ αὐτοῦ ὅρκος, οἱ γὰρ ὀμνύοντες, ὁρίζονται καὶ ὀμνύουσιν. ἢ παρὰ τὸ ἁρκῶ τὸ βοηθῶ, ὥσπερ γὰρ βοηθήματι αὐτοῦ ἐχρῶντο οἱ ἀδικούμενοι· ἢ παρὰ τὸ εἴργω τὸ κωλύω, ἐπισχετικὸν γάρ ἐστι, τῶν παραβῆναι βουλομένων· προπαροξύνεται· τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα, ἢ κατὰ σύλληψιν, ἢ κατὰ διάστασιν προπαροξύνεσθαι θέλουσι. ὅποτε δὲ πρὸ τοῦ ἰῶτα οὐκ ἔστιν ἀμετάβολον παροξύνεται, οἷον, ἱστίον, κυμβίον, ἰσχίον, ἑρκίον· τὸ μέντοι ὅρκιον προπαροξύνεται κτητικῷ τύπῳ ἐχόμενον· ἐπεὶ δὲ αὐτόσημόν ἐστι τὸ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμέν· ὡς τὸ αἰτώλιος, κάπριος, αἰζήϊος· εἶπεν, ὁπότε πρὸ τοῦ ἰῶτα οὐκ ἔστιν ἀμετάβολον, διὰ τοῦ ἴκριον καὶ ἴχνιον

### ο 249

Ὅρμος σημαίνει δύο, τὸν λιμένα καὶ τὸ ἀσφάλισμα

### ο 250

Ὁρμὸν περιτραχήλιον κόσμον, διαφέρει δὲ ἰθμοῦ· ὁ μὲν γὰρ προσέρχεται τῷ τραχήλῳ· ὁ δὲ ὁρμὸς κεχάλασται· ἰθμὸς δὲ ὁ τράχηλος, ἀπὸ τοῦ εἰσιέναι δι’ αὐτοῦ τὴν τροφήν· ἔνθεν καὶ παρίθμια· σημαίνει δὲ ὁ ὅρμος τὸ λιμένα καὶ τὸ κοσμιδ

### ο 251

Ὅρκις παρὰ τὸ εἵργω τὸ κωλύω ὁργὸς καὶ ὁρκὸς, ἐπισχετικὸν γὰρ τῶν παραβαινόντων· ἢ παρὰ τὸ ἀρκεῖν καὶ βοηθεῖν, ὡς γὰρ βοηθήματι αὐτῷ χρῶνται οἱ ἀδικούμενοι, ἄρκος καὶ ὅρκος· ἢ παρὰ τὸ ὅρος πλεονασμῷ τοῦ κ ὅρκος

### ο 252

Ὅρκιος διὰ τὸ ο λῆγον εἰς ρ, ἐπιφερωμένου συμφώνου μὴ τοῦ μ ψιλοῦται· οἷον, ὀργὴ, ὀρχιστὴς, ὀρσίλοχος· σεσημείωται δύο, τὸ ὅρσια καὶ ὅρκος· ἐπίορκος δὲ διάτι ἀναβιβάζει τὸν τόνον; τὰ εἰς ος ὑπὲρ μίαν συλλαβὴν πρὸ μίας τὸν τόνον ἔχοντα, ἐν τῆ συνθέσει προπαροξύνεται· χωρὶς εἰ μὴ σύνθετα ὑπάρχουσιν ἕνεκα ἐνεργείας παροξύνεται· οἷον, ποικίλος παμποίκιλος, ὅρκος, ἐπίορκος

### ο 253

Ὅρκος παρὰ τὸ εἵργειν καὶ κωλύειν τὸ παραβαίνειν, τροπῇ τοῦ γ εἰς κ· ἢ παρὰ τὸ ὅρος εἶναι καὶ ἀσφάλεια· τὸ δὲ κ πλεονάζει· ἢ παρὰ τὸ κωλύειν ἡμᾶς παραβαίνειν τὴν ἀληθείαν· διάτι βαρύνεται; τὰ εἰς κος λήγοντα δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχει τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, μὴ τὸ λ βαρύνεται· οἷον, λάκκος, σάκκος, ὅρκος καὶ εἴ τι ὅμοιον

### ο 254

Ὅρκιον σκῆπτρον, καθ’ ὃ ὤμνυον, βασιλικὴ ῥάβδος

### ο 255

Ὅρμος παρὰ τὸ εἴρω τὸ συμπλέκω ἢ φυλάσσω· ἐξ οὗ καὶ εἱρμὸς γίνεται ὅρμος, ὁ λιμὴν, καὶ γὰρ κυκλοειδής ἐστι. διάτι δασύνεται; πᾶν φωνῆεν πρὸ τοῦ ρ ἐπιφερομένου τοῦ μ, δασύνεται· πλὴν τοῦ ἄρμενον καὶ ἀρμένιος

### ο 256

Ὅρμος ὁ λιμὴν, παρὰ τὸ ὁρμᾶν, καὶ ἵστασθαι ἐν αὐτῷ τὰς ναῦς

### ο 257

Ὁρμίσκος εἶδος κόσμου· περιδέρη· περιδέρη δὲ ἔστι περὶ τὸν τράχηλον κόσμος, παρὰ τὸ ἐμπλέκεσθαι περὶ τὸν τράχηλον, ὁ μανιάκις

### ο 258

Ὁρμῶ ἔρχομαι· εἰ μὲν ἔστι πρώτης συζυγίας τῶν περισπωμένων, γίνεται ἀπὸ τοῦ ὅρμος· σημαίνει δὲ δύο· τὸν τοῦ λιμένος ὅρμον καὶ κόσμον περιτραχήλιον, ὡς Ἡσίοδος, ὅρμους χρυσοὺς θέσαν· διαφέρει τὸ ὁρμεῖς καὶ ὁρμᾶς· τὸ μὲν ὁρμεῖς ἐπὶ τοῦ πλοίου λέγεται· οἷον, ὁρμεῖ τὸ πλοῖον· τὸ δὲ ὁρμᾶς τὸ ἁπλῶς ἐπερχόμενον

### ο 259

Ὄρνεον παρὰ τὸ νέειν, ἤγουν διώκειν· ἢ διὰ τὸ εἰς ὄρην νέειν, ἤγουν οἰκεῖν

### ο 260

Ὁρμώμενος προθυμούμενος. λέγεται δὲ καὶ ὁ ἀναλογούμενος

### ο 261

ὀρνιθοσκόπος διαφέρει· ὀρνιθευτὴς μὲν ὁ θηρεύων ὀρνίθας· ὀρνιθοσκόπος δὲ, ὁ μάντις ὁ οἰωνοσκόπος

### ο 262

Ὄρνις παρὰ τὸ ὄρω τὸ διεγείρω, οὐδὲν γὰρ ἄλλο ὁρμητικώτερον τούτου τοῦ ζώου· κλίνεται δὲ ὄρνις ὄρνιθος· ὁ κανών· τὰ εἰς ις λήγοντα ἔχοντα πρὸ τοῦ ἰῶτα δύο ἀμετάβολα διὰ τοῦ θος κλίνεται, οἷον, δέλλις δέλλιθος, ἔστι δὲ εἶδος ζώου ὁμοῖον μελίσσῃ, μέρμις μέρμιθος, σημαίνει δὲ τὸ σχοινίον· ἕλμις ἕλμιθος, οὕτω καὶ ὄρνις ὄρνιθος· πλὴν τοῦ Τράλλις τράλλεος, ἔστι δὲ ὄνομα πόλεως, τοῦτο γὰρ διὰ καθαροῦ τοῦ ος κλίνεται

### ο 263

Ὄρνιθος παρὰ τὸ ὀρούειν καὶ ὀρνίσθαι τὶ γὰρ ὁρμητικώτερον τῶν πετωμένων· ἢ παρὰ τὸ ὅρω τὸ ὁρμῶ, ὄρις καὶ ὄρνις

### ο 264

ὄρνυμι · ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω καὶ πλεονασμῷ τοῦ ν ὀρύνω καὶ ἐν ὑπερβιβασμῷ ὀρνύω, ὄρνυμι καὶ ὄρνυτος. καὶ εἰς τὸ ὀρίνω

### ο 265

Ὀρὴ διὰ τὸ δι’ αὐτῶν ὁρᾷν πάντα τὰ ὄντα

### ο 266

Ὄρος τὸ βουνίον, παρὰ τὸ αἴρω τὸ ἐπαίρω· οἱονεὶ ἡ ἐπηρμένη καὶ ἀνατεταμένη γῆ· ἢ παρὰ τὸ ὁρῶ, τὸ βλέπω γίνεται ὄρος ὁ εὔοπτος τόπος, ἢ ἀφ’ οὗ ἐστὶ καθ’ εὐθεῖαν ὁρᾷν

### ο 267

Ὄρος βουνοῦ διαφέρει· ὄρος μὲν ὁ πετρωδὴς καὶ ὑλωδὴς τόπος. βουνὸς δὲ ὁ καθαρὸς τόπος ἐκ χώματος ὑψηλοῦ

### ο 268

Ὄρη ὑδατωδὴς καὶ διεφθαρμένη ὑποστάθμησις τοῦ γάλακτος· ἢ τὸ ἄπηκτον γάλα· ὀρὸς γὰρ λέγεται, ἡ τοῦ γάλακτος ὑδατωδὴς ὑπόστασις

### ο 269

Ὄρουσεν ὥρμησεν· ἔστι ῥῆμα ὀρούω τὸ ὁρμῶ· ὄρω τὸ διεγείρω· καὶ ὥσπερ ἀπὸ τοῦ πλήθω πληθύω, οὕτω καὶ ἀπὸ τοῦ ὄρω ὀρύω. καὶ πέφηνε τὸ ν πλεονάζειν ἐν τοῖς ῥήμασι, καὶ γίνεται ὀρύνω καὶ πλεονασμῷ τοῦ τ ὀτρύνω· ἔστιν οὖν ὀρύω, καὶ πλεονασμῷ τοῦ ο Βοιωτικῶς ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τὸ υ στοιχεῖον μετὰ τοῦ ο, ἡνίκα τὸ υ οὐχ ὑποτάσσεται φωνήεντι· οἷον, κύνες κοῦνες, καὶ τὸ κῦμα κοῦμα· οὕθω καὶ τὸ εἰλήλυθα καὶ εἰλήλουθα, τὸ πληθυντικὸν εἰληλούθαμεν, καὶ ἐν συγκοπῇ εἰλήλουθμεν· ἡνίκα δὲ οὐχ ὑποτάσσεται τὸ φωνῆεν, οὐ πλεονάζει τὸ ο, εὐχὴ, αὐλή

### ο 270

Ὄρπηξ ὁ κλάδος, παρὰ τὸ ἕρπειν καὶ αὔξειν

### ο 271

Ὀῤῥωδῶ φοβοῦμαι, δέδοικα· παρὰ τὸ ῥῶ ῥώζω ῥωδῶ, ὡς χῶ χάζω χαδῶ· καὶ ἀπὸ τοῦ ἀῤῥωδῶ ὀῤῥωδῶ, παρὰ τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχήν· καὶ εἰς τὸ ἀῤῥωδεῖν καὶ κατωῤῥωδηκότες

### ο 272

Ὄρσεο διεγείρου, ῥῆμα προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ· ὁ κανών· οἱ Ἴωνες τὴν ου δίφθογγον εἰς ε καὶ ο λύουσιν, ὡς ἐν τῷ ἐμοῦ ἐμέο, ὄρσου ὄρσεο, τὸ ῥῆμα ὄρσω, καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ

### ο 273

Ὄρσεο πόθεν; φαμὲν ὅτι ἀπὸ τοῦ ὄρω. καὶ Αἰολικῶς ὄρσω, ὡς κέρω κέρσω, καὶ μετῆλθεν ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ ἐγένετο ὄρσω ὁ ἐνεστὼς, τὸ παθητικὸν ὄρσομαι καὶ ὁ παρατατικὸς ὠρσόμην, τὸ τρίτον ὤρσεο ὡς ἐτυπτόμην ἐτύπτετο, οὕτως ὠρσόμην ὤρσεο, πρὸ τῆς συσταλείσης τῆς ἀρχούσης· ὥσπερ ἐτύπτετο, τὸ δεύτερον ὄρσου· καὶ τὸ προστακτικὸν ὄρσου καὶ Ἰωνικῶς ὄρσεο

### ο 274

Ὀρταλίζεις ἔστι ὄρω ῥῆμα βαρύτονον, ἔνθεν τὸ, ὅτε τ’ ὤρετο μητίετα Ζεὺς· ὄνομα ῥηματικὸν ὀρτός· τὸ δὲ ὀρτὸς ποιεῖ ῥῆμα ὀρτίζω, καὶ προσελθόντος τοῦ αλι, ἐποίησεν ὀρταλίζω, δηλοῖ δὲ τὸ ἀναῤῥίπτειν τὰ νήπια τῶν παιδίων, οἷον, ὀρούειν ποιεῖν ἐχρῶντο· χρῶντο δὲ καὶ ἐπὶ τοῦ ἄλλην ἥντιναοῦν ποιεῖσθαι κίνησιν· τὸ δὲ ἀμορτάλιζες παρὰ Ἀριστοφάνῃ οἷον ἐκουφίσθης

### ο 275

Ὀρτάλιχος παρὰ τὸ γλύχεσθαι καὶ τὸ ὀρούειν καὶ πέτεσθαι, ὀρτάλιχος, ὅ ἐστιν ὁ ὁρμητικὸς· παράγωγον ὄρταλις καὶ Αἰολικῶς ὀρτάλιχος

### ο 276

Ὀρσοθύρη θυρὶς, δι’ ἧς εἰς ὑπερῷον ὑπάρχει ἀνάβασις· παρὰ τὸ ὄρω ὃ σημαίνει τὸ διεγείρω, ὁ μέλλων Αἰολικῶς ὄρσω, καὶ τὸ θύρα, ἐξ αὐτοῦ ὀρσοθύρη

### ο 277

Ὄρχατος ἡ ἐπιευθεῖα φυτεία· παρὰ τὸ δι’ αὐτῆς ἡμᾶς ἔρχεσθαι

### ο 278

Ὀρχὸς ὅπου ἐντίθεται τὸ φυτὸν, ὄρυχός τις ὤν

### ο 279

Ὀρτυγομήτρα παρὰ τὸ ὄρτυξ ὄρτυγος· τὸ δὲ ὄρτυξ, παρὰ τὸ ὄρω τὸ διεγείρομαι

### ο 280

Ὀρυγμαδὸς ὁ ἐκ τοῦ πλήθους γινόμενος ἄσημος ἦχος

### ο 281

Ὀρφανὸς ὁ ῥιφθεὶς ἀπό τινος, ἢ ἀπὸ πατρὸς ἢ ἀπὸ μητρὸς· ἢ παρὰ τὸ οἶος, ὃ σημαίνει τὸν μόνον καὶ τοῦ φαίνω, γίνεται οἰοφανὸς καὶ ὀρφανὸς, ὁ μόνος φαινόμενος, καὶ γονεῖς μὴ ἔχων· ἢ παρὰ τὸ ὄροφος, ὀροφανὸς καὶ συγκοπῇ ὀρφανός· ἢ παρὰ τὸ ὀρφνὸν ὃ σημαίνει τὸ σκοτεινόν· ἢ παρὰ τὸ ἁρπάζω, ἁρπανὸς καὶ ὀρφανὸς, οὗ τινος οἱ γονεῖς ἡρπάγησαν

### ο 282

Ὀρφνὴ νὺξ, σκοτία, παρὰ τὸ ἐρέφω τὸ σκέπω, ὀροφὴ ἡ σκέπουσα τὸ φῶς

### ο 283

Ὀρφὸς διὰ τὸ ὁρώμενος φεύγειν, ἢ ῥᾷον φεύγει· ἢ τὸ μὲν ρ ἔχει διὰ τὸ ὁρᾶσθαι, τὸ δὲ φ, διὰ τὸ φεύγειν

### ο 284

Ὄρχις ἀπὸ τῆς κατὰ τὴν μίξιν ὀρέξεως

### ο 285

Ὄρχος τὸ μεταξὺ τῶν ἀμπέλων· ἢ ὅπου τίθεται τὸ φυτὸν παρὰ τὸ διέρχεσθαι δι’ αὐτῶν· ἢ τὸ μεταξὺ τῶν φυτῶν ἐπὶ κήπου

### ο 286

Ὀρχήσασθαι παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰς ἑαυτοῦ χεῖρας· ἢ παρὰ τὸ τοὺς ὀρχοὺς ἐν οἷς ἐχόρευον· καὶ ὁ χόρος ὀρχός τις ἔστι· κατὰ μετάθεσιν τοῦ στοιχείου

### ο 287

Ὄρχεις παρὰ τὸ πρὸς ἀφροδίσια παρέχειν ὄρεξιν· ἢ παρὰ τὸ ὀρούειν τὸ μόριον· ἢ οἷον ἔρχυς, εἰς οὓς ἔρχεται ἡ γονή

### ο 288

Ὁρῶ παρὰ τὸ χέω τὸ χωρῶ, καὶ κατ’ ἀποβολὴν τοῦ χ ὁρῶ· καί τι μετέχει; χεόμενον γὰρ τὸ ὀπτικὸν πνεῦμα τὴν ὅρασιν ἀποτελεῖ· δασύνεται· ἀναχωρήσαντος οὖν τοῦ χ, ἔμεινεν ἡ ἀναλογοῦσα τοῦ χ δασεῖα· ἢ ὅτι τὸ ο πρὸ τοῦ ρ ψιλοῦται, ὀρέγω Ὀρέστης, πλὴν τοῦ ὁρῶ, ὁρᾶς καὶ ὅρος ἀρσενικὸν, καὶ ὁρίζω

### ο 289

Ὁρῶ ὁ παρατατικὸς ὥραον ὥραν, ὥραες ὥρας, ὥραε ὥρα· καὶ τὸ προστακτικὸν ὅραε ὅρα, ἐξ οὗ καὶ κόρη ἡ τοῦ ὀφθαλμοῦ

### ο 290

Ὄρωρα ἦλθον ἢ εἶδον, πόθεν; ἔστι ῥῆμα ὁρῶ, ὁ μέλλων ὁρήσω, ὁ παρακείμενος ἐνεργητικὸς ὥρηκα, ὁ μέσος ὧρα· εἴπομεν γὰρ ὡς τὰ περισπώμενα ῥήματα εἰς τὸν μέσον παρακείμενον μίαν ἐνδέουσι τοῦ ἐνεργητικοῦ· ἔστιν οὖν ἀπὸ τοῦ ὁρῶ ῥήματος ὥρα καὶ Ἀττικῶς ὄρωρα

### ο 291

Ὃς ὅστις· ὁ ποιητὴς ποίῳ χρᾶται, τῷ προστακτικῷ ἢ τῷ ὑποτακτικῷ; πάντοτε τῷ προστακτικῷ, χωρὶς εἰ μὴ διὰ τὸ μέτρον πολλάκις τῷ ὑποτακτικῷ· ἐξ οὗ καὶ τὸ ὅσφιν ἐῢ φρονέων

### ο 292

Ὃς οὐκ ἐπορεύθη· τὸ ὃς ἄρθρον ὑποτακτικόν· τὰ δὲ ἄρθρα μὴ ἐπαγομένου ὀνόματος ᾧ συνταγῶσι, μετάγονται εἰς ἀντωνυμικὴν σημασίαν ὁ δὲ ποιητὴς καταχρηστικῶς ἦν ὅ δε δωρεὰν ἀγαθὸς ὑπάρχει. καὶ εἰς τὸ ὅστις

### ο 293

Ὅσιος ἁγνὸς, ὁ τὰ θεμιτὰ πρὸς θεὸν πράσσων· τὸ ὅσιον λέγουσί τινες ἐπίτασίς ἐστι τοῦ δικαίου· κρεῖττον δὲ εἰπεῖν, ὅτι διαφέρει ὅσιον δικαίου· καὶ γὰρ δίκαιος μὲν λέγεται ὁ τὴν ἰσότητα τοῖς ὁμοειδέσι φυλάττων· ὅσιος δὲ ὁ περὶ τὰ θεῖα ἐσπουδακώς

### ο 294

Ὅσιός ἐστιν ὁ ἑαυτὸν διὰ πίστεως καθωσιώσας θεῷ

### ο 295

Ὁσία ἀνακειμένη θεῷ, καθαρά

### ο 296

Ὁσημέραι πάντοτε, καθ’ ἡμέραν, ὅσαι ἡμέραι

### ο 297

Ὄσπριον καθ’ ὑπέρθεσιν τοῦ ο, παρὰ τὸ σπείρω σπερῶ, σπόρεν τι ὂν, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ο ὄσπριον, ὄσπριον δὲ οὐχ εὕρηται

### ο 298

Ὄσσε οὐδέτερον, εὐθείας τῶν δυϊκῶν· σημαίνει δὲ τοὺς ὀφθαλμοὺς δυϊκῶς· κλίνεται τὸ ὄσσος τοῦ ὄσσεος καὶ ὅσσους· ἡ εὐθεῖα τῶν δυϊκῶν ὄσσεε, ἀφαιρέσει τοῦ ἑνὸς ὄσσε· γέγονε δὲ παρὰ τὸ ὄπτω, τὸ βλέπω, Αἰολικῶς ὄσσω, ὡς κόπτω κόσσω καὶ πέττω πέσσω· κλίνεται δὲ ἀρσενικῶς, ὁ ὄσσος ὥσπερ ὁ κότος

### ο 299

Ὄσσε οἱ ὀφθαλμοὶ, παρὰ τὴν ἔσον καὶ βουλὴν τῆς ὄψεως

### ο 300

Ὄσσω τὸ μαντεύομαι, ἐκ τοῦ ὄπτω, παρὰ τὸ εἶναι κενὰ ὄσσα, τουτ’ἔστι τὰ ὄμματα· πόθεν τὸ ὀσσόμενος; ἀπὸ τοῦ ὄπτω· καὶ οἱ Αἰολεῖς τὰ εἰς πτω ῥήματα εἰς δύο σς τρέπουσι, γέγονε δὲ ὄσσω, τὸ παθητικὸν ὄσσομαι, καὶ ἡ μετοχὴ ὀσσόμενος

### ο 301

Ὀσπήτιον παρὰ τὸ ὀπὰς ἐκποιεῖν

### ο 302

Ὀστέον παρὰ τὸ τῆς στάσεως αἴτιον εἶναι· τὸ δὲ ο πλεονάζει· ἢ παρὰ τὸ στῶ, στέος, στέον, τὸ αἴτιον τῆς στάσεως καὶ τοῦ σώματος

### ο 303

Ὅστις ὄνομα ἀναφορικόν. συνετέθη δὲ, ἐκ τοῦ ὃς ἄρθρου ὑποτακτικοῦ, καὶ τοῦ τις ὀνόματος ἀορίστου· τὸ γὰρ ἐρωτηματικὸν βούλεται τὸν αὐτὸν τόνον φυλάσσειν· ἢ οὐδέτερον ἔγκλιται· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἀναφορικοῦ

### ο 304

Ὄστερον ὅστρειον ἐν πλεονασμῷ τοῦ ἰῶτα· τὸ ὀστοῦν τοῦ ῥείθρου

### ο 305

Ὄστρακον παρὰ τὸ στερεὰν ἀκὴν ἔχειν ἤγουν ὀξύτητα

### ο 306

Ὀσφὺς λέγεται τὸ τρίτον μέρος τῆς ῥάχεως· ἡ γὰρ ῥάχις τρεῖς ἐπωνυμίας ἔχει· ἡ πρώτη καλεῖται αὐχὴν, ἡ δὲ δεύτερα ἰξὶν, ἡ δὲ τρίτη ὀσφύς· οἱονεὶ ὀστοφυὴς, ὀστωδὴς γὰρ τόπος ἐστί· γίνεται παρὰ τὸ ἶσος καὶ τὸ φύω, ἰσοφύς τις οὖσα· ἢ ὀστοφυὴς ὅτι ὀστώδης, κατὰ συναίρεσιν

### ο 307

Ὀσφὺς ἡ ζώνη, κατὰ δὲ Πλάτωνα ὀσφὺς λέγεται ἡ ψύα, παρὰ τὸ φύειν τὰ παιδία, ἀπὸ τῆς κατιούσης ἐκεῖθεν γονῆς

### ο 308

Ὄσφρησις ἐκ τοῦ ὀσφρῶ ὀσφρήσω, ἐξ οὗ καὶ ὀσφαδόν

### ο 309

Ὅταν δύο μέρη λόγου εἰσὶ, ἐκ τοῦ ὅτε καὶ τοῦ ἂν. καὶ τὸ ὅτε ἐπίῤῥημα ἀναφορικὸν, τὸ ἂν σύνδεσμος παραπληρωματικός

### ο 310

Ὅτι τοῦ διότι διαφέρει· τὸ μὲν γὰρ διότι αἰτίαν δηλοῖ· τὸ δὲ ὅτι, ὅτε μὲν αἰτίαν, ὅτε δὲ βεβαίωσιν· τὸ δὲ διότι αἰτίαν μόνον· αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη, πάντες ἴωμεν· διότι δὲ οὐκέτι

### ο 311

Ὅστις ἐπίορκον · ἀόριστον ὄνομα, πόθεν συνετέθη; ἐκ τοῦ ὃς ἀρθροῦ προτακτικοῦ, καὶ τοῦ τις· σημαίνει δὲ ὅστις· ἀεὶ γὰρ ὁ ποιητὴς τὰ προστακτικὰ ἄρθρα ἀντὶ ὑποτακτικῶν χρᾶται, χωρὶς εἰ μὴ μέτρον κωλύσῃ· Σίσυφος Αἰολίδης, ὃς κέρδιστος γένετ’ ἀνδρῶν, καὶ αἰδοῖος, νεμεσητὸς, ὅ με προέηκε πύθεσθαι. πότε δὲ διὰ τὸ μέτρον προσλαμβάνει τὸ ς, ὃς κακὰ πολλ’ ἔδεσκεν

### ο 312

Ὀτραλέως ὀξέως, ἐνεργῶς· ἔστι ῥῆμα τρῶ τὸ φοβοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεὺς. μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος, καὶ τροπῇ ὀτρεῦς καὶ Ἰωνικῶς ὀτρῆος, ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων, καὶ τὸ ἐπίῤῥημα ὀτρέως· ἢ ὥσπερ παρὰ τὸ κάρπιμος πλεονάζει ἡ αλ συλλαβὴ, καὶ γίνεται καρπάλιμος οὕτω καὶ ᾧδε

### ο 313

Ὀτρηρὸς ὁ γενναῖος καὶ ἄφοβος, παρὰ τὸ τρέω τὸ φοβοῦμαι. τρέω τρετὸς καὶ τρηρὸς, ὁ φοβούμενος, μετὰ τοῦ στερητικοῦ α

### ο 314

Ὀτρυγιᾶς ἔστι τρῶ, ἐκ τούτου γίνεται τρύω, καὶ ἐξ αὐτοῦ τρύγω, καὶ ὁ μέλλων τρύξω, ὁ παρακείμενος τέτρυγα, καὶ ἐξ αὐτοῦ τρύγη, ἐκ τοῦ τρυγῶ τρυγᾶς καὶ τὸ τρυγῶ καὶ εἰς τὸ τρυγίας

### ο 315

Οὐδαμῶς ἐπίῤῥημα μεσότητος· γίνεται παρὰ τὸ οὐδαμὸς ὄνομα, παρ’ ὁ καὶ τὸ οὐδαμόθεν ἐγένετο· ἐκ τοῦ οὖν οὐδαμὸς ἀρσενικοῦ μετήχθη εἰς ἐπίῤῥημα, καὶ γίνεται οὐδαμῶς διὰ τοῦ ω· τὸ δὲ οὐδαμὴ ἀπὸ θηλυκοῦ, ὡς ἄλλος ἄλλη, ἐκεῖνος ἐκείνῃ, ὅθεν ἔχει τὸ ἰῶτα· ἀπὸ δὲ δοτικῆς τὰ τοιαῦτα ἐπιῤῥήματά ἐστι, καὶ δηλοῖ ἀπὸ τοῦ ταύτῃ ἐπιέναι· καὶ οὐχὶ αὐτῇ λέγομεν

### ο 316

Οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν πὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ λέγεται τὸ ἐν τῷ καθόλου, ὅταν λέγομεν, οὐδὲν ἐν κόσμῳ καινόν· τὸ δὲ διὰ τοῦ θ λεγόμενον, ἀνείληπται ἐκ τοῦ οὔτε καὶ τοῦ ἓν, οἷον, οὔτε ἓν οὔτε δύο

### ο 317

Οὐθὲν οὐδὲν ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν οὐδεὶς, σχήματος συνθέτου· καὶ πόθεν συνετέθη; ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ εἷς γίνεται οὐεὶς καὶ πλεονασμῷ τοῦ δ οὐδεὶς, οὐδενός· ὁ κανών· τὰ εἰς εις μονοσύλλαβα ἀρσενικὰ διὰ τοῦ νος κλίνεται, οἷον κτεὶς κτενὸς, δεὶς δενός· κτεὶς δὲ σημαίνει τὸ κτένιον· λοιπὸν καὶ ἐν τῇ συνθέσει τὸν αὐτὸν κανόνα φυλάττουσι, καὶ ἐκ τοῦ τε καὶ τοῦ θεν οὔτε ἓν, οὐθέν. καὶ τροπῇ τοῦ θ εἰς δ, οὐδέν· ἀκινδυνότερόν ἐστι διὰ τοῦ θ

### ο 318

Οὐδὲν ἐκ τῆς οὐ ἀρνήσεως, καὶ τῆς ἕθεν ἀντωνυμίας οὐέθεν· ἰστέον ὅτι τὸ οὐέθεν χωρὶς τοῦ κ εὑρέθη, διὰ τοῦ ὅτι ἐγκλίνεται· τὰ δὲ ἐγκλινόμενα οὐδέποτε προσλαμβάνουσιν· ἐμοῦ, ἤκουσέ μου· ἄλλως δὲ, αἰτία μέν ἐστιν ἡ ἄρνησις τοῦ πλεονασμοῦ, ἀλλ’ οὐ δύναται λήγειν εἰς κ, οὐδέποτε γὰρ λέξις Ἑλληνικὴ εἰς ἄφωνον λήγει· δεῖ οὖν αὐτὸ ἐπιφέρειν τῇ ἑτέρᾳ λέξει· εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν ἔμελλε φυλάττειν ἐν πλεονασμῷ καὶ οὐκέτι ἐνεγκλίνετο

### ο 319

Οὐδενόσωρα οὐδεμίας φροντίδος ἀξία· ἀπὸ τοῦ ὥρα· ὥρα γὰρ ἡ φροντίς

### ο 320

Οὐδὲν διὰ τοῦ δ, καὶ οὐθὲν διὰ τοῦ θ, διαφέρει ὡς ἔφαμεν· οὐδὲν ἐν κόσμῳ καινόν, πᾶσα γὰρ καινοῦ φύσις βαστάζεται. οὐθὲν ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς, οὔθ’ ἓν, οὔτε δύο· τὸ δὲ διὰ τοῦ δ ἀπαρτίζει, διὸ καὶ Ὅμηρός φασιν· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο

### ο 321

Οὐ θήν μιν οὐδαμῶς δὴ αὐτόν· πόσοι τόνοι; δύο· διάτι; ἡνίκα εὑρεθῶσιν ἐγκλιτικὰ ἐφεξῆς ἀλλήλων κείμενα, πολλαὶ ἔσονται καὶ παράλληλοι ὀξεῖαι· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον

### ο 322

Οὐκ ἀπόχρη οὐκ ἀρκεῖ

### ο 323

Οὐκ ἐφίενται οὐκ ἐπιθυμοῦσιν

### ο 324

Οὐκ ἄμοιρος οὐκ ἀμέτοχος, οὐκ ἐκτός

### ο 325

Οὐκ ἐφάτην οὐκ εἶπον, δυϊκῶς

### ο 326

Οὐκ ἐπιλήσομαι οὐκ ἐπιλάθομαι

### ο 327

Οὐκ ἦν οὐκ ὑπῆρχον, ἐκ τοῦ ἔω τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦον, ἦες, ἦε· καὶ κατὰ κράσιν τοῦ ε εἰς η μακρὸν, καὶ πλεονασμῷ τοῦ ν ἦν

### ο 328

Οὐκὶ οὐχὶ, ἐπίῤῥημα ἀρνήσεως· καὶ οἱ Ἴωνες ἀντὶ τῶν δασέων τοῖς ψιλοῖς χρῶνται· τὸ γὰρ ἀφικόμεθα, ἀπικόμεθα ἐκεῖνοι, καὶ τὸ εἴληφα, ἀπείληφα, ἐκεῖνοι ἀπείληπα λέγουσιν· οὕτω καὶ τὸ οὐχὶ, ἐκεῖνοι οὐκὶ λέγουσιν

### ο 329

Οὔκουν ἐπίῤῥημα ἀρνήσεως ἀντὶ τοῦ οὐδαμῶς

### ο 330

οὐκοῦν διαφέρει· οὔκουν μὲν ἀποφαντικῶς ἀντὶ τοῦ οὐδαμῶς· περισπώμενον δὲ συλλογιστικὸς σύνδεσμος καὶ σημαίνει ἀπόφασιν

### ο 331

Οὐλὴ παρὰ τὸ οὔλετε ἀντὶ τοῦ ὑγίανε, καὶ μέγα χαῖρε, θεοὶ δὲ τε ὄλβια δοῖεν

### ο 332

οὐλοχῦται παρὰ τὸ ὅλον, ὡς πρὸς τὰς ἀλημεσμένας κριθάς

### ο 333

Οὐλαμὸν τάξιν στρατιωτικὴν ἢ ἄθροισμα, παρὰ τὸ θορυβεῖν καὶ λαβεῖν, κατ’ ἀντίφρασιν, οὐλαμὸς ὁ πολλὰ λαλῶν· καὶ οὐκάλαμος καὶ σιωπητικός

### ο 334

Οὐλὴ τὸ ὑγιασθὲν τραῦμα καὶ φαινόμενον· ἄλλοι δὲ ἐπιπόναιον ἕλκος

### ω 3

ὠτειλὴ διαφέρει· οὐλὴ μὲν γάρ ἐστιν, ἡ ἐκ παλαιοῦ τραύματος ὑγιασμένη πλήγη· ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα· καὶ Ὅμηρος δὲ τετήρηκε τὴν διαφορὰν εἴπων· οὐλὴν δ’ αὐτὴν ἔρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς

### ο 335

Οὐλομένην ὀλεθρίαν, ὄνομα μετοχικὸν, ἀπὸ τοῦ παθητικοῦ τοῦ οὐλομένου· ἡ αἰτιατικὴ οὐλομένην· γίνεται ἀπὸ τοῦ ὀλῶ, ὀλέσω, ὀλουμένην καὶ ἐν ὑπερβιβασμῷ οὐλομένην· οὐκ ἀπὸ τοῦ οὔλω, καθώς τινες φασὶν· οὐδὲν γὰρ διὰ τὸ ουλω βαρύτονον, πλὴν τοῦ βούλω· ἢ παρὰ τὸ ὄλω τὸ ἀπολλύω, κατὰ πλεονασμὸν τοῦ υ· εἶπε δὲ ἀντὶ τοῦ ἐπιθετικοῦ ὀνόματος τὸ οὐλομένην· ὡς γὰρ τ’οὐναντίον ἐπὶ τῆς ψάμμου κυανέην, ὃ καὶ χωρὶς τοῦ ἰῶτα γράφονται, σημαίνει γὰρ ψάμμον κυανίζουσαν· γέγονε δὲ ἀπὸ μετοχικοῦ ὀνόματος, ὥσπερ καὶ τὸ ἠγμένοι καὶ τὸ ἐρώμενον, ὑπὸ δίωνος ἀπολύτως δὲ λεγόμενα λαμβάνει ὀνόματα σύνθετα· καὶ ἄλλως. ἔστιν ὄλλω τὸ ἀπόλλω· τοῦτο γὰρ ὀλῶ ὀλεῖς, ὀλεῖ, πρώτης συζυγίας τῶν περισπωμένων· ἢ παρὰ τὸ ἐλῶ τὸ φονεύω, ὀλῶ, ὡς πέλω τὸ ὑπάρχω, πολῶ, μένω μονῶ, πέτω ποτῶ, ὀλῶ οὗ ὁ μέλλων ὀλέσω καὶ ἡ μετοχὴ παθητικὴ τὸ θηλικὸν ὀλουμένη· καὶ ἔστιν ἡ μετοχὴ ἀντὶ ὀνόματος, καὶ τ’οὐναντίον εὑρεῖν ἀντὶ μετοχῆς, οἷον ψάμμῳ κυανέῃ, ἀντὶ τοῦ κυανίζουσα

### ο 336

Οὐλομένην παρὰ τὸ ὄλλω τὸ φθείρω, ὀλέσω, ὤλεσα, ὁ β ἀόριστος ὦλον, ὁ παθητικὸς ὤλην, ὁ μέσος ὠλόμην, ἡ μετοχὴ ὀλούμενος καὶ ὑπερθέσει τοῦ διχρόνου οὐλομένην

### ο 337

Οὖλος σημαίνει τὸν ὑγιῆ καὶ ὁλόκληρον, καὶ τὴν κριθὴν καὶ τὴν τρίχα· καὶ οὐλὴ ὀξυτόνως, τὸ ὑγιασθὲν τραῦμα καὶ φαινόμενον· καὶ οὖλον ἡ συνέχουσα τοὺς ὀδόντας σὰρξ· καὶ οὖλον τὸ ἁπαλόν

### ο 338

Οὐλοχύτας τὰς πεφρυγμένας κριθὰς καὶ ἐπιχομένας, ἐκ τοῦ οὔλη βαρυτόνου, ὃ σημαίνει τὴν κριθήν· τοῦτο ἐκ τοῦ οὖλος, σημαίνει δὲ τὸν ὁλόκληρον, ὥσπερ ἄρτον οὖλον ἑλὼν· καὶ ἐξ αὐτοῦ οὔλη· πρὸ τοῦ εὑρεθῆναι γὰρ τὸν δημητριακὸν καρπὸν, τὸν σῖτον, ὁλοκλήρους τὰς κριθὰς ἤσθιον· γίνεται δὲ οὖλος, ἐκ τοῦ ὅλος πλεονασμῷ τοῦ υ, ὅλος γὰρ ὁ ὁλόκληρος. καὶ οὔλη βαρύτονον ἐπὶ τῆς κριθῆς· οὐλὴ δὲ ὀξύτονον τὸ ὑγιασθὲν τραῦμα καὶ φαινόμενον· καὶ λοιπὸν ἐκ τοῦ ὀλῶ καὶ τοῦ χύω γίνεται ὀλοχύτης· τὸ λο μικρὸν, ὥς ἐστι κανὼν ἐν τῷ βουληφόρος

### ο 339

Οὐ μέν πως τὸ μὲν ὀξύτονον, ἐπειδὴ αἱ ὀξυνόμεναι λέξεις αἱ διὰ τὴν συνέπειαν, τρέπουσι τὴν ὀξεῖαν εἰς βαρεῖαν· ἐπιφερομένου ἐγκλιτικοῦ μορίου τὴν ἰδίαν φυλάττουσι τάσιν· Ζεὺς δ’ ἐπεὶ οὖν· Ζεύς με μέγα Κρονίδης· καὶ οὐ μέν πως πάντες βασιλῆες, τὴν γὰρ βαρεῖαν πάλιν εἰς ὀξεῖαν μετήνεγκε

### ο 340

Οὐ μὴ ἀναστήσωσι · πολλάκις εἰρήκαμεν, ἡ οὐ ἄρνησις μετὰ τῆς μὴ εὑρισκομένης, ὑποτάσσει. ὡς τὸ οὐ μή μου νίψης τοὺς ποδὰς, καὶ οὐ μὴ ἀναστήσωσι

### ο 341

Οὕνεκα σύνδεσμος αἰτιολογικὸς, ποίου σχήματος; ἁπλοῦ· ἔχει δὲ ἔννοιαν συνθέτου, ἀντὶ τοῦ οὗ τινος εἵνεκα· ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἐν ἀνταποδόσει παραλαμβανόμενα ἁπλᾶ καθεστήκασι, οἷον, τέως ἕως, τόσος ὅσος· τὸ οὖν οὕνεκα ἐν ἀνταποδόσει τούτου παραλαμβανόμενον λέγομεν τοὔνεκα, τούτου χάριν ἐν ἁπλότητι καθεστήκασι· τὸ δὲ τοὔνεκά ἐστι σύνδεσμος ἀνταποδοτικός

### ο 342

Οὐνογούνδουρος ὄνομα, κούντουρος· κουντουρίζω δὲ ὅλως ἡλιγάλιθος, κάκοσμος, δυσθέωρος, πολύορκος, βουλευτοτόλμηρος, σύντομος, τρεπτὸς, μιαρώτατος, αἰσχρότατος, ἕτοιμος εἰς ἔφοδον

### ο 343

Οὔπω ἐπίῤῥημα ἀρνήσεως, συνετέθη ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ πω παραπληρωματικοῦ συνδέσμου. διάτι ὀξύνεται; μακρὰ πρὸ μακρᾶς οὐ περισπᾶται· οὔπω, ποίου μέρους λόγου ἐστὶν; συνδέσμου· συντάσσεται δὲ τῇ οὐ ἀποφάσει, καὶ τῇ μὴ ἀπαγορεύσει, οἷον ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δείπνειν τοῦτο αὐτὸ ἀποφαίνεται· οὐ δειπνῶ, ἀπόφασιν ποιεῖται τελείαν· τὸ δὲ μήπω περιπατεῖν τῶν προσκαίρων ἀπαγόρευσιν, οὐ πράγματος δηλοῖ· ὑπισχνεῖται δὲ μέλλων ἕπεσθαι· σεσημείωται παρέλκων ἐνταῦθα κείμενον· σὺ δ’ οὔπω πάντες μάκαρες θεοὶ λελάθοντο

### ο 344

Οὐρανόθι ἐκ τοῦ οὐρανοῦ· ἔστιν ἐπίῤῥημα τοπικὸν, τὸ νο μικρόν· κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς θι ἐπιῤῥήματα, τὴν παραλήγουσαν θέλουσι φυλάττειν τῶν εἰς θεν ἐπιῤῥημάτων· οἷον Ἰλιόθεν, Ἰλιόθι, ἀβυδόθεν, ἀβυδόθι· κανὼν ἐστὶν ὁ λέγων· τὰ εἰς θεν ἐπιῤῥήματα παράγωγα τὴν τῶν πρωτοτύπων φυλάττουσι γραφήν· οἷον, ἔστιν ἠὼς, καὶ σημαίνει τὴν ἡμέραν, καὶ γράφεται διὰ τοῦ ω, καὶ κατὰ παραγωγὴν γίνεται ἠῶθεν, καὶ φυλάττει ἡ παραγωγὴ τὴν τοῦ πρωτοτύπου· καὶ Ὅμηρος· ἠῶθεν δ’ Ἰδαῖος ἴτω κοίλας. πάλιν ἔστιν ἕως, καὶ κατὰ παραγωγὴν γίνεται ἑῶθεν καὶ γὰρ τὸ ω ἐκ τοῦ πρωτοτύπου· καὶ πάλιν, ἔστιν Ἴλιος, καὶ γράφεται τὸ ο μικρὸν, καὶ κατὰ παραγωγὴν Ἰλιόθεν, καὶ φυλάττει τὴν τοῦ πρωτοτύπου γραφήν· οὕτω καὶ οὐρανὸς, οὐρανόθεν καὶ ἐξ αὐτοῦ οὐρανόθι· διάτι προπαροξύνεται; τὰ εἰς θεν ἐπιῤῥήματα, τῷ ο παραληγόμενα, πρὸ μιᾶς συλλαβῆς τὸν τόνον ἔχουσιν· οἷον κυκλόθεν, ἀβυδόθεν, οὐρανόθεν, Ἰλιόθεν· χωρὶς τῶν ἐπιμεριζομένων, οἷον ἑκάστοθεν, ἑκάτοθεν, ἔνδοθεν· τούτοις συνεξηκολούθησε καὶ τὸ προπάροιθεν, κατὰ πλεονασμὸν τοῦ ι γενόμενον

### ο 345

Οὐρανὸς ὁρᾶται νοερῶς· ἢ παρὰ τὸ ὁρῶ τὸ φυλάσσω· ἢ οὐρανὸς τουτ’ἔστιν ὅρασις νοῦ· ἢ διὰ τὸ ὁρᾶσθαι ἄνω, ἡ ὅρασις ἄνω κειμένη· ἢ παρὰ τὸ ὁρῶ τὸ βλέπω, ὁ πᾶσιν ὁρώμενος ἤτοι φαινόμενος, ὁρανὸς καὶ ἐν πλεονασμῷ τοῦ υ οὐρανός· καὶ ὤφειλε δασύνεσθαι, ἐπεὶ ἀπὸ τοῦ ὁρῶ γίνεται· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ υ πλεόναζον ψιλοῦται τὰ πρὸ ἑαυτοῦ φωνήεντα, οἷον ὄρος, οὖρος ἕκηλος, εὔκηλος, ἕαδε εὔαδε

### ο 346

Οὐρανὸς παρὰ τὸ ἄνω φέρειν τὸν νοῦν· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι τὸν νοῦν

### ο 347

Οὐρῆας ἡμιόνους, παρὰ τὸ ὄρος ὀρεὺς, ἡνίοχος ἡνιοχεύς· λέγεται γὰρ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι, κατὰ πλεονασμὸν τοῦ υ οὐρεὺς καὶ ἡ γενικὴ οὐρέος καὶ Ἰωνικῶς οὐρῆος· καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν οὐρῆας, παρὰ τὸ οὐρώδη σπόρον ἔχειν, ἣν καὶ Ἀριστοτέλης ἱστορεῖ τεκεῖν

### ο 348

Οὐριοδρομήσαντες εὐφόρου ἀνέμου πλεύσαντες· οὖρος γὰρ ὁ εὔφορος ἄνεμος, καὶ ἡ διὰ θαλάσσης ὁδός· λέγεται δὲ οὖρος καὶ ὁ φύλαξ καὶ εὐθυντήρ

### ο 349

Οὖρος ὁ ἄνεμος, παρὰ τὸ ὁρούειν, καὶ ὁρμῆς αἴτιον εἶναι· οὖρος δὲ ὁ φύλαξ, παρὰ τὸ οὐρῶ τὸ φυλάσσω, ὁ ἐπὶ τῶν ὀρείων τετάγμενος καὶ προορῶν· λέγεται δὲ φρουρὸς οἷον πρόορός τις ὢν, καὶ συναιρέσει προυρὸς καὶ φρουρός

### ο 350

Οὖρος τὸ τοῦ ἀνθρώπου, καὶ οὖρος τὸ ὅρος τῆς γῆς, ἀμφότερα δὲ οὐδέτερα

### ο 351

Οὐροὺς τὰ νεώρια, ἤγουν οἱ ὀλκοὶ, παρὰ τὺ ὀρούω ὀρούσω καὶ κατ’ ἀποβολὴν τοῦ ω ὀροὺς, καὶ πλεονασμῷ τοῦ υ οὐρούς· δι’ αὐτῶν γὰρ ἐγείρονται καὶ καθέλκονται αἱ νῆες εἰς τὴν θάλασσαν· καὶ Ὅμηρος· οὐροὺς ἐξεκάθαιρον νηῶν

### ο 352

Οὖς διάτι οὐ κλίνεται; οὐδέποτε ὄνομα οὐδέτερον εἰς ους λῆγον πλὴν τοῦ οὖς· τοῦτο δὲ ὡς μονῆρες ὂν, καὶ μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον

### ο 353

Οὐρανιῶνες φυλάττει ὥσπερ ὄνομα καὶ ἔστιν εὐθείας τῶν πληθυντικῶν

### ο 354

Οὐκ ᾔδειν · εἴδω ὁ μέλλων εἴσω, ὁ παρακείμενος οἶδα, ὁ ὑπερσυντελικὸς ᾔδειν καὶ διαιρέσει τῆς οι εἰς ἦτα ᾔδειν

### ο 355

Οὖσα ὑπάρχουσα, παρὰ τὸ οἴσω τὸ κομίζω, οἶσον οὐδετέρως, καὶ τροπῇ τοῦ ι εἰς υ οὖσον, ἐν ᾧ κομίζεται ἡ ναῦς· οἱ δ’ οὖσα γρώνης εὐγάληνα χερμάδος

### ο 356

Οὐσία ὡς οὖσα κάλλιστος, τοῦ τυχόντος ὕπαρξις· ἢ ὡς ἀδιάπτωτος μένουσα· ἢ παρὰ τὸ ὦ μονοσύλλαβον ῥῆμα, τὸ σημαῖνον τὸ ὑπάρχω, οὗ ἡ μετοχὴ ὢν ὄντος, καὶ τὸ θηλυκὸν οὖσα, καὶ πλεονασμῷ τοῦ ἰῶτα οὐσία, ἡ οὖσα ἀεὶ καὶ ὑπάρχουσα, ὥσπερ παρὰ τὸ γέρων γέροντος, γερουσία ἡ ἐντιμοτής, καὶ γερούσιος ὁ ἔντιμος· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ια παροξύτονα θηλυκὰ, διὰ τοῦ ἰῶτα γράφεται· οἷον μετουσία, γερουσία, παῤῥησία, παρουσία, ἀφθαρσία

### ο 357

Οὖσον τὸ σχοινίον, τὸ ἐξ οἴας πλακέν. τινὲς οὖσα ἐκάλεσαν, τὰ τὴν ναῦν οὐκ ἐῶντα σείεσθαι

### ο 358

Οὐχ ἥκιστα λίαν, πάνυ, ἢ μάλιστα

### ο 359

Οὐτιδανοῖσιν ἀσθενέσιν, οὐδένος λόγου ἀξίοις· δύο εἰσὶν εἰς ος σύνθετα, οὐτιδανὸς οὐτιδανὴ, καὶ μηδαμινὸς, μηδαμινή· καὶ τὸ μὲν οὐτιδανὸς γέγονε παρὰ τὸ οὖτις οὔτιδος, συγκειμένου τοῦ ὃς καὶ τοῦ τίς· τὸ δὲ μηδαμινὸς γέγονεν ἀπὸ τοῦ μηδαμοῦ, ὅπερ σύγκειται ἀπὸ τῆς μη ἀπαγορεύσεως, καὶ τοῦ δαμὸς, τῷ ἰσοδυναμοῦντι τῷ τίς· ἐξ οὗ καὶ τὸ ἐπίῤῥημα μηδαμῶς· διότι ἀπολογούμεθα ὑπὲρ αὐτοῦ, ὅτι παρασύνθετά εἰσι τὸ μηδαμινὸς καὶ οὐτιδανός· καὶ διὰ τοῦτο καὶ τῷ θηλυκῷ ἐνήλλαξε καὶ γέγονεν εἰς δύο· τὰ κοινὰ τῷ γένει σύνθετά εἰσι

### ο 360

Οὔτις οὐδεὶς, τὸ οὐ ἐπίῤῥημα ἀρνήσεως, τὸ τὶς ὄνομα. τὸ δὲ Οὖτις ἐπὶ τοῦ Ὀδυσσέως ἀντὶ ὀνόματος κυρίου παραλαμβάνεται, καὶ ἔστιν ἓν μέρος λόγου, καὶ προπερισπᾶται

### ο 361

Οὗτος ἀντωνυμία μονοπρόσωπος· τέσσαρες γὰρ εἰσὶ μονοπρόσωποι ἀντωνυμίαι. οὗτος, αὐτὸς, ἐκεῖνος καὶ ὅδε· καὶ ὁ δεῖνα κατὰ παραγωγήν· τὸ δὲ δεικτικὸν οὑτοσί· τὸ γὰρ οὑτοσὶ, ἐκεινοσὶ καὶ ὧδε γίνεται κατ’ ἐπέκτασιν τοῦ ἰῶτα πρὸς ἐμφανισμὸν πλείονος δείξεως· ἡ δὲ αὐτὸς στερηθεῖσα τῆς δείξεως, ἐστερήθη καὶ τῆς διὰ τοῦ ἰῶτα ἐπεκτάσεως· οὕτω καὶ ἡ κλητικὴ ὦ οὗτος Ἀττικῶς· ὁμοίως καὶ τὸ ἐκεῖνος· ἡ δὲ αὐτὸς κλητικὴν οὐκ ἔχει· ἡ δὲ οὗτοι καὶ ἐκεῖνοι ἀντιδεκτικοί εἰσιν, ἡ δὲ αὐτὸς ἀναφορὰν δηλοῖ· ἐναντία δέ ἐστιν ἡ δεῖξις τῆς ἀναφορᾶς

### ο 362

οὑτοσὶ διαφέρει, τὸ μὲν γὰρ σὺν τῷ ἰῶτα δεικτικὸν μόνον· τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν· ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ ἐπὶ τουτονί

### ο 363

Οὕτω ἐπίῤῥημα μεσότητος· τοῦτο οὐκ ἔστιν ἀπὸ τῆς γενικῆς· σεσημείωται γὰρ τοῦτο ἀπ’ εὐθείας γίνεσθαι· εἰ γὰρ ἀπὸ τῆς γενικῆς, ὤφειλεν εἶναι τούτως, ἐκ τοῦ εἰπεῖν τὸν τεχνικόν· τὸ δὲ ὥς ὀξύνεται, ἐπειδὴ ἀπὸ τοῦ ὃς γέγονε· καὶ τὰ ὅμοια· καὶ ὅτε ἐπιφέρεται σύμφωνον ἐξέρχεται τὸ ς, καὶ ὅτε φωνῆεν φυλάττει. οὐδέποτε δὲ ἐπιφερομένου φωνήεντος ἐκβέβληται τὸ ς. ποῖον ἐστιν ἀναλογώτερον, τὸ οὕτως ἢ τὸ οὕτω; καὶ λέγομεν τὸ οὕτως· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιῤῥήματα, εἰς ως λήγειν ὠφείλουσιν, οἷον καλὸς καλὴ καλὸν, καλῶς, ὅταν δὲ μὴ τριγενὲς ᾖ εἰς ω λήγουσιν, οἷον κύκλος κύκλῳ, πρὸς πρόσω· εἴδομεν οὖν εἰ τοῦτο τριγενὲς, οὗτος οὗτοι αὗται, ταῦτα οὕτως ἄρα τὸ ἀνάλογον· τὸ δὲ οὕτω κατ’ ἔλλειψεν τοῦ ς κατὰ δεύτερον λόγον· ὅτι τὰ εἰς ω λήγοντα ἐπιῤῥήματα οὐδέποτε φύσει μακρᾷ παραλήγεται, οἷον ἄνω κάτω πρόσω, ἔξω, ἄφνω, πλὴν τοῦ εἴσω· οὕτως ἄρα τὸ οὕτω κατὰ πάθος

### ο 364

Οὐτῶ τὸ ἐγγύθεν τῷ δόρατι βάλλω

### ο 365

Οὐχ ἥττους οὐκ ἐλάττονας

### ο 366

Οὐχ ἁπλῶς οὐχ ὡς ἔτυχεν, οὐκ ἀκόρως

### ο 367

Οὐχ ὅπως οὐχ ἵνα, οὐδαμῶς

### ο 368

Ὀφείλω τὸ χρεωστῶ, ἐπὶ ἐνεστῶτος διὰ δίφθογγον· ὁ μέλλων ὀφελῶ, ὁ β ἀόριστος ὤφελον καὶ ὁ πρῶτος ὤφειλα· ἐκ τούτου δὲ κατὰ συγκοπὴν ὀφλῶ ὀφλήσω, ὤφληκα, ὤφλημαι, ὄφλημα

### ο 369

Ὀφείλημα χρεοὺς διαφέρει· ὀφείλημα ἔστι δημόσιον χρεὸς θεῷ ὀφειλόμενον ἢ βασιλεῖ· χρεὸς δὲ τὸ ὀφειλόμενον ἰδιωτικῷ· ἢ τὸ ἰδιωτικὸν δάνειον

### χ 2

χρεὸς διαφέρει· ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δήμῳ ὀφειλόμενον· χρεὸς δὲ τὸ ἰδιωτικὸν δάνειον

### ο 370

Ὀφείλημα παρὰ τὸ ὀφέλλειν, ὅ ἐστιν αὔξεσθαι, τὸ δάνειον τὸ αὐξανόμενον τόκῳ· ὀφέλλω σημαίνει τὸ αὐξάνω

### ο 371

Ὀφειλὴ διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ ὀφειλόμενον. παρὰ γὰρ τὸ ὀφείλω γέγονε

### ο 372

Ὄφελος ποίᾳ ἐγκλίσει συντάσσεται; καὶ λέγω ὅτι ἀπαρεμφάτῳ· κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὸ ὄφελος ἄπτωτόν ἐστι· σημαίνει δὲ δύο· ἔστιν εὐχῆς σημαντικὸν, καὶ ῥῆμα· οὐ κλίνεται δὲ· ἐπειδὴ δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι τὰ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς οὐκ εἰσὶν οὐδέτερα ὁ δὲ ἕτερος λέγει τὰ διὰ τοῦ ελος οὐδέτερα δισύλλαβά εἰσιν, οἷον σκέλος, βέλος, μέλος, τέλος· τοῦτο δὲ ὡς ὑπερβᾶν τὴν δισυλλαβίαν, καὶ μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον

### ο 373

Ὀφθαλμὸς ὅρασις θολουμένη, τομῶς ἤγουν χαλεπῶς· ἢ παρὰ τὸ ὦφθαι λίαν καὶ τόμως· ἢ διὰ τὸ ὁρᾷν φῶς

### ο 374

Ὄφις παρὰ τὸ ὄπτω, ὀπτικὸν γὰρ τὸ ζῶον· ἢ παρὰ τὸ ἰὸς καὶ ἐν ὑπερθέσει ὄϊς καὶ πλεονασμῷ τοῦ φ ὄφις· ὁ γὰρ ὄφις ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς· ἢ ὡς ἂν εἴπῃς ὁ φήσας, ἤγουν τῇ γυναικὶ λαλήσας· ἐλάλησε γὰρ τῇ εὔᾳ

### ο 375

ὀφείλειν διαφέρει· ὀφλεῖ μὲν γάρ τις ἐπὶ τῇ καταδίκῃ· ὀφείλει δὲ τὶς, ὡς καὶ ἡμεῖς φαμὲν ἐκδεχόμενοι

### ο 376

Ὀφιόδηκτος ἐν τοῦ ὄφις καὶ τοῦ δήκω τὸ δάκνω

### ο 377

Ὀφλῶ χρεωστῶ, παρὰ τὸ ὀφείλω συγκόπτεται

### ο 378

Ὀφρυάζοντο ὀφρυάζειν λέγεται τὸ ταῖς ὄφρυσι νεύειν, ἀπὸ τοῦ ὀφρυάζω· τοῦτο παρὰ τὸ ὀφρύς· δηλοῖ δὲ τὴν προσβολὴν ὅτου δήποτε τόπου καὶ τῶν ὀρέων καὶ ἡμῶν τῶν ὀψέων· συντάσσεται μετὰ δοτικῆς

### ο 379

Ὀφρῦες λέγονται ἤτοι ὠπόρυες, παρὰ τὸ φρουρεῖν τὰς ὦπας, ἀπό τε τῶν ὄμβρων καὶ τῶν ὕπερθεν ἱδρώτων, ὡς μὴ ἐπ’ αὐτοὺς φέρεσθαι· ἢ παρὰ τὸ φέρω καὶ κατὰ συγκοπὴν φρῶ· ὅθεν καὶ τὸ εἰσφρῶ· ὅπερ γέγονεν ἀπὸ τοῦ πρωΐω, φρῶ, φρῦς καὶ ὀφρῦς· δηλοῖ δὲ καὶ τὴν προβολὴν ὅτου δήποτε τόπου καὶ τῶν ὀρέων ἡμῶν τῶν ὀψέων· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὀρύς· τοῦ φ πλεονάσαντος· οἱ δὲ παρὰ τὸ ὄπτω ὀφῦς καὶ πλεονασμῷ τοῦ ρ ὀφρῦς

### ο 380

Ὀφρῦς παρὰ τὸ τοὺς ὦπας ῥύεσθαι ἤγουν φυλάττειν· ἢ παρὰ τὸ φέρω φορῦς καὶ ὀφρῦς· ψιλοῦται· πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἀφρὸς, ὀφρῦς, ὄφρα· ἢ παρὰ τὸ ὀρούω τὸ φυλάττω, καὶ τὸ ὢψ ὠπὸς. καὶ τὸ ὄροφος, ὀπωρόφοι τινὲς ὄντες, ὄροφοι γὰρ τῶν ὠπῶν· οἱδὲ φασὶ παρὰ τὸ ὄπτω τὸ βλέπω, ὀπρῦς καὶ ὀφρῦς· τὸ ο μικρόν· τὸ ο εἴτε κατ’ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, ἔχον μεθ’ ἑαυτοῦ δύο σύμφωνα ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, διὰ τοῦ ο μικροῦ γράφεται

### ο 381

Ὀφώλια εἰς τὸ ἀποφώλια

### ο 382

Ὄχα ἐπίῤῥημα μεσότητος, ὄχα καὶ ἐξόχα· σημαίνει τὸ ἔξοχον καὶ ἔνδοξον· γέγονε δὲ παρὰ τὸ ἔχω ἔξοχος, καὶ τὸ οὐδέτερον ἔξοχον καὶ ἐξόχα καὶ ἀφαιρέσει τῆς ἐξ προθέσεως ὄχα· ἔστι δὲ ἐπίῤῥημα ὀνομαστικόν

### ο 383

Ὄχ’ ἄριστε πάνυ ἔνδοξε· παρὰ τὸ ἔχεσθαι

### ο 384

Ὄχανον ὁ δεσμὸς καὶ ὁ λῶρος, ἐξ οὗ καὶ ἀποκρέμαται ἡ ἀσπίς· γίνεται δὲ παρὰ τὸ ἔχω, ὃ σημαίνει τὸ κρατῶ καὶ ἐξ αὐτοῦ ῥηματικὸν ἔχανον καὶ ὄχανον

### ο 385

Ὀχέων ἐξοχέων, ἁρμάτων· ἔστι γὰρ τὸ ὄχος, καὶ σημαίνει τὸ ἅρμα, καὶ γίνεται ἐκ τοῦ ἔχω τοῦ σημαίνοντος τὸ ἐλαύνω, καὶ ἐξ αὐτοῦ ῥῆμα ὀχῶ, ὁ μέλλων ὀχήσω, ὄνομα ῥηματικὸν ὄχημα· σημαίνει δὲ τὸ ἅρμα

### ο 386

Ὀχεὺς εἰς τὸ τοκεύς· ἤτοι ὁ συνέχων καὶ σφίγγων τὴν περικεφαλαῖαν

### ο 387

Ὀχῆας ὀχεύς. κατὰ τροπὴν τοῦ ε εἰς ἦτα

### ο 388

Ὀχθήσας ἀγανακτήσας, παρὰ τὸ ἄχω βαρύτονον ἀχθῶ, ἀχθήσω, ἀχθήσας καὶ ὀχθήσας

### ο 389

Ὄχθος τοῦ ποταμοῦ τὸ τεῖχος, ἢ τῆς θαλάσσης· παρὰ τὸ ἔχω ὄχος ὁ ἔξοχος καὶ ὄχθη

### ο 390

Ὄχλος παρὰ τὸ εἵλλω τὸ συστρέφω, εἵλος καὶ ὄχλος· ἢ παρὰ τὴν ὄχλησιν· ἢ παρὰ τὸ ἀχλὺς ἄχλος καὶ ὄχλος, κατὰ τροπὴν τοῦ α εἰς ο. καὶ εἰς τὸ πλῆθος

### ο 391

Ὀχλάζει κινεῖ, ἔνθεν καὶ ὁ μόχλος, ὁ μὴ ἐῶν κινεῖσθαι τὰς θύρας

### ο 392

Ὀχμάζω κρατῶ, ἐκ τοῦ ἔχω τὸ κατέχω παράγωγον ἐχάζω, ὡς κύπτω κυπτάζω, ἔνθα ἐπενθέσει τοῦ μ, ἐχμάζω καὶ τροπῇ τοῦ βραχέος εἰς βραχὺ ὀχμάζω· ὡς ἀλκὴν Ἀλκμάν

### ο 393

Ὄχνη εἶδος δένδρου, καστάνου, κοστομήνου μήλου ἀππιδ

### ο 394

Ὀχμάσας σημαίνει τὸ κρατήσας καὶ κόψας· ἔστιν ἔχω τὸ κρατῷ ὁ μέλλων ἕξω, ὁ παθητικὸς παρακείμενος ἦγμαι, ἐξ αὐτοῦ ὄνομα ἐχμὰς ἐχμάδος, καὶ τροπῇ τοῦ ε εἰς ο ὀχμάδος, καὶ ἐκ τούτου γίνεται ὀχμάζω, ὁ μέλλων ὀχμάσω, ὁ ἀόριστος ὤχμασα· ἡ μετοχὴ ὀχμάσας

### ο 395

Ὀχμὸν παρὰ τὸ ἔχεσθαι ἄλλο ἄλλου φυτοῦ

### ο 396

Ὀχυρὸς παρὰ τὸ ἔχω ἐχυρὸς, καὶ τροπῇ τοῦ ε εἰς ο ὀχυρός

### ο 397

Ὄχθοι αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι

### ο 398

ὄχθαι διαφέρει. ὄχθαι μέν εἰσι χειλῆ ποταμῶν, ὄχθοι δὲ γῆς ἐπαρμάματα

### ο 399

Ὄχνη ἡ ἀχνὰς, οἷον ἀχοὴ, διὰ τὸ μὴ ποτίζεσθαι, ξηρᾷ γὰρ ἥδεται γῇ ἡ ὀπώρα αὕτη· καὶ ἀπίος, ἡ ἥκιστα πινοῦσα

### ο 400

Ὀψάριον παρὰ τὸ ὄψον αἴρεσθαι ἐκ τῆς θαλάσσης, ἢ ὄψον τοῦ ῥείθρου, ἤγουν βρῶσις ὕδατος· ἢ ὅτι ψαῦον αἴρεται, ἤτοι ἐγγίζον τῷ δελέατι

### ο 401

Ὀψὲ βραδέως, παρὰ τὸ τὴν ὥραν ἐπιτήδειαν εἶναι πρὸς ἑσπέραν

### ε 834

ἐσπέρα διαφέρει· ἑσπέρα μὲν ἡ μετὰ τὴν δύσιν τοῦ ἡλίου κατάστασις· ὀψὲ δὲ τὸ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· καὶ ὀψαρότης ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν· καὶ εἰς τὸ ὀψιτέλεστος

### ο 402

Ὀψείω διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ ἐπιθυμίαν ἔχον θεωρῆσαι

### ο 403

Ὄψις παρὰ τὸ ὄπτω, ὄψω, ὄψις

### ο 404

Ὀψία ἀψία ἦν, παρὰ τὸ ἂψ ἰέναι ἀπὸ τῶν ἔργων· καὶ τὸ ἐναντίον κατάστημα πρωΐα δὲ λέγεται, παρὰ τὸ προϊέναι ἐπὶ τὰ ἔργα· Σαπφὼ, φέσπερε πάντα φέρω ὅσα φαινότερα ἐσκέδας’ ἡώς

### ο 405

Ὀψιτέλεστον ὄνομα οὐδέτερον, ἐκ τοῦ ὀψὲ καὶ τοῦ τελεστὸν· τὸ δὲ ὀψὲ ἐκ τοῦ ἂψ, ὃ σημαίνει τὸ εἰς τ’οὐπίσω ἐπαναστρέψαι, ἤγουν πρὸς τὸν οἶκον· ἢ τὸ πάλιν, ἀμφότερα δὲ ἐκ τοῦ ἂψ, ὥσπερ πρωΐα λέγεται, παρὰ τὸ εἰς τὸν οἶκον προϊέναι· οὕτω καὶ ὀψὲ τὸ βραδὺ γίνεται ἐκ τοῦ ἂψ, ὁ εἰς τ’οὐπίσω ἐπαναστρέφων, ἤγουν πρὸς τὸν οἶκον. τὸ δὲ ὀψὲ ὃ σημαίνει τὸν τῆς ἑσπέρας καιρὸν, ἀλλὰ τὸ βραδὺ τοῦ χρόνου ἤγουν τοῦ ὄρθρου· λοιπὸν ἐκ τοῦ ἂψ ὃ σημαίνει τὸ πάλιν, τροπῇ τοῦ α εἰς ο γίνεται ὀψὲ καὶ ἐξ αὐτοῦ γίνεται κατὰ πλασμὸν ὄψι βαρύτονον· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, τὰ εἰς ἰῶτα λήγοντα ἐπιῤῥήματα συνεσταλμένον ἔχοντα τὸ ι, βαρύνεσθαι θέλουσιν, οἷον, ὄφι αὖθι, νόσφι, κεῖθι, μέχρι, ἄχρι, ἄρτι· ὅθεν τὸ χωρὶς ἀποβάλλων τὸ ς, διὰ τὸν κανόνα τοῦτον βαρύνεται, χῶρι γὰρ λέγεται, οὕτως οὖν καὶ ὄψι· πρόσκειται συνεσταλμένον ἔχοντα τὸ ἰῶτα, διὰ τὸ δευρὶ καὶ νυνὶ, ταῦτα γὰρ μακρὸν ἔχει τὸ ἰῶτα, ὁ δὲ κανὼν περὶ τοῦ βραχέος ἐστὶ. σεσημείωται τὸ οὐχί· τοῦτο δὲ ὅτι παραλόγως ἐστὶν, ὥσπερ γὰρ ἀπὸ τοῦ ᾗ, ὃ σημαίνει τὸ ὅπου, ἐπεκτάσει τῆς χι συλλαβῆς γίνεται ᾗχι βαρυτόνως· οὕτω καὶ περὶ τὴν οὐ ἄρνησιν, ἐπεκτάσει τῆς χι συλλαβῆς, ὤφειλεν εἶναι οὐχὶ βαρυτόνως· ἀλλ’ ἐπειδὴ παραλόγως ὠξύνθῃ τὸ οὒ, εἰκότως καὶ μετὰ τῆς χι ἐπεκτάσεως ἡ αὐτὴ παραλογία ἐφυλάχθη· λοιπὸν ἐκ τοῦ ὄψι καὶ τοῦ τέλος γίνεται ὀψιτέλεστος· καὶ ἀναβιβάζει τὸν τόνον· τὰ γὰρ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ κωλύθη· διὰ τὸ λοιγὸς βροτολοιγός· ἔστι γὰρ ὁ φθείρων τοὺς ἄνδρας

### ο 406

Ὄψον σημαίνει τὸ προσφάγιον, ἐκ τοῦ ὀπτῶ γίνεται ὄπτον καὶ τροπῇ τοῦ τ εἰς ς, καὶ κράσει τοῦ πς εἰς ψ ὄψον· τὸ δὲ ὀπτῶ παρὰ τὸ ὄπτω τὸ βλέπω, δεῖ γὰρ βλέπειν συνεχῶς πρὸς τὸ μὴ καίεσθαι τὰ ὀπτόμενα

### ο 407

Ὀψώνιον διὰ τὸ ὄψιν ἤγουν βρῶμα ὠνεῖσθαι

### ο 408

Ὄψον κυρίως λέγεται πᾶν τὸ τῷ πυρὶ κατασκευασμένον, παρὰ τὸ ἐψόν τι ὄν· ἢ παρὰ τὸ ὀπτῆσαι ὠνομασμένον. Τέλος τοῦ Ο στοιχείου. ΑΡΧΗ ΤΟΥ Π ΣΤΟΙΧΕΙΟΥ

### π 11

Παγγενῆ ἐπίῤῥημα μεσότητος· ἐξεβλήθη ἐξ αἰτιατικῆς πτώσεως εἰς ἐπίῤῥημα· ὁ παγγενὴς, τοῦ παγγένεος, καὶ παγγενοῦς, τῷ παγγένεϊ καὶ παγγενεῖ τὸν παγγενέα καὶ παγγενῆ, παρὰ τὸ πᾶν καὶ τὸ γένος, ὅλον τὸν Ἀδὰμ πεπτωκότα

### π 12

Παγεωθεῖσα. ἑδραιωθεῖσα βεβαιωθεῖσα, πιστωθεῖσα, ἀπὸ τοῦ παγιῶ, τοῦτο παρὰ τὸ πάγος, τοῦτο παρὰ τὸ πτήσσω, ὁ δεύτερος ἀόριστος ἔπαγον, καὶ ἐξ αὐτοῦ πάγιος, ὁ πεπηγμένος

### π 13

Πάγνως εἰς τὸ ἐκπάγνως ἐκπαγνῶς

### π 14

Πάγος κρυὸς, πεπηγὸς, παρὰ τὸ πεπῆχθαι εἰς ὕψος

### π 15

Παγὶς ἐκ τοῦ πήσσω, πηγὶς καὶ παγίς

### π 16

Πάγουρος παρὰ τὸ ἐν πάγοις ὀρούειν, ὅ ἐστι φυλάττειν καὶ διατρίβειν

### π 17

Παίανες παρὰ τὸ παύσω παύων καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι. καὶ οὕτω ὁ Δίδυμος

### π 18

Παιδνὸς παρὰ τὸ παίζω· παιδνὸς διφθόγγῳ

### π 19

Πάγχυ παρὰ τὸ πάνυ, καὶ πλεονασμῷ τοῦ χ καὶ τροπῇ τοῦ ν εἰς γ, διὰ τὴν σύνταξιν

### π 20

Πάγουροι παρὰ τὸ οὐρεῖν, ὅ ἐστι φυλάττειν, ἐν τοῖς πάγοις· πάγοι δέ εἰσι κρημνωδεῖς τόποι

### α 1331

ἀντίπαις διαφέρει, παῖς ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ· ἀντίπαις δὲ ὁ ἐκβεβληκὼς τοῦ παιδὸς τὴν ἡλικίαν· καὶ ἤδη πρόσηβος, βούπαις δὲ ὁ μέγας παῖς

### π 21

παιδεία διαφέρει. παιδεία μὲν γάρ ἐστι δύναμις θεραπευτικὴ ψυχῆς· παίδευσις δὲ παιδείας καὶ ἀρετῆς παράδοσις· καὶ ἐκ παιδὸς ἀρετὴ ἐπ’ ἀρετῆς ὁδηγηθεῖσα

### π 22

Παιδεία διὰ τῆς ει διφθόγγου, ὥσπερ παρὰ τὸ μοιχεύω μοιχεία, οὕτω καὶ παρὰ τὸ παιδεύω παιδεία· ἰστέον, ὅτι τὸ παιδεία πολλὰ σημαίνει· σημαίνει γὰρ τὴν παίδευσιν, καὶ τὴν παιδικὴν ἡλικίαν, καὶ τὴν ἀναστροφὴν, καὶ τὴν μίξιν· τὸ γὰρ σημαῖνον παίγνιον διὰ τοῦ ι γράφεται, καὶ παρ’ ἡμῖν ὀξύνεται, οἷον παιδιὰ, παρὰ τοῖς Ἀθηναίοις βαρύνεται, οἷον, παιδία

### π 23

Παῖδα θηλυκῶς κλίνεται, ἡ παῖς

### π 24

παιδάριον καὶ παιδίσκος καὶ παῖς διαφέρει· παιδίον μὲν γάρ ἐστι τὸ τρεφόμενον ὑπὸ τιθήν. παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον· παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ ὤν· παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι

### π 25

Παιδίον διὰ τὸ παιδείας δέεσθαι· καὶ εἰς τὸ γέρων

### π 26

Παίσατε πλήξατε, τύψατε, Ἀττικῶς χορεύσατε, ἢ παίξατε

### π 27

Παιδίον ὅτι τοῦ πατρός ἐστιν ἴδιον

### π 28

Παῖδα παρὰ τὸ πάϊς παῖς παιδὸς, παιδίζω καὶ παίζω· τὸ παι διφθόγγῳ διάτι; ἐκ τοῦ παίζω, ἐξ οὗ καὶ παιδίον· ἢ παρὰ τὸ παίω τὸ τύπτω· τοῖς γὰρ παισὶν ἁρμόζει δαρμός· ἢ παρὰ τὸ παίζειν, παρεπόμενον γάρ ἐστι τοῖς παισί

### π 29

Παιδίσκη καὶ παῖς, παρὰ Ἀττικοῖς θεράπαινα· διαφέρει δὲ, παιδίσκη μὲν γάρ ἐστιν ἡ ἐλευθερὰ, παῖς δὲ ἡ δούλη

### π 30

Παιδίσκης δούλης, παρὰ τὸ παῖς παιδὸς· τοῦτο παρὰ τὸ πάϊς

### π 31

Παῖς ὁ ἐπιτήδειος εἰς τὸ παίεσθαι· καὶ παιδίσκη ἀπὸ τούτου, ἡ τὴν αὐτὴν ἡλικίαν ἔχουσα

### π 32

Παίζω παρὰ τὸ παῖς παιδὸς γίνεται παιδίζω, καὶ συγκοπῇ παίζω· τοῖς γὰρ παισὶν εἴωθεν ἀεὶ τὸ παίζειν

### π 33

Παιπάλη ἄλευρον κριθῆς, εἰς τὸ παληνομένης

### π 34

Παλαιὸς ὁ ἀρχαῖος· πάλεος δὲ ὁ ἄφρων· τίθεται καὶ ἐπὶ τοῦ σκώπτοντος

### π 35

Παῖς παρὰ τὸ βαιὸς βαῖς καὶ παῖς· τρία δέ εἰσι σεσημειώμενα, παῖς, δαῖς, σταῖς, ἅτινα κλίσιν μὲν ἀνε δέξαντο, κανόνι δὲ οὐχ ὑπέπεσον, ἀρσενικὸν ὁ παῖς, θηλυκὸν ἡ δαῖς, σημαίνει δὲ τὴν εὐωχίαν· οὐδέτερον τὸ σταῖς, σημαίνει δὲ τὸ ἄλευρον, καὶ εἰς τὸ γέρων καὶ παιδίσκος

### π 36

Παίων εἴτε ὁ μετρικὸς ποὺς, εἴτε τὸ ἔθνος· οὕτως ἡ παράδοσις. ἐντεῦθεν παρήχθη καὶ τὸ ἐν τῇ κοινῇ λεγόμενον, παρὰ τὸ παίδων

### π 37

Παιωνίσαντες ἀλαλάξαντες, εὐφημήσαντες τὸν παίονα ἐπικαλεσάμενον· ἦν δὲ ἔθνος, καὶ ἐπὶ ἔργου ἀρχόμενον, καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγεται

### π 38

Πάκτα παρὰ τὸ τὰ πάντα κτᾶσθαι

### π 39

Πάλαι ἐπίῤῥημα χρόνου δηλωτικόν· ποτὲ ἀρχηθῆ, ὅπερ καὶ βαρύνεται· καὶ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἶον πρόπαλαι

### π 40

Πάθος παρὰ τὸ πήθω τὸ πανθάνω, ὁ δεύτερος ἀόριστος ἔπαθον καὶ ἐξ αὐτοῦ πάθος

### π 41

Παλαίμων εἰς τὸ Λακεδαίμων

### π 42

Παλαιὸς ἐκ τοῦ πάλαι εἶναι· ἢ διὰ τὸ παλαίων ἤγουν ἐκ χρόνων πολλῶν εἶναι

### π 43

Παλαιστὰς ἀντὶ τοῦ μετρητάς· γίνεται δὲ ἐκ τοῦ πάλλω τὸ κινῶ, ὁ μέλλων παλῶ, ὁ παρακείμενος πέπαλκα, ὁ παθητικὸς πέπαλμαι καὶ ἐξ αὐτοῦ πάλμη, δι’ ἧς ἡ χεὶρ κινεῖται, καὶ ἐκ τούτου γίνεται παλαμη· καὶ ἐξ αὐτοῦ πεπάλακα ὁ παρακείμενος, ὁ παθητικὸς πεπάλαμαι, τὸ τρίτον πεπάλασται, καὶ ἐξ αὐτοῦ παλαιστὸς, καὶ τὸ θηλυκὸν παλαιστή· σημαίνει δὲ τὴν τῶν δακτύλων ὀρδινιαῖαν σύνθεσιν, πελαστή τις οὖσα, ὅτι πέλας συνάγει τὰ ὀστᾶ, τουτ’ἔστι πλησίον τοὺς δακτύλους, παλαστὴ καὶ πλεονασμῷ τοῦ ι παλαιστή· συνάγομεν γὰρ ποιοῦντες αὐτὴν τοῖς δακτύλοις· ἡ αὐτὴ καὶ δογμή

### π 44

Παλαιστίνη ἡ χώρα τοῦ Φιλιστιεὶμ, διὰ τοῦ ἰῶτα γράφεται· ἰστέον ὅτι ἀπὸ τοῦ Παλαιστίνη λέγεται ὁ πολίτης Παλαιστίνος, ὡς Ἀκραγαντῖνος

### π 45

Παλαιστὴ παρὰ τὸ πελάζειν τὰ ὀστᾶ· ἔστι δὲ τετραδάκτυλον μέτρον

### π 46

Παλαμάων πολεμικῶν, αὐτοχείρων· ἡ εὐθεῖα παλάμη παρὰ τὸ πάλλω τὸ κινῶ· ἐτυμολογεῖται παρὰ τὸ πολλοὺς ἀμᾷν, ἐξ οὗ καὶ παλαμαῖος καὶ πλεονασμῷ, τοῦ ν παλαμναῖος· σημαίνει δὲ δύο, ὁ τοὺς αὐτοχειριφονεύσαντας τιμωρούμενος καὶ ὁ ἐπὶ τινὶ βιάσματι κατεχόμενος

### π 47

Παλάμη παρὰ τὸ παλαιὸν ἤγουν μέτρον τῆς χειρὸς εἶναι

### π 48

Παλάμαι παρὰ τὸ πάλλειν· ἢ παρὰ τὸ πάλλω τὸ κινῶ

### π 49

Παλάμῃφιν προσγεγραμμένον τὸ ἰῶτα ἐκ παραδόσεως· ἔχει δὲ καὶ κανόνα· αἱ διὰ τῆς φι συλλαβῆς γινόμεναι ἐπεκτάσεις, προσερχόμεναι ταῖς πτώσεσιν, εἰ μὲν φυλάττουσιν τὴν αὐτὴν φωνὴν, καὶ τὴν αὐτὴν γραφὴν φυλάττουσι· φρήτρῃ φρήτρῃφιν· εἰ δὲ οὐ φυλάττει τὴν αὐτὴν φωνὴν οὔδε τὴν αὐτὴν γραφὴν φυλάττουσι· οἷον χαλκὸς, χαλκοῦ χάλκοφιν· χωρὶς τοῦ νόσφι καὶ ἴχι· ποίου μέρους λόγου ἔστιν; ὀνόματος· αἱ διὰ τῆς φι συλλαβῆς γινόμεναι ἐπεκτάσεις, τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χωρὶς τοῦ νόσφι καὶ ἴφι· ταῦτα γὰρ ἀπὸ ὀνόματος μετήχθη, εἰς ἐπιῤῥηματικὴν σύνταξιν

### π 50

Παλαιστὴ θηλυκῶς, ὅτι συνάγονται οἱ τέσσαρες δάκτυλοι, οἷον πελαστή τις οὖσα, ὅτι πέλας συνήγαγε τὰ ὀστᾶ, οἷον τοὺς δακτύλους ἡ αὐτὴ καὶ δογμὴ λέγε ται, ὅτι πλατείᾳ τῇ χειρὶ μετροῦμεν· ποιεῖ δὲ ἀπὸ τοῦ μεγάλου δακτύλου πρὸς τὸν λίχανον ἄκρον δακτύλους δέκα καὶ δογμὴ τὸ πλάγιον, ὡς λέγει Σωρανός· ἡ δὲ σπιθαμὴ ἔχει δογμᾶς τρεῖς, οἷον παλαιστὰς, δακτύλους δὲ δώδεκα, ἀπὸ τοῦ μικροῦ δακτύλου διϊσταμένων τῶν δακτύλων ἕως τῆς ἀντίχειρος λέγεται σπιθαμὴ, παρὰ τὸ ἀποσπασμὸν ποιεῖν· ὡς γράφει δὲ καὶ Χρύσιππος, διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα, ποιεῖ σπιθαμὴν, δακτύλους δὲ δώδεκα, τὸ δὲ ἀπὸ τῆς ὁλοκεράνου πρὸς μὴν τὸ τοῦ μέσου δακτύλου, πήχεως μέτρον, πρὸς δὲ τοῦ μικροῦ, μετακονδύλιον, ὅ ἐστι κατὰ τὸ μέσον κονδύλιον· τῶν γὰρ δακτύλων ὁ μὲν πρῶτος κόνδυλος λέγεται προκόνδυλος καὶ ῥιζοδάκτυλος· ὁ δὲ μετὰ τοῦτον μεσοκόνδυλος· ἀπὸ οὖν τοῦ ὁλοκεραύνου πρὸς τοῦ μικροῦ μετακονδύλιον πυγὼν, ἐξ ὧν ὁ πῆχυς σπιθαμαὶ μὲν δύο, δογμαὶ δὲ ἕξ, δάκτυλοι δὲ κδ· πυγὼν δὲ ἶσα ἀπὸ τῆς πυγμῆς, ἐπεὶ μὴ ὥσπερ ὁ πῆχυς προτεταγμένους μετρεῖται δακτύλους, οὕτω καὶ ἡ πυγὼν ἐπισυνεστρωμένους, ὥστε ἔλαττον εἶναι τοῦτο τὸ μέτρον τοῦ πήχεος· ἴσως δὲ τὸ μέχρι πῆχυς ἐκ ποδός· τῷ δὲ ὀνόματι κέχρηται Ὅμηρος, βόθρον, ὅσον πυγούσιον, ἔνθα καὶ ἔνθα· ἐκταθείσων δὲ τῶν δύο χειρῶν ἀπ’ ἀλλήλων εἰς τὰ πλάγια, ὀργυῖα λέγεται, οἷον, ὀρεγυῖα, διὰ τὸ ὀρέγειν ὅ ἐστιν ἐκτείνειν τὰ γυῖα τουτ’ἔστι τὰς χεῖρας· ἔχει δὲ ἡ ὀργυία, σὺν πλάσει τοῦ στήθους πήχεις τέσσαρας· τηλικαῦτα δὲ κατὰ μέγεθος αἱ χεῖρες οὖσαι, κάτω ἐκταθεῖσαι οὐκ ἐφικνοῦνται τῶν γονάτων, ἀλλ’ ἀποθέουσι σπιθαμ. διὸ καὶ μακρόχειρα δόξαντα κεκλῆσθαι· εἴτε Δαρεῖος ἦν ὁ Ὑδασποὺ, εἴτε ὁ Ξέρξης, εἴτε Ὤχος, εἴτε Ἀρταξέρξης, μὴ διὰ τὸ ἐφάπτεσθαι τῶν γονάτων. οὕτως ὠνομᾶσθαι διὰ τὸ μήκιστον ἐκτείνειν τὴν δύναμιν τῆς βασιλείας· οὕτω Σωρανός

### π 51

Παλαμναῖος παρὰ τὸ πολλοὺς ἀμᾷν· ἢ παλαίειν μετὰ μένους. καὶ Ζεὺς δὲ παλαμναῖος λέγεται ἐν Χαλκίδι· καὶ ἀσπὶς δέ τις τῶν θηρίων παλαμαῖος καλεῖται, ὁ διὰ χειρὸς καταγωνιζόμενος τὴν μάχην· παρὰ τὸ παλαμᾷν

### π 52

Πανόρμοι σκέπην ἔχοντες παντὸς ἀνέμου· ἢ εἰς οὓς ὁρμίζονται πάντες

### π 53

Παλινοστήσας ἐκ τοῦ πάλιν καὶ τοῦ νόστος, νοστήσω· πάλιν ἀπὸ τοῦ εὐθέως μεταστροφὴν δηλοῖ

### π 54

Παλιῤῥόθιον τὸ εἰς τοὐπίσω φερόμενον κῦμα

### π 55

Παλάσσετο ἐβρέχετο, ἐμολύνετο· πηλὸς γὰρ ἡ βεβρεγμένη γῆ

### π 56

Παλάτιον παλαιόν τι ὄν

### π 57

Παλήνη τὸ ἄλευρον, παρὰ τὴν παιπάλην, ὅ ἐστι τὸ λεπτὸν ἄλευρον

### π 58

Παλυνομένης βρεχομένης, ἢ λευκαινομένης, παρὰ τὴν παλήνην. Ἀττικῶς δὲ παιπάλην λέγουσι τὸ λεπτὸν ἄλευρον, παρὰ τὸ ἀποπάλλεσθαι ἐκ τοῦ ἀλεύρου, ὅ ἐστιν ἀποῤῥίπτεσθαι

### π 59

Παλιγγενεσία ἐκ τοῦ πάλιν καὶ τοῦ γεννῶ, γεννήσω, γεννησία, ἀντὶ τοῦ ἀναγέννησις· τὸ δὲ πάλιν σημαίνει τρία

### π 60

Παλίλλογα παρὰ τὸ λέγω ῥῆμα, ὃ σημαίνει τὸ συλλέγω· καὶ τὸ πάλιν, τὸ δηλοῦν τὸ ἐκ δευτέρου· πλεονασμῷ τοῦ λ

### π 61

Πάλιν σημαίνει τρία, τὸ ἐκ δευτέρου, ὡς τὸ, οὐ θήν μιν πάλιν θυμὸς ἀνήσει· καὶ τὸ ἐξ ἐναντίου· οὐ δὲ πάλιν ἀρέσει· καὶ εἰς τοὐπίσω· χειρὶ πάλιν ἐρύσας, καὶ ὄσσε πάλιν κλίνασα. καὶ εἰς τὸ αὖθις, καὶ πλήμη

### π 62

Πάλιν τοῦ αὖθις διαφέρει, ὅτι τὸ μὲν πάλιν τὸ εἰς τοὐπίσω σημαίνει, τὸ δὲ αὖθις τὸ ἐξ ὑστέρου, ἐπίῤῥημα σημαντικόν. καί τι διαφέρει τὸ αὖθις τοῦ αὖθι; τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν, ἢ τὸ μετὰ ταῦτα· τὸ δὲ αὖθι τὸ αὐτόθι

### π 63

Παλίνορσος ἐκ τοῦ πάλιν τοῦ σημαίνοντος τὸ εἰς τοὐπίσω, καὶ τοῦ ὀρῶ μέλλοντος· ἔστι γὰρ ὀρῶ ὁ μέλλων ὄρσω Αἰολικῶς· ἐξ αὐτοῦ γίνεται παλίνορσος, ὁ ὀπισθόρμητος

### π 64

Παλίωξις παλινδίωξίς τίς ἐστι· παλίωξις δὲ λέγεται, ὅταν οἱ διωκόμενοι εἰς τοὐπίσω στραφέντες τοὺς πρωὴν διώκοντας ἐλαύνουσι· πάλιν γὰρ τὸ ὀπίσω σημαίνει, καὶ ἴωξις καὶ πλεονασμῷ τοῦ δ, δίωξις· τὸ δὲ δίωξις παρὰ τὸ διώκω τοῦτο παρὰ τὸ ὥθω· συντάσσεται πτώσει αἰτιατικῇ

### π 65

Παλλὰς καὶ κλίνεται Παλλάδος, ὄνομα θεᾶς τῆς Ἀθηνᾶς, παρὰ τὸ πάλλω, τὸ κινῶ, ἢ ἀπὸ τοῦ παλθῆναι αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διός· ἢ ὅτι Πάλλαντα, ἑνὰ τῶν Γιγάντων ἀπέκτεινεν· ἢ διὰ τὸ παλλωμένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ

### π 66

Παλλὰς ἀπὸ τοῦ παλλικωδέα ἡλικίαν ἔχειν· ἢ ἀπὸ τοῦ πάλλειν κατὰ τὸν μυστικωδέα λόγον· ἀναβιβασθέντος γὰρ τοῦ Διονύσου ὑπὸ Ἑρμοῦ εἰς οὐρανὸν, φασὶν, Ἥραν ἀπεχθῶς ἔχουσαν ἐπιπέμψαι αὐτῷ τοὺς Τιτάνας εἰς τὸ διαφθείραι αὐτὸν, καὶ τούτους ἐπιχειρήσαντας, διασπάσαι αὐτὸν, πάλλουσα τὸ δόρυ ἀπήλασε

### π 67

Παλλακῖνος παρὰ τῷ Σώφρονι τὸ ὄνομα δηλοῖ δὲ τὸν πάλλικα ἢ τὸν τῆς παλλακῆς υἱόν

### π 68

Πάμπαν ἔστι πᾶν, καὶ κατ’ ἀναδιπλασιασμὸν πάμπαν· τὸ δὲ μ, διὰ σύνταξιν· οὕτως Ἡρωδιανός

### π 69

Παμπήδην ἐπίῤῥημα, ὥσπερ τὸ χύδην, μάτην· σημαίνει δὲ παντελῶς

### π 70

Πανοῦργος ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος· λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος· καὶ ὁ κακοποιεῖν δυνάμενος, διὰ τῆς αὐτοῦ σοφίας καὶ κακίας

### π 71

Πανοικί συλω τῷ οἴκῳ

### π 72

Πανδίων διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὴν ἰὼν μετοχὴν καὶ τὸ πᾶν γέγονε πανίων· καὶ κατ’ ἐπένθεσιν τοῦ δ, Πανδίων

### π 73

Πανήγυρις τὰ σύνθετα ὁμοίως τοῖς ἁπλοῖς κλίνεται· τὸ ἁπλοῦν ἄγυρις· τὸ γυ ψιλὸν, ὥσπερ ὄνομα ὄνυμα, οὕτως ἀγορὰ ἄγυρις, καὶ Αἰολικῶς ἄγορες· τὸ νη ἦτα· ἐκ τοῦ πᾶν καὶ τοῦ ἄγυρις πανάγυρις καὶ πανήγυρις· ἢ παρὰ τὴν ἄγυριν, ὅ ἐστι συνάθροισιν, εἰς ἣν πάντες ἀγείρονται

### π 74

Παννυχὶς παννύχιον, ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ παννυχίως· ὄνομα ὂν μετήχθη εἰς ἐπίῤῥημα· συντάσσεται δὲ ὥσπερ τὸ ἥδιστα καὶ τὸ ἥκιστα, καὶ τὰ ὅμοια· γίνεται δὲ ἐκ τοῦ νὺξ νυχὸς, νύχιος καὶ παννύχιος· τὸ χι ἰῶτα· τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος ὀνόματα, διὰ τοῦ ι γράφεται, μὴν μηνὸς μήνιος

### π 75

Πανόλβιος παρὰ τὸ πᾶν καὶ τὸ ὄλβος, ὃ σημαίνει τὸν πλοῦτον πανόλβιος, ἤγουν πανυπλούσιος· ἢ παρὰ τὸ οὖλος, ὃ σημαίνει τὸν ὑγιῆ, οὐλόβιος, μετὰ τοῦ βιὸς· καὶ ἀποβολῇ τοῦ υ, καὶ κατὰ συγκοπὴν ὄλβιος· φαμὲν γὰρ οὖλαι τε καὶ μέγα χαῖρε, ἀντὶ τοῦ ὑγιάναι· ὄλβιος οὖν ἐστιν, ὁ ἐν μηδένι ἐνδεής· τὸ δὲ ὄλβιος γέγονε, παρὰ τὸ ὅλον, ὃ σημαίνει τὸ ὁλόκληρον καὶ πλούσιον

### π 76

Πανσιδίῃ παντὶ τῷ πλήθει, παρὰ τὸ ὁμοῦ τάσσεσθαι, καὶ σεβεσθαι, ἤγουν ὁρμᾶν καὶ ἐπακολουθεῖν· ἐξ οὗ καὶ παλίσσυτος· καὶ εἰς τὸ ἔσσυται

### π 77

Πάντας ἐκ τοῦ πᾶς, σημαίνει δύο, τό, τε προσηγορικὸν, τό, τε, ἐπίθετον· προσηγορικὸν δὲ τὸ δηλοῦν τὸν πατέρα, οὗ κατ’ ἀναδιπλασιασμὸν πᾶς πᾶς· τοῦτο οἱ μὲν Ῥωμαῖοι βαρυτόνως λέγουσιν, ἡμεῖς δὲ περισπωμένως τοῦτο κλίνεται ὁ πᾶς τοῦ πᾶ, τὸ ἐπίθετον ὁ πᾶς, τοῦ πάντος

### π 78

Πάντοτε ἐπίῤῥημα χρόνου δηλωτικὸν, ἐκ τοῦ πᾶν καὶ τοῦ τότε

### π 79

Πανδῶρα ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν δωρεῖται· ἔστιν ὄνομα κύριον παρ’ Ἡσιόδῳ· ἢ ὅτι πάντων δωρεὰς ἔλαβε· ἢ ὅτι δῶρα πάντων θεῶν

### π 80

Πάντοσε πανταχοῦ· διάτι προπαροξύνεται; τὰ εἰς ε λήγοντα ἐπιῤῥήματα, τὴν εἰς τόπον σχέσιν δηλοῦντα ὁμότονα καθεστήκασι τοῖς εἰς θεν λήγουσιν ἐπιῤῥήμασιν· οἷον, ἑκασταχόθεν, ἑκασταχόσε, πάντοθεν πάντοσε· τὸ το μικρὸν διάτι; τὰ εἰς θεν λήγοντα ἐπιῤῥήματα παραλήγοντα φωνήεντι, ᾧ καὶ τὸ τέλος τῆς γενικῆς τοῦ ὀνόματος· εἰ δὲ ἀπὸ ῥήματος εἴῃ, τὸ αὐτὸ παραλήγεται, δεῖ οὖν τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ διὰ διφθόγγου εἴῃ, καθὼς πρόσκειται, ὑποπίπτει τὸ ἐπὶ τοῦ τέλους φωνῆεν· ἀρχῆς ἀρχῆθεν, θύρας θύραθεν, οὐρανοῦ οὐρανόθεν

### π 81

Παπαὶ ἐπίῤῥημα σχετλιαστικὸν, ἀπὸ τοῦ πήθω τὸ πανθάνω, ὁ β ἀόριστος ἔπαθον· παπαὶ τὸ πάθος τῆς λύπης· πάντα τὰ εἰς αι λήγοντα ἐπιῤῥήματα, ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται, πλὴν τοῦ βαβαὶ, καὶ τοῦ ναί· τὸ δὲ ἰοὺ ἀναφώνημα λύπης

### π 82

Πάπας παρὰ Ἀττικοῖς λέγεται ὁ πατήρ

### π 83

Πάππα φίλ’ εἴρηκεν Ὅμηρος· οὕτω δὲ ἐλέγετο παρὰ Συρακουσίοις ὁ πατήρ· πᾶς λέγεται, καὶ κατ’ ἀναδιπλασιασμὸν πάπας, καὶ πλεονασμῷ τοῦ π, πάππα φίλε

### π 84

Παπταίνειν σημαίνει τὸ βλέπειν, καὶ περισκοπεῖν τῇδε κᾀκεῖσε, παρὰ τὸ πανταχοῦ τὰ φαὴ μεταννύειν

### π 85

Παπταίνων περιβλεπόμενος παρατηρῶν· παρὰ τὸ τὰ φαὴ μεταννύειν, γίνεται φαπταίνων καὶ παπταίνων

### π 86

Παραβλήδην παραβλητικῶς, παραβοτικῶς· ἔστιν ἐπίῤῥημα ποιότητος· καὶ ἐκ πόσων μερῶν τοῦ λόγου παράγονται τὰ εἰς δην ἐπιῤῥήματα; ἐκ δύο· ἐξ ὀνόματος καὶ ῥήματος· καὶ εἰ μὲν ἀπὸ ὀνομάτων παράγονται τὰ εἰς δην ἐπιῤῥήματα, τῷ α παραλήγονται· οἷον λόγος λογάδην, σπόρος σποράδην, τρόχος τροχάδην· εἰ δὲ ἀπὸ ῥήματος γίνεται, τῷ β παραλήγεται· οἷον γράφω γράβδην, λείβω λείβδην, ὡς τὸ ἄκρον ἐπὶ λείβδην· κρύπτω κρύβδην· εἰ δὲ ἀπὸ τῶν εἰς ω μελλόντων τῷ γ παραλήγεται, οἷον μίξω μίγδην, λήξω λήγδην· εἰ δὲ ἀπὸ τῶν περισπωμένων, τῷ ἦτα παραλήγεται, οἷον ῥῶ ῥήσω, ῥήδην· σημαίνει δὲ τὸ φανερῶς· τμῶ τμήσω τμήδην· εἰ δὲ ἀπὸ τῶν εἰς μι, εἰ μὲν ἀπὸ τῆς πρώτης συζυγίας, τῷ ε παραλήγεται, οἷον ἀνίημι ἀνήσω ἀνέδην· σημαίνει δὲ τὸ διαλελυμένον· εἰ δὲ ἀπὸ τῆς δευτέρας, τῷ α παραλήγεται, οἷον βῆμι βήσω βάδην· τοῦ δὲ βάδην ἀπιόντος

### π 87

Παραβολὴ πραγμάτων ὁμοίωσις· ἢ μέλλει οὐ δύναται γενέσθαι ἐπὶ πράγματος ἐπὶ πράγματος· παράδειγμα δὲ παραγεγονότος πράγματος

### π 88

Παραβολὴ παραδείγματος διαφέρει· ἡ μὲν γὰρ παραβολὴ ἀπὸ ἀλόγων ἢ καὶ ἀψύχων λαμβάνεται· ἀπὸ μὲν ἀλόγων, οἷον ὥσπέρ τις ὀξύτατος ἵππος· ἀπὸ δὲ ἀψύχων, ὥσπέρ τις οἰκία μεγίστη· τὸ δὲ παράδειγμα ἀπὸ ἐμψύχων, ὥσπερ ἀνήρ τις· ἀπὸ δὲ γεγονότος πράγματος, ὥσπερ τὸ συμβέβηκος πολέμου

### π 89

Παραβολή ἐστι λόγος παραβάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς, καὶ παριστῶν, ἐκ τῶν ἐγκοσμίων καὶ ὁρα τῶν, τὰ ὑπερκόσμια καὶ ἀόρατα. παράδειγμα δὲ λόγος ἀπὸ τοῦ καθ’ ἕκαστα ἄγων ἐπὶ τοῦ καθόλου· ἢ δεῖξις πιστουμένη, τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου

### π 90

Παράδεισσος διὰ δύο σς, ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ δεῖσσα ἡ ὑγρασία. τὰ διὰ τοῦ εισσα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται· πλὴν τοῦ μαρπίσσα, Τέκμησσα, βήσσα, ἡ βάσιμος καὶ βήσσα ἡ τροφός· ταῦτα γὰρ διὰ τοῦ ἦτα γράφεται

### π 91

Παράδεισος πρώτη δρόσος, ἡ διάδροσις· ἢ παρὰ τὴν ὑγρασίαν, δείσσα γὰρ ἡ ὑγρασία· παράδεισος γὰρ κυρίως λέγεται τόπος ἔνυδρος καὶ ἔνδενδρος, ἐν ᾧ περιπατεῖ ἡ βασιλέως κατάλυσις

### π 92

Παρὰ θῖνα παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης, ὃς οὕτω κέκληται, ἀπὸ τοῦ θείνεσθαι, ὅ ἐστι τύπτεσθαι τῇ προσρήξει τῶν κυμάτων

### π 93

Παρὰ θῖνα ἢ παρὰ τὸ ἔξω δηλοῖ, ὧσπερ καὶ παραπλεῖν τὸ ἔξω πλεῖν· αἰγιαλὸς μὲν οὖν κοινῷ εἴρηται ὀνόματι, καί ἐστι παρὰ τὴν αἶαν ἐγγὺς ἁλὸς ἔχειν· ἔχει δὲ διαφορᾶς τρεῖς ἀκτῖνα καὶ θῖνα καὶ ῥηγμῖνα· ἀκτῖνα μὲν οὖν εἴρηται ὁ πετρώδης αἰγιαλὸς παρὰ τὸ ἄγνυσθαι καὶ κλᾶσθαι ἐκεῖ τὰ κύματα

### π 94

Παραὶ πλεονασμῷ τοῦ ἰῶτα, ποιητικῶς· παραὶ ποσὶ καὶ κάππεσε θυμός

### π 95

Παραπλήσιον λέξις συνθέτη, ἐκ τῆς παρὰ προθέσεως καὶ τοῦ πλησίον γίνεται παραπλήσιος καὶ παραπλήσιον· καὶ σημαίνει τὸ ἐμφερὲς καὶ ὅμοιον, ὁ ἐγγὺς τοῦ ὁμοίου καὶ ἴσου

### π 96

Παραβάται οἱ ἐπὶ τῶν δίφρων ἢ ἁρμάτων ἑστῶτες

### π 97

Παρασάγγης τὰ λ στάδια παρὰ Πέρσαις· παρὰ Αἰγυπτίοις δὲ ξ. παρὰ Σοφοκλεῖ ἐν Ἀνδρομάχῳ ἐπὶ τοῦ ἀγγέλου λέλεκται· καὶ εἰς τὸ σχοινοφόρος

### π 98

Παράσημα ἀδόκιμα, τὰ κίβδηλα τῶν νομισμάτων λέγεται

### π 99

Παρατατικὸς ὁ παρεκτείνων χρόνος· τείνω τανῶ ὁ παρακείμενος τέτακα, καὶ ἐξ αὐτοῦ τατικὸς καὶ παρατατικός

### π 100

Παραχρῆμα ἐπίῤῥημα χρόνου δηλωτικόν

### π 101

Πόρδαλις ὁ ἄρσην, ἡ πάρδαλις ἡ θήλεια, ὁ μὲν ἀπὸ τοῦ προάλλεσθαι, ἡ δὲ ἀπὸ τοῦ προάλλεσθαι

### π 102

Πάρδαλις παρὰ τὸ ὀξέως τρέχειν· ἢ διὰ τὸ εἶναι ποικίλη

### π 103

Παρδαλέην παρδάλεος, δορᾶς ὄνομα· ἡ εὐθεῖα παρδαλέη, ὥσπερ ἡ λεοντέη· καὶ τὸ ἀρσενικὸν πάρδαλις· τὸ λε ψιλὸν διάτι; ἐπειδὴ οἱ Ἴωνες, τὰ δι’ αὐτοῦ εἰς ης μετουσιαστικὰ, ἀποβάλλοντες τὸ ι τῆς ει διφθόγγου, διὰ τοῦ εος προσφέρουσιν, Ἑκτόρειος Ἑκτόρεος, παρδάλειος, παρδάλεος· καὶ πότε λέγουσι πάρδαλις καὶ πότε πόρδαλις· παραφυλακτέον ὅτι ἐπὶ μὲν τοῦ ζώου, διὰ τοῦ ο δεῖ προσφέρειν· ἐπὶ δὲ τοῦ δέρματος διὰ τοῦ α. καὶ γίνεται πόρδαλις τὸ ζῶον, παρὰ τὸ προάλλεσθαι καὶ ἀτάκτως κινεῖσθαι, πρόαλις καὶ πλεονασμῷ τοῦ δ καὶ ἐν ὑπερβιβασμῷ πόρδαλις· καὶ τὸ δέρμα λέγεται παρδάλειος καὶ Ἰωνικῶς παρδάλεος καὶ τὸ Ἰωνικὸν θηλυκὸν παρδαλέη παρδαλῆ, περισπωμένως, ὡς λεοντέη λεοντῆ

### π 104

Πάρει ἦλθες· εἰμὶ τὸ ὑπάρχω, τὸ δεύτερον εἶς, ἀποβολῇ τοῦ ς εἶ. ἔστι δὲ δεύτερον πρόσωπον, σημαίνει δὲ τὸ ὑπάρχω, καὶ μετὰ τῆς παρὰ προθέσεως πάρει. καὶ πάρειμι πάρεστι, καὶ πάρειμι πάρειτε

### π 105

Παρέγραπτος παρὰ τὴν παρὰ πρόθεσιν καὶ τὸ γράφω γίνεται, παρέγραφος καὶ ἐν παρέγγραφος· λέγεται δὲ καὶ παραγραπτὸς ὁ παρὰ τὸ προσῆκον γεγραφὼς τῷ λεξιαρχικῷ γραμματείῳ, ἤγουν ὁ νόθος

### π 106

Παραθήνη τὸ ἐπὶ παραφυλακῇ τινι δεδομένον

### π 107

Παράκλητον ἐκ τοῦ παρακαλῶ γίνεται παράκλητον, τὸ παρακεκλημένον

### π 108

Παρεμβολὴ ὄνομα σύνθετον, παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὸ ἐμβολὴ, ὃ σημαίνει τὴν εἴσοδον καὶ ὁρμήν· σημαίνει δὲ τὸ στρατόπεδον

### π 109

Παρειὰ ἡ σιαγὼν, ὄνομα οὐδέτερον, ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἡ γὰρ τῶν ἑνικῶν οὐκ ἔχει· ὅτι τὰ ἀρσενικὰ ἢ θηλυκά· οὕτως αἱ παρειαὶ τὰ παρειά· τὸ ρει διφθόγγῳ κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς παρὰ λέγουσιν, διὰ τοῦ ἦτα, ἐξ οὗ καὶ τὸ παρήϊον· τὴν γὰρ ει δίφθογγον εἰς η τρέπουσι, τὸ γὰρ πλείων διὰ τῆς ει διφθόγγου, πλήων δὲ διὰ τοῦ η λέγουσι· παριὰς δὲ εἶδος ὄφεως, ἔχων τὰς παρειὰς ἐπηρμένας

### π 110

Παρειαὶ παραιαὶ, λέξις, οἱ Αἰολεῖς τρέψαντες τὸ ι εἰς υ, καὶ τὸ ε εἰς α

### π 111

Παρεκτικὸν ὄνομα οὐδέτερον· τὸ ἀρσενικὸν ὁ παρεκτικὸς, τοῦτο παρὰ τὸ παρέχω, παρέξω, ὁ παρακείμενος παρῆχα, ὁ παθητικὸς παρῆγμαι, παρῆκται, καὶ ἐξ αὐτοῦ παρεκτὸς, τὸ κτητικὸν παρεκτικόν

### π 112

Πάρεσο ἐλθὲ, παραγενοῦ· ἔστιν εἶμι τὸ πορεύομαι, ὁ παθητικὸς ἐνεστὼς ἔμαι, ὁ παρατατικὸς ἤμην, ἦσο· τὸ προστακτικὸν ἔσω, καὶ μετὰ τῆς παρὰ προθέσεως πάρεσο

### π 113

Πάρεστε παρίστασθε, ἐκ τοῦ ἔμι, ὅπερ οὐκ ἔστιν ἐν χρήσει, ἀλλὰ εἰμὶ, τὸ πληθυντικὸν ἔμεν, καὶ πλεονασμῷ τοῦ ς ἐσμὲν, τὸ δεύτερόν ἐστε, καὶ μετὰ τῆς παρὰ προθέσεως πάρεστε· καὶ ἀναβιβάζει τὸν τόνον διάτι; πᾶν γὰρ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν ἐν τῇ συνθέσει, οἷον ἐστὲ πάρεστε, φημὶ ἀπόφημι καὶ σύμφημι, εἰμὶ σύνειμι. εἰ δὲ μονοσύλλαβον πρὸ τέλους, οἷον σχοῦ ἀπόσχου· θοῦ ἀπόθου, δοῦ ἀπόδου, χρὴ ἀπόχρη

### π 114

Πάρεξ παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὴν ἐξ, πάρεξ ὁδοῦ ἐν νεκύεσσιν, ἀντὶ τοῦ ἐκτός· πάρεξ ἅλα φύκος ἔχευαν ἀντὶ τοῦ παρὰ μόνον

### π 115

Πάρεξ τὸ χωριστικὸν ἐπίῤῥημα· εἴρηται παρὰ τὴν ἐξ πρόθεσιν, ἥτις δηλοῖ τὸ ἐκτός· καὶ τὸ μὲν ὀξύνεται, τὸ δὲ βαρύνεται, πρὸς διάφορον σημαινόμενον· καὶ τὸ μὲν βαρυνόμενον χῶραν σημαίνει, καὶ συντάσσεται γενικῇ· τὸ δὲ ὀξυνόμενον, ἰσοδυναμεῖ τῇ παρὰ, ἢ τῇ ἐξ· ἥτις σημαίνει τὴν ἔξω σχέσιν

### π 116

παρέχεσθαι διαφέρει· παρέχει μέν τις ἐσθῆτας, παρέχεται δὲ προθυμία καὶ εὔνοια· ὅπερ ἐπὶ τῆς τῆς ψυχῆς διαθέσεως παραλαμβάνεται

### π 117

Παρῆκον ἀντὶ τοῦ ἐπλήρωσαν, ἐκ τοῦ παρεῖμι, παρήσω, παρῆκα

### π 118

Παρίθμια τὰ περὶ τὸν φάρυγγα, παρὰ τὸ ἰθμόν· ἰθμὸς δέ ἐστι, τόπος στενός, δι’ οὗ ἐστιν εἰσιέναι τὰ ἐσθιόμενα καὶ πινόμενα

### π 119

Παρήορος παρηωρημένος τὸ σῶμα, τουτ’ἔστι παρεκλελυμένος ἐν ἄλλῳ· νῦν δὲ ἀντὶ τοῦ μέγας, καὶ εἰς μῆκος ἐκτεταμένος

### π 120

Παρηρημένην ἐκβεβλημένην, ἀποκεχωρισμένην, καὶ οἱονεὶ καθηρημένην, ἀπὸ τοῦ αἰρῶ, ὃ σημαίνει τὸ καταβάλλω, ὁ παρακείμενος ἤρηκα, ὁ παθητικὸς ἤρημαι, ἡ μετοχὴ, ὁ ἡρημένος, τὸ θηλυκὸν ἡρημένη, ἡ αἰτιατικὴ ἡρημένην, καὶ μετὰ τῆς μετὰ προθέσεως μετηρημένην

### π 121

Παρθενία ὅτι παρὰ θεοῦ ἐδόθη. φησὶ γὰρ, ἔλαβε Κάϊν ἑαυτῷ γυναῖκα· τουτ’ἔστιν οὐκ ἐκ τοῦ θεοῦ

### π 122

Παρθένος σύνθετον, παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὸ θήνη, ὃ σημαίνει τὸν μαζὸν· οἱονεὶ ἐγγὺς οὖσα τοῦ μαζοῦ, τουτ’ἔστιν σχεδὸν ὑπομάζιος· παρὰ τὸ θέειν καὶ παρατρέχειν τῇ μητρί· τουτ’ἔστιν ἥτις ἐστὶ μικρὸς καὶ νήπιος

### π 123

Παρθενία σωφροσύνης διαφέρει, καὶ παρθένου σώφρων· καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως· ἡ δὲ σώφρων οὐ πάντως παρθένος

### π 124

Παρθένος παρὰ τὸ παραθέειν ῥᾳδίως αὐτὴν τὴν ἀκμήν· ἢ παρὰ τὸ παρεῖναι αὐτῇ τὸ θένεσθαι καὶ γαμεῖσθαι

### π 125

Παρθένος παρὰ τὸ παραθέειν τὴν παιδικὴν ἡλικίαν· ἢ παρὰ τὸ θείνω τὸ φονεύω, θένος, καὶ μετὰ τῆς παρὰ προθέσεως παράθενος, καὶ ἐν συγκοπῇ παρθένος, ἡ τὸ πῦρ τῆς πυρώσεως θανατοῦσα. ἢ παρὰ τὸν θήσω μέλλοντα, τὸν δηλοῦντα τὸ θηλάσω, γυναῖκα με θήσατο μαζῶ, ῥηματικὸν ὄνομα θήνη, καὶ ἐν συγκοπῇ καὶ τροπῇ παρθένος· ἡ περὶ ταύτην τὴν ἡλικίαν γεννηθεῖσα, καθ’ ἣν ὥραν ἔχει ἐκτρίψαι τὸ καὶ κεκτῆσθαι μαζοὺς οὓς ἡ φύσις ἔταξε· τὰς γοῦν μικρὰς παῖδας οὐ προσαγορεύομαι παρθένους, ἀλλὰ τὰς ἤδη ἐπὶ τὸ γυναῖκας εἶναι, οὔσας· οἱ δὲ φασὶ, ἡ παρ’ οὐδενὸς οὐδὲν λαβοῦσα εἰς ἔδνον· σημαίνει δὲ δύο· τὴν παρθενίαν γυναῖκα, καὶ τὸ ζῴδιον· καὶ εἰς τὸ γυνή

### π 126

Παρθενοπίπα ἐκ τοῦ παρθένος καὶ τοῦ πιπῶ, ὃ σημαίνει τὸ ἀπατῶ, γράφεται δὲ διὰ τοῦ ἰῶτα, οἷον, παιδοπίπης, γυναικοπίπης, πυριπίπης, οὕτως οὖν καὶ παρθενοπίπης διὰ τοῦ ἰῶτα· σημαίνει δὲ τὸν παραβλεπόμενον τὰς παρθένους

### π 127

Πάρις Πάριδος, ὁ υἱὸς Ἑκάβης ἐκλήθη Ἀλέξανδρος, ὁ καὶ Πάρις. παρὰ τὸ πῦρ καὶ τὴν Ἴδην. ἐν ὁράματι γὰρ ἡ Ἑκάβη ἐνόμισε δάλον τίκτειν, ὅστις κατέφλεγε τὴν πόλιν, καὶ τὴν ἐν τῇ Ἴδη ὕλην· καὶ τούτου χάριν τεχθέντα ἐν τῇ Ἴδῃ ἀπέῤῥιψεν

### π 128

Παροιμία ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ οἶμος, ὃ σημαίνει τὴν ὁδὸν, γίνεται παραοιμία καὶ παροιμία. κέκληται δὲ παροιμία, τὸ παραδικὸν διήγημα· διὰ τὸ περὶ τὴν ὁδὸν λαλεῖσθαι· καὶ εἰς τὸ αἶνος

### π 129

Παροιμία μὲν κυρίως ἀπόκρυφος λόγος· καταχρηστικῶς δὲ πᾶν παραδικὸν διήγημα· οἶμος γὰρ ἡ ὁδός. καὶ ἄλλως, παροιμία λόγος ὠφέλιμος, ἤτοι βιωφέλης, παρὰ τὴν ὁδὸν λεγόμενος

### π 130

Παραμαρτοῦντες παρακολουθοῦντες, ἢ συντυχόντες, ἀπὸ τοῦ ὁμαρτῶ, καὶ ὁμαρτήσαντες, οἱονεὶ ὁμοῦ ἁρμο σάμενοι

### π 131

Παρὸς ἐκ τῆς πρὸς προθέσεως· καὶ μικρὸν τὸ πρὸς, ἀντὶ τοῦ ἔμπροσθεν ἤγουν πρότερον

### π 132

Πᾶσι μέλλους ἐπίθετον τοῦ Ἄργους· ἀπὸ τοῦ ἐν ἐπιμελείᾳ εἶναι, διὰ τὸ κλεός

### π 133

Πάσσε τὸ ἐποίκιλλε. καὶ πόθεν δῆλον ὅτι σημαίνει τὸ ἐποίκιλλεν· ἐπειδὴ κατὰ ποικιλλίαν παραπετάσματα παστοὶ καλέονται

### π 134

Πάσσαλος ξύλον ἐπίμηκες, ἐμπηγνύμενον τῇ γῇ, πρὸς τὸ κρατεῖν τὴν τένδραν· ἢ πρὸς τὸ κρεμᾷν τι

### π 135

Παρώνυμον παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὸ ὄνομα, γίνεται παραώνυμον καὶ παρώνυμον· οἱονεὶ ἐκ τοῦ συμβεβηκότος καλούμενον ὄνομα

### π 136

Παστὸς παρὰ τὸ πάσσω τὸ ποικίλλω

### π 137

Πάσχω μέλλοντα οὐκ ἔχει· τὰ εἰς χω λήγοντα ῥήματα μέλλοντας οὐκ ἔχουσιν, οἷον ἐρέχθω, ἄχθω, πάσχω, καὶ τὸ βαρυνόμενον

### σ 6

συμπάσχειν διαφέρει, καὶ ὁ πάσχων τοῦ συμπάσχοντος. ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ συμπάσχοντος πάθει· ὁ μέντοι συμπάσχων ἀλγεῖ καθάπερ ὁ πάσχων, οἷον πυρέττει τις τῶν φίλων σφόδρα συμπάσχομεν τούτῳ πυρέττοντι· οὐ μέντοι καὶ πυρέττομεν

### π 138

Πατάσσω παρὰ τὸ πτῶ τὸ φοβοῦμαι πτήσσω, ὁ μέλλων, καὶ συστολῇ τοῦ η εἰς α, πτάσω, καὶ ἐν πλεονασμῷ τοῦ ἑτέρου ς, πτάσσω, πατάζω· ἢ παρὰ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν

### π 139

Πατραλοίας ὁ τὸν πατέρα ἀτιμάζων, τουτ’ἔστι τύπτων· ἀλλοίειν γὰρ τὸ συντρίβειν. ὡσαύτως δὲ καὶ μητραλοίας, ὁ τὴν μητέρα ἀτιμάζων

### π 140

πάππος λέγεται, παρὰ τὸν ἦχον τὸν γινόμενον ἐν τῷ καταφιλεῖν τὰ παιδία, ἢ ἀπὸ τῆς τῶν παίδων τῶν μικρῶν προσφωνήσεως

### π 141

Πατὴρ ἐπὶ μὲν τοῦ θεοῦ, ὁ τὰ πάντα τηρῶν καὶ καταχρηστικῶς, ἐπὶ δὲ ἀνθρώπου κυρίως, ὁ τοὺς ἰδίους παῖδας τηρῶν

### π 142

Πατὴρ ἀπὸ τοῦ σπείρω, ὁ παθητικὸς παρακείμενος ἔσπαρμαι· τὸ τρίτον ἔσπαρται, καὶ ἐξ αὐτοῦ σπατὴρ καὶ πατὴρ ἀποβολῇ τοῦ ς. ἢ παρὰ τὸ παίειν ἐν τῇ συνουσίᾳ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζώων

### π 143

Πατρακούστης πατρακόστου, ὄνομα μετοχικὸν, τὸ θέμα ἀκούω, ὁ μέλλων ἀκούσω, ὁ παρακείμενος ἤκουκα, ὁ παθητικὸς παρακείμενος ἤκουσμαι, τὸ τρίτον ἤκουσται, ἠκούστης, καὶ μετὰ τοῦ πατὴρ πατέρος καὶ κατὰ συγκοπὴν πατρὸς πατρακούστης, ὁ τοῦ πατρὸς ἀκούσας

### π 144

Πατρίκιοι οἱονεὶ πατὴρ τοῦ κοινοῦ

### π 145

Πατρῶα καὶ πατρικοὶ καὶ πάτρια διαφέρει· πατρῶα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δὲ οἱ φίλοι καὶ ξένοι· πάτρια δὲ τὰ τῆς πατρίδος ἔθη

### π 146

Πατρῶος ἔστι πατὴρ πατέρος πατρός· καὶ τὸ κτητικὸν πατρώϊος, καὶ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω πατρῶος· ἔχει δὲ καὶ τὸ ἰῶτα. τὰ γὰρ κτητικὰ τῷ ἰῶτα θέλουσι παραλήγεσθαι, ἢ ἐκφωνουμένῳ, ὡς τὸ θέϊον καὶ θεῖον καὶ τὸ ἅγιον· ἢ ἀνεκφωνήτῳ, ὡς τὸ πατρῷος μητρῷος

### π 147

Πατρώϊον ὄνομα κτητικὸν, πόθεν παράγεται; τὰ εἰς κος κτητικὰ ἀπὸ τῶν γενικῶν τῶν ὀνομάτων, πλὴν τριῶν, ἁλυκὸς, Λιβυκὸς, ἁλμυρὸς, ἐξ οὗ καὶ τὰ ἁλμυρὰ νάματα τῆς θαλάσσης· τὶ διαφέρει πατρωὸς καὶ πατρῶος; πατρωὸς λέγεται, ὁ παρὰ τὴν συνήθειαν λε γόμενος πάτριος· πατρῷος δὲ τὸ κτητικόν· πατρῷος δοῦλος, πατρῷον κτῆμα· καὶ διαλύσει πατρώϊον

### π 148

Πατρωνυμικὸν εἰς τὸ Ἀτρείδης

### π 149

Παῦρα εὐαρίθμητα, ὀλίγα, τὸ ἀρσενικὸν παῦρος, καὶ σημαίνει τὸ ὀλίγον, παρὰ τὸ παύω παύσω παῦρος, ὁ μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων· τὸ γὰρ ὀλίγον ταχέως παύεται τὸ συγκριτικὸν παυρότερος, καὶ εἰς τὸ ἀφαυρά

### π 150

Πειρίθους διὰ ἱστορίας τοῦτο μάνθανε. ὁ Ζεὺς ὁμοι ωθεὶς ἵππῳ, περιέτρεχε τὴν μητέρα αὐτοῦ, καὶ οὕτω συνεγένετο αὐτῇ καὶ ἐκεῖθεν οὗτος ἐτέχθη· παρὰ οὖν τὸ παραθέειν γέγονε περίθους καὶ πλεονασμῷ τοῦ ι Πειρίθους. ἄλλως τε καὶ οἱ Δωριεῖς παρὰ τὸ Πηρίθους λέγουσι διὰ τοῦ ἦτα. ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν, ὡς πολλάκις εἴρηται· ἰστέον δὲ ὅτι κατὰ δεύτερον τρόπον Πειρίθους ἡμάρτηται· πρῶτον μὲν ὅτι ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα· οὐδέποτε δὲ περὶ πρόθεσις πλεονάζει. δεύτερον δὲ διὰ τοῦ ἦτα παρὰ τοῖς Δωριεῦσιν· οὐδέποτε δὲ οἱ Δωριεῖς τρέπουσι τὴν ει δίφθογγον εἰς η, ἀλλ’ ἔχουσιν ἀπὸ πλεονασμοῦ τοῦ ἰῶτα· οἷον ξένος, ξεῖνος, οὖ λέγουσι δὲ διὰ τοῦ ἦτα· εἰ οὖν τὸ Πειρίθους ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα. δῆλον ὅτι παραλόγως παρὰ τοῖς Δωριεῦσιν διὰ τοῦ ἦτα γράφεται

### π 151

Παφλάζω ἀναβλάζω, ἐκ τοῦ φλῶ, κατὰ παραγωγὴν φλάζω, καὶ κατ’ ἀναδιπλασιασμὸν παφλάζω, τὸ θηλυκὸν ἡ μετοχὴ παφλάζουσα, ἐκβράζουσα πυρὶ καὶ καχλάζουσα· τὶ διαφέρει παφλάζω καὶ καχλάζω; παφλάζω μὲν ἐπὶ πυρὸς, καχλάζω δὲ ἐπὶ κακοῦ

### π 152

Πάχνη παρὰ τὸ πήσσω τὸ πηγνύω· τὰ δὲ παρὰ τὸ πήσσω ἅπαντα, διὰ τοῦ ἦτα γράφεται

### π 153

Πάχνη παρὰ τὴν πῆξιν, πάγη τις οὖσα· ἔστι δὲ ἄνεμος ψυχρὸς, παγώδης

### π 154

Πείκειν σημαίνει τὸ ξαίνειν· διὰ τῆς ει διφθόγγου· πρῶτον ὅτι τὸ πείκειν σημαίνει τὸ κτενίζειν, ἐξ οὗ καὶ παρὰ τῷ ποιητῇ, πεξαμένη χειρὶ πλοκαμοὺς ἔπλεξε φαεινοὺς, γέγονε πέκειν, καὶ πλεονασμῷ τοῦ ἰῶτα πείκειν· δεύτερον δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ὅτι ἀντιπαράκειται αὐτῷ τὸ πόκος, τὰ δὲ ἔχοντα τὸ ε ἀντιπαρακείμενον ἔχουσι τὸ ο ἐγκείμενον· οἷον λείβω λοιβή· πείκω πόκος

### π 155

Παχὺς ἐκ τοῦ πάχης· τοῦτο ἐκ τοῦ πήσσω τὸ πηγνύω

### π 156

Πέδη ἡ δέσμη, παρὰ τὸ πεδῶ, τὸ δεσμῶ, πεδήσω· τοῦτο παρὰ τὸ ποὺς ποδὸς. γίνεται ποδῶ, καὶ τροπῇ τοῦ ο εἰς ε πεδῶ πεδήσω· πεδῆσαι γὰρ κυρίως τὸ τοὺς πόδας δεσμῆσαι

### π 157

Πέδη παρὰ τὸ πιέζειν τοὺς πόδας

### π 158

Πέδιλα ποδάειλά τινα ὄντα, παρὰ τὸ ἐν τοῖς ποσὶν εἱλεῖσθαι· καὶ ἔδει διὰ διφθόγγου γράφεσθαι· ἀλλὰ οὐ πάντως τὰ ῥηματικὰ τῶν ὀνομάτων, φυλάσσει τὴν γραφὴν τοῦ ῥήματος· ἰδοὺ γὰρ παρὰ εἴρω ἴρις, νείφω νιφᾶς, λείβω λιβᾶς

### π 159

Πέδιλα τὰ ὑποδήματα, οἱονεὶ ποδόειλα· τὰ περὶ τοὺς πόδας εἱλούμενα

### π 160

Πεδίον τὸ δι ἰῶτα, ἐκ τοῦ πέδον, καὶ τρέπεται τὸ βραχὺ εἰς βραχὺ καὶ γίνεται πεδίον· τὸ πε ψιλὸν διάτι; ἐκ τοῦ πέδον, ὃ σημαίνει τῆν γῆν

### π 161

πεδίον διαφέρει· πέδον τάσσεται ἐπὶ οἰκήματος· πεδίον δὲ ἐπὶ ἀναπεπταμένου καὶ μακροῦ ἐπιμήκους τόπου· διάτι οὐ προπαροξύνεται ὡς ὑποκοριστικὸν; τὰ γὰρ διὰ τοῦ ιον ὑποκοριστικὰ τριβράχεα προπαροξύνεται· τοῦτο δὲ οὐκ ἔστιν ὑποκοριστικόν. ὑποκοριστικὸν γάρ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν διαφέρει δὲ πέδιον καὶ πεδίον· πέδιον λέγεται προπαροξυτόνως τὸ ὑποκοριστικὸν τῆς πέδης, ὁ μικρὸς δεσμός· πεδίον λέγεται ἡ γῆ· τὸ δὲ πεδίον μεῖζον ἐστὶν ἐν σημαινομένῳ τοῦ πέδου

### π 162

Πεδινὸς τόπος ὁμαλὸς ἐκ τοῦ πέδου

### π 163

Πεζὴ ἡ πεζεύουσα, πέζη δὲ τὸ ἱμάτιον· αὐτικ’ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας

### π 164

Πέζα ὁ ποὺς παρὰ τὸ πέζω, πέζεσθαι· καὶ εἰς τὸ περιπέζια

### π 165

Πειθήνιος ὁ πειθόμενος τοῖς ἠνίοις

### π 166

πειθοίατο · εἰς τὸ φρασαίατο

### π 167

Πείθω τὸ καταπείθω, ὁ μέλλων πείσω, ἐξ οὗ καὶ ἀμετάπιστος, καὶ ἀπιθῶ καὶ ἔπιθον

### π 168

Πείθω τὸ ἐλπίζω, ἐξ οὗ καὶ πίστις, ἀμφότερον διὰ τῆς ει διφθόγγου· πήθω τὸ πανθάνω, ἐξ οὗ καὶ πήσεσθαι· πιθῶ δὲ τὸ παραπεῖσαι· ἐξ οὗ καὶ τὸ ἀπεγράψατο πιθήσας· καὶ εἰς τὸ πήθω

### π 169

Πεῖνα παρὰ τὸ πένω τὸ ἐνεργῶ· τὸ πει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ινα θηλυκὰ, διὰ τοῦ ι γράφεται, πλὴν τοῦ πεῖνα

### π 170

Πειρατὴς παρὰ τὸ πείρειν, ἀλεγεινά τε κύματα πείρων· ἢ παρὰ τὴν πεῖραν, ὃ δηλοῖ τὴν ἔφοδον

### π 171

πεῖνα ἐπὶ ἄρτου ὁ λιμὸς, ἀπὸ γὰρ τοῦ πεῖνα πείνη λέγουσιν οἱ Ἴωνες

### π 172

Πείρα πήρας διαφέρει· πείρα μέν ἐστιν ἡ ἐπιστήμη καὶ ἐμπειρία· πῆρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον καὶ δερμάτιον ἀρτοφόρον, ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες

### π 173

Πειραιεὺς διὰ διφθόγγου, ὄνομα κύριον καὶ Ἀττικῶς ὁ λιμήν· ἐκ τοῦ περῶ περαίω, περαιεὺς, καὶ πλεονασμῷ τοῦ ἰῶτα Πειραιεύς· ἢ ἐκ τοῦ πείρα Πειραεὺς καὶ Πειραιεύς· πυραιεὺς ὁ μετὰ πύρος ἁλιεύων, διὰ τοῦ υ ψιλοῦ

### π 174

Πειρασμὸς παρὰ τὸ πειράζω, ὃ σημαίνει τὸ καταλαμβάνω καὶ πολεμῶ

### π 175

Πειρήνη ἐστι πηγὴ ἐν Κορίνθῳ, καὶ γράφεται διὰ διφθόγγου· παρὰ γὰρ τὸ πέρας γέγονεν ἄπερος, καὶ πλεονασμῷ τοῦ ι ἄπειρος, καὶ ἐκεῖθεν ἀπειρήνη, οἱονεὶ πολλὴ, καὶ κατ’ ἀποβολὴν τοῦ α, πειρήνη· ἢ ἀπὸ Πειρῆνος τινὸς ὠνομάσθη· ὅπερ ἀπὸ τοῦ πέρας γέγονε περὴν, καὶ πλεονασμῷ τοῦ ἰῶτα Πειρήν· ἢ ὅτι παρὰ τὸ πείρα γέγονε Πειρήνη· τὸ δὲ πείρα δέδεικται διὰ διφθόγγου

### π 176

Πειρατήριον ἀπὸ τοῦ πείρα ὃ σημαίνει τὴν ἐμπειρίαν· τοῦτο παρὰ τὸ πείθω· ἢ παρὰ τὸ περῶ τὸ τελειῶ

### π 177

Πεῖσμα τὸ σχοινίον, παρὰ τὸ πείθω· ἔστι τὸ πρυμνήσιον, ᾧ πείθεται ἡ ναῦς καὶ ἵσταται, ἃ καὶ ὑπείκειν τὴν ναῦν ποιοῦσι

### π 178

Πείρω ῥῆμα βαρύτονον, καὶ σημαίνει διάφορα. ἔστι γὰρ πείρω τὸ σουβλίζω καὶ κεντῶ, ἐξ οὗ καὶ πεῖρος καὶ πεῖρα καὶ πειρία· πείρω τὸ τελειῶ, ἐξ οὗ καὶ πέρας τὸ τέλος· πείρω τὸ περῶ ἐξ οὗ καὶ πόρος καὶ πέραμα· πειρῶ δὲ περισπωμένως σημαίνει τὸ νικῶ· πειρῶ τὸ δοκιμάζω, ἐξ οὗ καὶ πείρα ἡ δοκιμή· πειρῶ τὸ μεθοδεύω, ἐξ οὗ καὶ πείρα ἡ τέχνη, πειρῶ τὸ γινώσκω, ἐξ οὗ καὶ πείρα ἡ γνῶσις· πειρῶ τὸ πειράζω, ἐξ οὗ καὶ πειρατὴς, ὁ ἐν θαλάσσῃ λῃστὴς, καὶ πειρασμός· πειρῶ τὸ διαφθείρω, ἐξ οὗ καὶ πείρα ἡ φθορά· πειρῶ τὸ σπουδάζω, ἐξ οὗ καὶ πείρα ἡ σπουδή· πειρῶ τὸ βούλομαι, ἐξ οὗ καὶ πείρα ἡ βουλή· καὶ πηρῶ τὸ ἐκτυφλῶ

### π 179

Πεζὸς ὁ ἐκ ποδὸς μαχόμενος, πέζα γὰρ ὁ ποὺς, διὸ καὶ ἀργυρόπεζα

### π 180

πείρησαι παρὰ τὸ πειράζω, ἢ παρὰ τὸ πειρῶ πειρᾶς, ἐπείρασα, καὶ τὸ προστακτικὸν πείρασαι, καὶ τροπῇ τοῦ α εἰς η πείρησαι

### π 181

Πείρινθον σημαίνει τὸ τετράγωνόν τι τιθέμενον ἐπάνω τῆς ἁμάξας· παρὰ τὸ παραθέειν γέγονε πέρινθος, καὶ πλεονασμῷ τοῦ ἰῶτα πείρινθος· καὶ σκεπτέον, ὅτι οὐ μόνον ἐπὶ τοῦ πειρίνθου, ἡ περὶ πρόθεσις ἐπλεόνασε τὸ ἰῶτα, ἐπεὶ καὶ ἐπὶ τοῦ πειρίθους

### π 182

Πειρῶ τὸ ἀπόπειραν ποιοῦμαι· πείρω τὸ σουβλίζω, καὶ διαπερῶ τὸ κεντῶ καὶ τιτρώσκω· ἐξ οὗ καὶ περιέπιον

### π 183

Πελαργὸς παρὰ τὸ πέλη ἀργός

### π 184

Πέλας ποιμενικὰς σταφίδας, ἀμολγοὺς γάλακτος, ἢ φυάλαι· πέλας σημαίνει δύο, τὰ ἀγγεῖα καὶ τὸ πλησίον· σημαίνει δὲ καὶ ξύλινα ἀγγεῖα, παρὰ τὸ πεπελεκῆσθαι

### π 185

πενετὴς διαφέρει· πελαστὴς μέν ἐστι πρόσφιγξ, καὶ εἰς τὸ ἀπειλῶ, πενετὴς δὲ παρὰ Θεσσαλοῖς, ὁ πραθεὶς ἄλλοις· ἢ κατὰ πόλεμον δωρηθείς

### κ 935

κίρκος εἰσὶ γένη ἱεράκων, ὡς φησὶ Καλλίμαχος ἐν τοῖς περὶ ὀρνέων. πέλειαν δὲ ἄλλοι φασὶ περιστερᾶς εἶδος, οἷον φάσσαν· ἐτυμολογεῖται παρὰ τὸ πέλαν ὃ σημαίνει τὸ μέλας· πέλειαι περιστεραὶ λέγονται καὶ μαντεῖαι

### π 186

Πελίωμα τὸ μελανὸν χρῶμα

### π 187

Πελεκᾶν παρὰ τὸ πέλειν ὠκύς· τοῦτο παρὰ τὸ πέλω τὸ ὑπάρχω καὶ τὸ ὠκὺς, γίνεται πελωκὺς, καὶ ἐκ τούτου πέλεκυς, καὶ ἐξ αὐτοῦ πελεκῶ πελεκᾶν, ὡς Ἀλκμᾶν Ἀλκμᾶνος· κλίνεται πελεκὰς πελεκάντος, ὡς ἀνδριὰς ἀνδριάντος

### π 188

Πέλαγος τὸ μὴ πέλας τῆς γῆς ὄν

### π 189

Πέλαγος παρὰ τὸ πέλω τὸ ὑπάρχω, καὶ τὸ ἄγος, τὸ σημαῖνον τὴν ἔκπληξιν· τὸ ἔχον ἔκπληξιν, καὶ τὸ ἄπειρον βάθος τοῦ ὕδατος

### π 190

Πελέκει ἡ εὐθεῖα πέλεκυς· καὶ γίνεται παρὰ τὸ πέλειν ὠκύς

### π 191

Πέλωρα ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν ὁ πέλωρ, τὸ σημαῖνον τὸ ἐξαίσιον καὶ φοβερόν. καὶ γίνεται παρὰ τὸ πέλω τὸ ὑπάρχω, καὶ τὸ ὥρα ἡ φροντίς· καὶ ἐτυμολογεῖται διὰ τὸ μέγεθος οὕτως· παράγεται δὲ παρὰ τὸ προσπελάζειν τῷ Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν τῷ Χ, ὅτε οἶδεν ὁ Πρίαμος τὸν Ἀχιλέα, ὥστ’ ἀστέρ’ ἐπεσσύμενον πεδίοιο, ὃς ῥά τ’ ὀπώρης εἶσιν· ἀρίζηλοι δὲ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετ’ ἄστρασι νυκτὸς ἀμολγῷ, ὄντε κύν’ Ὠρίωνος ἐπίκλησιν· λοιπὸν πέλωρ πέλωρος, καὶ τὸ οὐδέτερον πέλωρον

### π 192

Πελώριος ὁ μέγας· τὸ ρι ἰῶτα· τὰ ἀπὸ τῶν εἰς ωρ, εἰ μὲν τρέπει τὸ ω, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ διὰ τοῦ ειος κτητικὰ Νέστωρ, Νέστορος Νεστόρειος, Νέστορ εἰ παρὰ νηῒ· εἰ δὲ φυλάσσει τὸ ω διὰ τοῦ ἰῶτα, πέλωρ πέλωρος πελώριος· ἕλωρ ἕλωρος ἑλώριος

### π 193

Πελωρὶς παρὰ τὸ πέλωρον, μεῖζον γάρ ἐστι τῆς χείμης καὶ τῶν ἄλλων ὁμοίων ὁ στρέφων· οὕτως Ἡρωδιανὸς ἐν τῷ συμποσίῳ

### π 194

Πέμπελος ἡ γραῦς, παρὰ τὸ εἶναι πλήσιον θανάτου· ἢ παρὰ τὸ πέμπεσθαι εἰς Ἅδην

### π 195

Πεντηκοστὸς τὸ τη, ἦτα διάτι; ἐκ τοῦ πεντήκοντα· τὰ εἰς κοντα λήγοντα ἀριθμητικὰ, ἢ τῷ α παραλήγεται, οἷον τριάκοντα, ἢ τῷ ἦτα οἷον πεντήκοντα

### π 196

Πένης πένητος· ἡ δὲ εὐθεῖα ἐστὶν ἀπὸ τοῦ πονῶ πόνης καὶ πένης τοῦ ο εἰς ε τραπέντος, κατὰ Δωρικὴν διάλεκτον

### π 197

Πένης ὁ διὰ τὸ πονεῖν καὶ ἐργάζεσθαι ποριζόμενος τὸν βίον· ἢ ὁ πονῶν καὶ ἐνεργῶν διὰ τὴν ζωὴν, ἢ διὰ τὸν πόνον τὸν πρόσσοντα τὴν γονήν

### π 198

πτωχὸς διαφέρει· πένης μὲν γὰρ ὁ ἀπὸ τοῦ πονεῖν καὶ ἐργάζεσθαι ποριζόμενος τὸν βίον· πτωχὸς δὲ ὁ ἐπαίτης, ἢ ὁ ἐκ πλούτου πεσὼν, ἢ τοῦ ἔχειν ἐκπεπτωκός· ἢ ἀπὸ τοῦ πτώσσειν

### π 199

πτωχὸς διαφέρει· πένης μὲν γὰρ ὁ διὰ τῶν χειρῶν πονῶν καὶ πορίζων τὴν τροφήν· πένεσθαι γὰρ τὸ ἐνεργεῖν, ὡς Ὅμηρος, οἱ μὲν πενέονται· πτωχὸς δὲ ὁ δι’ ἐνδείαν τροφῶν προσαιτῶν, ὡς Ὅμηρος· ἀλλ’ ἐπειδὴ οὖν ἔργα κακ’ ἔμαθες, οὐκ ἐθελήσεις ἔργων ἐπισχέσθαι, ἀλλὰ τὴν σὴν κατὰ δῆμον βούλει ἀτίζων βόσκειν γαστέρα ἄναλτον

### π 200

Πένθερος πένθος καὶ ἔρως, ἢ δι’ ἔρωτα πένθερος εὑρών· ἢ ὅτι τὸ πένθος αἴρων· ἢ ὅτι τὸν παῖδα ἐρῶν

### π 201

Πένθος παρὰ τὸ βένθος· ἀπὸ βάθους γὰρ τῆς ψυχῆς ἐξέρχεται

### π 202

Πέντε παρὰ τὸ ἓν καὶ πάντα αὐτὸν εἶναι. λέγεται δὲ καὶ ἡ δίκη παρὰ τοῖς Πυθαγορίοις, καὶ τὸ κρέμις μέσον τῆς μονάδος, καὶ ἐφ’ ἑκατέρων μερῶν τῶν δυάδων

### π 203

Πεντήκοντα ἐκ τοῦ πέντε

### π 204

Πεντὰς οἱονεὶ ἓν καὶ πᾶς· ὁ γὰρ πέντε ἀριθμὸς, ἀπὸ τῆς μονάδος σύγκειται καὶ τῆς τετράδος· ἡ δὲ τετρὰς πᾶς λέγεται· ἢ ἐπειδὴ τὰ στοιχεῖα ἐξ ὧν πάντα τὰ σώματα σύγκεινται· ἢ ἐπειδὴ ὁ τέταρτος ἀριθμὸς μετὰ τῶν προς συντιθεμένων τοῦ τρίτου δευτέρου, πρώτου, τὴν δεκάδα ἀποτελεῖ· ὁ δὲ δέκατος ἀριθμὸς πάντα ἐστὶ δεκτικὸς, διὸ καὶ δεκὰς λέγεται, οἱονεὶ δεκάς τις ὤν

### π 205

Πεπάλακτο συνετέτραυστο· παρὰ τὸ παλάσσω τὸ βρέχω τὸν νοῦν

### π 206

Πεπήσμεθα εἰς τὸ πέποσθε

### π 207

Πεπίθοιμεν ἐπείσθημεν, εὐκτικὸν δευτέρου ἀορίστου, τὸ θέμα πείθω, ὁ ἀόριστος β ἔπαθον, καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἐπέπιθον, ἐξ οὗ καὶ τὸ, σπουδῇ παρπεπιθόντες· καὶ τὸ ἀπαρέμφατον· ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο

### π 208

Πεπιλημένος συνεσφιγμένος· ἀπὸ μεταφορᾶς τοῦ πίλου, ὅπερ ἐν τῇ ἐργασίᾳ ἀπὸ τῶν τεχνίτων κατα σφίγγεται

### π 209

Πειόλης ὁ πόρνος διὰ διφθόγγου, τὸν διὰ τὸ πεὸς ἀπολλύμενον· παρὰ γὰρ τὸ πεὸς καὶ τὸ ὀλῶ γέγονε πεόλης καὶ πλεονασμῷ τοῦ ἰῶτα πειόλης

### π 210

πέκω τὸ ξαίνω καὶ διαλύω· ἐκ τοῦ οὖν πείκω κατὰ διάλυσιν πεΐκω καὶ πέκω, ἐξ οὗ καὶ πικραίνω, καὶ πικρία, καὶ πικρόν· πικρία δὲ εἴρηται, παρὰ τὸ πείκειν ἤγουν διαλύειν, καὶ διαχεῖν τὴν καρδίαν, ἀπὸ τοῦ ἐνήδονον εἶναι εἰς ἀνήδονον. σημαίνει δὲ ἡ πικρία καὶ τὴν ἔριν καὶ φιλονεικίαν, ἐξ οὗ καὶ τὸ παρεπίκρανον· σημαίνει πικρία καὶ τὴν θηριωδίαν

### π 211

Πελειὰς ἡ περιστερὰ, ἀπὸ τοῦ εἶναι αὐτὴν λευκὴν, καὶ κατ’ ἀντίφρασιν λέγεται μελανὸν τὸ πελιδνόν

### π 212

Πελματίσατε ἤγουν ξέσατε τὰ ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἔστι πέλμα, καὶ σημαίνει τὸ ὑποκάτω τῶν ποδῶν μέρος, ἐκ τούτου πελματίζω, ὁ μέλλων πελματίσω

### π 213

Πεπληγὼς πλήξας· πλήσσω, πλήξω ἔληξα, ὁ β ἀόριστος ἔπλαγον· ἐπὶ τοῦ ψυχικοῦ πάθους διὰ τοῦ α, ἐπὶ δὲ τοῦ σωματικοῦ διὰ τοῦ ἦτα· ὁ δὲ ποιητὴς εἰπὼν, κατεπλήγη, ἵνα μὴ νομίσωμεν, ὅτι ἐπὶ τοῦ σωματικοῦ λέγει, εἶπε φίλον ἦτορ· ἤγουν τὴν ψυχὴν, διὰ τὸ μέτρον

### π 214

Πέπλος καὶ μετὰ τοῦ τανύω, τανύπεπλος· πέπλος γίνεται ἐκ τοῦ πρέπω ῥήματος, πρέπαλος, καὶ ἀποβολῇ τοῦ ρ, πέπαλος, καὶ συγκοπῇ πέπλος· διαφέρει πέπλος καὶ χιτών· χιτὼν λέγεται τὸ ἁπλοῦν καὶ λινοῦν περιβόλαιον· πέπλος δὲ τὸ ποικίλον καὶ γυναίκιον ἱμάτιον, παρὰ τὸ πέπελον, ὥσπερ εἰς τὸν φοροῦντα περιπελόμενον· καὶ εἰς τὸ χιτών

### π 215

Πέπονες μαλακοὶ, εὔκολοι, ἀσθενεῖς, ἔκλυτοι, ἀπὸ μεταφορᾶς τῶν πεπόνων, ἢ πεπείρων καρπῶν καὶ σεσημμένων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, καὶ τῇ ἁφῇ μαλακὰ καὶ εὐένδοτα· καὶ σημαίνει δύο, τοὺς γενναίους καὶ τοὺς γέροντας· καὶ ὅταν σημαίνει τοὺς γενναίους, γίνεται ἐκ τοῦ φόνος· φόνους γὰρ ἔλεγον οἱ Δωριεῖς τοὺς ἐπονειδίστους, ἤγουν τοὺς ἄξια φόνου δεδρακότας· καὶ παρὰ Φρυγικῷ ἔθει καὶ κατ’ ἀναδιπλασιασμὸν πέφονες, καὶ τροπῇ πέπονες· συστέλλει δὲ τὰ κοινὰ τῷ γένει· τοὺς δὲ γέροντας ὡς ἐκλύτους, ἡ μεταφορὰ ἀπὸ τῶν πεπόνων

### π 216

Πέπονθα ζητεῖται, ποῖος ἄρα ὁ ἐνεστὼς; καὶ λέγομεν, ὅτι ἀπὸ τοῦ πεινῶ ῥήματος κατὰ ἀναλογίαν πέπονα ὁ μέσος παρακείμενος, καὶ πλεονασμῷ τοῦ θ πέπονθα· εἰ δέ τις εἴπῃ, διάτι μὴ ἄλλο σύμφωνον ἐπλεόνασε, οἷον γ, ἢ κ, ἢ ἀλλό τι; εἴπομεν, ὡς φίλον τῷ μέσῳ παρακειμένῳ συνάπτεσθαι τὸ θ, ὣς τὸ πέπονθα καὶ τὰ ὅμοια· κανονίζεται δὲ οὕτω, πονῶ πονήσω, πεπόνηκα, ὁ μέσος παρακείμενος πέπονα, ἐνδεῖ γὰρ μίαν συλλαβὴν ἀπὸ τῶν περισπωμένων, οἷον βεβόηκα, βέβοα, καὶ ἐπενθέσει τοῦ θ πρὸ τοῦ α πέπονθα. ἢ πένω τὸ ἐνεργῶ, ἐξ οὗ καὶ πένης, ὁ μέλλων πενῶ, ὁ μέσος παρακείμενος πέπονκα, καὶ τροπῇ τοῦ κ εἰς θ πέπονθα· ἢ παρὰ τὸ πήθω τὸ πάσχω, ὁ μέσος παρακείμενος πέπηθα, καὶ τροπῇ τοῦ η εἰς ο, καὶ πλεονασμῷ τοῦ ν, πέπονθα

### π 217

Πέποσθε ὁ μὲν Ἡρωδιανὸς λέγει, ὅτι ἀπὸ τοῦ πήθω τὸ πανθάνω, ὁ μέλλων πήσω, ὁ παρακείμενος πέπηκα, ὁ παθητικὸς πέπησμαι, πέπησαι, πέπησθαι, τὸ πληθυντικὸν πεπήσμεθα, πέπησθε καὶ τροπῇ τοῦ ἦτα εἰς ο· ἢ ἀπὸ τοῦ πονῶ πονήσω, πεπόνηκα, πεπόνημαι, πεπόνησθε, καὶ συγκοπῇ τῆς νη συλλαβῆς, πέποσθε, ἀντὶ τοῦ πεπόνθατε

### π 218

Πεποτήαται πετῶνται, παρὰ τὸ ποτῶ ποτήσω πεπότηκα, πεπότημαι· καὶ τὸ Ἰωνικὸν πεποτήαται

### π 219

Πέπρακα ἀπὸ τοῦ περῶ περάσω, πεπάρακα, καὶ συγκοπῇ πέπρακα

### π 220

Πεπρωμένην εἱμαρμένην διὰ τὸ περατῶσθαι πάντα, καὶ μηδὲν ἐν τοῖς οὖσιν ἄπειρον εἶναι· ἢ πεπερασμένην καὶ συντετελεσμένην διοίκησιν· ἢ περὰ τοῦ βίου ἐπιζητοῦσα

### π 221

Πεπρωμένον ἀπὸ μετοχῆς μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν, ὥσπερ καὶ τὸ εἱμαρμένον· ἡ δὲ μετοχὴ πεπερατωμένον γίνεται παρὰ τὸ περατώσω· τοῦτο ἐκ τοῦ πέρας, πέρατος· τὶ δὲ σημαίνει τὸ πεπρωμένον; τὸ προωρισμένον καὶ εἱμαρμένον· εἱμαρμένη δέ ἐστι παρ’ Ἕλλησιν ἡ λεγομένη παρ’ ἡμῖν πρόνοια· τὴν δὲ αὐτὴν εἱμαρμένην ἔλεγον καὶ ἀδράστειαν, διὰ τὸ μὴ ἀποδιδράσκειν ἅπαντα τὰ προωρισθέντα

### π 222

Πελίωμα τὸ μελανὸν χρῶμα, καὶ γὰρ πέλην λέγομεν βοῦν, τὸ τοιοῦτον χρῶμα ἔχοντα· καὶ Πέλλη πόλις Μακεδονίας, ὅτι βοῦς αὐτὴν εὗρε· πέλλη τὸ χρῶμα, καὶ ὁ πελίας ἄνθρωπος

### π 223

Πεποιθὼς τὰ γὰρ ἀπὸ τῶν εἰς ος συνθέτων, διὰ τοῦ ια παραγόμενα, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, ἄτεχνος ἀτεχνία, ῥάθυμος ῥαθυμία, ὑπερήφανος ὑπερηφανία, εὔκαιρος εὐκαιρία· πρόσκειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ εὔερος εὐέρεια, σημαίνει δὲ τὴν καλὸν ἔριον ἔχουσαν, καὶ βοηθὸς βοήθεια, καὶ τοῦτο γὰρ σύνθετον, παρὰ τὸ βοὴ καὶ τὸ θοὸς, οἱονεὶ ὁ κατὰ τὴν βοὴν ταχύς· ἡ γὰρ βοήθεια τοῖς βοῶσι ταχὺς θέλει γνωρίζεσθαι· καὶ ἐκ τούτου βοήθεια

### π 224

Περίπαθος ἡ περὶ σχέσιν κυκλοτερῆ δηλοῖ· ὥστε περιέχεσθαι κάμπτειν, οὕτω καὶ περίπατος· πάτος γὰρ τὸ πατούμενον· ἐξ οὗ καὶ τὸ κατὰ κυκλοτέρειαν περίπατος λέγεται

### π 225

Πέρδιξ παρότι περισσῶς ᾄδει· ἐν τῷ γὰρ ἀπόλλειν τὰ ἴδια τέκνα ᾄδει· καὶ ταῦτα συνάγει· Ῥωμαϊστὶ γὰρ πέρδειν τὸ ἀπόλλειν λέγεται, καὶ τὸ ἄδειν τὸ δίκειν, λέγειν

### π 226

Πεπτωκὼς μετοχή· ἔστι πετῶ, πετεῖς πετεῖ, πετήσω, πεπέτηκα, καὶ κατὰ συγκοπὴν πέπτηκα, καὶ τροπῇ τοῦ η εἰς ω πέπτωκα. ἢ παρὰ τὸ πεδῶ πεδήσω πεπέδηκα, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ η εἰς ω, πέπτωκα· ὁ γὰρ πίπτων εἰς γῆν πεδεῖται

### π 227

Πέρα πλέον, ὑπερβολικῶς, ὅτε παροξύνεται· περᾶ δὲ ὅτε διαβαίνει, περισπᾶται

### π 228

Περαίνω παρὰ τὸ περαίω, καὶ πλεονασμῷ τοῦ ν, περαίνω· ἐξ οὗ καὶ νέον περαίνεις· καὶ εἰς τὸ πταίω

### π 229

Περάνας πληρώσας, τὸ θέμα περαίνω περανῶ, ἐπέρανα, καὶ ἡ μετοχὴ περάνας· τὸ δὲ περαίνω παρὰ τὸ πέρας· τοῦτο παρὰ τὸ πείρω, ἐξ οὗ καὶ πόρος

### π 230

Πέρθαι πορθῆναι, ἀπὸ τοῦ πέρθω πέρσω, ὡς νήθω νήσω, ἔπειτα πέπερκα, πέπερμαι, ὡς νένησμαι, καὶ τὸ ἀπαρέμφατον πεπέρθαι, καὶ ἀποβολῇ τοῦ διπλασιασμοῦ πέρθαι, ὡς βέβλητο, βλήτο δὲ μηρῶ· εἰ δέ τις εἴπῃ, διάτι μὴ καὶ τὸ ς, ἔχῃ ὡς τὸ νένησθαι; λέγομεν ὅτι πρῶτον μὲν διὰ τὴν κακοφωνίαν τὸ ς ἀπέβαλεν· ἄλλως τε καὶ ἐνομίσθη εἶναι τῆς πέμπτης συζυγίας, ὡς ἔχων τὸ ρ, αὑτὴ γὰρ οὐ προσλαμβάνει τὸ ς, ἐν βαρυτόνοις, κέκαρμαι τέτιλμαι, κέκαρται τέτιλται· νῦν δέ με χαλεπῷ θανάτῳ ἡ μαντο δάμνει

### π 231

Περάτη τὸ πλησίον τοῦ ὠκεανοῦ

### π 232

Περιεκτικὸν γενικὸν, πάντα περιλαμβάνον ἢ κατέχον

### π 233

Περιαυτίζεται περὶ αὐτοῦ μέγα φρονεῖ, ἢ ἐν τῇ αὐτοῦ λέξει διατρίβειν

### π 234

Περιόπη ἀκρωρία, τόπος ὑψηλός

### π 235

Πέρισυ ἐπὶ τοῦ παρελθόντος

### π 236

Περιπέτεια προπέπεια, σύμπτωμα, σύμβασις

### π 237

Περιαγνύμενος περιτριβόμενος, περικλώμενος, ἀπὸ τοῦ ἄγνυμι ὅπερ ἔσχε τὴν γένεσιν, ἀπὸ τοῦ ἄγω, ὃ σημαίνει τὸ κλάνω· πλεονασμῷ τοῦ ν ἀγνῶ, ἐκ τούτου οὖν ἀγνύω, καὶ κατὰ παραγωγὴν ἄγνυμι

### π 238

Περιδέξιον ἀντὶ τοῦ πολλὰ δεξιὸν καὶ ἄριστον

### π 239

Περιούσιος ἢ ἀπὸ τοῦ περισσῶς εἴρηται, ἢ ἀπὸ τοῦ πλεονάζειν ταῖς ἀρεταῖς, καὶ περιουσίαν ἔχειν πλεονεκτημάτων, καὶ πλῆθος ἀγαθῶν ἔργων

### π 240

Περιδείλην ὥραν παρὰ τὸ ἐνδεῖ, κατὰ τὴν εἵλην, ὃ σημαίνει τὴν θερμασίαν

### π 241

Περιπέζια τὰ πρὸς τὴν γῆν προσπελάζοντα· πέζα γὰρ οὐ μόνον ὁ ποὺς, ἀλλὰ καὶ ἡ γῆ, παρὰ τὸ ἕζω, τοῦτο παρὰ τὸ ἕω, ὃ σημαίνει τὸ καθέζομαι· τὸ γὰρ ἔδω οὐ μόνον τὸ ἐσθίω σημαίνει, ἀλλὰ καὶ τὸ καθέζομαι

### π 242

Περισσὼς παρὰ τὴν περὶ πρόθεσιν, καὶ τὸ σεύω τὸ ὁρμῶ

### π 243

Περιστερὰ ἢ διὰ τὸ πέτεσθαι στεῤῥῶς, ἢ διὰ τὸ πέτεσθαι ῥᾷον· ἢ διὰ τὸ περιστατικὸν τοῦ ἐρᾶσθαι· ἢ αἴρεσθαι τὰ νοοσία ἑαυτῆς

### π 244

Περιεχέθη τὸ θέμα χεύω, χεύσω, ὁ παθητικὸς ἀόριστος ἐχέθην· ἐξῆλθε δὲ τὸ υ, διὰ τὴν κακοφωνίαν· ἔστι δὲ ὁ ἐνεργητικὸς ἀόριστος ἔχευα καὶ ἔχεα, ὅθεν καὶ ἐπιχέατε

### π 245

Περιοχὴ περιπέτεια, καὶ ὑπόθεσις, ἢ συνοχὴ, ἢ θλίψις

### π 246

Περίψημα καταπάτημα, ὑπὸ τὰ ἴχνη τῶν ποδῶν

### π 247

Περίπατος διακίνητον, ἢ αὐτὸ τὸ βάδισμα

### π 248

Περιουσιασμὸς ἐκ τοῦ περιουσιάζω, τοῦτο ἐκ τοῦ περιουσία, τοῦτο παρὰ τὸ ἶσος, ἰσία, τοῦ ἰῶτα τραπέντος συνηθὼς εἰς υ, καὶ πλεονασμῷ τοῦ ο

### π 249

Περκνὸν μέλαν, ἔνθεν περκάζειν λέγεται, ἡ μελαινομένη συλλ

### π 250

Πέρπερος ὁ φλυαρὸς, ἀπὸ τοῦ περιφέρω γίνεται περίφερος, καὶ τροπῇ τοῦ φ εἰς π, πέρπερος, ἢ ὁ τοῖς λόγοις περιφερόμενος, ἀπὸ τοῦ τοῖς λόγοις περιφέρεσθαι

### π 251

Περσεφόνη κύριον ὄνομα, παρὰ τὸ τοὺς ἀποθνήσκοντας πρὸς αὐτὴν φέρεσθαι, ἤτοι τοὺς φονευθέντας· καὶ ἄλλως· περσεὺς καλεῖται ὁ ἥλιος, καὶ ἐξ αὐτοῦ περσεφόνεια, ἡ ἀνάδοσις τοῦ σίτου, ἡ ἀπὸ τοῦ ἡλίου γινομένη

### π 252

Περισσῶς ἐπίῤῥημα μεσότητος, ἐκ τῆς περὶ προθέσεως, καὶ τοῦ σεύω τὸ ὁρμῶ

### π 253

Περγάμου ἄκρης τῆς ἀκροπόλεως τῆς Ἰλίου, ἡ ἐκαλεῖτο Πέργαμος

### π 254

Πέκος τὸ δέρμα, κατὰ περισσότητα τοῦ ς, παρὰ γὰρ τὸ πείκω πεῖκος· ἔστι καὶ πέκος

### π 255

Πεστωρ σημαίνει τὸν συρφετὸν. ἤγουν τὸν ἐσφαλμένον· ἔστι πέτω καὶ σημαίνει τὸ πίπτω

### π 256

Πέρσης ἐθνικὸν, στέρησις, ἐστηρήθη γὰρ τῆς Φοινικ. μητέρος τῇ ἑαυτοῦ κινήσει· ἐτέχθη ἐκ τῆς παρὰ φύσιν φύσεως· στερήσεως γὰρ τοῦ ἐρωμένου Λὼτ, τῷ πλήθει τοῦ οἴνου, ἐπιβούλῃ τῶν θυγατέρων αὐτοῦ, πρὸς αὐτὸν συγγινομένων, ἐγένετο Πέρσης, στέρησις

### π 257

Περσία χώρα ὠνόμασται, ἀπὸ Πέρσεως βασιλεύσαντος ἐν αὐτῇ

### π 258

Πεσσόντων σημαίνει δὲ τῶν ἀναιρεθέντων καὶ φονευθέντων· μετοχὴ ἀορίστου δευτέρου, τὸ ῥῆμα πεύω· γίνεται δὲ παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν· κυρίως γὰρ τὸ πεσεῖν ἐστι τὸ ἀπὸ ὕψους εἰς γῆν κατενεχθῆναι

### π 259

Πεσσέμεν σημαίνει τὸ χωνεῦσαι· ἐξ αὐτοῦ τὸ καταπέψει, ἀντὶ τοῦ χωνεύσει, κατάσχει, καταδαπανήσει, τουτ’ἔστιν ἐγκρατὴς γίνεται τῆς ὁρμῆς· ἔστι δὲ ἀπαρέμφατον τὸ πεσσέμεν ἐνεργητικόν· οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα, διὰ τοῦ εμεν προσφέρουσι· ἔστι ῥῆμα πέσσω· ὁ κανὼν, οἱ Αἰολεῖς βαρύτονοι ὄντες τὸ πτ εἰς δύο σς μετατιθέασι, τὸ γὰρ νίπτω νίσσω λέγουσιν, καὶ τὸ ὄπτω ὄσσω· οὕτω καὶ τοῦτο εἴρηται μεταφορικῶς ἀπὸ τοῦ ἐν γαστρὶ πλείονα χρόνον κατεχομένων σιτίων· καὶ γὰρ αὐτοῦ ἂν μὴ κρατηθῆ τὸν ὡρισμένον καιρὸν ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέτεται. εἰσὶ δὲ τοῦ θρεπτικοῦ δυναμεῖς τέσσαρες, ἑλκυτικὴ, καθεκτικὴ, ἀλλοιωτικὴ καὶ κριτική· ἑλκυτική ἐστιν, ὅτε ἐπιθυμεῖ τις τοῦ φαγεῖν· καθεκτικὴ ἡ κατέχουσα τὴν τροφὴν, καὶ μὴ ἑαυτὴν ἐῶσα ἐκριθῆναι· ἀλλοιωτικὴ ἡ ἀλλοιοῦσα τὴν τροφὴν εἰς τοὺς χυμούς· ἀποκριτικὴ ἡ τὸ περίπτωμα διὰ τοῦ ἀφεδρῶνος ἐκρίνουσα καὶ ἐκβάλλουσα

### π 260

Πετάλοις τοῖς φύλλοις, παρὰ τὸ πέτω τὸ πίπτω, πίπτουσι γάρ

### π 261

Πέταυρον παγὶς, ἢ βάρος

### π 262

Πετεηνῶν ὄνομα γενικῆς τῶν πληθυντικῶν· τὸ πετεηνὸν γάρ ἐστιν ἡ εὐθεῖα, ἐκ τοῦ πετῶ πετήσω, πετηνὸς καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς, ἐξ οὗ ἔχει τὸ ἦτα· πάντοτε δὲ ὁ ποιητὴς διὰ τοῦ ε καὶ η προσφέρει· ἔστι γὰρ καὶ τοῦτο γενικόν

### π 263

Πετεινὸν παρότι πετᾶται τεινόμενον

### π 264

Πέτονται τὸ θέμα πέτω, ὁ παθητικὸς ἐνεστὼς πέτομαι, τὸ τρίτον τῶν πληθυντικῶν πέτονται. ἐκ τούτου γίνεται πετ καὶ σημαίνει τὸ ὕψος· ἐκ τούτου πετῶ πετᾶς, καὶ τροπῇ τοῦ ε εἰς ο ποτῶ, ὁ παθητικὸς ἐνεστὼς πότωμαι, καὶ ὁ παρατατικὸς ἐποτώμην, καὶ τὸ τρίτον ἐποτᾶτο, καὶ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα

### π 265

Πέτρα διὰ τὸ πέτεσθαι ῥᾳδίως, κατ’ ἀντίφρασιν

### π 266

Πεττεύειν μεταφέρειν, ἀπὸ τῶν πέττων, τουτ’ἔστι τῶν κύκλων· πεττεύειν δὲ καὶ ταυλίζειν· γίνεται ἀπὸ τοῦ πέττος, πεττεύω καὶ πέττεια. τὸ δὲ πέττος ἀπὸ τοῦ πέττω, ὃ σημαίνει τὸ καταπίπτω, ὁ μέλλων πέσσω, πεσσὸς, καὶ τροπῇ πέττος· καὶ συντάσσεται μετὰ πτώσεως γενικῆς καὶ αἰτιατικῆς

### π 267

Πευκαλίμη ἡ φρόνησις· πευκαλίμῃσι

### π 268

Πεύθω τὸ ἀκούω, εἰς τὸ ἔκπυστα

### π 269

Πευκαλίμας φρένας τὰς συνετὰς, παρὰ τὰς πεύκας. παρὰ τὸ δριμείας αὐτὰς εἶναι, καὶ συνετὰς, οἱονεὶ δριμεῖαι καὶ σώφρονες

### π 270

Πέφαμμαι δύο μμ· πᾶσα συλλαβὴ εἰς ν λήγουσα, ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλλαβῆς· πέφακα πέφαμμαι, ὁ ἐνεστὼς φαίνω, ὃ σημαίνει τὸ φονεύω, καὶ φανεροποιῶ, καὶ τροπῇ Ἰωνικῇ ἔφηνα

### π 271

Πέφνη καὶ καταπέφνη. ῥῆμα ἔστιν ἀορίστου δευτέρου, τὸ ῥῆμα φένω, γίνεται ἐκ τοῦ φῶ, τὸ φονεύω, φένω, ἐξ οὗ καὶ φόνος, ὁ μέλλων φενῶ, ὁ β ἀόριστος ἔφενον, καὶ μετὰ τῆς ἐπὶ προθέσεως καὶ συγκοπῇ ἔπεφνον, καὶ ἡ μετοχὴ ὁ πέφνων, βαρύνεται· αἱ εἰς ων λήγουσαι μετοχαὶ, ἔχουσαι πρὸ τοῦ ἀμεταβόλου σύμφωνον, κατ’ ἐπιπλοκὴν, οὐδέποτε ὀξύνονται, οἷον, κάμνων, δάκνων, τέμνων· τούτοις συνεξηκολούθησε τὸ πέφνων καὶ συνεβαρύνθη· χερείονά περ καταπέφνων

### π 272

Πεφυγμένος εἰς τὸ ἐτύχθη

### π 273

Πεφυκὼς ἐκ τοῦ φῦμι τὸ ὑπάρχω· φύω παράγωγον, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ πεφυκὼς, τὸ θηλυκὸν πεφυκυῖα

### π 274

Πεφηνὸς τὸ δὴ λεγόμενον· παρακείμενος μετοχῆς τῶν εἰς μι

### π 275

Πεφόραται τιθέαται, κατείληπται· φοράσαι γὰρ τὸ θεάσασθαι

### π 276

Πεφοινιγμένην ἠπατωμένην, πεπηρωμένην, ἐκ τοῦ φόνος· ἢ ἐκ τοῦ φοινικὸς ἤγουν πυῤῥός

### π 277

Πεφραγμένην τὰ εἰς τὴν χεῖραν λεπτυνόμενα νέου σίτου ἢ κριθῆς

### π 278

Πῆ ἐπίῤῥημα πευστικὸν ἀντὶ τοῦ ποῦ, ἢ πότε· οἷον, μῆ μὲν σύνδεσμος αἰτιολογικὸς, πῇ δὲ σύνδεσμος ἐναντιωματικός· οἱ γὰρ Δωριεῖς, διὰ τοῦ α, ἀντὶ τοῦ ποῦ ἢ πότε

### π 279

Πῆ ἐπίῤῥημα ἐρωτήσεως, ἀντὶ τοῦ ποῦ· καί ἐστιν ἀόριστον· ὅτε δὲ ἐρωτήσεως περισπᾶται· τὶ διαφέρει τὸ πῇ τοῦ ποῦ καὶ ποί; διαφέρει· ὅτι τὸ μὲν πῇ, τὴν εἰς τόπον σχέσιν σημαίνει· ὡς Ὅμηρος· πῇ ἔβη Ἀνδρομάχη· τὸ δὲ τοῦ τὴν ἐν τόπῳ· ποῦ νῦν δεῦρο κίων λίπες Ἕκτορα, ὅθεν οὐ δεῖν λέγειν ποῦ ἀπέρχῃ, ἀλλὰ πῇ, προσγραφομένου τοῦ ἰῶτα· καὶ εἰς τὸ ποῖς

### π 280

Πῇ ποῖ, πῇ εἰς τινὰ τόπον· πῇ δὴ τόνδε μολοβρὸν ἄγεις· ἔστι δὲ Ἰωνικὸν· τὸ δὲ ποι Ἀττικὸν βαρυτονηθέν· τὸ δὲ πῆ ἀόριστον γίνεται· νῦν δ’ οὔτ’ ἄρ πη θέσθαι ἐπίσταμαι, ἀντὶ τοῦ, εἰς οὐδένα τόπον ἐπίσταμαι θέσθαι τὰ δῶρα

### π 281

Πήγανον τὸ πη ἦτα· εἴρηται δὲ παρὰ τὸ πήσσω, οἱονεὶ ἡ πήσσουσα τὴν γονήν· ἢ παρὰ τὸ παύειν γονὸν παῦγνον καὶ πήγανον

### π 282

Πηγεσιμάλλῳ ἡ εὐθεῖα πηγεσιμάλλος· σημαίνει δὲ τὸν μελενὰς μαλλοὺς ἔχοντα· ὁ γὰρ τοιοῦτος φοβερὸς φαίνεται ἐν πλήθει λευκῶν προβάτων, ἐκ τοῦ πηγὸς καὶ τοῦ μαλλὸς γίνεται πηγόμαλλος τῆς τετάρτης συζυγίας, καὶ τροπῇ τοῦ βραχέος ἤγουν τοῦ ο εἰς ε, πηγεσίμαλλος, ἐκ τοῦ εἰρηκέναι τὸν ποιητὴν, ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων

### π 283

Πηγὴ ἐκ τοῦ πηδῶ γίνεται πηδὴ, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς γ· ἢ τόπου γέννησις

### π 284

Πηγὴ τὰ δύο ηη· Δωριεῖς γὰρ παγὰς λέγουσι· καὶ ἡμεῖς τὰ τῶν Δωριέων αα εἰς ἦτα τρέπομεν

### π 285

Πηδάλια οἱ κύβερνοι τοῦ πλοίου, ἐκ τοῦ πηδῶ· πηδῶν μῦ ἐν πηδαλίῳ, οὐ γὰρ ἔχουσι πηδάλια ἀλλὰ κώπας, παρὰ τὸ πλεῖν τὴν θάλασσαν· πηδὸς γὰρ εἶδος ξύλου, τὸ πλάτος τῆς κώπης

### π 286

πλήεργον διαφέρει, πηδάλιον ἡ λέγεται, πλήεργον δὲ σχεδιὰς, τὸ αὐτὸ δὲ καὶ πλήθριον

### π 287

Πῆκτις τὸ τῆς κιθάρας ξῦλον

### π 288

Πηληϊάδεω ὁ κανὼν· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ, τὰς εἰς ος ληγούσας γενικὰς, τὰς ἀπὸ τῶν εἰς ης εὐθείων γινομένας, διὰ τοῦ εω προσφέρουσιν, ἐπὶ γενικῆς, οἷον, Ξέρξης, Ξέρξου Ξέρξεω, Ἀτρείδης Ἀτρείδου Ἀτρείδεω, ἐναντίως τοῖς Βοιωτικοῖς καὶ Αἰολεῦσι· ἐκεῖνοι γὰρ διὰ τοῦ αο ποιοῦσι, τοῦ α ἐκτεινομένου· πᾶσα γὰρ γενικὰ ὀνόματα εἰς φωνῆεν λήγοντα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας, ἢ ἐκτείνει τὴν παραλήγουσαν, καὶ συστέλλει τὴν λήγουσαν, οἷον καλὸς καλοῦ καλοῖο, σοφὸς σοφοῦ σοφοῖο· ἢ ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν, οἷον, Ἀτρείδεω, Πριαμίδεω, Πηληϊάδεω

### π 289

Πηληϊάδεω ὄνομα πτώσεως γενικῆς· δεῖ γινώσκειν ὅτι ἔστι Πηλεὺς τὸ πρωτότυπον καὶ τὸ πατρωνυμικὸν αὐτοῦ Πηλείδης καὶ κατὰ διάλυσιν Πηλεΐδης, καὶ τροπῇ τοῦ ε εἰς ἦτα καὶ πλεονασμῷ τοῦ α, διὰ τὴν κακοφωνίαν, ἢ διὰ τὴν συνέμπτωσιν Πηληϊάδης, ἡ γενικὴ Πηληϊάδου κοινῶς, Δωρικῶς δὲ Πηληϊάδαο καὶ Ἰωνικῶς, καθὼς χρῶνται, Πηληϊάδεω· ἰστέον ὅτι τὰ εἰς δης πατρωνυμικὰ, ἢ τῷ ι παραλήγεται μόνῳ, ἢ ἓν, ἢ τῷ α· εἰ μὲν οὖν ἀπὸ τῆς γενικῆς γίνεται ἡ πατρωνυμία, τῷ ἰῶτα μόνῳ παραλήγεται, ἐν βραχεῖ ὁποίας ἂν εἴῃ καταλήξεως· χωρὶς τῶν ἀπὸ τῶν εἰς ευς καὶ ἀπὸ τῶν εἰς ης, οἷον Ἀγαμέμνονος Ἀγαμεμνονίδης, Βίαντος Βιαντίδης· τὸ γὰρ Βιαντίδης πλεονασμῷ τοῦ α· καὶ παρὰ τὴν Δευκαλίωνος γενικὴν, καὶ Ἀνθεμίωνος ὤφειλεν εἶναι Δευκαλιωνίδης καὶ Ἀνθεμιωνίδης, ἀλλὰ συγκοπὴν πέπονθεν ἐν τῷ Δευκαλίδης καὶ Ἀνθεμίδης· καὶ τὸ Χαλκοδοντιάδης καὶ Τελαμωνιάδης πλεονασμὸν ἔχουσι τοῦ α· ὁμοίως δὲ ἀπὸ τῶν εἰς ου γενικῶν, διὰ τοῦ ειδης γίνεται ἡ παραγωγὴ, οἷον Ἡρακλῆς Ἡρα κλεΐδης καὶ Ἡρακλείδης· καὶ ἀπὸ τῶν εἰς ευς εὐθέων διὰ τοῦ ειδης γίνεται· οἷον Πηλεΐδης Πηλείδης, ἐν τούτοις γὰρ συναίρεσις γίνεται εἰς τὴν ει δίφθογγον, ἐπείπερ ἀνεφάνη τὸ α ἐν τῇ γενικῇ τῶν πρωτοτύπων· εἰ δὲ ἀπὸ τῶν εἰς ος εὐθείων ἔστιν εἰ μὲν καθαρῶν ὄντων, διὰ τοῦ α, ἐκφέρονται, οἷον ἥλιος ἡλιάδης, Θυέστιος Θυεστιάδης· τὸ Πάνθηος Πανθοΐδης ἡμάρτηται· εἰ δὲ μὴ καθαρεύουσι, διὰ τοῦ ἰῶτα, οἷον Ὕλλος Ὑλλίδης, κέδρος κεδρίδης· εἰ δὲ ἀπὸ τῶν εἰς ας ἢ εἰς ης, ὧν ἡ γενικὴ εἰς ου, διὰ τοῦ αδης ποιεῖ τὸ πατρωνυμικὸν, βορέας βορέου βορεάδης, ἱππότης ἱππότου ἱπποτάδης· τὰ εἰς δης πατρωνυμικὰ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν· ἐκ τοῦ Πηλείδης πατρωνυμικοῦ πλεονασμῷ τοῦ α Πηλειάδης, καὶ οἱ Ἴωνες χαίρουσι τῇ διαλύσει· καὶ διαλύεται ἡ ει δίφθογγος καὶ γίνεται Πηλεϊάδης καὶ τροπῇ τοῦ ε εἰς η Πηληϊάδης, Πηληϊάδου· τὰς εἰς ου γενικὰς, τὰς ἀπὸ τῶν εἰς ης εὐθείων γινομένας, οἱ Ἴωνες διὰ τοῦ αο καὶ διὰ τοῦ εω προσφέρουσιν καὶ ἢ ἐκτείνουσι τὴν λήγουσαν καὶ συστέλλουσι τὴν παραλήγουσαν· ἢ ἐκτείνουσι τὴν παραλήγουσαν, καὶ συστέλλουσι τὴν λήγουσαν

### π 290

Πήληξ ἡ περικεφαλαία, ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν τὸν φοροῦντα, ἐκ τοῦ φάλος γίνεται

### π 291

Πηλὸς ὁ οἶνος, παρὰ τὸ πάλλειν, ὅ ἐστι πηδᾷν καὶ ταράσσειν τοὺς πίνοντας

### π 292

Πηλὸς ὁ οἶνος, παρὰ τὸ πάλλω τὸ σείω, οἱ γὰρ πίνοντες αὐτὸν σείονται, ὅθεν καὶ κραιπάλη ἡ μέθη

### π 293

Πηλὸς παρὰ τὸ παλάσσω τὸ μολύνω, ἡ βεβρηγμένη γῆ· καὶ Ὅμηρος παλάσσετο δ’ αἵματι θώρηξ

### π 294

Πηλὸς ὁ βόρβορος, οἱ μὲν διὰ τοῦ ἰῶτα γράφουσιν· παρὰ γὰρ τὸν πιέσω μέλλοντα πιελὸν αὐτὸν εἰρήκασι καὶ πιλὸν, ἐπεὶ συμπεπίασται· Ἀπολλώνιος δὲ παρὰ τὸ πιλνῶ ῥῆμα, ἐπεὶ πιλνᾶται, φησὶ, καὶ συνάπτεται, ἡνίκα κατασκευάζεται· οἱ δὲ παρὰ τὸ πέλας καὶ πελάζω ἐτυμολογοῦσιν, ἐπὶ πελάζεται ἀλλήλοις τὰ ἔρια, οἷς μάχεται ἡ ὀρθογραφία καὶ ἡ χρῆσις· καὶ τὸ ῥῆμα πηλῶ

### π 295

Πηλούσιον ὄρος, παρὰ τὸ πήλεα

### π 296

Πῆμα βλαβὸς, πένθος, παρὰ τὸ πήθω, τὸ πανθάνω, γίνεται πῆμα καὶ ἐξ αὐτοῦ πημαίνω καὶ δεῖγμα δειγμαίνω· ἐκ τοῦ πήθω γίνεται πηλός

### π 297

Πήματα παρὰ τὸ πήθω τὸ πάσχω· τὸ δὲ πείθω σημαίνει τρία· πείθω τὸ καταπείθω, τὸ πει διφθόγγῳ· πήθω τὸ πάσχω, ἐξ οὗ καὶ ὁ β ἀόριστος ἔπαθον· πίθω δὲ διὰ τοῦ ἰῶτα ἐξ οὗ καὶ πίθηξ

### π 298

Πήματα ἁμαρτήματα, βλάβαι, κακώσεις

### π 299

Πηνακίζω τὸ πάνυ αἰκίζω

### π 300

Πηνίκα ἐπίῤῥημα ἐρωτήσεως πότε; ἡ ἐν πρόθεσις προσλαμβάνει τὸ ἰῶτα· καὶ γίνεται ῥῆμα ἐξ αὐτοῦ ἔνι ἀντὶ τοῦ ἦν, καὶ οὐκ ἔνι, ἀντὶ τοῦ οὐκ ἔστι· καὶ ἐκ τοῦ ἔνι γίνεται ἑνίκα καὶ ἡνίκα καὶ πηνίκα

### π 301

Πηὸς ὁ συγγενὴς· τὸ πη ἦτα, ἢ ὅτι κατὰ διάλεκτον εὑρέθη παὸς, ἢ ἐκ τῆς παραγωγῆς αὐτοῦ· ἔστι γὰρ πῶ ῥῆμα σημαῖνον τὸ κτῶμαι, οὗ ὁ μέλλων πάσω, ἐξ οὗ καὶ πάμων καὶ πολυπάμων γίνεται οὖν παὸς καὶ τροπῇ τοῦ α εἰς η πηός· διαφέρει δὲ πηὸς φίλου· φίλοι μὲν λέγονται οἱ μηδὲν τῷ γένει προσήκοντες· πηοὶ δὲ οἱ κατ’ ἐπιγαμίαν συγγενεῖς

### π 302

Πηκτὶς πάνδουρος, ἢ ὄργανον μουσικόν

### π 303

Πηγὸς εὐτραφὴς καὶ ἰσχυρός

### π 304

Πήρα ἤτοι φέρα τὶς οὖσα, παρὰ τὸ φέρειν ἢ παρὰ τὸ παρηρτῆσθαι, ἢ τροπῇ τοῦ τ εἰς π, οἶον τίσυρες, πίσυρες, οἷον τήρα τὶς οὖσα, παρὰ τὸ τηρεῖν, ἡ ἐν τῷ τηρεῖν εἰργασμένη

### π 305

Πήρα σημαίνει τὸ σακκοπάθνιον, ἐκ τοῦ πήθω, οὗ ὁ μέλλων πήσω, ὁ μέσος παρακείμενος πέπηθα, καὶ κατ’ ἀφαίρεσιν τῆς πε συλλαβῆς καὶ τροπῇ τοῦ θ εἰς ρ, πήρα· ταύτην γὰρ οἱ πάσχοντες ὑπὸ τῆς ἐνδείας βαστάζουσι· γράφεται δὲ διὰ τοῦ ἦτα, διότι ἀνεφάνη τὸ α· καὶ εἰς τὸ πείρα

### π 306

Πήσσω δηλοῖ τὸ πηγνύω, ὁ β ἀόριστος ὁ παθητικὸς ἐπάγην· καὶ εἰς τὸ αἴτνη καὶ παχὺς καὶ εἰς τὸ πέποσθε

### π 307

Πῆχυς παρὰ τὸ πεπηγέναι ἄκρῳ τῷ βραχίονι· καὶ ἐξ αὐτοῦ πηχυαῖος

### π 308

Πιαίνω παρὰ τὸ πίον, ὃ σημαίνει τὸ λιπαρόν· ἐξ οὗ καὶ τὸ πιανάτω προστακτικόν

### π 309

Πιαλέα κάθυγρος, λιμάδα ἔχουσα, παρὰ τὸν πιάλαι, τοῦτο παρὰ τὸ πίω ῥῆμα, ὃ σημαίνει τὸ ποτίζω

### π 310

Πίδαξ ἡ μικρὰ πηγὴ, ἐκ τοῦ πίειν, ὡς ὁ κώνωψ

### π 311

Πιερία ὄνομα τόπου, ὅπου ἐγεννήθησαν αἱ Μοῦσαι

### π 312

Πῖθος παρὰ τὸ πίω, ἐξ οὗ καὶ ἔστι πιεῖν

### π 313

Πίθι ἐκ τοῦ πίω, ὁ β ἀόριστος ἔπιον, ἡ μετοχὴ ὁ πίων τοῦ πιόντος, καὶ τὸ προστακτικὸν πίεθι καὶ κατὰ συγκοπὴν πίθι

### π 314

Πίθηκος παρὰ τὸν πιθήσω μέλλοντα, ἀπὸ τοῦ πιθῶ περισπωμένου· πείθει γὰρ ἡμᾶς τὸ ζῶον, εἰδεχθὲς ὂν, προσέχειν αὐτῷ· οὕτω Φιλόξενος ἐν τῷ περὶ περισπωμένων ῥημάτων

### π 315

Πιλάτος ἐκ τοῦ σπίλος, ὃ σημαίνει τὸν ῥύπον, σπιλάτος καὶ Πιλάτος· τὸ λα μακρὸν φύσει· τὸ πι ἰῶτα διάτι; Τρώϊλος

### π 316

Πίλος καὶ πίλον τὸ κέντουκλον, παρὰ τὸν πίσω μέλλοντα, ἐπειδὴ καὶ συμπεπίαται καὶ εἰς τὸ πεπλημένοι· γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ πιέζω πιέσω γέγονε πίελος, καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν πίλος, ὡς ἱερὸς ἱρός

### π 317

Πιμπλάντος ἐκ τοῦ πιμπλῶ, πίμπλημι παράγωγον

### π 318

Πιμπλῶ ἔστι πλῶ, καὶ σημαίνει τὸ πληρῶ καὶ μετὰ ἀναδιπλασιασμὸν πιμπλῶ, ὅταν δὲ γένηται σύμφωνον, ἀποβολῇ τοῦ μ, οἷον ἐμπιπλῶ

### π 319

Πινάκιον πεῖναν κινεῖν, ἢ πείνης ἄκος, ἤγουν θεραπεία· ἢ διὰ τὸ πείνῃ ψαύειν, ἤγουν ὑπουργεῖν

### π 320

Πῖνα ὁ λίθος, διὰ τοῦ ι δὲ γράφεται τῷ λόγῳ τῶν διὰ τοῦ ινα

### π 321

Πινητὸς ὁ φρόνιμος, παρὰ τὸ πονῶ πονύω, πονυτὸς καὶ τροπῇ τοῦ ο εἰς ι, πινητὸς, ὁ διεγηγερμένος

### π 322

Πίδαξ ὁ κώνωψ, παρὰ τὸ πίειν, τινὲς δὲ παρὰ τὸ πηδᾶν, κατὰ μεταβολὴν τοῦ η εἰς ι Βοιωτικῶς

### π 323

Πῖον τὸ λιπαρὸν, ὄνομα οὐδέτερον· ἔστι πίω ἐξ οὗ καὶ πίνω, ὁ β ἀόριστος ἔπιον· καὶ λοιπὸν ἐκ τοῦ πίω γίνεται πίων τοῦ πίονος καὶ ἡ πίων καὶ τὸ πίον, ὁ γὰρ λιπαρὸς πιότητα πάλιν ἔχει· ἐξ αὐτοῦ δὲ γίνεται πιόλης καὶ πιαίνω, καὶ πῖον τὸ οὐδέτερον, καὶ εἰς τὸ λῖπος

### π 324

Πίπτω διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ πτῶ γίνεται πίπτω κατ’ ἀναδιπλασιασμὸν, ὡς χρῶ κιχρῶ, στῶ ἱστῶ, δῶ διδῶ, πλῶ πιπλῶ, τρώσκω, τιτρώσκω· ἢ ἀπὸ τοῦ πίσσω Αἰολικῶς γίνεται πίπτω· τὸ γὰρ πτ εἰς δύο σς τρέπουσι

### π 325

Πίσα ὁ βοτανώδης τόπος, καὶ ὁ δίυγρος· σημαίνει δὲ ὄνομα πόλεως· διὰ τοῦ ι γράφεται, παρὰ τὸν πίω πίσω μέλλοντα γέγονε Πίσα, οἱονεὶ ἡ ἔχουσα πολὺ ὕδωρ

### π 326

Πίμπλαντο πλέω, πλῶ, πιμπλῶ, πίμπλημι, δευ τέρας συζυγίας τῶν εἰς μι, ὁ παρατατικός· καὶ τὸ τρίτον τῶν πληθυντικῶν πίμπλαντο

### π 327

Πίσυνος πεπιστευκὼς τεθαῤῥηκὼς, πεποιθώς· παρὰ τὸ πιστὸς πιστόσυνος, ὡς δοῦλος δουλόσυνος οὕτω πιστὸς πιστόσυνος, καὶ κατὰ συγκοπὴν πίσυνος

### π 328

Πίστις πίστιος κοινῶς καὶ πίστεος Ἰωνικῶς καὶ πίστεως Ἀττικῶς, ἐκ τοῦ πείθω· ἔστι δὲ γνώμη βέβαια

### π 329

Πίτυρον ἔστι πτίσσω, καὶ σημαίνει τὸ κοπανίζω καὶ ἐκ τούτου γίνεται πίσυρον καὶ τροπῇ τοῦ ς εἰς τ πίτυρον, τὸ κοπανισμένον τῆς κριθῆς· τοῦτο γὰρ τὸ πτίσσω διὰ τοῦ ἰῶτα γράφεται, καὶ πτισσάνη τὸ κόπανον· πτήσσω δὲ τὸ φοβοῦμαι διὰ τοῦ ἦτα· ἐξ οὗ καὶ πτὼξ ὁ λαγῳός

### π 330

Πιτύνη κύκλος ὁ τὸν τυρὸν πηγνύων

### π 331

Πιέτω πίω, ἐν χρήσει οὐχ εὕρηται ῥῆμα· ἔστι δὲ ὁ δεύτερος ἀόριστος ἔπιον, καὶ τὸ προστακτικὸν πίε πιέτω

### π 332

Πίειρα ἡ γῆ, ἡ λιπαρά· κατὰ μὲν τὴν ἄρχουσαν διὰ τοῦ ἰῶτα γράφεται, παρὰ γὰρ τὸ πῖον γέγονε· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου

### π 333

Πικρὸς ὁ χολωδὴς, ἐκ τοῦ πικραίνω, παρὰ τὸ πέκος, ὃ σημαίνει τὴν πεύκην καὶ πλεονασμῷ τοῦ ρ πεκρός· καὶ τὸ ε ἡνίκα πλεωνάσῃ σύμφωνον, τρέπεται εἰς ἰῶτα· οἷον ἔχω ἴσχω, πέκος πικρὸς καὶ σημαίνει τὸν ὑπέρχολον

### π 334

Πικρία χολὴ, παρὰ τὸ πικρός· ἡ μεταφορὰ δὲ ἔστιν ἀπὸ τῆς πεύκης

### π 335

Πίφιγξ εἶδος ὀρνέου· γράφεται δὲ διὰ τοῦ ἰῶτα, κατὰ μὲν τὴν λήγουσαν τῷ λόγῳ τοῦ πέρδιξ· κατὰ δὲ τὴν ἄρχουσαν, ὅτι παρὰ τὸ πίω γέγονε· χαίρει γὰρ τοῦτο τὸ ὄρνεον, ἐν τοῖς ὕδασι

### π 336

Πίων ὁ λιπαρὸς, ἐκ τοῦ πίω· τὸ πι μακρὸν διάτι; κανὼν ἔστιν ὁ λέγων, τὰ εἰς ων δισύλλαβα τῷ ι παραληγόμενα μὴ ὄντα κύρια, ἐκτείνει αὐτὸ, οἷον, κίων πρίων οὕτως οὖν καὶ πίων· οἱ δὲ παρὰ τὴν πόαν

### π 337

Πλάζουσι πλανοῦσι, τὸ πλάζω ἐκ τοῦ πλανῶ, τοῦτο ἐκ τοῦ πλάνη· τὸ πλάνη ἐκ τοῦ ἄλη· τοῦτο ἐκ τοῦ λῶ τὸ θέλω καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλῶ, ὁ γὰρ πλανώμενος, οὐχ ὅπη θέλων πορεύεται

### π 338

Πλάκες διὰ τὸ πλατέως, ἤγουν πλαγίως κεῖσθαι

### π 339

Πλάνη παρὰ τὸ πελάζω ὅπερ κατὰ συγκοπὴν πλάγω, οἱ γὰρ πελαζόμενοι πρόδηλον ὅτι ἐπλανήθησαν· ἢ παρὰ τὸ πλαγιάζειν τὸν νοῦν· ἢ ἐκ τοῦ ἀλῶ τὸ πλάνω, ἄλη καὶ πλάνη· δύο σημαίνει τὸ πλανῶ, τὸ ἀπατῶ καὶ τὸ γυρεύω

### π 340

Πλατυσμὸς παρὰ τὸ πλατύνω, τοῦτο παρὰ τὸ πλα τύς· τοῦτο παρὰ τὸ πολύς· καὶ τὸ ἄτη, ὃ σημαίνει τὸ εὗρος

### π 341

Πλανῆτιν ἐκ τοῦ πλανῆτις ἀρσενικοῦ· τοῦτο ἐκ τοῦ πελάζω

### π 342

Πλάστιγξ ἡ ζύγη, παρὰ τὸ πλατεῖα εἶναι

### π 343

Πλάστης παρὰ τὸ πλάσσω, τὸ ταῖς χερσὶ κατασκευάζω, πλάσω πέπλασμαι, πέπλασται, πλάστης καὶ σημαίνει τὸν δημιουργόν

### π 344

Πλαστουργὸς παρὰ τὸ πλάσσω, πλάσω, πέπλακα, πέπλασμαι, πέπλασται, πλάστης, καὶ τὸ ἔργον, πλαστοεργός καὶ ἐν συναιρέσει πλαστουργός· ὀξύνεται· τὰ παρὰ τὸ ἔργον συντιθέμενα, εἰ μὲν μετὰ πτωτικοῦ συντέθη, ὀξύνεται, οἷον πλαστουργὸς, ξυλουργός· εἰ δὲ μετὰ ἀπτώτων προπερισπᾶται, οἷον πανοῦργος, πλὴν τοῦ ἐκάεργος· σεσημείωται τὸ συνεργὸς ὀξυνόμενον

### π 345

Πλατάνιστον εἰς τὸ πρὸς ῥὰ πλατάνιστον καὶ πρώτιστον

### π 346

Πλέας ὄνομα πλέον καὶ πλέας, ὥσπερ ἐστὶ χερείων ἡ αἰτιατικὴ τὸν χερείονα καὶ ἐν συγκοπῇ χέρεια καὶ τὸ οὐδέτερον τὸ χερεῖον, καὶ χερείονα καὶ συγκοπῇ χέρεια· χέρεια δὲ χειρονίδος, οὕτως ἔστι πλείων, Ἀττικῶς ἐκβολῇ τοῦ ἰῶτα πλέων καὶ τὸ πληθυντικὸν πλείονες καὶ πλέες, ἡ αἰτιατικὴ πλέονας καὶ ἐν συγκοπῇ πλέας

### π 347

Πλείων ἐνιαυτὸς, διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ πλεῖον γέγονε, τὸ σημαῖνον τὸ πλῆρες, οἱονεὶ ὁ πλήρης χρόνων· ὅπερ πλείονος δέδεικται διὰ τῆς ει διφθόγγου γράφεται· ὀξύνεται δὲ ἐπειδὴ δοκεῖ περιεκτικὸν εἶναι· πλείων γὰρ ὁ ἐνιαυτὸς παρὰ τὸ περιέχειν πλήρεις χρόνους· τὰ εἰς ων περιεκτικὰ ὀξύνεσθαι θέλουσιν· ἄλλως τε, διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ παρὰ τὸ Πλείας γέγονε· καὶ γὰρ αἱ Πλειάδες σημαντικαὶ εἰσὶ τοῦ ἐνιαυτοῦ δύνουσαι μὲν γὰρ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν, ἀνατέλλουσαι δὲ τὸ τέλος· τὸ δὲ Πλείας διὰ τῆς ει διφθόγγου γράφεται ἐπειδὴ εἴρηται διὰ τῆς ει διφθόγγου κατὰ διάστασιν, καὶ ἐκτάσει τοῦ ε εἰς η Πληΐας

### π 348

Πλειαὶ ἐκ τοῦ πλείων, καὶ κατὰ μεταπλασμὸν γίνεται πλεῖος καὶ πλεῖα, τὸ πληθυντικὸν πλεῖαι· πλειαί τοι χαλκοῦ κλισίαι

### π 349

Πλεῖν διὰ τῆς ει διφθόγγου· ἔστι ῥῆμα πλέω πλῶ, πλέεις πλεῖς, πλέει πλεῖ καὶ τὸ ἀπαρέμφατον πλέειν πλεῖν, ὡς ῥέειν ῥεῖν καὶ νέειν νεῖν

### π 350

Πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖν διαφέρει· πλεῖν μὲν γὰρ ἐστὶ τὸ κατ’ εὐθὺ πλέειν, ἀποπλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν, παραπλεῖν δὲ τὸ τόπον τινὰ πλῶ διέρχεσθαι· περιπλεῖν δὲ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι ἐπὶ τὸν αὐτὸν τόπον

### π 351

Πλεῖον παρὰ τὸ πολὺς πόλεος καὶ ἐν συγκοπῇ πλέος, καὶ μετὰ τοῦ ἰῶτα πλεῖος, καὶ ὁ πλείων καὶ τὸ πλεῖον συγκριτικόν

### π 352

Πλευρὸν παρὰ τὸ πέλειν εὐρὺ, ἤγουν πλατύ· λέγεται θηλυκῶς ἡ πλευρὰ, παρὰ τὸ πεπληρῶσθαι πνεύματος καὶ πλευμῶδες

### π 353

Πλείων ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ τὰ πάντα πεπληρῶσθαι· ἢ ἀπὸ τῶν Πληϊάδων, ἐξ αὐτῶν γὰρ οἱ στοχασμοὶ, τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι

### π 354

Πλεῖστος ἐκ τοῦ πλείων πλεῖστος τὸ συγκριτικὸν, ἐξ οὗ λέγεται τὰ εἰς ων συγκριτικὰ μεταβάντα εἰς ὑπερθετικά· τὸ δὲ πλειόνων, ἐκ τοῦ πολύς· ὁ πρῶτος τύπος τῶν συγκριτικῶν πολύτερος, ὁ δεύτερος πολείων, καὶ συγκοπῇ πλείων

### π 355

Πλευρὰ ὄνομα οὐδέτερον, εὐθεῖα τῶν πληθυντικῶν· τὰ γὰρ ἀρσενικὰ ἢ θηλυκὰ, εἰς οὐδέτερον γένος μεταπλαττόμενα τοῦ αὐτοῦ σημαινομένου ὄντα, τὸν αὐτὸν τόνον φυλάττει, οἷον δεσμοὶ τὰ δεσμὰ, αἱ πλευραὶ τὰ πλευρά· γίνεται δὲ παρὰ τὸ πολύευρά τινα ὄντα, τουτ’ἔστι πλατέα· τοῦτο παρὰ τὸ πολὺς καὶ τὸ εὖρος, ὃ σημαίνει τὸ πλάτος, εὐρὰ καὶ πλευρά

### π 356

Πλέκω ἐκ τοῦ πέλκω, τοῦτο παρὰ τὸ ἕλκω· καὶ γὰρ ἐν τῷ πλέκειν σύρομεν, καὶ ἐν ὑπερβιβασμῷ πλέκω

### π 357

Πλεονεξία ἐκ τοῦ πλέον καὶ τοῦ ἔχω ἕξω

### π 358

Πλεονάκις ἐκ τοῦ πλεονάζω· τὸ κις ἰῶτα διάτι; τὰ εἰς κις ἐπιῤῥήματα διὰ τοῦ ι γράφεται, οἷον, ἑξάκις, ἑπτάκις, ὀλιγάκις, πολλάκις, πλεονάκις

### π 359

Πληγὴ διὰ τὸ ἐν πηλῷ γίνεσθαι, ἤγουν ἐν τῷ σώματι· πηλὸς γὰρ τὸ σῶμα

### π 360

Πλῆθος καὶ ὄχλος διαφέρει· ὄχλος μὲν ἐστὶ κυρίως ἡ ὄχλησις, πλῆθος δὲ σύστημα τινῶν· καὶ ἄλλως ὄχλος μὲν τὸ πολὺ καὶ ἀναρίθμητον πλῆθος· πλῆθος δὲ τὸ εὐαρίθμητον καὶ μεμετρημένον

### π 361

Πλύνω τὸ καθαίρω, παρὰ τὸ ἐν τοῖς πλυνοῖς καθαίρειν τὰ ἱμάτια· πλυνοὶ δέ εἰσι δοχεῖα τοῦ πλύματος, διὰ τοῦ υ· ἐκ τοῦ πλένω πλύνω, τοῦ ε τραπέντος εἰς υ· τὸ δὲ πλένω ἐκ τοῦ πλέω ἀποβολῇ τοῦ ν· τὸ πλύνω σημαίνει τέσσαρα· τὰ ἀποσμίχω καὶ ἀπονίπτω, καὶ τὸ λοιδορῶ καὶ ὑβρίζω

### π 362

Πλόκαμοι ἀπὸ τοῦ φυσικῶς πλέκεσθαι, οἱ εἰς πλοκὴν ἐπιτήδειοι

### π 363

Πλημμελῶ ἐκ τοῦ πάλιν καὶ τοῦ μέλλω τὸ βραδύνω, πάλιν μελῶ καὶ συγκοπῇ πλημμελῶ

### π 364

Πλημμέλεια ἡ ἁμαρτία, παρὰ τὸ πλημμελής· τοῦτο παρὰ τὸ πλημμελῶ, τὸ ἐκ δευτέρου τὰ αὐτὰ φροντίζειν τοῦ λέγειν ἢ ἐπαναλαμβάνειν

### π 365

Πλῆμναι αἱ σχοινικίδες, αἱ περιέχουσαι τὸν ἄξονα, παρὰ τὸ πληροῦσθαι αὐτὰς ὑπὸ τοῦ ἄξονος

### π 366

Πλῆμναι αἱ συρίγγες, αἱ τροχοὶ, ἃς ἔνιοι σχοινικίδας καλοῦσι, εἰς ἃς ὁ ἄξων ἐνστρέφεται· παρὰ τὸ πληροῦσθαι ὑπ’ αὐτοῦ· ἢ παρὰ τὸ πλήθω

### π 367

Πλὴν ἐπίῤῥημα χωριστικὸν, κατ’ ἀντίφρασιν ἀπὸ τοῦ πλῶ τὸ πλησιάζω· καὶ ὅμως ἔστι καὶ ἐπίῤῥημα τάξεως, καὶ σημαίνει τὸ χωρίς

### π 368

Πλήρης παρὰ τὸ πλῶ τὸ πληρῶ, τοῦτο παρὰ τὸ πλήθω· καὶ κλίνεται ὁ πλήρης τοῦ πλήρεος καὶ πλήρους καὶ τὸ θηλυκὸν ἡ πλήρης, καὶ τὸ οὐδέτερον τὸ πλῆρες· ἢ ἐκ τοῦ πλείων πλειήρης καὶ πλήρης

### π 369

Πλήρης ὅτε ἔχει εὐθεῖαν τῶν ἑνικῶν ἔμπροσθεν, διὰ τοῦ ἦτα γράφεται, οἷον πλήρης ἡ γῆ ἀγαθῶν· ὅτε δὲ εὐθεῖαν τῶν πληθυντικῶν, διὰ τῆς ει διφθόγγου, οἷον πλήρεις αἱ ἅλωνες σίτου· καὶ τὸ οὐδέτερον τὸ πλῆρες· ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ πλήρεα καὶ πλήρη

### π 370

Πληρῶ τὸ γεμίζω, τοῦτο ἐκ τοῦ πλῶ τὸ πληρῶ· ὥσπερ ἀπὸ τοῦ φρὴν φρενὸς γίνεται φρενήρης, καὶ ἀπὸ τοῦ ξίφος ξιφήρης, οὕτω καὶ ἀπὸ τοῦ πόλος πολήρης, καὶ κατὰ συγκοπὴν πλήρης

### π 371

Πλησίον ὄνομα μετήχθη εἰς ἐπίῤῥημα· καὶ ἔστι μονόπτωτον, καὶ γίνεται ἐκ τοῦ πλητὸς πλητίος καὶ τροπῇ τοῦ τ εἰς ς, πλησίος, ἡ αἰτιατικὴ τὸν πλησίον

### π 372

Πλησμονὴ ἐκ τοῦ πλήθω

### π 373

Πλήσσω τὸ τύπτω, ἀπὸ μεταφορᾶς τῶν πληγῶν

### π 374

Πλίνθος παρὰ τὸ πήλινον θέσιν ἔχειν

### π 375

Πλήσσοντος διέβαινον· πλήσσειν γὰρ ἐστὶ μεταφέρειν σκέλος πρὸς σκέλος καὶ Ἱπποκράτης πλῆγμα τὸ μεταξὺ τῶν μηρῶν

### π 376

Πλούσιος παρὰ τὸ πολὺ καὶ τὸ οὐσία, πολυούσιός τις ὢν, καὶ ἐν συγκοπῇ πλούσιος· διαφέρει δὲ πλούσιος, εὔπορος, ἀφνειὸς, ὄλβιος καὶ εὐτυχής· πλούσιος μὲν ὁ πολλὴν οὐσίαν ἔχων· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀφ’ ἑνὸς ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων, ὄλβιος ὁ τελέως τὴν εὐδαιμονίαν ἔχων· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως

### π 377

Πλοῖον ὡς ἐκ πολλῶν σανίδων ὄν· καὶ εἰς τὸ νῆες

### π 378

Πλόκαμος ὁ πλεκόμενος βόστρυχος σειροπλόκως

### π 379

Πλῶ εἰς τὸ πιμπλῶ, καὶ πίπτω, καὶ πλὴν, καὶ πλήρης

### π 380

Πνεῖν τοῦ ἀποπνεῖν διαφέρει· πνεῖν μὲν γάρ ἐστι τὸ ζῇν τε καὶ πνέειν, ἀποπνεῖν δὲ τὸ ἀποθνήσκειν

### π 381

Πνεῦμα παρὰ τὸν πνεύσω μέλλοντα, ἢ παρὰ τὸ πᾶν νεῦμα· σημαίνει δὲ τέσσαρα· πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι δεῖ προσκυνεῖν· πνεῦμα ὁ ἄγγελος· ὡς τὸ, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· ἡ ψυχή· ὡς τὸ ζήσεται τὸ πνεῦμα αὐτῶν· καὶ ὁ ἄνεμος, ὡς τὸ πνεῦμα βίαιον

### π 382

Πλινθίον τὸ τεταχημένον· ἢ πηλὸς ὠπτημένος

### π 383

Πνευματέμφορον τὸ ὑπὸ τοῦ πνεύματος πεπληρωμένον· γίνεται παρὰ τὸ πνεῦμα καὶ τὸ ἐμφορῶ ὁ σημαίνει τὸ πληρῶ

### π 384

Πνεύμων ἀναλόγως διὰ τοῦ πνεύματος· ταμιὰς γὰρ τοῦ πνεύματος

### π 385

Πνιγέα ἔστι χρῆσις, παρὰ τὸν πνιγέα εἰσάγεσθαι· παρὰ τοῖς κωμικοῖς ὁ φοῦρνος πνιγεὺς λέγεται· ἔστι δὲ καὶ ὑδραυλικοῦ ὀργάνου μέρος τι· σημαίνει καὶ τὸν φιμόν· γίνεται δὲ παρὰ τὸ πνίγω

### π 386

Πόα εἰς τὸ ποικίλος

### π 387

Ποδάγρα διὰ τὴν πολλὴν ἀγριότητα

### π 388

Ποδαλείριος οἱ μὲν παρὰ τὸν πόδα, καὶ τὸ ἀλείριος, τουτ’ἔστι τοὺς πόδας κληροὺς ἔχειν· οἱ δὲ παρὰ τοῖς ποσὶ λείρια ἐπιτιθέναι, ἅ ἐστιν ἄνθη· καὶ εἰς τὸ δαΐφρων

### π 389

Ποδαλείριος κύριον, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ λείριον γέγονεν, ὅπερ δέδεικται. διαφόρως δὲ τοῦτο σχηματίζουσιν· οἱ μὲν γὰρ λέγουσιν ὅτι Ποδαλείριος λέγεται, ὁ ἔχων τὸν πόδα λείριον ἦγον ἁπαλὸν, ἄτοπον δέ ἐστιν ἥρωος πόδα λέγειν ἁπαλόν· ἕτεροι δὲ λέγουσιν, ὅτι παρὰ τὸ λείριον τὸ ἁπαλὸν γέγονεν ἀλείριον, τῆς α στερήσεως προσελθούσης, καὶ ἐκεῖθεν τὸ Ποδαλείριος, παρὰ τὸ ἔχειν τὸν πόδα παρὰ τὰ λείρια, ἤγουν παρὰ τὰ ἄνθη, βοτανικὸν γὰρ καὶ ἰατρικὸν τοῦτο

### π 390

Ποδάρκης ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, διὰ τὸ ὀξὺ τοῦ δρόμου· ὤφειλε δὲ εἶναι ποδάρκης ὀξυτόνως, ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀντῶ καὶ ἀρκῶ καὶ αὐθάδης· γίνεται δὲ ἡ κλητικὴ ποδάρκες, ὡς αὐτάρκες· καὶ τὸ οὐδέτερον ποδαρκὲς ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ

### π 391

Πολυέτος πολύετός τις ὤν· ἐκ τοῦ πολὺς καὶ τοῦ ἔτος, ὁ ἐκ πολλῶν ἐτῶν συναγόμενος

### π 392

Πνίγω διὰ τοῦ ἰῶτα, ἐπειδὴ πέπνιγά ἐστιν ὁ μέσος παρακείμενος· εἰ δὲ ἐγράφετο διὰ τῆς οι διφθόγγου, πέπνοιγα ἂν ἦν, καὶ γὰρ ἡνίκα εὑρεθῇ τὸ ε· ἐν δισυλλάβῳ μέλλοντι, ἢ μόνον ἢ μετὰ τοῦ ἰῶτα, εἰς ο τρέπεται ἐν τῷ μέσῳ

### π 393

πλῆμναι διαφέρουσι· πλῆμαι αἱ πλημμυρίδες τῶν ποταμῶν· πλῆμναι δὲ αἱ τῶν τριχῶν σύριγγες

### π 394

Ποιότης ἀπὸ τοῦ ποιεῖν τι περὶ τὴν αἴσθησιν

### π 395

Ποδάρκης ὁ ἐπαρκεῖν δυνάμενος δι’ ὀξύτητα τῶν ποδῶν, διώκων καὶ ἀποφεύγων τοὺς πολεμίους

### π 396

Ποθεινὸς διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τοῦ ἀπεινὸς, ἢ ὅτι οἱ Αἰολεῖς ποθενὸς λέγουσι

### π 397

Πόδας παρὰ τὸ παύσω μέλλοντα γίνεται παῦς, καὶ τροπῇ τοῦ α εἰς ο ποῦς· ἐκεῖ γὰρ παύεται τὸ σῶμα, τῇ καταλήξει· ἢ ἀπὸ τοῦ πορὸς ὀξυτόνως, τοῦ σημαίνοντος τὸν ἐνεργοῦντα, ἐκθλίψει τοῦ ρ καὶ κράσει ποῦς

### π 398

Πόδες διὰ τὸ βαδίζειν περὶ τὰς πλατείας· ἢ διὰ τὸ παίειν τὸ ἔδαφος, καὶ παίειν τὴν ὁδόν

### π 399

Ποδοστράκη ἐκ τοῦ ποδὸς καὶ τοῦ ὀστράκη εἴρηται

### π 400

Ποδοκάκη ποδῶν κάκωσις, ὁ λεγόμενος κοῦσπος· ἔστι δὲ ξύλον, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται, οἷον ποδοκατοχή τις οὖσα, ἐν ᾗ πόδες κατέχονται

### π 401

Ποδοστράβη τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν ξύλον, στενοφῶν τὴν τοῖς ἐλάφοις ἱσταμένην παγήν· παρὰ τὸ ποῦς καὶ τὸ στρέφω

### π 402

Πόθεν ἐκ τοῦ ποῦ, κατ’ ἐπέκτασιν ποῦθεν καὶ πόθεν

### π 403

Πόθος παρὰ τὸ πήθω τὸ πάσχω, ὁ β ἀόριστος ἔπαθον, καὶ ἐξ αὐτοῦ πόθος, ὁ γὰρ ποθῶν τινὰ προαιρεῖταί τι παθεῖν ὑπὲρ αὐτοῦ· ἢ παρὰ τὸ πάνυ θεῖν ἤγουν τρέχειν, ὁ γὰρ ποθῶν τινὰ πρὸς αὐτὸν καὶ συντρέχει

### π 404

Ποῖα ὁ ἐνιαυτὸς, Καλλίμαχος. Αἴγυπτος προπάροιθεν ἐπ’ ἐννέα κάρφετο ποίας· εἴρηται παρὰ τὴν ποιότητα, διὰ τὸ ἅπαξ καὶ μόνον ἐν τῷ ἐνιαυτῷ τὴν βοτάνην φύεσθαι

### π 405

Ποιεῖν τοῦ περιποιεῖν διαφέρει· ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τί· περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν

### π 406

Ποιήσειας τὰ εἰς μι εὐκτικὰ ἀόριστα ὄντα, οἱ Αἰολεῖς διὰ τοῦ ειας προσφέρουσιν, οἷον τύψαιμι τύψειας, γράψαιμι γράψειας· ζήσαιμι ζήσειας δὲ οὐ λέγουσι, διότι τῇ εὐκτικῆ εὐχὴν δηλοῦσι πράγματος, ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ὅπως εἰς τέλος ἔλθῃ τοῦ γράψαι· ὁμοίως καὶ τὰ λοιπὰ πληρωθῆναι, ὅπερ οὐ δεῖ λέγειν ζήσειας· ὁ γὰρ τοῦτο λέγων εὔχεται, ἵνα ἔλθῃ εἰς τέλος τῆς ζωῆς· καὶ λοιπὸν εὑρίσκεται καταρώμενος ἑαυτῷ· δεῖ δὲ λέγειν ζώοιν, ζώοις, ζώοι

### π 407

Ποίησις ποιήματος διαφέρει, ὡς διήγησις διηγήματος διαφέρει· καὶ ποίησις μὲν ἔστιν ἡ πολλὰ πράγματα ἐν ἑαυτῷ περιέχουσα, ποίημα δὲ διήγημα ἓν μόνον πρόσωπον ἔχον, ὡς τὸ παρὰ Φυλλίδι

### π 408

Ποιητὴς δημιουργοῦ διαφέρει· ποιητὴς μὲν γάρ ἐστιν ὁ ἐξ ὑποκειμένης ὕλης τὶ ποιῶν· δημιουργὸς δ, ὁ ἐκ μὴ ὄντων παραγαγών

### π 409

Ποικίλον ἐκ τοῦ πέλω τὸ ὑπάρχω, γίνεται πεκίλος, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ι ποικίλος

### π 410

Ποιμὴν ὁ ἐπὶ πόαν τὰ θρέμματα νέμων, ποαμὴν καὶ ποιμήν· διαφέρει δὲ ποιμὴν βοσκοῦ

### π 411

Ποκὰς παρὰ τὸ πείκω ἡ ἐξαμμένη ἔρια

### π 412

Ποιναίῳ τιμωρητικῷ· ἀπὸ τοῦ ποινὴ γέγονε ποιναῖος, ὡς ἀπὸ τοῦ Ῥώμη Ῥωμαῖος· τὸ δὲ ποινὴ ἀπὸ τοῦ πόνος πονὴ καὶ ποινή· τὸ δὲ πόνος σημαίνει τρία τὸ γυμνάσιον, ὡς παρὰ Ἱπποκράτει, ἄσκησις ὑγιείης, ἀκο ρίη τροφῆς, ἀοκνίη, πόνον ἀντὶ τοῦ γυμνάσιον· σημαίνει δὲ καὶ τὴν ὀδυνὴν, ὡς παρὰ τῷ αὐτῷ πάλιν· ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει θανάσιμον, ἀντὶ τοῦ βλάβην· καὶ τὸ ποίημα καὶ διήγημα

### π 413

Ποινὴ ἀντέκτησις, ἡ ἀπὸ φόνου τιμωρία· γίνεται οὖν ἐκ τοῦ φάνος φονὴ, ὡς ὁ ποιητὴς ἐν ἀργαλέῃσι φονῇσι· καὶ πλεονασμῷ τοῦ ἰῶτα καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν ποινή· ἐξ οὗ καὶ μετὰ τοῦ στερητικοῦ α ἄποινον· ὡς τὸ, ἄποινον ὁ θεόπτης· σημαίνει δὲ τὸ ὑπὲρ τῆς ἀπολυτρώσεως τοῦ φόνου προσαγόμενον δῶρον· καθ’ ὃν Μωϋσῆς ἦσεν ᾠδὴν τῷ θεῷ· ἄσωμεν τῷ κυρίῳ· καὶ εἰς τὸ ἄποινον, καὶ νηπηνή

### π 414

Ποιπνύειν τὸ μετὰ σπουδῆς τι ποιεῖν· σύγκειται οὖν τὸ ποιπνύειν παρὰ τὸ ποιεῖν καὶ τὸ πνεῦσαι, ἀπὸ τοῦ πονῶ πονύω, καὶ ἐν συγκοπῇ πνύω καὶ ποιπνύω

### π 415

Ποῖς καὶ ποῖ, καὶ πῆ, καὶ τοῦ, καὶ πῶ, καὶ τούτου διαφέρει· τὸ μὲν γὰρ ποῖς καὶ πῇ τὴν εἰς τόπον σημασίαν δηλοῖ, τὸ δὲ ποῖ καὶ ποῦ τὴν ἐν τόπῳ, τὸ δὲ πῶ καὶ τούτου, τὴν ἐκ τόπου

### π 416

Πολιορκία ἡ πρὸ τῶν τειχῶν τῆς πόλεως πόρθωσις καὶ χαράκωσις, ἐκ τοῦ πόλις τοῦ σημαίνοντος τὸν ὄχλον, καὶ τοῦ ἕρκος ὃ σημαίνει τὸ τεῖχος πολιερκία καὶ πολιορκία

### π 417

πόσος διαφέρει· ὅτι ὁ μὲν ποῖος ἐπὶ ποιότητος τάσσεται· τὸ δὲ πόσος ἐπὶ ποσότητος

### π 418

Πολίχνη πολίχνης, ἡ μικρὰ πόλις

### π 419

Πόκος παρὰ τὸ πέκω τὸ ξαίνω, καὶ σημαίνει τὸ ποκάριον· καὶ γὰρ ὁ πόκος ἐκ τοῦ προβάτου κείρεται· ἔστι δὲ τὸ κεκομμένον ἔριον

### π 420

Πολεῖν οἰκεῖν, παρὰ τὸ ἀναστρέφεσθαι εἰς αὐτὸν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας

### π 421

Πολεμησείω πολεμικῶς ἀπὸ τοῦ πολεμῶ πολεμήσω καὶ κατὰ παραγωγὴν πολεμησείω, ὡς βρώσω βρωσείω καὶ ἡ μετοχὴ ὁ πολεμησείων πολεμησείοντος, τὸ πληθυντικὸν πολεμησείοντες· κλίνεται δὲ μέχρι τοῦ παρατατικοῦ· τὰ γὰρ ἀπὸ ἐνεστώτων ἢ μελλόντων παρηγμένα ἄχρι τοῦ παρατατικοῦ κλίνονται

### π 422

Πολεμικὸν σάκος ἀπὸ τοῦ πάλλειν τὸ σάκος, ἤγουν κινεῖν τὴν ἀσπίδα· εἴρηται δὲ σάκος ἐπειδὴ πρῶτον παρὰ σάκεσιν εὑρέθη· σάκες δέ εἰσιν, οἱ τῆς Θράκης

### α 1332

αἰχμητὴς διαφέρει· πολεμικὸς μὲν γὰρ ἔστιν ὁ ἔμπειρος τοῦ πολέμου· αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος

### π 423

Πόλεμος παρὰ πολλοὺς ἀμᾷν ἤγουν κόπτειν· ἢ παρὰ τὸ τὰς πόλεις μειοῦν ἤγουν ἐλαττοῦν· οἱονεὶ πολύαιμός τις ὤν· ἢ παρὰ τὸ πολλοὺς κόπτειν, καὶ ἀπολλύειν

### π 424

Πολιοφάγος ὁ πολιὰς τρώγων

### π 425

Πόλις παρὰ τὸ πολῶ τὸ ἀναστρέφομαι· ἢ παρὰ τὸ πολίζω τὸ οἰκῶ· ἢ παρὰ τὸ ἐκ πολλῶν συνίστασθαι

### α 1333

ἄστυ διαφέρει· πόλις μὲν λέγεται τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. πόλις λέγεται τὸ πολίτευμα, ἄστυ δὲ τὸ τεῖχος

### α 1334

ἄστυ διαφέρει· πόλις μὲν ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τῶν συναμφοτέρων· ἄστυ δὲ μόνον ὁ τόπος. Ὅμηρος· φράζεο νῦν ὅπως πόλιν καὶ ἄστυ σαώσης

### π 426

Πολιὰ ἡ λευκὴ θρὶξ, παρὰ τὸ παλαιοῦσθαι παλαιὰ καὶ πολιά

### π 427

Πόλις πατρίδος διαφέρει· καθὸ ἡ μὲν πατρὶς πόλιν περιέχει· ἡ πόλις δὲ πατρίδα οὐκέτι

### π 428

Πολιοῦχος ὁ τῆς πόλεως ἄρχων

### π 429

Πολίτης καὶ πατριώτης διαφέρει· πολίτης μὲν ὁ τῆς αὐτῆς πόλεως μετέχων· πατριώτης δὲ, ὁ μὴ κατὰ νόμον ἑαυτῷ ὤν

### π 430

Πολήων τῶν πόλεων, ἡ πόλις τῆς πόλιος, ποικίλλεται δὲ ἡ γενικὴ τῶν πληθυντικῶν, τῶν πόλεων κοινῶς, τῶν πολίων διὰ τοῦ ἰῶτα Ἰωνικῶς, τῶν πολήων διὰ τοῦ ἦτα Ἀττικῶς

### π 431

Πολλάκις ἐκ τοῦ πολλὸς πολλοῦ πολλάκις, ἐπίῤῥημα ὥσπερ ὀλιγάκις

### π 432

Πολλὸς καὶ πολὺς διαφέρει· ὅτι τὸ μὲν πολὺς δι’ ἕνος λ ἐκ τοῦ πέλω τὸ δὲ πολλὸς διὰ δύο λλ, πρὸς ἀντι διαστολήν· ἀμφότερον δὲ γίνεται ἐκ τοῦ πέλω τὸ ἀναστρέφομαι· ὡσαύτως καὶ τὸ πολλιστός

### π 433

Πολλοῦ γε δεῖ πολλὰ χρὴ, οὐδαμῶς πάνυ κατὰ πολύ

### π 434

Πολιτεία κατὰ μὲν τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου γράφεται· ὡς γὰρ ἀπὸ τοῦ μοιχεύω μοιχεία, οὕτως ἀπὸ τοῦ πολιτεύω πολιτεία· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τοῦ ἰῶτα· ἀπὸ γὰρ τοῦ πολίτης γέγονε πολιτεία

### π 435

Πολιοῦχος ὁ σώζων τὴν πόλιν, ἢ τοὺς ἄρχοντας

### π 436

Πόλος ὁ οὐρανὸς, ἀπὸ τοῦ ἔλω τὸ ἔρχομαι, ὅλος καὶ πλεονασμῷ τοῦ π, πόλος

### π 437

Πόλος ὁ οὐρανὸς, παρὰ τὸ ἀναστρέφεσθαι τὸν κόσμον περὶ αὐτόν· ἢ ἐκ τοῦ πέλω τὸ ὑπάρχω

### π 438

Πολυβοτείρη πολλοὺς τρεφούση, ἡ εὐθεῖα πολιβότειρα· τὸ τει διφθόγγῳ διάτι; τὰ εἰς ρα θηλυκὰ βαρύτονα, ἐὰν ἔχωσι τὸ ἰῶτα· γίνεται ἀπὸ τοῦ πολυβότειρον· τοῦτο παρὰ τὸ πόλυς καὶ τὸ βοτὴρ, τοῦτο παρὰ τὸν βήσω μέλλοντα, οὗ ὁ ἐνεστὼς βῶ· βοτὴρ σημαίνει τὸν βόσκοντα, ἐξ οὗ καὶ μηλοβοτῆρες, οἱ τὰ πρόβατα βόσκοντες

### π 439

Πολύϊδος οὕτω καὶ Ἀπολλώνιος· καὶ ἔστι φασὶ, πολυΐδμων μάντις ὤν· οὕτω καὶ τὸ δράμα ἐπιγράφεται παρὰ Ἀριστοφάνῃ· μαρτυρεῖ δὲ καὶ Φιλόξενος καὶ Σοφοκλῆς, δῶ μάντεσι συνεστίων, ὅ ῥα πρόχειρον· καὶ πολυΐδου τοῦ μάντεως· καὶ πάλιν οὔκ ἔστιν εἰ μὴ πολυΐδην τῷ τυράννῳ

### π 440

Πολυπάμμονος πολυπλασίου, πάμματα γὰρ καλοῦνται παρὰ τοῖς Δωριεῦσι τὰ κτήματα, καὶ πάσασθαι τὸ κτήσασθαι, ἐκτεινομένου τοῦ α

### π 441

Πολυκάθεδρος ζυγὸς, ἣν αὐτ καθέδρα

### π 442

Πολύζυγος ἐκ τοῦ πολὺς καὶ τοῦ ζυγός· τὸ δὲ ζυγὸς σημαίνει τέσσαρα, τὸ ἅρμα τῶν ἵππων, ὡς τὸ ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο· καὶ τὸ τῆς κιθάρας πῆχυν, εἰς ὃν οἱ κάλαμοι ἐμπεπληγμένοι εἰσίν· ὡς τὸ, ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν· καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας, ὡς τὸ νῆϊ πολύζυγος· διάτι προπαροξύνεται; ὅσα τὸ πολὺ ἔχει ἐν τῇ συνθέσει, κατὰ τὸ ἄρχον μέρος, ὀνόματος ἐπιφερομένου ἢ ῥήματος ἐν τέλει προπαροξύνεται· οἷον πολύκαρπος, πολύμηλος, πολύϊδος, πολύβουλος, πολύολβος· σεσημείωται τὸ πολυφάγος, ποηφάγος, ὠμοφάγος, παμφάγος, σαρκοφάγος

### π 443

Πολύμητις πολύβουλος· ἔστι μῆτις καὶ ἐν συνθέσει πολύμητις ἀναβιβάζει τὸν τόνον, καὶ κλίνεται πολυμήτιδος καὶ τὸ Ἰωνικὸν πολυμήτιος, διὰ καθαροῦ τοῦ ος, οἷον Πάριδος, Πάριος, Θέτιδος, Θέτιος ἐξαίσιον ἄρην

### π 444

Πολυμήχανος ἐκ τοῦ μηχανὴ, τοῦτο παρὰ τὸ μήδω τὸ βουλεύομαι, ὁ μέλλων μήσω, μηχανὴ καὶ μετὰ τοῦ πολὺ γίνεται πολυμήχανος

### π 445

Πολὺς ἓν λ· καὶ διὰ τοῦ εος κλίνεται· ὁ πολὺς τοῦ πολέος, ὡς ὀξὺς τοῦ ὀξέος, ἡ δὲ δοτικὴ τῷ πολεῖ, ὡς τὸ ὀξεῖ· ἡ αἰτιατικὴ τὸν πολὺν, τὸ πληθυντικὸν οἱ πολεῖς, τῶν πολέων, τοῖς πολέσι, τοὺς πολεῖς· ἡ δὲ πολλοῦ γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς εὐθείας τοῦ πολὺς, ἀλλ’ ἀπὸ τοῦ πολλὸς πολλοῦ, ὡς σκυλλὸς σκυλλοῦ, ὥσπερ καὶ ἡ μεγάλου γενικὴ οὐκ ἀπὸ τῆς μέγας εὐθείας, ἀλλ’ ἀπὸ τοῦ μεγάλος· ὁ μεγάλος, τοῦ μεγάλου καὶ τὸ οὐδέτερον τὸ μέγαλον καὶ τὸ μέγα· καὶ εἰς τὸ πολλά

### π 446

Πολυπίδακα πολλὰς πηγὰς ἔχουσα

### π 447

Πολύστονος πολυστένακτος, παρὰ τὸ πολὺς καὶ τὸ στόνος, ὃ σημαίνει τὸν στεναγμὸν· τοῦτο δὲ παρὰ τὸ στείνω τὸ στενάζω· τὸ στο μικρὸν διάτι; τὰ ἔχοντα τὸ ε

### π 448

Πολυωρήσεις με φυλάξεις με· ἔστιν ὡρῶ τὸ φυλάσσω, καὶ ἐξ αὐτοῦ καὶ τοῦ πολὺ γίνεται πολυωρῶ πολυωρήσω, ἤγουν ἐπὶ πολὺ φυλάξω

### π 449

Πολῶ τὸ οἰκῶ καὶ ἀναστρέφομαι, ἐξ οὗ καὶ πολίτης ὁ κατοικὸς, καὶ εἰς τὸ πυρπολούμενος

### π 450

Πόμα καὶ πῶμα διχῶς λέγεται· τὸ ἁπλοῦν διὰ τοῦ ο μικροῦ· ἐν τῇ συνθέσει διὰ τοῦ ω μέγα

### π 451

Πομφόλυγες αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλων καταφερομένων ὑδάτων κυρτώσεις, ἤγουν φυσήματα· ὅθεν καὶ ἐπὶ τῶν διὰ κενῆς φυσιουμένων, ἢ ἄλλως ἐπαιρομένων λαμβάνεται ἡ λέξις

### π 452

πομπειὰ διαφέρει· πομπὴ μὲν γὰρ ἔστιν, ἣν τοῖς θεοῖς πέμπουσι· πομπειὰ δὲ ἡ λοιδωρία

### π 453

Πομάριον παράδεισος, Ῥωμαῖα ἡ λέξις· ποῦμα γὰρ λέγουσι τὴν ὀπώραν

### π 454

Πονέσω τοῦ πονήσω διαφέρει· ὁ μὲν γὰρ πονέσω ἐπὶ σώματος, τὸ δὲ πονήσω ἐπὶ ψυχῆς

### π 455

Πονηρὸς ἐκ τοῦ πονῶ πονήσω πονηρὸς· πόνηρος κυρίως ὁ μώλωπας ἔχων, ὡς ἐκ τοῦ πονεῖν

### π 456

Πόνηρος ὁ κατὰ ψυχὴν φαῦλος· πονηρὸς δὲ ὁ ἐπίπονος καὶ ὑπομονητικός· ἐξ οὗ ἔστι καὶ πονήρῳ ἕλκει

### π 457

Πονηρὸς παρὰ τὸ πονεῖν κατὰ τὸν νοῦν· ἀπὸ δὲ τοῦ σώματος ἡ μεταφορά

### π 458

Πονηρία διὰ τὸ τὸν πόνον εἰσαγαγεῖν καὶ μόχθον αὐτῷ τῷ κεκτημένῳ· διὸ καὶ ἡ σοφία λέγει· ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά

### π 459

Πόντος παρὰ τὸ πένω τὸ ἐνεργῶ καὶ κάμνω ἀφ’ οὗ καὶ πόνος καὶ πόντος, καθὸ πεπόνηται τὸ τῶν ἀνθρώπων γένος περὶ τὸν ἁπλοῦν· πόνω οὖν ἐπώνυμον ὁ πόντος· ἢ παρὰ τὸ πνέω πνότος καὶ μεταθέσει πόντος, ἐξ οὗ αἱ πνοαί. Ὅμηρος αἶψα δὲ πόντον ἵκανον ἀήμεναι

### π 460

Πόντος ἡ θάλασσα, ἀπὸ τοῦ πνέω, ἐν ἧ αἱ πνοαὶ καὶ ἄνεμοι φέρονται· ἐκ τούτου καὶ πόντιον θηρίον τὸ θαλάσσιον

### π 461

Ποππύσματα ποῖα λέξις ἔστι; σημαίνει τὸν ἠθικὸν λόγον· ὡς ὅταν ἔστιν ἵππος ἄγριος καὶ θέλομεν αὐτὸν ἡμερῶσαι· τοῦτον τὸν λόγον λέγωμεν

### π 462

Πορδὴ παρὰ τὸ πόῤῥω διέρχεσθαι, ἢ παρὰ τοῦ πέρα τοῦ δέοντος εἶναι· ἢ διὰ τὸ περᾷν ἤγουν πηδᾶν

### θ 276

θεωρεῖν διαφέρει· ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς καὶ τῶν τοιούτων· πράττειν δὲ ἐφ’ ᾧ οὐ διαμένει τὸ τέλος, ἤγουν τὸ ἀποτέλεσμα, ὡς ἐπὶ τῆς αὐλιστικῆς, ὀρχιστικῆς· θεωρεῖν δὲ ἐπὶ τοῦ ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τῶν τοιούτων

### π 463

Πορθμὸς στενὴ θάλασσα, ὑπὸ γῆς περιεχομένη· ἰθμὸς δὲ στενὴ γῆ ὑπὸ θαλάσσης περιεχομένη

### π 464

Πόρνη παρὰ τὸ πόῤῥω ἐκ τῆς εὐνῆς ποιεῖσθαι· ἢ παρὰ τὸ πεπωρωμένον τὸν νοῦν ἔχειν

### π 465

Πορνεία ἀπὸ τοῦ πορεύεσθαι, αὐτὸ δὲ τὸ πορεύεσθαι, ἀπὸ τοῦ εἰς πέραν ἔρχεσθαι· ἢ παρὰ τὸ πόῤῥω νεύειν

### π 466

πορθμίον διαφέρει· πορθμεῖον δὲ διὰ τῆς ει διφθόγγου λέγεται τὸ πλοῖον· πορθμίον δὲ διὰ τοῦ ἰῶτα, τὸ ναῦλον· τὸ μι ἰῶτα διάτι; τὰ διὰ τοῦ ων δακτυλικὰ τρισύλλαβα διὰ τοῦ ι γράφεται· οἷον, σκαμνίον, βιβλίον, πορθμίον

### π 467

Πορίζω παρέχω, ἐκ τοῦ πόρος πορίζω· τοῦτο παρὰ τὸ περῶ τὸ διαβαίνω

### π 468

Πορίζω ποιῶ, ἐκ τοῦ πόρος, ὃ σημαίνει τὴν ὁδόν· τοῦτο δὲ παρὰ τὸ περῶ· διαφέρει πόρος καὶ πορός· πόρος μὲν λέγεται ὁ ἀδιάβατος τόπος, πορὸς δὲ ὁ περάτης· ἐξ αὐτοῦ ῥῆμα πορίζω, διὰ τοῦ ἰῶτα

### π 469

Πόρκις ὁ δακτύλιος, ὁ συνέχων τὴν ἐπιδορατίδα πρὸς τὸ ξύλον

### π 470

Πόρνος διὰ τὸ πονηρὸν ἔργον ποιεῖν· ἢ παρὰ τὸ πῶρος καὶ τὸν νοῦν πώρονος καὶ πόρνος κατὰ συγκοπὴν, ὃ ἔχων πόρωσιν τοῦ νοῦ· ἢ παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν, τουτ’ἔστιν ἐσκοτισμένον· ἢ παρὰ τὸ πόῤῥω νοὸς εἶναι

### π 471

Πόρπη φίβλα, περόνη, παρὰ τὸ πείρω τὸ ἐκβάλλω, πόρη καὶ πόρπη, πλεονασμῷ τοῦ π

### π 472

Πόῤῥω ἔξω, μακρὰν, ἀπὸ τῆς πρὸς προθέσεως, πρόσω καὶ ἐν ὑπερβιβασμῷ πόρσω, τὸ ἀκολουθῶ, καὶ τροπῇ τοῦ ς εἰς ρ, πόῤῥω

### π 473

Πορσανεύουσα μετοχὴ, τὸ θέμα πορσαίνω, ὁ μέλλον πορσανῶ, ἡ μετοχὴ πορσανὼν, πορσανοῦσα, καὶ Ἰωνικῇ διαλύσει πορσανέουσα, ὡς τὸ πλυνέουσα· τὸ πορσαίνω ἐκ τοῦ ὄῤῥω τὸ διεγείρω, ὁ μέλλων ὀρῶ Αἰολικῶς ὄρσω. καὶ κατὰ παραγωγὴν ὀρσαίνω, καὶ πλεονασμῷ τοῦ π πορσαίνω· ἢ ἐκ τοῦ πόῤῥω τὸ παρέχω, ὁ μέλλων πορῶ καὶ Αἰολικῶς πόρσω, καὶ ἐξ αὐτοῦ πορσαίνω, οἱονεὶ ἑτοιμάζουσα δωρουμένη

### π 474

Πορσύνω παρασκευάζω, εὐτρεπίζω, ἑτοιμάζω, διεγείρω, ἢ παρέχω

### π 475

Πόρτις καὶ πόρτακις, ἡ δάμαλις· παρὰ τὸ ἄρτι εἰς πορείαν καὶ νομὴν ἰέναι

### π 476

Πόρτακι μόσχῳ, νεογνῷ βοῒ, οἱονεὶ πόροιο, παρὰ τὸ νεωστὶ πορεύεσθαι καὶ βαίνειν

### π 477

Ποσειδάων ὁ Ποσειδῶν, κλίνεται Ποσειδάωνος, ὡς παρώνυμον φυλάσσει τὸ ω, ὡς περισπώμενον μὴ συνεξακολούθησε τοῖς περισπωμένοις ὡς παρώνυμον· σεσημείωται γὰρ τὸ Ποσειδῶν καὶ περισπᾶται· διάτι ἐσημειώθη; ἐροῦμεν· ὅτι τὰ εἰς ων περισπώμενα, οὐδέποτε εἰσὶ παρώνυμα· ἐπειδὴ δὲ εὑρέθη τοῦτο παρώνυμον, τούτου χάριν σεσημείωται· ἔστι γὰρ ὄνομα Ποσειδέης καὶ ἐξ αὐτοῦ Ποσειδέων, καὶ τροπῇ Δωρικῇ τοῦ ε εἰς α, ὡς ἐπὶ ἄλλων πολλῶν, γίνεται Ποσειδάων Ποσειδάωνος, καὶ ὡς παρώνυμον φυλάσσει τὸ ω, ὡς Θέων καὶ Ἱέρων· ἐτυμολογεῖται οὖν Ποσειδῶν, παρὰ τὸ τῇ πόσει ἐνδεῖν· οὐδεὶς γὰρ γεύεται θαλαττίου ὕδατος· ἢ παρὰ τὸ τοὺς πόδας δεῖν· ἐκεῖσε γὰρ ἀφικόμενοι, βαδίζειν οὐ δυνάμεθα· ἢ παρὰ τὸ πέδον σεύειν, ὁ αὐτὸς γὰρ ἐστὶ καὶ Ἐνοσίχθων· ἢ παρὰ τὸ πόσιν τῷ δάει, τουτ’ἔστι τῷ ἡλίῳ ἀναπέμπειν· φασὶ γὰρ τὸν ἥλιον, ἐκ τῆς θαλάσσης ἀνιμᾶσθαι τὴν ὑγρότητα

### π 478

Ποσειδὼν ἰστέον, ὅτι τὸ Ποσειδῶν παρ’ ἡμῖν καὶ Ἀθηναίοις διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τοῖς Ἴωσι δὲ διὰ τοῦ ι μακροῦ· καὶ παρὰ τοῖς Αἰολεῦσι καὶ Δωριεῦσι ἔστι διὰ τοῦ ι γραφόμενον· ἀλλ’ οἱ μὲν Αἰολεῖς βαρύνουσι, τρέποντες τὸ ς εἰς τ, καὶ τὴν τελευταίαν εἰς αν, οἷον, Ποτιδάν· καὶ ἡ διὰ τῆς ει διφθόγγου γραφὴ, καὶ ἡ διὰ τοῦ ι γραφὴ, ἔχει λόγον· εἰ μὲν διὰ τῆς ει διφθόγγου γράφεται, γίνεται παρὰ τὸ πέδον σείειν· ἀπὸ οὖν τοῦ πέδον σείειν, γέγονε πεδοσείων καὶ ἐν ὑπερβιβασμῷ Ποσειδέων καὶ Ποσειδῶν· ἡ δὲ διὰ τοῦ ι γραφὴ ἔχει λόγον, ὅτι Ποσιδῶν λέγεται παρὰ τὸ τοὺς πόδας δεῖν, ἤγουν δεσμεῖν· ἐν θαλάσσῃ γὰρ ἀφικόμενοι βαδίζειν οὐ δυνάμεθα

### π 479

Πόσις ὁ ἀνὴρ, παρὰ τὸ τὴν πόσιν τοῦ ὕδατος· ἐπειδὴ τὸ ὕδωρ καὶ αὐτὸ μιγνύμενον τῇ γῇ γεννητικὸν γίνεται· ὁμοίως καὶ ὁ ἀνὴρ τῇ γυναικὶ μιγνύμενος, γενέσεως αἴτιος γίνεται

### π 480

Πόσις δύο σημαίνει, τὸ τε πόμα καὶ τὸν ἄνδρα· λέγεται δὲ ἀπὸ μεταφορᾶς τοῦ ὕδατος ὁ ἀνὴρ πόσις, καὶ κλίνεται πόσιος

### π 481

Ποστιμόριον τῶν δύο δρακῶν τῆς χειρὸς τὸ μέτρον

### π 482

Πόσθη τὸ αἰδοῖον, παρὰ τὸ προκεῖσθαι καὶ προτεθεῖσθαι

### π 483

Ποταμὸς παρὰ τὸ ποτιμὸν ὕδωρ ἔχειν· ἢ παρὰ τὸ ποτάζω ποτάσω ποταμὸς, οὕτως Ἡρωδιανός

### π 484

Ποταμὸς ὁ ἔχων ποτὸν καὶ ἄμμον· ἢ διὰ τὸ ποτάριον· ἢ παρὰ τὸ ποτιμὸν ὕδωρ ἔχειν· ἢ ὁ ἔχων ποτιμὸν ἐνεργείαν· ὅτε μὲν ἔστιν ἐπὶ χρόνου, τότε δὲ ἐπὶ ὥρας

### π 485

Ποτήριον διότι τὸ πόμα τηρεῖ

### π 486

Ποτήριον παρὰ τὸ τὴν πόσιν τηρεῖν· σημαίνει δὲ τέσσαρα· τὴν τιμωρίαν, ὡς τὸ ποτήριον ἐν χειρὶ κυρίου· καὶ ὡς τὸ ποτήριον σωτηρίον λήψομαι· καὶ τὸν θάνατον· ὡς τὸ, πάτερ εἰ δυνατὸν ἀπελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· καὶ τὸ ἀγγεῖον, ἐν ᾧ πίνομεν

### π 487

Ποτιδέγμεναι μετοχή· τὸ τι ἰῶτα διάτι; ἔστι γὰρ πρὸς καὶ Δωρικῶς τρέπεται τὸ ς εἰς τ· καὶ ἐπεὶ οὐδέποτε λέξις Ἑλληνικὴ εἰς ψιλὸν σύμφωνον καταλήγεται, τὸ τ καταλῆγον προσλαμβάνει τὸ ι· καὶ ἀποβολῇ τοῦ ρ γίνεται ποτὶ καὶ ἔστι δεδέγμεναι· συντιθέμεναι γὰρ αἱ προθέσεις τὸν τόνον ἀναπέμπουσιν. ἄλλως· ἔστι πρὸ, ἐξ αὐτοῦ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς προσί· ἀναλόγως ἢ παραλόγως; ἀναλόγως· ἐπειδὴ παρέπεται ταῖς προθέσεσι, τὸ μέχρι τῆς δι συλλαβῆς ἵστασθαι, καὶ τροπῇ δωρικῇ τοῦ ς εἰς τ· ὡς περσὸς περτὸς, οὕτω καὶ προσὶ, προτὶ, καὶ ποτὶ κατ’ ἀποβολὴν τοῦ ρ

### π 488

Ποτίζω παρὰ τὸ πῶ, πῶμι, πέπωκα, πέπωμαι, καὶ ἐξ αὐτοῦ ῥῆμα παράγωγον ποτίζω

### π 489

Πότμος παρὰ τὸ πετῶ ποτῶ γίνεται πότος καὶ πλεονασμῷ τοῦ μ πότμος· σημαίνει, δὲ δύο, τὸν θάνατον καὶ τὴν ἐσχάτην σύμπτωσιν τοῦ βίου, ἀπὸ τοῦ πεσεῖν καὶ ἐπὶ τῆς ψυχῆς τὸ μεταπίπτειν· ἢ ὑπὸ τὴν γένεσιν τοῦ βρέφους ἐπιμεριζομένη τύχη· γίνεται δὲ παρὰ τὸ πτῶ, ὅπερ ἔστι κατὰ συγκοπὴν τοῦ πίπτω

### π 490

Ποτνιᾶται κυριώτερον ἄν τις φήσειεν ἐπὶ γυναικῶν, ὅταν γυνὴ κακὸν τὶ πάσχῃ καὶ θέλει ἱκετεύειν θέον, ὦ πότνια λέγουσα· ποτνιᾷσθαι δὲ ὅταν εἴπῃ τις ἄνδρα, προφανῶς ἁμαρτάνει· ποτνιᾶσθαι δὲ ἐστὶ ἐλεεινολογεῖσθαι, καὶ μετὰ δακρύων τὶ λέγειν καὶ ὀδυρμῶν· πότνια δὲ ἡ σεμνὴ, ἄλλο γὰρ τὸ ῥῆμα σημαίνει, καὶ ἄλλο τὸ ὄνομα

### π 491

Ποτνιῶ σημαίνει τὸ δυσφορῶ καὶ μετὰ λύπης ἱκετεύω τὸν θεὸν, παρὰ τὸ ποτῶ, ἐξ οὗ καὶ τὸ μήτηρ δ’ ἀμφιποτᾶτο, κατὰ παραγωγὴν ποτιῶ, καὶ πλεονασμῷ τοῦ ν ποτνιῶ

### π 492

Πότος τὸ συμπόσιον, παρὰ τὸ πῶ τὸ πίνω· διαφέρει δὲ πότος καὶ ποτός· πότος βαρυτόνως λέγεται ὁ ἄριστος· καὶ ἐποίησεν Ἰακὼβ πότον μέγα τοῖς υἱοῖς αὐτοῦ· ποτὸς δὲ ὀξυτόνως τὸ πινόμενον πόμα

### π 493

Ποὺς παρὰ τὸ πεπῦσθαι ἀπὸ τοῦ ὅλου σώματος, παρὰ τὸ παίω ῥῆμα, ὁ μέλλων παίσω, καὶ τροπῇ τοῦ ι εἰς υ παύσω, καὶ ἐξ αὐτοῦ ποῦς, τὸ κατώτερον μέρος τοῦ σώματος

### π 494

Ποὺς παρὰ τὸ πόρος, ὁ διαπερώμενος τόπος· τὰ εἰς ος ὀνόματα δισύλλαβα ῥηματικὰ, ἡνίκα μὲν παθητικὸν ἔστι τὸ σημαινόμενον βαρύνεται· ἡνίκα δὲ ἐνεργητικὸν, ὀξύνεται· ἐκ τοῦ πόρος γίνεται κατὰ συγκοπὴν πρὸς, ἐκβολῇ τοῦ ρ πὸς, καὶ ἐπειδὴ οὐδέποτε ὀνόματα μονοσύλλαβον βραχυκαταλήγειν θέλει, πλὴν τοῦ τὶς, πλεονάζει τὸ υ καὶ γίνεται πούς· καὶ λοιπὸν ἐκ τοῦ περῶ πορὸς ὀξύτονον, τὸν ἐνεργοῦντα, ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· ὠκύπους

### π 495

Πραιτώριον παρὰ τὸ πράττω, πρατώριον, ὅπου τὰ πραττόμενα ὠροῦνται, ἤγουν φυλάσσονται, καὶ ἐξανύονται· πλεονασμῷ τοῦ ἰῶτα

### π 496

Πραῖδα ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ αἴθω τὸ καίω

### π 497

Πρανὲς καταντὲς, κατωφερὲς καὶ πρανίζει τὸ καταφέρει, πρανὲς οὖν τὸ προνενευκός· καὶ εἰς τὸ πρήνης

### π 498

Πρασία ἡ τετράγωνος καὶ πεφυτευμένη γῆ, ἐν ᾗ φυτεύονται κρόμμυα· Πρασία καὶ πόλις Πελοποννήσου

### π 499

Πράσις παρὰ τὸ πέρασις εἶναι, πέρασίς τις οὖσα· μεταβαίνει ἐξ ἑτέρου εἰς ἕτερον τὸ πιπρασκόμενον

### π 500

Πράσον παρὰ τὸ πρίσκειν, ἢ παρὰ τὸ σαίνειν αὐτὸ ἐν τῷ σπείρειν, καὶ φυτεύειν· ἢ παρὰ τὸ ποιρέσσειν ποιεῖν

### π 501

Πρᾷος παρὰ τὸ ῥᾷον, ὁ σημαίνει τὸ εὔκολον· ἔχει δὲ τὸ ἰῶτα· τὰ εἰς ον καθαρὰ δισύλλαβα, διφθόγγῳ παραληγόμενα τέσσαρά εἰσι· καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ἰῶτα, οἷον πλεῖον δεῖον, τὰ δὲ δύο οὐχὶ, οἷον ῥᾷον πρᾷον

### π 502

Πραγμάτιον τῶν πραγμάτων ἢ τοῖς πράγμασι

### π 503

Πρέμνον τὸ ὑπὸ τῶν γηρασκόντων στελέχων

### π 504

Πρέμνα τὰ ἰσχυρὰ στελέχη, καὶ οἱ βλαστοὶ οἱ γεγηρακότες

### π 505

πρεσβεύειν διαφέρει· πρεσβεύειν μὲν τὸ πέμπειν πρέσβεις· πρεσβεύεσθαι δὲ τὸ πέμπεσθαι πρεσβευτάς

### π 506

Πρέσβυς ὁ γέρων παρὰ τὸ προβεβηκέναι τὴν ἥβην, διὰ τοῦ υ ψιλοῦ· καὶ πρέσβις ὁ παρακλήτωρ, ὁ πεμπόμενος πρὸς τὸν βασιλέα διὰ τοῦ ἰῶτα· ἀπὸ τοῦ πρεσβεύειν καὶ μεσιτεύειν

### π 507

Πρεσβευτὴς ὁ ἱκετεύων καὶ παρακαλῶν, ἱκέτης· ἀπὸ τοῦ πρεσβεύειν· ἐκ τούτου καὶ πρέσβις

### π 508

Πρέσβειρα διὰ τῆς ει διφθόγγου, σημαίνει τὴν γεγηρακυῖαν· τῷ τῶν διὰ τοῦ εια

### π 509

Πρέσβυς παρὰ τὸ προβεβηκέναι τὴν ἥβην· καὶ πρεσβεὺς παρὰ τὸ πρεσβεύω πρεσβεὺς, ὡς ἱππεύσω ἱππεύς· καὶ ὡς βασιλῆες καὶ πρεσβῆες ἔσαν· παρὰ δὲ τὸ πρεσβεύω πρεσβευτής

### π 510

Πρηγορέων ὁ λαιμὸς, ἐκ τοῦ προάγω

### π 511

Πρήθω τὸ καίω, ἐξ οὗ καὶ ἐμπρησμός

### π 512

Πρησμῶ τὸ φυσῶ καὶ πληρῶ ἐξ οὗ καὶ ἔπρησα ἀσμόν

### π 513

Πρίθω τὸ σχίζω, ἐξ ου καὶ πρίων

### π 514

Πρήθω σημαίνει τὸ φυσῶ· ἔστι καὶ ἕτερον τὸ ἐμπυρίζω

### π 515

Πρήθω πρῶ πρήσω, ὁ ἀόριστος ἔπρησα, τὸ δεύτερον ἔπρησας· ἔστι καὶ πρῶ τὸ πιπράσκω· εἴρηται περῶ περάσω πεπέρακα καὶ συγκοπῇ πέπρακα, τὸ πρη ἦτα διάτι; τὰ διὰ τοῦ η ῥήματα μὴ ἐν κινήσεσιν εὑρισκόμενα γεννῶντα τὸ ο, διὰ τοῦ η γράφεται, ἐπὶ βαρυτόνων καὶ περισπωμένων· ἔστιν οὖν πρῶ τὸ περῶ, πρήθω, ὁ παθητικὸς παρακείμενος ἐμπέπρησμαι καὶ ἐξ αὐτοῦ ἐμπρησμός

### π 516

Πρηκτῆρος πρακτικὸς, ἀπαιτητής· ῥῆξαι πράξαι, ἐκ τοῦ πράσσω, ἐξ οὗ καὶ ἔπρηξας

### π 517

Πρηνὲς ἐπίῤῥημα τοπικὸν, ἀπὸ ὀνόματος μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν, ἔστι γὰρ πρηνής· τὸ πρη ἦτα, διότι ἀνεφάνη τὸ α ἐν τῷ πρανὲς, ὁ σημαίνει τὸ κατωφερές· λοιπὸν ἔστι πρηνὴς, καὶ τὸ οὐδέτερον πρηνὲς, παρὰ τὸ προνενευκέναι, ἢ ἀπὸ τοῦ πρόσω νενευκέναι

### π 518

Πρηνὴς παρὰ τὸ προνενευκέναι, τουτ’ἔστι πεσεῖν ἐπὶ πρόσωπον

### π 519

Πρίαμος ὄνομα κύριον· ἐκ τοῦ πρίημι τὸ ἀγοράζω, πρίαμαι, Πρίαμος· ἐπράθη γὰρ καὶ διὰ τοῦτο καὶ ταύτης τῆς ἐπωνυμίας ἔτυχεν, ὡς ἱστορεῖ Λυκόφρων· ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολῶν· διάτι προπαροξύνεται; τὰ διὰ τοῦ αμος ὀνόματα, εἰ μὲν ὦσι κύρια, βαρύνονται, οἷον Πρίαμος, Σίσαμος· εἰ δὲ μὴ οὕτως ἔχη, ὀξύνονται, οἷον φωριαμὸς, χηραμός

### π 520

Πρῖνος εἶδος δένδρου, διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τοῦ ἀκραγαντῖνος· ἰστέον δὲ ὅτι εὕρηται καὶ ὁ πρῖνος ἀρσενικὸν, καὶ ἡ πρῖνος θηλυκόν· γίνεται δὲ παρὰ τὸ πριονῶ τὰ ἔχοντα τὸ φυλλόν

### π 521

Πριβάτα τὰ τῇ βασιλείᾳ ἰδιαζόντως διαφέροντα· ἄλλα δὲ ἔστι τὰ δημόσια, ὅσα τελ ὑπὸ τὸν κόμητα τῶν λαργιτιόνων ταῖς δημοσίαις ὑπουργοῦντα χρείαις· λαργιτίονες δὲ εἰσὶ δύο, τὰ σάκρα καὶ τὰ πριβάτα· δύο γὰρ εἰσὶ βασιλικοὶ θησαυροί· οἱ ἰδιάζοντες τῆς βασιλείας, οἷον ὁ τῶν λαργιτιόνων, καὶ ὁ δημόσιος ὁ τοῦ φίσκου

### π 522

Πρίημι εἰς τὸ ἀπριάτην

### π 523

Πρὶν χρόνου δηλωτικὸν ἐπίῤῥημα· γίνεται ἐκ τοῦ πάρος πάριν καὶ συγκοπῇ πρὶν· τὸ πάρος ἐκ τοῦ πρὸς μικρόν· τὸ πρὸς; ἀντὶ τοῦ ἔμπροσθεν

### π 524

Πρίων παρὰ τὸ πρίζω, ἰστέον ὅτι τὸ πρίζω ἀρσενικῶς λέγεται καὶ παροξύνεται, καὶ διὰ τοῦ ἰῶτα γράφεται, τῷ λόγῳ τοῦ Ἀμφίων

### π 525

Προπέτεια ἡ ἀχαλίνωτος γλῶσσα

### π 526

Προαίρεσις ἐκ τοῦ αἱρῶ τὸ βούλομαι, καὶ προαιροῦμαι, ἐξ οὗ καὶ προαίρεσις

### π 527

Πρόβατα πάντα τὰ τετράποδα ἐκάλουν οἱ παλαιοὶ πρόβατα διὰ τοῦ πρὸ τῶν ὀπισθίων βάσεων ἑτέρας ἐμπροσθίους ἔχειν, καθὸ καὶ Ἡσίοδος φησὶ, χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις

### π 528

Πρόβατα λέγεται τὰ τετράποδα πάντα, διὰ τὸ προβαίνειν νεμόμενα, ἢ διὰ τὸ πρὸ πάντων βατεύεσθαι αὐτά

### π 529

Πρόβατον παρότι παντ’ ἔστιν αἱρετόν· καὶ βοτὸν ἤγουν ἐπιθυμητικόν· ἢ διότι προβατεύει τῷ καιρῷ πρὸ τῶν τετραπόδων· ἢ παρὰ τὸ πρᾴως βαίνειν τὸν ἔμπροσθεν πόδα τοῦ ὀπισθίου· πᾶν γὰρ τετράποδον πρόβατον ἐκάλουν

### π 530

Πρόβλημα παρὰ τὸ βλῆμι· ἢ παρὰ τὸ βλῶ βλήσω βλῆμα καὶ πρόβλημα

### π 531

Πρόβλημα προτάσεως διαφέρει· πρόβλημα λέγεται ἡ ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις· πρότασις δὲ ἡ ἐρώτησις· ὡσαύτως καὶ παραβολὴ καὶ παράδειγμα διαφέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπὸ ἀψυχῶν λαμβάνεται· τὸ δὲ παράδειγμα ἀπὸ ἐμψυχῶν ἢ γεγονότων

### π 532

Προβλῆτι ὄνομα ἀρσενικὸν, πτώσεως δοτικῆς, ἡ εὐθεῖα προβλὴς προβλῆτος, προβλῆτι· ὁ κανὼν, τὰ εἰς ς λήγοντα ὀξύτονα σύνθετα ἀπὸ τοῦ παθητικοῦ παρακειμένου, διὰ καθαροῦ τοῦ τος κλίνεται, εἴτε εἰς ας ὦσιν, εἴτε εἰς ης, εἴτε εἰς ως, οἷον κέκραται χαλκοκρὰς, χαλκοκράτος, νεοκρὰς νεοκράτος· χαλκοκρὰς δὲ ἐστὶν ὁ χαλκῷ κεκραμένος· βέβληται, ἀβλὴς ἀβλῆτος, τέτρωται ἀτρὼς ἀτρῶτος. πέπτωκα, ἀπτὼς ἀπτῶτος, ὁ μὴ πέσων· ἔγνωται ἀγνὼς ἀγνῶτος, ὁ ἀμαθής· τέθνηκα ἡμιθνὴς, ἡμιθνῆτος· ταῦτα δὲ φησὶ, τὸ πέπτωκα καὶ τέθνηκα τῇ μὲν φωνῇ ἐνεργητικά εἰσι, τῷ δὲ σημαινομένῳ παθητικά

### π 533

Προβλῆτας τοὺς θεμελίους λίθους, παρὰ τὸ προβεβλῆσθαι

### π 534

Προβάλλομαι τιθῶ, προβάλλομαι ἐρωτῶ

### π 535

Πρόδηλον τὸ πάνυ φανερόν

### π 536

Προαστεῖον τὸ ἔξω τοῦ ἄστεως ἄστεος

### π 537

Προβόλιον προβόλειον τὸ κυνηγητικὸν δόρυ

### π 538

Προὲς πρόπεμψον, ἀορίστου δευτέρου προστακτικοῦ· ἀπὸ τοῦ ἵημι ὁ β ἀόριστος ἦν, καὶ τὸ προστακτικὸν ἒς, καὶ ἐν συνθέσει πρόες· ὅθεν καὶ τὸ σύνες, ἄφες, ἄνες, ποικιλλομένης τῆς προθέσεως

### π 539

Πρόσχωμεν πᾶς ὁριστικὸς ἢ ὑποτακτικὸς μονοσύλλαβος εἰς ω λήγων, ἔχων τὴν μετοχὴν εἰς ς ὀξύτονον, τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει· οἷον, βῶ ἀναβῶ, θῶ καταθῶ, δῶ ἀναδῶ· εἰ δὲ μὴ εἰς ς ὀξύτονον ἔχει τὴν μετοχὴν ἀναβιβάζει τὸν τόνον, οἷον σχῶ κατάσχω, καὶ ἐξ οὗ τὸ πληθυντικὸν κατάσχωμεν καὶ πρόσχωμεν

### π 540

Προοίμιον πρόλογος, ἀρχὴ λόγου, τὸ λεγόμενον πρὸ τῆς οἴμης· οἴμη ἔστιν ἡ ᾠδή

### π 541

Προθέλυμνος πρόριζος, παρὰ τὸ τέλος τέλαμνος καὶ θέλυμνος

### π 542

Προθεσμία ἐκ τοῦ θεσμὸς, ὃ σημαίνει τὸν νόμον· τοῦτο ἐκ τοῦ τίθημι, τίθεμαι, θεμὸς καὶ θεσμὸς ὁ νόμος· ἢ ἀπὸ τοῦ προτεθῆναι τὴν ἡμέραν, ἐν ᾗ τόδε γενέσθαι χρή· οὐκ ἀπὸ τοῦ θεσπίζειν, ἐὰν ἡμῖν προτιθῶμεν προθεσμίαν τινά· εἰ δ’ ὁ θεὸς ὁ προτιθεὶς, καὶ ἀπὸ τοῦ προθεσπίζειν εἴρηται τὸ ὄνομα, προθεσπίζοντος τοῦ θεοῦ καὶ προνομοθετοῦντος περὶ τῆς ἡμέρας ἐν ᾗ τυχὸν τόνδε δεῖ τῆς ζωῆς ταύτης ὑπεξελ θεῖν, ἢ τόνδε καταλυθῆναι τὸν ὑλικὸν σύμπαντα κόσμον· καὶ θεσπίζειν μὲν ἐπὶ θεοῦ κυρίως· καταχρηστικῶς δὲ καὶ ἐπὶ βασιλέως

### π 543

Προΐαψεν ἐκ τοῦ ϊάπτω τὸ πέμπω

### π 544

Προῖκα χρηστὸς ἦν ἤγουν δωρεὰν ἀγαθὸς ὑπῆρχε· τὸ δὲ προῖκα ἐπίῤῥημα ποιότητος

### π 545

Προικόνησος ὄνομα νήσου, ἡ λεγομένη πρόκος, ἐν ᾗ τὰ μάρμαρα τὰ πλείω εἰσί· γίνεται δὲ ἐκ τοῦ προὶξ προικὸς καὶ τὸ νῆσος· ἡ πάσαις ταῖς νήσοις προῖκα μαρμάρων διδοῦσα

### π 546

Προῖξ παρὰ τὸ προϊκνεῖσθαι τῆς γάμου· προῖξ ἐκ τοῦ πρόϊξ

### π 547

Προικίζω γαμίζω καὶ φερνίζω

### π 548

Προμαχίζειν τὸ σχῆμα ἐστὶ πτώσεως δοτικῆς ἀντὶ γενικῆς, ὣς τὸ ἄρχευ Ἀργείοισιν, ἀντὶ τοῦ ἄρχον τῶν Ἑλλήνων, οὕτω καὶ τοῦτο, Τρώων προεμάχει· τὸ δὲ προμαχίζω, ἐκ τοῦ πρόμαχος· τοῦτο ἐκ τῆς πρὸ προθέσεως καὶ τοῦ μάχη, πρόμαχος, προμαχίζω· καὶ τὸ πρόμαχος γίνεται κατὰ συγκοπὴν πρόχος

### π 549

Προμήθεια ἡ πρόνοια, ἐκ τοῦ προμηθής· τοῦτο ἐκ τοῦ μήδω, τροπῇ τοῦ δ εἰς θ, μῆθος καὶ προμηθής· ὀξύνεται καὶ κλίνεται τοῦ προμηθοῦς· ὁ κανὼν, ὡς τὸ ἀσεβοῦς· καὶ τὸ θηλυκὸν προμήθεια· τὰ γὰρ παρὰ τὸ μαθεῖν ἅπαντα διφοροῦνται, πλὴν τοῦ ἀμαθία· τὸ δὲ προμηθὴς ἐκ τοῦ μήθω τὸ μανθάνω, μήθεια καὶ προμήθεια· τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα θηλυκὰ διὰ τοῦ εια, ἀπολύτως μὲν ληγόμενα προπαροξύνονται· ἐπὶ οὐσίας τιθέμενα παροξύνονται

### π 550

Πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει· πρὸ μοίρας μὲν τὸ βιαιὼς ἀποθανεῖν, πρὸ ὥρας δὲ τὸ νέον ἀποθανεῖν

### π 551

Πρόμαχος ὁ ἀντίδικος, παρὰ τὸ βῶ, πρόβατος ὁ προβαίνων· ἢ παρὰ τὸ πρόμαχος

### π 552

Πρόνοια ἡ θρικὴ ἐπιμέλεια· διότι πρὸς τὸ συμφέρον καὶ χρήσιμον οἰκονομεῖν ἕκαστα· ἢ πρόνοια λέγεται τὸ ἀγαθὸν, ὡς πρὸ τοῦ νοῦ ὄν

### π 553

Πρόνοια σημαίνει τέσσαρα· τὴν φροντίδα, καὶ τὴν κηδεμονικὴν τοῦ παντὸς δόσιν· τὴν προαίρεσιν καὶ τὴν πρόγνωσιν

### π 554

Πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει· πρόξενος μὲν γὰρ πόλεως· ὁ δ’ αὐτὸς καὶ ἰδιόξενος· οὐκ ὀρθῶς οὖν Εὐριπίδης· πρόξενος διαφέρει τοῦ ἰδιόξενος· κακῶς τίς ἐστι προξένους σοι χρωμεν. δορύξενος δὲ, ὁ κατὰ πόλεμον γινόμενος φίλος· ἀλοὺς γὰρ εἰ ξενίων τυχὼν ἀφέθη παρὰ τοῦ πολεμίου λίτρας λαβόντα, μνὰ δὲ ἦν ἡ τεταγμένη· κομίσας δὲ καὶ φυλάξας τὴν πίστιν ἐγένετο ξένος, καὶ δορύξενος ἐκαλεῖτο

### π 555

Προοῦ πρόπεμψον· ἔστιν ἵημι τὸ πέμπω, ὁ μέλλων ἥσω ὁ δεύτερος ἀόριστος ἧν, ὁ παρακείμενος ἧκα· ὁ παθητικὸς ἔμαι, ὁ μέσος ἀόριστος ἔμην, τὸ τρίτον ἔτο, καὶ τὸ δεύτερον αὐτοῦ πρόσωπον γίνεται κατ’ ἀποβολὴν τοῦ τ, ἕο καὶ οὗ, καὶ ἐν συνθέσει προοῦ· κατὰ τροπὴν τοῦ τ εἰς ς ἔσο· ἡνίκα γὰρ συντεθῆ μετὰ μονοσυλλάβου προθέσεως περισπᾶται, οἷον προοῦ, ἤγουν πρόπεμψον· ἡνίκα δὲ μετὰ δισυλλάβου βαρύνεται, οἷον, σύνθου, ἀπόθου

### π 556

Προπάροιθεν ἔμπροσθεν, ἐπίῤῥημα δέ ἐστι τοπικὸν, ἐκ τῆς πρὸ προθέσεως, καὶ τοῦ πάροιθεν· τοῦτο ἐκ τοῦ πάρος πάροθεν, καὶ πλεονασμῷ τοῦ ἰῶτα πάροιθεν· καὶ κατ’ ἀναδιπλασιασμὸν προπάροιθεν· διάτι προπαροξύνεται; ἔστιν εἰς τὸ οὐρανόθι

### π 557

Προπετὴς ὁ ἄγαν ἐκπίπτων τοῦ δέοντος, ἔμφρασιν δηλοῖ ἡ πρὸ πρόθεσις

### π 558

Πρόσωπον τουτ’ἔστιν ἀπὸ τοῦ πρόσω ἔμπροσθεν, ἀλλ’ οὐκ ἐκ πλαγίου τοὺς ὦπας ἔχειν· διὸ καὶ μόνοις ἀνθρώποις ἐπικατηγορεῖται

### π 559

Προπηλακισθέντες ἀδικηθέντες, ὑβρισθέντες, διασυρέντες· προπηλακισμὸς γὰρ λέγεται ἡ ὕβρις, κατὰ προσαφῆς τοῦ σώματος, ἀπὸ τοῦ πηλακίζω· τοῦτο δὲ παρὰ τὸ πάλλω τὸ κινῶ· ἢ παρὰ τὸ παλλάκις, ἢ παρὰ τὸ πηλὸς ὃ καὶ βέλτιον· οἱ γὰρ Ἀττικοὶ τὸν ἐπί τινι ἁλόντα πηλῷ χρίοντες ἐδημοσίευον

### π 560

Πρότερος καὶ πρῶτος διαφέρει· ὁ μὲν γὰρ πρῶτος ἐπὶ δύοιν τάσσεται, ὡς Ὅμηρος ἐπὶ τοῦ Πτολεμαίου καὶ Σαρπηδόνος· καὶ τοῦ Πτολαίμου πρότερον· τὸ δὲ πρῶτος ἐπὶ πολλῶν, ὡς Ὅμηρος ἐπὶ τῶν ἔννεα ἀριστόνων, τὸ πολὺ μὲν πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

### π 561

Προσδοκάσθω προστακτικόν· τὸ θέμα προσδοκῶ, δευτέρας συζυγίας τῶν περισπωμένων

### π 562

Πρόσχες ἐκ τοῦ σχῶ τὸ κρατῶ, παράγωγον ῥῆμα εἰς μι σχῆμι, σχήσω, ὁ δεύτερος ἀόριστος ἔσχην, ἡ μετοχὴ σχεὶς σχέντος, καὶ τὸ προστακτικὸν σχὲς καὶ πρόσχες

### π 563

Πρὸς ἡ πρὸς πολλάκις ἀντὶ τῆς παρὰ παραλαμβάνεται· καὶ εἰς τὸ πρὸς ῥὰ καὶ προσῆκον, καὶ πρόσφιν

### π 564

Προσευχὴ ἔντευξις καὶ δέησις διαφέρει· προσευχὴ περὶ τῶν συμφερόντων· ἔντευξις κατὰ τῶν πλημμελησάντων· δέησις δὲ εἰς ἐκδίκησιν, καὶ εἰς τὴν εὐχήν

### π 565

Προσέχειν εἰς τὸ ἀπροσεξία

### π 566

Προσήκατο σημαίνει τὸ προσελάβετο· ἔστιν ἵημι, καὶ μετὰ τῆς πρὸς προθέσεως προσίημι, οἷον προσίεμαι, τουτ’ἔστι προσλαμβάνω σε· μετὰ δὲ τῆς πρὸ προθέσεως σημαίνει τὸ προδιδῶ· καὶ λοιπὸν ἐκ τούτου ἐνεστὼς προσίημι, ὁ μέλλων προσήσω, καὶ ὁ πρῶτος ἀόριστος προσῆκα, ὁ μέσος προσηκάμην προσήκατο· μετὰ δὲ τῆς πρὸ προθέσεως σημαίνει τὸ προδιδῶ, οἷον, οὐ προΐημι τὴν ψυχήν μου· τουτ’ἔστιν οὐ προδιδῶ

### π 567

Προσδοκῶσι δευτέρας συζυγίας τῶν περισπωμένων· διαφέρει δοκῶ καὶ προσδοκῶ, ὅτι τὸ μὲν δοκῶ πρώτης συζυγίας τῶν περισπωμένων ἐστί· ἔστι δὲ τὸ προσδοκῶ δευτέρας

### π 568

Προσῆκον τὸ πρέπον, ἐκ τοῦ ἥκω τὸ ἔρχομαι, καὶ μετὰ τῆς πρὸς προθέσεως προσῆκον· ἡ γὰρ πρὸς πρόθεσις τὸ πλησιάζον καὶ προσεγγίζον σημαίνει· τὸ γὰρ πρέπον, καὶ ἁρμόζον πλησιάζει, ὡς τὸ ἀπαρέσκον, πόῤῥω καθίσταται

### π 569

Προσήλυτος ἐκ τοῦ ἐλεύθω, ἐλεύσω, ἤλευκα, ἤλευσμαι, ἤλευσαι, ἤλευσται, ἠλυτὸς καὶ προσήλυτος, ὁ μέτοικος καὶ φυγάς

### π 570

Προσηνὴς ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸ χαλινοτήριον· σημαίνει δὲ τὸν πρᾷον· παρὰ τὸ αἶνος αἰνὴς καὶ προσηνὴς, ὁ ἐγγὺς ὢν τοῦ αἰνεῖσθαι· καὶ εἰς τὸ ἀπηνής

### π 571

Προσίεμαι εἰς τὸ προσήκατο

### π 572

Προσκόπτω τὸ προσκρούω, ἐξ οὗ καὶ πρόσκομμα τὸ πταῖσμα, ὡς τὸ προσκόπτεις τῇ σαρκὶ κυρίως ἐστὶ καταχρηστικῶς, ἐπειδὴ ἡ πρὸς ἐπὶ τῶν ἐμψυχῶν τάσσεται, ἡ δὲ εἰς ἐπὶ τῶν ἀψυχῶν· καὶ ὤφειλεν εἰπεῖν, εἰς ῥα πλατάνιστον, ἀλλ’ ἔταξεν αὐτὴν καταχρηστικῶς· τὸ πλατάνιστος ὄνομα παρώνυμον· τὸ γὰρ πλα τάνιστος καὶ πρώτιστος τῇ μὲν φωνῇ εἰσιν ὑπερθετικὰ, τῷ δὲ σημαινομένῳ καὶ χαρακτῆρι ἀντὶ ἁπλῶν εἰσί· καὶ ἐστι παρώνυμον ἐκ τοῦ πλάτος· λέγουσι γὰρ αὐτὴν πλατόφυλλον εἶναι

### π 573

Πρόσφατος ἡ πρὸς τὸ ἀρτὶ σημαίνει· καὶ γέγονεν ἀπὸ τοῦ σφάζω σφατὸς καὶ πρόσφατος, ὁ ἀρτίως σφαγεὶς, καὶ τὸ οὐδέτερον πρόσφατον· ἢ ἀπὸ τοῦ φένω τὸ φονεύω· ἢ παρὰ τὸ φαίνω τὸ δεικνύω, ὁ πρὸ μικροῦ φανεὶς καὶ δειχθείς· ἢ παρὰ τὸ φήγω ἔφαγον, πρόσφατον τὸ ἔμπροσθεν τρωγόμενον· καὶ εἰς τὸ νεαροί

### π 574

Προσφυῶς ἐπίῤῥημα ἐκ τῆς πρὸς προθέσεως καὶ τοῦ φῦς, ὃ σημαίνει τὸ πλέκειν καὶ φιλεῖν, γίνεται προσφυῶς ἤγουν προσφιλῶς

### π 575

Πρόσφυγξ πρόσφυγος ὁ ἱκέτης

### π 576

Προσφάγιον τὸ προσφάτως ἐσθιόμενον

### π 577

Προσπτύσσομαι εἰ μὲν σημαίνει τὸ προσκαλοῦμαι, μετὰ δοτικῆς συντάσσεται· εἰ δὲ ἀσπάζομαι, αἰτιατικῇ

### π 578

Προτέλεια εὐχὴ, ἐκ τῆς πρὸ προθέσεως καὶ τοῦ τέλους, ὃ σημαίνει τὴν ἑορτὴν, ἢ πρὸ τῆς τελειώσεως· αὕτη δὲ ἐστιν ἡ περὶ νοσούντων καὶ ἀποδημούντων προσφερομένη παρ’ ἡμῖν θυσία ἐκ καρπῶν

### π 579

Προτέρω ἐκ τοῦ ποῤῥοτέρω κατὰ συγκοπήν

### π 580

προτεραῖα διαφέρει· προτέρα μὲν ἐπὶ τάξεως· προτεραῖα δὲ ἐπὶ μονῆς ἡμέρας

### π 581

Προτόνοισι οὐδέτερον πληθυντικῶν, τὰ πρότονα, τοῖς προτόνοις καὶ προτόνοισι· καὶ προτόνια

### π 582

Πρότμησις ἡ πρώτη τομὴ τοῦ ὀμφαλοῦ, παρὰ τὸ πρῶτον τῶν ἄλλων τέμνεσθαι

### π 583

Προυργιαίτερον τὸ πρὸ τοῦ ἔργουν αἱρετώτερον

### π 584

Πρόφρων πρὸς τὰ θεῖα φρόνιμος

### π 585

Προφήτεια τὸ φη, ἦτα διάτι; ἐκ τοῦ φῶ φήσω· τοῦ τει διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων

### π 586

Πρόφθασον ἐκ τοῦ προφθάζω· τοῦτο ἐκ τῆς πρὸ προθέσεως καὶ τοῦ φθῶ τὸ φθάζω· τοῦτο ἐκ τοῦ θέω τὸ τρέχω, καὶ κατὰ συναίρεσιν θῶ, καὶ πλεονασμῷ τοῦ φ, φθῶ

### π 587

Προφήτης παρὰ τὸ φῶ τὸ λέγω· τοῦ προφήτης ὁ κανών· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου, καὶ τὰ εἰς της ῥηματικὰ, εἰς ου ἔχει τὴν γενικήν· καὶ εἰς τὸ βασιλικόν

### π 588

Προφητικὸν ἰστέον ὅτι ἡ νὺξ εἰς τέσσαρας διαιρεῖται φυλακὰς, ἑκάστη τρεῖς ὥρας ἔχουσα

### π 589

Προχοῷ ἀγγείῳ προχευτικῷ, τινὲς ἀπὸ τοῦ χέειν τὸ ὕδωρ, τὸ καθ’ ἡμᾶς λεγόμενον ξέστον

### π 590

Πρόφρων ἔστι καὶ ὄνομα ὁ πρόφρων τριγενές· ἔστι δὲ καὶ ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ προθυμώς

### π 591

Πρόχνυ ἐπὶ γονάτων, παρὰ τὸ ἐπὶ γόνυ, πρόθεσις ἀντὶ προθέσεως

### π 592

Πρύμνη πᾶν τὸ τελευταῖον, τὸ συνορίζον τινὶ, περίμνον τι ὄν· παρὰ τὸ πέρας

### π 593

Πρύμναντες πάντες ἐκρούοντο· πρύμναν ἀνακρούεσθαι κυρίως ἔστι τὸ κατ’ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντες τὸ πλοῖον· ὁ γὰρ ὄντως ἀναχώρων, ἐπὶ τὴν πρύμναν κωπηλατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ δόξωσι φεύγειν φανερῶς, κατ’ ὀλίγον ὑπαπρόντες· ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες τιτρώσκονται

### π 594

Προὔνεικος ὁ ὑβριστὴς, ἐκ τοῦ νεῖκος γενόμενος· ἢ προὔνικος ὁ εὐκίνητος καὶ δρομεύς· καὶ ὁ νικηφόρος

### π 595

Προὔνεικος καὶ προυνείκους σημαίνει τοὺς ὑβριστὰς καὶ τοὺς ἄνδρας, τοὺς ἱσταμένους ἐν τῇ ἀγορᾷ καὶ φέροντας τὰ ὤνια καὶ λαμβάνοντας ὑπὲρ τούτου μισθόν· ἐφ’ ἑκατέρων δὲ τῶν σημαινομένων τούτων, διφθόγγῳ γράφεται· καὶ εἰ μὲν τοὺς ὑβριστὰς σημαίνει, διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ νεῖκος γέγονε πρόνεικος, καὶ πλεονασμῷ τοῦ υ προύνεικος· εἰ δὲ τοὺς ἄλλους σημαίνει, διὰ τῆς ει διφθόγγου, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἐνειάκως βοιώτιον γέγονε, καὶ κράσει τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, προύνεικος, ὥσπερ τὸ ἐμὸν, τοὐ μόν· τὸ δὲ ἐνείκως ἐμάθομεν τοῦ ε στοιχείου διὰ τῆς ει διφθόγγου

### π 596

Πρυμνώρεια τὸ τελευταῖον τοῦ ὄρους

### π 597

Πρύμνη τὸ ἔσχατον τῆς νῆος, παρὰ τὸ πέρας εἶναι, οἷον, περιμνόν τι ὄν· περύμνητις οὖσα καὶ πρύμνη· ἢ παρὰ τὸ εἰς πέρας μένειν

### π 598

Πρυτανεῖον τὸ κελλάριον· πρυτανεῖα τὰ καταβαλλόμενα

### π 599

Πρυτανεῦσαι διοικῆσαι, προστατεῦσαι, φυλάξαι, βασιλεῦσαι, ταμιεῦσαι· κυρίως γὰρ ἐπὶ τούτου τοῦ σημαινομένου τάσσεται ἡ λέξις· πρύτανις γὰρ λέγεται ὁ σιτοφύλαξ, οἱονεὶ πυροταμίστης ὢν, καὶ συγκοπῇ πρύταμις, καὶ τροπῇ τοῦ μ εἰς ν, πρύτανις καὶ πρυτάνιος

### π 600

Πρῶ σημαίνει τέσσαρα· τὸ προϊῶ, τὸ πράττω, τὸ πέπραγμαι καὶ τὸ ἐμπυρίζω

### π 601

Πρωῒ ἐπίῤῥημα καιροῦ παραστατικόν· γίνεται δὲ παρὰ τὴν πρὸ πρόθεσιν, κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω. καὶ τὸ ῖ· ἐξ οὗ καὶ κατὰ παραγωγὴν πρώϊος, τὸ θηλυκὸν πρωΐα, ὥσπερ ὀψὲ ὄψιος ὀψία· καὶ ἡ αἰτιατικὴ πρωΐαν καὶ Ἰωνικῶς πρωΐην καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς ω πρῴην· τὸ ι ἰῶτα διάτι; τὰ καθαρειεύοντα ἐπιῤῥήματα, ἤγουν χωρὶς συμφώνου ὄντα, διὰ τῆς ει διφθόγγου γράφονται, οἷον, ἀθεεὶ, αὐτοβοεὶ, ἀεὶ, χωρὶς τοῦ πρωῒ· διάτι; ὀξύνεται; τὰ εἰς ἰῶτα λήγοντα ἐπιῤῥήματα δισύλλαβα συνεσταλμένα, ἔχοντα τὸ ἰῶτα βαρύνεται, οἷον, ὄφι, νόσφι, ἄθι, μέχρι, ἄγχι· σεσημείωται τὸ πρωΐ

### π 602

Πρωτόλεια τὰ πρῶτα τῆς λείας, ἤτοι τῆς πραίδας· καὶ πρωτόλειον, ἡ ἀπαρχή· τοῦτο δὲ ἐξ ἀπολείποντος καὶ τελείου

### π 603

Πρώονες οἱ προβεβλημένοι καὶ προνενευκότες τῶν ὀρῶν, καὶ ὑψηλοὶ τόποι, παρὰ τὸ ἐξέχειν

### π 604

Πρωΐα ἀπὸ τοῦ προϊέναι ἡμᾶς· ἢ ἀπὸ τοῦ πρωῒ κινεῖσθαι τὴν ἡμέραν, τὸν καιρὸν τοῦτον

### π 605

Πρωΐας παρὰ τὴν πρὸ πρόθεσιν χρόνον δηλοῦσαν, παρὰ τὸ προϊέναι, καθὸ ταύτης εὐεπιφανείσης προϊοῦσιν οἱ ἄνθρωποι

### π 606

Πρὼν πρωνὸς, τὸ ἤδη πρωϊνόν· πρὼν ἡ μετοχὴ ὀξύνεται, κατὰ πλεονασμὸν τοῦ ο, πρώονες

### π 607

Πρωτεῖον παρὰ τὸ πρωτεύω

### π 608

Πρωθήβων ἐκ τοῦ πρῶτος καὶ τοῦ ἥβη

### π 609

Πρωΐα ἡ πρῴην κατάστασις

### π 610

Πρῶρα δισύλλαβον, παρὰ τὸ προορῶ, ἀφ’ οὗ ἐστι προορᾷν καὶ βλέπειν τὰ ἔμπροσθεν· ἢ παρὰ τὸ προέχειν τοῦ σκάφους· ἢ παρὰ τὸ πρώτην ἰέναι· ἢ παρὰ τὸ προορῶ γίνεται προόρα, καὶ κράσει τῶν δύο οο εἰς ω, πρῶρα

### π 611

Πρῶτα ἐπίῤῥημα χρόνου δηλωτικόν, μετάχθεν ἀπὸ τοῦ οὐδετέρου· ἰστέον, ὅτι τὰ ἀπὸ οὐδετέρων μεταγόμενα ἐπιῤῥήματα τὸν αὐτὸν τόνον φυλάττειν θέλουσιν, ὡς τὸ σάφα, παρὰ τὸ σαφέα, συγκοπῇ τοῦ ε, καὶ τὸ ὦκα ἀπὸ τοῦ ὠκέα, σημαίνει κατὰ τὸν τόνον τὸ σφόδρα, οὗ τὸ ὄνομα ὀξύνεται, καὶ τὸ ἐπίῤῥημα βαρύνεται

### π 612

Πρωτότοκος ἐκ τοῦ πρῶτος καὶ τοῦ τόκος· διαφέρει δὲ πρωτότοκος καὶ πρωτοτόκος· πρωτότοκος μὲν ὁ πρῶτος γεννηθεὶς, πρωτοτόκος δὲ ἡ πρώτη γεννήσασα

### π 613

Πρωτίστῳ ὄνομα οὐδέτερον· ὑπερθετικόν ἐστιν, ἢ χαρακτηριστικὸν, ἢ σημαινόμενον· τινὰ γὰρ αὐτῶν εἰσι καὶ χαρακτηριστικὰ καὶ σημαινόμενα, τινὰ δὲ οὐχί· ἀλλὰ χαρακτηριστικὰ μὲν, σημαινόμενα δὲ οὐχί· τό, τε πρώτιστος καὶ πλατάνιστος ἀντὶ τοῦ πρῶτος καὶ πλάτανος, ἀντὶ ἁπλῶν εἰσι· πρῶτος τὸ συγκριτικὸν οὐκ ἔχει, τὸ ὑπερθετικὸν χαρακτῆρι μόνον, καὶ ἡ αἰτία ἔστιν αὕτη· ἐπειδὴ τὰ ὑπερθετικὰ τριγενῆ εἰσι· καί τι διαφέρει τὰ ὑπερθετικὰ τῶν συγκριτικῶν; διαφέρει, ὅτι τὰ μὲν ὑπερθετικὰ τὴν ἀπηρτισμένην καὶ ἀκροτάτην ἐπίτασιν ἔχοντα, οὐκ ἐπιδέχονται ἐπιτατικὰ ἐπιῤῥήματα, οἷον, τὸ μᾶλλον ἢ ἧττον, ἢ ἄγαν, ἢ λίαν, ἢ πάνυ, ἢ μάλιστα

### π 614

Πταίω ἐκ τοῦ πτῶ τὸ πίπτω, κατὰ παραγωγὴν πταίω, ὥσπερ ἐκ τοῦ περῶ, τὸ τελειῶ, περαίω, καὶ πλεονασμῷ τοῦ ν περαίνω, ἐξ οὗ καὶ τὸ νέον περαίνει, καὶ ἀπὸ τοῦ βῶ βαίω, καὶ γῶ γαίω, τὸ γαυριῶ, κύδεϊ γαίων

### π 615

Πτέρνα παρὰ τὸ ἐκπεπτωκέναι αὐτῇ ὅλον τὸ σῶμα· ἢ παρὰ τὸ πατεῖν τὴν ἔραν· ἢ παρὰ τὸ πατῶ πατέρνα, καὶ πτέρνα

### π 616

Πτέρυξ παρὰ τὸ πτερύσσω, πτερύξω, πτέρυξ· τὸ δὲ πτερύσσω παρὰ τὸ πετῶ πετήσω, τοῦτο δὲ παρὰ τὸ πτῶ πτήσω· τί διαφέρει πτέρυξ καὶ πτερὺξ; πτέρυξ λέγεται τὸ ὅλον μέρος τοῦ σώματος, πτερὺξ δὲ τὸ ἄκρον· τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν

### π 617

Πτερόεντα οὐδέτερον, τὸ ἀρσενικὸν πτερόεις καὶ πτερόεν καὶ πτερόεντα· τὸ δὲ πτερόεις τὸ ρο μακρόν

### π 618

Πτερωτὸν παρὰ τὸ πτερῶ πτερώσω, πτερωτόν· τοῦτο παρὰ τὸ πετῶ πέτομαι

### π 619

Πτερὺξ ἡ σὰρξ, ἧ ἐκφύονται τὰ πτέρα· πτέρυξ δὲ τὰ πτερύγια δι’ ὧν πέτονται· καὶ κλίνεται πτέρυγος, καὶ παροξύνεται, καὶ γίνεται ἐκ τοῦ πτερύσσω, τοῦτο ἐκ τοῦ πετερὸν καὶ πτερὸν, τοῦτο δὲ παρὰ τὸ ἐρύκειν τὸ πίπτειν· διάτι λέγεται ὧδε πτερὺξ ὀξυτόνως; ὅτι διαφορὰν ἔχει· πτερὺξ γὰρ ὀξυνομένη, περιεκτικήν τινα ἔννοιαν σημαίνει, ἤγουν ὅλην· βαρυνομένη δὲ μέρος τοῦ πτεροῦ τι

### π 620

Πτήσσω σημαίνει τρία· τὸ φοβοῦμαι διὰ τοῦ ἦτα, ἐξ οὗ καὶ κατεπτήσσετο φόβῳ· τὸ τύπτω διὰ τοῦ ἰῶτα, ἐξ οὗ καὶ τὸ πτισσόμεναι κριθαὶ, καὶ πτισσάνη τὸ πίτυρον· καὶ πτύσσω τὸ ἀσφαλίζω, διὰ τοῦ υ ψιλοῦ

### π 621

Πτίλα τὰ μικρὰ πτερὰ, παρὰ τὸ τίλλω

### π 622

Πτισσόμενος ἐκ τοῦ πτίσσω, τὸ τύπτω, ἐξ οὗ καὶ πτιεάνιον

### π 623

Πτισσάνη ἡ λελεπτισμένη κριθὴ, παρὰ τὸ πτίσσω τὸ καθαίρω, καὶ ἐπτισμένον τὸ κεκαθαρμένον

### π 624

Πτύον παρὰ τὸ πτύω, τὸ ἀπόπτυον καὶ ἀπόῤῥιπτον τῶν καρπῶν, τὰ ἄχυρα

### π 625

Πτηνὸν τὸ ὄρνεον, ἐκ τοῦ πτῶ, τὸ φοβοῦμαι, ὁ μέλλων πτήσω, καὶ ἐξ αὐτοῦ πτηνόν

### π 626

Πτίλα τὰ ἅρμενα, παρὰ τὸ τίλλω τίλλα, καὶ πλεονασμῷ τοῦ π πτίλα

### π 627

Πτοῖαι δειλίαι, καὶ πτώσεις, παράλογοι φόβοι, ἢ ἔκπληξις· ἄλλοι κίνδυνον, οἱ δὲ ταραχήν· ἀπὸ τοῦ πτῶ ῥήματος γίνεται πτόα, καὶ πλεονασμῷ τοῦ ἰῶτα πτοία

### π 628

Πτολίεθρον ἐκ τοῦ πτόλις κατὰ ποιητικὸν ἔθος γίνεται πτολίεθρον· καὶ διαφέρει, ὅτι πόλις καὶ χωρὶς τοῦ τ, τὸ δὲ πτολίεθρον ἄνευ τοῦ τ οὐ λέγεται· γράφεται δὲ διὰ τοῦ ε· τὰ εἰς ρον οὐδέτερα μετ’ ἐπιπλοκῆς συμφώνον, ὑπὲρ δύο συλλαβὰς ὄντα, ἑνὶ φω νήεντι παραλήγεται, οἷον, πέλεθρον, φέρετρον, καὶ τὰ φέλτρα, βέρεθρον, θέρετρον, θύρετρον· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ῥεῖθρον καὶ κλεῖθρον, ταῦτα γὰρ δισύλλαβά εἰσι· παρὰ τὸ θύρα γὰρ θύρετρον, ἐκ τοῦ θύω ἐστὶ, δι’ ἧς ὁρμῶμεν

### π 629

Πτολίπορθος πόλις πορθοῦσα, πολεμικὴ, γίνεται ἐκ τοῦ πέρθω, παρὰ τὸ περιθέειν τουτ’ἔστι περιτρέχειν τὴν γῆν καὶ τὴν πόλιν· καὶ διάτι τὸ καλλιγράφος ἐκ τοῦ γράφω ῥήματος συντεθὲν πρὸ μιᾶς ἔχει τὸν τόνον; ἐπειδὴ τὰ εἰς ος ὀνόματα ἀπὸ ῥημάτων δισυλλάβων, τῶν ἀπὸ μακρᾶς ἀρχομένων, συντιθέμενα προπαροξύνεται· οἷον, συλῶ ἱερόσυλος, μυκῶ ἐρίμυκος, οὕτω καὶ πορθῶ πτολίπορθος

### π 630

Πτύσμα πτύσις ἤτοι ῥίψις τοῦ ἐσμοῦ, τουτ’ἔστι τῶν ὑγρῶν

### π 631

Πτοηθήσονται ἐκ τοῦ πτόω· τοῦτο ἐκ τοῦ πετῶ, ποτῶ, καὶ ὑπερθέσει τοῦ τ πτόω πτοήσω· τὸ πτο μικρόν· ἐκ τοῦ πτόω, τὸ φοβοῦμαι καὶ καταπίπτω

### π 632

Πτύσσω εἰς τὸ πικυνὸν καὶ πυκνὰ καὶ πτύξ

### π 633

Πτωσκαζέμεν εὐλαβεῖσθαι, ἢ καταπτήσσειν, παρὰ τὸ πτῶ τὸ σημαῖνον τὸ φοβοῦμαι, καὶ τὸ σκάζω, ὃ σημαίνει τὸ ἐκκλίνω, ἐξ οὗ καὶ σκαιὸς

### π 634

Πτωχὸς παρὰ τὸ πτήσσω, πτηχός τις ὤν· πτωχὸς γὰρ οὐχ ὑφίσταται ἀπειλήν· ἢ παρὰ τὸ πτώσσω, πτώξω, πέπτωχα, καὶ ἐξ αὐτοῦ πτωχός· τοῦτο γὰρ παρὰ τὸ πτήσσω· ἢ διὰ τὸ πτῶμα πλούτου ἔχειν· καὶ εἰς τὸ πένης

### π 635

Πυγμαῖος παρὰ τὸ πυγμὴ, ὃ σημαίνει τὴν πῆχυν, γίνεται πυγημαῖος, καὶ συγκοπῇ πυγμαῖος· ἢ ἐκ τοῦ πυγμὴ, ὅ ἐστιν εἶδος ἀγῶνος, παρὰ τὸ πτύσσω, πτύξω, πτυγμὴ καὶ ἀποβολῇ τοῦ τ πυγμή· σημαίνει γὰρ ὅτι κλείνοντες τοὺς δακτύλους πλήσσομεν· σημαίνει δὲ καὶ τὸν γρόνθον· λοιπὸν ἐκ τοῦ πυγμὴ, γίνεται ὄνομα παρώνυμον πυγμαῖος· τὸ μαι διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν

### π 636

Πυγμὴ σημαίνει τὸν γρόνθον τῆς χειρός· γέγονε δὲ παρὰ τὸ πτυγμὴ πυγμὴ, ἐξ οὗ καὶ πτυχία, τὰ ἀσφαλιζόμενα, ἡ γενικὴ τῶν πληθυντικῶν πτυχῶν· ἐκ δὲ τοῦ πυγμὴ γίνεται πυγμαῖος· ἀνδράσι πυγμαίοισιν, ἤγουν ἴσοις γνόνθρον

### π 637

Πυέλους σκαφίδας, ἐν αἷς λούονται, παρὰ τὸ πεπυθὸς, ἤγουν τὸ σεσηπὸς ἑλεῖν· κυρίως δὲ ὅπου τοὺς πυροὺς πλύνουσιν, οἱονεὶ πυρέλους τινὰς ὄντας, ἐκβολῇ τοῦ ρ, πυέλους· οὕτως εὗρον ἐν ὑπομνήματι τῆς Ὀδυσσείας

### π 638

Πυθέσθαι αἰσθέσθαι, ἐρωτᾷν, μαθεῖν, ὁ ἐνεστὼς πεύθω, πεύσω, ἐπυθόμην, πυθέσθαι ἀπαρέμφατον· πᾶν εἰς σθαι λῆγον ἀπαρέμφατον, ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ, πλὴν τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ μέσου ἀορίστου δευτέρου· σεσημείωται τὸ ἔρεσθαι, ὁ β ἀόριστος ὂν, ἀλλ’ ἐθέλω σὲ φέριστε περὶ ξείνοιο ἔρεσθαι· διαφέρει πύθεσθαι καὶ πυθέσθαι· πύθεσθαι μὲν σημαίνει τὸ σήπεσθαι· πυθέσθαι δὲ τὸ ἀκοῦσαι καὶ μαθεῖν

### π 639

Πυγοστόλος πυγοστόλον, οἱ μὲν τὴν μαστροπὸν λεγομένην, ἤγουν τὴν προαγωγόν· οἱ δὲ αὐτὴν τὴν γυναῖκα τὴν ἑταιρίδα, τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτ’ἔστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλλειν γὰρ τὸ κοσμεῖν

### π 640

Πτῶξ πτωκὸς, ἡ ἔλαφος, παρὰ τὸ πτήσσεσθαι

### π 641

Πτῶξ ἐπίθετον τοῦ λαγώου, παρὰ τὸ πτήσσειν καὶ δειλιᾷν, δειλὸν γὰρ τὸ ζῶον, ἢ παρὰ τὸ πτώσσω

### π 642

Πύθω σημαίνει δύο, τὸ σήπω καὶ τὸ ἐρωτῶ καὶ ἀκούω

### π 643

Πυκινὴν πυκνὴν, συνετὴν, ἀσφαλῆ· τὸ κι ἰῶτα διάτι; τὰ εἰς νος ὀνόματα, ἀπὸ ἐπιῤῥημάτων γινόμενα, διὰ τοῦ ἰῶτα γράφεται· οἷον, ἄληθες ἀληθινὸς, πέδον πεδινὸς, πύκα πυκινὸς, ταχὰ ταχινός· τὸ πυ βραχὺ παρὰ τὸ πετύω πετύσω, καὶ συγκοπῇ πτύσσω· ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον· τὸ κι βραχὺ διάτι; τὰ εἰς νος ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ἰῶτα βραχέος ἐκφέρονται, οἷον, ἀδινὸς, πεδινὸς, πυκινὸς, ταχινὸς, ἀληθινός· σεσημείωται τὸ χαλινός· τὸ μὲν χαλινὸς ἐπειδὴ εὕρηται οὐδέτερον, λέγεται γὰρ τὰ χαλινά· καὶ λοιπὸν ὡς διήλλαξε κατὰ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὸν χρόνον

### π 644

Πυκνὰ ὄνομα οὐδέτερον πληθυντικόν· σημαίνει δὲ τὰ συνεχῆ καὶ συνετά· ἡ γὰρ φρόνιμος διάνοια πεπυκνωμένη ἐστίν· ὥσπερ τουναντίον ἡ ἔξοχος ἡραιωμένη· τὸ ἀρσενικὸν ὁ πυκνός· τοῦτο ἐκ τοῦ πυκινός· τοῦτο ἐκ τοῦ πύκα ἐπιῤῥήματος· τὸ δὲ πύκα παρὰ τὸ πτύσσω τὸ ἀσφαλίζω πτύκα, καὶ ἀποβολῇ τοῦ τ, πύκα· πύκα θωρηκτάων· τὸ δὲ πτύσσω παρὰ τὸ πέτω πετύσω, καὶ πτύσσω· τὸ γὰρ πτύσσειν οὐδὲν ἄλλο ἔστιν, ἢ τὸ ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον

### π 645

Πύλη ἐκ τοῦ πυλάσσω· πᾶν γὰρ τηρούμενον ἐν πύλαις τηρεῖται· ἡ γενικὴ τῶν πληθυντικῶν πυλῶν· καὶ μετὰ τῆς ἐκ προθέσεως ἐκ πυλῶν

### π 646

Πύματον ἔσχατον, παρὰ τὸ πυθμὴν· καὶ αὐτὸ γὰρ ἐν τῷ ἐσχάτῳ μέρει τοῦ ἀγγείου ἔστι· καὶ εἰς τὸ ἔσχατον

### π 647

Πὺξ ἐπίῤῥημα ποιότητος, γίνεται ἐκ τοῦ πτύσσω τὸ ἀσφαλίζω, ὁ μέλλων πτύξω καὶ πτὺξ, καὶ ἀποβολῇ τοῦ τ καὶ τοῦ ω, πύξ· κατακλείοντες γὰρ τοὺς δακτύλους ἐν τῇ πυγομαχίᾳ ἐπάλαιον· πὺξ δ’ αὖτε κλυτομήδεα δῖον· λέγεται γὰρ ὁ γρόνθος· ἐξ οὗ καὶ πυξίον τὸ δίπτυχον, ὃ σημαίνει τὴν δέλτον· πυξίδες αἱ δέλτοι· καὶ αἱ ὅπλαι τῶν κτηνῶν

### π 648

Πτὺξ ἡ ἐξοχὴ, πτυχὸς τὸ ἀσφάλισμα, πτύξιν δίπλωσιν, πτύχας τὰ ἐλάσματα τῆς ἀσπίδος

### π 649

Πύματα ἐλλείψει τοῦ θ, παρὰ τὸ πυθμὴν, ὄνομα, ἀπὸ μεταφορᾶς τῶν ἀγγείων, ὁ γὰρ πυθμὴν ἔσχατος, εἰ καὶ τὴν ἀρχὴν ἔχει· πυθμὴν οὖν πύθματα, καὶ ἀποβολῇ τοῦ θ πύματα

### π 650

Πυκτεῖον τὸ τῶν πύκτων· πυκτίον δὲ τὸ πινακίδιον· ὁμοίως καὶ πυκτὶς ἡ βίβλος πᾶσα

### π 651

Πῦρ φῦρ τί ἔστιν, ὅτι φυσώμενον ἐξάπτεται· ἢ παρὰ τὸ φύω, φῦρ· τί γὰρ ἐμφυέστερον πυρὸς, φύει λαβό μενον ὕλης

### π 652

Πυτίνη τῷ λόγῳ τοῦ αἰητίνη· πυτίνη δὲ σημαίνει τὸ λεγόμενον φλασκίον

### π 653

Πῦον τὸ ἕλκος, τὸ ἔμπυον· τὸ σεσηπὸς αἷμα τῶν ὀστέων, παρὰ τὸ πύθεσθαι ὅ ἐστι σήπεσθαι. Ὅμηρος· σέο δ’ ὀστέα πύσει ἄρουρα· πῦον οὖν τὸ σεσηπὸς αἷμα, τὸ βεβλημένον, καὶ τὸ γάλα ὁμοίως, οὕτως Ἀριστοφάνης, πῦος ἡμῖν ἔνδον, τὸ πεπηγὸς γάλα· διὰ τὸ καὶ αὐτὸ βεβλημένον καὶ ἔμπυον τὸ γαλακτῶδες τῇ ὁμοιότητι ὑγρόν

### π 654

Πυραὶ πυρκαϊαὶ, τὸ γὰρ παλαιὸν, τὰ σώματα τῶν θνησκόντων πρότερον ἔκαιον, διὰ τὸ ἀπέριττα γενέσθαι, καὶ εἴθ’ οὕτω τὴν τέφραν σὺν τοῖς ὀστέοις ὑπὸ γῆν ἔθαπτον

### π 655

Πυραμὶς σχῆμα οἰκοδομῆς γεωμετρικὸν, παρὰ τὸ συμβαῖνον αὐτῇ σχῆμα, πλατέως κάτωθεν καὶ ὀξυλῆγον, ὅ ἔστιν οἶκος φλογὶ ἀναφερομένη

### π 656

Πυρὰ παρὰ τὸ πῦρ, τοῦτο παρὰ τὸ φύρω ἢ φύω

### π 657

Πυραυνος ὁ χυτρόπους, τὸ λεγόμενον φωκὶν, παρὰ τὸ πῦρ ἐνιαύειν ἐν ἑαυτῷ

### π 658

Πυρετὸς πῦρ ἐντὸς, ἐκ τοῦ ῥέω· κυρίως δὲ πυρετὸς, ὡς ἡμεῖς λέγομεν ἡ τοῦ θέρους ἔκκαυσις

### π 659

Πυργοβαρεσί σου ἐκ τοῦ πῦργος καὶ τοῦ βάρος, ὃ σημαίνει τὸ φορτίον γίνεται πυργόβαρις πυργοβάρεως, τὸ Ἀττικὸν ἡ τὰ φορτία βαστάζουσα· ἔστι δὲ κάβαρος

### π 660

Πῦργος παρὰ τὸ ὑπὲρ ἄνω γῆς ἵστασθαι· ἢ διὰ τὸ ὑπὲρ γῆν ἐπάνω ἕπεσθαι

### π 661

Πῦργος σημαίνει δύο, τὸ τεῖχος τῆς πόλεως καὶ τὴν στρατιωτικὴν τάξιν

### π 662

Πυργουμένη σημαίνει τὸ πύργου ποιουμένη· εἴρηται δὲ παρὰ τὸ πῦργος καὶ τὸ μένω τὸ ἐπιμένω

### π 663

Πυρπολούμενος ἐμπυριζόμενος, παρὰ τὸ πέλειν ἐν τῷ πυρί· ἢ ἐκ τοῦ πῦρ πυρὸς, καὶ τοῦ πολῶ τὸ ἀναστρέφομαι· τὸ δὲ πολῶ παρὰ τὸ πέλω, ἐξ οὗ καὶ πόλος ὁ οὐρανός· τὸ δὲ πῦρ παρὰ τὸ φύω· τὸ φύω σημαίνει τρία, τὸ ὑπάρχω ἐξ οὗ καὶ τὸ θεὸς πεφυκώς· καὶ τὸ ἀναβλαστάνω, ἐξ οὗ καὶ τὸ, ὃς ἀνδρῶν γενεῇ· καὶ τὸ τῇ χειρὶ καταθῶ, ἔνθ’ ἄρα ὑφῆ χειρί

### π 664

Πυραμὶς ἡ ἐκ πυρῶν, ὡς σησαμὶς, ἡ ἐκ σησάμων καὶ μέλιτος· τινὲς δὲ ἀπὸ τοῦ συμβαίνοντος αὐτῇ σχήματος, ποιεῖν πλάτος κάτωθεν, καὶ εἰς ὀξὺ λήγοντας, ὅ ἐστιν ἐοικὸς φλογὶ ἀναφερόμενον· τοιοῦτο δέ ἐστι, καὶ ὁ πύραμος, καὶ ὁ πῦργος· οὕτως Ἡρακλείδης

### π 665

Πυρσεύει λαμπαδουχεῖ, διὰ πυρὸς σημαίνει πυρίον, θυμιαθήριον πυροφόρον, λαμπροφόρον

### π 666

Πυρπολουμένη ἐμπυριζομένη, πυρπολῶ γὰρ τὸ καίω

### π 667

Πυῤῥίχην τὴν σύντονον ὄρχησιν, ἀπὸ πύῤῥου ἢ πυῤῥίχου· ἢ παρὰ τὸ διάπτεσθαι τῶν ὀρχουμένων

### π 668

Πυρῶδες ἦχος· ἔστι πῦρ πυρὸς, ἐξ οὗ καὶ πυρώδης, καὶ τὸ οὐδέτερον πυρῶδες· καὶ ἔστιν ὁ ἦχος ἀρσενικὸν, καὶ τὸ ἦχος οὐδέτερον

### π 669

Πυρσὸς φῶς· πυρσὸς δὲ ἔστι τὸ ἐκ φρυγανώδους ὕλης ἀναπτώμενον πῦρ· καὶ πυρὸς ὁ σῖτος

### π 670

Πυθεία πανήγυρις, ἑορτὴ Ἑλληνική

### π 671

Πίστις εἰς τὸ ἐρώτησις

### π 672

Πώγων παρὰ τὸ εἰπεῖν ἄγειν· ἔστι γὰρ ἔπω τὸ λέγω, καὶ ἄγω τὸ φέρω, καὶ ἐκ τούτων γίνεται ἐπώγων, καὶ ἀποβολῇ τοῦ ε πώγων· ὁ ἐπὶ τοῦ εἰπεῖν ἄγων

### π 673

Πώγων παρὰ τὸ ἐν τῷ εἰπεῖν ἄγεσθαι· ἢ παρὰ τὸ πήσσω τὸ πηγνύω πήγων καὶ πώγων, ὁ ἐν τῷ εἰπεῖν ἑδραῖος καὶ ἀμετακίνητος ὤν

### π 674

Πωλοδαμνεῖν παρὰ τὸ πῶλος, καὶ τὸ δαμνῶ, δαμνᾶς· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι

### π 675

Πῶλος ὁ ὄνος, διὰ τὸ τῇ πόᾳ πελάζειν· καὶ εἰς τὸ πόλος

### π 676

Πῶλοι οἱ νέοι ἵπποι καὶ ὄνοι, πόαλοί τινες ὄντες, παράγωγον ὡς ἵππος ἵππαλος, οἱ περὶ τὴν πόαν ἁλλόμενοι

### π 677

Πωλῶ τὸ πω μέγα· ἐξ οὗ καὶ πωλήτης ὁ πράτης· καταχρηστικῶς δὲ γράφεται τὸ πωλεῖν διὰ τοῦ ω, ἐκ τοῦ πώλου· διότι τὰ ἀπὸ βαρυτόνων ποιητικῷ ἔθει μεταγόμενα εἰς περισπώμενα, διὰ τοῦ ω γράφεται, οἷον νέμω, νωμῶ, νώμησαι κινῆ βὼν ἐξαλέαν βύρσαν ξηράν· στρέφω στρωφῶ· Ἕκτωρ δ’ ἀμφιπεριστρώφα· οὕτω καὶ πέλω πωλῶ, πλὴν τοῦ πέτω ποτῶ, μήτηρ δ’ ἀμφεποτᾶτο· καὶ εἰς τὸ ἀλλαντοπώλων

### π 678

Πωλοδάμνης ὁ τοὺς πώλους γυμνάζων, παιδευτὴς ἵππων

### π 679

Πῶμι ὁ μέλλων πώσω, πέπωκα, πέπομαι, ἐπόθην, κατεπόθη, οἱονεὶ ἐβυδίσθην

### π 680

Πώποτε οἱ μὲν ἀπὸ τοῦ πούποθεν, καὶ τροπῇ τῆς θεν συλλαβῆς εἰς τε, πώποτε ἐπεκτάσει τοῦ ο εἰς ω, ἢ τῆς ου εἰς ω· οἱ γὰρ Δωριεῖς τὴν ου εἰς ω τρέπουσιν· οἱ δὲ ἀπὸ συνδέσμου

### π 681

Πῶϋ τὸ ποίμνιον, παρὰ τὴν πόαν, ᾗ νέμεται· ἢ ὅτι ποτῷ ἥδεται

### π 682

Πωρὸς ὁ τυφλός· Πῶρος δὲ ὄνομα κύριον

### π 683

Πῶρος πενθὸς σκληροῦν καὶ λίθος, πωρὸς δὲ ὁ τυφλός

### π 684

Πῶρος κύριον μέγα· πόρος δὲ ἡ διάβασις μικρόν

### π 685

Πῶϋ τὸ ποίμνιον, παρὰ τὸ πῶ τὸ κτῶμαι, τὰ γὰρ κτήματα ἀπὸ τῶν θρεμμάτων λέγεται· ἢ παρὰ τὴν πόαν ἣν νέμεται· ἢ ὅτι ποτῷ ἥδεται καὶ εὐφραίνεται

### π 686

Πῶ τὸ πίνω· ὁ δὲ φιλόξενος πῶ, φησὶν, ἔστι τὸ κτῶμαι, καὶ πάσασθαι τὸ κτήσασθαι κυρίως θρέμματα, καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν, Τρῶες δ’ ὥστ’ ὀΐες πολυπάμμονος ἀνδρὸς, ἀντὶ τοῦ πολλὰ θρέμματα ἔχοντος· καὶ πασάμενος ἀντὶ τοῦ κτησάμενος. Θεόκριτος πασάμενος ποτιτάσε, Συρακοσίοις ἐπιτάσσεις, ἀντὶ τοῦ κτησάμενος· πάω γὰρ τὸ κτῶμαι, καὶ πάσω· ὄνομα ῥηματικὸν πάμμων καὶ πολυπάμμων

### π 687

Πώρωσις ἡ τύφλωσις. Τέλος τοῦ Π στοιχείου. ΑΡΧΗ ΤΟΥ Ρ ΣΤΟΙΧΕΙΟΥ

### ρ 2

Ῥᾷβδος παρὰ τὸ ῥάω τὸ φθείρω, ἐκβολῇ τοῦ ι ῥᾶβδος, προσγραφομένου τοῦ ἰῶτα

### ρ 3

Ῥᾷβδος παρὰ τὸ ῥᾷον εἰς ὁδόν· ἢ παρὰ τὸ ῥᾷον β δίζειν· καὶ οὐδέτερον ῥαβδίον· διαφέρει ῥᾷβδος καὶ βακτηρία· ῥᾷβδος μέν ἐστιν ἡ ποιμαντική· βακτηρία ἡ τοῦ γέροντος ἀνάπαυσις

### ρ 4

Ῥαβὸς ὁ πλάγιος, παρὰ τὸ ῥᾷον βαίνειν, κατ’ ἀντίφρασιν

### ρ 5

Ῥάδαμνος κλαδὸς, βλαστὸς, παραφυάδιον, ἢ ἄνθος δένδρου

### ρ 6

Ῥαδινὸν κοῦφον, ἐλαφρὸν, παρὰ τὸ δαμάζεσθαι ῥᾷον

### ρ 7

Ῥᾴδιον τὸ ἰῶτα προσγεγραμμένον εὑρέθη· κατὰ διάστασιν ῥηΐδιον

### ρ 8

Ῥαθάμιγγες ῥανίδες, σταγόνες, καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός

### ρ 9

Ῥᾴθυμος ἐκ τοῦ ῥᾲ καὶ τοῦ θυμὸς, ὁ εὐκόλως μεταστρεφόμενος· ἢ παρὰ τὸ ῥᾴδιος, καὶ ἀποβολῇ τοῦ δ, ῥᾴϊος, καὶ συγκοπῇ ῥᾷος, καὶ μὲν τὸ ι προσγεγραμμένον· καὶ μετὰ τοῦ θυμὸς τοῦ σημαίνοντος τὴν ψυχὴν ῥᾴθυμος

### ρ 10

Ῥάθυμος ὁ μετὰ εὐχερείας ἐπιπίπτων τῇ ῥαθυμίᾳ, καὶ ἀγανάκτων ἐκ τοῦ κόσμου τῆς περιστάσεως· κυρίως δὲ ῥᾳθυμία, ἡ ἀμέλεια καὶ ὀλιγοψυχία

### ρ 11

Ῥαίνω ῥαντίζω· τὸ ραι δίφθογγος, καὶ τὸ νω μέγα· τὰ εἰς νω λήγοντα ῥήματα δισύλλαβα βαρύτονα, τῇ αι διφθόγγῳ παραλήγεται· σαίνω, χαίνω, καίνω, φαίνω, μαίνω, ξαίνω, δραίνω τὸ ἰσχύω, πλὴν τοῦ σθένω τὸ δύναμαι, μένω τὸ ἐπιμένω, καὶ γένω

### ρ 12

Ῥαιστὴρ ἡ σφύρα, ἡ σιδηρὰ, παρὰ τὸ ῥάσσαι καὶ συντρίψαι, ῥαϊστὴρ καὶ ῥαιστήρ

### ρ 13

Ῥάκιον βαρύτονον, ὡς ὑποκοριστικὸν· καὶ γίνεται ἐκ τοῦ ῥάκος· τοῦτο ἐκ τοῦ ῥῶ ῥήσω, ῥήξω, καὶ ῥάκος, τὸ διεῤῥαγὸς ἱμάτιον

### ρ 14

Ῥάμνος εἶδος φυτοῦ ἀκανθώδους, γίνεται παρὰ τὸ ῥάπτω, ὃ σημαίνει δύο· τό, τε πλήττω, καὶ τὸ τὰ διεστῶτα συνάπτω· ἐκ τοῦ οὖν ῥάπτω τὸ πλήττω, ὁ παθητικὸς παρακείμενος ἔῤῥαμμαι, τὸ πεπλῆγμαι, καὶ ῥάμμος, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ῥάμνος, ἡ πλήσσουσα

### ρ 15

Ῥαβεννήσιος τῇ στολῇ συνᾴδει Βενετικῷ οὐ συμπολίτευται δὲ αὐτῷ τῇ ἀχρήστῳ γνώμῃ, καὶ τῇ οἰκήσει· ἐπεὶ πολιτεύεται ἀχρηστὼς, φιλαδελφίαν ἔχων ὡς συμπάροικος τῆς παλαίας Ῥώμης

### ρ 16

Ῥάμφος ῥάγχος καὶ πρόσωπον διαφέρει· πρόσωπον μὲν ἐπὶ ἀνθρώπων, ῥάγχος ἐπὶ τετραπόδων, ῥάμφος δὲ ἐπὶ πτηνῶν

### ρ 17

Ῥανθίζω ἐκ τοῦ ῥαίνω, ῥανῶ, ῥανίζω, καὶ πλεονασμῷ τοῦ τ, ῥαντίζω, τὸ δὲ ῥαντίζω τοῦ πλύνω διαφέρει

### ρ 18

Ῥᾷον σημαίνει τὸ εὐχερές· καὶ γέγονεν ἀπὸ τοῦ ῥᾳδίως κατὰ συγκοπήν· καὶ οἱ Αἰολεῖς ἀποβάλλουσι τὸ ἰῶτα πολλάκις· τὸ δὲ ῥᾷον ἔχει τὸ ἰῶτα προσγεγραμμένον· ἐπειδὴ τὰ εἰς ον καθαρὰ δισύλλαβα, διφθόγγῳ θέλουσι παραλήγεσθαι· τέσσαρα δέ εἰσι ταῦτα, καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ἰῶτα, τὸ μεῖον, πλεῖον· τὰ δὲ δύο ἀνεκφώνητον αὐτὸ ἔχουσιν, οἷον, ῥᾷον, λῷον

### ρ 19

Ῥᾷον σημαίνει τὸ εὔκολον, παρὰ τὸ ῥέω· καί τι μετέχει ἐκ τοῦ ῥέω; τὸ γὰρ εὐχερῶς γινόμενον ῥεύσει ἔοικε· καὶ εἰς τὸ πραῢς

### ρ 20

Ῥανὶς ἐκ τοῦ ῥαίνω

### ρ 21

Ῥᾳστώνη ῥᾳθυμία, τρυφὴ, τέρψις, εὐκολία, ἀργία, ἀνάπαυσις, περίστασις, ἡσυχία πάντοθεν· παρὰ τὸ ῥᾷον, ὃ σημαίνει τὸ εὔκολον· ῥαστώνη ἡ ἡδυπάθεια, καὶ ἡ εὐκολία

### ρ 22

Ῥάφανον εἰς τὸ ῥέφανον

### ρ 23

Ῥάφις ῥαφίδος, παρὰ τὸ ῥάπτω

### ρ 24

Ῥαχίας κυρίως μὲν πᾶς πετρώδης αἰγιαλὸς ῥαχίας καλεῖται· καὶ γῆ δέ τις ἐν τοῖς μετάλλοις οὕτω καλουμένη· παρὰ δὲ Σοφοκλεῖ ῥαχία λέγεται ἡ τοῦ ὄρους· παρ’ ἑτέροις δὲ ὁ σύνδενδρος τόπος λέγεται

### ρ 25

Ῥάχις παρὰ τὸ διαχωρίζειν τὰς ψιὰς ἀπ’ ἀλλήλων, τὸ νωτίδες μέρος, ἢ ὀσφὺς, ἢ ἄκανθοι τοῦ νώτου, παρὰ τὸ ἐν αὐτῇ τῆ ῥάχει προσράσσειν πάντα τὰ πλευρά

### ρ 26

Ῥάψαι παρὰ τὸ σκευάσαι, συνθεῖναι

### ρ 27

Ῥαψῳδία λόγων συναφὴ, φλυαρία

### ρ 28

Ῥέα κατ’ ἐναλλαγὴν ἔρα, ὄνομα θεᾶς

### ρ 29

Ῥέζω σημαίνει τρία, τὸ πράττω, ὡς τὸ, νῦν δὲ τόδε μεγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξε· τὸ θύω, ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων· καὶ τὸ τῇ χειρὶ καταψῶ· χειρὶ τέ μιν κατέρεξε· καὶ εἰς τὸ ἔργον

### ρ 30

Ῥέξας παρὰ τὸ ἕρδω τὸ θύω, ἐν ὑπερβιβασμῷ ῥέδω, καὶ τροπῇ τοῦ δ εἰς ζ, ῥέζω

### ρ 31

Ῥέθη τὰ πρόσωπα, διὰ τὸ φαίνεσθαι τὰ ἤθη δι’ αὐτῶν

### ρ 32

Ῥέθη σημαίνει τὰ μέλη· ψυχὴ δ’ ἐκ ῥεθέων, διὰ τὸ φαίνεσθαι τὰ ἤθη δι’ αὐτῶν· καὶ γὰρ ἐκ τῆς ποίας αὐτῶν συστάσεως τὰ πάθη τῆς ψυχῆς θεωροῦμεν, χαιρούσης, ἢ λυπουμένης, ἢ ὀργιζομένης· ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥέειν τὰ ἤθη τῆς ψυχῆς· Αἰολεῖς δὲ ῥέθος λέγουσί τι πρόσωπον· ῥέεθρα ῥεῖθρα

### ρ 33

Ῥεῖα δὲ ῥᾳδίως· ἐκ τοῦ ῥέω, ῥέα ἢ ῥεῖα, πλεονασμῷ τοῦ ἰῶτα· ῥεῖα μὲν βριάει, παρὰ τὸ ῥέω· τὸ γὰρ εὐχερῶς γινόμενον ῥεύσει ὑπόκειται, ὡς παρὰ τὸ ἠρεμῶ, ἠρέμα· καὶ εἰς τὸ εἶεν

### ρ 34

Ῥεῖθρον τὸ ῥέον ὕδωρ, παρὰ τὸ ῥέω γέγονε ῥέεθρον καὶ κατὰ κράσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ῥεῖθρον, διὰ τὸ ῥέειν· ἰστέον ὅτι τὰ εἰς ον λήγοντα ῥηματικὰ οὐδέτερα, ἔχοντα τὸ ρ ἐν τῇ τελευταία συλλαβῇ, ἰσοσυλλαβεῖ τῷ ῥήματι

### ρ 35

Ῥεῖθρον καὶ ῥεῦμα διαφέρει· ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος δι’ οὗ φέρεται τὸ ῥεῦμα· ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ

### ρ 36

Ῥεῖν τὸ ῥέειν, ὡς τὸ πνέειν, πνεῖν

### ρ 37

Ῥέξας πράξας, παρὰ τὸ ἕρδω τὸ θύω, καὶ ἐν ὑπερβιβασμῷ ῥέδω, τροπῇ τοῦ δ εἰς ζ, Δωρικῶς ῥέζω, ἔρεξα ἡ μετοχὴ ὁ ῥέξας· καὶ εἰς τὸ ῥῆγος

### ρ 38

Ῥεῦμα τοῦ ῥέοντος τὸ νεῦμα· καὶ εἰς τὸ ῥεῖθρον

### ρ 39

Ῥέφανον καὶ ῥάφανον διαφέρει· παρὰ τοῖς Ἴωσι καὶ Ἀττικοῖς ῥέφανον μὲν γάρ ἐστιν, ὃ καὶ ἡμεῖς φαμὲν, ῥάφανον δὲ τὴν κράμβην

### ρ 40

Ῥήγιον ἀπὸ τῆς ῥήξεως, ῥαγείσης τότε τῆς χθονός

### ρ 41

Ῥῆγμα σχίσμα, τάσις ἀνέμου ἢ τραύματος

### ρ 42

Ῥηγμὶν ὁ αἰγιαλὸς διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τῶν δικαταλήκτων· ῥὶν ὁμοίως διὰ τοῦ ἰῶτα

### ρ 43

Ῥῆγος τὸ πορφυροῦν ἱμάτιον, ἢ περιβόλαιον, ῥῆξαι γὰρ τὸ βάψαι, καὶ οἱονεὶ μεταποιῆσαι, ὅτι ῥαγεῖς ἐλέγοντο οἱ βαφεῖς, καὶ ῥῆγος τὸ βάμμα σαφὲς Ἀνακρέων ποιεῖ, ἁλιπόρφυρον ῥῆγος

### ρ 44

Ῥήδην εἰς τὸ διαῤῥήδην καὶ παραβλήδην

### ρ 45

Ῥηξήνορα τὸν ῥηγνῦντα τὴν ἠνορέην, τουτ’ἔστι τὴν ἀνδρείαν· ἢ τὸν ῥέξαί τι καὶ πράξαι τῇ ἠνορέῃ δυνάμενον

### ρ 46

Ῥήξω καὶ ῥήσω· εἰς τὸ ἀριστίνδην, καὶ εἰς τὸ διαῤῥήδην καὶ παραβλήδην

### ρ 47

Ῥητορικὴ διὰ τὸ ῥεῖν τὸν λόγον ἀφθόνως

### ρ 48

Ῥήτρα συνθήκη, ὁμολογία· Ταραντίνοις δὲ νόμος, οἷον ψήφισμα, οἱ δὲ σύγγραμμα· καὶ ῥητροφύλακας τοὺς συγγραμματοφύλακας, παρὰ τὸ ῥῶ ὃ σημαίνει τὸ λέγω

### ρ 49

Ῥηξίφλοια ἐκ τοῦ ῥήσσω τὸ ῥηγνύω γίνεται ῥήξω

### ρ 50

Ῥῆμα παρὰ τὸν ῥήσω μέλλοντα

### ρ 51

Ῥίγος διὰ τοῦ ἰῶτα, ἐκ τοῦ φρίσσω φρίγος, καὶ ἀποβολῇ τοῦ φ, ῥίγος

### ρ 52

Ῥήγια βάπτα ἱμάτια καὶ περιβόλαια· ῥῆξαι γὰρ ἔλεγον οἱ ἀρχαῖοι τὸ βάψαι

### ρ 53

Ῥῆγος τὸ πορφυροῦν περιβόλαιον, ῥῆξαι γὰρ τὸ βάψαι, καὶ οἱονεὶ μεταποιῆσαι· ὅτι δὲ ῥαγεῖς ἔλεγον τοὺς βαφεῖς, καὶ ῥῆγος τὸ βάμμα, σαφὲς Ἀνακρέων ποιεῖ, ἁλιπόρφυρον ῥῆγος· ἄλλοι δὲ ῥῆγος τὸ βαπτὸν μαλλίον ἔλεγον

### ρ 54

Ῥητῶν ὡρισμένων, φανερῶν λέξεων

### ρ 55

Ῥινὴ ὀξυτόνως λέγεται, τὸ ἐν τῆ συνηθείᾳ ῥινίον

### ρ 56

Ῥησείδιον τὸ σει δίφθογγος· καὶ εἰ μὲν ἀπὸ τῆς ῥήσεως γενικῆς, γράφεται διὰ διφθόγγου, ὡς λέξεως λεξείδιον· εἰ δὲ ἀπὸ τοῦ ῥήσιος διὰ τοῦ ἰῶτα, ὡς λέξιος λεξίδιον

### ρ 57

Ῥιγῶ ὁ μέλλων ῥιγήσω· τὸ γη ἦτα διάτι; καὶ τὰ δίχρονα παραληγόμενα διὰ τοῦ ἦτα ἔχει τὸν μέλλοντα· ὁ μέσος παρακείμενος ἔῤῥιγα· ἐνδεῖ τοῦ ἐνεργητικοῦ παρακειμένου διάτι; ὅτε γὰρ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλ. τότε καὶ ὁ μέσος παρακείμενος ἐνδεῖ τοῦ ἐνεργητικοῦ· ἔστιν οὖν ὁ δεύτερος ἀόριστος ἔῤῥιγον· δὸς χρῆσιν· χρῆσις τοῦ ἔῤῥιγα, ὅτι ἐγὼ ἔῤῥιγον μάχης, τὸ ὑποτακτικὸν ἐὰν ἐῤῥιγῶ, ἐῤῥιγῆς, ἐῤῥιγῆ, καὶ κατ’ ἐπέκτασιν ἐῤῥίγησιν· ὡς τὸ, δώοι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι· Τρῶες δ’ ἐῤῥίγησαν

### ρ 58

Ῥιγῶ σημαίνει δύο· τὸ ῥιγῶ ἐκ τοῦ ῥίγος, ὃ σημαίνει τὸν φόβον, τὸ ρι μακρόν· τὰ γὰρ θεματικὰ, ἡνίκα ἀποβάλλουσι σύμφωνον, εἰς φύσει μακρὸν ἀποβαίνουσιν, οἷον γιγνώσκω, γινώσκω· καὶ ἕτερόν ἐστι ῥῆμα ῥιγῶ ἐπὶ τοῦ ψύχους, καί ἐστι τρίτης συζυγίας τῶν περισπωμένων, οὗ ὁ μέλλων ῥιγώσω· καὶ ὁ ποιητὴς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀντὶ τοῦ οὐχ ὑπέλαβον· ὅμως ῥιγῶσαι· ἀμφότερον ἐκ τοῦ ῥίγος

### ρ 59

Ῥίζα δι’ ἧς ῥέει τὸ ζῆν ἄνω τοῖς δένδροις· ἢ διὰ τὸ ῥᾷον ζῇν· ἢ παρὰ τὸ ἕζω τὸ καθέζομαι, ἵζα καὶ ῥίζα· τὸ ζα βραχὺ διάτι; τὰ εἰς α λήγοντα θηλυκὰ, παραληγόμενα ἑνὶ τῶν διπλῶν, ἢ διὰ δύο σς ἐκφερόμενα, συστέλλει τὸ α

### ρ 60

Ῥίζα παρὰ τὸ εἶναι αὐτὴν ἐν τῇ γῇ καὶ ζῇν· ῥίζην γὰρ ὁ Ὅμηρος τὴν ὑποκάτω γῆς λέγει· ἐξερχομένης γὰρ αὐτῆς ἐκ γῆς ἀποθνήσκει, ἤγουν ξηραίνεται

### ρ 61

Ῥίνας ἡ εὐθεῖα ῥὶν, διὰ τὸ ῥέεσθαι δι’ αὐτῆς τὰ ὑγρὰ, παρὰ τὸ ῥεῖν ἄνωθεν· ἤγουν τὰ τῆς κεφαλῆς ὑγρά

### ρ 62

Ῥίμφα σημαίνει τὸ ταχέως, παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους· ὡς παρὰ τὸ κρύπτω κρύπτα, καὶ πλεονασμῷ τοῦ μ, ῥίμφα

### ρ 63

Ῥῖνος σημαίνει τὸ δέρμα, καὶ γράφεται διὰ τοῦ ἰῶτα, καὶ γίνεται παρὰ τὸ ῥίνῃ, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα γραφόμενον· ἢ παρὰ τὸ ῥίον, τὸ σημαῖνον τὸ ἄκρον, γέγονε· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶ καὶ ἐπιφάνεια τῆς σαρκός

### ρ 64

Ῥιπὴ ἄνεμος, βλεφάρων ὁρμή

### ρ 65

Ῥιπὶς ἐκ τοῦ ῥίπτω, ἔῤῥιπτον, παράγωγον

### ρ 66

Ῥίον τὸ ἄκρον τοῦ ὄρους· ἢ ὄρους ἀκρωτήριον, ἀπὸ τοῦ περιῤῥεῖσθαι τοῖς ὄμβροις· καὶ ἀπὸ τοῦ ῥαΐζειν καὶ λήγειν ὀξύ

### ρ 67

Ῥίπτασκον οὐκ ἔστιν Ἰωνικὸν, οὐ γὰρ τῷ ε παραλήγεται· καὶ τινὲς μὲν φασὶν ἀπὸ ἐνεστῶτος αὐτὸ εἶναι· παρῆκται γὰρ ἀπὸ τοῦ ῥιπτάζω ῥιπτάσκω, ὡς παρὰ τὸ φάζω φάσκω· καὶ συγκοπῇ Ἰωνικῇ ῥιπτάζεσκον ῥίπτασκον· ἢ ὁ ἐν πολέμῳ ῥίψας τὰ ὅπλα

### ρ 68

Ῥίπτω τὸ πετάζω βαρυτόνως, ῥιπτῶ δὲ τὸ ἐξουτενῶ περισπωμένως· ἐξ οὗ καὶ τὸ ἐξελεξάμην παρεῤῥιπτεῖσθαι

### ρ 69

Ῥὶς καὶ ῥύγχος διαφέρει· ῥὶς ἐπὶ ἀνθρώπου, ῥύγχος δὲ ἐπὶ ἀλόγου ζώου

### ρ 70

Ῥὶς καὶ μυκτὴρ διαφέρει· ῥὶς μὲν ἡ ἀπὸ μέσου φρύγου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δὲ, αἱ τῶν ῥινῶν καταῤῥύσεις, δι’ ὧν τὸ ὑγρὸν ἐξέρχεται

### ρ 71

Ῥιπὴ ἔστι κατὰ μὲν τὸν νόμον ἡ ὥρα, κατὰ δὲ ἀστρονόμους τοῦ ὀφθαλμοῦ τὸ κάμμισμα· ξ οὖν ῥιπαὶ ποιοῦσι μίαν στιγμὴν, καὶ ἓξ στιγμαὶ λεπτὸν ἓν, καὶ πέντε λεπτὰ ὥραν μίαν· ὥστε οὖν τὸ χιλιοστὸν ὀκτακοσιοστὸν τῆς ὥρας ἐστὶ στιγμή

### ρ 72

Ῥίψασπις δειλὸς ἐν πολέμῳ, ὁ τὰ ὅπλα ῥίπτων καὶ φεύγων· καὶ εἰς τὸ κληΐς

### ρ 73

Ῥιψοκίνδυνος παράβολος, τολμηρὸς, ἐπὶ κίνδυνος· ῥίπτων καὶ φεύγων· καὶ εἰς τὸ κληΐς

### ρ 74

Ῥοάων ῥοῶν· γενικὴ τῶν πληθυντικῶν, ἡ εὐθεῖα ἡ ῥοὴ, αἱ ῥοαὶ, τῶν ῥοῶν· οἱ Αἰολεῖς τὰς εἰς ων ληγούσας γενικὰς, τὰς ἀπὸ τῶν εἰς αι εὐθείων γινομένας, διὰ τοῦ αων προσφέρουσι· μοῦσαι, μουσάων· οἱ δὲ δωριεῖς διὰ τοῦ εων, πύλαι πυλέων, ὡς εἰπὼν, πυλέων ἐξέσσυτο

### ρ 75

Ῥοαῖς τοῖς ῥέουσιν ὕδατι ῥεύματα· καὶ ῥοῖα τὸ δένδρον βαρυτόνως

### ρ 76

Ῥοδωνία τόπος ἐν ᾧ εἰσι ῥοδά

### ρ 77

Ῥοδὸν τὸ ἄνθος, παρὰ τὸ ζώοδον, καὶ ῥοδὸν, τὸ τὴν ζωὴν δωρούμενον, διὰ τῆς εὐωδίας· καὶ ῥοδὸν κατ’ ἀντίφρασιν, τὸ μὴ ὄζον ἀλλ’ εὔοσμον ὄν

### ρ 78

Ῥοῖα σὺν τῷ ἰῶτα τὸ δένδρον· ῥόα δὲ χωρὶς τοῦ ἰῶτα ὁ καρπός

### ρ 79

Ῥοῖζος ἐπὶ ἀνέμου κτυποῦντος, βρόμος δὲ ἐπὶ πυρὸς καίοντος καὶ κτυποῦντος

### ρ 80

Ῥομφαῖα τὸ ξίφος, παρὰ τὸ ῥομφῶ ὃ σημαίνει τὸ κτυπῶ· ἢ παρὰ τὸ ῥέπω ῥοπὸν, ῥοπαία καὶ ῥομφαία

### ρ 81

Ῥόπαλον ξύλον, βάκλον, βακτηρία, ἀπὸ τοῦ ῥαπίζειν, ἢ ἀπὸ τοῦ συντρίβειν, ἢ ἀπὸ τοῦ τῇ ῥοπῆ, ὅ ἔστι τῇ φορᾷ, ἀλοᾷν καὶ συντρίβειν

### ρ 82

Ῥόπτον ῥόπαλον, παγὶς, ἢ τιμωρία

### ρ 83

Ῥόθιον σημαίνει τὸ ὁρμητικόν· τὸ ρο μικρὸν ἀπὸ παραδόσεως

### ρ 84

Ῥόθος τὸ ῥόθον, οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιος καλεῖται τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα· πλούταρχος δὲ Βοιωτὸς ὢν, τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσαντεῖς ῥόθους ὀνομάζεσθαι φησί

### ρ 85

Ῥοιζηδὸν παρὰ τὸ ῥοῖζος· ῥοῖζος δὲ λέγεται ὁ τοῦ πυρὸς κτύπος· γίνεται ἀπὸ τοῦ πῦρ πυρὸς πυρίζω καὶ ῥοίζω· ἢ παρὰ τὸ τρύζω τρύζος καὶ ῥοῖζος· τὸ δον μικρὸν διάτι; τὰ εἰς ον ἐπιῤῥήματα διὰ τοῦ ο γράφεται, πλὴν τοῦ χρεὼν, ἐμποδὼν ἐκδεξιών

### ρ 86

Ῥύβδην ὁμοῦ, ἢ μετ’ ἠχοῦ σφοδροῦ· καὶ ῥυβδῶ τὸ ἠχῶ

### ρ 87

Ῥύεται σκέπει, φυλάττει, σώζει

### ρ 88

Ῥυηφένεια σημαίνει ἡ λέξις τὸν πλοῦτον, παρὰ τὸ ῥύω καὶ ἄφενος· τουτ’ἔστι τοῦ πλοίου ῥύσις, ῥυηφόνεια δὲ παρὰ τὸ ῥύω καὶ τὸ φένω τὸ φονεύω

### ρ 89

Ῥύεο ῥῦσαι, ἐκ τοῦ ῥύω, ὁ παθητικὸς ῥύομαι, ὁ παρατατικὸς ἐρυόμην, τὸ δεύτερον ἐρύου καὶ τὸ προστακτικὸν ῥύου, καὶ Ἰωνικῶς ῥύεο· εἰώθασι γὰρ οἱ Ἴωνες τὰ εἰς ου προστακτικὰ εἰς εο διαιρεῖν, οἷον ποιοῦ ποίεο, ἄρχου ἄρχεο, οὕτως οὖν καὶ ῥύου ῥύεο

### ρ 90

Ῥύεσθαι καὶ ἐῤῥύεσθαι διαφέρει· ῥύεσθαι μὲν τὸ ἐκ θανάτου ἕλκειν· ἐῤῥύεσθαι δὲ τὸ φυλάσσειν

### ρ 91

Ῥυθμὸς ἀκολωθ. τάξις, τύπος· ἐκ τοῦ ἐρύω, τὸ ἑλκύω, ἐρυσμὸς, καὶ κατ’ ἀφαίρεσιν τοῦ ε, ῥυσμὸς, καὶ τροπῇ τοῦ ς εἰς θ, ῥυθμός· ἢ παρὰ τὸ ὀρούω τὸ ὁρμῶ, γίνεται οὐρμὸς, καὶ ἀποβολῇ τοῦ ο, καὶ πλεονασμῷ τοῦ θ, ῥυθμός

### ρ 92

Ῥύτειον ἰστέον, ὅτι δύο ἀκρώρειαί εἰσι τῆς Τροίας· καὶ ἡ μὲν πρώτη, ῥύτειον λέγεται, ἡ δὲ ἕτερα, τὸ σίγειον· εἶχε δὲ τὸ μὲν Σίγειον ὁ Ἀχιλεὺς, τὸ δὲ Ῥύτειον Ἄϊας, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειον τρισύλλαβα, ἅπαντα διὰ τῆς ει διφθόγγου γράφεται

### ρ 93

Ῥῦπος παρὰ τὸ λύω λῦσος καὶ ῥῦπος, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ τοῦ συμφώνου εἰς σύμφωνον

### ρ 94

Ῥυπτικὸν σημαίνει τὸ καθαρτικὸν, τὸ θέμα ῥύπτω, ἐξ οὗ καὶ ῥύπος· ὁ μέλλων ῥύψω, ὁ παρακείμενος ἔῤῥυφα, ὁ παθητικὸς ἔῤῥυμμαι, τὸ τρίτον ἔῤῥυπται· ῥύπτης ἢ καθαρὸς, καὶ τὸ κτητικὸν ῥυπτικόν

### ρ 95

Ῥῦσαι με εἰς τὸ σῶσον με

### ρ 96

Ῥύμη ἡ ὁρμὴ, ἔκβολον λαῦρα

### ρ 97

Ῥυσίον τὸ ἕνεκεν ἐνεχύρου κατεχόμενον

### ρ 98

Ῥυτήματα τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα

### ρ 99

Ῥυτῆρες χαλινοὶ, ἥνιαι, ἱμάντες

### ρ 100

Ῥύω παρὰ τὸ λύω, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον· καὶ εἰς τὸ ἐρυμνώσας

### ρ 101

Ῥῶ εἰς τὸ ἀριστίνδην, καὶ ἄριστος καὶ ἄῤῥωστος, καὶ διαῤῥήδην καὶ εἰρήσασθαι, καὶ ῥήτρα καὶ σῆραξ ὀλογ τοῦ ρ

### ρ 102

Ῥώμη ἡ ὑγεία, παρὰ τὸ ῥῶ τὸ ὑγιαίνω, ὁ μέλλων ῥώσω, ὁ παρακείμενος ἔῤῥωκα, ὁ παθητικὸς ἔῤῥωμαι, καὶ ἐξ αὐτοῦ ῥώμη ἡ ὑγεία· σημαίνει δὲ καὶ τὴν πόλιν· καὶ εἰς τὸ ἀνδρεία

### ρ 103

Ῥῶπος μίγματα, χρώματα, ὅσα ζωγράφοις καὶ γραφεῦσι καὶ μυρεψοῖς χρησιμεύει, ὅθεν καὶ ῥώπαλον· τινὲς δὲ καὶ τῶν παντοδαπῶν φόρτων ῥώπαλον

### ρ 104

Ῥῶσις ἡ ὑγεία, ἔστι ἐκ τοῦ ἀῤῥωστία, κατὰ στέρησιν ὑγείας· καὶ ἡ δύναμις καὶ τὸ ῥωμαλέον

### ρ 105

Ῥώθων ἐκ τοῦ ῥοὺς ῥοὸς, καὶ τοῦ ὤθω

### ρ 106

Ῥωννύω τὸ δύναμιν παρέχω· ὁ μέλλων οὐκ ἔχει· ποιεῖ δὲ τὸ παράγωγον εἰς μι, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται, ἐξ οὗ καὶ ἐπιρωννύω

### ρ 107

Ῥωϊκὸν λέγεται τὸ ἱππικόν

### ρ 108

Ῥωμαῖος ὡραῖος, κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐξεχύθη γὰρ χάρις ἐν χείλεσιν αὐτοῦ· διὰ τοῦτο εὐλόγησεν αὐτὸν εἰς τὸν αἰῶνα· περιζώννυται τὴν ῥομφαῖαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὡς δύνατος τῇ ὡραιότητι, καὶ τῷ κάλλει αὐτοῦ· ἐντενεῖται καὶ κατευοδοῦται, καὶ βασιλεύει ἐκ θεοῦ

### ρ 109

Ῥωγχάζειν παρὰ τὸ ῥοχεῖν παρῆρται· ἢ παρὰ τὸ ῥέγχω

### ρ 110

Ῥωφεῖν ὕδωρ. Τέλος τοῦ Ρ στοιχείου. ΑΡΧΗ ΤΟΥ Σ ΣΤΟΙΧΕΙΟΥ

### σ 7

Σαγήνη ἀπὸ τοῦ ἔσω ἄγειν γίνεται ἐσαγήνη, καὶ ἀποβολῇ τοῦ ε, σαγήνη· γράφεται γὰρ διὰ τοῦ ἦτα

### σ 8

Σαγήνη περιβόλαιον, στάγμα, σκέπασμα

### σ 9

Σαγάριος ποταμὸς Φρυγίας καὶ Λυδίας

### σ 10

Σαθρὸς χαῦνος, ἀσθενὴς, κεκλασμένος, παρὰ τὸ σταθῆναι, σαθὸς καὶ σαθρὸς, κατ’ ἀντίφρασιν· ἢ παρὰ τὸ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα· καὶ εἰς τὸ σαπρόν

### σ 11

Σαθρὸς παρὰ τὸ σεσημένα ἔχειν τὰ ἄρθρα

### σ 12

Σαβιθὰ τοῦτο συριακὸν ἐστὶν ὄνομα, ὃ ἑρμηνεύεται λινιαῖον ἄντλημα, παρὰ τὸ ἀσκαλωνίτῃ· ἔστι δὲ ξεστῶν κβ· καὶ τὶ ἀρέστισι, καὶ παρ’ ἄλλοις ιη· τὸ δὲ ἕν δ

### σ 13

Σαίρειν εἰς τὸ σάκορος

### σ 14

Σακελλάριος συριστὶ ἐπιδέχεσθαι· σάκελλα γὰρ τὸ δέχεσθαι εἴρηται

### σ 15

Σάκκος ἀπὸ τοῦ σάσσω, ὃ σημαίνει τὸ στρωννύω, γίνεται ὁ μέλλων σάξω, καὶ τοῦ παθητικοῦ παρακειμένου σέσακται τὸ τρίτον, καὶ ἐξ αὐτοῦ σάκτος καὶ τοῦ τ εἰς κ, σάκκος

### σ 16

Σάκος ἡ ἀσπὶς τῶν ὅπλων, ἀπὸ μεταφορᾶς τοῦ σάκεσι· Σάκες γὰρ ἔθνος Θράκης, οἱ ταύτην ἐφεῦρον· καὶ εἰς τὸ πολεμικὸν ἱλημ

### σ 17

Σάλος παρὰ τὸ ἅλς, ἁλὸς καὶ σάλος

### σ 18

Σάλπιγξ σαλπίζω, τοῦτο παρὰ τὸ ἔπω τὸ λέγω, ὁ μέλλων ἔψω, ἀποβολῇ τοῦ ω ἒψ, καὶ τροπῇ τοῦ ε εἰς ο, ὂψ ὀπὸς, ὀπίζω, καὶ μετὰ τοῦ σέλας, ὃ σημαίνει τὴν λαμπηδόνα γίνεται σελαπίζω, καὶ ἐν συγκοπῇ καὶ ὑπερβιβασμῷ σαλπίζω

### σ 19

Σάκρον τὸ τῷ δημοσίῳ ἀφιερωθὲν, εἴτε ἐν πόλει, εἴτε ἐν ἀγρῷ

### σ 20

Σαλὴμ εἰς τὸ Ἱερουσαλήμ

### σ 21

Σανὶς παρὰ τὸ τείνω, τὸ τανύω, τανὶς καὶ σανὶς, τὸ ἐπίμηκες ξύλον

### σ 22

Σαλαμίνη ὅτε εὐθεῖα ἐστὶ, διὰ τοῦ ἦτα· ἐπὶ δὲ τῶν λοιπῶν πτώσεων τὰ δύο ἰῶτα

### σ 23

Σαλαμῖνος γὰρ δικατάληκτον ἐν σαλαμίνῃ· φησὶ δὲ σαλαμίς· Σαλαμὶς δὲ ἦν πρὸ τῆς Ἀττικῆς, ὅθεν ἦν Αἴας ὁ Τελαμώνιος· Σαλαμὶν Σαλαμῖνος ὄνομα νήσου

### σ 24

Σάλπιγξ παρὰ τὸ σαλπίζω· τοῦτο παρὰ τὸ σέλας καὶ τὸ ὀπίζω· οἱ γὰρ ἀρχαῖοι μήπω σάλπιγξι χρώμενοι, πολεμίων περιστοιχησάντων ἄφνω τὴν πόλιν αὐ τῶν, διὰ φλογὸς καὶ καπνοῦ τοὺς ἐπικούρους ἐκάλουν

### σ 25

Σάξαι καὶ σάπτειν, τὸ στρῶσαι καὶ στρωννύειν

### σ 26

Σάκος εἰς τὸ δόρυ, ἀπὸ Σάκων τῶν πρῶτον εὑρόντων· ἢ ἀσπὶς τὸ ὅπλον

### σ 27

Σαπρὸν δυσῶδες, σηπτικόν· ἔστι σήπω, σήψω, ὁ β ἀόριστος ἔσαπον, καὶ ἐκεῖθεν σαπρὸν, κατὰ πλεονασμὸν τοῦ ρ καὶ πάλιν τροπῇ τοῦ π εἰς θ, σαθρὸν γίνεται

### σ 28

Σαράβαρα ἐσθὴς Περσική· ἔνιοι δὲ λέγουσι βρακία· ἄλλοι δὲ περὶ τὰ σκέλη ἐνδύματα

### σ 29

Σάρδις ἡ πόλις, ὥσπερ γὰρ παρὰ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις, κατὰ κράσιν τοῦ ι καὶ ε, εἰς ἰῶτα, οὕτω καὶ παρὰ τὸ σάρδιες γίνεται σάρδις κατὰ κράσιν τοῦ ι καὶ ε· δηλονότι μακρόν

### σ 30

Σάρδις ἡ πόλις καὶ οἱ πολίται, καὶ λέγουσί τινες· τὶ οὖν καὶ οἱ πολίται Σάρδις λέγονται καὶ ἡ πόλις, καὶ μὲν Σαρδανοὶ λέγονται καὶ καλέονται, πῶς οὖν φησὶ καὶ οἱ πολῖται καὶ ἡ πόλις, ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ εἶπε, σάρδις λέγονται οἱ πολῖται καὶ ἡ πόλις· ἀλλότι διὰ τοῦ ἰῶτα ἐστὶν ἡ γραφή

### σ 31

Σαρωνὶς ἡ δρὺς, διὰ τὸ σεσειρέναι· ἢ σωρωνὶς διὰ τὸ ἐξ αὐτῶν σωροὺς γίνεσθαι

### σ 32

Σάτον μόδιον κουλοματ. ὡς εἶναι ξέστων κβ, ὑγροῦ δὲ ξέστων ν· καὶ ἄλλως· σάτον καλεῖται ἐξ αὐτῆς τῆς ἑβραΐδος διαλέκτου μεταφρασθὲν, θηλυκῶς μὲν ἐκφωνούμενον, ἐν δὲ τῇ Ἑλλάδι οὐδετέρως· τὸ γὰρ σάτον οὐχ ἡ σάτος· τὸ σάτον δὲ μόδιόν ἐστι κουλουματ. ὡς εἶναι μόδιον, καὶ διὰ τοῦτο ὀβολ. τὸ σετρ.· ἔστι τοῦ μοδίου τὸ ὑπέργυμα· κέκληται δὲ σάτον, κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον· ἐν δὲ τῇ Ἑλληνίδι σύρως· τὸ γὰρ σάτον μόδιόν ἐστι βουλλατ

### σ 33

Σαρδόνιος γέλως καθ’ ὑπόκρισιν, ἀπὸ τοῦ σεσυρέναι τοὺς ὀδόντας

### σ 34

Σάρδιον βοτάνη δηλητρ ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν, σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων συσταλέντων, γυμνοῦσθαι τοὺς ὀδόντας, καὶ γέλωτος φαντασίαν παρέχειν τοῖς ὁρῶσι· ἔστι δὲ καὶ λίθος

### σ 35

Σάρισσα εἶδος ἀκοντίου Ἑλληνικοῦ

### σ 36

Σαρδάζων μετὰ πικρίας καὶ θυμοῦ γελῶν

### σ 37

Σάτυρος δαίμονος ὄνομα χορευτικοῦ

### σ 38

Σαρακηνὸς σαπρὸς, κενὸς, διὰ παντὸς γὰρ τῇ σαπρίᾳ νέος εὑρίσκεται, οὐ τελευτ. γὰρ αὐτοῦ ἡ πονηρία, σαπρῆς γὰρ μήτρος τῆς δούλης γέγονε· σαπρὸς ἧν τῷ πάλαι δικαίῳ γνωρία, τὴν δούλην καὶ τεχθῆναι παρ’ αὐτῆς· ἐξ ἐπιτροπῆς γὰρ τῆς Σάῤῥας πρὸς τὸν Ἀβραὰμ τοῦ γενέσθαι μετὰ δούλης καὶ κύησιν βρέφους ἐτέχθη ὁ Ἰσμαήλ· ὁ ἀεὶ σαπρὸς τῇ ἀμεταβλήτῳ πονηρίᾳ ἄκοσμον καθιστῶν τὸν κοσμόν· ἡ δὲ Σάῤῥα ἐξ ἐπαγγελίας τριάδος συνέλαβε, καὶ εὐλογήθη καὶ αὐτή· καὶ τὸ ἐξ αὐτῆς τεχθὲν, πρὸ τῆς κυήσεως αὐτῆς ἐν τῇ ἐπαγγελίᾳ τῆς συλλήψεως αὐτοῦ

### σ 39

Σαυρωτὴρ ξυστὸν δόρυ, ἢ ὁ στύραξ, ὃν ἔνιοι οὐρίαχον καὶ σαυρωτῆρα καλοῦσι, ὅπου ἐμπήσσεται τὸ σίδηρον τοῦ δόρατος, παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἅπαν, σταυρωτήρ τις ὤν· οἱ δὲ αὐτὸ τοῦτο τὸ σιδήρειον στύρακα καλοῦσιν· ἔστι δὲ εἶδος δένδρου ὁ στύραξ, οὗ ὁ καρπὸς ὁμωνύμως λέγεται στύραξ· λέγεται δὲ σαυρωτὴρ καὶ ἡ τοῦ δόρατος ἀρχὴ, ἐφ’ ἧς στηρίζεται

### σ 40

Σάφα σαφῶς, ἐπίῤῥημα μεσότητος, διάτι βαρύνεται; ὅσα ἐν ὁμοφωνίᾳ καθέστηκε, πληθυντικοῖς βαρυτόνων ὀνομάτων, ταῦτα βαρύνεται καὶ μετάγονται εἰς ἐπιῤῥηματικὴν σύνταξιν, καὶ βαρύνεται, οἷον ταχεὼς τάχα, σαφέα, ὠκέα, ὦκα πλὴν τοῦ θαμέα θαμὰ· καὶ εἰς πρῶτα

### σ 41

Σαφῶς ἐκ τοῦ σαφὴς, τοῦτο ἐκ τοῦ σαφῶ τὸ ἑρμηνεύω, τοῦτο ἐκ τοῦ σοφὸς, τοῦτο ἐκ τοῦ σέβω σοβὸς καὶ σοφός· τὸν γὰρ σοφὸν πάντες σεβόμεθα

### σ 42

Σαώτερος παρὰ τὸ σάος, σαώτερος τὸ συγκριτικόν

### σ 43

Σαώτερος ὁ σῶος καὶ ὑγιής· ἔστι ῥῆμα σῶ τὸ ὑγιαίνω, καὶ παράγωγον σάω, ἐξ οὗ ὄνομα σάος, ἐξ αὐτοῦ σαώτερος· τὸ δὲ σῶος εἴρηται, παρὰ τὸ σεύειν τὸ ὁρμᾷν, καὶ κινεῖσθαι

### σ 44

Σεδὲκ εἰς τὸ Μελχισεδέκ

### σ 45

Σειλινὸς ὁ γέρων, παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω σειρηνὸς, καὶ κατὰ μετάθεσιν τοῦ ρ εἰς, λ καὶ τοῦ η εἰς ι, σειλινός· ἢ παρὰ τὸ σείεσθαι λίαν· σειληνὸς ὁ διόνυσος, παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ· σιληνὸς δὲ ὁ μωρὸς, ἐκ τοῦ σιλαίνειν τὸ μωραίνειν, καὶ φλυαρεῖν

### σ 46

Σειλινὸς σειλινοὶ λέγονται οἱ γέροντες τῶν σατύρων· γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ σείεσθαι αὐτοὺς, περὶ τὸν ληνόν· ἢ παρὰ τὸ σεσυρέναι καὶ χαίρειν γέγονε σέριος καὶ προσθέσει τοῦ ἰῶτα, καὶ τροπῇ τοῦ ρ εἰς λ· σειλινός

### σ 47

Σειρὰ ἡ πλοκὴ, διὰ τῆς ει διφθόγγου, τοῦτο παρὰ τὸ εἴρω τὸ συμπλέκω, γέγονεν εἰρὰ, καὶ πλεονασμῷ τοῦ ς, σειρά· οἱ δὲ Δωριεῖς διὰ τοῦ ἦτα γράφουσιν αὐτὸ, σηρὰ, καὶ ἐκ τούτου γνωρίζεται, ὅτι δίφθογγον ἔχει, τρέποντες ἐκεῖνοι πάντοτε τὴν ει δίφθογγον εἰς ἦτα

### σ 48

Σείριος ὁ ἥλιος, οἱονεὶ τείριος, κατὰ τροπὴν τοῦ τ εἰς ς, ἐπειδὴ τείρει καὶ καταπονεῖ ἡμᾶς τῷ καύματι· καὶ ὅτι ἀποσείει ἡμᾶς καὶ κενοῖ ἐκ τοῦ ἱδρῶτος, οἱονεὶ σείριος ὁ ἐκζέων ἡμᾶς καὶ θερμαίνων ταῖς ἀκτίσιν· ἢ ὁ σείων καὶ ἐκπέμπων τὰς ἀκτίνας· ἢ ἐπειδὴ σειρικοῦν λέγεται τὸ ἐρυθρὸν χρῶμα· ἡ δὲ χροιὰ τοῦ ἡλίου ἀνατέλλοντος τοιαύτη ἐστί· Σείριος καλεῖται οἱονεὶ εἴριος, ὁ εἴρων καὶ προλέγων τοῖς γεωργοῖς ἰδιότητα

### σ 49

Σειρὴν παρὰ τὸ εἴρω τὸ λέγω γέγονεν εἰρὴν καὶ πλεονασμῷ τοῦ ς, σειρήν

### σ 50

Σειρομάστης ἐκ τοῦ σεῖρα καὶ τοῦ μαστίζω· ἔστι δὲ σκεῦος λογχοειδὲς, ἔχον ὀγκίνα τινὰ συνηγμένον αὐτῷ, ᾧ χρῶνται μάλιστα τελῶναι, εἰς τὸ ἐρευνᾶν δι· αὐτοῦ τὰς πήρας τῶν φορτίων τῶν ἐμπόρων, τοῦ γνῶναι τινά ἐστι τὰ ἐναποκείμενα τοῖς φορτίοις· ἔνθεν γὰρ καὶ σειρομάστης ὠνόμασται, ἐκ τοῦ τὰ φορτία ὡς εἴρηται τῶν ἐμπόρων μαστίζειν δι’ αὐτοῦ, τουτ’ἔστιν ἐρευνᾷν

### σ 51

Σείω παρὰ τὸ σέω γέγονε, σείω γὰρ προσθέσει τοῦ ἰῶτα· καὶ εἰς τὸ σισσειὸν καὶ τιμή

### σ 52

Σέβας ἐκ τοῦ σέβω

### σ 53

Σεισάχθεια χρέων ἀποκοπή· οἱ Ἀθηναίων παῖδες δανεισάμενοι ποτὲ παρὰ τῶν πλουσίων, καὶ ἀποροῦντες ἠναγκάσθησαν μισθοῖς αὐτοὶ διαπελάζειν καὶ ἀγωνίαν

### σ 54

Σέλας φῶς, λαμπηδὼν, λαμπρότερον τὸ φῶς τῆς σελήνης, παρὰ τὸ σαλεύεσθαι τῇ πνοῇ

### σ 55

Σέλας παρὰ τὸ σεύω τὸ ὁρμῶ καὶ σέλη ἡ λαμπεδὼν, παρὰ τὸ σεύεσθαι ἐξ αὐτῆς τὴν ἕλην καὶ ὁρμᾷν, ἢ παρὰ τὸ ἕλη ἡ λαμπηδὼν ἕλας καὶ σέλας· καὶ εἰς τὸ ἥλιος, καὶ λάμπω, καὶ σάλπιγξ, καὶ σεμελή

### σ 56

Σελήνη ἡ Ἄρτεμις σέλας νέον, εἴρηται παρὰ τὸ σέλας ἀένναον ἔχειν, ὅθεν καὶ ἐνιαυτὸς, ὁ ἔνος ὁ ἀεὶ νεάζων, οὕτως Ἡρακλείδης

### σ 57

Σελήνη παρὰ τὸ ἐν νυκτὶ φαίνειν, σέλας γὰρ οἱ παλαιοὶ τὸ φῶς ἐκάλουν· ἔστι δὲ καὶ ὄνομα βασιλίσσης σκυθῶν

### σ 58

Σέλινον διὰ τὸ ἐν ἕλει σεύεσθαι ἤγουν ὁρμᾷν, ἕλινον καὶ σέλινον

### σ 59

Σελμὼν ὄνομα βάρβαρον, ἀπὸ τοῦ ἕλκω τὸ ἑλκύω, ὁ παρακείμενος εἷλκα, ὁ παθητικὸς εἷλμαι καὶ ἐξ αὐτοῦ εἷλμος καὶ ἀποβολῇ τοῦ ἰῶτα ἑλμὸς, ἑλμών· ἢ ἀπὸ τοῦ ἐλεύθω ἐλμὼν καὶ σελμών

### σ 60

Σεκοῦνδος κύριον· σημαίνει δὲ καὶ τὸν δεύτερον

### σ 61

Σεμέλη κύριον, παρὰ τὸ σέλας μέλειν, ἤγουν φροντίζειν· σέλας γὰρ τὴν ἀστραπήν· παρὰ τοῦ Δίος ᾐτήσατο μετὰ ἀστραπῆς καὶ βροντῶν συγγενέσθαι αὐτῇ

### σ 62

Σεμέλη θεὸς, θεμελὶς, θεμελιῶτις οὖσα. θέμελις ἡ γῆ προσαγορεύεται· διὰ τὸ ἐν αὐτῇ πάντα καταθεμελιοῦσθαι· καὶ κατ’ ἐναλλαγὴν τοῦ θ εἰς ς, Σεμέλη

### σ 63

Σεμίδαλις ἐκ τοῦ σέλας ὃ σημαίνει τὸ λευκὸν, σελίδαμίς τις οὖσα, ἡ λευκὴ ἄλευρος

### σ 64

Σεμνῶς ἐπίῤῥημα ἀπὸ τοῦ σεμνὸς, ὅπερ γέγονεν ἀπὸ τοῦ σέβω, σεβνὸς, καὶ τροπῇ τοῦ β εἰς μ σεμνός· σημαίνει δὲ τὸν θαυμαστὸν καὶ ἄξιον ἐν τροποῖς· καὶ τὰ ἄῤῥητα καὶ τὰ ἀνεξέταστα σεμνὰ λέγεται· καὶ παρὰ Λυκόφρωνι δὲ, σεμνῶς κασσωρεύουσα κοιλανεῖ δόμους· καὶ εἰς τὸ ἄσεμνος καὶ γυμνός

### σ 65

Σενάτωρ ἀξίωμά τι ἐν Ῥώμῃ μέγιστον

### σ 66

Σέσηπεν ἐκ τοῦ σήπω, ἢ ἔσαπον· ἢ παρὰ τὸ σὴς σητὸς, ὅ ἐστιν εἶδος σκώληκος· καὶ κλίνεται σητός, ὁ κανὼν· τὰ εἰς ης ὀνόματα μονοσύλλαβα, εἰ μὲν ὀξύνεται, διὰ τοῦ τος κλίνεται· Κρὴς Κρητὸς, Κρῆτες κρητῶν· ἀμφὶ δέ μιν Κρητῶν ἀγοί. θὴς θητὸς, βλὴς βλητὸς, βλῆτα καὶ ἀβλῆτα πτερόεντα· εἰ δὲ περισπῶνται ἀποβολῇ τοῦ ς, κλίνεται· οἷον δρῆς δρῆ· ἀπὸ γοῦν τοῦ σὴς σητὸς, σήσω καὶ σήπω

### σ 67

Σηδὼρ ὄνομα τόπου, ἐκ παραδόσεως διὰ τοῦ ἦτα, κατὰ δὲ τὴν ἐτυμολογίαν διὰ τοῦ ἰῶτα· καὶ γὰρ ἑρμηνεύεται μικρὰ ἢ ταπεινή· καὶ γίνεται παρὰ τὸ σιγῶ, ὁ γὰρ ταπεινὸν, ὁ μὴ δυνάμενος καθ’ ἑαυτὸν σῖγος

### σ 68

Σῆμα σημεῖον· καὶ εἰς τὸ σῶμα

### σ 69

Σημεῖον τὸ ἀγνοούμενον πρᾶγμα σημαίνει

### σ 70

Σημεῖον τέρατος διαφέρει· ὅτι τὰ μὲν παρωχηκότα σημεῖα πιστοῦσθαι δεῖ, τὰ μέλλοντα τεκμηρίοις· καὶ εἰς τὸ τέρας

### σ 71

Σημεῖον τὸ σῶον μὴ ἦν, ἀλλ’ ὑπόμνημα, σύσσημον ὂν τοῦ τιθέντος

### σ 72

Σῆμα σημαίνει τρία· τὸ σημεῖον, καὶ τὸν τάφον, καὶ τὴν σφραγίδα

### σ 73

Σηπεδὼν ἡ σῆψις, τὸ σέσηπος πρᾶγμα· καὶ νόσος οὕτω καλουμένη

### σ 74

Σηκὸς ὁ ἐνδότατος τόπος τοῦ ἱεροῦ· ναὸς καὶ οἶκος· σημαίνει δὲ καὶ τὸν τάφον

### σ 75

Σηκὸς οἱονεὶ στηκὸς τίς ἐστιν, πρὸς ὃν στήκουσιν εὐωχούμενοι, παρὰ τὸ ἵστημι, στήκω, στηκὸς καὶ σταθμός· παρὰ αὐτοῦ γάρ ἐστι τὸ ἑστάναι

### σ 76

Σηλικὰς Ῥωμαῖα ἡ λέξις, σημαίνει δὲ πέτρας μαρμαρώδεις

### σ 77

Σήμερον ἐπίῤῥημα καιροῦ παραστατικὸν, οἷον σήμερον, αὔριον, γίνεται δὲ ἐκ τοῦ ἡμέρα ἥμερον καὶ σήμερον· ἢ ὅτι οἱ Δωριεῖς σάμερον λέγουσι· τὰ δὲ ἔχοντα ἀναφαινόμενον τὸ α, διὰ τοῦ η γράφεται, οἷον μηχανὰ, ἅλιος, σᾶμα· τὸ ρον μικρὸν διάτι; τὰ εἰς ον ἐπιῤῥήματα· τὸ με ψιλὸν διάτι; κατὰ παράδοσιν· κατὰ ποῖον κάνονα τῆς ὀρθογραφίας; κατὰ ἱστορίαν· καὶ πόσοι κανόνες; τέσσαρες· ἀναλογία, ἐτυμολογία, διάλεκτος, ἱστορία· τί ἔστιν ἀναλογία; ἡνίκα κατορθῶμεν γραφὴν, ἢ ὅταν κανόνα ἀποδῶμεν· διάτι βαρύνεται; ἐπειδὴ τὰ εἰς ον λήγοντα ἐπιῤῥήματα, παραληγόμενα τῷ ι, ἢ τῷ ε, βαρύνεται· οἷον αὔριον, σήμερον, χωρὶς τοῦ αὐθημερὸν, καὶ ἐξὸν, ὑπεσταλμένων τῶν ὀνομάτων· τὸ αὐθημερὸν παρώνυμον· τὸ ἐξὸν μετοχή

### σ 78

Σῆρες ὄνομα ἔθνους, ὅθεν ὁλοσηρικὸν ἔρχεται μεταξωτόν

### σ 79

Σῆρες ζῶα, νῆθον τὰ μετάξην

### σ 80

Σήραγγες αἱ ὑπὸ γῆν ὑπομήκεις ἐκρήξεις, οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς, ἃς ὑποτρέχον τὸ ὕδωρ, ζητεῖ διέξοδον· ἐντεῦθεν σηραγγῶδες τόπος εἴρηται, ὁ διατετρημένος ἀπὸ τοῦ σεσηρέναι καὶ διαστρέφεσθαι

### σ 81

Σήραγξ χάσμα, κοιλὰς ὕφαλος πετρ. ῥῆγμα ἔχουσα

### σ 82

Σήραγξ ὁ βαθὺς καὶ κρημνώδης τόπος· γίνεται δὲ παρὰ τὸ διαρήσσω τὸ διακόπτω ῥήσαγξ, καὶ ἐν ὑπερβιβασμῷ σήραγξ· τοῦτο δὲ ἐκ τοῦ ῥῶ τὸ φθείρω

### σ 83

Σὴς ὁ σκώληξ, παρὰ τὸ σῶ τὸ κινῶ, ὁ μέλλων σήσω, ἀποβολῇ τοῦ ω, σὴς, σητὸς ὁ κανὼν εἴρηται· διαφέρει δὲ θρὶψ, σὴς, ἲψ· θρὶψ μέν ἐστι σκώληξ ἐσθίων τὸ ξύλον, σὴς δὲ τὸ ἱμάτιον, ἲψ ὁ τὰ κέρατα καὶ τὰς ἀμπέλους βλάπτων

### σ 84

Σησάμενος ἐκ τοῦ σήθω, τὸ κοσκινίζω, ἐξ οὗ καὶ σῆσις ἡ κοσκίνησις καὶ σητάνιος ἄρτος ὁ καθαρός

### σ 85

Σῇσι ταῖς σαῖς· διάτι ἐπεκτείνεται διὰ τοῦ ἰῶτα; πᾶσα δοτικὴ πληθυντικῶν πρὸ τοῦ ι ἔχει τὸ ς, ἢ δυνάμει, ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν λέβητι λέβησι· δυνάμει δὲ κόρακι κόραξι, Πέλοπι Πέλοψι· ὅθεν τὸ Ἀθρείδαις, καὶ καλοῖς καὶ σαφοῖς, μὴ ἔχοντα πρὸ τοῦ ι τὸ ς, ἢ δυνάμει ἢ ἐνεργείᾳ, διὰ τοῦτο ἐπεκτάνθεν διὰ τοῦ ἰῶτα· ἔτρεψαν δὲ τὸ α εἰς ἦτα, αἱ τοιαῦται δοτικαὶ, ἵνα εὑρεθῇ τὸ ς πρὸ τοῦ ἰῶτα, εἴτε ἐπεκτεταμέναι εἰσὶν, εἴτε ἀνεπεκτατοί

### σ 86

Σιαγόνες παρὰ τὸ σείεσθαι αὐτὰς ἄγαν ἄνω καὶ κάτω, ἢ ὅτι σείονται περιαγόμεναι, καὶ συνάγονται αἵ εἰσιν ὑποκάτω τοῦ γενείου· οἱ δὲ παρὰ τὸ σιγὼν σιαγὼν, ἀπὸ τοῦ τὰ σιτία ἄγνυσθαι δι’ αὐτῶν

### σ 87

Σιγῶ διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ σιγή ἐστιν, ὡς τιμὴ τιμῶ· καὶ ἄλλως τὸ σι ἰῶτα διάτι; τὰ εἰς γη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον πηγὴ, καυγή

### σ 88

Σίγειον ἀκρωτήριον τῆς Τροίας· γράφεται δὲ διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλήγουσαν, τῷ λόγῳ τοῦ ῥότειον· κατὰ δὲ τὴν ἄρχουσαν διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τῇ σιγῇ παρῆκται, κατ’ ἀντίφρασιν· πολύηχος γάρ ἐστιν ὁ τόπος, ὑπὸ τῶν κυμάτων

### σ 89

Σιγῇ ἐπίῤῥημα μεσότητος, προσγράφεται τὸ ἰῶτα· τὰ γὰρ παρὰ τὴν δοτικὴν γινόμενα ἐπιῤῥήματα, ἔχουσι τὸ ἰῶτα προσγεγραμμένον

### σ 90

Σίδηρος ἀπὸ τοῦ ῥᾳδίως τὸν ἰὸν ἐφέλκεσθαι· ἄμεινον δὲ εἰς ἰῶν χρῆσιν ἐπιτήδειον ὂν, ὅπερ ἐστὶ βελῶν· σίδαρος δὲ λέγουσιν οἱ Δωριεῖς

### σ 91

Σίδαι λέγονται αἱ ῥοαὶ, ἐξ οὗ καὶ σίδειος καρπός

### σ 92

Σικελὸς Σικελιώτου διαφέρει· Σικελοὶ μέν εἰσιν οἱ ἐν τῇ Σικελίᾳ οἰκοῦντες βάρβαροι· Σικελιῶται δὲ οἱ ἀπ’ Ἑλλήνων πόλεως μετοικήσαντες

### σ 93

Σίκημα ὄνομα τόπου· γράφεται δὲ ἀπὸ παραδόσεως τὰ δύο ιι

### σ 94

Σίκερα εἶδος πόματος σκευαστοῦ

### σ 95

Σίκινον εἶδος ὀρχήσεως, παρὰ τὸ σείεσθαι καὶ κινεῖσθαι

### σ 96

Σίκλος εὗρον τὸν σίκλον τὸν ἅγιον ἐν τοῖς ἀριθμοῖς· οὕτω φησὶ, λυτρώση τὸν πρωτότοκόν σου πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον· καὶ εἰς τὸ κοδράτης· τὸ σίκλον ἐστὶ τὸ τέταρτον τῆς οὐγκίας

### σ 97

Σίμβλα παρὰ τὸ τὰ σίτα βάλλειν

### σ 98

Σίμβλοι τὰ ἀγγεῖα ἐν οἷς βάλλουσι τὰ κηρία αἱ μέλισσαι, οἷον, σίμελοι ὄντες, σιμαὶ γὰρ αἱ μέλισσαι· καὶ εἰς τὸ Αἰσχύλος

### σ 99

Σίμβλας τὰς τῶν μελισσῶν θήκας

### σ 100

Σιμὸς ὁ πατζὸς καὶ μικρόμυττος· καὶ πᾶν κολακὸν σιμὸν λέγεται καὶ διὰ τοῦ ἰῶτα γράφεται

### σ 101

Σινὰ ὄνομα ὄρους, ἀπὸ τοῦ ἲς, ὃ σημαίνει τὴν γνῶσιν, ἵνα, ὅτι ἐκεῖ εἶδεν ὁ Μωσῆς τὸν θεόν· ἢ ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, ἴνα καὶ πλεονασμῷ τοῦ ς, Σινὰ, ὅτι ἐκεῖ ἦν ἡ τοῦ νόμου δύναμις

### σ 102

Σίνηπι παρὰ τὸ σίνειν τοὺς ὦπας, ἤγουν βλάπτειν τοὺς ὀφθαλμοὺς, τὸ βλάπτον τοὺς ὀφθαλμούς

### σ 103

Σίντιες οἱ λίμνιοι σκώληκες, ἀπὸ τοῦ σίνεσθαι ἢ βλάπτεσθαι

### σ 104

Σίνω εἰς τὸ ἐρυσίβη, καὶ ζιζάνιον

### σ 105

Σισύρα ἡ γοῦνα, αἴγειον στέγαστρον· τετυχωμένον τουτ’ἔστιν ἄκος, ὅ ἐστι δέρμα· πολλάκις δὲ καὶ τὸ τραχὺ καὶ ἄγναπτον ἱμάτιον, ὡς καὶ Ἀριστοφάνης, ἐν πέντε σεσύραις

### σ 106

Σισύρα καὶ σίσυρμα διαφέρει· σισύρα μὲν γάρ ἐστι τὸ ἐξ αἰγείων δερμάτων τετριχώμενον στέγαστρον· σίσυρμα δὲ τὸ ἐκ τῶν κιρκυδίων κώδιον, ῥαπτόμενον ἀπεγχώνιον

### σ 107

Σίτλα σκύφος, κρατὴρ, κισσύβιον

### σ 108

Σίσυφος εἴρηται οἱονεὶ σιόσυφος, ὁ ἔχων ἐκ τῶν σίων τουτ’ἔστι τῶν θεῶν τὴν σοφίαν· σισύφους τοὺς θεοὺς λέγουσιν οἱ Λάκωνες, ὁ οὖν ὑπὸ τῶν σίων τουτ’ἔστι τῶν θεῶν σοφὸς, σιόσοφος εἴρηται, καὶ κατ’ ἀποβολὴν τοῦ ο, καὶ μεταθέσει τοῦ ἄλλου ο εἰς υ, Σίσυφος

### σ 109

Σίγμα σιμάτιον τὸ ὂν, ὑπόσιμον, τὰ γὰρ σίγματα δὴ ὑπόσιγμα· ἢ παρὰ τὸ σιγμὸν τινὰ ποιεῖν τῇ φωνῇ, καὶ ὅτι πυρωθεὶς ὁ σίδηρος, ἐπαν’ εἰς ὕδωρ βληθεὶς ἀπήχησιν ὁμοίαν τῆ ἐκφωνήσει τοῦ γράμματος δηλοῖ· ὁ δὲ τοῦ στοιχείου φθόγγος τοιοῦτόν ἐστι· λέγουσι γὰρ κατ’ εἰκόνα τῆς σελήνης· σιγματοειδὴς γὰρ ἡ σελήνη

### σ 110

Σιτοδεία σημαίνει τὴν λίμον, παρὰ τὸ σίτος καὶ τὸ ἔνδεια, ὃ σημαίνει τὴν λεῖψιν, σιτοένδεια καὶ σιτοδεία, ἡ τοῦ σίτου ἔνδεια, κατὰ συγκοπὴν σιτοδεία

### σ 111

Σῖτος εἶδος τῶν παραγώγων ῥηματικῶν, παρὰ γὰρ τὸ σείω γίνεται σειστὸς καὶ σῖτος, ἡ γὰρ ἀποβολὴ τοῦ ς ἀναπέμπει τὸν τόνον· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιω ῥήματα, μὴ παρ’ ἐνεστώτων· τὸ σι μακρὸν διάτι; κατὰ ποιητικὴν ἄδειαν· σῖτος διάτι βαρύνεται; ἐπειδὴ τὰ εἰς τος δισύλλαβα μονογενῆ, παραληγόμενα τῷ ἰῶτα ἐκτεταμένῳ βαρύνεται, οἷον κρῖτος, μῖτος, τρῖτος· οὕτως οὖν καὶ σῖτος· τὸ μέντοι λιτὸς τριγενὲς ὂν ὀξύνεται

### σ 112

Σιτώνης ὁ ἀγοράζων τὸν σῖτον, κλίνεται σιτώνου· ὁ κανὼν· τὰ διὰ τοῦ ωνης ὀνόματα καὶ ωλης μονογενῆ εἰς ου ἔχουσι τὴν γενικὴν πανώλης, σιτώνης· μονογενῆ εἶπε, διὰ τὰ ἔχοντα οὐδέτερον παρασχηματισμόν

### σ 113

Σιρὸς ὁ λάκκος, ἐκ τοῦ σύρω, κατὰ τροπὴν τοῦ υ εἰς ι, ὡς ἀφροδύτη, Ἀφροδίτη

### σ 114

Σιρὸς τὸ ἐπιτήδειον ἀγγεῖον εἰς ἀπόθεσιν τυρῶν καὶ ἀλλῶν ὀσπρίων· καὶ ὁ λάκκος

### σ 115

Σκαρδαμύττειν πυκνὰ τοὺς ὀφθαλμοὺς κλείειν καὶ ἀνοίγειν· ἢ παρὰ τὸ σκαίρειν τὸ κινεῖν, τὴν συνεχῇ κίνησιν τῶν βλεφάρων· ἢ παρὰ τὸ μύω τὸ καμμύω

### σ 116

Σιφλώσειεν ἡ λέξις νεωτέρων καὶ οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιήσειεν, οἱ δὲ γέλωτα ποιήσειεν· φλῶ γὰρ ἔστι τὸ ὁρμῶ, ὅθεν καὶ οἰνόφλυξ· οἱ δὲ παλαιοὶ τὸν εἰφλεχθῆ

### σ 117

Σίφων διὰ τοῦ ἰῶτα· παρὰ γὰρ τὸ σίζω, τὸ ἦχον ἀποτελῶ, γέγονε σίζων καὶ σίφων, τροπῇ τοῦ ζ εἰς φ· τὸ δὲ σίζω διὰ τοῦ ἰῶτα γράφεται· τῷ λόγῳ τῶν διὰ τοῦ ιζω

### σ 118

Σιὼν τὸ ὄνομα τῆς πόλεως διὰ τοῦ ἰῶτα· Σηὼν δὲ τὸ ὄνομα τοῦ βασιλέως διὰ τοῦ ἦτα

### σ 119

Σιωπῶ ἐκ τοῦ ὂψ, ὃ σημαίνει τὴν φωνὴν καὶ τοῦ σιγῶ· τὸ δὲ σιγῶ παρὰ τὸ σίζω τὸ κτυπῶ κατ’ ἀντίφρασιν· καὶ τὸ ω διάτι; τὰ παρὰ τὸ ωχη καὶ ωπη γινόμενα ὀνόματα ἅπαντα διὰ τοῦ ω γράφεται

### σ 120

Σιωπὴ ἀκὴν ἐγένετο σιωπή· καί ἐστιν ἐπίῤῥημα μεσότητος· σιωπὴ τὸ ω διάτι; τὰ ἀπὸ ἐνεστώτων καὶ μελλόντων γινόμενα

### σ 121

Σιωπῶ τὸ ω μέγα ἐκ τοῦ σιωπή· τοῦτο ἐκ τοῦ σιγῶ σιγωπὴ, καὶ ἐκβολῇ τοῦ γ γίνεται σιωπὴ· καί ἐστιν ὁ κανὼν τοῦ ω μεγάλου, ὥσπερ τὸ θαλπωρὴ καὶ τὰ ὅμοια· τὸ δὲ σιωπὴ γίνεται παρὰ τὸ σιγῶ καὶ τὸ ὄπα, ὃ σημαίνει τὴν φωνήν· καί ἐστι τοῦ σιγὴ τὸ σι μακρὸν, ὡς παρὰ τῷ ποιητῇ· βῆ δὲ καλυψομένη ἐανῷ ἀργῆτι φαεινῷ σιγῇ· τὸ δὲ σιωπὴ καὶ τὸ σιωπῶ ῥῆμα, οὐκ ἀπὸ τοῦ σιγῇ καὶ τοῦ ὄπα, γράφεται τὸ ο μικρὸν· ἀλλ’ ἀπὸ τοῦ σιγῶ ἐφυλάχθη τὸ ω· οὕτως ἡ παράδοσις

### σ 122

Σκαιὸς ὁ ἐπαχθής· τὸ σκαι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ αιος ὀνόματα δισύλλαβα τριγενῆ διὰ τῆς αι διφθόγγου γράφεται, οἷον φαιὸς, λαιὸς, σκαιὸς, πλὴν τοῦ θεός· γίνεται ἐκ τοῦ σκάζω τὸ χωλαίνω· ἢ σκάζω τὸ μὴ ὀρθῶς βαδίζω, ἐξ οὗ καὶ σκάμβος, ὁ μὴ ὀρθῶς βαδίζων, σκαὸς καὶ σκαιός· σκαιῶς γὰρ ἔχει ἡ ἀριστέρα χεὶρ πρὸς τὰς πράξεις· κατὰ δὲ τρεῖς τρόπους λέγεται σκαιόν· σκαιαὶ πύλαι αἱ τοῦ Ἰλίου· αὗται δὲ σκανδάνιοι προσαγορεύονται, δι’ ὧν ἐξίεσαν οἱ τρῶες· σκαιαὶ δὲ εἴρηνται, ἣ ἀπὸ σκαιοῦ τοῦ δημιουργήσαντος αὐτὰς, ἤγουν κατασκευάσαντος· ἢ ὅτι ἐν τοῖς σκαιοῖς, ἤγουν τοῖς ἀριστεροῖς μέρεσι κεῖνται, σκαιὰ γὰρ τὰ ἀριστέρα ὡς καὶ ὁ ποιητὴς ἐδήλωσεν, εἰπών· εἴτ’ ἐπὶ δέξι’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε, εἴτ’ ἐπ’ ἀριστερὰ τοίγε ποτὶ ζόφον ἠερόεντα· ἢ παρὰ τὸ σκαιῶς βεβουλεῦσθαι τοὺς Τρῶας· τὸν γὰρ δούριον ἵππον κατ’ αὐτὰς ἐδέξαντο τὰς πύλας

### σ 123

Σκαιὸς ὁ ἀμαθὴς, παρὰ τὸ σκάζειν τῇ μαθήσει πρὸς τὸν διδάσκαλον

### σ 124

Σκρινιάριοι οἱ χαρτοφύλακες τῶν βασιλέων· σκρινίαι γὰρ αἱ ἄρκραι· σκρινίον γὰρ δρυφαντικὸν λάρνακα καλοῦσι Ῥωμαῖοι

### σ 125

Σκαίρω χορεύω, ὀρχοῦμαι, ὅτι ἀνεφάνη τὸ α ἐν τῷ μέλλοντι σκαρῶ· τοῦτο ἐκ τοῦ σπέρω, τοῦτο ἐκ τοῦ σπῶ· καὶ εἰς τὸ κάρις

### σ 126

Σκαλμοῖσι τοῖς σκαρθμοῖς· ἀπὸ τοῦ σκαίρω γίνεται σκαρμὸς καὶ πλεονασμῷ τοῦ θ σκαρθμός· ἐκ δὲ τοῦ σκαρμὸς γίνεται τὸ ὑποκοριστικὸν σκαρμὶς καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον σκαλμίς

### σ 127

Σκαμάνδριος πηγή · τὸ δρι ἰῶτα, ὡς κάπριος· ἐκ τοῦ Σκάμανδρος, ὃν Ξάντον καλοῦσι· δίψῃ γὰρ ποτὲ κατασχεθεὶς ὁ Ἡρακλῆς ηὔξατο τῷ Διῒ πατρὶ, δεῖξαι αὐτῷ μικρὰν λιβάδα· ὁ δὲ μὴ θέλων αὐτὸν κατατρέχεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς τὸ πλουσιώτερον ἐποίησεν ἐκφέρεσθαι· καὶ διὰ τοῦτο Σκάμανδρος ἐκλήθη, διὰ τὸ κάματος καὶ κόπου παραίτιον· ἤγουν διὰ τὸ ἐσκάφθαι ὑπὸ ἀνδρός· Ξάνθος δὲ ἐπειδὴ ἐκεῖ λουσάμεναι αἱ θεαὶ, ξανθὰς ἔσχον τὰς πόλεις, ὅποτε πρὸς Ἀλέξανδρον ἧκον, ἕνεκα κάλλους κριθη σόμεναι

### σ 128

Σκαμβὴ ἡ διεστραμμένη, παρὰ τὸ σκαιῶς βαίνειν· ἢ παρὰ τὸ σκάπτω τὸ κατορύσσω, σκαμβὴ, ὁ γὰρ διεστραμμένος πολλὰ κατορύσσει κατὰ τοῦ πλησίον

### σ 129

Σκαμβὸς ἄνθρωπος στρεβλὸς, διεστραμμένος, ὁ μὴ ὀρθῶς βαδίζων

### σ 130

Σκάνδαλον παρὰ τὸ σκάζω τὸ χωλαίνω· λέγεται δὲ καὶ σκάνδαλον ἡ διαστρόφη

### σ 131

Σκάνδαλον παρὰ τὸ σκάζειν τὴν ἀλήθειαν

### σ 132

Σκάρος ὁ ἰχθὺς, παρὰ τὸ σκίζεσθαι ῥᾳδίως· ἢ διὰ τὸ σκαρίζειν τῷ δρόμω

### σ 133

Σκάφος παρὰ τὸ σκάπτω, σκάψω, ἔσκαφα, καὶ ἐξ αὐτοῦ σκάφος, ἀπὸ μεταφορᾶς τῶν σκαπτομένων καὶ γενομένων βαθέων

### σ 134

Σκαφίδιον τὸ πλοῖον, ἰῶτα, ὅτι σκάπτειν ἐκάλουν τὸ πλεῖν· ἢ διὰ τὴν κοιλότητα· σκαφείδιον δὲ διὰ διφθόγγου ἐκ τοῦ σκαφεὺς σκαφέως, σκαφείδιον· σημαίνει δὲ τὸ λιγγάριον· σκαφείδιον δὲ τὸ γεωργικὸν ἐργαλεῖον· καὶ γὰρ σκαφεὺς ὁ ἐργάτης

### σ 135

Σκελίζω τοῦτο παρὰ τὸ σκέλος, τοῦτο παρὰ τὸ κέλευθος, ὃ σημαίνει τὴν ὁδὸν, πλεονασμῷ τοῦ ς, σκέλευθος, καὶ ἐν συγκοπῇ σκέλος· δι’ αὐτοῦ γὰρ τὴν ὁδὸν τελειοῦμεν, ὅ ἐστι βαδίζομεν· ἢ παρὰ τὸ σχίζω σχέλος καὶ σκέλος· ἀπεσχισμένα γάρ εἰσιν ἀπ’ ἀλλήλων τὰ σκέλη, ἐξ οὗ καὶ κατασκελίζω

### σ 136

Σκεδάζω ἐκ τοῦ σχεδιάζω· τοῦτο ἐκ τοῦ παραχρῆμά τι ποιῶ· ἢ παρὰ τὸ σχίζω τὸ χωρίζω, πλεονασμῷ τῆς δα συλλαβῆς σχεδάζω καὶ σκεδάζω· τὸ γὰρ σκεδαζόμενον εἰς πολλὰ διαιρεῖται

### σ 137

Σκεπαστὴς ἐκ τοῦ σκεπάζω· τοῦτο παρὰ τὸ σκέπω, τοῦτο παρὰ τὸ σκέπτω, τοῦτο παρὰ τὸ σκέσθω τὸ κωλύω

### σ 138

Σκέλω σημαίνει τὸ ξηραίνω· μὴ πρὶν μένος ἠελίοιο σκήλη· καὶ σκέλετ’ ἀποξηραμμένος· καὶ εἰς τὸ σκληρός

### σ 139

Σκέπω παρὰ τὸ σχέθω τὸ κωλύω καὶ τροπῇ τοῦ χ εἰς κ, καὶ τοῦ θ, εἰς π, σκέπω

### σ 140

Σκηνὴ διὰ τοῦ ἦτα, διάφορα σημαίνει· κάστρον, παρεμβολὴν, καὶ τὴν ἀπὸ ξύλων καὶ περιβολαίων οἰκίαν, τὸ θεάτρον, τὴν ὑπόκρισιν, ἤγουν τὸ πλάσμα, τὴν ὀρχηστρίαν, καὶ τὸ σῶμα τοῦ ἀνθρώπου· σκινὴ δὲ διὰ τοῦ ἰῶτα, ἡ κλίνη· καὶ εἰς τὸ προσκήνιον· καὶ οἱ Δωριεῖς σκανὴ λέγουσι

### σ 141

Σκῆνος οἰκητήριον, σῶμα, παρὰ τὸ σκηνὴν εἶναι τῆς ψυχῆς καὶ οἰκητήριον

### σ 142

Σκήπτεσθαι καὶ σκέπτεσθαι, τινὲς μὲν ταὐτὸ ἐνόμισαν εἶναι, ἀλλὰ διαφέρουσιν αἱ λέξεις· σκήπτεσθαι μὲν γάρ ἐστι τὸ προφασίζεσθαι· σκέπτεσθαι δὲ τὸ συμβουλεύεσθαί τι

### σ 143

Σκῆψις πρόφασις, ἀναβολὴ, ἀπὸ τοῦ σκέψασθαι τὸν προφασιζόμενον

### σ 144

Σκῆπτρον ἔστιν ἡ βακτηρία, παρὰ τὸ σκηρίπτεσθαι καὶ ἐπερείδεσθαι ἐν αὐτῇ

### σ 145

Σκηπτοῦχοι σκηπτροφόροι βασιλεῖς· τὰ παρὰ τὸ ἔχω συντιθέμενα, εἰ μὲν διφθόγγῳ παραλήγεται, πρὸ μιᾶς ἔχει τὸν τόνον, λαμπαδοῦχος, ὀφιοῦχος· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται προπαροξύνεται· ἔνοχος, πάροχος, μέτοχος

### σ 146

Σκῆπτρον γίνεται ἐκ τοῦ σκήπτω, τὸ ἐπικουμβίζω, καὶ σημαίνει δύο, τὸ ἐπικουμβίζω καὶ προφασίζομαι, ἐξ οὗ καὶ σκῆψις ἡ πρόφασις

### σ 147

Σκῆψις ἡ ἐκ μελέτης ψευδομαρτυρία, παρὰ τὸ σκήπτω τὸ προφασίζομαι· καὶ εἰς τὸ ἐπέσκηψε

### σ 148

Σκιὰ παρὰ τὸ κίω τὸ πορεύομαι, κιὰ, καὶ πλεονασμῷ τοῦ ς σκιά· ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ κίω τὸ πορεύομαι, ἡ συμπορευομένη καὶ μὴ ἐῶσα ἡμᾶς

### σ 149

Σκίμπους παρὰ τὸ σκινὴ καὶ τὸ ποὺς ποδὸς σκινόπους, καὶ κατὰ συγκοπὴν σκίμπους· ἔστι δὲ μέρος τὶ τοῦ κραββάτου. μεταφορικῶς δὲ λέγεται ὅλος ὁ κράββατος σκίπους, χωρὶς τοῦ μ, ὡς ἀρτίπους

### σ 150

Σκνίπος καὶ σκνιφὸς, ὁ μικρολόγος, παρὰ τοὺς σκνίπας, διὰ τὴν τούτων σμικρότητα

### σ 151

Σκνίπες εἶδος μικροῦ κώνωπος πετομένου· ἔστιν ἡ εὐθεῖα σκνὶψ, σκνίπος, σκνίπες· καὶ ἐκ τούτου γίνεται σκνιπὸς, ὁ μήδε μικρόν τι θέλων ἀπολέσθαι· τὸ σκνι ἰῶτα διάτι; οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει· οἷον, σκνὶψ, θρὶψ, πλὴν τοῦ προίξ· καὶ εἰς τὸ στίξ

### σ 152

Σκληραγωγία ἄσκησις στενοτάτη, θλίψις· παρὰ τὸ στενῶς καὶ σκληρῶς ἄγεσθαι

### σ 153

Σκολία παρὰ τὸ σκολιὸς, ἢ παρὰ τὸ σκάζω τὸ χωλαίνω, ὁ περὶ τὴν συνείδησιν χωλαίνων, ὁ μῆ εὐθεῖαν ὁδὸν πορευόμενος, ἀλλὰ διεστραμμένην· ἢ παρὰ τὸ σκαιόν· ἢ παρὰ τὸ σκόλοπα, ὃ σημαίνει τὸ ἀπεξυσμένον ξύλον

### σ 154

Σκόλοψ ξύλον ὀξύ· καὶ εἰς τὸ ἀνασκολοπισθῆναι

### σ 155

Σκόλοψ παρὰ τὸ κολάπτω κόλαψ· ἢ παρὰ τὸ σχίζω σχόλοψ καὶ σκόλοψ, τὸ ἐξυσμένον καὶ ἐσχισμένον ξύλον, ἢ ἄκανθα

### σ 156

Σκόπελος ἀπὸ τοῦ σκοπῶ, ἀφ’ οὗ ἔστι τὰ κύκλῳ περισκοπεῖν· σημαίνει δὲ τὸ ἀκρωτήριον

### σ 157

Σκορπίζω ἐκ τοῦ σκορπιὸς, τοῦτο παρὰ τὸ ἱόν· σημαίνει δὲ τὸ ἄστρον ἀπὸ τῆς ὁμοιότητος, ὁ πανταχοῦ σκορπίζων· ὁ σκορπιὸς δὲ σημαίνει τρία, τὸν χερσαῖον, καὶ γίνεται παρὰ τὸ σκορπίζειν τὸν ἰόν· τὸ ἄστρον, καὶ οὗτος ἀπὸ τῆς ὁμοιότητος τοῦ χερσαίου δείκνυται· ἐπειδὴ ὁ ἥλιος ἐν αὐτῷ ἐστιν, τότε τὰ σπέρματα ἐπὶ τῆς γῆς σκορπίζομεν· σημαίνει δὲ καὶ τὸν θαλάσσιον, καὶ γίνεται παρὰ τὸ πλήττειν καὶ τὸν ἰὸν ἐπιβάλλειν· ἢ παρὰ τὸ σκαιῶς ἕρπειν· τὸ δὲ σκορπίζω γίνεται παρὰ τὸ σκαρπὸν σκαρπίζω, καὶ τροπῇ τοῦ α εἰς ο, καὶ πλεονασμῷ τοῦ ς, σκορπίζω

### σ 158

Σκορπιὸς διὰ τὸ σκοπεῖν τὴν οὐρὰν, ἢ παίειν ἤγουν κρούειν

### σ 159

Σκόροδα παρὰ τὸ τὰς κόρας οἰδαίνειν

### σ 160

Σκοπὸς ἡ ἔννοια, καὶ ὁ νοῦς, παρὰ τὸ σκέπτεσθαι· σημαίνει δὲ τέσσαρα, τὸν σκοπὸν, τὸν νοῦν, τὸν κατάσκοπον ἄνθρωπον, καὶ τὸ σημεῖον καὶ τὸν τόπον, ᾧ πάντες στοιχοῦσι καὶ ἀκολουθοῦσι· σκοπὸς γὰρ ὁ ὑψηλὸς καὶ δύσβατος τόπος· ἐξ οὗ καὶ σκοπία

### σ 161

Σκότος παρὰ τὸ ἐντὸς φωτὸς εἶναι, σκιά

### σ 162

Σκότος ἔστιν ἀὴρ ἐστερημένος φωτός

### σ 163

Σκοτόμαινα νὺξ, ἐν ᾗ μαίνεται, καὶ ἀκαταστατεῖ τὰ οὐράνια

### σ 164

Σκοτόμαινα σκότος, σελήνη, μήνη γὰρ ἡ σελήνη

### σ 165

Σκοτομήνη παρὰ τὸ σκότος καὶ τὸ μήνη ἡ σελήνη· τὸ δὲ σκότος παρὰ τὸ σχέθω τὸ κωλύω· καὶ τὸ μήνη παρὰ τὸ μειοῦσθαι καὶ ἐλλείπειν· ἢ παρὰ τὸ μὴν μηνός· τοῦτο παρὰ τὸ μένω τὸ ἐπιμένω

### σ 166

Σκιρτῶ παρὰ τὸ σκαίρω τὸ πηδῶ

### σ 167

Σκότος παρὰ τὸ σχέθω τὸ κωλύω, κωλυτικὸν γὰρ τοῦ φωτός· καὶ εἰς τὸ αὐγή

### σ 168

Σκυθία χώρα ὅτι ἐν Σκυθίᾳ, καὶ εἰς τὸ ἀρκτῶα μέρη οὐδ’ ὅλως κεραυνὸς ἐκπίπτει· φυλάττεται δὲ ἀπήμαντος ἀπὸ κεραυνοῦ, ἐν μὲν φυτοῖς δάφνη καὶ συκῆ, καὶ γὰρ ἡλίῳ ταῦτα· ἐν δὲ πετεινοῖς ἀετὸς, Διὸς γὰρ εἶναι νενόμισται· ἐν δὲ ὑγροῖς φώκη, ἡ φώκη δὲ ὡς ἀπήμαντος ἐπιβουλὴ, μάρτυς ἡ πεῖρα παραδέδωκε· τῶν γὰρ νηῶν τὰ ἱστία, ἐν οἷς οἱ βασιλεῖς πλέουσι, φωκείοις εἴθισται διφθεροῦσθαι δέρμασι

### σ 169

Σκουτάριον σκοῦτον καλοῦσι οἱ Ῥωμαῖοι τὸ ἰσχυρὸν ἅμα καὶ ἰσχνόν· ἀβαρὶς μέν ἐστιν ὡς ἰσχνή· καρτερωτατ δὲ καὶ ταῖς πληγαῖς οὐκ ἐνδιδοῦσα, ὡς ἰσχυρά

### σ 170

Σκύβαλον τὸ δι’ ἐντέρων ἐκδιδόμενον ἢ κόπρος, οἷον κυσίβαλόν τι ὂν, ἢ κευθίβαλον· κυσίβαλον τὸ τοῖς κυσὶ βαλλόμενον καὶ διδόμενον

### σ 171

Σκύβαλα τὰ τῆς καλάμης γόνατα

### σ 172

Σκυδμαίνειν τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι· κυρίως ἐπὶ λεόντων καὶ λεαίνων, τῶν ἐπὶ τοῖς ἀφαιρουμένοις σκύμνοις ὀργιζομένων· ἀπὸ οὖν τοῦ σκύμνος καὶ τοῦ μαίνειν γίνεται σκυδμαίνειν· ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον συστολῆς τοῦ σκυνίου, τῆς ὀφρυὸς τοῦ ὀφθαλμοῦ, ὅ ἐστι δέρμα, ὃ σημαίνει ἐπὶ τῶν ὀργιζομένων

### σ 173

Σκυθρωπὸς στυγνὸς, ἔνθεν καὶ σκυθωπάσαι καὶ πλεονασμῷ τοῦ ρ, σκυθρωπάσαι, παρὰ τοῖς Σκύθοις, οἵτινες ὀργιλώτατοι ὄντες, τὸ ἐπισκύνιον, ὅ ἐστι δέρμα τοῦ προσώπου καθέλκουσι, τουτ’ἔστι συστέλλουσι

### σ 174

Σκυθίζειν σπαράττειν, ἐκ τοῦ Σκύθης, ὁ σπαρακτικὸς καὶ ὀργίλος· οἱ γὰρ Σκύθαι ἀνδραποδισταὶ ὄντες καὶ λησταὶ ἠνδραπόδιζον καὶ ἠχμαλώτιζον

### σ 175

Σκυθρωπὸς παρὰ τὸ χύτρα καὶ τὸ ὢψ, ὃ σημαίνει τὸν ὀφθαλμὸν, γίνεται χυτρωπὸς, καὶ πλεονασμῷ τοῦ ς, καὶ τροπῇ τοῦ χ εἰς κ, σκυτρωπὸς, ὁ ἀφανὲς πρόσωπον ἔχων· ἢ παρὰ τὸ σκύζω τὸ ὀργίζομαι· ἢ παρὰ τὸ Σκυθικοὺς ὦπας ἔχειν

### σ 176

Σκῦλον καὶ σῦλον σημαίνει τὸ ἀπὸ πολέμου συναγόμενον λήϊον· παρὰ τὸ συλῶ σύλον καὶ σκῦλον· τὸ σκυ μακρόν

### σ 177

Σκύμνος παρὰ τὸ σκύζω τὸ ὀργίζομαι· τὸ δὲ σκύζω πόθεν· σκύνιον λέγεται ἡ ὀφρὺς, καὶ ἐξ αὐτοῦ σκυνίζω καὶ σκύζω

### σ 178

Σκύμνος καὶ σκυμνὸς διαφέρει· σκύμνος λέγεται τὸ τοῦ λέοντος γέννημα, σκυμνὸς δὲ τῶν ἄλλων ζώων

### σ 179

Σκυταλωτοὺς τροχούς, ῥαβδωτούς· παρὰ τοῖς Ἀττικοῖς ἡ σκυτάλη βακτηρίαν σημαίνει· καὶ ὄφεως δὲ τὸ εἶδος οὕτω καλούμενον· καὶ παρὰ Λακεδαίμονας ἐπὶ βακτηρίας τάσσεται· καὶ σκυταλίδες καμπῶν εἶδος, ὅ ἐστι ζῶον τι· παρὰ τοῖς Ἀλεξανδρεῦσι καὶ εἶδος καρείδων, καὶ σκεῦος τι ἐν τῇ νηΐ· καὶ σκυταλουμένη ξύλῳ τυπτομένη

### σ 180

Σκῶλος παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, σκῶλος λέγεται ὁ ὑπόπυρος ἐξηραμένος, καὶ σκωλετὸς ὁ ἀπεξηραμένος

### σ 181

Σκύλαξ ἐκ τοῦ σκύλω τὸ ὀργίζομαι

### σ 182

Σκῦτος δὲ λέγεται, τὸ μεταξὺ τῶν τενόντων τοῦ τραχήλου δέρμα· ὡς Πετρώνιος φησί· τινές φασι σκῦτα λέγεσθαι τὸν νωτιαῖον μυελὸν, οἱ δὲ τὸ ἴνιον, οἱ δὲ τὸ μεταξὺ τῶν ὀφρύων καὶ τοῦ μετώπου τόπον, ὅπερ ἐπισκύνιον καλοῦμεν· ἄλλοι δὲ τὸ τῆς κεφαλῆς δέρμα, παρὸ καὶ σκῦτος εἴρηται, τουτ’ἔστιν ἡ κεφαλή

### σ 183

Σκῶμμα γελοίου, εὐτραπελισμοῦ καὶ γεφυρισμοῦ διαφέρει· σκῶμμα γάρ ἐστι, τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον, οἱονεὶ εἰς σκέμμα, γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροωμένων, χωρίς τινος ὕβρεως· εὐτραπελισμὸς δὲ τὸ μετὰ σεμνότητα χαριεντῶς λεγόμενον, εἴρηται γὰρ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον, γεφυρισμὸς δὲ ἀπὸ ταῖς Ἀθήνησιν, ἐπιγράφειν τινὰ ἐπὶ τῶν γεφύρων μετὰ διασυρμούς τινων περιέχοντ

### σ 184

Σκώληξ παρὰ τὸ κῶλον ὃ σημαίνει τὸ ὀστοῦν, ὁ ἔχων ὀστοῦν κατ’ ἀντίφρασιν, ὁ μὴ ἔχων ὀστοῦν

### σ 185

Σμαραγῶ ἐκ τοῦ σμάραγος ὃ σημαίνει τὸν ψόφον καὶ ἦχον· γίνεται δὲ ἀπὸ τοῦ σπαράσσω σπάραγος, καὶ τροπῇ τοῦ π εἰς μ σμάραγος· κυρίως δὲ λέγεται σμάραγος, ὁ ἀπὸ σπαραγμοῦ ἦχος· λοιπὸν ἐκ τοῦ σμάραγος γίνεται σμαραγῶ καὶ περισπᾶται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς γω λήγοντα ῥήματα, τῷ α παραληγόμενα περισπᾶται, χωρὶς εἰ μὴ παρὰ προθέσεως συντεθῶσιν, οἷον σφαραγῶ σφαραγεῦντο δὲ οἱ πυρὶ· πλαταγῶ, χερσί τε συμπλατάγησεν· ἀγῶ τὸ θαυμάζω, τὸ θηλυκὸν ἄγη, ἄγη μ’ ἔχει ὄρχαμε λαῶν· οὔτως οὖν καὶ σμαραγῶ, σμαραγεῖ δέ τε λειμὼν, ἀντὶ τοῦ ψοφεῖ καὶ κτυπεῖ. πρόσκειται χωρὶς εἰ μὴ ἀπὸ προθέσεως συντεθῶσι, διὰ τὸ συνάγω καὶ προσάγω· ἔστι δὲ καὶ ἕτερον σμαραγῶ καὶ σημαίνει τὸ λάμπω, ἐξ οὗ καὶ σμάραγδος ὁ λαμπρότατος λίθος· τοῦτο παρὰ τὸ μαίρω τὸ λάμπω, ὁ μέλλων μαρῶ, καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν μαράσσω, καὶ πλεονασμῷ τοῦ ς, σμαράσσω, καὶ ὄνομα ῥηματικὸν σμάραγδος ὁ λαμπρότατος, καὶ τὸ ῥῆμα σμαραγῶ τὸ λάμπω· γίνεται δὲ καὶ ἄλλο ῥῆμα ἐκ τοῦ μέλλοντος· ἔστι γὰρ ῥῆμα μαρῶ, καὶ κατὰ παραγωγὴν μαρύσσω, καὶ κατ’ ἀναδιπλασιασμὸν μαρμαρύσσω, καὶ ῥηματικὸν ὄνομα μαρμαρυγή· καὶ Ὅμηρος, μαρμαρυγὰς θηῆτο ποδών· σημαίνει δὲ καὶ ἄλλο ῥῆμα, ἀμαρύσσω καὶ ἀμάρυγμα

### σ 186

Σμερδαλέος γίνεται παρὰ τὸ σμέρδη· τοῦτο ἐκ τοῦ μερίζω, μεριδνὸς καὶ κατὰ συγκοπὴν σμερδνός, καὶ ἐξ αὐτοῦ σμερδναλέος, καὶ ἀποβολῇ τοῦ ν, σμερδαλέος, μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ, καὶ οὐκ ἐᾷ ἐν τῷ αὐτῷ μένειν· δηλοῖ δὲ καὶ τὸ καταπληκτικόν· διάτι προπαροξύνεται; τὰ διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον· οἷον, ὀργαλέος, γηραλέος, σμερδαλέος, πλὴν τούτων, κονισσάλεος, δαιδάλεος, ἀτασθάλεος, αἰθάλεος

### σ 187

Σμῶδιξ σπορὰ, παράγωγον τοῦ σπῶ, ἅμα γὰρ τὸ κατακληθῆναι τὴν σπορὰν δείξει τὸ πλῆγμα, ἐκ τοῦ σμῶ τοῦ σημαίνοντος τὸ πλήσσω, ἐξ οὗ καὶ σμήχω κατὰ παραγωγὴν τοῦ μακροῦ εἰς μακρὸν, σμώγω, σμώξω, καὶ σμῶδιξ· ἢ ἐκ τοῦ σμῶ σμήσω, σμῶδιξ ὄνομα ῥηματικόν· ἔστι δὲ τὸ διξ βραχὺ, ἐπειδὴ οὐδέποτε τὸ ι καὶ υ, πρὸ τοῦ ξ, εὑρίσκονται φύσει μακρὰ, εἰ μὴ λόγῳ ἀρχούσης παράγονται, ὡς τὸ ἱξεύω ἵξευον

### σ 188

Σμῆνος τὸ πλῆθος, καὶ τὸ σύστημα τῶν μελίσσων, ἐκ τοῦ σμῶ τὸ πορεύω

### σ 189

Σμῆνος παρὰ τὸ σμῶ, ὃ σημαίνει τὸ συνάγω, ὁ μέλλων νήσω, καὶ πλεονασμῷ τοῦ ἦτα, νηήσω, ἐξ οὗ καὶ τὸ νηήσας· ἐκ δὲ τοῦ νήσας γίνεται νῆσος καὶ πλεονασμῷ τοῦ ς, καὶ τροπῇ τοῦ ν εἰς μ, σμῆνος

### σ 190

Σμήχω παρὰ τὸν σμήσω μέλλοντα, σημαίνει δὲ τὸ καθαίρω, ἐξ οὗ καὶ τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων

### σ 191

Σμίνθιον τόπος τῆς Τρωάδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος

### σ 192

Σμινθεὺς ἐπίθετον Ἀπόλλωνος· οὕτω καλοῦσι κρῆται τοὺς μύας, κλίνεται Σμίνθιος καὶ Σμινθεύς

### σ 193

Σμινθοὶ σπαρτὰ ἢ λεπτὰ σχοινία

### σ 194

Σμιλὴ σημαίνει τὸ σμιλίον καὶ ὀξύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται· τὰ γὰρ εἰς λη μονογενῆ οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον σμιλὴ μαρίλη, σημαίνει τὴν κόνιν, ἴλη ἡ τάξις, σπατίλη, σημαίνει δὲ τῶν δερμάτων τὰ ξύσματα, ὕλη, πάλη, πύλη, στύλη, ἀγέλη καὶ τὰ ὅμοια· χωρὶς τοῦ δείλη, εἱλὴ, ὀφειλὴ, ὠτειλὴ, ἀπειλή· πρόσκειται μονογενῆ διὰ τὸ δειλὸς δειλή

### σ 195

Σμύρνα παρὰ τὸ μύρα, καὶ πλεονασμῷ τοῦ ν καὶ προσθέσει τοῦ ς, σμύρνα, ἢ παρὰ τὸ μυρίζειν, μύρνα καὶ σμύρνα· τὸ δὲ ὄνομα τῆς πόλεως ἡ Σμύρνη λέγεται

### σ 196

Σμῶδιξ ὑφ’ αἵματος μώλωψ, παρὰ τὸ σμῶξαι, ὅ ἐστι παρατάξαι· οὕτω γὰρ λέγεται τὸ πατάξαι

### σ 197

Σπύτος εἰ μὲν διὰ τοῦ π, διὰ τὸ σπᾶν τὰ ὑγρὰ εἰ δὲ διὰ τοῦ φ, παρὰ τὸ σφίγγειν κατὰ τὰς ἐκθλίψεις· οὕτως Ἡρωδιανός

### σ 198

Σοβαρὸς ὁ ὑπερηφάνως ἐπαινόμενος πλούσιος· τοὺς γὰρ σοβαρίτας ἔδοξεν ἐξ ἀρχῆς ὑπερέχειν πλούτῳ καὶ τρυφῇ, ἐκ τοῦ σοβαρίτης

### σ 199

Σοβαρὸς ἔστι σέβω τὸ τιμῶ, ἐξ αὐτοῦ σέβαρος καὶ σοβαρὸς, ὁ ὑπὲρ τιμὴν ἑαυτὸν κρατῶν

### σ 200

σεῖο διαφέρει κατὰ τοὺς ἀκριβῶς γινώσκοντας· σοῖο γάρ ἐστι σύναρθρος ἀντωνυμία ἀντὶ τοῦ σοῦ· σεῖο ἀσύναρθρον ἀντὶ τοῦ σύ

### σ 201

Σολοικισμὸς ὁ τοῦ σώου λόγου αἰκισμὸς εἴρηται· ἢ παρὰ τὴν τοῦ Σόλωνος ἐξιστορίαν καὶ τὴν Κιλίκων ὁμιλίαν

### σ 202

Σολοικίζειν οὐ μόνον κατὰ λέξιν καὶ φωνὴν ἰδιωτεύειν, ἀλλὰ καὶ ἐπὶ φορεσμάτων, ὅταν τις χωρικῶς ἐκδύεται ἢ ἀτάκτως ἐσθίει, ἢ ἀκοσμῶς περιπατεῖ

### σ 203

Σολομῶν σελομῶν λέγεται ἡ εἰρήτη, καὶ ἐκ τῆς τούτου τροπῆς τοῦ ε εἰς ο σολομῶν· σολομῶν δὲ κλίνεται σολόμωνος, ὁ κανὼν, τὰ εἰς μων βαρύτονα κύρια φυλάσσει τὸ ω, Σίμωνος, Τίμωνος

### σ 204

Σόλος δίσκος, παρὰ τὸ σῶ τὸ ὁρμῶ καὶ κινῶ

### σ 205

Σόλων ὄνομά τινος Ἕλληνος σοφιστοῦ, ἀπὸ τοῦ σιάλος· πάνυ γὰρ σοφὸς ἦν ἐν τῷ λέγειν

### σ 206

Σορὸς κιβωτὸς, λάρναξ, ἐν ᾧ τὸ σῶμα ῥεῖ, ἤγουν καταῤῥεῖ· ἢ παρὰ τὸ ἔσω ῥεῖν τὰ τῶν νεκρῶν σώματα· καὶ εἰς τὸ ἀκτὶς καὶ σωρός

### σ 207

Σόφισμά ἐστι λόγος σοφιστικὸς, καὶ λόγος δολερὸς, ἢ συλλογισμὸς αἱρετικός

### σ 208

Σοφία παρὰ τὸ σοφός· τοῦτο παρὰ τὸ σέβω, ἢ ἡ τὸ φῶς σώζουσα τῆς οἰκείας φύσεως· ἢ διὰ τὸ σῶα φῆν, ἤγουν λαλεῖν

### σ 209

Σοφὸς συνετοῦ διαφέρει, καθὸ ὁ μὲν σοφὸς καὶ συνετὸς πάντως, ὁ δὲ συνετὸς οὐ πάντως σοφός

### σ 210

Σοφὸς παρὰ τὸ σῶα φάσκειν· καὶ εἰς τὸ βασιλεὺς καὶ γνῶσις

### σ 211

Σοφίζω ἐκ τοῦ σοφὸς τοῦτο ἐκ τοῦ σέβω· τὸν γὰρ σοφὸν πάντες σεβόμεθα

### σ 212

Σπλάγχνα ὅτι σπληνίου τόπον ἐπίκειται ἡμῶν τῇ σαρκὶ ἤγουν τῇ γαστρί· καθάπερ γὰρ καὶ τὸ σπληνίον ἰώμενον ἱλαρίας τῆς ψυχῆς, παρέχει τὸ πάθος· ἐπιτεθὲν δὲ λύπην

### σ 213

Σπαίρω τὸ ἀσπαίρω· τὸ ἀσπαίρω ἐκ τοῦ σπαίρω, τοῦτο ἐκ τοῦ σπάῤῥω· καὶ κατὰ πόσους τρόπους διαφέρει τὸ σκαίρω τοῦ σπαίρω; λέγεται μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν ὡς τὸ, ἤ ῥα οἱ ἀσπαίρουσα καὶ οὐρίαχον· καὶ ὁ δ’ ἑσπόμενος περὶ δουρὶ ἤσπαιρ’· διότι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα κίνησιν δηλοῦσιν· ὅθεν παράγονται σκάρος καὶ σπάρος ἰχθυόθεν· τὸ σκάρος εὔμουσόν τινα καὶ εὔρυθμον ἀποτελεῖ κίνησιν, ἐξ οὗ καὶ τὸ σκιρτᾷν παράγεται

### σ 214

Σπῶ σημαίνει ἕπτα· σπῶ τὸ σπείρω, σπῶ τὸ κατασπῶ, σπῶ τὸ σπεύδω, σπῶ τὸ διαχωρίζω, σπῶ τὸ ἐκτείνω, σπῶ τὸ στάζω καὶ ἀσπάζομαι

### σ 215

Σπάδων ὁ εὐνοῦχος, παρὰ τὸ ἀποσπᾶσθαι τὸ μέρος ἐξ αὐτοῦ, οὕτως Ἡρακλείδης

### σ 216

Σπάνιον τὸ ὀλίγον, ἐκ τοῦ σπάνις, τοῦτο ἐκ τοῦ σπανίζω ὃ σημαίνει τὸ ἐλαττῶ καὶ φθείρω· τὸ δὲ σπάνις παρὰ τὸ σπῶ, σπένω καὶ σπάνις· ἢ παρὰ τὸ πένω, καὶ κατὰ παρασχηματισμὸν, πάνις, καὶ πλεονασμῷ τοῦ ς σπάνις

### σ 217

Σπάργανον παρὰ τὸ σπαράσσω, σπαράγανον καὶ σπάργανον κατὰ συγκοπήν

### σ 218

Σπάρτον σπαρτίον, ἐκ τοῦ σπείρω τὸ ἑλίσσω ἐξ οὗ καὶ σπείραμα τὸ τοῦ ὄφεως εἱλίγμα· ἐκ τοῦ σπαρτίον γέγονε σπάρτον· καὶ ὥσπερ μυρία μῦρα, οὕτω καὶ σπαρτία σπάρτα· συνεκόπη δὲ ὡς ὑποκοριστικόν

### σ 219

Σπείρω τὸ εἱλίσσω ἐξ οὗ καὶ σπείραμα τὸ τοῦ ὄφεως εἵλιγμα καὶ ἐκ τούτου σπατίον καὶ σπαρτίον ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ ἐγκεῖσθαι ἐν τοῖς μέλεσι

### σ 220

Σπείρας νῦν οἱ μεγάλοι καλοὶ, παρὰ τὸ συνσπείρεσθαι καὶ κεῖσθαι· ἢ σπεῖραι δι’ ὧν ἕλκονται αἱ νῆες

### σ 221

Σπέρμα παρὰ τὸ ἐν τῇ σπορίμῃ γῇ πεσεῖν· ἢ καὶ γεγονέναι παρὰ τὴν γῆν

### σ 222

Σπάθη τὸ ἐκφαντικὸν ἐργαλεῖον, ἀπὸ τοῦ κατασπᾶν τὴν κρόκην

### σ 223

Σπεῖρος τὸ ἱμάτιον, ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ συστρέφεσθαι ἐν αὐτῷ, καὶ ἐγκεῖσθαι τοῖς μέλεσι· σημειωτέον ὅτι σπείρα σημαίνει δύο, τὸν ὁλκὸν τὸν δράκοντα, τὸν ἐπισυρόμενον τῆς γαστρός ἐν τῇ γῇ· καὶ σύνταγμα στρατιωτικὸν ἀνδρῶν τριακοσίων· ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος ὡς ποῦ φησὶν, οὐχὶ πάντας εἶχεν ὁ χιλίαρχος τοῦ οἰκείου τάγματος, ἀλλὰ τοὺς τὸ τ μόνους, ἤκουν γὰρ οὗτοι· καὶ σπεῖρα τὸ ταχὺ σχοινίον τοῦ πλοίου· γράφεται δὲ διὰ διφθόγγου

### σ 224

Σπείρω σπερῶ, ὅσα γεννῶσι τὸ ε, τὴν τοῦ ε ἔχουσι γραφὴν, κατὰ τὸ ἐνεργητικόν

### σ 225

Σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων

### σ 226

Σπένδακος ξύλον, σπινθὴρ καὶ σπέρμα

### σ 227

Σπέος τὸ σπήλαιον, ἀφώτιστόν τι οἴκημα, παρὰ τὸ σβῶ σβέσω, σβέος καὶ τροπῇ τοῦ β εἰς π, σπέος, ὁ ἐπὶ πολὺ τοῦ φωτὸς ἐστέρηται· καὶ σπέος, οἱονεὶ ὁ κατεσβεσμένος καὶ τετρυπημένος λίθος, παρὰ τὴν σβέσιν τοῦ φωτός

### σ 228

Σπεύδω ἔστι σπείζω τὸ ἀκολουθῶ καὶ τροπῇ τοῦ ι εἰς υ, σπεύζω, καὶ τροπῇ τοῦ ζ εἰς δ σπεύδω· παρὰ τὸ σπένδω τὸ θύω, παρὰ γὰρ τῷ πυρὶ ἔθυον

### σ 229

Σπερμολόγος ὁ τὰ σπέρματα συστέλλων, ἀτελής

### σ 230

Σπέζω σπληνίον, εἰς τὸ ἀσπὶς, καὶ σπιθαμὴ, καὶ ὑπερασπιστής

### σ 231

Σπιλάδες αἱ διεσχισμέναι καὶ κεκοιλωμέναι πέτραι ὑπὸ τῆς τῶν κυμάτων πλήξεως

### σ 232

Σπιλάδες αἱ παράλιαι πέτραι, παρὰ ἐσπιλῶσθαι, ἢ παρὰ ταῖς κατὰ θάλασσαν περιειλημμέναις ἐν ὀλίγῳ ὕδατι· ἢ σπιλάδες αἱ ὕφαλοι πέτραι· ἢ παρὰ τὸ σπῖλος ὃ σημαίνει τὸν ῥύπον

### σ 233

Σπιθαμὴ παρὰ τὸ σπίζω τὸ ἐκτείνω· τινὲς δὲ διὰ τοῦ ἦτα γράφουσιν αὐτὸ, ἐτυμολογοῦντες ἐκ τοῦ σπῶ τὸ κατασπῶ

### σ 234

Σπὴν οἷον σπὴν, ἀπὸ τοῦ ἑαυτῷ ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν

### σ 235

Σπλάγχνον εἰς τὸ εὔσπλαγχνον· σπλάγχνον σημαίνει τὸ ἐντόσθιον μέρος, τὸ ἔντερον, τὸ στῆθος

### σ 236

Σπόγγος διὰ τὸ σπουδῇ γομοῦσθαι· ἢ διὰ τὸ ἐπισπᾶσθαι τὸ ὑγρόν

### σ 237

Σποδὸς παρὰ τὸ σβέω, σβέσω, σβεδός· ἢ παρὰ τὸ ποὺς ποδὸς, καὶ πλεονασμῷ τοῦ ς, σποδός, τὸ ἐν τοῖς ποσὶ κείμενον· ἢ παρὰ τὸ σπένδω τὸ θύω, παρὰ γὰρ τῷ πυρὶ ἔθυον

### σ 238

Σπουδὴ παρὰ τὸ σπένδω, τὸ διὰ θυσιῶν φιλιοῦμαι· καὶ καταλλάσσομαι, καὶ θεῷ καὶ ἀνθρώποις

### σ 239

Σπονδεῖος παρὰ τὸ σπένδω σπονδή· καὶ ἐξ αὐτοῦ σπονδεῖος

### σ 240

Σπορὰ παράγωγον τοῦ σπῶ, ὅτι σπῶν ῥεῖ, ἤγουν ἐκῥεῖ, ἅμα γὰρ τῷ βληθῆναι τὴν σπορὰν, σπᾶται ἀπὸ τῆς γῆς, οὐ χωρεῖται εἰς αὐτὴν, οὕτω Φιλόξενος· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν θηλείων, ὅτι δέχονται τὸ σπέρμα

### σ 241

Σπουδῇ ἐπίῤῥημα μεσότητος, ἢ ἀθροίσεως· τὸ δη ἦτα διάτι; τὰ παρὰ δοτικῇ γινόμενα ἐπιῤῥήματα, καὶ τὴν αὐτὴν γραφὴν φυλάσσουσιν, οἷον σιωπή· ἄκην ἐγένοντο σιωπῇ

### σ 242

Στάδιος καὶ στάδιον μέτρον ὁδοῦ, παρὰ τὸ ἵστασθαι τὸν ὁδεύοντα

### σ 243

Σταθμὸς παρὰ τὴν στάσιν τὴν ἐν αὐτῷ τῶν ζώων

### σ 244

Σταγὼν παρὰ τὸ στάγω στάξω, ὁ μέσος παρακείμενος ἔσταγα, καὶ ἐξ αὐτοῦ σταγών

### σ 245

Σταθμὴ ἡ τρυτάνη, ἢ κανόνη· εἴρηται δὲ σταθμὴ ἀπὸ τοῦ σταθμᾶσθαι καὶ στοχάζεσθαι· σημαίνει δὲ τὸ σπάρτον, ᾧ ὁ οἰκοδόμος ἰσάζει δόμον, ἢ τέκτων ξύλον· μύρινθος δὲ ἐπὶ πᾶν σπαρτίον· τὸ οὐδέτερον στάθμιον· καὶ σταθμὴ τὰ ἐκβαλλόμενα ταῖς πλάστιγξι τοῦ ζυγοῦ· μέτρα δὲ οἷς ἔλαιον μετρεῖται, καὶ οἶνος καὶ τὰ τοιαῦτα

### σ 246

Σταθμῶ παρὰ τὸ σταθμὴ, τοῦτο παρὰ τὸ ἵστασθαι

### σ 247

Στακτὴ παρὰ τὸ στάζω, στάξω, ἔσταχα, ἔσταγμαι, ἔστακται, στακτή

### σ 248

Σταυρὸς παρὰ τὴν στάσιν καὶ τὸ εὖρος, ὃ σημαίνει τὸ πλατός· οἱονεὶ τὸ μῆκος καὶ πλατὸς ἔχων· παρὰ δὲ τῷ ποιητῇ σταυροὶ λέγονται τὰ ἀπεξυσμένα ξύλα, οὕσπερ σκώλοπας καλεῖ· σταυροῖσιν πυκινοῖσι

### σ 249

Σταφυλή παρὰ τὸ σήπω σαπυλὴ καὶ σταφυλὴ, πεπανθείσης γὰρ τῆς ἀμπέλου τότε καὶ ἡ σταφυλὴ γίνεται σταπὶς καὶ ἀσταπὶς καὶ ἀσταφίς

### σ 250

Σταφυλὴ καὶ σταφύλη διαφέρει· τὸ μὲν ὀξύτονον ἐπὶ τῆς ὀπώρας· τὸ δὲ βαρύτονον ἐπὶ τῆς καθιεμένης μολυβίδος, παρὰ τοῖς ἀρχιτέκτοσι τεθεμένοις

### σ 251

Στέφυλον κόκκος σταφυλίου, ἢ φύλλον ἀμπέλου

### σ 252

Στέαρ ἐκ τοῦ ἵστημι στήσω, στέαρ, ἢ παρὰ τὸ στάζω, ἢ παρὰ τὸ στάσιν καὶ πῆξιν ἔχειν· τὸ στε ψιλόν· τὰ εἰς αρ οὐδέτερα· σημαίνει δὲ λίπασμα

### σ 253

Στεγανὸς ὁ ἐστεγασμένος καὶ ἐσκεπασμένος, παρὰ τὴν στέγην· λέγεται δὲ καὶ στεγανὸν τὸ στεγνότερον, καὶ στεγανόποδες ὄρνιθες οἱ ἐν ὕδατι διατρίβοντες, καὶ τοὺς ποδὰς ἔχοντες στεγνοὺς, οἷς αἱ μεταξὺ τῶν δακτύλων εὐρυχωρίαι δέρματί εἰσιν εἰλημμέναι· καὶ στεγανώματα, οἱ ἐν τοῖς τοίχοις ἐνδεσμοί

### σ 254

Σταχὺς παρὰ τὸ ἵστασθαι, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν σῖτον ἢ τὴν κριθήν

### σ 255

Σταθμίζω καὶ ἐστάθμισα, σημαίνει τὸ ἐζυγοστάτησα, διὰ τοῦ ἰῶτα· ἐστάθμησα δὲ τὸ ἐμέτρησα καὶ ἠρίθμησα, ἦτα

### σ 256

Στέγη διὰ τὸ στάζειν ἐπὶ τῆς γῆς τὸ ὕδωρ· ἢ διὰ τὸ βαστάζειν

### σ 257

Στεγάζω παρὰ τὸ στέγη· τοῦτο παρὰ τὸ στεγῶ τὸ ὑπομένω

### σ 258

Στεῖνος τὸ σῶμα, διάτι βαρύνεται; ἐὰν ἀρσενικὸν βαρύτονον εἰς οὐδέτερον γένος πίπτει, ὁμότονόν ἐστιν, οἷον, ὁ σκότος, τὸ σκότος, ὁ ἔλεγχος, τὸ ἔλεγχος, εἰ μέντοι ὀξύνεται τὰ ἀρσενικὰ, οὐκέτι βούλεται ὁμοτονεῖν, ἀλλὰ φεύγουσι τὴν ὀξεῖαν, ὁ στενὸς τὸ στεῖνος, ὁ μακρὸς τὸ μάκρος

### σ 259

Στείχω τὸ πορεύομαι, ἐξ οὗ καὶ στίχος ἡ τάξις διὰ τοῦ ἰῶτα, καὶ στοῖχος ἡ πρᾶξις

### σ 260

Στείνω εἰς τὸ πολύστονος

### σ 261

Στείρα σημαίνει τὴν μὴ τίκτουσαν· καὶ τὸν ἱστὸν τοῦ πλοίου, διὰ τῆς ει διφθόγγου· ἐπὶ μὲν τῆς τρόπεως ἀπὸ τοῦ στερεὸν γέγονε στέρα, καὶ πλεονασμῷ τοῦ ι στεῖρα· ἐπὶ δὲ τῆς τικτούσης ἀπὸ τοῦ στερεῖσθαι γέγονε στέρα καὶ στεῖρα, οἱονεὶ ἡ ἐστερημένη τοῦ τίκτειν

### σ 262

Στείρα ἡ ἄτεκνος καὶ ἄγονος γυνὴ, παρὰ τὸ στερεὰ εἶναι τῶν ἄλλων γυναικῶν· ἢ παρὰ τὸ στῶ, στεία, καὶ πλεονασμῷ τοῦ ρ στείρα, ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα

### σ 263

Στείρα παρὰ τὸ τείρω τὸ καταπονῶ, ἢ κατ’ ἀντίφρασιν, ἡ μὴ τειρομένη τῶν ἄλλων, ἀλλ’ ἀκμάζουσα

### σ 264

Στεινωπὸς ὁ στενὸς τόπος, διὰ τῆς ει διφθόγγου, παρὰ τὸ στένος γέγονε στεινός

### σ 265

Σπερμολόγος ὅτι μὲν τὸ κυρίως πτηνόν ἐστι, κολοιῶδες ζῶον τὸ ὄνομα λαβὼν παρὰ τὸ τὰ καταβαλλόμενα σπέρματα ἐκλέγειν, δῆλον, παρὸ καὶ οἱ σπείροντες ἐπαμῶνται τὴν γῆν τοῖς σπέρμασι· ἐκ μεταφορᾶς δὲ ἔλεγον τοὺς παρὰ τὰς ἀγορὰς καὶ τοὺς λιμένας διατρίβοντας· ἢ τὰ ὁπωσοῦν ἐκ τῶν σάκκων πίπτοντα ὄσπρια, κάρια καὶ ἰσχάδας ἐκλέγοντες· περὶ δὲ τοῦ ὀρνέου ὁ Ἀριστοτέλης ἔφησε, καὶ οἱ μιώδιοι ἐν δευτ. λέγουσι τὸν σπερμολόγον κολούρης

### σ 266

Στεροπὴν ἀστραπὴν, παρὰ τὸ στερεῖσθαι τοῦ βλέπειν

### σ 267

Στέρεμνον τὸ πυκνὸν καὶ στερεὸν καὶ ἰσχυρότατον

### σ 268

Στέλεχος εἰ μὲν ὁ κορμὸς ἤγουν ἡ ῥίζα, παρὰ τὸ στέλεχος ἔχειν, ἢ παρὰ τὸ στερεόν· εἰ δὲ οἱ ἄνω τῆς κορυφῆς κλάδοι, παρὰ τὸ εἰς τέλος ἔχειν, τουτ’ἔχειν ἔχεσθαι

### σ 269

Στέλλω εἰς τὸ ἀγγείλας, σημαίνει τέσσαρα, τὸ ἐπιστέλλω ἐξ οὗ καὶ ἐπιστολὴ, τὸ πλέω, ἐξ οὗ καὶ στόλος, τὸ κοσμῶ, ἐξ οὗ καὶ στολὴ, καὶ τὸ κρύβω ἐξ οὗ καὶ συστόλη

### σ 270

Στέργω εἰ μὲν συντάσσεται δοτικῇ, σημαίνει τὸ ἀρκοῦμαι, εἰ δὲ αἰτιατικῇ, τὸ ἀγαπῶ, οἷον, στέργειν μὲν ἡμᾶς· γίνεται δὲ παρὰ τὸ στῶ, τὸ σημαῖνον τὸ ἱστῶ, κατὰ παραγωγὴν στέχω καὶ πλεονασμῷ τοῦ ρ, στέργω, ὁ γὰρ ἀγαπῶν τινα, διΐσταται εἰς αὐτόν

### σ 271

Στέργων ἀγαπῶν, φιλῶν, ἀπὸ τοῦ στέργω· τοῦτο παρὰ τὸ στέγω, τὸ ὑπομένω· τοῦτο παρὰ τὸ στῶ ῥῆμα, τὸ σημαῖνον τὸ ἱστῶ καὶ ἑδραιῶ καὶ βεβαιῶ· καὶ εἰς τὸ ἔστεργον

### σ 272

Στερέωμα παρὰ τὸ εἶναι κατ’ ὑπερβολὴν ἰσχυρόν· ἐπὶ γὰρ τῶν κατ’ ἰσχὺν ὑπερβαλλόντων τέταται· καὶ γὰρ τὸ κραταιὸν καὶ ἀνένδοτον στερέωμα εἴρηται

### σ 273

Στερέωμα εἴρηται παρὰ τὸ στερεῶ, τοῦτο παρὰ τὸ ἵστημι, στήσω, ὁ β ἀόριστος ἔστην, καὶ τὸ ἀπαρέμφατον στῆναι· τὰ εἰς ναι λήγοντα ἀπαρέμφατα ποιοῦσιν εἰς ρος ὄνομα ἰσοσύλλαβον· οἷον, δῖναι διερὸς, μιῇναι μιαρὸς, σταθῆναι σταθηρός· οὕτω καὶ ἀπὸ τοῦ στῆναι, στερός

### σ 274

Στέρνον παρὰ τὸ στῶ, στείω· τὸ ἐντελὲς στέον, στερόν· καὶ πλεονασμῷ τοῦ ν, στέρνον

### σ 275

Στῆθος ἐκ τοῦ στῶ στήσω, καὶ ἐξ αὐτοῦ γίνεται στῆθος, τὸ ἱστάμενον ἀσάλευτον καὶ μὴ κλινόμενον, ἐπειδὴ ὅλα τὰ μέρη τοῦ σώματος κλίνεται, τὸ δὲ στῆθος οὐ κλίνεται· ἢ παρὰ τὴν στεῤῥότητα· ἢ παρὰ τὸ στερεὸν εἶναι στέρνον

### σ 276

Στέρνοις στήθεσι, διότι ἕστηκεν ἀσάλευτον

### σ 277

Στέφανος βραβείου διαφέρει· στέφανος γυναικεῖος κόσμος, ἐπὶ τῆς κεφαλῆς, βραβεῖον δὲ ἐπινίκιος ἀμοιβή

### σ 278

Στῆθος ἀπὸ τοῦ ἑστάναι· ἢ παρὰ τὸ σιτίον καὶ τὸ ὤθω τὸ πρώθω, σιτιώθιόν τι ὂν, παρὰ τὸ τὰ σιτία δι’ αὐτοῦ ὠθεῖσθαι, κατὰ συγκοπὴν στῶθος, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν στῆθος· ἢ παρὰ τὸ ἵστημι, στήσω, τὸ ὀρθῶς ἱστάμενον καὶ μὴ ἐπικεκραμμένον· τὸ στη, ἦτα διάτι; τὸ διὰ τοῦ ηθος δισύλλαβα μονογενῆ διὰ τοῦ η, γράφεται, οἷον, πλῆθος στῆθος, πλὴν τοῦ λίθος καὶ πίθος

### σ 279

Στηθίνιον δὲ μέρος τι τοῦ στήθους· καὶ ἐκ τοῦ στήθους ὑποκοριστικὸν στηθίνιον

### σ 280

Στηλιτεύσας δημοσιεύσας, παραδειγματίσας, ὡς ἐπιστήλων τῶν δημοσίᾳ προτιθεμένων

### σ 281

Στήριγμα ἐκ τοῦ στηρίζω, τοῦτο παρὰ τὸ στὴρ, τοῦτο παρὰ τὸ στῶ, ἵστημι, στήσω καὶ στήξω

### σ 282

Στηλιτεύω τὸ θριαμβεύω, ἐκ τούτου γίνεται στηλίτης, τοῦτο παρὰ τὸ στήλη, ὃ σημαίνει τὸν λίθον, τὸν ἐν τῇ κεφαλῇ κείμενον τοῦ τεθνεῶτος, ὡς ἐκ τοῦ πολίτης πολιτεύω

### σ 283

Στήλας ὀρθοὺς λίθους, παρὰ τὸ ἵστασθαι

### σ 284

Στήμων παρὰ τὸν στήσω μέλλοντα· σημαίνει δὲ τοῦ ἱστοῦ τὸ στημόνιον

### σ 285

Σταθῆναι στῆναι διαφέρει· τὸ μὲν γὰρ στῆναι κατὰ προαίρεσιν ἰδίαν γίνεται· τὸ δὲ σταθῆναι ἐκ τῆς ἄλλου προαιρέσεως. οἷον, ἔστη ὁ ἄνθρωπος δι’ αὐτοῦ· ὁ ἀνδριὰς ἐστάθη ὑφ’ ἕτερον. ἢ ὁ νοσῶν

### σ 286

Στιβαρὸν γίνεται ἐκ τοῦ στείβω τὸ περιπατῶ· καί τι μετέχει τὸ στιβαρὸν, πρὸς τὸ στείβω, οἱονεὶ τὸ πεπιλημένον καὶ συνημμένον, καὶ ἠσφαλισμένον, ἤγουν τὸ μὴ ἔχον ἔξοχον, μηδὲ ὀπήν· τὸ στι ἰῶτα διάτι; πολλὰ γὰρ εἰσιν ὀνόματα ἐκ τοῦ στείβω, ὁ β ἀόριστος ἔστιβον, ἐστίβην, καὶ τὸ ἀπαρέμφατον στιβῆναι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, τοῖς εἰς ναι λήγουσιν ἀπαρεμφάτοις εἰώθασιν ἀντιπαρακεῖσθαι ὀνόματα εἰς ρος, οἷον, μιάναι μιαρὸς, λιπάναι λιπαρὸς, οὕτως οὖν στι βῆναι, καὶ Δωρικῶς τρέπεται τὸ ἦτα εἰς α, στιβᾶναι, καὶ ἐξ αὐτοῦ στιβαρός

### σ 287

Στιβίζουσι ῥυθμῷ δὲ στυβίζουσι τὸ ψεῦδος, δραπετεύουσι, διαφεύγουσι, καὶ στείβειν ἐπὶ τοῦ πατεῖν, καὶ στιβεύειν τὸ ἰχνεύειν

### σ 288

Στιβασία ἡ χαμαίστρωτος εὐνὴ, καὶ οἱ τῶν δένδρων ἀκρέμονες στιβάδες, καὶ ἡ τράπεζα· καὶ ἡ ἀπὸ ῥάβδων στρῶσις

### σ 289

Στίγμα πληγὴ, δαρμὸς, παρὰ τὸ στίζω τὸ κεντῶ· σημαίνει δὲ δύο, τὴν πληγὴν καὶ τὴν στιγμὴν τῶν γραφῶν

### σ 290

Στίλβω παρὰ τὸ σέλας καὶ τὸ βῶ τὸ βαίνω· ἢ παρὰ τὸ τῆλε, ὃ σημαίνει τὴν μακρὰν, τὸ πόῤῥωθεν λάμπω καὶ αὐγάζω

### σ 291

Στὶξ ἡ τάξις, τὸ στι ἰῶτα, οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει, λὶψ, θρὶψ, κνὶψ, πλὴν τοῦ προίξ· τὶ διαφέρει σκνὶψ καὶ κνὶψ; οὐδὲν διαφέρει, ἢ μόνον κατὰ κλίσιν· τὸ μέντοι σκνὶψ κλίνεται σκνιπὸς καὶ σκνιφὸς, τὸ δὲ κνὶψ κνιπὸς μόνον· ἀπὸ μεταφορᾶς τοῦ ζώου· μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, λέγεται δὲ καὶ ὁ μικρὸς ἄνθρωπος κνιπός· τὸ δὲ στὶξ γίνεται παρὰ τὸ στείχω, τὸ στι ἰῶτα· τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι· τὸ στείχω σημαίνει τὸ ἐν τάξει πορεύομαι. ἡ γενικῆ στῖχος· καὶ Ὅμηρος, τῆς δὲ ἰῆς στῖχος ἦρχε

### σ 292

Στρόβιλος ἡ πόλις καὶ Στρόβηλος ἡ νῆσος

### σ 293

Στίφος ὁ ὄχλος, ἄθροισμα, τὸ πλῆθος, καὶ ἡ στρατιωτικὴ τάξις τῶν ἀνδρῶν· εἰσὶ δὲ ἄνδρες ἐνενήκοντα ἕξ· γίνεται δὲ παρὰ τὸ στὶξ, στῖχος, ὃ σημαίνει τὴν τάξιν, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν καὶ βαρύνεται, αἱ γὰρ γενικαὶ βαρυνόμεναι· καὶ γίνεται στίχος καὶ στίφος, κατὰ τροπὴν τοῦ χ εἰς φ, καὶ προπερισπᾶται· τὸ στι ἰῶτα, τὰ εἰς φος δισύλλαβα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον, δέλφος λέμφος, σημαίνει δὲ τὸν μυξώδη, κοῦφος, ῥοῦφος, λαῖφος, οὕτως οὖν καὶ στῖφος, σημαίνει δὲ τὴν τάξιν

### σ 294

Στρόβηλος ὁ ἄνεμος, ἐκ τοῦ στρέφω καὶ τοῦ ἡλῶ, καὶ γράφεται διὰ τοῦ ἦτα

### σ 295

Στιχῶ καὶ ἐστιχόωντο, ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ θέμα στιχάω στιχῶ, στιχάεις στιχᾶς, στιχάει στιχᾶ· οἱ μὲν ἐν πρωτῇσι καὶ ὑστατίησι βόεσσιν, αἰὲν ὁμοστιχάει· γίνεται ἐκ τοῦ στὶξ, στῖχος, ὃ σημαίνει τὴν τάξιν, στιχῶ ῥῆμα· τὸ στι ἰῶτα ἐκ τοῦ στὶξ, τὸ δὲ στὶξ ἐκ τοῦ στείχω, στείξω, στίξ

### σ 296

Στοαὶ αἱ καμάραι, καὶ ἐξ αὐτοῦ Στωϊκοὶ οἱ φιλόσοφοι· ἐκεῖ γὰρ ἦν αὐτῶν τὸ διδασκαλεῖον

### σ 297

Στοὰ πόρτικος, καμάρα, τὸ στο μικρὸν, τὸ λεγόμε νον πρόσκλητον, στωικὸς δὲ μέγα

### σ 298

Στοιχεῖα ὅτι συστοιχοῦσιν ἀλλήλοις· καὶ εἰς τὸ γράμμα

### σ 299

Στόμα παρὰ τὸ τέμνω, τέτομα, τόμα καὶ στόμα· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ σιτία τέμνειν· τὸ στο μικρὸν διάτι; πᾶσα λέξις, ἀπὸ τῆς στο συλλαβῆς ἀρχομένη, διὰ τοῦ ο γράφεται, πλὴν τοῦ στωμῦλος, καὶ στωμυλία, καὶ στωϊκός

### σ 300

Στόμαχος σημαίνει τὸν φάρυγγα· ἐτυμολογεῖται δὲ, ἢ ὅτι σιτομάχος τις ὢν, ὁ τοῖς σιτίοις μαχόμενος· ἢ ὅτι στόμα ἐστὶ τῶν χεομένων· ἢ ἐκ τοῦ στόμου καὶ τοῦ μῆχος, ὃ σημαίνει τὴν μηχάνην· ἢ παρὰ τὸ στόμα καὶ τὸ χέω· δι’ αὐτοῦ γὰρ ἥ τε ὑγρὰ καὶ ξηρὰ τροφὴ, πρὸς τὴν γαστέρα χεῖται

### σ 301

Στοχάζομαι ἐκ τοῦ στείχω, τὸ κατὰ σύνταξιν σκοπῶ καὶ βλέπω, καὶ βαδίζω· στοχάζειν γὰρ λέγεται, τὸ πρὸς εὐθεῖαν ὁδὸν τοὺς λόγους ἀπευθύνειν

### σ 302

Στοιχείωσις ἡ πρώτη μάθησις, καὶ δοτικῇ στοιχῶ τὸ συμφωνῶ, αἰτιατικῇ δὲ στοιχίζω τὸ περικυκλῶ καὶ ὁδηγία καὶ ἡ διατύπωσις

### σ 303

Στραγγαλία παρὰ τὸ στραγγαλιῶ· ἔστι στρὰγξ, στραγγὸς, ἐκ τούτου γίνεται στραγγαλίζω, καὶ ἐξ αὐτοῦ στραγγαλιῶ, στραγγαλιᾶς, ἡ στραγγαλία

### σ 304

Στρατεία τὸ ἀξίωμα, ἐκ τοῦ στρατεύομαι στρατεία· στρατία δὲ τὸ στράτευμα, ἤτοι τὸ πλῆθος τὸ πολεμικὸν, ἐκ τοῦ στρατὸς στρατία

### σ 305

Στρατόπεδον στρατεύματος καὶ στρατοῦ διαφέρει· στρατόπεδον μὲν γάρ ἐστιν ὁ τόπος, ἐν ᾧ ὁ στρατὸς ἵσταται, τὸ δὲ στράτευμα ὁ στρατὸς, τὸ πλῆθος τὸ στρατευόμενον

### σ 306

Στρατὸς γίνεται παρὰ τὸ στεῤῥῶς ἄττειν, ἤγουν ἐσφάλλεσθαι, ἢ παρὰ τὸ στρέφω, ἔστραμμαι, στραπτὸς, ὡς γέγραπται γραπτὸς, καὶ στρατὸς ὁ εὐπερίτρεπτος, ἢ παρὰ τὸ στεῤῥῶς ἵστασθαι, στρατὸς ὁ συνεστραμμένος καὶ συνδεδεμένος ὄχλος

### σ 307

Στρατηγὸς ἄρχων· τὰ παρὰ τὸ ἄγος συντιθέμενα ἅπαντα διὰ τοῦ η γράφεται, ὁδηγὸς, αἰληγὸς, οἰνηγὸς, ἀρχηγὸς, κυνηγός

### σ 308

Στρεβλὸς παρὰ τὸ ἐστραμμένα τὰ βλέμματα ἔχειν· ἢ παρὰ τὸ διαστρέφω τὸ συστρέφω

### σ 309

Στρηνιᾶν παρὰ τὸ στερεῖν, καὶ ἀποσπᾶν τὰς ἡνίας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων, μάλιστα τῶν ὑποζυγίων

### σ 310

Στρουθίον παρὰ τὸ στρουθὸς, διὰ τὸ στεῤῥῶς θέειν ἤγουν τρέχειν, ἢ καὶ διὰ τὸ τρέχειν τὸν ἀέρα

### σ 311

Στρουθὸς ὀξύνεται· βαρύνεσθαι ὤφειλε· τὰ γὰρ εἰς θος δισύλλαβα μονογενῆ, φύσει μακρᾶ παραλήγεται· οἷον Ξοῦθος ὄνομα κύριον, μῦθος, κῶθος, ζῆθος· τοῦτο δὲ ὀξύνεται ἐκ τῆς ἐτυμολογίας, παρὰ τὸ μετὰ οἴστρου θέειν· τὰ δὲ παρὰ τὸ θέω γινόμενα ἅπαντα, ὀξύνονται· οἷον, ἀγαθὸς, βοηθός· τούτοις δὲ συνεξηκολούθησε καὶ τὸ στρουθός

### σ 312

Στρουθὸς παρὰ τὸ στεῤῥῶς θέειν, κατ’ ἀντίφρασιν, τὸ μὴ στεῤῥῶς θέειν, ἀλλ’ ἀργῶς· καὶ παρὰ τὸ στερεῖσθαι τοῦ θέειν· ἐκ δὲ τοῦ στρουθὸς γίνεται στρουθίον· τὸ τι ἰῶτα· ὁ κανὼν, τὰ ἀπὸ τῶν εἰς ος ὀνομάτων διὰ τοῦ ιον γινόμενα οὐδέτερα, μακρῶ παραλήγεται, καὶ διὰ τοῦ ἰῶτα γράφεται, οἷον, σταυρὸς σταυρίον, στρουθὸς στρουθίον

### σ 313

Στρόφος εἴρηται ἀρσενικῶς· ἀπὸ τοῦ στρέφεσθαι στρόφος

### σ 314

Στυγνὸς μισητὸς, στύζω, στύξω, ἀποβολῇ τοῦ ω στύξ· ἢ παρὰ τὸ στυγῶ στυγήσω, ἐξ οὗ καὶ στυγητὸς ὁ μισητὸς, καὶ στυγνὸς ἐξ αὐτοῦ· καὶ ἔστιν ἀπὸ μεταφορᾶς τῆς στυγὸς, ἥτις ἔστιν ἐν ἅδου κρήνη

### σ 315

Στυγερὴν ἐκ τοῦ στυγῶ, τοῦ σημαίνοντος τὸ φοβοῦμαι καὶ τὸ μισῶ, τοῦτο ἐκ τοῦ Στυγὸς, ἥτις ψυχρότατον ὕδωρ ἔχει. καί τι μετέχει τὸ στυγῶ πρὸς τὸ στυγός; μυθεύονται οἱ ἀρχαῖοι, ὅτι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἐκ τῶν ψυχρῶν καθέστηκε, τὰ ἡδέα καὶ τερπνὰ ἐκ τῶν θερμῶν· Στυγὸς ὕδωρ, ἐπειδὴ ἡ Στὺξ κατὰ Ἡσίοδόν ἐστιν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ· ἢ ὥς τινες φασὶν, ὅτι ὁμώνυμος ταύτη ἐστὶν ἡ πηγὴ ἐν ἅδου, ὅρκον φρικτὸν αὐτὸν οἱ θεοὶ πεποίηνται, βουλήσει Διός

### σ 316

Στυπεῖον τὸ τῆς ἐλαίας ὀστοῦν, παρὰ τὸ τύπτω τυπεῖον καὶ στυπεῖον· λέγεται δὲ καὶ στύπιον· ἢ παρὰ τὸ τύπος τυπεῖον καὶ στυπεῖον

### σ 317

Στωμύλος λάλος, πέρπερος, καὶ στωμύλλεσθαι τὸ τρανῶς λέγειν, καὶ στωμύγματα, τὰ περιλαλήματα

### σ 318

Συγγράμματα συντάγματος διαφέρει· σύγγραμμα μέν ἐστιν ὁ δίχα μέτρου λόγος προσαγορευόμενος πεζὸς, σύνταγμα δὲ πολεμικὸν τὸ σύστημα, ἀφ’ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτῶν ἄρχων

### σ 319

Συκάμινον εἶδος ὀπώρας, οὐδετέρως μὲν ὁ καρπὸς, ἀρσενικῶς δὲ τὸ δένδρον

### σ 320

Συκάμινον διὰ τὸ συγκάμνεσθαι τὸν σκώληκα λέγεται· δίχα γὰρ τοῦ σκώληκος οὐδέν ἐστι

### σ 321

Συκῆ συκέα, συγχέουσά τις οὖσα, καὶ τραχέα· σῦκον δὲ ὁ καρπός

### σ 322

Συκοφαντεῖν τὸ ψευδῶς τινος κατηγορεῖν· κεκλῆσθαι δὲ τοῦτο φασὶ, παρὰ Ἀθηναίοις, πρῶτον γὰρ ἐκεῖσε εὑρεθέντος φυτοῦ συκῆς τῆς ἐφημέρου τροφῆς· καλλίστων δὲ ὄντων, τῶν παρ’ Ἀθήνῃσι σύκων, καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα ἔκλεπτον αὐτά τινες, καὶ ἐξῆγον ἔξω· τοὺς δὲ μηνύοντας καὶ φαίνοντας τοὺς ἐξάγοντας ἀπεδέχοντο μὲν· ἐξ ὧν δὲ ἔπραττον, συκοφάντας ὠνόμασαν

### σ 323

Συκοφαντία λέγεται ἡ ψευδοκατηγορία

### σ 324

Συκοφάντης συκοφάντου, ὁ κανών· τὰ εἰς ης ὀνόματα, μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ, ἢ κράτος, οὐδέτερον μὴ ἔχοντα, εἰς ου ἔχει τὴν γενικήν

### σ 325

Συβώτης ὁ χοιροβοσκὸς, ὁ τοὺς σύας βόσκων, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω, συβώτιον· διαφέρει δὲ συβώτης βουκόλου, ἱπποφόρβου, οἷον, αἰγοπόλου, ὀνοπόλου

### σ 326

Συλλήβδην ἐκ τοῦ λήβω, λήψω, συλλήβδην τὸ ὁμοῦ· παρὰ τὸ λήβω λήψω, καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα λήβδην, ὥσπερ λείχω λίγδην, ἄκρον ἐπιλίγδην, ὡς καὶ Ὅμηρος, οὕτω παρὰ τὸ λήβω λήβδην καὶ συλλήβδην· ὁ παθητικὸς λήψομαι· λήβδην ἐπίῤῥημα μεσότητος καὶ συλλήβδην

### σ 327

Σύμβασις ἡ φιλία, παρὰ τὸ συνθέσθαι καὶ συνελθεῖν

### σ 328

Συναινῶ ἐκ τῆς σὺν προθέσεως, καὶ τοῦ αἰνῶ τὸ λέγω, ὁ σημαίνει τὸ συλλαλῶ, καὶ συμβουλεύω

### σ 329

Συμβαλλομάχος μάχιμος πρὸς φιλονεικίαν

### σ 330

Σύμβολον τὸ σημεῖον καὶ τὸ συμπόσιον

### σ 331

Σύμβολον διὰ τὸ συμβάλλεσθαι αἰσθητόν τι ἀντὶ τοῦ νοητοῦ, οἷον ἄρτος καὶ οἶνος

### σ 332

Συμβουλὴ παραινέσεως διαφέρει· συμβουλὴ μὲν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη, διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον ἀμφίβολον εἰσφέρει, διὸ καὶ ἔχει τὸν ἐνιστάμενον· παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίῤῥησιν οὐκ ἐπιδεχομένη, διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθὸν, ὡς οἷον τις παραινέσει σωφρονεῖν, ὥσπερ ἐστὶν ὁμολογούμενον ἀγαθὸν, οὐδεὶς γὰρ τῶν νῦν ἐχόντων ἐναντιοῦται τῇ παραινέσει, ταῦτα λέγων, ὡς ἀγαθὸν τὸ σοφόν

### σ 333

Συμβιβῶ ἐκ τοῦ βῶ τὸ βαίνω, καὶ κατ’ ἀναδιπλασιασμὸν βιβῶ, καὶ μετὰ τῆς σὺν προθέσεως συμβιβῶ

### σ 334

Σύνθεσις συντάξεως διαφέρει· σύνθεσις μὲν γάρ ἐστι λόγος ἔμμετρος· σύνταξις δὲ λόγος πεζός

### σ 335

Συμμαχεῖν καὶ ἐπιμαχεῖν διαφέρει· συμμαχεῖν μὲν γάρ ἐστι τὸ σὺν αὐτοῖς εἶναι· ἐπιμαχεῖν δὲ, εἴτε τοῖς αὐτοῖς, εἴτε αὐτοὶ ἑτέροις ἐπιστρατεύοιεν

### σ 336

Συμμορία πλῆθος ἢ φρατριὰ, ἀπὸ τοῦ μέρους, ἤγουν οἱ τῆς αὐτῆς μεριδός

### σ 337

Συμφορὰ παρὰ τὸ φορά· φορὰν γὰρ λέγουσιν Ἕλληνες τὴν τυχήν· συμφορὰ οὖν ἐστιν ἡ ἀπό τινος τύχης συμβεβηκυῖα

### σ 338

Συναμησάμενος σωρεύσας, συνάξας, ἢ θερίσας, καὶ ἀμησάμενος τέμοντες, συναγαγόντες, ἢ ἐπαντλησάμενοι, ἀπὸ τοῦ ἀμῶ ἀμήσω, τοῦτο παρὰ τὸ ἅμα, καὶ τὸ ἔω τὸ πορεύομαι

### σ 339

Συνασμένιζε συνευφραίνου· ἔστι δὲ ἥδω τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸν ἦσμαι, ἠσμένος, καὶ τροπῇ τοῦ η εἰς α, καὶ ἐν ἐπιθέσει τῆς νος, ἄσμενος, καὶ ἐξ αὐτοῦ ἀσμενίζω

### σ 340

Συνδυάζω παρὰ τὸ δύω δυάζω· διαφέρει δυάζω καὶ συνδυάζω· τὸ διὰ ψιλοῦ γραφόμενον σημαίνει τὸ μεθ’ ἑτέρου διαλέγομαι, καὶ προσομιλῶ· τὸ δὲ ἐνδοιάζω διὰ τῆς οι διφθόγγου γράφεται, τὸ διχοστατῶ, διχογνωμῶ

### σ 341

Συνεδρία παρὰ τὸ σύνεδρος γίνεται συνεδρία, ἐξ οὗ καὶ συνέδριον καὶ συνεδριάζω· τοῦτο παρὰ τὴν σὺν πρόθεσιν καὶ τοῦ ἕδρον· τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι

### σ 342

Συνέτισον ἐκ τοῦ συνετίζω

### σ 343

Συνάορος ἡ γαμετὴ, παρὰ τὸ συναρηρέναι, ἣ συνάορός τίς ἐστι, καὶ συνόμιλος

### σ 344

Συνέξει ἀπὸ τοῦ συνέχω, ὁ μέλλων συνέξω, καὶ τὸ τρίτον συνέξει, σημαίνει δὲ τὸ συγκρατήσει

### σ 345

Συνετῶς ἐκ τοῦ συνιεῖν· ῥῆμα συνιῶ, συνιεῖς, συνιεῖ, καὶ τὸ ἀπαρέμφατον συνιεῖν

### σ 346

Συνήγορος παρὰ τὸ ἀγορεύω, πάντως διὰ τοῦ ἦτα γράφεται, οὕτως οὖν καὶ παρήγορος καὶ ἀλλήγορος

### σ 347

Συνῆκα ἐκ τοῦ συνίημι, ὁ μέλλων συνήσω, ὁ ἀόριστος συνῆκα καὶ ὤφειλεν εἶναι σύνηκα· ἀλλὰ πᾶς παρωχημένος ἐνεργητικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, οἷον ἧκα συνῆκα· πλὴν τοῦ οἷδα σύνοιδα· τοῦτο γὰρ ἀπὸ φωνήεντος καὶ ἀπὸ φύσει μακρᾶς ἀρξάμενον, ἐν τῇ συνθέσει ἀναπέμπει τὸν τόνον

### σ 348

Συνηρεφὴς ἐκ τοῦ ἐρέφω τὸ στεγάζω, ἐξ οὗ καὶ ὀροφὴ, ὁ κατάσκοπος τόπος

### σ 349

Συνημμένον μετοχή· τὸ θέμα συνάπτω, ὁ μέλλων συνάψω, ὁ παρακείμενος σύνηφα, ὁ παθητικὸς σύνημμαι, ἡ μετοχὴ ὁ συνημμένος, καὶ τὸ οὐδέτερον συνημμένον

### σ 350

Σύνθεο προστακτικὸν μέσου ἀορίστου δευτέρου, ἐκ τοῦ θοῦ προστακτικὸν ἔθου, καὶ διαλύσει τῆς ου διφθόγγου ἔθεο, καὶ τὸ προστακτικὸν θέο καὶ σύνθεο

### σ 351

Σύνθετον τὸ ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον

### σ 352

Συντέθηκα παρὰ τὸ ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ τίθημι, θήσω γίνεται συντεθῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσυντεθῶ, ἀσυντεθήσω

### σ 353

Συνήθης καὶ σύνηθος, συνειθισμένος δὲ· ἔστι δὲ συνΐημι

### σ 354

Συνιεῖς τὸ θέμα συνιῶ, ὁ μέλλων συνήσω, ὁ β ἀόριστος σύνιον, καὶ ὁ β μέλλων συνιῶ· καὶ τὸ δεύτερον συνιεῖς

### σ 355

Συνομόται συμφατριασταὶ παρὰ τὸν ὅρκον

### σ 356

Σύνεργος καὶ συνεργὸς διαφέρει· συνεργὸς μὲν ὀξυτόνως ὁ περὶ τὸ ἔργον συμπονῶν· σύνεργος δὲ ὁ ὁμότεχνος καὶ σύντεχνος

### σ 357

Συνουσίαν τὴν ἐν λόγῳ, ἀφροδισίαν δὲ τὴν μίξιν

### σ 358

Συνοχεὺς ὁ συνέχων τὸν κόσμον· ἢ ὁ τὸν οἶκον ἐπικρατῶν, φύλαξ, δεσπότης

### σ 359

Συνοχωκότες συμπεπακότες, μετοχὴ πρώτης συζυγίας τῶν περισπωμένων· καὶ τὸ πρῶτον ο μικρὸν, ποιητικῶς· ἔστι γὰρ συνόχωκα, καί ἐστι παρασύνθετον· τὸ σύνθετον σύνοχος, τοῦτο ἐκ τοῦ συνέχω· συνεχέω, συνεχῶ ῥῆμα, ὁ μέλλων συνοχήσω, ὁ παρακείμενος συνώχηκα· τὸ νω μέγα διάτι; τὸ δὲ ο εἰς ω, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται συνώχωκα, καὶ ἡ μετοχὴ συνωχωκὼς, καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν συνωχωκότε, καὶ συστολῇ ποιητικῇ τοῦ πρώτου ω εἰς ο, ὡς εἴρηται συνοχωκότες

### σ 360

Συνομορία παρὰ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν

### σ 361

Σύνταξις εἰς τὸ ἅπτω καὶ σύγγραμμα καὶ σύνθετον

### σ 362

Συνώνυμον παρὰ τὴν σὺν πρόθεσιν καὶ τὸ ὄνομα, γίνεται συνώνυμον· ἔστι δὲ ὄνομα τὸ ἐν διαφόροις πράγμασι τὸ αὐτὸ δηλοῦν· οἷον, ξίφος, μάχαιρα

### σ 363

Συνωρὶς τὸ συνεζευγμένον τῶν ἵππων ὄχημα

### σ 364

Σύριγξ σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν, καὶ τὸ πάθος, καὶ τὴν δορατοθήκην· ἐκ δ’ ἄρα σύριγγος

### σ 365

Σύρος σύλος, σύρων συριεῖ· ὅ, τε μὲν τῷ ἤθει τοῦ συλῆσαι, πρὸς πάντα ἀπεργάζεται· ὅ, τε δὲ τῇ κνιπείᾳ οὐδὲν δωρεῖται, ἀλλ’ εἰς ἑαυτὸν σύρει πάντα, ὅπου πώποτε συλῶν, συλεῖ ἐκ μνημείων, εἰ μὴ τάχιστον εὕρῃ τῷ εἰθισμένῳ κλέμματι

### σ 366

Σῦς ὁ χοῖρος, παρὰ τὸ ὕω τὸ βρέχω, φιλεῖ γὰρ τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι

### σ 367

Συρία κέκληται ἀπὸ Σύρου τινὸς ὀνόματος Κύρου, βασιλεύσαντος Συρίας

### σ 368

Συρία παρὰ τὸ τοῦ σύρεσθαι ἀπὸ τοῦ κατακλυσμοῦ· ὡς ἐκ τοῦ ἐναντίου Ἀσσυρία, παρὰ τὸ μὴ σύρεσθαι, καὶ πλεονασμῷ τοῦ ς· εἰσὶ δὲ οἱ Πέρσαι, ἐκεῖσε δὲ οὐκ ἔστι θάλασσα

### σ 369

Συρφετοὺς φρυγανώδεις, κοπρώδεις λόγους

### σ 370

Σύριγγες πανδούρια ἐκ καλάμων

### σ 371

Σύφιος τόπος, ἐν ᾧ οἱ συφες τρέφονται

### σ 372

Σφαδάζοντες μετοχή ἐστι, ἀπὸ τοῦ σφαδάζω, ὃ σημαίνει τὸ βράζω, ὅπερ Ἀττικοὶ ἐπὶ τοῦ χαλεπῶς λέγουσι φέρειν, καὶ σχετλιάζειν. Ξενοφῶν ἐπὶ τοῦ ἀλγεῖν· ἔνιοι δὲ τὸ σπέρειν ἐκδέχονται, οἱ δὲ τὸ χαλεπῶς φέροντι πηδᾶν, οἱ δὲ ἁπλῶς τὸ δυσφορεῖν· γίνεται δὲ παρὰ τὸ σπῶ σπεύδω, καὶ ἐκ τούτου σπευδάζω· ἀποβολῇ τοῦ υ καὶ τροπῇ τοῦ ε εἰς α καὶ τοῦ π εἰς φ, σφαδάζω· καὶ εἰς τὸ κεκληγώς

### σ 373

Σφάλλω εἰς τὸ ἀσφάλεια

### σ 374

Σφαῖρα παρὰ τὸ αἶρα, οἱονεὶ εἰς ὕψος πετωμένη

### σ 375

Σφαιρωτὴρ τὸ λεγόμενον χωρίον· σφαιρωτὴρ δὲ λέγεται, ἐπειδὴ τὸ δέρμα πολλάκις κυκλοτερὲς ἀπεργαζόμενος ὁ τεχνίτης τούτου τέμνει

### σ 376

Σφάκελλος σφιγμὸς καὶ παλμὸς, καὶ ἡ τοῦ μυελοῦ σῆψις σφακελίσκος λέγεται

### σ 377

Σφέας ἑαυτούς· ἄρα τὸ σφέας κατὰ πλεονασμόν ἐστι τοῦ ε, ἢ τὸ σφᾶς κατὰ συναίρεσιν; καὶ λέγομεν, ὅτι τὸ σφέας κατὰ πλεονασμὸν γίνεται τοῦ ε, διὰ τὸν κανόνα τὸν λέγοντα, καθόλου ἐν τοῖς πληθυντικοῖς ἀριθμοῖς ἡ τοῦ τρίτου προσώπου ἀντωνυμία ἀρχομένη ἀπὸ τοῦ σφ, ἐν δισυλλάβου κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τοῦ πρώτου καὶ δευτέρου προσώπου, οἷον ἡμεῖς, ὑμεῖς, σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμῖν ὑμῖν σφίν· οὕτω καὶ ἡμᾶς ὑμᾶς σφάς· ὥστε κατὰ πλεονασμόν ἐστι τοῦ ε, ἐπὶ τοῦ σφέας, ἀπὸ τοῦ σφὰς γεγονότος

### σ 378

Σφέλας τὸ ὑποπόδιον, παρὰ τὸ σφλάσθαι εἰς αὐτὸ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι ἐν τῷ καθέζεσθαι

### σ 379

Σφέτερος οἰκεῖος, ἴδιος ἢ ἀλλότριος

### σ 380

Σφενδόνη παρὰ τὸ σπένδω τὸ ἀναιρῶ καὶ θυσιάζω, ἐγὼ γὰρ ἤδη σπένδομαι, σπενδόνη καὶ σφενδόνη· ἢ παρὰ τὸ σφάζω, ἢ παρὰ τὸ σπένδω

### σ 381

Σφηνοπώγων ὁ σπάνος, ἐκ τοῦ σφήσω, κατὰ τροπὴν τοῦ π εἰς φ

### σ 382

Σφετεριζόμενος ἰδιοποιούμενος τὸ ἀλλότριον, ἐκ τοῦ σφέτερος σφετερίζω· τὸ δὲ σφέτερος ἐκ τοῦ σφῶν γενικῆς τοῦ πρωτοτύπου, καὶ ἐκ τούτου σφετερίζω

### σ 383

Σφήκωμα παρὰ τὸ σφηκῶ σφηκώσω· τοῦτο παρὰ τὸ σφῶ σφήσω, σημαίνει δὲ τὸ κρατῶ, οὗ ὁ παρακείμενος ἔσφηκα, ἔσφημαι, καὶ κατὰ πλεονασμὸν τοῦ κ σφήκω, κατὰ συστολὴν τῆς ἀρχούσης

### σ 384

Σφόδρα ἐπίῤῥημα ἐπιτάσεως, ἀπὸ τοῦ σχῶ τὸ κρατῶ, καὶ τοῦ δρῶ τὸ ποιῶ, σχόδρα καὶ σφόδρα· σημαίνει δὲ τὸ πολύ· ἢ ἀπὸ τὸ σπῶ τὸ κατασπῶ, σπόδρα καὶ σφόδρα· καὶ εἰς τὸ πρῶτα

### σ 385

Σφόδρος ὄνομα ἀρσενικὸν, ἐξ οὗ παρήχθη καὶ τὸ σφοδρῶς ἐπίῤῥημα

### σ 386

Σφραγίζω ἐκ τοῦ σφραγὶς, τοῦτο δὲ ἐκ τοῦ ἀσφαλὶς καὶ κατ’ ἀφαίρεσιν σφαλὶς, καὶ μεταθέσει τοῦ λ εἰς ρ, καὶ πλεονασμῷ τοῦ γ, σφραγίς· τὸ δὲ ἀσφαλὴς ἐκ τοῦ σφάλλω, σφαλὴς καὶ ἀσφαλὴς, μετὰ τοῦ στερητικοῦ α, ὁ μὴ ἐσφαλμένος

### σ 387

Σφραγίζω ἐκ τοῦ σφραγὶς, τοῦτο δὲ ἐκ τοῦ σφαλής

### σ 388

Σφριγοῦσιν ἀκμάζουσι, καὶ ὥσπερ διεσφινωμένοι εἰ σὶν ὑπὸ πικρότητος καὶ ἀκμῆς· καὶ παρ’ Ἱπποκράτει δὲ τὸ σφριγᾷν τὸ ἀκμάζειν λέγεται· δηλοῖ δὲ καὶ τὸ περιπέτανται, ἢ περιτείνονται· καὶ μάλιστα ἐπισφαλὴς, καὶ οἷον εὐσωματοῦσιν· ἔνιοι τὸ σφρίζουσιν, ὑγιεῖς τυγχάνουσι

### σ 389

Σφαραγεῦντο ἦχον προΐοντο, ὀνοματοπεποίηται ἡ λέξις· ἔνθα καὶ ὁ βρόχος ὁ τὴν φωνὴν ἀσφάραγος καλεῖται

### σ 390

Σφρυγμὸς παρὰ τὸ σφύζω, τὸ σημαῖνον τὸ ἅλλομαι

### σ 391

Σφυρηλατῶ καὶ ῥινηλατῶ, φυρήλατος, σφυρ’ ἐληλαμένος, χωνευτής

### σ 392

Σφυρὸν τὸ ἐπάνω τῶν ἀστραγάλων ἐν κύκλῳ πέλμα· παρὰ τὸ συνεσφίχθαι τὰ ἄρθρα, τῇ συνηθ. καὶ τοῖς νευροῖς

### σ 393

Σφυρὰ τὰ ἀπολήγοντα μέρη πρὸς τὰ ἀστράγαλα καὶ ἐκ πλαγίων ἐξέχονται τῆς κνήμης καὶ τῆς περόνης· εἴρηται δὲ μεταφορικῶς, ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν

### σ 394

Σφύριον καὶ ἐπισφύριον κτητικὸν, καὶ γίνεται ἐκ τοῦ σφυρὸν σφύριον, καὶ ὁ ποιητὴς, ἀμφὶ δέ μιν σφυρὰ τύπτε· διάτι προπαροξύνεται; τὰ διὰ τοῦ ιον ὑποκοριστικὰ, εἰ μὲν ὦσι δικατάληκτα, πρὸ μιᾶς ἔχουσι τὸν τόνον· εἰ δὲ τριβραχέα προπαροξύνονται, οἷον, θρόνιον, τόπιον, οὕτω καὶ σφύριον· τὸ ρι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιον οὐδέτερα τριβραχέα καὶ προπαροξύνεται, καὶ διὰ τοῦ ἰῶτα γράφεται

### σ 395

Σφῶε αὐτοὺς, ἤγουν τοὺς δύο· ἀντωνυμία δυϊκὴ τρίτου προσώπου πτώσεως αἰτιατικῆς μόνης· διάτι οὐκ ἔστιν ὀρθὴ καὶ αἰτιατικὴ, ἀλλὰ μόνη αἰτιατικὴ; διότι ὀρθὴ πτῶσις οὐδέποτε ἀναδίδωσι τὸν τόνον· οἷον, νῶϊ, σφῶϊ· τοῦτο δὲ ὀξύνεται καὶ ἀναδίδωσι τὸν τόνον, διὸ ἀπέλειψεν ἡ εὐθεῖα, καί ἐστι μόνης αἰτιατικῆς

### σ 396

Σχέδιον τὸ ἐξ ἑτοίμου καὶ πρόχειρον γινόμενον

### σ 397

Σχέδιος ἐκ τοῦ σχεδὸν ἐπιῤῥήματος· καὶ γράφεται διὰ τοῦ ι· ὡς τὸ μινυνθάδιος· τὰ γὰρ διὰ τοῦ ιος προπαροξύτονα, παρ’ ἐπιῤῥημάτων γινόμενα, διὰ τοῦ ἰῶτα γράφεται, σχεδὸν, σχέδιος, σχεδιάζω

### σ 398

Σχεδὸν παρὰ τὸ σχέθω, τὸ κωλύω, σχεθὸν καὶ σχεδόν· σημαίνει δὲ τὸ ἐγγύς· ἐτυμολογεῖται δὲ παρὰ τὸ σχέσιν ἔχων ἄλλη πρὸς ἄλλον

### σ 399

Σχεδία εἶδος πλοίου, τῆς αὐτοσχεδίου πλησθείσης· σχεδία γὰρ οὐκ ἔχει πηδάλιον

### σ 400

Σχέσει φιλίᾳ, ἐγγύτητι, παρὰ τὸ σχεῖν ἐκεῖθεν καὶ προσχεῖν· παρὰ τὸ ἐγγὺς εἶναι

### σ 401

Σχετλιαστικὸν ἀπὸ τοῦ σχῶ τὸ κρατῶ· καὶ τὸ τλῶ τὸ ὑπομένω

### σ 402

Σχέτλιος ἀγνώμων, ἄδικος· παρὰ τὸ σχέθω τὸ κωλύω, καὶ τὸ λίαν· ὁ ἐπισχέσεως ἄξια ἔργα ποιῶν

### σ 403

Σχετικὸν τὸ πρός τινα σχέσιν ἔχον καὶ ἐγγύτητα· τὰ δὲ σχετικὰ τῶν πρός τι λέγεται

### σ 404

Σχέσις μετουσία, συνάφεια· σχέσιν δὲ λέγομεν τὴν πρὸς τόδε διάθεσιν καὶ συνήθειαν· σχέσις δὲ καὶ ἡ ἐκ τόπου, καὶ ἡ εἰς τόπον, καὶ ἡ ἐν τόπῳ· ἰστέον, ὅτι σχέσεις ἀνθρώπων εἰσὶν ἕξ· τοῦ πρώτου, πρὸς τοὺς τρεῖς· ὡς εἶναι τρεῖς τέως σχέσεις· τοῦ δευτέρου πρὸς τοὺς δύο, ὡς εἶναι πέντε τοὺς τρεῖς πρὸς τὸν ἕνα· καὶ συμβαίνει τῶν δ, ἓξ εἶναι τὰς σχέσεις, τῶν δὲ ε, ἀνθρώπων εἶναι τὰς σχέσεις

### σ 405

Σχῆμα παρὰ τὸν σχήσω μέλλοντα· καὶ εἰς τὸ μορφή

### σ 406

Σχοίατο ὡς τὸ δευοίατο

### σ 407

Σχοῖτο ἀπόσχοιτο, διάτι ἀνεβίβασε τὸν τόνον; τὰ τοῦ δευτέρου μέσου ἀορίστου δισύλλαβα ὑπάρχοντα, κατὰ τὸ δεύτερον πρόσωπον διὰ τοῦ οιο ἐκφερόμενα, οἷς ἀκολουθοῦσι καὶ τὰ τρίτα πρόσωπα, ἀναδίδωσι τὸν τόνον, οἷον θοῖτο ἀπόθοιτο, σχοῖτο ἀπόσχοιτο· καὶ τὰ ἀνακόλουθα ἐσχηματισμένα, τότε πρόοιτο καὶ κάθοιτο· καὶ εἰς τὸ δευοίατο

### σ 408

Σχοῖνος ὄνομα, παρὰ τὸ σχῶ, τὸ κρατῶ, καὶ ἐκ τούτου σχόνος καὶ πλεονασμῷ τοῦ ἰῶτα σχοῖνος, καὶ ἐκ τούτου ὄνομα σχοινίον, σημαίνει δὲ τὸ βοῦλλον

### σ 409

Σχοίνισμα ὁ κλῆρος, καὶ μέτρον ἰδοὺ παλαιὸν, παρὰ τὸ σχοινίω, καὶ μετρεῖται τὴν γῆν

### σ 410

Σχοῖνος μέτρον γεωργικὸν, ἑξήκοντα σταδίων

### σ 411

Σχοινοφόρος ἐκ τοῦ σχοῖνος καὶ τοῦ φέρω· τὸ δὲ σχοῖνος, παρὰ τὸ σχῶ σχήσω· σημαίνει δὲ τρία, τὴν πόαν· Ἄσωπον δ’ ἵκοντο βαθύσχοινον· καὶ μέτρον γεωμετρικὸν Περσικὸν, ὃ καὶ παρὰ Πέρσαις παρασάγγης καλούμενος· λέγεται δὲ ἀπὸ μεταφορᾶς καὶ ἡ κατευθυντηρία, καθὼς καὶ ὁ ψαλμῳδὸς φησὶ, τὴν τρίβον μου, καὶ τὴν σχοῖνον μου, σὺ ἐξιχνίασας· τὸ σχοι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ οινος δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον, φρύνος, θρῆνος, πλὴν τοῦ σχοῖνος

### σ 412

Σχολάζω παρὰ τὸ σχῶ τὸ κρατῶ, σχάζω, καὶ ἐξ αὐτοῦ γίνεται σχαλάζω, καὶ τροπῇ τοῦ α εἰς ο, σχολάζω, τὸ ἐν τῇ διακρατήσει διάγω· ἐκ τούτου δὲ γίνεται σχολὴ καὶ σχολαστικός

### σ 413

Σχολαιότερον κρεμαιότερον, ἀπὸ τοῦ σχολὴ σχολαῖος, ῥώμη ῥωμαῖος, ἀπὸ δὲ τοῦ σχολαῖος σχολαιότερος· τὸ δὲ σχολὴ παρὰ τὸ σχῶ, συντάσσεται μετὰ αἰτιατικῆς· ἔστι δὲ ἐπίῤῥημα, ἀντὶ τοῦ ἠρέμα

### σ 414

Σχολαστικὸς διὰ τὸ σχολάζειν τοῖς ἀστικοῖς, ἢ τῷ δικαίῳ

### σ 415

Σχολὴ οὐχ ὁ τόπος, ἐν ᾧ σχολάζονται παρὰ παίδευσιν, οὐδ’ αὑτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβή· ἀλλ’ ἣν οἱ πολλοὶ καλοῦσιν εὐκαίρειαν· βάρβαρον· καὶ γὰρ ἀντὶ τοῦ σχολεῖν λέγομεν εὐκαιρεῖν· σχόλη ἡ ἀργία

### σ 416

Σχολεῖον διὰ τὸ σχολάζειν τῇ διδαχῇ

### σ 417

Σχόλιον διὰ τὸ κατὰ σχολὴν παρατίθεσθαι πρὸς σαφεστέραν ἑρμήνειαν τῶν δυσνοήτων ὀνομάτων ἢ ῥημάτων ἐπὶ τοῖς λογίοις

### σ 418

Σχόμενος καὶ ἀνασχόμενος, τὸ θέμα σχῶ· μέσου παρακείμενον οὐκ ἔχει· τὰ γὰρ μονοσύλλαβα ῥήματα, μέσου παρακείμενον οὐκ ἔχουσι

### σ 419

Σωκράτης ἀπὸ τοῦ σώω, ὃ σημαίνει τὸ ὑγιαίνω, καὶ τὸ κρατῶ

### σ 420

Σῶμα παρὰ τὸ σῆμα, ὃ σημαίνει τὸν τάφον, τάφος γάρ ἐστι τὸ σῶμα τῆς ψυχῆς, τροπῇ τοῦ η εἰς ω, οἱονεὶ σῆμα καὶ τάφος τῆς ψυχῆς. Ἀρίσταρχος δὲ σημειοῦται τοῦτο τῇ διπλῇ, ὅτι σῶμα οὐδέποτε λέγει ὧδε ἐπὶ ζώντων, ἀλλ’ ἐπὶ νεκρῶν· σῶμα δ’ οἴκαδ’ ἐμὸν δό μεναι πάλιν. καὶ ὡς λέων ἐχάρη ἐπὶ σώματι κύρσας· τὸ δὲ τοῦ ζῶντος δέμας, δεῖται γυναικὶ, παρὰ τὸ συνδεδέσθαι αὐτό· ὅθεν καὶ σκήνωμα

### σ 421

Σῶμα διὰ τὸ σῶον αἷμα καὶ ἅμα· ἢ παρὰ τὸ σῆμα, ὃ σημαίνει τὸν τάφον, κατὰ τὸν Πλάτωνα, τάφος γάρ ἐστι τὸ σῶμα τῆς ψυχῆς· δικὴν γὰρ τάφου ἐνθάπτεται ἡ ψυχὴ τῷ σώματι· τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται σῶμα· δέμας λέγεται ἐπὶ ἐμψύχων, σῶμα δὲ ἐπὶ ἀψύχων· ὁ δὲ ποιητὴς εἰπὼν, ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας, τὸ δὲ ἐναντίον εἴρηκε, καὶ εἶπε τὸ σῶμα ἐπὶ ἐμψύχων, φασὶ γὰρ τὸν λέοντα νεκροῦ σώματος μὴ ἅπτεσθαι· τὸ δὲ μεγάλῳ ἐπὶ σώματι κύρσας, ἐστὶν ὁ τρόπος ἀντίπτωσις, ἀντὶ τοῦ μεγάλου σώματος ἐπιτυχών· καὶ εἰς τὸ δέμας

### σ 422

Σῶμα οἱονεὶ δόμα τῆς ψυχῆς, ὅθεν καὶ σκήνωμα

### σ 423

Σῶμα διὰ τὸ σῶον ἅμα σὺν αἵματι ὄν· σῶον αἷμα· ἐν τῷ ἅμα εἶναι τὰ μέρη

### σ 424

Σωρὸς ἀπὸ τοῦ ἐν αὐτῇ σωρεύεσθαι τὰ σώματα· ἢ παρὰ τὸ ἔσω ὠρεῖν, ὅ ἐστι φυλάττειν, σωρεύω, σωρὸς, ὡς φωλεύω φωλεὸς, σορὸς ἡ τῶν λειψάνων, ἢ παρὰ τὸ σεσηρέναι τὰ σώματα ἐν αὐτῇ· ἢ παρὰ τὸ εἴρω τὸ κωλύω· σορὸς ἡ κωλυτική

### σ 425

Σωρεία ἐκ τοῦ σῶ καὶ τοῦ ὠρῶ, τὸ φυλάσσω

### σ 426

Σῶσον με τοῦ ῥῦσαι με διαφέρει· σῶσον νόσων καὶ πειρασμῶν· ῥῦσαι αἰχμαλωσίων καὶ τῶν δαιμόνων

### σ 427

Σωρηδῶν σωρηδὸν ἀναριθμήτων ἐπὶ τὸ αὐτό

### σ 428

Σωρὸς ἐπὶ τῶν λίθων καὶ σίτων, καὶ λοιπῶν τῶν συναγομένων· τὸ σω μέγα, ἐπὶ δὲ τοῦ τάφου τὸ σο μικρὸν, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπὶ τῶν λίθων, καὶ ἐκεῖνο διὰ τούτου· καὶ εἰς τὸ ἀκτίς

### σ 429

Σωτηρία διὰ τὸ σῶον τηρηθῆναι

### σ 430

Σωφροσύνη διὰ τὸ σῶα φρονεῖν· ἢ παρὰ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου· καὶ εἰς τὸ παρθενίαν

### σ 431

Σώφρων ὁ ἀπαθής· πορνὸς δὲ ὁ ἡδονῆς ἁλισκόμενος, τοῖς δὲ λογισμοῖς ὑπεραγωνιζόμενος

### σ 432

Σῶ σημαίνει ἕξ· σῶ τὸ κινῶ, σῶ τὸ ἕλκω, σῶ τὸ ὑγιαίνω· σῶ τὸ σείω· σῶ τὸ σεύω, σεύονται· σῶ σῶος. Τέλος τοῦ Σ στοιχείου. ΑΡΧΗ ΤΟΥ Τ ΣΤΟΙΧΕΙΟΥ

### τ 5

Τᾶ εἰς τὸ ἧττον

### τ 6

Τάζω εἰς τὸ ὀϊστοί

### τ 7

Ταίγε ἄρθρον, ἡ εὐθεῖα τῶν πληθυντικῶν Δωρικῶς· καὶ λέγομεν ὅτι τὰ σύμφωνα ἅπερ ἔχει ἡ εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, οἷον, Αἴαντε ἔχει τὸ ντ, καὶ Αἴαντες, λάχητε, λάχητες· ὁμοίως καὶ ἐπὶ τῶν ἄρθρων, τὼ ξύλω τὰ ξύλα, οὕτω καὶ τὰ Μούσα ταὶ Μοῦσαι, καὶ τὰ ταί· τὸ γε σύνδεσμος παραπληρωματικός

### τ 8

Τακεὶς ἐκ τοῦ τήκω, ὁ β ἀόριστος ἔτακον, ὁ παθητικὸς ἐτάκην, ἡ μετοχὴ ὁ τακείς

### τ 9

Ταινίον Ἀττικῶς τὴν στηθοδέσμην, τουτ’ἔστι περιτρα χήλιον δέσμιον, κόσκιον· παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ διπλασιαζόμενον γίνεται τιταίνω

### τ 10

Ταινία διάδημα κεφαλῆς ἱερέων· τὸ ῥῆμα ταινιῶ ταινιοῖς

### τ 11

Ταλαίμοχθος ταλαίπωρος ὁ ἐπίπονος εἴρηται, ὡς διογενιανὸς, παρὰ τὸ τάλας καὶ τὴν ὥραν ταλάωρος καὶ ταλαίπωρος

### τ 12

Ταλαίπωρος ἐκ τοῦ τάλας καὶ τοῦ τάλας καὶ τοῦ πῶρος, ὁ λίθος, γίνεται ταλάπωρος καὶ ταλαίπωρος, ὁ κακοπαθῶν περὶ τὴν ἐργασίαν τῶν πώρων

### τ 13

Τάλαντον τὸ ὑπερβάλλον, πᾶν σταθμιζόμενον μέτρον, κατὰ δὲ τὸν λιτρισμὸν ρκε λιτρῶν ὑπάρχει· τοῦ δὲ ταλάντου τὸ ἑκατοστὸν εἰκοστὸν ε, λίτρα μία· ἡ δὲ μία λίτρα ιβ ὀγκιῶν ὑπῆρχε· ἡ δὲ ὀγκία εἶχε στατῆρας δύο· ὁ δὲ στατὴρ ἥμισυ μέν ἐστιν ὀγκίας, ἔχει δὲ δύο δίδαγμα· τάλαντον σημαίνει τέσσαρα· τὸ ζύγιον, τὸν σταθμὸν, τὸ βάρος, καὶ τὸ χάρισμα

### τ 14

Τάλαντον τὸν ζυγὸν παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ κατὰ διπλασιασμὸν τιταίνω· καὶ ὡς φαίνω φαντὸς καὶ ἄφαντος, χραίνω χραντὸς, οὕτω καὶ ταίνω ταντὸς, καὶ οὐδέτερον ταντὸν, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς τάλαντον, καὶ συνθέσει ἀτάλαντον, ἀντὶ τοῦ ὁμοτάλαντον

### τ 15

Τάλας τάλαντος, ὁ κανών· τὰ εἰς ας ὀνόματα περιττοσυλλάβως κλινόμενα, τριγενῆ διὰ τοῦ ντ κλίνεται· οἷον, μέλας μέλαντος, οὔτως οὖν καὶ τάλας τάλαντος· ἡ δὲ συνήθεια ἐκράτησε, διὰ τοῦ ν μόνου ἐκφέρεσθαι· πρόσκειται περιττοσυλλάβως, διὰ τὸ μέγας μέγα, λάας λάα· τὸ θηλυκὸν τάλαινα· τὰ διὰ τοῦ αινα ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται· θηλυκὸν διὰ τῆς αι διφθόγγου γράφεται· οἷον μέλαινα, θεράπαινα, θέαινα, λέαινα

### τ 16

Ταλαπείριος διὰ τῆς ει διφθόγγου γράφεται· ὁ ταλαίπωρος· ἢ παρὰ τὸ τηλόθεν πεπειρακέναι ἐστὶ ταλάπερος, καὶ πλεονασμῷ τοῦ ι ταλάπειρος· ἢ παρὰ τὸ κλῆναι καὶ τὴν πείραν γέγονε ταλαπείριος, οἱονεὶ ὁ πολλὴν πείραν ὑπομείνας, τουτ’ἔστι πολύπειρος ὤν

### τ 17

Ταλθύβιος ὄνομα κύριον, κήρυξ Ἑλλήνων· τὸ βι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος κύρια ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνονται, καὶ διὰ τοῦ ἰῶτα γράφονται, χωρὶς τῶν παρὰ τὸ κλεὸς, καὶ τῶν ἀπὸ τῶν εἰς ευς, οἷον Προκόπιος, Γεώργιος· πρόσκειται ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τὸ Ἄρειος· παρὰ τὸ κλεὸς, διὰ τὸ Ἡράκλειος, ἀπὸ τῶν εἰς ευς διὰ τὸ βασίλειος

### τ 18

Τάλας παρὰ τὸ τάλλω τὸ κακοπαθῶ, καὶ ἀτάλλων, ὁ μὴ κακοπαθῶν· τὸ δὲ τάλλω κατὰ συγκοπὴν γίνεται, τλῶ, μονοσύλλαβον

### τ 19

Τάμεν ἔκοψεν, ἀόριστος δεύτερος, τὸ ῥῆμα τέμνω, τὸ δὲ τάμνω Δωριεῖς· ὄφρ’ ὁ γέρων ἵπποιο παρῃορίας ἀπέταμνε· ὁ μέσος παρακείμενος τέτομα· διάτι μὴ τὸ μ; εἰ δὲ διὰ δύο ἀμεταβόλων, διὰ τοῦ προτέρου

### τ 20

Ταμεῖον παρὰ τὸ ταμιεύω, τοῦτο παρὰ τὸ ταμίας, τοῦτο παρὰ τὸ τέμνω· ταμεῖον διὰ τῆς ει διφθόγγου ἡ παρὰ τέλευτος συλλαβή· ἡ δὲ δευτέρα διὰ τοῦ ἰῶτα· ἐπεὶ καὶ ταμίας, καὶ ἀργυροταμίας

### τ 21

Ταμίας ὁ φύλαξ, ὁ δεσπότης, κυρίως δὲ ὁ κελλάριος, παρὰ τὸ τέμνω, οἱονεὶ τὸ ἀποτεμνεῖσθαι, καὶ ἀποκεχωρίσθαι, καὶ ἀφωρίσθαι αὐτῷ τὴν τοῦ οἰκείου ἐξουσίαν

### τ 22

Τάνεως ὄνομα βαρύτονον· γίνεται δὲ παρὰ τὸ τείνω, τὸ τανύω, τέτακα, καὶ ἐξ αὐτοῦ τάνεως· ἄκλιτόν ἐστι· σημαίνει δὲ ὄνομα τόπου, ἐκ τοῦ τεταμένον παρ’ Ἑβραίοις· καὶ πόθεν γίνεται Τάνεως; οὐκ ἔχει. διάτι; διότι ἐθνικόν ἐστι

### τ 23

Τάξις διάφορα σημαίνει· τὴν ἀκολουθ. τὸν ὁρισμὸν, τῶν ἐποφειλομένων χρημάτων καταβολὴν, τὸ στρατιωτικὸν σύνταγμα, ἐξ οὗ καὶ ταξιῶται καὶ ταξίδιον

### τ 24

Τάπης παρὰ τὸ θάλπω θάλπης, καὶ ἀποβολῇ τοῦ λ, καὶ μεταθέσει τοῦ θ εἰς τ, τάπης· σημαίνει δὲ τὸ ἐπεύχιον, ἤγουν ταπῆτον

### τ 25

Τάπητες καὶ ἀμφιτάπητες διαφέρει· τάπητες μὲν οὖν εἰσιν, οἱ ἐκ τοῦ ἑτέρου μέρους μᾶλλον ἔχοντες· ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων τῶν μερῶν

### τ 26

Τὰ ὡραῖα ἔστιν ὥρα, ὃ σημαίνει τὸν ἐνιαυτόν· καὶ ἐκ τούτου γίνεται τὸ ὡραῖον, τοῦ ὡραίου, οἷον καταδιδοῦν κατὰ τὸν καιρὸν τοῦ ἐνιαυτοῦ καρπόν

### τ 27

Ταράσσω παρὰ τὸ ἀράσσω, καὶ κατὰ πλεονασμὸν τοῦ τ, ταράσσω· καὶ ἐκ τούτου ταραχή

### τ 28

Ταπεινὸς διὰ τῆς ει διφθόγγου· γίνεται ὡς παρὰ τὸ ὄρος ὀρεινοὸς, οὕτω παρὰ τὸ ἔδαφος γίνεται ἐδαφεινὸς, καὶ κατ’ ἀφαίρεσιν τοῦ ε, δαφεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ φ εἰς π, ταπεινός· ἢ παρὰ τὸ πέδον γέγονε πεδεινὸς καὶ ἐν ὑπερβιβασμῷ τοῦ ε εἰς α παδεινὸς, καὶ τροπῇ τοῦ δ εἰς π, ταπεινός· ἢ παρὰ τὸ πατῶ γέγονε πάτος, οἱονεὶ ὁ πατούμενος τόπος, καὶ ἐκεῖθεν ταπεινὸς, οἱονεὶ ὁ ὑποστρωμένος· ἢ παρὰ τὸ τάπης τάπητος γέγονε ταπειτανὸς καὶ κατὰ συγκοπὴν ταπεινός· ἢ παρὰ τὸ τάφης ταφεινὸς καὶ ταπεινός· τὸ πει διφθόγγῳ· τὰ μέντοι εἰς νος ὀξύτονα, διὰ τῆς ει διφθόγγου γίνεται, εἰ μὴ καιρὸν σημαίνουσι

### τ 29

Τὰρ σύνδεσμος, ἰσοδύναμος τοῦ ἄρα καὶ δή

### τ 30

Τάραντος τάραχος ἐντός· ἢ ἐκ τοῦ τείνω τὸ καταπονῶ, ἢ βλάπτω, ἡ καταπεπονημένη, ἢ βλαβεῖσα

### τ 31

Ταραχὴ διὰ τὸ ῥᾷον χεῖσθαι τὸν νοῦν· καὶ εἰς τὸ ἐταρα

### τ 32

Ταραχώδους ἡ εὐθεῖα ταραχώδης· ἢ παρὰ τὸ τάραχος, τοῦτο παρὰ τὸ τραχὺς, ῥαχία καὶ τραχία· καὶ γὰρ ὀστωδὴς ἡ ῥάχις· τὸ χω μέγα διάτι; τὰ διὰ τοῦ ωδης

### τ 33

Ταριχευτὸς ἐκ τοῦ ταριχεύω, τοῦτο ἐκ τοῦ τάριχος· τὸ ρι ἰῶτα διάτι; τὰ εἰς χος, οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι· σωτήριχος, ἰάμβιχος, τάριχος, δόλιχος τὸ ὄσπριον, δολιχὸν τὰ μακρόν· τάριχος σημαίνει δὲ τὸ πεπασμένον λαρδίον· γίνεται δὲ παρὰ τὸ γάρον γάριχος καὶ τάριχος

### τ 34

Ταφὼν ἐκπλαγεὶς, θαυμάσας, ἐκ τῶν τάφων ἡ μεταφορὰ· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν· θαφὼν δὲ Ἰωνικῶς λέγεται, κατὰ τροπὴν τοῦ θ εἰς τ, αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαφὼν ταφὼν, νῦν ἐκ τοῦ θήπω ἐνεργητικοῦ· καὶ τὸ ψιλὸν εἰς δασύ, ὡς τὸ ἐπιορκῆσαι ἐφιορκῆσαί φασιν· οἱ αὐτοὶ δὲ καὶ τὸ Ἄθαμας κατ’ ἀφαίρεσιν τοῦ α, καὶ διπλασιασμῷ τοῦ μ, καὶ τροπῇ τοῦ θ εἰς τ, Τάμμας λέγουσι, Τάμμεο θυγατρός. Καλλίμαχος ἐν β αἰτιῶν

### τ 35

Τάρβος φόβος, τρίσι παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο ὑπέλαβε· πρῶτον ἐκ τοῦ ταράσσω τάραβος καὶ συγκοπῇ τάρβος· δεύτερον δὲ ὅτι ἐκ τοῦ τρέπω, ὁ β ἀόριστος ἔταρπον, τάρπος, καὶ τροπῇ τοῦ π εἰς β, τάρβος, οἱ γὰρ εὐλαβούμενοι φεύγουσι· τρίτον ἔστι τείρω τὸ καταπονῶ, ὁ β ἀόριστος ἔταρον, τάρος καὶ πλεονασμῷ τοῦ β τάρβος· καὶ ῥῆμα ταρβῶ· ταρβήσαντε

### τ 36

Τάρταρα τὰ διήκοντα μέχρι τῶν ἐσχάτων τῆς γῆς

### τ 37

Τάριχος οὔτως ἡ χρῆσις. Ἀλεξίων δὲ φησὶν, ὅτι ἀπὸ τοῦ ἐν τῇ ταριχεσίᾳ ἰχνεύεσθαι· γελοίως· ἡ γὰρ ταρίχεια ἀπὸ τοῦ τάριχος γέγονε· ἥσθω οὖν ὥς τινες παρὰ τὸ σηρεῖσθαι καὶ ἴσχνεσθαι· καὶ γὰρ ἰσχὰς λέγεται τὸ ἐπεσχισμένον σύκον· καὶ ἰσχαθὲν ἡ τάριχος

### τ 38

Ταρπὴ καὶ αὐτὸ βέλος ἓν εἰς τὰς τάρπας λέγειν ῥίπτειν· κοφίνους μεγάλους, ἢ νεκροφορικὰ ἀγγεῖα, παρὰ τὸ αἴρειν τι· αἴρω οὖν ὁ μέλλων ἀρῶ, ἐξ αὐτοῦ ἄρη, καὶ πλεονασμῷ τοῦ π, ἄρπη καὶ τάρπη

### τ 39

Ταρσὸς πόλις Κιλικίας, ἣν φασὶν, ὁ Περσεὺς ἐκ τοῦ ἵππου καθελθὼν, καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ ὠκοδόμησε, καὶ ἐκάλεσεν αὐτὴν, ἐκ τοῦ ἰδίου ποδός

### τ 40

Ταρσὸς καλαθίσκος, ὁ ἐν τοῖς τυροκομοῦσιν ἐκτυπούμενος τυρὸς, καὶ τάλαρος, καὶ ψυγὸς, καὶ ψυκτὴρ, διότι ἐν αὐτῷ τὸ γάλα ψύγεται· ταρσὸς δὲ παρὰ τὸ τέρσαι, τουτ’ἔστι ξηράναι

### τ 41

Ταῦ ὅτι τεταμένους ἔχει τοῦ στοιχείου τοὺς χαρακτῆρας καὶ τὰς ἐκτυπώσεις, ἀπὸ γὰρ τῆς ἄνω μακρᾶς, καὶ τοῦ ἰῶτα τὸ γράμμα ἐστί· ἔνθεν καὶ ταὼς, ὁ τεταμένα ἔχων τὰ πτέρα· τὸν δὲ τοῦ ἁλιροθίου πέλεκυν, φησὶ, μιμησάμενος, ἐνετυπώσατο τὸ γράμμα

### τ 42

Τεθηπότα ἐκ τοῦ θήπω ὁ μέσος παρακείμενος τέθηπα, καὶ ἡ μετοχὴ τεθηπὼς, καὶ Αἰολικῶς τεθηπότα

### τ 43

Τάφος μνημεῖον, ὅπου ἀποτίθενται τὰ λείψανα, παρὰ τὸ θῶ τιθῶ, παράγωγον θάπτω, ῥηματικὸν ὄνομα θάπτος, τροπῇ τοῦ θ εἰς τ, καὶ τοῦ π εἰς φ, καὶ ἀποβολῇ τοῦ τ· περιττὸν γάρ ἐστι τὸ τ, ἐν τῷ ῥήματι· οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων

### τ 44

Ταυτότητα ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας

### τ 45

Ταῦρος παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, καὶ τροπῇ τοῦ γ εἰς τ, ταῦρος· ἢ παρὰ τὸ τανύω καὶ τὸ οὐρὰ, τανύουρός τίς ἐστι, καὶ κατὰ συγκοπὴν ταῦρος. σημαίνει δὲ τρία· τὸ ζῶον, καὶ τὸν ὑπὸ τῶν ὀρχέων τόπον, καὶ τὸ ἄστρον

### τ 46

Τάφος πόθεν παρήχθη; ἀπὸ τοῦ θάπτω, καὶ κατὰ Ἰωνικὴν σύνταξιν, καὶ μεταθέσει τοῦ θ τοῦ δασέος εἰς ψιλὸν τ, καὶ τοῦ π τοῦ ψιλοῦ εἰς δασὺ φ, τάφος, τόπος ἀφώτιστος

### τ 47

Τάφρος ὄρυγμα, ὁ τράφος, παρὰ τὸ αἴρω τὸ κουφίζω, καὶ μετὰ τῆς ἀπὸ προθέσεως ἀφαιρῶ, ἐξ αὐτοῦ ἄφαιρος, καὶ συγκοπῇ ἄφρος, καὶ κατὰ προσθήκην τοῦ τ, τάφρος· παρὰ τὸ ἀφαιρεῖσθαι ἐξ αὐτῆς τὸ χῶμα

### τ 48

Τάχα ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ ταχέως, καὶ τάχιστα, ὁμοίως· βαρύνεται διὰ τὸν κανόνα τὸν λεχθέντα εἰς τὸ μῆρα· οὕτω καὶ τὸ τάχιστα· τὸ χις ἰῶτα, τὰ εἰς ων συγκριτικὰ, μεταβάντα εἰς ὑπερθετικὰ· καὶ τὰ ἑξῆς

### τ 49

Τετναίη ἀντὶ τοῦ ἀποθάνοι, εὐκτικόν· ἔστι τὸ ῥῆμα τέθνημι, δευτέρας συζυγίας τῶν εἰς μι, ἐξ οὗ καὶ τὸ προστακτικὸν τοῦ ἐνεστῶτος, τέθναθι· ὅτι δέ ἐστιν ἐνε στὼς τὸ τέθναθι, δείκνυται ἐκ τοῦ βραχὺ εἶναι τὸ α· εἰ γὰρ ἦν δεύτερος ἀόριστος, ὤφειλεν εἶναι μακρόν· ἀεὶ γὰρ ὁ εἰς θι προστακτικὸς ἀόριστος, μακρᾷ παραλήγεται· λοιπὸν τέθνημι, ἡ μετοχὴ τεθνὰς τεθνάντος, καὶ τὸ εὐκτικὸν τεθναίην, τὸ δεύτερον τεθναίης, καὶ τὸ τρίτον τεθναίη· ὦ προῖτ’ ἐκ τεθνῶ, τοῦτο ἐκ τοῦ θνῶ, καὶ κατ’ ἀναδιπλασιασμὸν τεθνῶ

### τ 50

Τέθριπποι τετράιπποι, καὶ κατὰ συγκοπὴν τέθριπποι

### τ 51

Τεθρυμμένον σημαίνει τὸ κατακεκομμένον, ἐκ τοῦ θρύπτω, θρύψω

### τ 52

Τάφος σημαίνει τὸ γινόμενον, πῶς δεῖ πένειν ἐπὶ τῇ τῶν ἀρχόμενον τιμῇ· σὺ δέ κεν τάφου ἀντιβολήσαις, καὶ ὁ ἐπ’ αὐτοῖς ἀγὼν Πατρόκλης τάφου μνημήϊον αὐτοῦ ταφιά· οὐδέποτε αὐτῶν τοῦ καθ’ ἡμᾶς σήματος ἐκτίθησιν, ἀλλὰ τύμβον αὐτοῦ καὶ σῆμα τίθησι· καὶ ἐκπλήξεως τὴν λέξιν· τάφος δ’ ἕλε πάντας Ἀχαιούς· καὶ πόλιν ἢ νῆσον· ξεῖνος δ’ οὗτος ἐμὸς πατρώϊος ἐκ τάφου ἐστί· καὶ σημεῖον τι ἐν θυτικῷ

### τ 53

Τίσις ἡ ποινὴ ἀπὸ τοῦ τίω· τίσις δὲ ἡ τιμὴ, ἀπὸ τοῦ τίω

### τ 54

Τειχεσίπλητα ὁ πάντοτε τοῖς τείχεσιν προσπελάζων, πορθητά· ἐὰν δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τείχη καταβάλλων

### τ 55

Τεῖχος παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, γίνεται τεῦχος, καὶ τεῖχος, κατὰ τροπὴν τοῦ υ εἰς ι· ἄλλως τε διὰ τῆς οι διφθόγγου γράφεται, ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ τεῖχος· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον, οἷον, λείβω λοιβὴ, πείθω πέποιθα, λείπω λέλοιπα, σπείρω σπορὰ, φθείρω φθορά· οὕτως οὖν καὶ τεῖχος τοῖχος

### τ 56

Τέκνον ὅτι ὑπὸ τῶν γονέων ἐτέχθη, τέκον, τέκανον, καὶ ἀποβολῇ τοῦ α τέκνον· τέκνον, παρὰ τὸ τέκω τέκος ὡς νέμω νόμος. οὕτω καὶ τέκνον

### τ 57

Τεκμηριοῦσθαι σκέπτεσθαι, φράζεσθαι, ἀπὸ τοῦ τεκμηριῶ, τοῦτο παρὰ τὸ τέκμωρ τέκμωρος, τεκμωριῶ, καὶ τροπῇ τοῦ ω εἰς η τεκμηριῶ· τὸ δὲ τέκμωρ παρὰ τὸ τέκω, τέκωρ καὶ τέκμωρ· σημαίνει δὲ δύο, τὸ τέκνον, καὶ τὸ τέλος· συντάσσεται μετὰ αἰτιατικῆς· καὶ εἰς τὸ σημεῖον

### τ 58

Τείρω σημαίνει δύο· τείρω τὸ καταπονῶ, καὶ τείρω τὸ κόπτω. ἐξ οὗ καὶ ἀτειρὴς, καὶ ἀτέραμνος καὶ ἔτειρεν

### τ 59

Τείρεα ἄστρα, παρὰ τὸ τείρειν τὸ καταπονεῖν

### τ 60

Τέλος σημαίνει ἕξ· τὸ πέρας καὶ τὸ τέλος τὸ διδόμενον τῷ βασιλεῖ, καὶ τὸ δαπάνημα, ὅθεν καὶ πολυτελὲς, τὸ πολὺ ἀνάλωτον, καὶ τὴν ἀρχὴν ἤγουν τὸ ἄρχειν, οἱ ἐν τέλει ἥγουν ἐν ἀρχαῖς, καὶ οἱ ἐν ἀξιώματι· καὶ τὸ τάγμα, καὶ τὴν ἑορτήν

### τ 61

Τελαμὼν ὁ ἀναφορεὺς τοῦ ξίφους, παρὰ τὸ ταλάσσω ταλαμὼν, καὶ τροπῇ τοῦ α εἰς ε τελαμών· καὶ ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμᾶς, ἀφ’ οὗ ἤρτηται ἡ ἀσπὶς, ἀπὸ τοῦ τείνεσθαι τὸν ἱμάντα

### τ 62

Τελεῖ καθ’ ἡμᾶς ῥῆμα, ἐκ τοῦ τέλος τελῶ· τὸ τέλος παρὰ τὸ ἔω τὸ πληρῶ, ἔλος καὶ τέλος· ἢ παρὰ τὸ τίω τὸ ἀνταποδίδωμι, καὶ τὸ ἕλω τὸ λαμβάνω τίελος καὶ τέλος· τὸ τέλος σημαίνει τρία· τὸ τάγμα· αἶψα δ’ ἐπὶ Θρῃκῶν τέλος ἴξον ἰόντες· σημαίνει καὶ τὸ πλήρωμα, οὐδ’ οὗτοι ὅσον ἔχον τέλος· σημαίνει δὲ καὶ τὸ πρᾶγμα, οὐ γὰρ ἐγὼ φημὶ χαριέστερον τέλος

### τ 63

Τελετὴ ἡ θυσία, παρὰ τὸ τέλειν καὶ μυεῖν, ἤγουν τελεῖσθαι καὶ μυεῖσθαι

### τ 64

Τειρεσίας ὄνομα κύριον μάντεως· γράφεται διὰ διφθόγγου· ἢ γὰρ παρὰ τὸ εἴρω γέγονεν εἰρεσίας καὶ πλεονασμῷ τοῦ τ, Τειρεσίας· ἢ παρὰ τὸ τείρεα ὃ σημαίνει τὰ ἄστρα, πολλάκις γὰρ οἱ μάντεις ἐκ τῶν ἄστρων τὶ λέγουσιν· ἢ παρὰ τὸ τείρεσθαι, τὸ καταπονεῖσθαι, οἱονεὶ, ὁ καταπονούμενος, ἐκ τῆς στερήσεως τῶν ὀφθαλμῶν· τυφλὸς γὰρ ἦν

### τ 65

Τελείω βαρύνεται, ἐξ οὗ καὶ ἐτελείετο βουλή· τὰ γὰρ τοιαῦτα παράγωγα, ἄχρι τοῦ παρατατικοῦ κλίνονται, κατὰ πᾶσαν ἔγκλισιν, καὶ διὰ τῆς ει διφθόγγου γράφονται, οἷον, κιχῶ κιχείω, θῶ θείω, σῶ σείω, τελῶ τελείω· ἰστέον δὲ ὅτι ἀπὸ τοῦ ἐνεστῶτος γίνεται, καὶ ἀπὸ τοῦ μέλλοντος· καὶ τὰ ἀπὸ ἐνεστῶτος ἔχουσι καὶ παρατατικοὺς, τὰ δὲ ἀπὸ μελλόντων ἐνεστῶτας μόνους· ἔνθεν σεσημείωται τὸ ὄψεον ἀπὸ τοῦ ὀψείω· τὰ εἰς ω λήγοντα καθαρὰ παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο παρ’ ὀνόματος γέγονε, σείω, βρωσείω, τελείω· τὸ μέντοι μειῶ παρὰ τὸ μεῖος, καὶ τελειῶ, παρὰ τὸ τέλειος· καὶ τὸ ἀρείω, σημαίνει δύω, τὸ ἀπειλῶ παρὰ τὸ Ἄρης, καὶ τὸ ἀχρειῶ, παρὰ τὸ ἀχρεῖος

### τ 66

Τέλματα τὰ πηλώδη τελευταῖα τοῦ ὕδατος

### τ 67

Τελεσιουργεῖ τελειοῖ τὸ ἔργον, εἰς πέρας ἄγει

### τ 68

Τελχὶν καὶ τρηχὶν, ἀμφότερα διὰ τοῦ ι, τῷ λόγῳ τοῦ ἀκτίς

### τ 69

Τελχῖνος οὐ μόνον ὁ ἰσχὺν ὑπὲρ ἄνθρωπον ἔχων, μιαρὸς καὶ κακοῦργος, ἀλλὰ καὶ τοὺς νῦν Κρῆτας καὶ τὴν Κρήτην Τελχινίαν φασί· λέγονται δὲ τελχῖνες καὶ οἱ πονηροὶ καὶ βάσκανοι δαίμονες· λέγεται δὲ τελχὶν καὶ ἡ εἰς θάνατον μεταφορὰ, καὶ τελχὶν δὲ λέγεται ὁ τραχηλιώδης· γέγονε δὲ παρὰ τὸ θέλγω τὸ ἐνεργῶ, ἤγουν τὸ ἀμαυρῶ καὶ σκοτίζω, οἱονεὶ θελγίνες τινὲς ὄντες

### τ 70

Τελήεις τὰ εἰς εις ὀνόματα, ἃ πλεονάζει τῆς πρωτοτύπου συλλαβῆς βαρύνεται, καὶ ἢ τῷ η παραλήγεται ἢ τῷ ο· σπανίως δὲ τῷ ω. ὅτι ἐν ἐκτάσει, οἷον, κητώεις, ἐρώεις, κιώεις, τῷ δὲ ο, οἷον αἱματόεις, τερμιόεις, σκιόεις· καὶ Ὅμηρος οὔρεά τε σκιόεντα· τῷ ἦτα δὲ, οἷον φθογγήεις, τιμήεις, ἀμφιγυήεις, θυήεις· θῦον γὰρ σημαίνει τὸ μυρεψικὸν ἄνθος

### τ 71

Τελώνης παρὰ τὸ τέλος, ὃ σημαίνει τὸ διδόμενον τῷ βασιλεῖ, καὶ τοῦ ὠνῶ τὸ ἀγοράζω, ὁ τὰ δημόσια ὠνούμενος· ἢ παρὰ τὸ τέλος, ὃ σημαίνει τὴν ἀρχὴν, ἤτοι τὸ ἄρχειν καὶ τὸ ὠνὴ ὃ σημαίνει τὴν ἀγοράν· ὁ τὴν ἀρχὴν τοῦ δημοσίου ὠνούμενος

### τ 72

Τελώνης ὁ φορολόγος· τὸ λω μέγα διάτι; τὰ μέσον δύο ἀμεταβόλων, ἢ δύο συμφώνων τῶν αὐτῶν, ἢ μέσον ψιλοῦ καὶ ἀμεταβόλου, διὰ τοῦ ω γράφεται

### τ 73

Τελεσφόρος τέλειος, ἢ μάντις, ἢ γαστρίμυθος

### τ 74

Τέμενος ἐκ τοῦ τέμνω, τέμνος, καὶ ἐπενθέσει τοῦ ε τέμενος, ὁ ἀποτετμημένος καὶ ἀποκεχωρισμένος τόπος τῶν θεῶν

### τ 75

Τέμπη τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον· καὶ τὰ στέρνα· καθ’ ὅλου δὲ αἱ ἐν πᾶσι τοῖς ὄρεσι στενόταται διεκβολαὶ, καὶ τὰ στέρνα τῶν ὀρέων· λέγεται δὲ καὶ τύμβη, καὶ τὰ σύνδενδρα πάντα, καὶ τὰ μεταξὺ τῶν ὀρέων στενώματα ῥύτα, οἱονεὶ τέμπη τινὰ, τὰ μετὰ τὰς τροπὰς, καὶ κάμψεις ἔχοντα

### τ 76

Τένθης ὁ ὀξυπείνης καὶ γαστρίμαργος· οἱ γὰρ Ἀττικοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον· κατὰ ἐναλλαγὴν οὖν εἴρηται τοῦ θ εἰς δ

### τ 77

Τερπικέραυνον ἐκ τοῦ τέρπω καὶ τοῦ κεραυνός· τὸ πι ἰῶτα διάτι; τὰ ἀπὸ βαρυτόνων μελλόντων ἢ ἐνεστώτων σύνθετα, σύμφωνα ἐπιφερομένου, εἴτε ἔχουσιν ἐν συνηθ. ἢ τὸ ε, ἢ τὸ ο, οἷον τέρπω τερπικέραυνος, φέρω φερέοικος, μένω Μενέλαος

### τ 78

Τεναγοὶ οἱ ὑποκάθυγροι βροχοὶ τόποι, παρὰ τὸ τέγγω, τὸ βρέχω, γίνεται τέγγος, καὶ πλεονασμῷ τοῦ α τέναγος, τροπῇ τοῦ ἑνὸς γ εἰς ν

### τ 79

Τέο τίνος χάριν; ἔστι τὶς τινὸς, καὶ Αἰολικῶς ἐκβολῇ τοῦ ν τίος, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι αἱ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους, καὶ γίνεται τίος, καὶ ἡ γενικὴ τίου, καὶ κράσει τοῦ, καὶ διαλύσει Ἰωνικῇ τέο, καὶ Δωρικῶς τεῦο· ἡ δοτικὴ τίῳ καὶ κράσει τῷ, ἀντὶ τοῦ τινί· οὔτε σοὶ οὔτε τῷ ἄλλο λοιπόν ἐστι τῷ, καὶ ἐν τοῖς πύσμασι τοῖς κατὰ ἀναφορὰν γενομένοις πέφυκε προσέρχεσθαι κατ’ ἀρχὴν, μήριον, ὁποῖος, ὁπόσος, πόσος, ὁπόσος γίνεται ὅτῳ ἐφότῳ

### τ 80

Τεὸν τὴν σὴν, ἀντωνυμία, δευτέρου προσώπου, ἐμὸν, σὸν, πλεονασμῷ τοῦ ε, σεὸν καὶ τροπῇ τοῦ ς εἰς τ, τεόν

### τ 81

Τένοντα παρὰ τὴν τῶν νεύρων τάσιν· τένοντα δὲ, πάντα τὰ διατεταμένα νεῦρα καλεῖ Ὅμηρος

### τ 82

Τέρας θαῦμα παρὰ φύσιν, παρὰ τὸ εἴρω τὸ λέγω, ὁ μέλλων ἐρῶ, ἔρας καὶ τέρας· λέγεται δὲ τὸ σημεῖον· οἱ γὰρ μάντεις διὰ σημείων καὶ τεράτων τὰ μέλλοντα ἔλεγον· διαφέρει τέρας σημείου· τέρας λέγεται τὸ παρὰ φύσιν γινόμενον πρᾶγμα· σημεῖον τὸ κατὰ τὴν κοινὴν συνήθειαν γινόμενον τέρας

### τ 83

Τέρενα τὰ ἁπαλὰ, κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ θ, θέρενα, τὰ γὰρ ἁπαλὰ εὐθέρμαντα· τὰ δὲ σκληρὰ ἀτέραμνα

### τ 84

Τερθρεία γοητεία, περιπάθεια, παρὰ τὸ τέρας τέρατος τερατεία, καὶ κατὰ συγκοπὴν τοῦ α, καὶ πλεονασμῷ τοῦ ρ, τερτρεία, καὶ τροπῇ τοῦ τ εἰς θ, τερθρεία

### τ 85

Τερπικέραυνος ὁ τοῖς κεραυνοῖς τερπόμενος

### τ 86

Τερπνὸς παρὰ τὸ τέρπω τερπὸς, καὶ πλεονασμῷ τοῦ ν, τερπνός· ἐτυμολογεῖται δὲ, παρὰ τὸ τέρπειν τὸν νοῦν

### τ 87

Τερπικέραυνος ἐκ τοῦ τέρπω τερπικέραυνος· τὸ πι ἰῶτα διάτι; τὰ ἀπὸ βαρυτόνων μελλόντων, ἢ ἐνεστώτων συντιθέμενα, συμφώνου ἐπιφερομένου, ἢ τὸ ἰῶτα ἔχουσιν ἐν τῇ συνθέσει, ἢ τὸ ε, ἢ τὸ ο, οἷον τέρπω τερπικέραυνος, φέρω φερέοικος, μένω μενέλαος, ἄρχω ἀρχέλαος καὶ ἀρχέκακος, κτήσω κτήσιππος, στήσω στησίχορος, τέρψω τερψίμβροτος, δείσω δεισιδαίμων, φύσω φυσίζωος

### τ 88

Τέτηκα ἐκ τοῦ τέτηγμαι, παρακείμενος μέσος, καὶ διαθέσεως μέσης· καὶ τί ἐστι μέση διάθεσις; ἡ ποτὲ ἐνέργειαν πότε δὲ πάθος παριστῶσα· καὶ τὶ παριστᾷ; ἐπειδὴ ὁ τῶν μέσων τύπος ἐπ’ ἀμφοτέρας φθάνει τὰς διαθέσεις, εἰς οὓς ἡ ἑρμηνεία, ὁ τῶν μέσων τύπος φθάνει καὶ ἐπὶ τῶν ἐνεργητικῶν χαρακτήρων, καὶ ἐπὶ τῶν παθητικῶν· καὶ ἐπὶ τῶν παθητικῶν μὲν διὰ τὸ ἠκροασάμην καὶ κατηρξάμην, παθητικοῦ γὰρ τύπου ταῦτα· ἐπὶ τῶν ἐνεργητικῶν ὡς πέπνιγα καὶ κέκοπα· καὶ ἄλλως, λέλογα καὶ πέφραδα, ἐνεργητικὴν ἔχει σημασίαν· τὸ δὲ τέθεικα καὶ διέφθειρα παθητικήν· οἱ γὰρ αὐτοὶ σχηματισμοὶ καὶ ἐπὶ ἐνεργητικῶν λαμβάνονται, καὶ ἐπὶ παθητικῶν

### τ 89

Τετρὰς παρὰ τὸ ἑδρὰς, διότι παρέχει ἐν ἑαυτῷ τὰ τρία

### τ 90

Τέττιξ παρὰ τὸ τερετίζω, τὸ μουσικῶς φονῶ, τέττιξ γὰρ τὸ μουσικώτατον ζῶον, ὅτι οἱ ἄρσενες τῶν τεττίγων ᾄδουσι

### τ 91

Τετραπλὴ ἀριθμοῦ δηλοτέρω ἕπεται

### τ 92

Τετρὰς οἱονεὶ ἕδράς τις οὖσα, τὰ γὰρ τετράγωνα σχήματα ἑδραῖα εἰσὶν, ἀλλὰ καὶ πάντα τὰ σώματα ἐκ τετρακτυὸς τῶν στοιχείων συνίστανται καὶ ἵδρυνται· ἰστέον δὲ ὅτι τὸ τετράγωνον σχῆμα ἀποτελεῖ ἡ τετράς· τὸ δὲ τετράγωνον σχῆμα καὶ τὰ ἀπ’ αὐτοῦ, οἷον ὁ κύβος, διὰ τὸ κατὰ πολλὰ μέρη τῆς γῆς ἅπτεσθαι, δυσμόχλευτά εἰσι, καὶ δυσμετακίνητα· ὁ γὰρ τετράγωνος λίθος, ὡς κατὰ πολλὰ μέρη τῆς γῆς ἁπτόμενος, δυσχερῶς κινεῖται· ὁ δὲ κύλινδρος, ἢ ὁ κίων ἐὰν κληθῇ εἰς πλευρὰν, καὶ ἡ σφαῖρα, ἐπειδὴ οὐκ ἐφάπτονται τῆς γῆς, κατὰ πολλὰ μέρῃ εὐσεβῶς κινοῦνται. ὁ μὲν γὰρ κύλινδρος, τοῦ ἐπὶ πέδου ἐφάπτεται κατὰ γραμμήν· ἡ δὲ σφαῖρα καθ’ ἓν σημεῖον· διὰ τὸ ἑδραῖον οὖν καὶ μόνιμον, ἐκλήθη τετρὰς, οἱονεὶ ἑδράς τις ὤν

### τ 93

Τέτλαθι ἔστι προστακτικὸν τῶν εἰς μι, ἐνεστὼς καὶ παρατατικὸς, ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων· τὸ θέμα τλῆμι, τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τλάμεν, καὶ τὸ προστακτικὸν τλάθι καὶ κατ’ ἀναδιπλασιασμὸν τέθλαθι· ἔστι δὲ καὶ ἀόριστος μετοχικὸς τλὰς τλάντος· τλάθι, καὶ κατ’ ἀναδιπλασιασμὸν τέτλαθι

### τ 94

Τετράφαται τετραμμένοι ἦσαν, καὶ ἀντέβλεπον εἰς τὸ πεδίον· τρέφω, τέτραφα, τέτραμμαι, τροπῇ τοῦ μ εἰς τ τέτραπται, τὸ δεύτερον τῶν πληθυντικῶν τέτραφθε, καὶ τὸ Ἰωνικὸν τετράφαται

### τ 95

Τετρήχει ἐτραχύνετο, παρὰ τὸ ταράσσω, ταράξω, τετάραχα, ὁ ὑπερσυντελικὸς ἐτεταράχειν· καὶ τροπῇ τοῦ α εἰς η ἐτετρήχειν, ἐτετρήχεις ἐτετρήχει· καὶ ἐκ βολῇ τοῦ ε τετρήχει

### τ 96

Τετρυχωμένος δεδαπανημένος ἐν κακοῖς· μετοχὴ ἐκ τοῦ τρύχω, τρυχῶ περισπωμένως, συζυγίας τρίτης τῶν περισπωμένων· τὸ τρύχω, ἐκ τοῦ τρῶ, τὸ καταπονῶ, τρύω, καὶ κατὰ παραγωγὴν, καὶ πλεονασμῷ τοῦ χ τρύχω

### τ 97

Τετύκοντο παρὰ τὸ τεύχω τὸ κατασκευάζω, ὁ β ἀόριστος ἔτυχον, ἐτυχόμην καὶ τὸ τρίτον ἐτύχοντο καὶ κατ’ ἀναδιπλασιασμὸν τετύχοντο, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν τετύκοντο, Ἰωνικῶς

### τ 98

Τετυρωμένον παρὰ τὸ τυρῶ τυρώσω, τετύρωκα, τετύρωμαι, τετυρωμένον· τοῦτο παρὰ τὸ τυρός

### τ 99

Τεύχεα ὅπλα, παρὰ τὸ τεύχεσθαι, ὅ ἐστι κατασκευάζεσθαι

### τ 100

Τεῦτλον λάχανον, παρὰ τὸ σεύω τὸ ὁρμῶ, ὁρμητικὸν γὰρ ἐπὶ τὰ ἄνω

### τ 101

Τέχνη ἐπιτηδεύματος διαφέρει· τέχνη ἔστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι. οἷον γραμματικὴ, ῥητορική· ἐπιτήδευμα δὲ τὸ τοῦ λόγου χηρεῦον, οἷον, τεκτονικὴ, χαλκευτική· τεχνιτεύω, τεχνίτης, τέχνισσα, ἐπεὶ καὶ τεχνικὸν ἔργον ἐν τῇ τέχνῃ

### τ 102

Τεχθησόμενος ἐκ τοῦ τέκω, τέξω, τέταχα

### τ 103

Τεχνίτης βαναυσοῦ διαφέρει· τεχνίτης ἔστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς· βάναυσος δὲ ὁ χωρὶς τινὸς λόγου τὶ ἐπιτηδεύων· καὶ εἰς τὸ ἀτεχνῶς καὶ ἐπιστήμης

### τ 104

Τῇ κατ’ ἐκεῖνο μέρος

### τ 105

Τῇ λάβε, Δωρικῶς, νῦν τοῦτον τὸν ἵμαντα· πόθεν γίνεται τὸ τῇ; παρὰ τὸ τάω, τὸ δεύτερον τᾶς, ὥσπερ ζῶ ζᾶς, καὶ βοῶ βοᾶς, καὶ ὁ παρατατικὸς ἔταον ἔτων, τὸ δεύτερον ἔταες ἔτας, καὶ Δωρικῶς ἔτας, τὸ τρίτον ἔταε ἔτα, καὶ τὸ προστακτικὸν τάε τᾶ, καὶ Δωρικῶς τῇ

### τ 106

Τήγανον τάκηνον καὶ τηγάνιον, παρὰ τὸ τήκω τήκανον καὶ τήγανον, κατὰ μετάθεσιν τοῦ κ εἰς γ

### τ 107

Τῇ ὃ σημαίνει τὸ λάβε, πόθεν γίνεται; ἔστι ῥῆμα τῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ἐκ τούτου παράγωγον τῆμι, ὁ παρατατικὸς ἔτην, ἔτης, ἔτη, καὶ τὸ προστακτικὸν τῇ

### τ 108

Τῇ δὲ ἀντὶ τοῦ ἐκεῖσε, καὶ ἐνταῦθα, καὶ ἔστιν ἐπίῤῥημα τοπικὸν, ἀπὸ τοῦ τῇ ἄρθρου τῆς δοτικῆς

### τ 109

Τηλεδαπῶν τῶν πόῤῥωθεν τῆς ἠπείρου, ἢ ξένων

### τ 110

Τηλαυγὴ παρὰ τὸ τῆλε, ὃ σημαίνει τὸ πόῤῥω, καὶ τὸ αὐγή· τοῦτο παρὰ τὸ αὔω τὸ λάμπω

### τ 111

Τηλικοῦτος καὶ τοσοῦτος διαφέρει· ὅτι ὁ τηλικοῦτος ἐπὶ πηλικότητος τάσσεται, τὸ δὲ τοσοῦτος, ἐπὶ ποσότητος

### τ 112

Τηλάγημα ἀρχὴ λέπρας, ἐν τῇ τοῦ σώματος ἐπιφανείᾳ

### τ 113

Τηθὺς τὸ ὕδωρ, παρὰ τὸ τιθή· τὸ γὰρ ὕδωρ πάντα τρέφει· ἢ ὅτι κύριόν ἐστι τῆς ὑγρᾶς οὐσίας, ἀφ’ ἧς πάντα τρέφεται

### τ 114

Τηλόθι παρὰ τὸ τέλος τελοῦ, καὶ ἐκτάσει τοῦ ε εἰς ἦτα, τηλοῦ· καὶ τηλόθι τὸ μακρὰν, καὶ τηλός

### τ 115

Τηλόθι ἐπίῤῥημα τοπικὸν ἀπὸ τοῦ τηλοῦ, τοῦτο παρὰ τὸ τέλος, ὡς ὑψοῦ ὑψόθι, ἀγχοῦ ἀγχόθι

### τ 116

Τηλυγέτιν ἐκ τοῦ τηλοῦ, ὃ σημαίνει τὸ πόῤῥω, καὶ τοῦ γεννῶ γεννήσω, τηλυγεννητὸς καὶ συγκοπῇ τηλυγέτιν, νεὰν, μονογενῆ

### τ 117

Τηρῶ παρὰ τὸ ὠρῶ τὸ φυλάσσω· καὶ γράφεται διὰ τοῦ ω, ὡς τὸ πυλωρὸς, θυρωρὸς, κατὰ πλεονασμὸν τοῦ τ, τωρῶ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν τηρῶ· καὶ εἰς τὸ λατήρ

### τ 118

Τηλυγέτιν ἀγαπητὴν, μονογενῆ, καταχρηστικῶς δὲ εἶπεν ὁ ποιητής· κυρίως γὰρ τηλυγέται καλοῦνται, οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας ἐπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποΐας γενόμενα, μᾶλλον ἀγαπᾶσθαι

### τ 119

Τημελῶ τὸ ἐπιμελοῦμαι, παρὰ τὸ τῇ, ὃ σημαίνει τὸ λαμβάνε καὶ τὸ μέλω τὸ φροντίζω καὶ τὸ προνοοῦμαι· ἐξ οὗ καὶ τημελοῦχος

### τ 120

Τιβὴν ὁ τρίπους, ὁ τρεῖς βάσεις ἔχων

### τ 121

Τιθηνὸς καὶ τιθήνη, παρὰ τὸ τιθῶ τίθημι, ὄνομα ῥηματικὸν θήνη, καὶ ἐν πλεονασμῷ τοῦ τι, τιθήνη, τὸ ὕδωρ, παρὰ τὴν τιθήν· τὸ γᾶρ ὕδωρ πάντα τρέφει

### τ 122

Τήθη καὶ τιτθὶς διαφέρει· τήθη μὲν ἡ τοῦ παιδὸς τροφὸς, ἔνιοι δὲ μαίας καὶ μάμμας καλοῦσι· τιτθὶς δὲ ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφὴ, ἣν ἔνιοι θείαν καλοῦσι

### τ 123

Τλήμων ὁ κακοπαθὴς ὢν, παρὰ τὸ τλῶ, τὸ κακοπαθῶ

### τ 124

Τιάφιον ὅτι ἐξάπτει τὸ πῦρ

### τ 125

Τίγρης τίγρητος, διὰ τοῦ ἦτα λέγεται καὶ κλίνεται· καὶ σημαίνει τὸν ποταμόν· τίγρις διὰ τοῦ ι, τὸ ζῶον· καὶ ὅτε μὲν διὰ τοῦ δ κλίνεται διὰ τοῦ ἰῶτα γράφεται· ὅτε δὲ διὰ τοῦ τ κλίνεται, διὰ τοῦ ἦτα γράφεται

### τ 126

Τιθασσεύω ἡμερῶ, ἐκ τοῦ τιθῶ, τιθάσω, σημαίνει δὲ τὸ χειροηθ. ποιῶ καὶ κατὰ παραγωγὴν τιθασσεύω τὸ καταπραΰνω, καὶ τῆ χειρὶ ἐπιψῶ

### τ 127

τιθηνὸς διαφέρει· τιτθὴ μὲν ἀπὸ τοῦ τισθὴ ἡ τροφὸς, ἢ μαία, ἐτυμολογεῖται δὲ ἀναβιβάζουσα, ἡ εἰς βάσιν ἡλικίας τὸ τρεφόμενον ἄγουσα· τροφοὶ δὲ καὶ τιθηνοὶ, αἱ τοὺς ἄλλους πόνους ἀναδεχόμεναι, λέγω δὲ περιφέρειν, προπέζειν, ἀποπλύνειν καὶ λούειν

### τ 128

Τικτώμενον τέκω, καὶ τὸ ε, ἡνίκα πλεονάζει σύμφωνον τρέπεται εἰς ἰῶτα, μένω μίμνω, τέκω τίκτω

### τ 129

Τὶ ὄνομα οὐδέτερον ἐρωτηματικὸν, καὶ ἐπίῤῥημα ἐπιτάσεως ἀντὶ τοῦ λίαν· σημαίνει καὶ αἰτίαν

### τ 130

Τιμαλφὲς ὄνομα σύνθετον, ἐκ τοῦ τιμὴ καὶ τὸ ἀλφὸν ὃ σημαίνει τὸ λευκόν

### τ 131

Τιμιουλκῶ τὴν τιμὴν ἕλκω, τουτ’ἔστι βαρυτιμῶ

### τ 132

Τιμὴ διὰ τοῦ ἰῶτα γράφεται, παρὰ τὸ τίω· ἔστιν ὅτε εὕρηται καὶ ἐν συστολῇ, οἷον περὶ μέν σε τίω Δαναῶν ταχυπώλων· καὶ ἄλλως ἐπειδὴ τὰ εἰς μη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, ἰθίμη, αἰχίμη, σπιθαμή

### τ 133

Τίθησι καὶ τίθενται διαφέρει· τίθησι μὲν γὰρ τὸν νόμον ὁ νομοθέτης· τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ τιμωρούμενοι

### τ 134

Τιμαλφέστατον πράγμα ἄγαν τίμιον, ἢ λαμπρότατον καὶ τιμιώτατον. ἀλφεῖν γὰρ ἐστὶ τὸ εὑρίσκειν, ὥστε γενέσθαι τὸ τιμαλφέστατον, παρὰ τὸ τιμὴν πλείστην εὑρίσκειν, ὃ δὴ συμβέβηκε τῷ χρυσῷ· τιμαλφούμενον τὸ τιμὴν εὑρίσκον

### τ 135

Τιμὴν τὸ τι ἰῶτα διάτι; ἐκ τοῦ τίω. καὶ ἐκεῖνο διάτι; κανών ἐστιν ὁ λέγων, τὰ διὰ τοῦ ιω ῥήματα δισύλλαβα, μὴ παρ’ ἐνεστώτων ἢ μελλόντων γινόμενα, μὴ δὲ ἀπὸ πλεονασμοῦ ἔχοντα, μήδε ἀντιπαρακείμενον ἔχοντα τὸ ο, διὰ τοῦ ι γράφεται, οἷον δίω τὸ σημαῖνον τὸ διώκω, μέγα πεινάοντα δίεσθαι. λίω τὸ σημαῖνον τὸ προθυμοῦμαι, ἐξ οὗ λιαρόν· ἔστι δὲ καὶ περισπώμενον λιῶ, λιήσω, λελίηκα, λελίημαι, λελιημένος· καὶ οὐκ ἔστιν ἀπὸ τοῦ χλιαρὸν κατ’ ἀφαίρεσιν, ὡς λέγουσί τινες· ψίω τὸ λεπτύνω καὶ ψιάω διαφέρει καὶ ψιάς· σημαίνει δὲ τὸ παράγωγον ῥῆμα ἐλάττονά τινα οὐσίαν, οὗ τινος οὖν ὑποκειμένου· τοιοῦτον γάρ ἐστι καὶ τὸ ψαύω καὶ τὸ ψάλλω τὸ ψείω· τὸ γὰρ ψαύειν τὸ ἥττονα τῷ πλήκτρῳ παίειν σημαίνει καὶ τὸ ψαύειν ἧττον τοῦ καθάπτεσθαι· ὁμοίως καὶ τὸ ψίχειν· οὕτως οὖν καὶ τὸ ψίειν, οὗ προκατάρχει τὸ ψῶ, ἀφ’ οὗ ὁ ψωμὸς, τὸ ἔλαττον παρὰ τὸν ἄρτον· καὶ Ὅμηρος δηλοῖ, ψιάδας κατέχευεν ἔραζε· κτίω ἐξ οὗ καὶ ἐϋκτίμενον πτολίεθρον· πίω ἐξ οὗ καὶ πιομένης ἐκ βοτάνης, ὁ μέλλων πίσω, καὶ πίσος καὶ πίσεα ποιήεντα, σημαίνει δὲ τὰ ὕδατα. ψιὰς δὲ λέγουσι τὰς κατ’ ὀλίγον κατερχομένας δρόσους. ἴω μετὰ τοῦ στερητικοῦ α, καὶ πλεονασμῷ τοῦ ν, ἀνίω ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεται, οὔτ’ ἔτι ἔργῳ, ἀλλ’ ἀνίεις· σημαίνει δὲ τὸ ἀναπείθης· τίω βαρύτονον μὲν σημαίνει δύο, τὸ τιμωρῶ καὶ τὸ τιμῶ· περισπωμενῶς δὲ τὸ λυπῶ, οὗ ὁ μέλλων τιήσω, τετίηκα, τετίημαι, τε τιημένος καὶ τετιημένον φίλον ἦτορ· πρόσκειται δισύλλαβα, διὰ τὸ ἀχρειῶ καὶ σημειῶ· τὸ κλείω κατ’ ἄλλον κανόνα γράφεται διὰ τῆς ει διφθόγγου· πρόσκειται, μὴ παρ’ ἐνεστώτων ἢ μελλόντων διὰ τὸ θῶ θείω καὶ βρώσω βρωσείω, ὄψω ὀψείω, ὄφρ’ ἂν ἐγὼ βείω· τὸ δὲ βιῶ εἰ μέν ἐστι περισπώμενον δευτέρας συζυγίας, βιᾶς καὶ γίνεται ἐκ τοῦ βία· καὶ Ὅμηρος ὡσεὶ ἐβίαο τὸ μοῦνον ἐόντα· καὶ ἐβιήσατο παῖδας· τὸ δὲ βιῶ βιοῖς βιοῖ, ἔστι τρίτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων βιώσω. γίνεται ἐκ τοῦ βίος καὶ εἰς μι ῥῆμα βίωμι καὶ ἡ μετοχὴ βιοὺς καὶ τὸ ἀπαρέμφατον βιῶναι· πρόσκειται μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ἰῶτα, διὰ τὸ σείω· τοῦτο γὰρ ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα· ἔστι γὰρ ῥῆμα σέω τὸ σώζω καὶ τροπῇ τοῦ ε εἰς α γίνεται σάω ὁ παθητικὸς σάομαι, ὃ ὑπερσυνθελικὸς παθητικὸς ἐσαόμην, τὸ δεύτερον ἐσάου, καὶ τροπῇ δωρικῇ τῆς ου διφθόγγου εἰς ω· ὡς βοῶ βῶ καὶ συναρχόμενον γίνεται σάω· καὶ ἡ χρῆσις σάω δ’ ἐρίηρας· εἶπε μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο, διὰ τὸ κλείω, τὸ τιμῶ. κλοιός

### τ 136

Τιμωρῆσαι καὶ τιμωρήσασθαι διαφέρει, τιμωρῆσαι μὲν γὰρ ἔστι τὸ ἐκδικῆσαι· τιμωρήσασθαι δὲ τὸ κολάσαι· καὶ εἰς τὸ τίσασθαι

### τ 137

Τινάσσω ἐκ τοῦ τιταίνω, τὸ ἕλκω, τιτανῶ, Αἰολικῶς τιτάνσω, καὶ ἐν ὑπερβιβασμῷ τινάσσω

### τ 138

Τίνω τὸ ἀνταποδίδωμι, ἐκ τοῦ τίω κατὰ πλεονασμὸν τοῦ ν. τὸ τι καὶ μακρύνεται καὶ βραχύνεται, παρὰ τῷ ποιητῇ. τὸ τι ἰῶτα πρὸς ἀντιδιαστολὴν τοῦ τείνω τὸ τανύω καὶ ἐκτείνω

### τ 139

Τιτᾶν διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ τίνω, ὃ σημαίνει τὸ ἀνταποδίδωμι, γέγονε τινὰν καὶ τιτᾶν· καὶ τιτᾶνες οἱ οὕτω διαπραττόμενοι, ὥστε δοῦναι τιμωρίαν· ἢ παρὰ τὸ τιταίνω γίνεται τιτᾶν, οἱονεὶ οἱ τιταίνοντες χεῖρα, καὶ κόπτοντες τὰ αἰδοῖα τοῦ πατρός· καὶ διάτι διὰ τοῦ ἰῶτα γράφεται; ἐπειδὴ τὰ εἰς αν φεύγονται τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον Ἀλκμὰν, Παιὰν, Ἑρμὰν, Ποτιδὰν ὁ Ποσειδῶν· οὕτως οὖν καὶ τιτᾶν· τὸ δὲ Ἀργειὰν διὰ τῆς ει διφθόγγου, ἔστι δὲ ὄρος τῆς Μεσσήνης, ἀπὸ τοῦ ἀργεῖος ἔχει τὴν ει δίφθογγον

### τ 140

Τίμων παρώνυμον τοῦ τιμή

### τ 141

Τίτλος καὶ τιτλάριον, γραφή τις ἤγουν διαστολὴ, ἐκ τοῦ διαστέλλειν καὶ διαχωρίζειν

### τ 142

Τιμωρεῖσθαι καὶ τιμωρεῖν διαφέρει· τιμωρεῖσθαι μὲν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις

### τ 143

Τινάσσω ἐκ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν ἰνάσσω καὶ τινάσσω

### τ 144

Τὶς τὸ τὶς ἰῶτα. ὅτε μέν ἐστιν ἐρωτηματικὸν τὸν οἰκεῖον τόνον φυλάσσει, ὅτε δὲ ἀόριστον ἀναβιβάζει τὸν τόνον, ὡς τὸ ὄφρά τις· καὶ θηλυκὸν ἡ τὶς· τὶς ὄνομα ἐρωτηματικὸν κλίνεται τινός· ὁ κάνων τὰ εἰς ις μονοσύλλαβα, προσθέσει τοῦ ος κλίνονται, οἷον κὶς κιὸς, δηλοῖ δὲ τὸν σκώληκα, λὶς λιὸς, δηλοῖ δὲ τὸν λέοντα· ὤφειλε καὶ τὸ τὶς τιός κλίνεσθαι· ἀλλὰ καὶ τὸ κὶς καὶ τὸ λὶς μακρὸν ἔχουσι τὸ ἰῶτα, τὸ δὲ τὶς βραχὺ, καὶ ὡς ἐνήλλαξε κατὰ τὸν χρόνον, διήλλαξε καὶ κατὰ τὴν κλίσιν

### τ 145

Τὶς τὸ τὶς σημαίνει τρία, τό, τε ὄνομα ἀρσενικὸν καὶ θηλυκὸν καὶ κλίνεται ὁ τὶς τοῦ τινός· τὶς τίνος τὸ ἐρωτηματικὸν καὶ σπάνιον· καὶ τὶς τὸ ἄπειρον ἀντὶ τοῦ οὐδείς

### τ 146

Τίσασθαι σημαίνει τὸ τιμωρήσασθαι· καὶ τὶ διαφέρει; τιμωρεῖν μέν ἐστι τὸ ἐπαμύνειν καὶ βοηθεῖν· τιμωρήσασθαι δὲ τὸν προηδικηκότα κολάζειν· τιμωρεῖ μὲν πάτροκλον Ἀχιλλεῦς, τιμωρεῖται δὲ Ἕκτωρ. ἔστιν οὖν τὸ ῥῆμα τίω, καὶ περισπώμενον τιῶ, καὶ σημαίνει τὸ λυπῶ· τὸ τι, ἰῶτα

### τ 147

Τίσειαν ἀόριστος πρῶτος τῶν εὐκτικῶν, Αἰολικὸν τρίτον πρόσωπον τῶν πληθυντικῶν· ἐκεῖνοι γὰρ τὸ τύψαιμι τύψεια λέγουσι· τὸ δεύτερον τύψειας, καὶ τὸ τρίτον τύψειε· καὶ τῷ μὲν πρώτῳ προσώπῳ χρῶνται οἱ Αἰολεῖς, τοῖς δὲ λοιποῖς ἡ κοινὴ διάλεκτος· ἔστι τὸ θέμα τίω τὸ τιμωρῶ, τίσω, ἔτισα, ὁ ἀόριστος, καὶ τὸ εὐκτικὸν τίσειαν

### τ 148

Τίσανδρος διὰ τοῦ ἰῶτα, παρὰ τὸν τίσω μέλλοντα· ἢ ὅτι παρὰ τὴν τῆς τιμῆς γενικὴν γέγονε τιμήσαντος καὶ κατὰ συγκοπὴν Τίσανδρος

### τ 149

Τιτθοὶ οἱ μαστοὶ, παρὰ τὸ ἐντίθεσθαι τοῖς στόμασι

### τ 150

Τιτῶ σημαίνει τὴν ἡμέραν καὶ γράφεται διὰ τοῦ ἰῶτα, παρὰ γὰρ τὸ Τιτᾶν γίνεται Τιτᾶνος, τιτανίω καὶ Τιτανὶς καὶ ἐκεῖθεν ὑποκοριστικὸν τιτῶ, ὥσπερ ὑψιπύλη ὑψῶ, εἰδοθεὰ, εἰθῶ· τιτάνος ι ἀμφότερον· Ἰταλικώτερον γάρ ἐστιν ἐν οἷς καὶ περὶ τοῦ Αἰλιανὸς διέλαβε

### τ 151

Τλήμων ὁ κακοπαθὴς, παρὰ γὰρ τὸν τλήσω μέλλοντα

### τ 152

Τλήσομαι τὸ ῥῆμα τλῶ, τλᾶς, ὁ μέλλων τλήσω· ἐκ δὲ τοῦ τλῶ τὸ καρτερῶ γίνεται τλᾶς καὶ μετὰ τοῦ στερητικοῦ α ἄτλας, ὁ ἀκάρτερος καὶ ἐν ὑπερβιβασμῷ τάλας, οἱονεὶ ὁ ἀκαρτέρητος καὶ μὴ δυνάμενος ἰσχύσαι

### τ 153

Τμηθεὶς ἐκ τοῦ τμῶ, ὅπερ ἀπὸ τοῦ τέμνω· ὁ β ἀόριστος ἔταμον, ὁ β μέλλων ταμῶ καὶ συγκοπῇ τμῶ

### τ 154

Τλῆτε τλῆμι, καὶ ἡ μετοχὴ τλὰς τλάντος καὶ τὸ προστακτικὸν τλάθι καὶ κατὰ διάλυσιν τλῆθι, τλήτω, τλῆτε τὸ δεύτερον

### τ 155

Τὸ σημαίνει τοπικὴν σχέσιν. Ὅμηρος τὸ δ’ ἱκανῶ, καί ἐστιν αἰτιατικῆς πτώσεως, ὡς καὶ τὸ δὲ ἰσοδυναμεῖ τῇ εἰς προθέσει, οἷον εἰς τοῦτο τὸ χωρίον, ὅ ἐστι τόπον· ὡς Οὔλυμπόνδε ἀντὶ τοῦ εἰς τὸν Ὄλυμπον

### τ 156

Τὸ δέ μοι τοῦτο δέ μοι. Ἀρίσταρχος δύο μέρη λόγου εἰσὶ, φησίν· ὁ δὲ Ἡρωδιανὸς ἕν· ὁ δὲ Ἀρίσταρχος ὀξυτονεῖ τὸ δὲ ὁμοίως, ἵνα ᾖ δύο μέρη λόγου· ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ

### τ 157

Τοῖος ἄρθρον ἐστὶ προστακτικὸν ἀντὶ τοῦ ὑποτακτικοῦ· ἔστιν ἡ εὐθεῖα ὃς καὶ τὸ πληθυντικὸν ὤφειλεν εἶναι οἳ, ἀλλ’ ἐπειδὴ οἱ Δωριεῖς φυλάσσουσι τὴν ἀναλογίαν τῆς εὐθείας τῶν δυϊκῶν, ἀποβάλλουσι τὸ κατ’ ἀρχὴν σύμφωνον καὶ ἀναφορικὸν γίνεται· οἷον ποῖος οἷος, ἅτινα προσλαμβάνοντα τὸ τ κατ’ ἀρχὴν ἀνταποδοτικαὶ γίνονται, οἷον, οἷος τοῖος, ὅσος τόσος, ἅτινα πάλιν ὀξυνόμενα ἀόριστα γίνονται, οἷον πόσος ποσὸς, τόσος τοσὸς, τοσὸν δέ τε λαόν

### τ 158

Ταῖν χεροῖν τῶν χειρῶν, εἰσὶ δὲ ταῖν χεροῖν, ταῖς χερσί

### τ 159

Τοκεὺς ὁ πατὴρ, ὡς παρὰ τὸ ἔχω τὸ συνέχω καὶ σφίγγω γίνεται ὀχεὺς, ὁ συνέχων καὶ σφίγγων τὴν περικεφαλαίαν, οὕτω καὶ παρὰ τὸ τέκω τοκεύς

### τ 160

Τόμοι ἄρθρον ὑποτακτικὸν ἀντὶ τοῦ προτακτικοῦ· οἱ γὰρ Αἰολεῖς τοῖς προτακτικοῖς ἀντὶ ὑποτακτικῶν χρῶνται· τὸ γὰρ οἴμοι τοίμοι, καὶ τὸ ἐμοὶ τόμοι, ἀντὶ τοῦ οὕτινας

### τ 161

Τολύπη ἄμπελος ἀγριά· ἢ ἀγραγγουρέα, βοτάνη ἀναιρετικὴ, ὁ μανδραγοράς

### τ 162

Τοξότης ὁ τὸν τόξον τείνων· καὶ τοξότης τὸ ἄστρον

### τ 163

Τονθορύζω λαλῶ· ὡς δὲ ἡ χρῆσις γυναικῶν τινῶν γραΐδων ὑποκωθωνιζομένων σημαίνει δὲ βοοώντων

### τ 164

Τόμοι ἀντὶ τοῦ οἴμοι, εἰς τὸ τῶμοι

### τ 165

Τόνδε ἓν μέρος λόγου ἐστίν· εἰ γὰρ ἦν δύο, ὤφειλε τον δέ

### τ 166

Τονθορύζω παρὰ τὸ θροὸς, ὃ σημαίνει τὸν ταραχὸν καὶ θόρυβον, καὶ κατὰ πλεονασμὸν τενθερύζω καὶ τονθορύζω· σημαίνει δὲ τὸ ψιθυρίζω

### τ 167

Τοπάζειν στοχάζεσθαι, ἐνθυμεῖσθαι, ὑπονοεῖν, καὶ ἐτόπαζον ὁμοίως διὸ καὶ τοπεῖν καὶ ὑποτοπεῖν τὸ ὑπονοεῖν λέγεται. καὶ εἰς τὸ ὑπετόπαζεν

### τ 168

Τόπος παρὰ τὸ τύπος, τροπῇ τοῦ υ εἰς ο· ἕκαστος γὰρ τόπος ἰδίῳ τύπῳ κέχρηται· ἢ παρὰ τὸ ποτῶ τὸ λαμβάνω καὶ δέχομαι

### τ 169

Τόπος παρὰ τὸ πατῶ, πατήσω, πάτος καὶ καθ’ ὑπερβιβασμὸν καὶ διαλέκτῳ Αἰολίδι τόπος· ἢ παρὰ τὸ τάφος τάπος καὶ τόπος, πᾶς γὰρ τόπος εἰς ταφὴν ἐπιτήδειος· πόσα σημαίνει; δύο, τὸν περιγραφόμενον τόπον, καὶ τὸ ἐπιχείρημα

### τ 170

Τοποτηρητὴς ὁ τόπον τηρῶν

### τ 171

τορὸς ἔντροχος καὶ τομὸς καὶ συνετὸς, ἔνιοι σαφὴς, ὡς παρὰ τῷ Σοφοκλεῖ· λέξω τορόν σοι, πᾶν ὅπερ χρήζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματα ἀλλ’ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον, πρὸς φίλους οἴγειν στόμα· σημαίνει δὲ καὶ ἐργαλεῖον φρεωρυχικὸν καὶ σκαφεῖον παραφυλλ

### τ 172

Τορὸν μεγαλόφωνον, ὀξύνεται τορὸς ἰσχυρῶς

### τ 173

Τορύνη τὸ κοχλιάριον, Ἀριστοφάνης δὲ τὸ χυτρόπουν

### τ 174

Τοσαῦτα ὄνομα πτώσεως αἰτιατικῆς τῶν πληθυντικῶν, τῶν οὐδετέρων· ἡ αὐτή ἐστιν ὀρθὴ καὶ αἰτιατικὴ, ἡ εὐθεῖα τῶν ἑνικῶν οὐκ ἔχει. καὶ πόθεν γίνεται; ἐκ τοῦ τόσα κατὰ παραγωγὴν τοσαῦτα, παραλήγουσαν ἔχον τὴν αὐτήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡ πρὸ τέλους συλλαβὴ, ἐπὶ ταύτης τῆς παραγωγῆς, τῆς κατὰ γένη καὶ ἀριθμοὺς προσιούσης, βούλεται τοῦ ἔχειν προκειμένου φωνήεντα, ὁποῖον ὁρᾶται ἐν τῇ ληγούσῃ συλλαβῇ· τὸ τημοῦ τὸ παράγωγον ἕξει πρὸ τοῦ υ τὸ ο μικρὸν προκείμενον· ὁμοίως τὸ τηνικαῦτα εἰς α λῆγον, ἕξει τὸ α προηγούμενον τοῦ υ, οὕτω καὶ τὸ ἔνθα ἔνθεν, ἐντεῦθεν· τὸ αὐτὸ καὶ ἐπὶ ὀνομάτων, οἷον, τόσος τοσοῦτος, τόσον τοσοῦτον, τόσα τοσαῦτα· κατὰ γένη δὲ καὶ ἀριθμοὺς αἱ παραγωγαὶ γίνονται, οἷον τηλίκος τηλικοῦτος, τηλίκα τηλικαῦτα· τὸ τοίη τοιηύτη ὤφειλε, ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, οὐκ ἔστιν ἐπινοστῆσαι τὸ η καὶ τὸ υ, ἐν μιᾷ συλλαβῇ καὶ τὰ ὅμοια, τούτου χάριν τρέπουσι τὸ ἦτα εἰς α

### τ 175

Τόσον ὄνομα ἀναφορικόν· ποίου εἴδους τῶν ἀναφορικῶν; ἀνταποδοτικοῦ· διάτι; ἐπειδὴ τὰ ὑπὲρ μίαν συλλαβὴν ἀναφορικὰ, ἀποβάλλοντα τὸ κατ’ ἀρχὴν σύμφωνον ἀναφορικὸν γίνεται· οἷον τοῖος οἷος, τόσος ὅσος, ἅτινα πάλιν ὀξυνόμενα ἀόριστα γίνονται, τόσος τοσὸς, πόσος ποσός

### τ 176

Τόσον ἐπὶ τοσοῦτον ὑποκάτωθεν τοῦ ᾅδου· ἔνερθ’ ἀΐδεω· ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων, οὕτω καὶ ἀπὸ γῆς εἰς ᾅδου καὶ ἀπὸ τοῦ ᾅδου εἰς τάρταρον

### τ 177

Τὸ αὖτε ἐπίῤῥημα χρόνου δηλωτικὸν, οἷον ἔστι καὶ τότε· τότε πορευθεὶς εἷς τῶν δώδεκα, σημαίνει τὸ μετὰ ταῦτα· καὶ τὸ αὖτε ἀντὶ τοῦ πάλιν

### τ 178

Τούδουναι οἱ τοποτῆραι παρὰ τούρκοις

### τ 179

Τουτ’ἔστι σύνδεσμος διασαφητικὸς, ἀντὶ τοῦ τὸ ὑπάρχει, ὁμοίως καὶ τὸ ἤγουν

### τ 180

Τόφρα ἀπὸ τοῦ τὸν ἄρθρου, καὶ τοῦ φρῶ τοῦ σημαίνοντος τὸ λέγω, γίνεται τόφρα, τὸν ἀρτίως φραζόμενον· ἢ ἀπὸ τοῦ ὄφρα αἰτιολογικοῦ συνδέσμου, πλεονασμῷ τοῦ τ· ἀπὸ τοῦ φέρω φόρα, καὶ ἐν ὑπερβιβασμῷ ὄφρα· ὅθεν λέγεται καὶ ἐν τῇ συνθέσει τὤρᾳ ἀντὶ τοῦ τῇ ὥρᾳ

### τ 181

Τούνεκα καὶ οὕνεκα διαφέρει· τὸ μὲν γὰρ τοὔνεκα ἐπὶ τούτου ἕνεκα, τὸ δὲ οὕνεκα· ὅτι ἁμαρτάνει οὖν καλλίμαχος εἰπὼν, τοὔνεκεν αἴγεος ἔκεν· ὅτι τε δέον εἰπεῖν οὕνεκα· καὶ ἀντὶ τοῦ κᾂν κεν εἶπε

### τ 182

Τράγος παρὰ τὸ τρώγω, πολυφάγον γὰρ τὸ ζῶον· ἢ παρὰ τὸ τραχὺ δέρμα ἔχειν

### τ 183

Τραγῳδία παρὰ τὸ τράγος καὶ τὸ ᾠδὴ, θηλυκὸν γὰρ τραγῳδία· ὁ δὲ τράγος ἀπὸ τοῦ τραχὺς, τὸ δὲ τραχὺς ἀπὸ τοῦ ῥήσσω ῥήξω, ῥηχὺς καὶ τραχὺς. καὶ εἰς τὸ κωμῳδία

### τ 184

Τοῦρκος ὃ καὶ χάζαρος δέρων κοσμὸν, χαὸς ὄρος, λαὸς ἀντιστήκουσιν, ὄρος τοῖς ἀντιπίπτουσι, πολύλαλος, ἰσχυρόφωνος, πολύκτηνος, πολυμέταρσος, ἁμαρτόζωος, πολυμίαρος, δυνατομέγεθος, ἀπειλῇ ἀμεταβλήτῳ, ἀνθιστάμενος, ἐγγυόμενος, ἀφανίζων τὸν κοσμὸν τῷ ὁρισμένῳ χρόνῳ

### τ 185

Τοὖργον τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων

### τ 186

Τοὔμπαλιν τὸ ἐναντίον, ἀνάπαλιν, ἐκ τοῦ ἐναντίου

### τ 187

Τοῦ καταλογ. τοῦ συλλογ., τῆς ἀπογραφῆς

### τ 188

Τραπεζίτης διὰ τοῦ ἰῶτα γράφεται, τῷ λόγῳ τοῦ ἀσκαλωνίτης· τὸ δὲ τραπεζείτης κύων, ὁ ἐπιτραπέζιος διὰ τῆς ει διφθόγγου γράφεται· ἔστι δὲ παρὰ τὸ τραπεζεύς

### τ 189

Τρακταΐσαι κακουργῆσαι, ἴσως παρὰ τὸ τρώκτης, τοῦτο παρὰ τὸ τρῶ, σημαίνει δὲ τὸ βλάπτω, οὗ παράγωγον τρώγω, ὁ μέλλων τρώξω, ὄνομα ῥηματικὸν τρώκτης· ἐπὶ βλάβῃ τινὰς ἐγκατασμίγων

### τ 190

Τράπεζα διότι ὑπὸ τεσσάρων πεζῶν ἵσταται, πέζα γὰρ ὁ ποὺς, τὸ δὲ τρα διὰ τὸ τρώγειν· τράπεζα διὰ τὸ τέσσαρας πέζας ἔχειν, ἤγουν πόδας

### τ 191

Τράπεζα κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· ἔστι γὰρ τράπεζα ἡ τέσσαρας πέζας ἔχουσα, αἱ γὰρ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν

### τ 192

Τράχηλος παρὰ τὴν τῶν ὀστρέων τραχύτητα, ὀστῶδες γὰρ τὸ μέρος· ἢ παρὰ τὸ δι’ αὐτοῦ τρέχειν τὴν τροφὴν, τρόχαλος καὶ τράχηλος. ἢ τράχηλος παρὰ τὸ εἶναι αὐτὸν ἐξ ὀστέων τραχηλέων, καὶ οὐ σκληρῶν

### τ 193

Τραφερὰ ἡ πεπηγυῖα γῆ, ὡς πρὸς τὴν θάλασσαν· θρέψαι γὰρ τὸ πῆξαι, Ὅμηρος, ἥμισυ μὲν θρέψαι λεύκοιο γάλακτος

### τ 194

Τραυματίας παρὰ τὸ τρῶ τρώσω, ἢ παρὰ τὸ θραύω θραύσω θραυματίας, καὶ τραυματίας. τὸ τι ἰῶτα

### τ 195

Τραῦμα παρὰ τὸ τρῶ τὸ τιτρώσκω, τρῶμα καὶ τραῦμα· ἐτυμολογεῖται δὲ, διὰ τὸ ῥέειν δι’ αὐτοῦ τὸ αἷμα

### τ 196

Τρανὸς μεγάλη, παρὰ τὸ στεῤῥός· μακρὸν τὸ α· τὰ εἰς νος ὀξύτονα δισύλλαβα τῷ α παραληγόμενα

### τ 197

Τρανὸς παρὰ τὸ θορῶ τὸ πηδῶ, γίνεται θρανὸς, καὶ τροπῇ τοῦ θ εἰς τ, τρανός· ἢ παρὰ τὸ τλῶ τὸ καρτερῶ τλανὸς καὶ τρανὸς, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον

### τ 198

Τραπεζίτης ὁ καταλλάκτης, διὰ τὸ τὴν τροπὴν ζητεῖν ἀεὶ καὶ οὐ τὸ ὀρθόν· διφορεῖται δὲ κατὰ τὴν γραφήν· ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου, διὰ τοῦ ἰῶτα γράφεται ἀπὸ τοῦ τράπεζα· ἐπὶ δὲ τοῦ παρισταμένου ἐν τῇ τραπέζῃ, διὰ τῆς ει διφθόγγου, ἀπὸ τοῦ τραπεζεὺς, οἷον, τραπεζείτης κύων

### τ 199

Τραυλὸς κωφοῦ διαφέρει, ὁ μὲν τραυλὸς καὶ κωφὸς πάντως, ὁ δὲ κωφὸς οὐ τραυλὸς ἐξ ἀναγκῆς γεγονώς

### τ 200

Τράφεν ἐτράφησαν, ὁ β ἀόριστος τῶν πληθυντικῶν, τρίτου προσώπου τῶν παρὰ Δωριεῦσι, καὶ Ἰωνικῶς ὥσπερ τὸ κόσμηθεν

### τ 201

Τραφήσεται κανὼν, τρέφω, ὁ μέλλων θρέψω, ὁ ἀόριστος ἔθρεψα, ὁ β ἀόριστος ἔτραφον, ὁ παθητικὸς ἐτράφην, ἐτράφης, ἐτράφη, καὶ ὁ μέλλων πρῶτος τραφήσομαι, τραφήση, τραφήσεται, ὁ β ἀόριστος ἔτραφον· καὶ ὤφειλεν εἶναι ἔτρεφον· ἀλλὰ κάμτου τυχ. τὸ ε σὺν ἀμεταβόλου, εἰς α αὐτὸ τρέπει ὁ β ἀόριστος

### τ 202

Τραχὺς ἀπὸ μεταφορᾶς τῆς ῥάχεος, ὀστώδης ἐστί· καὶ εἰς τὸ τραγῳδία

### τ 203

Τραχεία ἀπὸ τοῦ τραχύς

### τ 204

Τρεῖν εἰς τὸ ζήτρειον

### τ 205

Τρέω τρένειν, παρὰ τὸ τρῶ τὸ φοβοῦμαι, εἰς τὸ τρήρων καὶ τρικυμία· ἢ παρὰ τὸ τρῶ τὸ καταπονῶ

### τ 206

Τρήρων ἐπὶ τῆς περιστερᾶς ἡ δειλὴ, ἡ θήλεια περιστερὰ, παρὰ τὸ τρέω τὸ φοβοῦμαι, τρέερος ὄνομα ῥηματικὸν καὶ τρήρων, κατὰ κράσιν τῶν δύο εε

### τ 207

Τρητῶ τὸ τρυπῶ, καὶ τρητὸν τὸ τετρυπημένον, ἐκ τοῦ τρῶ τρήσω

### τ 208

Τριάκοντα εἰς τὸ τρὶς καὶ δέκα, ὁμοίως καὶ τεσσαράκοντα, καὶ πεντήκοντα, καὶ ἑξῆς

### τ 209

Τρίαμβος εἰς τὸ θριάμβος

### τ 210

Τριὰς πόθεν; παρὰ τὸ ἀτελῆ αὐτὴν εἶναι

### τ 211

Τρία μέτρα σεμιδ. ἕκαστον μέτρον γομὸν εἶχε, τὸ δὲ γομὸν δέκατόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτάβης, τουτ’ἔστι ξέστων ες, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τὴν Σάῤῥαν ἑτοιμάζειν προσέταξεν, ἐξ ὧν μέτρων τριῶν, ἐγκρυφίον γενέσθαι ἄρτον, ἐνετείλατο

### τ 212

Τριὰς τρίτος, παρὰ τὸ ἀτήρης εἶναι, τουτ’ἔστιν ἀκαταπόνητος. οὕτω λέγεται, διὰ τὸ μὴ αὐτὴν εἰς ἴσα διαιρεῖσθαι· εἰς ἓν γὰρ καὶ δύο διαιρεῖται. οὐ γὰρ εἰς ἓν διαιρεῖν ελ αὐτὴν δύνατον

### τ 213

Τρία κανὰ χονδριτῶν· τὰ κανὰ κανισκελλ. καλεῖται· ἔνθεν εἰώθασι τότε ἐν τοῖς κανοῖς ἀποτίθεσθαι τοὺς χονδρίτας· χονδρίτης δέ ἐστιν εἶδος σίτου, εἰς δύο τεμνόμενος

### τ 214

Τρίβος ἡ ὁδὸς, ἐκ τοῦ τρίβω

### τ 215

Τριβώνιον τοῦ ῥάκους διαφέρει· ὅτι τριβώνιον μέν ἐστι τὸ ἀποβεβληκὸς τοῦ κροκιδ. τῆς βαφῆς ἱματ. παρὰ τὸ τετρίφθαι· ῥάκος δὲ τὸ διεῤῥογὸς, παρὰ τὸ διαιρεῖσθαι, ὡς Ὅμηρος, ἠῶθεν ῥάκεα δνοπαλίξεις

### τ 216

Τρίβων τρίβωνος, ὁ κανὼν, τὰ εἰς ων ἰαμβικὰ, ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ ἰῶτα, φυλάσσει τὸ ω καὶ ἐπὶ γενικῆς· κιτὼν κιτῶνος γυναικεῖον ἱμάτιον, χιτὼν χιτῶνος, τρίβων τρίβωνος· ἔστι δὲ διδασκαλικὴ στολή

### τ 217

Τριβώνιον ἕκαστο πάλλιον, καὶ τετριμμένον πάλλιον, ἀπὸ γὰρ τῆς τριβῆς, καὶ τοῦ τετρίφθαι εἴρηται· τριβώνιον σημαίνει καὶ τὸ διδασκαλικὸν ἱμάτιον· καὶ εἰς τὸ χαλκοχίτων

### τ 218

Τριγλώχινον τρεῖς ἀκίδας ἔχον, τριγώνιον

### τ 219

Τριττοὶ θεουδεῖς, τρεῖς θεοειδεῖς

### τ 220

Τριήραρχος ὁ τῶν πολεμικῶν πλοίων ἄρχων

### τ 221

Τρίκλινος ὡς ἂν εἴπῃ τις τρίκλινον εἰς ὕψος, καὶ εἰς μῆκος, καὶ εἰς πλάτος

### τ 222

Τρικυμία ἡ σφοδροτάτη, καὶ δεινοτάτη τῆς θαλάσσης ταραχή· γίνεται ἐκ τοῦ τρὶς, ὃ σημαίνει τὸ πολὺ καὶ τὸ κῦμα· τὸ τρι ἰῶτα, τὸ γὰρ τρι συντιθέμενον, μετὰ τινὸς ἑτέρας λέξεως, ἀποβάλλει τὸ ε, ἐν τῇ συνθέσει· οἷον, τρισόλβιος, τρισμέγιστος, τριήμερος

### τ 223

Τριπλῇ ἐπίῤῥημα ἀριθμοῦ δηλωτικόν

### τ 224

Τρισσὴ τὸ θηλυκὸν, τὸ δὲ ἀρσενικὸν, ὁ τρισσὸς, ἐξ οὗ καὶ τὸ τρισσῶ ῥῆμα, ὁ μέλλων τρισσώσω, καὶ ὁ ἀόριστος ἐτρίσσωσα

### τ 225

Τριτογένεια ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ ποταμοῦ, ὅπου γεννηθεῖσα ἀπελούσατο· ἢ παρὰ τὸ τρεῖν, ἡ φόβον ποιοῦσα, ἡ φοβερὰ καὶ καταπληκτικωτάτη

### τ 226

Τρίχες παρὰ τὸ τριχῶς αὐτὰς φύεσθαι· ἄλλη γὰρ ἡ θρὶξ τῆς γεννήσεως, καὶ ἄλλη τῆς ἥβης, καὶ ἄλλη τῆς πολιᾶς· ἢ παρὰ τὸ θερίζω, θερίσω, θέριξ καὶ ἐν συγκοπῇ θρὶξ, κλίνεται θρὶξ, θριχὸς καὶ τριχός

### τ 227

Τριχθὰ ἐπίῤῥημα μεσότητος· παρήχθη δὲ ἐκ τοῦ τρίχα, ὃ σημαίνει τὸ τριχῶς λαμβανόμενον· ὁ κανὼν, τὰ εἰς χα λήγοντα ἐπιῤῥήματα, ἐπὶ μεσότητος λαμβανόμενα, βαρύνεσθαι θέλουσιν· εἰ δὲ εἴῃ ὑπὲρ δύο συλλαβὰς, παροξύνεσθαι θέλουσιν, οἷον, δίχα, τρίχα, διάνδιχα καὶ τέτραχα, καὶ πλεονασμῷ τοῦ θ, τετραχθὰ ὀξυτόνως· τὰ εἰς χα λήγοντα ἐπιῤῥήματα ἔχοντα τὸ θ, πρὸ τοῦ χ, ὀξύνεσθαι θέλουσι

### τ 228

Τροῖα τὸ τροι διφθόγγῳ· τὰ διὰ τοῦ οια, δισύλλαβα μακροκατάληκτα, διὰ τῆς οι διφθόγγου γράφεται, καὶ βαρύνεται καὶ ὀξύνεται, οἷον, ποία, ὡς παρὰ τῷ ποιητῇ, ποίη δὲ παρείη· κοία σημαίνει τὴν σφαῖραν, χρῆσις παρὰ Ἀντιμάχῳ, κοίας ἐκ χειρῶν εἰς σκόπελον μεταριπτάζουσι· Τροῖαν πόλιν· ἐπὶ δὲ ὀξυτόνων, ποιὰ, ῥοιά· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον, σικυΐα, κωδυΐα, ὀξυΐα, ἀφυΐα

### τ 229

Τρωΐην κτητικόν· ἔστι Τρὼς, Τρωὸς, Τρωϊκὸς, καὶ ἀποβολῇ τοῦ κ, Τρώϊος, τοῦ τόνου ἀναδιδομένου, καὶ Ὀλυμπικὸς, Ὀλύμπιος, Τρώϊος Τρωΐα, Ἰωνικῶς, τρωΐη, καὶ συστολῇ ποιητικῇ τοῦ ω εἰς ο, διὰ τὸ μέτρον, καὶ ἐν συναιρέσει, Τροίη καὶ Τροία· καὶ ἄλλως. τρωΐην, κτητικὸν, ἔστι γὰρ Τροία, καὶ κατὰ διάλυσιν τροΐα, καὶ ἐκεῖθεν Τροΐην, καὶ κατὰ τροπὴν τοῦ ο εἰς ω, Τρωΐην, ἤγουν τὴν Τροίαν

### τ 230

Τροπολόγιον διὰ τὸ τρέπειν τοὺς λόγους, οἷον, ὁ τοῦ φωτὸς χορηγὸς, ἥρμοζε γὰρ ὁ χορηγὸς τοῦ φωτός

### τ 231

Τρόπος ἦθος, γένος, ὑπόθεσις, πρόφασις, ἔργον, λόγος, νίκη καὶ ὁμοίωσις· τρέπω τρέπος καὶ τρόπος

### τ 232

Τρόπις τὸ κατώτατον μέρος τῆς νηὸς, περὶ ὃ σχίζεται τὸ κῦμα

### τ 233

Τρόμος ἐκ τοῦ τρέμω τὸ δὲ τρέμω ἐκ τοῦ τρέω, ὃ σημαίνει τὸ φοβοῦμαι, καὶ δειλιῶ καὶ φεύγω

### τ 234

Τροφὴ παρὰ τὸ τρέφω θρέψω· θρέψαι τὸ πῆξαι, ἡ πηγνύουσα τὰ σώματα, καὶ εὐσταθῆ ποιοῦσα

### τ 235

Τροφαλὶς ἐπὶ τυροῦ, παρὰ τὸ τρέφω τὸ πήσσω, ἥμισυ μὲν θρέψαι λευκοῖο γάλακτος· καὶ ὡς λέπω λεπὶς, κρέκω κρεκὶς καὶ κερκὶς, κατὰ μετάθεσιν τοῦ ρ, ἔλπω ἐλπὶς, οὕτω τρέφω τρεφὶς καὶ πάλιν μεταθέσει τοῦ αλ, τρεφαλὶς, τροπῇ τοῦ ε εἰς ο τροφαλίς· ὡς παρὰ τὸ λέγω λόγος, φέρω φόρος, τρέφω τρόφος

### τ 236

Τρυφὴ παρὰ τὸ θρύπτω, τὸ διακλῶ, θρυπτὴ καὶ τρυφὴ, ἡ διακλῶσα, καὶ ἀφανίζουσα ἡμῶν τὸ σῶμα. καὶ Ὅμηρος· τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός

### τ 237

Τρυγίας ἔστι τρῶ καὶ ἐκ τούτου γίνεται τρύω, καὶ ἐκ τούτου τρύγω, οὗ ὁ μέλλων τρύξω, ὁ παρακείμενος τέτρυγα, καὶ ἐξ αὐτοῦ τρυγή· ἢ ἐκ τοῦ τρυγῶ τρυγᾶς, τρυγίας τρυγίου, καὶ τὸ θηλυκὸν τρυγία, ἡ ἐκ τοῦ τρύγους ὕλη· ἐκ δὲ τοῦ τρυγῶ τρυγητὸς, καὶ τὸ τρύγος τρύγη· τρυγὴ καὶ ἡ ἀμόργη

### τ 238

Τρυγὼν διὰ τὸ γένος, ἢ τὴν γονὴν τηρεῖν

### τ 239

Τροπὸς ὁ τροπωτὴρ τῆς κώπης, παρὰ τὸ τρέπειν ὄπου δεῖ τὴν κώπην, τρέπω τροπός, ὡς πέμπω πομπός

### τ 240

Τρυφαλείη φαλοὺς ἐχούση τρεῖς· φαλοὶ δέ εἰσιν, οἱ κατὰ μέτωπον τῆς περικεφαλαίας χρύσεοι ἧλοι, ἢ ἀστέρισκοι

### τ 241

Τρυβλίον τὴν μὲν πλάσιν ὀξυβάφιον, ἤγουν πάροψις. χωρεῖ δὲ ξέστου τὸ ἥμισυ

### τ 242

Τρύζεται πολυλογεῖται, γογγύζεται, ἀπὸ τῆς τρυγόνος ἡ μεταφορά

### τ 243

Τρυγὼν τηριγών τις οὖσα, ὅτι τηρεῖ τὸ οἰκεῖον γένος, μὴ διγαμοῦσα ποτέ· ἢ διὰ τὸ τρία ὠὰ γεννᾶν τὸν χρόνον. ἢ διὰ τὸ τηρεῖν τὴν γονήν

### τ 244

Τρυφάλεια κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οἱ δύο καὶ τρεῖς μὴ μετὰ δεκάτου ἀριθμοῦ συντιθέμενοι εἰς τὰ ἐπιῤῥήματα τοῦ δὶς καὶ τρὶς μεταλαμβάνονται· οἷον, διπρόσωπος, ὁ δύο πρόσωπα ἔχων, καὶ τρίπους ὁ τρεῖς πόδας ἔχων· οὕτως οὖν καὶ τρυφάλεια, ἡ τρεῖς φαλοὺς ἔχουσα λαμπρούς· τριφάλεια οὖν, καὶ κατὰ τροπὴν τοῦ ἰῶτα εἰς υ, τρυφάλεια· φαλὸν γὰρ τὸ λαμπρόν· καὶ εἰς τὸ ἀσύφαλον

### τ 245

Τρύχινος παρὰ τὸ τρῶ, τὸ καταπονῶ, κατὰ παραγωγὴν τρύω, καὶ πλεονασμῷ τοῦ χ, ὄνομα τρύχος, καὶ ἐξ αὐτοῦ τρύχιος, καὶ τρύχινον ἱμάτιον· καὶ εἰς τὸ τρύχα

### τ 246

Τρώγλη ἡ τρύπα, παρὰ τὸ τρώγω τρώξω, τρώγλη τὸ διαβεβρωμένον μέρος τοῦ τείχους καὶ τετρημένον

### τ 247

Τρώξιμον διὰ τὸ τρώγεσθαι ἐξ ὀσμῆς, ἔστιν εἶδος λαχάνου ποταμ

### τ 248

Τρὼς διάτι ὀξύνεται; τὰ εἰς ως λήγοντα μονοσύλλαβα ἀρσενικὰ ὀξύνεται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη, ἢ ἐκ μεταθέσεως· ἐκ συναλοιφῆς μὲν, ὡς σῶος σῶς, ἐκ μεταθέσεως δὲ ὅτι Δωριεῖς καὶ Ἴωνες τὸ οις ως λέγουσι· κλίνεται Τρώος, ὁ κανὼν, τὰ εἰς ως ὀξύτονα μονοσύλλαβα, εἰ μὲν ἔχουσι σύμφωνον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, διὰ καθαροῦ τοῦ ος, κλίνεται, οἷον, θῶς θωὸς, τὸ θηρίον, δμὼς, δμωὸς, ὁ δοῦλος, εἰ δὲ μὴ, διὰ τοῦ τ. φῶς φωτὸς, ὁ ἀνὴρ, πλῶς πλωτὸς, ὁ ἰχθὺς, χρὼς χρωτὸς, ὃ σημαίνει τὸ σῶμα

### τ 249

Τρὼς ὄνομα σημαίνει δύο, ὄνομα κύριον καὶ τὸ ἐθνικόν· καὶ τὸ μὲν κύριον· Τρωῒ δ’ αὖ τρεῖς παῖδες ἀμύμονες παρεξεγένοντο. τὸ δὲ ἐθνικὸν Τρῶες καὶ Λύκιοι. καὶ τὶ διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ; διαφέρει, ὅτι τὸ μὲν κύριον ὄνομα, οὐδέποτε παρὰ τῷ ποιητῇ ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται, ἀλλὰ μᾶλλον ἑνικῇ, οἷον, Τρωῒ παρ’ εὐρύοπα Ζεύς· πάλιν δὲ ἐκ τοῦ ἐναντίου, τὸ ἐθνικὸν πάντοτε ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται, καὶ οὐχ ἑνικῶς, οἷον, τρῶες ὑπέρθυμοι· καὶ εἰς τὸ αἴξ

### τ 250

Τρωσὶ διάτι ὀξύνεται; πᾶσα δοτικὴ πληθυντικὴ εἰς ἰῶτα λήγουσα δισύλλαβος, ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, πλὴν τοῦ ἐν πᾶσι καὶ τοῦ ἐν σπέσσι γλαφυροῖσι, ὅπερ ἀπὸ σπέεσσι γίνεται κατ’ ἀποκοπήν· τὸ γὰρ τισὶ καὶ τίσι, πρὸς διάφορον σημασίαν ἔχει καὶ τὸν τόνον· πευστικὸν γὰρ ὂν καὶ βαρύνεται· ἐπὶ δὲ μετοχῆς ὀξύνεσθαι θέλουσι

### τ 251

Τύραννος ἤτοι ἀπὸ Τυῤῥήνων, ὠμοὶ γὰρ οὗτοι· ἢ ἀπὸ Γύγου, ὅς ἐστιν ἀπὸ Τύῤῥας πόλεως Λυκιακῆς τυραννίσαντος ἐν αὐτῇ, πρῶτον· οὕτως εὗρον ἐν ὑπομνήματι Ἀρχίλου

### τ 252

Τρῶ σημαίνει πέντε· τρῶ τὸ τρήσω, τρῶ τὸ βλάπτω, τρῶ τὸ φοβοῦμαι, τρῶ τὸ καταπονῶ, καὶ τρῶ τὸ κατακόπτω

### τ 253

Τύμβος μνημεῖον, παρὰ τὸ τίθεσθαι, ἢ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα, ὅ ἐστι καίεσθαι

### τ 254

Τύφος παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸν νέκυν

### τ 255

Τύμπανον παρὰ τὸ τύπτω, τέτυμμαι, τύπτανον, καὶ κατὰ συγκοπὴν τοῦ τ, καὶ πλεονασμῷ τοῦ μ, τύμπανον· ὡς παρὰ τὸ τήκω τήκανον, καὶ τήγανον, τὸ τῆκον τοὺς ἰχθυάς· οὕτω καὶ τυμπανίστρα. σημαίνει δὲ δύο, τὸ δέρμα καὶ τὸ σῶμα τὸ ἀνθρώπινον· ὡς τὸ, οὗτοι ἐτυμπανίσθησαν

### τ 256

Τύπος παρὰ τὸ τύπτω γέγονε τύπος ὥσπερ εἰς τὸ βουλλωτήριον τυπτόμενος ὁ μόλυβδος εἰκόνα ἀποτελεῖ, οὕτω καὶ ὁ τύπος, εἰκόνισμα ἀποτελεῖ

### τ 257

Τουτ’ἔστιν ὑπάρχει, σύνδεσμος διασαφητικὸς, ὡς ὁ ἤγουν

### τ 258

Τυραννὶς βασιλείας διαφέρει, καὶ τύραννος βασιλέως· βασιλεῖα μὲν γάρ ἐστι κατὰ νόμους ἄρχουσα ἐξουσία τίς· τυραννὶς δὲ ἡ ἄλογος ἐξουσία, αὐτωνομίᾳ χρω μένη· βασιλεύς ἐστιν ὁ κατὰ νόμους δικαίους ἄρχων· τύραννος δὲ, ὁ μήτε δικαίως ἄρχων, μήτε νομίμως, ἀλλὰ καὶ τοὺς νόμους ἐκπατῶν

### τ 259

Τύραννος ἀπὸ τυράννου τινὸς, πρώτου κακῶς διακειμένου, ἀπὸ Τύρου τῆς πόλεως· σημαίνει δὲ δύο, τὸν βασιλέα καὶ τὸν ἄνθρωπον τύραννον

### τ 260

Τύρος πόλις ὠνόμασται, ἀπὸ τοῦ Τυρὼ ὀνόματος γυναικὸς τοῦ Ἀγήνορος βασιλεύσαντος ἐν αὐτῇ

### τ 261

Τύφρηστος πόλις ἐν τοῖς ἐσχάτοις, ὑπὸ Τυφρήστου βασιλέως

### τ 262

Τυφλὸς σημαίνει τὸν ἐστερημένον τῶν ὀμμάτων· τυφλὸς δὲ κυρίως ὁ ἐκγεννητὴς, ἤγουν μετὰ τὸ γεννηθῆναι αὐτὸν τυφλωθείς· παρὰ τὸ ἀπολωλεκέναι τὸ φῶς· ἢ παρὰ τὸ τοὺς τύπους τῶν ἴλλων ἔχειν, τῶν ὀφθαλμῶν, ἢ παρὰ τὸ τοὺς τύπους τοῦ φῶτος ἔχειν

### τ 263

Τυφλὸς πηρὸς, ἀνάπηρος διαφέρει· τυφλὸς ὁ ἐκγεννητής· πηρὸς δὲ ὁ μετὰ τὸ γεννηθῆναι αὐτὸν τυφλωθεὶς, ἀνάπηρος ὁ ἐν νοσήματι τυφλωθείς

### τ 264

Τύφρηστος πόλις ἐν ταῖς ἐσχάτοις τῆς Μαιναλίας, ἀπὸ τοῦ Τυφρήστου βασιλέως τοῦ σπαιλίου· ἢ τυφρηστός τις οὖσα ἀπὸ τοῦ Ἡρακλέως τόφρας

### τ 265

Τύφος ἡ περιφανεία, ἀλαζονεία καὶ κενοδοξία

### τ 266

Τύχην τὸ χρεὼν εἰρῆσθαι, τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην· σημαίνει καὶ τιμήν· τύχην τῶν μέσων ὀνομάτων· μέσα δὲ ὅσα ἐπὶ καλοῦ καὶ κακοῦ· τύχη δὲ εἰς τάξεις. διαιρεῖται τρεῖς, ἐλευθέρων, ἀπελευθέρων καὶ δούλων, καὶ εἰς ἀξιώματα τρία, βασιλέων, ἀρχόντων καὶ στρατιωτῶν

### τ 267

Τῷ τινὶ, ἀπὸ τοῦ τὶς ὀνόματος ἀορίστου γίνεται, ἡ γενικὴ τινὸς καὶ ἐκβολῇ τοῦ ν, τιὸς καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, ὡς ὁ Καππάδοξ, τοῦ Καππάδοκος, ὁ Καππαδόκης, τοῦ Καππαδόκου, οὕτω τὶς τινὸς, τιὸς, τιοῦ καὶ Ἀττικῶς τέως, ὡς ναὸς νεὼς, οὕτω τέως ἡ γενικὴ τέω καὶ κράσει τῷ, Ὅμηρος οὔτε σοι οὔτε τῷ ἄλλω, ἀντὶ τοῦ ἄλλῳ τινί· καὶ εἰς τὸ ἧττον καὶ τέο

### τ 268

Τωθάζω σημαίνει τὸ ἐμπαίζω, καὶ ἀπατῶ ἐκ τοῦ θὼψ, ὃ σημαίνει τὸν σκώληκα γίνεται θωπάζω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ψιλοῦ, καὶ μεταθέσει τοῦ θ εἰς τ, γίνεται τωθάζω

### τ 269

Τῶμοι ἄρθρον ὑποτακτικὸν, ἀντὶ τοῦ προτακτικοῦ· παροξύνεται, οἱ γὰρ Αἰολεῖς τὰ προστακτικὰ ἀντὶ ὑποτακτικῶν χρῶνται

### τ 270

Τῶτοι οἱ ποιηταὶ ἀντὶ τοῦ τότε

### τ 271

Τὼς δέος, ἀπεχθὲς, ἐπίῤῥημα μεσότητος· γίνεται δὲ ἀφαιρέσει ἐκ τοῦ οὕτω. Τέλος τοῦ Τ στοιχείου. ΑΡΧΗ ΤΟΥ Υ ΣΤΟΙΧΕΙΟΥ

### υ 3

Υἷα ἔστιν ἡ εὐθεῖα υἵς υἵος, καὶ ἡ αἰτιατικὴ ὕϊα, καὶ κράσει υἷα, ἡ εὐθεῖα ὕις διάτι οὐ συναιρεῖται; διότι οὐδέποτε τῇ οι διφθόγγῳ, τῇ διὰ τοῦ υ ψιλοῦ γραφομένῃ, ἐπιφέρεται σύμφωνον· τούτου χάριν ἔστιν ἀσυναιρετός· ἡ γενικὴ ὕϊος, καὶ κατὰ κράσιν υἷος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ γίνεται υἱός· αἱ δὲ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν, πολλάκις ἀμεί βουσι τοὺς τόνους, οἷον, λάας λάαος λαός, ὕϊς ὕϊος υἱός

### υ 4

Ὑάλη ὁ ὕαλος, παρὰ τὸ ὕειν ἐσχημάτισται, καθ’ ὁμοιότητα τῆς γινομένης συστάσεως, καὶ πήξεως τοῦ ὕδατος, ὑάλῳ ὁμοίας

### υ 5

Ὑάδες οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες, παρὰ τὸ ὕω τὸ βρέχω, ὑετοῦ γὰρ παρασκευαστικαί εἰσι δύνουσαι

### υ 6

Ὑάδες αἱ ὑάδες τὸ πρόσωπον τοῦ ταύρου ἔχουσιν, ὡς ἐπιπλατυνόμενον ἐπὶ τοῦ μετώπου, λεπτυνόμενον δὲ ἐξ ἀμφοτέρων τῶν μερῶν ἐπὶ τὰ κάτω, ὥσπερ τὸ γράμμα ἐστίν

### υ 7

Ὑδρία κυρίως τὸ ὕδωρ, εὐθέτον ἀγγεῖον· ὑδρεία ἡ ὕδρευσις

### υ 8

Ὑδρεία ἐπὶ ἱδρεύσεως διφθόγγου· ἐπὶ δὲ τοῦ ἀγγείου ἰῶτα

### υ 9

Ὑετοῖο ἀπὸ τοῦ ὕω, τὸ βρέχω, ὑετὸς, ἡ γενικὴ ὑετοῦ καὶ κατὰ Αἰολεῖς ὑετοῖο

### υ 10

Ὑὸς σημαίνει τὸν χοῖρον· γίνεται παρὰ τὸ ὕω τὸ βρέχω, φιλεῖ γὰρ τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι· ὓς ὑὸς, ὁ κανὼν, τὰ εἰς υς μονοσύλλαβα μακροκατάληκτα διὰ τοῦ ος κλίνονται

### υ 11

Υἷας ὄνομα, αἰτιατικῆς τῶν πληθυντικῶν, ἡ εὐθεῖα ὕϊς· καὶ τὸ συναιρούμενον; οὐ συναιρεῖται· διάτι; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, οὐδέποτε τῇ υι διφθόγγῳ, τῇ μετὰ τοῦ υ, καὶ ἰῶτα προσγεγραμμένου, σύμφωνον ἐπάγεται, διὰ τοῦτο οὐ συναιρεῖται· ἡ γενικὴ ὕϊος, καὶ συναιρέσει υἷος· ἡ εὐθεῖα τῶν πληθυντικῶν υἷες Ἀχαίων, καὶ αἰτιατικὴ υἷας, υἷας συνελκύσει τε τῇ βαπτίσει· λοιπὸν ὡς κῆρυξ κήρυκος, καὶ κήρυκος κηρύκου, οὕτως ἀπὸ τῆς γενικῆς γίνεται υἱός· παρὰ τὸ φύω τὸ γεννῶ φυὸς καὶ υἱός

### υ 12

Ὕβρις ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας αἰκία, παρὰ τὸ ὑφαίρα ὕφρις, ὡς χαίρω χάρις, καὶ τροπῇ τοῦ φ εἰς β, ὕβρις, οἷον, ὑπόβαρίς τις οὖσα

### υ 13

Ὕβρισις ἡ ὕβρις, ὡς Φρύγες Φρύγες, καὶ Φερενίκη βερενίκη

### υ 14

Ὑγίεια ἡ εὐεξία, τετρασυλλάβως, ὡς καὶ ἐν τῷ κωμῳδίᾳ, αὖται γὰρ ἐπιθυμοῦσι ὑγιείας φαγεῖν

### υ 15

Ὑγιὴς ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἱονεὶ ὑγριὴς, καὶ ἀποβολῇ τοῦ ρ, ὑγιὴς ὅθεν καὶ δίερος ὁ ζῶν, καὶ ἀλίβας ὁ νεκρός· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς· ἢ παρὰ τὸ εὖ εἶναι· ἢ παρὰ τὸ εὐραίνεσθαι ἤγουν εὐφραίνεσθαι· ἰστέον ὅτι τὰ εἰς ης καθαρὰ ὀνόματα ὀξύτονα, τῷ ἰῶτα παραληγόμενα δύο εἰσὶν, ἃ καὶ εἰς ους ἔχει τὴν γενικὴν, τὸ χαρίης, ἐξ οὗ καὶ χαριέστερος, καὶ ὑγίης, ἐξ οὗ καὶ ὑγιέστερος συγκριτικῶς

### υ 16

Ὑγρὸν οἱονεὶ ὑδρὸν, ἢ παρὰ τὸ ὕω τὸ βρέχω, ὑρὸν, καὶ ὑγρόν πλεονασμῷ τοῦ γ

### υ 17

Ὑετὸς ἀπὸ τοῦ ὕω τὸ βρέχω, ἡ γενικὴ ὑετοῦ, κατὰ δὲ Αἰολεῖς ὑετοῖο

### υ 18

Ὑγρὸν ἔλαιον διὰ τὸ μὴ πήγνυσθαι, ὅτι πολὺ ἔχει τὸ θερμόν· γίνεται ὑγρὸν, ὕδωρ τὶ ὂν, οἷον ἔνυδρον· ἢ παρὰ τὸ ὕω τὸ βρέχω, ὕσω, ὑρὸν, καὶ πλεονασμῷ τοῦ γ, ὑγρόν

### υ 19

Ὑγρὸν ἔλαιον οὐ τὸ τῇ φύσει ὑγρὸν ἀλλὰ τὸ ὑγροποιὸν, ὡς τὸ χλωρὸν δέος· ἢ τὸ χαρακτηριστικὸν τῶν σωμάτων· ἢ τὸ ἐν ὑγρότητι διατηροῦν, καὶ μὴ συγχωροῦν κληράνεσθαι· ἢ ὅτι ἀποκρυσταλλοῦται τὸ ἔλαιον, πολὺ ἔχον ἐν ἑαυτῷ τὸ ὑγρόν

### υ 20

Ὕδειν σημαίνει τὸ ὑμνεῖν· ἔστι παρὰ τὸ ὑμνῶ, ἀποβολῇ τοῦ ν, ὑμῶ, καὶ τροπῇ τοῦ μ εἰς δ, ὕδω, κατ’ ἀναβιβασμὸν τοῦ τόνου, καὶ ὕδεις, καὶ ὕδει, καὶ τὸ ἀπαρέμφατον ὕδειν· ὕδειν ἔοικε τὴν φερέζωον κόρην

### υ 21

Ὕδος τὸ ὕδωρ, καὶ ἡ δοτικὴ τῷ ὕδει

### υ 22

Ὑδωρ παρὰ τὸ ὕω τὸ βρέχω ὕωρ, καὶ πλεονασμῷ τοῦ δ, ὕδωρ, ὁ Ποσειδών

### υ 23

Ὑελὸς ἐκ μεταφορᾶς τῆς ὕλης

### υ 24

Ὕλη παρὰ τὴν ὕλην, ἡ δὲ ὕλη παρὰ τὸ ὕεσθαι, ὅ ἐστι βρέχεσθαι· λέγεται δὲ τὸ λεπτότατον δέρμα, ἡ διὰ τοῦ ὑγροῦ αὐξανομένη, καὶ εἰς τὸ ἄϋλος, καὶ ἰλύς

### υ 25

Ὑλομανούντων μεμηνότων, παρὰ τὴν ὕλην· ἢ τῇ ὕλῃ χαιρόντων

### υ 26

Ὑλακὴ κυρίως ἡ φωνὴ τῶν κυνῶν

### υ 27

Ὑμέναιος γαμικὸς ὕμνος, παρὰ τὸ ὁμοῦ ναίειν· οἱ δὲ παρὰ τὸ ὕμνος, ὅθεν καὶ ὑμεναιῶ, δευτέρας συζυγίας, ὑμεναιώσουσι κάρας. καὶ τὸ λεπτότατον δέρμα, καὶ τὸ διαφανὲς, καὶ τὸ τοῖς γαμοῦσιν ἐπαδόμενον, ἤγουν ἐπαυλούμενον ἀπὸ ημι. παιδός· ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν

### υ 28

Ὑδροποτεῖν ἐκ τοῦ ὕδωρ, ὕδωρ ποτεῖν, καὶ κατὰ συγκοπὴν ὑδροποτεῖν

### υ 29

Ὑδρηλὸς ὁ ὑγρὸς, γίνεται παρὰ τὸ ὑδληρὸς, μεταθέσει τοῦ λ καὶ ρ

### υ 30

Ὑμὴν ὑφήν τίς ἐστι, ἀπὸ τοῦ ὡς ὕφασμα εἶναι, λεπτὸν ὄντα· ἔστι δὲ τὸ δέρμα ἢ τζίμπα, ἡ τὸν μυελὸν τῆς κεφαλῆς συνέχουσα· οὔτως Ἡρακλείδης

### υ 31

Ὑμήττιον μέλι, τὸ εὔχρηστον πρὸς ἰατρείαν· Ὑμηττὸς γάρ ἐστι τόπος τῆς Ἀττικῆς, περὶ τὰς Ἀθήνας, ἐν ᾧ λέγεται εὔχρηστον μέλι γενέσθαι

### υ 32

Ὑμῖν ἀντωνυμία πρωτότυπος, δευτέρου προσώπου, πτώσεως δοτικῆς τῶν πληθυντικῶν· ἡνίκα ἐγκλίνονται ταῦτα τὰ περισπώμενα ἀναβιβάζουσι τοὺς τόνους, ὑμῖν καὶ ἡμῖν· τοῦτο δὲ ὑμῖν μακρὸν ἔχει τὸ υ φύσει

### υ 33

Ὕννις ὁ σίδηρος· γέγονε δὲ ἀπὸ τοῦ ὀδύνη· ὁ δὲ Ἀππιὼν φησὶ, ἀπὸ τοῦ ὑὸς τοῦ χοίρου γέγονε τὸ ὕννις· πρῶτον γὰρ ὁ χοῖρος ἐπενόησε τῷ ῥύγχει διασχίζειν τὴν γῆν· ὕννις γὰρ τὸ λεγόμενον παρ’ ἡμῖν ὕννιν· ἔστι ῥῆμα δύω, πλεονασμῷ τοῦ ν, δύνω, τὸ σημαῖνον τὸ ὑπεισέρχομαι, ἐκ τούτου ὄνομα ῥηματικὸν δύνις ἀπὸ τοῦ εἰσέρχεσθαι εἰς τὴν γῆν· καὶ κατ’ ἔλλειψιν τοῦ δ, ὕννις

### υ 34

Ὕμνος παρὰ τὸ ὑμένω τὸ ὑπομένω, ὑπόμονός τις ὢν, καὶ ἐν συγκοπῇ ὕμνος, καθὸ εἰς ὑπομονὴν καὶ πράξιν ἄγειν, τὰς τῶν ἐπαίνων ἀκοὰς, καὶ ἀρετάς· ἢ παρὰ τὸ ὑμέναιος, ὃ σημαίνει τὸν ἐπιθαλάμιον ὕμνον

### υ 35

Ὕμνος ἐγκωμίου διαφέρει, καθὸ ὁ μὲν ὕμνος ἐπὶ θεοῦ λέγεται· τὸ δὲ ἐγκώμιον ἐπὶ ἀνθρώπου

### υ 36

Ὑμεδαπῶν ὑμετέρων, τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους συγγενῶν, ἢ τῆς αὐτῆς χώρας

### υ 37

Ὕμνος ἔστιν ὁ μετὰ προσκυνήσεως καὶ εὐχῆς κεκραμένης ἐπαινῷ λόγος εἰς θεόν· σημαίνει καὶ ἐπιθαλάμιον ᾆσμα. ἔστι δὲ συνώνυμον

### υ 38

Ὑιὸς παρὰ τὸ ὕω τὸ βρέχω, ὁ τοῦ πατρὸς καὶ τῆς μητρὸς ὢν εὐφρασία

### υ 39

Ὑιὸς ὄνομα ἁπλοῦν ῥηματικὸν· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; τῶν ὡς πρός τι. καὶ πρός τινα ἔχει ὁ υἱός; πρὸς τὸν πατέρα· πόθεν γίνεται; παρὰ τὸ ὕω τὸ βρέχω, καὶ τὰ λοιπὰ. ἢ παρὰ τὸ ὕϊς ὕϊος υἱός· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν καὶ ὀξύνεται. αἱ γὰρ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους. πόσας εὐθεῖας ἀποδέχεται ἡ κλίσις; τρεῖς· υἱὸς, υἱοῦ, υἱεὺς υἱέως, ὑῒς ὑΐος

### υ 40

Ὕλη ὁ δρυμώδης, καὶ ὁ σύνδενδρος τόπος, ἡ δι’ ὑγρὰς αὐξανομένη, ἡ ἐπισώρευσις τῶν ξύλων, ἢ βόρβορος, ἢ βαθρ. λέγεται ὕλη κυρίως, ἡ κράσις τῶν τεσσάρων στοιχείων, ἤγουν γῆ, ὕδωρ, ἀὴρ, πῦρ· ὑλικὰ δὲ τὰ ἐκ τούτων σύνθετα, λίθος, φυτὰ, ἔμψυχον σῶμα, ὕλη δὲ προσαγορεύεται, διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν τῶν ἐξ αὐτοῦ

### υ 41

Ὑπαγωγὴ ἀπάτη, ἀναχώρησις, δίωξις, ὑποχώρησις· γέγονε δὲ παρὰ τὸ ἄγω· συντάσσεται δὲ μετὰ αἰτιατικῆς

### υ 42

Ὑπάγειν τοῦ πορεύεσθαι διαφέρει· πορεύεσθαι μέν ἐστι τὸ βαίνειν, ὑπάγειν δὲ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦν, ἢ ἵππον, ἢ ἄλλό τι· ὡς Ὅμηρος, οἱ δὲ βοηθοῦντες ταύτῃ τῇ λέξει φασὶν ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν εἰς ὑπογραμμὸν ἡγητὴν, ἀντὶ τοῦ προηγεῖσθαι, ὡς φησὶν Ἀριστοφάνης ὁ κωμικός· σὺ δ’ ὑπάγεις τὸν ὅρκον, ἀντὶ τοῦ ὑπάγης· κέχρηται αὐτῇ τῇ λέξει Εὔπολις, ἐμβατοὺς λέγων, σὺ δ’ ὑπάγεις εἰς τὸ ἔμπροσθεν

### υ 43

Ὕπαιθρον ἐκ τοῦ αἴθω τὸ καίω· ἐξ οὗ καὶ ὁ ἄοικος ἄνθρωπος, ὁ μὴ ἔχων οἰκίαν

### υ 44

Ὑπαντίζει ὑπαντᾷ, ἀντὶ τοῦ παρατάσσεται

### υ 45

Ὑπαχθέντες ὑποβληθέντες, ὑποσυρέντες, ἀπατηθέντες

### υ 46

Ὕπαρ παρὸ ἐγρηγορέναι, ἀληθὴς ὀπτασία, οὐκ ἐν ὀνείρῳ, ἀπὸ τοῦ ὦ ῥήματος ὃ σημαίνει τὸ ὑπάρχω, ἀφ’ οὗ ὄναρ, ὡς θένω θέναρ, ἔδω ἔδαρ καὶ εἴδαρ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπόοναρ καὶ κατ’ ἐναλλαγὴν ὕπαρ, οὐκ ὄναρ φαινόμενον

### υ 47

Ὕπαρ ὀνείρατος διαφέρει καὶ ὀνείρου· ὕπαρ γάρ ἐστιν ὅραμα, καὶ ἐναργὴς ὄψις· ὄνειρος καὶ ὄναρ, ἡ ἐν τῷ καθεύδειν φαντασία

### υ 48

Ὕπαρχος ὁ πολύαρχος· μετετέθη δὲ τὸ ὄνομα ἀπὸ τοῦ ἱππάρχου, καὶ ἔπαρχος λεγόμενος

### υ 49

Ὑπείρεχος ἔστι ῥῆμα ἔχω, ὁ παρατατικὸς εἶχον ποιητικῶς, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπέρεχον, καὶ πλεονασμῷ τοῦ ι, ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει πλεονασμὸς εἶναι, ἵν’ ᾖ, ὑπερίεχον, ἐπειδὴ αἱ προθέσεις ἐν τῷ τέλει πλεονάζουσι τὸ ἰῶτα, ὡς ἐν τῷ ἐν ἐνὶ πρὸς προσὶ, οὕτω καὶ ὑπερίεχον ὤφειλεν εἶναι· ἀλλ’ ἐπειδὴ παρέπεται ταῖς προθέσεσι τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι τούτου χάριν οὐ πλεονάζεται, ἵνα μὴ εὑρεθῇ τρισύλλαβος ἡ πρόθεσις. διάτι ἀναβιβάζει τὸν τόνον; πᾶς παρωχημένος χρόνος, τὸν προσγινόμενον αὐτῷ χρόνον ἀποβάλλων ἐν τῇ συνθέσει προπαροξύνεται, οἷον, εἶχον κάτεχον

### υ 50

Ὑπεμνήμυκε ἔστι ῥῆμα ἠμύω, ὅ ἐστι τὸ ἐπικλίνω καὶ καταπίπτω, ὁ παρακείμενος ἤμυκα, ὁ Ἀττικὸς ὤφειλεν εἶναι ἠμήμυκα, ἀλλ’ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος, ἀπὸ βραχείας ἄρχεται, τούτου χάριν συνεστάλη τὸ η εἰς ε, καὶ ἐγένετο ἐμήμυκα, καὶ πλεο νασμῷ τοῦ ν, διὰ χρεῖαν ποιητικὴν ὑπεμνήμυκα, καὶ τὸ τρίτον ὑπεμνήμυκε

### υ 51

Ὑπεμφήνειε δηλώσειε, τὸ θέμα ἐμφαίνω, ὁ μέλλων ἐμφανῶ, ὁ ἀόριστος ἐνέφανα, καὶ κατὰ Ἀττικὴν τροπὴν τοῦ α εἰς η, ἐνέφηνα, καὶ τὸ εὐκτικὸν αὐτοῦ ἐμφήναιμι· καὶ οἱ Αἰολεῖς τὰ εὐκτικὰ τοῦ ἀορίστου διὰ τοῦ εια προσφέρουσι, τύψαιμι, τύψειας, τύψειε, ἐμφήνειας ἐμφήνειε, καὶ μετὰ τῆς ὑπὸ προθέσεως, ὑπεμφήνειε καὶ τὰ λοιπὰ δῆλα

### υ 52

Ὕπατος σημαίνει ἡ λέξις τὸν ὑπερέχοντα· εἴρηται παρὰ τὴν ὑπὸ πρόθεσιν, δηλοῦσαν τὸ ὑπεράνω, ὑπότατος, ὡς ὑπότερος, ὁ κακότερος, συγκοπῇ ὕπατος ὁ ὑπέρτατος, καὶ ὑψηλός· σημαίνει δὲ καὶ τὸ κατώτατον, ὥσπερ ὁ Ἀπολλώνιος· αὐτὰρ ὁ τοῖσι μάλα μόγις ἐξ ὑπάτοιο στήθεος ἀποπνεύσαν, ἀντὶ τοῦ βαθυτάτου καὶ κατωτάτου

### υ 53

Ὑπεράγονται ὑπερθαυμάζουσιν, ἢ φθονοῦσι· τὸ γὰρ ἀγῶ οὐ μόνον τὸ θαυμάζω δηλοῖ, ἀλλὰ καὶ τὸ φθονῶ, Ὅμηρος· ὡς δ’ αὖ νῦν μοι ἅγασθε θεοὶ βροτὸν ἄνδρα παρεῖναι ἀντὶ τοῦ φθονεῖν· ἄγω οὖν τὸ θαυμάζω, καὶ ἐκπλήττομαι, ἀπὸ τοῦ χαίρειν, ἢ ἀπὸ τοῦ ἄγη· ὅπερ ἔστιν ἀπὸ τοῦ ἄκη, ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει

### υ 54

Ὑπερασπιστὴς βοηθὸς, ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ σπίζω τὸ ἐκτείνω, καὶ μετὰ τοῦ στερημένου α, ἀσπίζω τὸ ἐκτείνω, ἐξ οὗ καὶ ἀσπὶς, τοῦτο παρὰ τὸ σπῶ, σπὶς καὶ ἀσπὶς ἡ κυκλοτέρα οὖσα

### υ 55

Ὑπερβασία ἡ παραβασία, καὶ ἡ ἀδικία, καὶ τὸ ὑπὲρ τὸ δίκαιον πράττειν τί· γίνεται δὲ βίβημι βήσω, ὁ παρακείμενος βέβηκα, ὁ παθητικὸς βέβημαι, βέβασαι, βασία καὶ ὑπερβασία· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ια, θηλυκὰ μονογενῆ, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ἰῶτα γράφεται· οἷον, γερουσία, ἐκκλησία, πανδαισία· οὕτως οὖν καὶ ὑπερβασία

### υ 56

Ὑπερήφανος ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ φῶ τὸ φαίνω, ὑπέρφανός τις ὢν καὶ ὑπερήφανος, ὁ ὑπεράνω πάντων φαινόμενος

### υ 57

Ὑπερθετικὸν εἰς τὸ ἑκουσίως καὶ πρωτίστῳ

### υ 58

Ὑπέρμορα παρὰ τὸ πρέπον, ὑπὲρ τὸ δέον, παρὰ τὸ εἱμαρμένον· ἐπίῤῥημα μεσότητος· φύσει ἔστιν ἢ θέσει; θέσει. τὰ εἰς α λήγοντα οὐδέτερα, εἰ μὲν μετὰ ὀνόματος συντίθενται, ὀνόματά εἰσιν, οἷον, καλὰ. γράμματα, καλὰ περιβόλαια· εἰ δὲ μετὰ ῥήματος συνταγῇ ἐπίῤῥημά ἐστιν, οἷον, καλὰ γράφει, ἀντὶ τοῦ καλῶς, καὶ καλὰ ἀναγινώσκει· οὕτως οὖν ὑπέρμορα ἐτύχθη, ἀντὶ τοῦ ὑπὲρ τὸ προσῆκον ἐτύχθη, κατεσκευάσθη

### υ 59

Ὑπερίδης κύριον ὄνομα, παρὰ τὴν ὑπὲρ πρόθεσιν γίνεται ὕπερος, καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδης· διὰ τοῦ ἰῶτα ὥσπερ γὰρ παρὰ τὴν ἀνὰ πρόθεσιν γίνεται ἄνιος, οὕτω καὶ παρὰ τὴν ὑπὲρ γίνεται ὕπερος· καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδης

### υ 60

Ὑπερίονος ἐπιθετικὸν τοῦ ἡλίου, ἀπὸ τοῦ περὶ ἡμᾶς ἰέναι· Ἡσίοδος, Ὑπερίονος· αὐτὸν γενεαλογεῖ

### υ 61

Ὑπεροπλίῃσιν ὑπερηφανίαις, παρὰ τὸ ὅπλον ὑπερόπλιον, ὑπεροπλία, σημαίνει δὲ τὴν ὑπερηφανίαν· μεταφορικῶς δὲ ἔστιν ἡ λέξις ἀπὸ τῶν τὰ ὅπλα φερόντων

### υ 62

Ὑπεροψία ὑπερηφανία καὶ ὑπερόπτης, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν· ἢ διὰ τὸ ὑπερορᾷν πάντων

### υ 63

Ὑπερφίαλος μέγας, ὑπερήφανος· τὸ φι ἰῶτα, ὡς τὸ ἅγιος, ὄρκιος, ὑπερφίαλος ἀπὸ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ φίλος, ὑπερφίαλον γὰρ λέγεται, τὸ πολὺ καὶ ἄμετρον, ὡς τῆς φιάλης ἀμέτρου οὔσης, ἐξ οὗ καὶ ὑπερφίαλος λέγεται ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ· τὸ μέτρον τῆς φιάλης· φιάλη δὲ ἐτυμολογεῖται, παρὰ τὸ πίνειν ἀπ’ αὐτῆς ἅλις

### υ 64

Ὑπερφυῶς μεγάλως, ἔστιν ἐπίῤῥημα μεσότητος, καὶ γίνεται ἐκ τοῦ ὑπερφυὴς, ὃ σημαίνει τὸ μέγα καὶ ἔνδοξον

### υ 65

Ὑπερῷον οἴκημα, ἀνώγεων, ὑπερώϊόν τι ὄν· τὸ ὑπεράνω τοῦ κάτω ὂν, καὶ ὑπερῷον, διὸ καὶ τὸ ἰῶτα ἔχει προσγεγραμμένον· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι

### υ 66

Ὑπερώϊον τὸν οὐρανίσκον λέγουσι

### υ 67

Ὑπερῷα καὶ ὑπερῷον διαφέρει· ὑπερῷα μέν ἐστιν οὐρανίσκος θηλυκῶς· ὑπερῷον δὲ οὐδετέρως τὸ ἀνώγεων

### υ 68

Ὑπερηκόντισε ἐκ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ ἠκόντισε, γίνεται ὑπερηκόντισα καὶ ὑπερηκόντισε· σημαίνει δὲ τὸ ὑπερέβη, ἐκ τοῦ ἀκοντίζω, ἐξ οὗ καὶ τὸ ἐξακόντισα

### υ 69

Ὑπέσχετο ἐπηγγείλατο· τὸ θέμα ἔχω, ὁ μέλλων ἕξω, ὁ παρακείμενος εἶχα καὶ ὁ β ἀόριστος οὐκ ἔστιν, ἵνα μὴ συνεμπέσῃ τῷ παρατατικῷ παρέλαβεν ἀντὶ τοῦ ἰῶτα τὸ ς, καὶ ἐγένετο ἔσχον, ὁ μέσος ἐσχόμην, ἔσχετο καὶ ὑπέσχετο

### υ 70

Ὑπερίων διὰ τοῦ ἰῶτα γράφεται, παρὰ τὸ ἰὼν μετοχὴν γέγονεν Ὑπερίων, ἄλλως τε δὲ, ἐπειδὴ τὸ ω εἰς ο τρέπεται ἐπὶ τῆς γενικῆς, Ὑπερίονος ἠελίοιο· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἐφυλάττετο τὸ ω, καὶ ἐπὶ γενικῆς

### υ 71

Ὑπετόπαζεν ὑπενόει, καὶ ὑποτοπάζειν τὸ στοχάζεσθαι καὶ ἐνθυμεῖσθαι, ἀπὸ τοῦ ὑποτυποῦσθαι ἐν τῷ νοΐ· ἔστιν οὖν τύπος τυπάζω, καὶ τροπῇ τοῦ υ εἰς ο, ὑποτοπάζω· συντάσσεται μετὰ αἰτιατικῆς καὶ γενικῆς

### υ 72

Ὑπηνίξατο ἐκ τοῦ αἰνίττω

### υ 73

Ὑπετύφετο δὲ αὐτοὺς ἡ δυσμένεια, ἐφύσατο, αἰωρεῖτο· λαμβάνεται δὲ τὸ τύφεσθαι ἐπὶ τοῦ συντρίβεσθαι, καὶ τύφθεσθαι τὸν χωρὶς φλογὸς κάπνον ἂν εἶναι· παρὰ δὲ τῷ Πλάτωνι ἐν Φαιδρῷ καὶ ἐπὶ τοῦ τετυφλῶσθαι τὴν διάνοιαν· τυφεδὼν δὲ ἡ καῦσις

### υ 74

Ὑπήνη αἱ ὑποκάτω τοῦ γενείου τρίχες, παρὰ τὸ ἴημι, ὁ μέλλων ἤσω ἤνη καὶ ὑπήνη, παρὰ τὴν ἕσιν τῶν τριχῶν· οὕτω Φιλόξενος· ἐξ οὗ καὶ ὑπήνιος

### υ 75

Ὑπηρεσία ὄνομα πόλεως, διὰ τοῦ ἰῶτα γράφεται· τὰ γὰρ ἀπὸ ἀρσενικῶν, ἐχόντων τὸ τ, διὰ τοῦ ια γινόμενα θηλυκὰ, διὰ τοῦ ἰῶτα γράφεται

### υ 76

Ὑπηρεσία ἡ δούλη, ὑπηρεσία δὲ ἡ κωπηλασία

### υ 77

Ὑπηνήτης ἀκμαῖος, ἀρτιγενειών· ὑπήνη γὰρ λέγεται ἡ τοῦ ἄνω χείλους τρίχωσις, οἷον, ὑπάνη τις οὖσα, παρὰ τὸ ἄνω ὑπεῖναι

### υ 78

Ὑπηρέτης ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ αἴρω τὸ ἐπαίρω, γίνεται ὑπαίρετης, καὶ τροπῇ ὑπηρέτης, ὁ πρὸς τὸ αἴρειν ἐπιτήδειος

### υ 79

Ὑπηρέτης ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ αἰρέσσω τὸ κωπηλατῶ, κυρίως γὰρ ὑπηρέτης λέγεται ὁ ναύ της, οἱονεὶ ὑποερέτης, καὶ ἐκβολῇ τοῦ ο, ὑπερέτης, καὶ τροπῇ τοῦ ε εἰς η. ἐκ δὲ τούτου γίνεται ῥῆμα ὑπηρετῶ· ὁ πρὸς τὴν ἔριν ἐπιτήδειος

### υ 80

Ὕπνος ἐπὶ θανάτου σκία, παρὰ τὸ ὑπονοστεῖν ἤγουν ὑποχωρεῖν, ἐν αὐτῷ γὰρ αἱ αἰσθήσεις ὑποχωροῦσιν ἤτοι ἠρεμοῦσι

### υ 81

Ὕπνος ὁ ὑπόνοος, ἀφαιρεῖ τὸν νοῦν, ὅθεν ἄτερπνον φασὶ τὸν ἄϋπνον

### υ 82

Ὑπογραφὴ ὡς ὑπὸ τὴν γραφὴν τελοῦσα

### υ 83

Ὑπόβαθρα ὑπὸ βάσιν ὑποκείμενα

### υ 84

Ὑπισχνούμενος καὶ ἐξ αὐτοῦ ἴσχω καὶ πλεονασμῷ τοῦ ν, ἴσχνω, ἡ μετοχὴ ἰσχνούμενος, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπισχνούμενος, καὶ σημαίνει τὸν ἐπαγγελλόμενον

### υ 85

Ὑπόγυον πρόσφατον, ἐγγύτατον, νεωστὶ γεγονὸς, πρὸ ὀλίγου καὶ μετ’ ὀλίγον, παρὰ τὸ γυῖον ὃ σημαίνει τὸ μέλος· οἱονεὶ ἐγγὺς τῶν μελῶν

### υ 86

Ὑπόδημα διὰ τὸ ὑποκάτω ὅλον δῆμα, ἢ δῦμα· ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, δῶ, δήσω, δέδηκα, δέδημαι, καὶ ἐξ αὐτοῦ δῆμα, καὶ ὑπόδημα μετὰ τῆς ὑπὸ προθέσεως

### υ 87

Ὕποχρον ἐκ τοῦ ὦχρον, ὃ σημαίνει τὸ ἄχροον καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὕποχρον

### υ 88

Ὑπόδρα ἰδὼν, δεινῶς περιβλεψάμενος, καὶ ἐπίῤῥημα μεσότητος ἀντὶ τοῦ χαλεπῶς, ἐκ τοῦ ὑδράσω, τοῦτο ἐκ τοῦ δρῶ, δράξω, ἀποβολῇ τοῦ ξω, δρὰ καὶ ὑπόδρα

### υ 89

Ὑπόδρα ἐπίῤῥημα μεσότητος πόθεν γίνεται; ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν ἀπὸ τῶν περισπωμένων οὕτως· ἀπὸ τοῦ ἠρεμῶ γίνεται, ἠρέμα καὶ σιγῶ σίγα, οὕτω καὶ ἐκ τοῦ ὁρῶ, καὶ τῆς ὑπὸ προθέσεως γίνεται ὑπόδρα, καὶ πλεονασμῷ ὑπόδρα, τὸ ὑφορᾷσθαι ἔστι· καὶ ἄλλως· ἔστι δρῶ, καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών. ἐκ τοῦ οὖν δρῶ γίνεται δρὰ καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπόδρα, τὸ δεινῶς ὑποβλέπειν. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ ὑποδρὰξ γέγονε· καὶ διάτι ὀξύνεται; ἐπειδὴ τὰ εἰς ξ, λήγοντα ἐπιῤῥήματα, χωρὶς εἰ μὴ παρὰ προθέσεως γίνονται, ἅπαντα ὀξύνονται· οἷον, εὐρὰξ, σημαίνει δὲ τὸ ἐκ πλαγίου, ἀπρὶξ, ἐναλλὰξ, κουρίξ· εἶπε δὲ, εἰ μὴ παρὰ προθέσεως γίνεται, διὰ τὸ πάρεξ· τὸ γὰρ πάρεξ ἔχει τι σημαινόμενον. ὅτε δὲ ὀξύνεται, οὐ φαμὲν ἐπίῤῥημα, ἀλλὰ δεύτερον πρόσωπον· σεσημείωται τὸ ἅπαξ· καὶ τοῦτο ὅπερ ὤφειλε δέξασθαι, ἐν τῇ ἁπλότητι, ἐδέξατο ἐν τῇ συνθέσει, ἅπαξ ἁπλῶς· τὸ δ’ ὑποδρὰξ ἀποβαλὸν τὸ σύμφωνον, ἀνεβίβασε τὸν τόνον

### υ 90

Ὑποπόδιον παρὰ τὸ ποὺς ποδὸς, πόδιον καὶ ὑποπόδιον

### υ 91

Ὑπωπιάζω τὸ ἐπιτηρῶ καὶ φυλάττω· ὑποπιέζω δὲ τὸ θλίβω, σφίγγω· τὶ διαφέρει τὸ ὑπωπιάζω τοῦ ὑποπιέζω; τὸ μὲν γὰρ ὑποπιέζω κοινόν ἐστι, τὸ δὲ ὑπωπιάζω δωρικόν· τὸ γὰρ ε εἰς α τρέπουσι, καὶ τὸ ο εἰς ω

### υ 92

Ὑποστηρίζω παρὰ τὸ ἵστημι στήσω, στηρίζω καὶ ὑποστηρίζω

### υ 93

Ὑποψία ὑφοράσεως διαφέρει· ὑποψία μέν ἐστι κακοῦ τινὸς ὑπόνοια, ὑφόρασις δὲ δόξα, καὶ ἐπὶ τῶν χειρόνων

### υ 94

Ὑποπιεσμὸς ἐνταῦθα διὰ τοῦ ο γράφεται τὸ πο, ἀπὸ γὰρ τοῦ ὑποπιέζειν τινὰ ἑαυτὸν καὶ ταπεινοῦν καὶ ἐκθλίβειν εἴρηται ὑποπιεσμός· ἑτέρωθεν διὰ τοῦ ω γραπτέον, καὶ διὰ τοῦ α, ὑπωπιασμός· ἔστιν ἔλεγχος· ὑπωπιάζειν γάρ ἐστι τὸ αἰσχύνειν καὶ ἐλέγχειν τινὰ ἑαυτὸν, διὰ τῶν ἐν τῷ σώματι αὐτοῦ ὑπωπίων, ἤτοι μωλώπων· ὑπωπιάζει τυχὸν ὁ αἰκισθείς

### υ 95

Ὑπόδρα παρὰ τὸ δρῶ τὸ ὑφορῶ· ἢ παρὰ τὸ δέρκω τὸ βλέπω, καὶ κατὰ συγκοπὴν δρῶ, δράσω, δράξω, δρὰξ καὶ ὑποδρὰξ, καὶ κατὰ συγκοπὴν τοῦ ξ, ὑπόδρα· ἐκ τούτου καὶ δραπέτης ὁ ὑποβλεπόμενος ἐν τῷ πέτεσθαι ἤγουν φεύγειν, ὅθεν καὶ ὑπόδρομοι εἴρηνται ἀντὶ τοῦ ὑφορώμενοι· καὶ ὡς ἐγένετο ἀπὸ τοῦ μιγδῶ μίγδα, καὶ ἀπὸ τοῦ ἠρεμῶ ἠρέμα, οὕτω καὶ ἀπὸ τοῦ δρῶ, δρὰ, καὶ ἐν συνθέσει ὑπόδρα· τὸ δὲ δρῶ σημαίνει τέσσαρα· δρῶ τὸ κρατῶ, ἐξ οὗ καὶ δάκτυλος, δρῶ τὸ ὑπηρετῶ, ἐξ οὗ καὶ δραπέτης, ὁ ἀποδρῶν τῆς δουλείας· δρῶ τὸ βλέπω, ἐξ οὗ καὶ ὑπόδρα ἰδών· καὶ δρήθω τὸ κοιμῶμαι κατ’ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐ βλέπουσι· δρῶ τὸ πράττω, ἐξ οὗ καὶ δράμα

### υ 96

Ὑποταγήσεται ἐκ τοῦ ὑποτάσσω, ὁ β ἀόριστος ὑπέταγον, ὑπετάγην, ὑποταγήσομαι, ὑποταγήσεται

### υ 97

Ὑποσκελίσαι ἐκ τοῦ ὑποσκελίζω, τοῦτο παρὰ τὸ σκέλος, τοῦτο παρὰ τὸ σκέλω τὸ ξηραίνω· ἢ σκέλη εἴρηται, παρὰ τὸ ξηρότερα ἤγουν σκληρότερα εἶναι τῶν λοιπῶν μερῶν

### υ 98

Ὑποσμίχουσα διερεθίζουσα, ὑποκαίουσα, θλίβουσα, καταπονοῦσα· καὶ ὑποσμύχουσα, τὸ ἠρέμα ὑπολάμπειν, ἀπὸ τοῦ μυχοῦ τοῦ σκοτεινοῦ τόπου ἢ ἀφεγγοῦς· ἢ τὸ τυφλώττειν καὶ μεμυκέναι

### υ 99

Ὑπόστασις ἔστι κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ἀποστολικὴν, τὸ πρόσωπον, ἤγουν ὁ χαρακτήρ· καθὼς φησὶν ὁ ἀπόστολος, ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· πρόσωπον δὲ καὶ χαρακτῆρας λέγομεν ἐπὶ θεοῦ, ἀσώματα καὶ ἀπερίγραπτα, καὶ ἀσχημάτιστα

### υ 100

Ὑπόστασις ἔστι πότε μὲν πᾶσα τοῦ τύχοντος ὕπαρξις, πότε δὲ τὸ ἰδικὸν, περὶ τὸ κοινὸν, ὡς πατὴρ, υἱὸς καὶ ἅγιον πνεῦμα

### υ 101

Ὑπόσχεσις ἐπαγγελίας διαφέρει· ὑπισχνεῖται μὲν γάρ τις διδόναι τὶ μέλλον· ἐπαγγέλλεται δὲ ὁ διχὰ παρακλήσεως παρέχειν βουλόμενος· καὶ εἰς τὸ ὑπέσχετο

### υ 102

Ὕπουλος ἄνθρωπος, ἀπὸ μεταφορᾶς τῆς τῶν πραγμάτων ἀπονεμομένης οὐλῆς, οἷον ὁ μὴ προφανῆς πονηρός· ὕπουλος γὰρ ὁ ἐγγὺς τὴν ὑγείαν θεῖναι μώλωψ

### υ 103

Ὕπτιος ὁ ὑψηλὸς, καὶ ὕπτιος ὁ ἀνὰ σκέλα πεσών

### υ 104

Ὑιὸς διὰ τὸ εἶναι ὅμοιος τῷ πατρί

### υ 105

Ὗς καὶ σῦς ὁ χοῖρος, παρὰ τὸ ὕω τὸ βρέχω· φιλεῖ γὰρ τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι· ὑὸς ὁ κανών· τὰ εἰς υς μονοσύλλαβα μακροκατάληκτα, διὰ καθαροῦ τοῦ ος κλίνεται

### υ 106

Ὑσμίνη ὑπομίνη τις οὖσα, καὶ συγκοπῇ τῆς πο συλλαβῆς, καὶ πλεονασμῷ τοῦ ς, ὑσμίνη, ἢ πλεονασμῷ τοῦ δ, δυσμίνη, ὡς διωκή· καὶ ἡ μὲν ἐτυμολογία ἀπαιτεῖ διὰ τῆς ει διφθόγγου γράφεσθαι· γάρ τις ἔστι παρὰ τὸ δυσμενὴς, ἐκβολῇ τοῦ δ, ὑσμίνη· ἢ παρὰ τὸ ὑπομένειν· γράφεται δὲ διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τῶν διὰ τοῦ ινη, τῷ εἰρημένῳ ἐν τῇ ἀδρηστίνῃ

### υ 107

Ὕσσωπον παρὰ τὸ ὕω τὸ βρέχω, ὁ μέλλων ὕσω καὶ τὸ ὢψ ὠπὸς, ὃ σημαίνει τὸ πρόσωπον καὶ τὸν ὀφθαλμόν· ἔστι δὲ βοτάνη καθαρτικὴ ῥύπου, παρομοία σαμψύχῳ. σημαίνει δὲ δύο, τὸ ὕσσωπον τὴν βοτάνην, καὶ τὸν σπόγγον

### υ 108

Ὕσπλιγξ τὸ κάγκελλον καὶ ἡ μάστιγξ

### υ 109

Ὕστατα ἐπίῤῥημα μεσότητος· διάτι καλοῦνται μεσότητος; ἐπειδὴ ἀπὸ μέσων ὀνομάτων παράγονται, ἀπὸ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου· ἐὰν μὴ γάρ εἰσι τριγενῆ, μεσότητος ἐπιῤῥήματα οὐ ποιοῦσι· καὶ πῶς ἐστιν ἐπίῤῥημα; κανὼν γάρ ἐστιν ὁ λέγων, ὅσα ἐν ὁμωφωνίᾳ καθέστηκε πληθυντικὰ ὀνόματα βαρύτονα, ταῦτα καὶ εἰς ἐπιῤῥηματικὴν μετάγονται σύνταξιν· ὥσπερ ἐστι τὸ, ἥδιστα οὖν μᾶλλον καυχήσομαι, ἥκιστα ἀντὶ τοῦ οὐδαμῶς, τοῦτο ἀπὸ τοῦ οὐδετέρου· ἔστιν ἡ εὐθεῖα τῶν πληθυντικῶν, ὕστατα, καὶ μετάγεται εἰς ἐπίῤῥημα

### υ 110

Ὑστέρα ἐπὶ τῆς μήτας, ἤτοι ἀπὸ τῆς θέσεως, ἢ ἀπὸ τοῦ μὴ εὐθὺς, ἀλλ’ ὕστερον ἀποδιδόναι τὰς ἰδίας ἐνεργείας

### υ 111

Ὑστερῶ ἐκ τοῦ ὕστερος, ὑστερίζω τὸ βραδύνω, ὑστερῶ δὲ τὸ παντελῶς στερίσκω

### υ 112

Ὕστατος ὁ ἔσχατος, ὁ τελευταῖος, ἐκ τῆς ὑπὸ προθέσεως ὑπότερος καὶ συγκοπῇ ὕτερος καὶ πλεονασμῷ τοῦ ς, ὕστερος· πλεονασμός ἐστιν ἢ ἴδιος τύπος; ἴδιος τύπος ἐστί· κανὼν γάρ ἐστιν ὁ λέγων· ὅτι τὸ ο συγκοπτόμενον πέφυκε γίνεσθαι τὸ ς, οἷον, ἔστιν οὕτως· ἔστι γὰρ θεόφατος ὄνομα, καὶ συγκοπῇ τοῦ ο, καὶ πλεονασμῷ τοῦ ς, θέσφατος· οὕτως οὖν καὶ θεόκελος. καὶ θέσκελος, καὶ οὐδέτερον θέσκελον, καὶ θέσκελα· οὕτως οὖν καὶ ὑπότερος, ὕστερος καὶ ὕστατος τὸ ὑπερθετικόν

### υ 113

Ὕστερος ὥσπερ παρὰ τὴν πρὸ πρόθεσιν γίνεται πρότερος, καὶ παρὰ τὴν ὑπὲρ ὑπέρτερος· οὕτω καὶ παρὰ τὴν ὑπὸ πρόθεσιν ὑπότερος καὶ συγκοπῇ τῆς πο, συλλαβῆς γίνεται ὕτερος, καὶ πλεονασμῷ τοῦ ς, ὕστερος

### υ 114

Ὑστριχὲς ὁ ὑσθρὶξ, ἤγουν ἡ τοῦ χοίρου θρὶξ, ἐκ τοῦ ὗς καὶ τοῦ θρὶξ, καὶ κλίνεται ὑστριχίδος

### υ 115

Ὑσίπη ὁ ῥύπος τοῦ ἐρίου τῶν προβάτων

### υ 116

Ὑφαίνει ἐκ τοῦ ὑφαίνω, τοῦτο ἐκ τοῦ ὕφος, τοῦτο παρὰ τὴν ὑπὸ πρόθεσιν καὶ τὸ ὃς, ὅθεν ὑφὴ ὁ ἱστός· ποίου εἴδους τὸ ὑφαίνειν; μεταφορικοῦ, ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα

### υ 117

Ὑφάντης παροξυτόνως, τὰ εἰς της ὀνόματα ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, παροξύνεται. Λαέρτης, ὑφάντης· γίνεται ἀπὸ τοῦ ὑφαίνω

### υ 118

Ὑφείμενος ἵημι, ἥσω, ἧκα, ὁ παθητικὸς ἕμαι, ἡ μετοχὴ ἕμενος καὶ εἵμενος πλεονασμῷ τοῦ ἰῶτα, μετὰ τῆς ὑπὸ προθέσεως, ὑφείμενος ὁ ταπεινὸς καὶ ὑποχείριος

### υ 119

Ὑφέντες ἀορίστου β, τῆς μετοχῆς τῶν εἰς μι· ἐκ τοῦ ἵημι γέγονε ὁ β ἀόριστος ἧν, ἡ μετοχὴ εἳς ἕντος, καὶ τὸ πληθυντικὸν ἕντες

### υ 120

Ὑφεῖσαν ἐκ τοῦ ἐῶ, τὸ συγχωρῶ, ὁ μέλλων ἐάσω, τοῦ ἀορίστου τὸ τρίτον τῶν πληθυντικῶν εἴασαν, καὶ ἐν συγκοπῇ καὶ συνθέσει ὑφεῖσαν

### υ 121

Ὑφώμενος ὑποβλεπόμενος, εὐλαβούμενος, ὑπονοῶν, φοβούμενος

### υ 122

Ὑψήγορος ἐκ τοῦ ὕψος καὶ τοῦ ἀγορῶ γίνεται ὑψάγορος, καὶ τροπῇ τοῦ α εἰς η, ὑψήγορος, ὁ τὰ ὑψηλὰ καὶ μεγάλα δημογορῶν

### υ 123

Ὑψηλὸς ὑψηρός τις ὢν, ὁ ἐν ὕψει ᾐρμένος, μετάθεσιν γὰρ πέπονθε τὸ λ εἰς ρ

### υ 124

Ὑψηλὸς παρὰ τὸ ὕψος· ἢ παρὰ τὸ ὑψώσω

### υ 125

Ὑψηλὸν παρὰ τὸ εἶναι ἄορον· ἐὰν γὰρ ἔχῃ αὐτὸ τὸ σημαινόμενον σῶμα, ὡς τὸν οὔρανον ὁ ἥλιος τῇ ἡμέρᾳ, καὶ οἱ ἀστέρες τῇ νυκτί· τὸ γὰρ ὕψη σημαίνει τὸ ἄπειρον, τὸ δὲ λον λίαν ὅ ἐστι πολύ· πόσα σημαίνει τὸ ὑψηλόν; ὑψηλὸν τὸ μέγα καὶ ὑπέροχον ὑψηλὸν δὲ τὸ λεπτὸν, τὸ αὐτὸ καὶ ὑπὸ τοῦ ἱματίου· καὶ ἄλλως ὕψος ὑψηρὸς, καὶ τροπῇ ὑψηλός· πένθος πενθηρὸς ἐχρῆν καὶ οὕτως εὑρίσκεται ἐπὶ ἱματίου

### υ 126

Ὑψιβρεμέτης ὁ ἐν τῷ ὕψει βροντῶν

### υ 127

Ὑψιπέτης ὁ εἰς ὕψος πετώμενος, τῷ δὲ τονῷ ἀναγνωστέον, ὡς τὸ νεφεληγερέτης

### υ 128

Ὑψίζυγος ὁ ἐπὶ ὑψηλοτάτου θρόνου καθεζόμενος, καὶ τὴν τῶν ἄνω καθέδραν ἔχων· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναῦσι ζυγῶν ἐφ’ ὧν καθέζονται οἱ ἐρέσσοντες· ἢ ὁ ἐν ὕψει ζυγοστατῶν, καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον

### υ 129

Ὑψιστάριος αἵρεσις αὕτη· ἄνθρωποι γάρ τινες αἱρετικοὶ, οὔτε πατερὰ, οὔτε υἱὸν ὁμολογοῦντες, εἰ μὴ μόνον ὕψιστον

### υ 130

Ὕψιστος ὁ ἐν τῷ ὕψει ἑστώς· γίνεται ἐκ του ὕψος, τὸ συγκριτικὸν ὁ πρῶτος τύπος ὑψότερος, ὁ δεύτερος ὑψείων καὶ ἐξ αὐτοῦ ὑπερθετικὸν ὕψιστος. τὰ εἰς ων συγκριτικὰ μεταβάντα εἰς ὑπερθετικὰ, εἰ μὲν εἴῃ δι σύλλαβα, παρατηρεῖ τὴν παραλήγουσαν, οἷον, πλείων πλεῖστος, ῥᾴων ῥᾷστος· εἰ δὲ ὑπὲρ δύο συλλαβὰς, τρέπει αὐτὴν ἐν τῷ ὑπερθετικῷ, ἀρείων ἄριστος, οὕτω καὶ ὑψείων ὕψιστος

### υ 131

Ὑψοῦ ἐν ὕψει, ποιητικῶς

### υ 132

Ὑιωνὸς ὁ τοῦ υἱοῦ υἱός, ὥσπερ καὶ δεσπόσυνος, ὁ τοῦ δεσπότου υἱός

### υ 133

Ὕω εἰς τὸ ὑλὶς, καὶ ὗς, καὶ ὕσσωπον. Τέλος τοῦ Υ στοιχείου. ΑΡΧΗ ΤΟΥ Φ ΣΤΟΙΧΕΙΟΥ

### φ 4

Φάανθεν ἐφάνησαν, ἀορίστου πρώτου παθητικοῦ, ἀπὸ τοῦ φαίνω, ἀόριστος πρῶτος παθητικὸς ἐφάνθην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐφάνθησαν, καὶ ποιητικῶς, αἰολικῶς. ἢ καὶ Δωρικῶς φάανθεν, πλεονασμῷ τοῦ α· ἔθος γὰρ ἔχουσιν οἱ Αἰολεῖς καὶ Δωριεῖς τὰ ἔχοντα ῥήματα τὴν μετοχὴν εἰς ς, μετ’ ὀξείας τάσεως, σχηματίζειν τὰ τρίτα τῶν πληθυντικῶν, ὡς καὶ ἐκόσμηθεν

### φ 5

Φάβα Φαβώνιος παρὰ Ῥωμαίοις ὁ Ζέφυρος καλεῖται, οὗ καταρχομένου πνεῖν, πέφυκεν ὁ τοιοῦτος καρπὸς βλαστάνειν

### φ 6

Φαγεῖν τὸ θέμα φάγω καὶ τὸ ἀπαρέμφατον φαγεῖν

### φ 7

Φάγομαι ἐκ τοῦ φάγω, ὁ β ἀόριστος ἔφαγον, καὶ ὁ μέλλων δεύτερος φαγῶ καὶ ὁ μέσος μέλλων δεύτερος ὤφειλεν εἶναι φαγοῦμαι, ὡς ποιοῦμαι, ἀλλὰ σεσημείωται τὸ φάγομαι, πίομαι, ἔδομαι· τὸ δεύτερον, φάγῃ, πίῃ, ἔδη

### φ 8

Φαεσίμβρωτος φθείρουσα τοὺς ἀνθρώπους

### φ 9

Φάεα φάη, ὀφθαλμοὶ, ὅτι ἐξ αὐτῶν τὸ φῶς προχεῖται· ἢ ὅτι φωτός εἰσι κριτικοί

### φ 10

Φάρυγξ παρὰ τὸ φέρω, δι’ ἧς φέρεται τὸ πνεῦμα, καί ἐστιν παρώνυμον φέρω, φόρος καὶ φάρος· καὶ παρώνυμον φάρυγξ λέγεται τὸ ἀπόσπασμα τῆς γῆς· εἴρηται ἀπὸ τοῦ σπαράσσω, σπάραγξ καὶ τροπῇ φάραγξ

### φ 11

Φαμίλιος ἡ γανὴ καὶ φαμιλία· ἄλλοι δὲ τὴν δούλην

### φ 12

Φαινόλην παρὰ τὸ φαίνεσθαι ὅλον, ἀπὸ τοῦ φαίνω ῥήματος, ὤσπερ ἀπὸ τοῦ φῶ καὶ παρ’ Ὁμήρῳ παιφάσσουσα

### φ 13

Φαιδρωπὸν τὸ τερπνὸν, φαιδρόν τε καὶ χάριεν πρόσωπον

### φ 14

Φαιδρὸς παρὰ τὸ φαίνω φαινηρὸς καὶ κατὰ συγκοπὴν τοῦ ἦτα καὶ τροπῇ τοῦ ν εἰς δ φαιδρὸς· ἢ παρὰ τὸ φαός

### φ 15

Φαινώλην φαινόλην ὡς καὶ τὸν φαινώλην φαινόλην ἀποδύσασθαι, τουτ’ἔστι τὸ ἱμάτιον· παρὰ τὸ φαίνεσθαι ὅλον· ἢ ἀπὸ τοῦ φαίνω ῥήματος, ὅπερ ἔστιν ἀπὸ τοῦ φῶ, ἐξ οὗ καὶ παρ’ Ὁμήρω, παιφάσσουσα

### φ 16

Φαεινὸς διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς νοο ὀξυτόνων παρωνύμων, τῷ εἰρημένῳ ἐν τῷ αἰπεινός· καὶ ἄλλως· ἐπειδὴ οἱ Αἰολεῖς φάενος λέγουσιν ἀποβάλλοντες τὸ ἰῶτα καὶ διπλασιάζοντες τὸ σύμφωνον

### φ 17

Φάρυγξ παρὰ τὸ ἐσθίειν καὶ ἀπολαύειν, ὥσπερ καὶ λάρυγξ διὰ τὸ λαλεῖν

### φ 18

Φαινόλης ὁ ἄγαν ἀπατηλός

### φ 19

Φαιὸν χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ, ἤγουν μύϊνον

### φ 20

Φαλὸς ἐκ τοῦ φῶ τὸ φαίνω, ὁ μέλλων φώσω· φαλὸν τὸ λαμπρὸν, ἐξ οὗ καὶ παμφαλτρ. ὁ τὴν κάραν φαλαρὰν ἔχων· Θυτοῦ τὴν λαμπράνιν

### φ 21

Φαεινῶ λαμπρῶ, μέλλοντα οὐκ ἔχει ἀλλ’ ἄχρι τοῦ παρακειμένου κλίνεται

### φ 22

Φακὴ φωκή τις οὖσα, ἡ τὰ φῶτα βλάπτουσα, τουτ’ἔστι τοὺς ὀφθαλμούς· ἢ παρὰ τὸ αἰκίζειν τὰ φάη, ὡς καὶ ὁ ἰατρικὸς λόγος μαρτυρεῖ, φακακή τις οὖσα, ἡ τὰ φάη κακοῦσα

### φ 23

Φακίη παρὰ Ἰταλοῖς ἡ ὄψις λέγεται· ἐκεῖθεν φακιόλιον, τὸ ἐν τῇ ὄψει

### φ 24

Φάλαγγες οἱ πάλαγγες, παρὰ τὸ πέλας καὶ ἐγγὺς ἀλλήλων εἶναι

### φ 25

Φαλὸς ἀσπιδίσκιόν τι λαμπρὸν, ὁ δηλοῖ τὸ φάλειον, ὅ ἐστι λευκὸν παρὰ τὸ φάος, ἐξ οὗ καὶ φαλακρὸς, ὁ ἔχων φάλειαν κάραν

### φ 26

Φάλαγγες αἱ μὲν τῶν νηῶν, παρὰ τὸ σπᾷν εἰς τὴν ἅλα, αἱ δὲ τάξεις παρὰ τὸ πελάσαι ἄγχι

### φ 27

Φάλιος φαλακρὸς, ὁ τὸ ἄκρον ἔχων φαλὸν, ὅ ἐστι λαμπρὸν, παρὰ τὸ φώς· καὶ εἰς τὸ βάλιος

### φ 28

Φαρκίδιον τὸ τέταρτον· φαλκίδιος ὁ κόπτων ἀπὸ μεταφορᾶς τοῦ δρεπάνου

### φ 29

Φάλλος ὁ φορῶν τὸν φάλλον, ἤγουν τὸ δερμάτιον, μήριον καὶ ἐρυθρόν· καὶ φαλὸς ὁ λευκός

### φ 30

Φαλλὸν αἰδοῖον ἀνδρικὸν ἐκ ξύλου, ὅπερ ἐν τῇ τοῦ διονύσου ἑορτῇ φοροῦντες ἐχόρευον

### φ 31

Φαντασία φαοστασία, τῶν ἀφανῶν στάσις

### φ 32

Φανῶ εἰς τὸ ἐξέφηνα

### φ 33

Φάρος κατ’ Ἀθηναίους ἱμάτιον, οἱονεὶ φέρος, τὸ φερό μενον ἱμάτιον, παρὰ τὸ φορεῖσθαι

### φ 34

Φάρος παρὰ τὸ φῶς ἐστι θεωρούμενον

### φ 35

Φάρος περιβόλαιον, ἅρμενον· εἴρηται δὲ παρὰ τὸ φέρεσθαι, ἢ τὸ ὑφῇ ἀρηρέναι

### φ 36

Φάλαγξ τάξις στρατιωτικὴ, ἐπειδὴ τὸ παλαιὸν ξύλοις ἐμάχοντο· φάλαγγας μὲν γὰρ τὰ ξῦλα ἐκάλουν οἱ ἀρχαῖοι. ἔτι γοῦν καὶ ἡμεῖς τὰ τῶν ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν· φάλαγξ δὲ καὶ οὐλαμὸς διαφέρει· φάλαγξ μὲν γάρ ἐστι τάξις συνεστηκυῖα ἐξ ἑκατὸν εἴκοσιν ἀνδρῶν· ὁ δὲ οὐλαμός, ἐξ ἀνδρῶν τετρακισχιλίων καὶ ἕξ

### φ 37

Φάραγξ παρὰ τὸ χαράσσω, χαράξω χάραξ, καὶ τροπῇ τοῦ χ εἰς φ, καὶ πλεονασμῷ τοῦ γ φάραγξ. σημαίνει δὲ τὴν ἐξ ὑδάτων τοῖς ὄρεσιν, ἢ τῇ γῇ γινομένην κοιλότητα

### φ 38

Φάρμακα ἰάματα· φάρμακα γὰρ κυρίως ἐκεῖνα λέγονται, τὰ οἱονεὶ ἐπιφέροντα τὸ ἄκος, ἤγουν ἴασιν, ἢ τὰ φέροντα ἄκεσιν· εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· καὶ γὰρ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐν βάθει στόμωσιν

### φ 39

Φαρμακεῖα ἐκ τοῦ φαρμακεύω· τοῦτο ἐκ τοῦ φάρμακος, τοῦτο ἐκ τοῦ φέρειν ἄκος, τουτ’ἔστιν ἴαμα

### φ 40

Φαρμακεῖα γοητείας διαφέρει, ὅτι τὸ μὲν δηλητήριον λαμβάνεται ἐπὶ θανασίμου· τὸ δὲ φάρμακον ἐπὶ ζωῆς

### φ 41

Φάρος εἰ μέν ἐστιν ἀρσενικὸν σημαίνει τὸν τόπον· εἰ δὲ θηλυκὸν, σημαίνει τὴν πόλιν· εἰ δὲ οὐδέτερον σημαίνει τὸ ἱμάτιον· ἔστι δὲ ὁμώνυμον· καὶ εἰς τὸ ὦκα

### φ 42

Φάραγξι παρὰ τὸ φάραγξ, τοῦτο παρὰ τὸ ῥήσσω, τὸ ῥηγνύω, ὁ β ἀόριστος ἔῤῥαγον· καὶ ἐξ αὐτοῦ φάραγξ· ἐτυμολογεῖται δὲ παρὰ τὸ φαίνεσθαι ἐν αὐτῇ ῥῆμα

### φ 43

Φάρμακος παρὰ τὸ φάρμακον· τοῦτο παρὰ τὸ φέρειν ἄκος

### φ 44

Φάξας ἀπατήσας, γοητεύσας, ἰατρεύσας

### φ 45

Φάσαν ἔφασαν καὶ εἶπον, ὡς φάσαν ἡ πληθύς· διάτι τῷ πληθυντικῷ ἀριθμῷ ἑνικὴν φωνὴν συνέταξεν ὁ ποιητής; ἑνικὰ γὰρ ὀνόματα ἑνικοῖς συντάσσονται ῥήμασι, καὶ πληθυντικὰ ὁμοίως πληθυντικοῖς· τὰ γὰρ περιληπτικὰ ὀνόματα δύο συντάξεις ἀναδέχονται, τῷ λόγῳ τῆς φωνῆς, καὶ τῷ λόγῳ τοῦ σημαινομένου· πληθυντικῷ δὲ ἀριθμῷ συνέταξεν, εἰ καὶ τῇ φωνῇ ἑνικῇ, τὸ πληθὺς, κατὰ τὸν τοῦ σημαινομένου χαρακτῆρα

### φ 46

Φαλαρίτης ἡ ἀθηνὰ· ἢ ἀπὸ τῶν τῆς περικεφαλαίας φαλάρων· καὶ ἀπὸ φαλάρου κώμης τιμώσης τὸν δαίμονα· οἱ δὲ ἀπὸ τῶν ἐπάλξεων, ἃς ἐκάλουν φάλαρα ἐμπαθῶς

### φ 47

Φάσγανον ἄορ, ξίφος, παρὰ τὸ σφάζω, σφάσω, σφάγανον καὶ φάσγανον· ἢ παρὰ τὸ σφάσαι, ὅ ἐστι φονεῦσαι

### φ 48

Φείδομαι διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ φεύγειν καὶ τὸ δοῦναι, γίνεται φεύδομαι καὶ τροπῇ τοῦ υ εἰς ι φείδομαι· τὸ δὲ φίδος, τὸ ῥηματικὸν ὄνομα, τὸ σημαῖνον τὸ φειδωδὲς, ἐπὶ κρατήσει, διὰ τοῦ ἰῶτα γράφεται

### φ 49

Φείδομαι τὸ ἐλεῶ, ἐξ οὗ καὶ ἀφειδὴς, καὶ ἐφεισάμην, καὶ ἀφαιδίσαι

### φ 50

Φάσγανον σπάγανόν τι ὂν, παρὰ τὴν σπάσιν· παρὰ τὸ σφᾶσθαι, ὅ ἐστι φονεῦσαι· ἢ σφάζω σφάγανον καὶ φάσγανον

### φ 51

Φειδωλὸς φευδωλός τις ὢν, ὁ φεύγων τὴν δόσιν καὶ τὸ δοῦναι, οὕτως Ἡρωδιανός

### φ 52

Φείδεσθαι ἀπὸ τοῦ Φειδῶνος ἑνὸς τῶν Ἡρακλείδων, μειώσαντος τὰ μέτρα, καὶ διὰ μικροῦ ἀργυρίου ἐνδαλαγὰς τίθεσθαι

### φ 53

Φάσκαλος φασκωλίου διαφέρει· φασκαλὸν μὲν γάρ ἐστιν ἱμάτιον χωρίς· φασκώλιον δὲ τὸ δερμάτιον

### φ 54

Φᾶσθαι λέγειν, εἰπεῖν· μέσος ἀόριστος πρῶτος, ἀπαρεμφάτου τῶν εἰς μι, γέγονεν ἐκ τοῦ φῶ τὸ φαίνω, παράγωγον φημὶ, ὁ μέλλων φήσω, ὁ ἀόριστος ἐφάθην, ὁ μέσος ἐφάμην, ἔφασο, ἔφατο, φᾶσθαι

### φ 55

Φασκώλιον καὶ πρὸς γεμεστόν, κατὰ τὸ πλέον καὶ ἐμβριθέστατον ποιῶν τὸ φασκώλιον, τουτ’ἔστι δερμάτινον βαλάντιον

### φ 56

Φασκώλιον δὲ τὸ μέγα εἰς ὃ τὰ ἱμάτια ἐμβάλλεται· φασκώλιον οὖν, οἱονεὶ ἀσκώλιον, τῷ ἀσκῷ ἐοικός

### φ 57

Φασουλὶς ὄσπρεα, φῶς ὅλον, ἢ παρὰ τὸ φυσῶ, φυσωλή τις οὖσα

### φ 58

Φακλὴν διὰ τὸ φαίνειν καλῶς

### φ 59

Φατλὴν διὰ τὸ φαίνειν τηλόθεν

### φ 60

Φάτνη παρὰ τὸ φαγεῖν, φάγνη τὶς οὖσα καὶ τροπῇ τοῦ γ εἰς τ φάτνη· ἢ παρὰ τὸ πατῶ τὸ ἐσθίω, ἐξ οὗ καὶ τὸ παύσασθαι παράκειται ἐπὶ τοῦ ἐσθίειν, καὶ τροπῇ τοῦ π εἰς φ φάτνη

### φ 61

Φατρία ἐκ τοῦ φρατὸς, ὃ σημαίνει τὸν συγγενῆ· λοιπὸν ἐξ αὐτοῦ φράτερος φρατερία καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ρ, φατρία· λέγεται δὲ ἡ συγγένεια

### φ 62

Φαῦλος παρὰ τὸ φαύω τὸ λάμπω φαύσω, φαῦλος, ὁ φανερούμενος εἰς ἃ ἐργάζεται· ἢ παρὰ τὸ παύω, παῦλος καὶ φαῦλος, τὸ γὰρ κακὸν ταχὺ παύεται, τὸ δὲ καλὸν οὐδέποτε· καὶ εἰς τὸ ἀποφαυλίζοντες

### φ 63

Φαύω εἰς τὸ αὔω, καὶ φαῦλος, καὶ φήμη

### φ 64

Φευρουάριος ἀπὸ φρούρας τινὸς θεὰς ὀνομασθῆναι

### φ 65

Φείδω εἰς τὸ ἀπείθησε

### φ 66

Φειδίας φείδομαι, διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ φεύγειν καὶ τὸ δοῦναι γέγονε φεύδομαι καὶ τροπῇ τοῦ υ εἰς ι φείδομαι

### φ 67

Φέγγος παρὰ τὸ φωτὸς εἶναι γέννημα καὶ μήνυμα· καὶ εἰς τὸ ἀφεγγής

### φ 68

Φενακίζω ἐκ τοῦ φρὴν φρενὸς φρενακίζω καὶ ἐκβολῇ τοῦ ρ φενακίζω

### φ 69

Φενακισθέντες ἀντὶ τοῦ ἀπατηθέντες· γίνεται παρὰ τὸ φενάκη· ἔστι δὲ κόσμος γυναικεῖος, ἡ λεγομένη οὐρά· τὸ φε ψιλόν

### φ 70

Φενακισθείη χλευασθείη, ἀπὸ τοῦ φενακίζω· τοῦτο παρὰ τὸ τὰς φρένας αἰκίζειν· συντάσσονται μετὰ πτώσεως γενικῆς

### φ 71

Φένω τὸ φε ψιλὸν, ἀπὸ τοῦ φῶ τὸ φονεύω, κατ’ ἀποβολὴν τοῦ φ ἕνω, καὶ κατὰ παραγωγὴν ὄνομα ῥηματικὸν ἐνύω καὶ ἐνυάλιος· ἐκ τούτου οὖν ἕνω γίνεται ἔτερον ὄνομα ἔντης καὶ μετὰ τοὺ αὐτὸς αὐτοέντης, καὶ κατὰ συγκοπὴν αὐτέντης καὶ ὁ τόνος τὸ ε δασύνεται, γίνεται αὐθέντης, ὁ ἑαυτὸν ἀναιρῶν· φένω οὖν ὁ β ἀόριστος ἔφενον καὶ μετὰ τῆς ἐπὶ προθέσεως καὶ συγκοπῇ ἔπεφνον, καὶ ἡ μετοχὴ πέφνων· καὶ σεσημείωται βαρυνόμενον, εἰς τὸ πέφνη

### φ 72

Φερέοικος ὁ κοχλίας, καὶ ἡ χελώνη, ὅτι φέρουσι τὸν οἶκον· ἀφερέοικος δὲ, ὁ μὴ φέρων καὶ ἔχων οἶκον

### φ 73

Φερέγγυος ἀξιόπιστος, ἐγγυητὴς, φέρων τὸ βέβαιον

### φ 74

Φέρουλλα ἡ κρούουσα ἐκ τοῦ φέριρε

### φ 75

Φερέζωον παρὰ τὸ φέρω καὶ τὸ ζωὴ, γίνεται φερέζωος, ὁ τὴν ζωὴν φέρων

### φ 76

Φέρετρον ἡ τῶν νεκρῶν κλίνη

### φ 77

Φέρνη προὶξ, δωρέα, φερνή τις οὖσα, ἀπὸ τοῦ φέρεσθαι, οὕτως Ἡρακλείδης

### φ 78

Φερσεφόνη οἱ μὲν ὅτι φερβικὴν ὄνησιν ἡμῖν παρέχει· οἱ δὲ ὅτι φέρβον ἐφόνευσεν τὸν γίγαντα· ἢ ὅτι πρὸς αὐτὸν τοὺς πεφονευμένους ἄγει

### φ 79

Φέρτερος ἀπὸ τοῦ φέρω φέρτερος· γίνονται τὰ συγκριτικὰ ἐξ ὀνομάτων, ὡς ὀξὺς ὀξύτερος, ἀπὸ ῥήματος, ὡς τὸ φέρω φέρτερος, ἀπὸ προθέσεως, ὡς τὸ πρὸ πρότερος, ἀπὸ ἐπιῤῥήματος, ὡς τὸ πάλαι παλαίτερος

### φ 80

Φέρω τοῦ ἄγω διαφέρει· τὸ γὰρ φέρω ἐπὶ ἀψύχων τάσσεται· τὸ δὲ ἄγω ἐπὶ ἐμψύχων· φέρω τὸ βιβλίον, ἄγω τὸν ἄνθρωπον· καὶ εἰς τὸ ἄγειν καὶ βουληφόρος

### φ 81

Φερώνυμος ὁ ἀληθὲς ἔχων καὶ φέρων τὸ ὄνομα

### φ 82

Φήσω παρὰ τὸν φήσω μέλλοντα, ὥσπερ γνώμη παρὰ τὸν γνώσω μέλλοντα

### φ 83

Φηλήτης ὁ ἀπατέων· φηλήτης οὖν λέγεται, οἱονεὶ φαυλήτης, παρὰ τὸ φαυλῶς καὶ εὐχερῶς ἰέναι καὶ ἀναχωρεῖν

### φ 84

Φηλήτης ὁ λῃστὴς καὶ κλέπτης, παρὰ τὸ ὑφέλεσθαί τι

### φ 85

Φήμη ὥσπερ παρὰ τὸ νοῶ νοήσω, νοήμων, νοήμη καὶ γνώμη, καὶ κινήσω κινήμη καὶ κνήμη, οὕτω καὶ φήσω φήμη, παρὰ τὸ φῶ· τοῦτο δὲ παρὰ τὸ φῶς· φῶς γὰρ τῶν πραγμάτων ὁ λόγος· τὸ δὲ φῶς παρὰ τὸ φάος· τὸ δὲ φάος, παρὰ τὸ φαύω τὸ λάμπω

### φ 86

Φηγῷ δρυΐ· εἴρηται δὲ παρὰ τὸ φώγεσθαι, ὅ ἐστι καίεσθαι· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες, τὰ ἔξω ἔκαιον πρὸς θέρμην, ὅθεν καὶ βαλανεῖα· καὶ οἱ ἕτεροι ἐκ τοῦ πλεῖν αὐτὰ ἐχρῶντο· ἔστι δὲ ἰσχυρὸν καὶ πολυχρόνιον

### φ 87

Φθινόπωρον ὁ σεπτέμβριος καὶ ὀκτώβριος καὶ νοέμβριος, παρὰ τὸ φθίνειν, τουτ’ἔστι παύειν ἐν αὐτοῖς τὴν ὀπώραν

### φ 88

Φιάλη ὥσπερ φιαρή τις οὖσα· φιαρὸν γὰρ τὸ θερμόν

### φ 89

Φθὶρ δὲ ὄνομα κύριον σημαίνει, διὰ τοῦ ἰῶτα γραφόμενον· γέγονε δὲ υἱὸς Ἐνδυμίωνος

### φ 90

Φημὶ λέγω, διάτι οὐκ ἀναδιπλασιάζεται; ἐπειδὴ ἐγκλιτικόν ἐστι· καὶ τὰ ἐγκλινόμενα, ἢ μονοσύλλαβα θέλει εἶναι, ἢ δισύλλαβα· τούτου χάριν οὐκ ἀναδιπλασιάζεται· σημαίνει δὲ τὸ λέγω καὶ τὸ φονεύω· φῶ γάρ ἐστι ῥῆμα, καὶ σημαίνει τὸ λέγω, ἐξ αὐτοῦ παράγωγον ῥῆμα φημὶ, ὁ παρακείμενος πέφηκα, ὁ παθητικὸς πέφαμαι, πέφαται τὸ τρίτον· ἐξ οὗ τὸ, πέφαται ἀνὴρ ἄριστος· ἐξ αὐτοῦ ὄνομα φατός· αἳ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι· τὸ δεύτερον φῆς, τὸ τρίτον φησί

### φ 91

Φήνη ἔστι δὲ πετεινὸν ἶσον ἀετῷ

### φ 92

Φῆς τί φῆς ὦ Πυθαγόρα

### φ 93

Φηρσὶν ἀντὶ τοῦ θηρσὶ, κατὰ μετάθεσιν τοῦ θ εἰς φ, ὡς τὸ θλᾷν, φλᾷν· κυρίως δὲ φῆρες λέγονται σύαστροι, καὶ οἱ τούτους λαμβάνοντες θηρευταί

### φ 94

Φθέγγω ἔστι φῶ τὸ λάμπω, ἐξ αὐτοῦ γίνεται φθέγγω καὶ φθόγγος

### φ 95

Φθέγγεσθαι πλεονασμός ἐστι τοῦ θ, φθέγγεσθαι γὰρ γίνεται παρὰ τὸ φέγγος, ὅ ἐστι φῶς· εἴρηται, παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ

### φ 96

Φθόη καὶ φθόσις ἡ φθίσις

### φ 97

Φθινύθειν φθινύθω ἄχρι τοῦ παρατατικοῦ κλίνεται, καὶ μινύθω. τοῦτο δὲ ἐκ τοῦ φθίω· τὸ φθι ἰῶτα· καὶ διὰ τῆς ει διφθόγγου γράφεται· φθείσει σε τὸ σὸν μένος

### φ 98

Φθίνω καὶ φθιτὸν καὶ φθίω, εἰς τὸ ἄφθιτον

### φ 99

Φθίμενον τεθνηκὸς καὶ ἀποφθίμενον, τὸ ῥῆμα φθίμι· ἐκ τοῦ φθίω ὁ μέλλων φθίσω, ὁ παρακείμενος ἔφθικα, καὶ τὸ παθητικὸν ἔφθιμαι καὶ ὁ ἀόριστος πρῶτος παθητικὸς ἐφθίτην, τὸ πληθυντικὸν ἐφθίτημεν, τὸ τρίτον ἐφθίτησαν, καὶ Βοιωτικῶς ἔφθιτεν καὶ ἀπέφθιτεν ἐσθλοὶ ἑταῖροι

### φ 100

Φθόνος παρὰ τὸ φθέρω καὶ φθένω· ἢ παρὰ τὸ φόνος ἐκβολῇ τοῦ θ, καὶ εἰς τὸ ἄχος καὶ ζῆλος

### φ 101

Φθορὰ ἐκ τοῦ φθέρεσθαι ῥᾷον, ἤγουν σήπεσθαι εὐχερῶς· φθίσις γὰρ ἡ σῆψις, ἔστι γὰρ φθισήνωρ

### φ 102

Φθορά ἐστιν ἡ ἐκ τοῦ ὄντος, ἐπὶ τὸ μὴ ὂν, μεταβολή

### φ 103

Φιάλη μέγα ποτήριον, παρὰ τὸ πίνω καὶ τὸ ἅλις, ὃ σημαίνει τὸ δαψιλῶς, ἡ τὸ πίειν ἅλις παρέχουσα· πῶς δεῖ ἀναγινώσκειν φιάλη, ἢ φιάλη; φιάλη· διάτι; τὰ διὰ τοῦ αλη θηλυκὰ ὀνόματα ὑπὲρ δύο συλλαβὰς, ἀσυνάληπτα ὄντα, βαρύνονται, οἷον μεσσάλη, αἰθάλη, οὕτως οὖν καὶ φιάλη· σεσημείωται τὸ κεφαλὴ ὀξυνόμενον· καὶ εἰς τὸ ὑπερφίαλος

### φ 104

Φιαρὸς παρὰ τὸ φάος, φιάρη ἡ λάμπουσα, παρὰ τὸ φάος

### φ 105

Φθεὶρ ὁ ἀπὸ τῆς φθορᾶς τοῦ σώματος γενόμενος, παρὰ τὸ φθείρεσθαι

### φ 106

Φιλέεσκεν ἐκ τοῦ φιλῶ, φιλήσω, καὶ οἱ Δωριεῖς τρέπουσι τὸ ἦτα εἰς δύο εε καὶ γίνεται φιλεέσσω καὶ πλεονασμῷ τοῦ κ φιλεέσκω καὶ ὁ παρατατικὸς ἐφιλέεσκον, ἐφιλέεσκες, ἐφιλέεσκε, καὶ ἐκβολῇ τοῦ ε, φίλεσκε

### φ 107

Φίλημα τὸ φιλοῦν καὶ τὸ φιλούμενον ἅμα

### φ 108

Φιλήτας τοὺς ἀφαιρεῖν ἔτι καὶ ἐμφορεῖν ἐθέλοντας· παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ ὀνόματος αὐτῆς τιθέντος

### φ 109

Φίλην ἀγάπην, ἐκ τοῦ φύλος, τὸ δὲ φύλος ἐκ τοῦ φύω, φύσω, φύλος καὶ φίλος, ὁ προσφιλής

### φ 110

Φιλήτης ὁ κλέπτης, κατ’ ἀντίφρασιν, ὁ μισούμενος, καὶ γὰρ ἄφιλος ὁ κλέπτης· γέγονε δὲ παρὰ τὸ ῥᾳ δίως ἀφίεσθαι· εἰ γὰρ ἦν παρὰ ὑφελέσθαι, κατ’ ἀποβολὴν τοῦ υ, ἔδει διὰ τῆς ει διφθόγγου γράφεσθαι

### φ 111

Φιλήτης ὁ κλέπτης, διὰ τοῦ η γράφεται· καὶ λέγει ὁ Τεχνικὸς, πολλὰ πάθη δίδωσι γάρ· καὶ ἀποβολῇ διὰ τῆς ει διφθόγγου γράφεται· δίδωσι δὲ καὶ ἔκτασιν τοῦ ε εἰς ἦτα· τὸ γὰρ ὑφειλέτης τῷ ε παραλήγεται, τὸ δὲ φιλήτης τῷ ἦτα, ὃ λέγει καὶ Τρύφων, ὅτι εἰσί τινα ὀνόματα συμπάσχοντα τῷ δηλουμένῳ, οἷον, ἡμισυκύκλιον, ἡμίκυκλον, λείπω λιμὸς, οὕτως οὖν καὶ ἐνταῦθα συνέπαθεν ἡ φωνὴ τῷ δηλουμένῳ, ἐπειδὴ γὰρ ἔνδειαν σημαίνει, ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ· τούτου χάριν καὶ ἔνδειαν φωνῆς ἀνεδέξατο· καὶ ἀποβολῇ τοῦ υ καὶ τοῦ ε, καὶ τροπὴν ἐποίησε τοῦ ε εἰς ἦτα. κρεῖττον ἔστιν εἰπεῖν. ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται οἰκέτης, καὶ παρὰ τὸ μάγω μαγέτης οὕτω καὶ παρὰ τὸ φιλῶ γίνεται φιλέτης καὶ ἐκτάσει τοῦ ἰῶτα, καὶ τροπῇ τοῦ ε εἰς ἦτα, φιλήτης· φιλήτης γὰρ λέγεται ὁ κλέπτης, παρὰ τὸ φιλεῖσθαι, κατ’ ἀντίφρασιν οἱονεὶ ὁ μισούμενος

### φ 112

Φιλοκτεανώτατε παρὰ τὸ φίλος καὶ τὸ κτέανον, ὃ δηλοῖ τὸ κτῆμα· τὸ δὲ κτέανον, παρὰ τὸ κτῶ κτάνον, ὡς τύπτω τύπτανον, καὶ πλεονασμῷ τοῦ ε κτέανον, καὶ κτεατίζω ῥῆμα· δηλοῖ δὲ τὸ κτῆμα

### φ 113

Φιλοκτεανώτατος ὁ φιλοκτήμων καὶ φιλοκτήτωρ, καὶ ὁ φιλοχρήματος· ἢ ὁ φιλῶν πάντα

### φ 114

Φιλάνθρωπος ἐξ ἀπολείποντος τοῦ φιλῶ καὶ τελείου τοῦ ἄνθρωπος

### φ 115

Φιλεῖν ἐπὶ τρόπου, ἐρᾷν ἐπὶ σώματος

### φ 116

Φιλομειδὴς ἡ μέδουσα καὶ βουλομένη καὶ θέλουσα· ἢ παρὰ τὸ τὰ μήδεα τὰ βουλεύματα, ὡς Ἡσίοδος

### φ 117

Φιλομειδὴς τὸ μει διφθόγγῳ· ἢ γὰρ παρὰ τὸ μέδειν τὸ βασιλεύειν, καὶ τὸ φιλεῖν γέγονε φιλομέδης, καὶ πλεονασμῷ τοῦ ἰῶτα φιλομειδής· ἢ παρὰ τὸ μειδιῶ, ὃ σημαίνει τὸ γελῶ· φιλομειδὴς γὰρ ὁ φιλόγελως

### φ 118

Φίλτρον παρὰ τὸ φίλω βαρύτονον φίλτρον, καὶ ἀπὸ τοῦ φιλῶ περισπώμενον φίλητρον καὶ φίλτρον κατὰ συγκοπήν

### φ 119

Φιλόνεικος φιλένης ἀναιδὴς, οὐκ ἐναντιοῦται, διὰ τῆς ει διφθόγγου, ἐκ τοῦ νείκος γενόμενον· ἢ παρὰ τὸ φῦς ὅ ἐστι κακῶς

### φ 120

Φιλοπονεῖ σπουδαίως ἐργάζεται· παρὰ τὸ φιλεῖν καὶ πονεῖν, ὅ ἐστιν ἐργάζεσθαι

### φ 121

Φιλοπότης ὁ φιλῶν τὰ συμπόσια

### φ 122

Φίτροι κόρμοι, φύτρον τινὲς ὄντες ἀπὸ τοῦ φύεσθαι

### φ 123

Φιλεῖν καὶ κυνεῖν διαφέρει· φιλεῖν μὲν τὸ ἀγαπᾶν· κυνεῖν δὲ τὸ τοῖς χείλεσιν ἀσπάζειν

### φ 124

Φίλος τοῦτο καὶ τὸ ἀνὴρ, καὶ τὸ ἀνεψιὸς, καὶ Ἀσκληπιὸς, καὶ Ἀπόλλων, καὶ Ἄρης καὶ αὐτὸ παρὰ τῷ ποιητῇ, καὶ ἐκτείνεται καὶ συστέλλεται· εἴρηται παρὰ τὸ πίνω, ἀπὸ γὰρ συμποσίων εἰώθασιν οἱ φίλοι γίνεσθαι· καὶ εἰς τὸ ἑταῖρος καὶ πηός

### φ 125

Φιλοσοφία ἐξ ἀπολείποντος καὶ τελείου, ὡς φιλόσοφος καὶ ὡς φιλόδημος· ἀπέλειψε γὰρ τὸ ς τοῦ φίλος· τὸ φι τὸ δεύτερον ἰῶτα διάτι; τὰ διὰ τοῦ ια παροξύτονα θηλυκά

### φ 126

Φιλόσοφος διὰ τὸ φιλεῖν τὴν σοφίαν

### φ 127

Φιμὸς ὁ λῶρος, ἐκ τοῦ ἱμᾶς διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ σφίγγω γέγονε σφιγμὸς καὶ φιμός

### φ 128

Φλέβες ἀπὸ τοῦ τὸν φλεγεδέστατον χυμὸν περιέχειν, τουτ’ἔστι τοῦ αἵματος· φλέβες οὖν παρὰ τὸ δι’ αὐτῶν βαίνειν τὸ φλογῶδες

### φ 129

Φινεὲς παρὰ τὸ φόνος

### φ 130

Φινεὺς παρὰ τὸ ἴφι καὶ τὸν νοῦν γέγονεν, οἱονεὶ ὁ ἰσχυρὸν ἔχων τὸν νοῦν· τὸ φι, ἰῶτα διάτι; ὡς δέδεικται διὰ τοῦ ἰῶτα γράφεται. καὶ ἄλλως, τὰ εἰς ευς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι

### φ 131

Φίσκος δημόσιον ταμεῖον, πολύχρημα

### φ 132

Φλάμουλον ἀπὸ τοῦ φλογόνου χρώματος ὠνομάσθη

### φ 133

Φλεβότομον ὅτι τὴν φλέβα τέμνειν

### φ 134

Φλαμουλάριοι ἐκ τοῦ ἐπὶ τὰς ἄκρας τοῦ δόρατος φοινικὰ ῥάκεα ἐξήρτηνται

### φ 135

Φλέγω παρὰ τὸ φλέω· τοῦτο ἐκ τοῦ φλέω, τὸ ἀναδίδωμι

### φ 136

Φλήναφος ὥσπερ φληνάφου τοῦ πράγματος λήρου, ληροδώρου λέγεται

### φ 137

Φληναφεῖν τὸ φλυαρεῖν, καὶ φλήναφος ὁ φλυαρὸς, ἀπὸ τοῦ φλέω ῥήματος, ὅπερ καὶ φλύω εἴρηται, ὡς ῥέω ῥύω, ξέω ξύω, καὶ Ὅμηρος, ἀνα δ’ ἔφλυε καλὰ ῥέεθρα· παρὰ δὲ τὸ φλέω, ὅπερ τ’αὐτόν ἐστι τῷ φλύω, γίνεται ὄνομα φλεὸς, ὡς δέω δεινὸς, τέρπω τερπνός· ἀπὸ οὖν τὸ φλέω καὶ τοῦ φῶ τὸ λέγω, γίνεται φλήναφος, ὁ φλυαρίας λέγων· καὶ εἰς τὸ φλοιός

### φ 138

Φλία διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ θλίβω, ὅπερ καὶ διὰ τοῦ ἰῶτα γράφεται, γέγονε θλιὰ, καὶ κατὰ τροπὴν τοῦ θ εἰς φ, φλιὰ ὡς φῆρες θῆρες· φλιὰ δέ ἐστι τὸ πλάγιον τῆς θύρας, ἐν ᾧ ἵσταταί τις, καὶ ἐπερείδεται

### φ 139

Φλοίσβοιος αἱ διὰ τοῦ οιο θετταλικαὶ γενικαὶ διὰ τοῦ οιος προσφέρουσι· τὸ φλοις διφθόγγῳ διάτι; τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι· φλέω γάρ ἐστι ῥῆμα, καὶ τροπῇ φλύω, ἐξ αὐτοῦ φλοῖσβος· γίνεται οὖν παρὰ τὸ φλογίζω φλόγισμα, ἀποβολῇ τοῦ γ, φλοϊσμὸς καὶ φλοῖσβος, κατὰ τροπὴν τοῦ μ εἰς β

### φ 140

Φλῆνος ὅθεν καὶ φληναφῶ· φῶ ἐστι ῥῆμα, δηλοῦν τὸ λέγω, οὗ ὁ μέλλων φήσω, καὶ κατὰ πλεονασμὸν τοῦ λ, φλῆνος

### φ 141

Φλοιδούμενος ἐκ τοῦ φλοῖσβος, τοῦ σημαίνοντος τὸν κοχλασμὸν τοῦ πυρὸς ἀντὶ τοῦ φλογιζόμενος

### φ 142

Φλοιὸς παρὰ τὸ φλὸς, φλοὸς καὶ φλοιός· ἢ παρὰ τὸ ἀναφλῶ τὸ ἀναδίδωμι, καὶ ἀναπέμπω

### φ 143

φλοιός ἢ ἐκ τοῦ φλῶ, κατὰ παραγωγὴν φλάζω καὶ παφλάζω, κατὰ τροπὴν τοῦ ε εἰς υ, φλυόν, ἐξ οὗ καὶ φλυαρὸς, ὁ ἀναπέμπων τοὺς λόγους· ἐκ δὲ τοῦ φλέω καὶ φλενὸς καὶ φληνός· καὶ μετὰ τοῦ φῶ ῥήματος τοῦ δηλοῦντος τὸ λέγω, γίνεται φληναφῶ, καὶ τὸ φλήναφος ὁ ὕθλος

### φ 144

Φλοῖσβος ὁ ἀφρὸς καὶ ὁ τάραχος, παρὰ τὸ φλέω τὸ ἀνακράζω, φλομὸς καὶ φλοῖβος, καὶ πλεονασμῷ τοῦ ς, φλοῖσβος

### φ 145

Φορβέστατος ἀθηναῖος, παρὰ τὸ φυγεῖν τοῖς πολεμίοις ἐμποίηται

### φ 146

Φλέγμα παρὰ τὸ φλέγω φλέξω φλέγμα κατ’ ἀντίφρασιν, ψυχρότατον γάρ ἐστι· καὶ τὸ πικρότατον φλέγμα λέγεται, οἷον χολὴ, οὐδὲ γὰρ ἀποκριθεῖσα πήγνυται

### φ 147

Φλὸξ παρὰ τὸ φλέγω, φλέξω, φλόξ· τὸ φλο μικρόν· τὰ ἔχοντα τὸ ε, ἐγκείμενον· ἢ καὶ τὰ εἰς ωξ ἅπαντα, διὰ τοῦ ω, γράφεται, πλὴν τοῦ φλόξ. διάτι ὀξύνεται; τὰ ἀπὸ μελλόντων δισυλλάβων, κατ’ ἀποβολὴν τοῦ ω, γινόμενα ὀνόματα ὀξύνονται

### φ 148

Φλὸξ ἡ καρδία καὶ πυρά· τῆς φλογὸς ὁ κανών· τὰ εἰς ξ λήγοντα ὀνόματα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον, εἰς ζω διὰ τοῦ γ, κλίνεται

### φ 149

Φλύω εἰς τὸ φλήναφος

### φ 150

Φλῶ εἰς τὸ φλέγω, καὶ φλοιὸν καὶ φρέαρ

### φ 151

Φόβος ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; γενικοῦ· γενικὸν δέ ἐστι, τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον βοῦς ἵππος· καὶ εἰς πόσα διαιρεῖται ὁ φόβος; εἰς ἕξ· εἰς ὄκνον, εἰς ἔκπληξιν, εἰς κατάπληξιν, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς ἀγωνίαν· καὶ ὄκνος μέν ἐστι φόβος μελλούσης ἐνεργείας γινόμενος· μέλλων γάρ τίς τι ποιεῖν φόβου ἄξιον ὀκνεῖ· ἔκπληξις δέ ἐστι φόβος ἐξ ἀσυνήθους φαντασίας γινόμενος· κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας γενόμενος· αἰδώς ἐστι φόβος ἐπὶ προσδοκία ψόγου· προσδοκῶν γάρ τις πράξαι τι εἰς ψόγον καταλῆγον αἰδεῖται· αἰσχύνη δὲ φόβος, ἐπὶ αἰσχρῷ πράγματι πεπραγμένος· ἀγωνία δὲ φόβος διὰ πτώσεως, τουτ’ἔστιν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν, ἀγωνιῶμεν· καλοῦσι δὲ αὐτὴν δειλίαν

### φ 152

Φοῖβος ὁ Ἀπόλλων, ὁ μαντευτικὸς καὶ ἀμίαντος, ἢ καθαρός· φοῖβον γὰρ τὸ καθαρόν. Ἡσίοδος δὲ φοῖβον αὐτὸν καλεῖ μαμμωνυμικῶς ἀπὸ φοίβης

### φ 153

Φοῖνιξ φοίνικος, τοῦτο παρὰ τὸ φοῖνον, τοῦτο παρὰ τὸ φόνος· φόνιοι γὰρ φοίνικες καὶ λῃστρικοὶ τῶν τρόπων· δύναται δὲ καὶ ἐκ τοῦ δένδρου λαμβάνεσθαι, αἱμάσσουσι γὰρ καὶ φοινίσσουσι τοὺς ἁπτομένους αὐτῶν, διὰ τὴν ὀξύτητα τοῦ στελέχου

### φ 154

Φόλλις ὃ καὶ βαλάντιον καλεῖται· ἔχει γὰρ καὶ ἀργύρους ιβ, δηνάρια σν, λίτρας ιβ· φόλλις κατὰ τὸν δηναρισμὸν, ἀλλ’ οὐ κατὰ ἀργυρισμόν· φόλλις φολὶς ὁ ὀβολὸς, ἐξ οὗ καὶ φολὶς ιβ

### φ 155

Φολκὸς ὁ στράβος, παρὰ τὸ τὰ φάη ἑλκυσμένα ἔχειν· ἑλκυσμένον γὰρ λέγεται τὸ στράβον

### φ 156

Φοῖβος καθαρὸς ἢ ἀμίαντος, ἢ λαμπρὰ θρίξ, ἤγουν τρίχες, ἢ ὁ Ἀπόλλων

### φ 157

Φοῖβαι κυρίως αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες· παρὰ τὸ φοῖβον, ὅ ἐστι καθαρόν

### φ 158

Φοῖβος παρὰ τὸ φάος ὁ δηλοῖ τὴν λαμπρότητα, φαόβιος, φοίβιος, καὶ συγκοπῇ φοῖβος, ὁ λαμπρότοξος

### φ 159

Φοῖβος ὁ Ἀπόλλων, οἱονεὶ φαόβιος, τουτ’ἔστιν ὁ λαμπρὸν βίον ἔχων, ἤγουν τόξον, ὅθεν καὶ φοιβάζω τὸ λαμπρύνω· ἢ ἀπὸ φοίβης μαμμωνυμικῶς, ὡς φησὶν Ἡσίοδος

### φ 160

Φοῖνιξ παρὰ τὸ φύω, τὸ βλαστάνω· λέγουσι γὰρ αὐτὸν διὰ τρίων ἡμερῶν γεννᾶσθαι· ἢ παρὰ τὸ φοινὸν, ὃ σημαίνει τὸ ποικιλόν· ὡραιότατον γὰρ ζῶον· καὶ φοίνικες αἷμα

### φ 161

Φοῖνιξ παρὰ τὸ φοινίσσω, τὸ βάπτω, φοινίξω, φοῖνιξ· τοῦτο παρὰ τὸ φοινόν· τοῦτο παρὰ τὸ φόνος, φόνιοι γὰρ οἱ φοίνικες, καὶ λῃστρικοὶ τῶν τρόπων, ὡς εἴρηται

### φ 162

Φοίνικες ἀπὸ ἔθνους ἐπιστήμονος ὠνομάσθησαν πλέοντες

### φ 163

Φοινίκη ἡ χώρα ὀνομάζεται, ἀπὸ Φοίνικος βασιλεύσαντος ἐν αὐτῇ

### φ 164

Φοινικοῦν τὸ μέλαν λέγεται, παρὰ τὸ φοινίσσω τὸ βάπτω. τοῦτο παρὰ τὸ φοινὸν, ἐξ οὗ μετὰ τοῦ ἐπιτατικοῦ δα, δαφοινὸν, τὸ μέλαν πάνυ· τοῦτο παρὰ τὸ φόνος, πλεονασμῷ τοῦ ἰῶτα· καὶ καταβιβάσει τοῦ τόνου δαφοινόν

### φ 165

Φοιτητὴς ὁ μαθητὴς καὶ διδάσκαλος· ἐκ τοῦ φοιτῶ φοιτήσω· τοῦτο παρὰ τὴν πρὸ πρόθεσιν, καὶ τὸ εἰμὶ τὸ πορεύομαι, ἐξ οὗ ἔστιν ὄνομα ῥηματικὸν ἴτης καὶ μετὰ τῆς πρὸ προθέσεως προΐτης καὶ προϊτῶ καὶ συναιρέσει προιτῶ, ἐκβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ φοιτῶ· ἢ παρὰ τὸ οἰδὸς οἰδῶ, οἰτῶ καὶ φοιτῶ

### φ 166

Φοιτῶ γίνεται ἐκ τοῦ ὁδὸς ὁδῶ καὶ οἰδῶ κατὰ πλεονασμὸν τοῦ ι, καὶ τροπῇ τοῦ δ εἰς τ οἰτῶ καὶ πλεονασμῷ τοῦ φ φοιτῶ, οὐδεὶς φοιτᾶν οἶδεν, εἰ μὴ πορείαν ποιήσαιτο· σημαίνει δὲ τὴν ὁδόν

### φ 167

Φοιτῶ ὃ σημαίνει τὸ παραγίνομαι· τὸ φοι διφθόγγῳ· ἀπὸ γὰρ τοῦ ὁδὸς ὁδῶ καὶ πλεονασμῷ τοῦ ι οἰδῶ, καὶ τροπῇ τοῦ δ εἰς τ καὶ πλεονασμῷ τοῦ φ φοιτῶ· τὰ γὰρ παρ’ αὐτῷ τὴν αὐτὴν ἀποίσει γραφὴν, οἷον, φοιτητὴς, οὐρανοφοίτης

### φ 168

Φοίνικος νέον ἔρνος, καὶ ὁ καρπὸς, καὶ ὁ πυῤῥὸς τοῦ χρώματος· ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμ’ ἐτέτυκτο· καὶ τὸ φοινικοῦν· ἐτέτακτο δὲ τὸ φοινικοῦν ἄνθος, ἐν ᾧ τὰ φοίνια βάπτεται

### φ 169

Φονὴ ἐκ τοῦ φόνος, εἰς τὰ ἄποινα

### φ 170

Φόνος παρὰ τὸ φῶ τὸ φονεύω, ἐκ τούτου φόνος, τοῦτο δὲ παρὰ τὸ φένω, τὸ φονεύω· ἐκ τοῦ φῶ φάζω καὶ πλεονασμῷ τοῦ ς σφάζω καὶ σφίζω, οὗ ὁ μέλλων σφίσω, ὁ παρακείμενος πέφικα, ὁ παθητικὸς πέφισμαι, ἡ μετοχὴ ὁ πεφισμένος

### φ 171

Φορὰ εἰς τὸ συμφορά

### φ 172

Φορβεία τὸ καπίστριον, ἀπὸ τοῦ φέρειν βίᾳ

### φ 173

Φορίαμος εἰς τὸ ὦκα

### φ 174

Φορμηδὸν φορμός ἐστι πλέγμα τινὸς μεγάλου εἴδους, ἐν ᾧ ἐκοιμῶντο οἱ πένητες, καὶ κατετίθεντο τὰ ὄσπρια· τάχα δὲ ἡ καλουμένη καλύβη· νῦν ἡ πλεκομένη καλάμη· ἐκ τούτου δὲ καὶ τὸ φορμήδην· ἐξ ἦς καὶ τὸ αὐτοφέρμων

### φ 175

Φοξὸς ὁ ὀξυκέφαλος παρὰ τὸ ὀξὺς ὀξὸς καὶ ἐν πλεονασμῷ τοῦ φ φοξός· ἢ παρὰ τὸ φαζός τις ὢν, ἀπὸ μεταφορᾶς τῶν περιεστραμμένων ἀγγείων ὀστρακίνων, ἐν τῷ ὀπτᾶσθαι· καὶ ἄλλως· φοξὸς ὁ διεστραμμένος ἐν τῷ φάει

### φ 176

Φόρκυνος λίμην Ἰθάκης, ἐφ’ ᾧ λιμένι Φόρκυνός ἐστι ἱερὸν τοῦ θαλασσίου δαίμονος

### φ 177

Φοσσατὸν εὔδετον τὸ στράτευμα

### φ 178

Φόρμιγξ ἡ κιθάρα, παρὰ τὸ φέρειν τὰς νευρὰς αὐτῆς καὶ φωνεῖν μέλος

### φ 179

Φορυτῷ τῷ ἀπὸ γῆς αἰρομένῳ ὑπὸ ἀνέμῳ καὶ χόρτῳ φρυγανώδει ἀπὸ τοῦ φορύω, φορυτῶ· ἢ παρὰ τὸ φέρω ἢ φορῶ

### φ 180

Φορτὶς ἡ γεννήτρια γυνή· ἢ πλοῖον πεφορτωμένον

### φ 181

Φραγμὸς παρὰ τὸ φράσσω φράξω, πέφραχα, πέφραγμαι, φραγμός

### φ 182

Φουκάτζα φῶος κουάσσα, ὅ ἐστι πυρόπτητος

### φ 183

Φραγελῶ τὸ κατὰ νῶτον τύπτω· ἐκ τοῦ φραγέλιον· σημαίνει δὲ σειρὰν ἐκ σχοινίου πεπληγμένην· παρῆκται δὲ ἐκ τοῦ ἔθνους· φραγελοὶ δέ εἰσι τινὰ ἔθνη

### φ 184

Φόρμιγξ μετάθεσις τοῦ ρ, προοίμιγξ γάρ ἐστι, παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης· καὶ Ὅμηρος· οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ’ Ἀπόλλων, Μουσάων θ’ αἱ ἄειδον ἀμειβόμεναι· πρῶτον ἐκιθάριξεν ὁ Ἀπόλλων· εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μοῦσαι

### φ 185

Φαδμὼν ἐκ τοῦ φάζω, τὸ λέγω, καὶ φράζω, ἐξ αὐτοῦ φράδμων φράδμονος· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ

### φ 186

Φράζω ὥσπερ παρὰ τὸ φῶ τὸ λέγω γίνεται βάζω, οὕτω καὶ παρὰ τὸ φῶ τὸ λέγω, γίνεται κατὰ παραγωγὴν φάζω, καὶ πλεονασμῷ τοῦ ρ φράζω, ὁ μέλλων φράσω καὶ τὰ λοιπά

### φ 187

Φρασαίατο σκέψατο, λέγοιτο· ὁ κανὼν, ἐπὶ τῶν τρίτων προσώπων τῶν εὐκτικῶν, οἱ Αἰολεῖς εἰώθασι, τὸ ἀμετάβολον τρέπειν εἰς α· οἷον, πείθοιντο πειθοίατο, φράσαιντο φρασαίατο

### φ 188

Φρατὸς εἰς τὸ φατρία

### φ 189

Φρήτρη ἐκ τοῦ φρατὴρ καὶ φάτρη ἡ συγγένεια

### φ 190

Φρέαρ παρὰ τὸ φρῶ τὸ ἀναδίδωμι, παρὰ τὸ φέρω καὶ συγκοπῇ φρῶ καὶ ἐξ αὐτοῦ φρέαρ, ἐξ οὗ φέρεται τὸ ὕδωρ· ἢ παρὰ τὸ φέρεσθαι ἐκ τοῦ ἀέρος

### φ 191

Φρείατα τὰ φρέατα, διὰ διφθόγγου γράφεται, ἀπὸ γὰρ τοῦ φρέατος γέγονε, καὶ πλεονασμῷ φρεῖαρ

### φ 192

Φρενοβλάβεια διφθόγγῳ· φρενοβλαβίᾳ δὲ ἰῶτα

### φ 193

Φρενήρης εἰς τὸ πληρῶ, καὶ χαλκήρεϊ

### φ 194

φράσαι διαφέρει· φράσον μὲν τὸ εἰπέ· φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι· σὺ δὲ φράσαι, εἴ με σαώσεις

### φ 195

Φρὴν φρενὸς, διάνοια, γνώμη, διάτι σεσημείωται; οὐδὲν εἰς ην λῆγον ὄνομα μονοσύλλαβον μόνον ἔστι θηλυκόν· ἀλλ’ εἰ ἐπιδέχοιτο θηλυκὸν γένος, ἐν κοινότητι ἐπιδέχεται, οἷον, ὁ χὴν ἀρσενικῶς· χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσι· καὶ ἡ χὴν θηλυκῶς· χῆνα ἥρπαξεν ἀτιταλλομένην ἔνι οἴκῳ· ὁ ῥὴν καὶ ἡ ῥὴν, σημαίνει δὲ τὸ πρόβατον, καί ἐστιν ἀρσενικοῦ γένους· τὸ δὲ φρὴν ὡς διήλλαξε κατὰ τὰ ἄλλα, κατὰ μόνον εἶναι θηλυκὸν, διήλλαξε καὶ περὶ τὴν κλίσιν· γίνεται δὲ παρὰ τὸ πρῶ τὸ προϊῶ, καταπροϊῶ, τὸ προπέμπω, πρῶ καὶ φρῶ κατὰ μετάθεσιν· καὶ ἐντεῦθεν φρήν· ἐφ’ ἦς προΐεται τὰ βουλεύματα

### φ 196

Φρίκη διὰ τοῦ ἰῶτα γράφεται. παρὰ τὸ ῥίσσω γέγονε, ἢ τῷ λόγῳ τῶν εἰς κη, θηλυκῶν

### φ 197

Φριμασσόμενοί τε τῷ ταράχῳ ὑποφυσῶντες, καὶ ἀλλαχοῦ ὀπισθόρμητα φριμασσόμενοι· ἐχώρουν φρασσώμενοι, ἢ φυσῶντες, ἀπὸ τοῦ φρῶ, ὅπερ ἔστιν ἀπὸ τοῦ προϊῶ, καὶ κατὰ συγκοπὴν πρῶ καὶ φρῶ

### φ 198

Φρίσσω παρὰ τὸ θρὶξ, ὃ σημαίνει τὴν τρίχα, γίνεται θρίσσω καὶ φρίσσω, σημαίνει δὲ τὸ τὰς τρίχας ὀρθοῦσθαι

### φ 199

Φρίσσειν κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας, οἷον, θρίσσειν, τροπῇ τοῦ θ εἰς φ

### φ 200

Φρὶξ ἡ ἄνωθεν καὶ ἐξ ἐπιπολῆς τῶν κυμάτων κίνησις· ἢ ὁ ἐπιπολάζων τῶν κυμάτων ἀφρὸς, ὅταν ἀνέμου πνεῖν ἄρχεται

### φ 201

Φρόνησις διάνοια, νοῦς φρόνησις ἡ φέρουσα ὄνησιν, φερόνησίς τις οὖσα, καὶ κατὰ συγκοπὴν φρόνησις

### φ 202

Φρονεῖν τοῦ καταφρονεῖν διαφέρει. φρονεῖν μὲν τὸ καλῶς ἐνθυμεῖσθαι· καταφρονεῖν δὲ τὸ εὐτελίζειν καὶ ὑπερορᾷν

### φ 203

Φρονέω φρονῶ· τὸ φρο μικρὸν διάτι; ἐκ τοῦ φρὼν φρονὸς, ἔστι γὰρ ἐν τῇ γενικῇ τὸ ο μικρόν· ἐξ αὐτοῦ φρόνω καὶ φρονέω, ὅπερ μετὰ τῆς πρὸ προθέσεως πρόφρων· πρόφρων δὴ Δαναοῖσι

### φ 204

Φροντίζω εἰς τὸ ἀφροντιστήσας

### φ 205

Φροντὶς ἐκ τοῦ φορα τις· τοῦτο ἐκ τοῦ φέρω, φορτὶς καὶ ἐν ὑπερβιβασμῷ καὶ πλεονασμῷ τοῦ ν φροντίς· δικὴν γὰρ φόρτου ἔγκειται ἡ φροντὶς τῇ ψύχῃ

### φ 206

Φροίμιον εἰς τὸ φροῦδοι

### φ 207

Φρουνζάτον φροῦνζα τὸ φρύγανον

### φ 208

Φροῦδοι ἄρδην παντελῶς ἀφανεῖς, ἔρημοι πρόσοδοι, οἷον, ἀπεληλυθότες ἔκδημοι· Ἀπολλόδωρος φροῦδος μὲν ὁ πρὸ ὁδοῦ φησὶ, φροῦρος δὲ ὁ προορῶν· φροῦδος οὖν συναλοιφῇ τοῦ πρόοδος, οἷον, ὁ μακρὰν γενόμενος εἰς ἔμπροσθεν, μεταθέσει τοῦ π εἰς φ, ὡς προοίμιον, φροίμιον

### φ 209

Φρουρὸς εἰς τὸ οὐριοδρόμος, καὶ φροῦδος

### φ 210

Φρύγανον ἐκ τοῦ φρύγω

### φ 211

Φρυγίη Ἰωνικῶς, τὸ κοινὸν Φρυγία· τὸ γι ἰῶτα· τὰ διὰ τοῦ ια θηλυκὰ παροξύτονα ἐπὶ χώρας λαμβανόμενα, διὰ τοῦ ἰῶτα γράφεται. διάτι βαρύνεται; τὰ ἀπὸ τῶν εἰς ξ ἢ εἰς ρ ληγόντων, διὰ τοῦ ια παραληγόμενα θηλυκὰ βαρύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται· οἷον, Βέβρυξ, Βέβρυκος Βεβρυκία. Κίλιξ Κίλικος κιλικία. Φρὺξ Φρυγὸς Φρυγία· ἡ εὐθεῖα ἡ Φρὺξ καὶ κλίνεται Φρυγὸς, ὁ κανών· τὰ εἰς υξ μονοσύλλαβα, διὰ τοῦ γ κλίνεται· οἷον, Στὺξ, Στυγὸς, Φρὺξ Φρυγὸς, πλὴν τοῦ νὺξ νυκτός

### φ 212

Φρυκτωρία ἔστιν ἡ παρ’ ἡμῖν λεγομένη βίγλα ἢ φανός· κυρίως ἡ διὰ πυρὸς φυλακή· γίνεται δὲ παρὰ τὸ πῦργος καὶ τὸ οὐρῶ τὸ φυλάσσω πρυκτουρία, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς ω πρυκτωρία, ὥσπερ βοῦν βῶν δωρικῶς καὶ τοῦ ψιλοῦ εἰς δασὺ φρυκτωρία ἡ ἐν ταῖς νυξὶ γινομένη λαμπηδὼν, ὅνπερ λέγομεν φανόν· καὶ ἄλλως, ἔστι πῦρ πυρὸς, καὶ οὐρῶ τὸ σημαῖνον τὸ φυλάττω καὶ ἐκ τούτου γίνεται πρυκτωρία καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ καὶ τροπῇ τοῦ π εἰς φ φρυκτωρία

### φ 213

Φρῶ εἰς τὸ ἀσπάσιος· καὶ ἄφρων καὶ εὔφρανε καὶ προϊῶ

### φ 214

Φυὴν ἡ εὐθεῖα ἡ φυή· διάτι ὀξύνεται; τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα, τῷ υ παραληγόμενα βαρύνεται, οἷον, δύη ἡ κακοπάθεια, λύη ἡ ἀπορία, γύη μέρος ἀρότρου, ψύη μέρος σώματος· πλὴν τοῦ φυὴ, σημαίνει δὲ τὴν ἀνάπλασιν καὶ ἕξιν τοῦ σώματος καὶ πλυὴ, ἔστι δὲ δῆμος Αἰολικόν

### φ 215

Φυκτὸς εἰς τὸ ἐτύχθη

### φ 216

Φύλλα παρὰ τὸ φυῆναι αὐτὰ ἐκ τῆς ὕλης ἤγουν τοῦ δένδρου

### φ 217

Φῦλα ὄνομα οὐδέτερον, δι’ ἑνὸς λ, πρὸς ἀντιδιαστολὴν τοῦ φύλλου τοῦ ἐπὶ τοῦ δένδρου, τὸ φυ μακρὸν ἐκ τοῦ φύω· ἢ καὶ τὰ διὰ τοῦ υλον οὐδέτερα δισύλλαβα καθαρὰ, μονογενῆ, ἐκτείνει τὸ υ, οἷον σκύλον, φύλον, σεσημείωται τὸ ξῦλον

### φ 218

Φυλακὴ ἀπὸ τοῦ φυλάσσω, τοῦτο δὲ παρὰ τὸ φυλή· καὶ γὰρ λέγουσιν ὅτι τὰς φυλακὰς φυλαὶ εἶχον· ὅθεν καὶ λέγομεν πρώτη φυλακὴ τῆς νυκτὸς, καὶ δευτέρα καὶ τρίτη, καὶ τετάρτη· κατὰ γὰρ τρεῖς ὤρας ἐφύλαττε μία φυλὴ, καὶ μετὰ ἄλλας τρεῖς, ἄλλη, ὥστε ἡ φυλακὴ τῆς νυκτὸς τρεῖς ὥρας σημαίνει

### φ 219

Φυλακὴ σημαίνει ἕξ· τὸ σκοτεινὸν ἀφεγγὲς οἴκημα, ὡς τὸ ποῖα φυλακὴ οὐκ ἔσχε σε δέσμιον· καὶ τὸ τρίτον μέρος τῆ νυκτός, παρὰ δὲ τῇ ἐκκλησίᾳ τὸ τέταρτον μέρος τῆς νυκτός· σημαίνει δὲ καὶ τὴν γνῶσιν καὶ θεωρίαν, ὡς Ἀμβακοὺμ τῷ προφητῇ δοκεῖ· ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησί· σημαίνει καὶ τὸ σῶμα· ὡς τὸ, ἔξαγε ἐκ φυλακῆς τὴν ψυχήν μου· σημαίνει καὶ αὐτὸ τὸ φυλάσσω, ὡς τὸ, ὡς οἱ μὲν Τρῶες φυλακὰς εἶχον

### φ 220

Φυλακὴ παρὰ τὸ φυλάσσειν, τοῦτο παρὰ τὸ φυλὴ, κατὰ φυλὰς γὰρ ἐφύλαττον ἀμειβόμενοι· ἢ παρὰ τὸ πύλη, οἱ γὰρ φυλάσσοντες, ἐν τῇ πύλῃ φυλάττουσι

### φ 221

Φύλαξον ἐκ τοῦ φυλάσσω, τοῦτο ἐκ τοῦ πύλη· τοῦτο παρὰ τὸ πτύσσω τὸ φοβοῦμαι, καὶ τὸ σφαλίζω

### φ 222

Φυλὴ παρὰ τὸ φύλον· τοῦτο δὲ παρὰ τὸ φύω τὸ ἀναβλαστάνω

### φ 223

Φυγὴ παρὰ τὸ φεύγω φευγὴ καὶ φυγὴ, τὸ δὲ φυγὴ παρὰ τὸ φεῦγος καὶ ψεῦδος

### φ 224

Φύζα δειλία, φόβος, ἡ μετὰ δέους φυγὴ, ἐκ τοῦ φύζω φύσω, ὡς κύσσω κισσῶ, ὁ μέσος παρακείμενος πέφυζα

### φ 225

Φύκη ᾧ τὰς οἰκίας αἱ γυναῖκες χρίουσι· λέγεται δὲ καὶ τὰ βρῦα φοκίου

### φ 226

Φυλὴ ἔθνος, ἢ τάγμα, ἢ μέρος πόλεως

### φ 227

Φύλλον φύλου διαφέρει· φύλλον μέν ἐστι πέταλον δένδρου· φῦλον δὲ τὸ γένος

### φ 228

Φῦσις τὸ φύον καὶ κινούμενον ἐν ἅπασι

### φ 229

Φύλοπις τροπῇ τοῦ μ εἰς π, παρὰ τὸ ὁμοῦ τὰ φύλα εἶναι· οἷον, ἡ ἐκ πολλῶν ἄθροισις, ἀπὸ μεταφορᾶς τῶν φύλλων

### φ 230

Φύξιλις ὁ φυγὰς, ἄνανδρος, παρὰ τὸ φεύγειν τὰς ἰλὰς, ἤγουν τὰς συστροφὰς τοῦ πολέμου

### φ 231

Φυσίζωος ἡ πρὸς τὸ ζῇν φύουσα πᾶσι

### φ 232

Φύσις οὐσία, ἡ προαίρεσις

### φ 233

Φύρω μιγνύω, ἀφύρτως, ἀμυήτως

### φ 234

Φυρμὸς ἡ σύγχυσις, ἡ μίξις

### φ 235

Φύρδην συγκεχυμένως, ἀναμὶξ, πεφυρμένως, ἀτάκτως

### φ 236

Φύτλη παρὰ τὸ φυλή· ἢ παρὰ τὸ φύω τὸ προσεγγίζω· σημαίνει δὲ τὴν συγγένειαν

### φ 237

Φυτὸν παρὰ τὸ φύειν τὸ ὂν, ἤγουν τὸ ὑπαρχὸν, ἢ διὰ τὸ φύεσθαι ἤγουν γίνεσθαι

### φ 238

Φύσις παρὰ τὸ φύειν τὰς ὑποστάσεις, ἤτοι τίκτειν· ἢ παρὰ τὸ πεφυκέναι

### φ 239

Φυσιολογεῖν λόγους φύσεως ἐξαγγέλλειν· ἢ παρὰ τὸ φύσει διαλέγεσθαι

### φ 240

Φύσιγγες τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα

### φ 241

Φωνέω φωνῶ, τὸ λέγω, ἢ βοῶ· δοτικῇ

### φ 242

Φωλεὸς διὰ τοῦ ε ψιλοῦ· ὁ κανών· τὰ εἰς ος καθαρὰ ἀρσενικὰ ὀξύτονα τῷ ε, παραλήγεται· φατεὸς, ἐρινεὸς, ἡ συκὴ, στερεὸς ὃ σημαίνει τὸ κραταιὸς οὕτω, καὶ φωλεός· καὶ εἰς τὸ θεύω

### φ 243

Φωτεινὸς διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς φώτενος λέγουσι· καὶ ἄλλως, τῷ λόγῳ τοῦ αἰπεινός

### φ 244

Φωνὴ φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνὴ, τὰ γὰρ κρυφιὰ τοῦ νοὸς διὰ τῆς φωνῆς ἐκφαίνονται

### φ 245

Φωριαμὸς ἡ κιβωτὸς, ἔστιν ὄνομα ἀρσενικὸν ἁπλοῦν· γίνεται παρὰ τὸ φῶρ φωρός· ἢ παρὰ τὸ τὴν φαρήν· εἰ μὲν οὖν παρὰ τοὺς φῶρας, οὐδὲν πέπονθε· εἰ δὲ παρὰ τὴν φάρην πέπονθε, μεταβληθέντος τοῦ α εἰς ω· ὀξύνεται· ἐπειδὴ τὰ διὰ τοῦ αμος τρισύλλαβα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν φύσει μακρὰν πάντα ὀξύνεται· οἷον, χηραμὸς, οὐλαμὸς, οὕτως οὖν καὶ φωραμὸς, καὶ φωριαμὸς πλεονασμῷ τοῦ ἰῶτα

### φ 246

Φῶρ ὁ λῃστὴς, παρὰ τὸ φέρω φέρ· ἔστι δὲ φὸρ, καὶ μεταθέσει τοῦ ο εἰς ω φῶρ, ὁ τὰ ἀλλότρια φέρων, ἐξ αὐτοῦ καὶ, ἐπαυτόφωρος

### φ 247

Φοξὸς ὁ ὀξυκέφαλος· εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν κεραμικῶν ἀγγείων, τῶν ἐν τῷ καμίνῳ, τῶν ἀπὸ τοῦ φωτὸς περιδιεστραμμένων, καὶ ἀποξυσμένων, καθὰ φησὶ καὶ Σιμωνίδης· αὑτὴ δὲ φοξύχειλος ἀργείη κύλιξ· ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτ’ἔστι τὰ ὄμματα, ἀποξυσμένην ἔχοντα τὴν κεφαλήν

### φ 248

Φωνεῖν τοῦ ὠρύσασθαι διαφέρει· φωνεῖν μὲν ἐπὶ ἀνθρώπου, ὠρύσασθαι δὲ ἐπὶ λύκων

### φ 249

Φωλεὸς τῆς κοίτης διαφέρει· φωλεὸς μὲν ἐπὶ ἑρπετῶν τάσσεται· κοίτη δὲ ἐπὶ ἀνθρώπων· ὅθεν καὶ ἐπὶ ἀνθρώπων ῥητέον τὸ κοιτάζειν, φωλεύειν δὲ ἐπὶ ἑρπετῶν· ὁ οὖν λέγων νεοσσοὶ ἀντὶ τοῦ τέκνα ἀκυρολογεῖ· τέκνα γὰρ κυρίως ἐπὶ ἀνθρώπων, νεοσσοὶ δὲ ἐπὶ ὀρνίθων, νεβροὶ δὲ ἐπὶ ἐλάφων, σκύμνοι δὲ ἐπὶ λεόντων, σκύλακες δὲ ἐπὶ κυνῶν

### φ 250

Φώσκω τὸ φαίνω, ἐξ οὗ καὶ ἐπιφω. γίνεται δὲ παρὰ τὸ φῶ τὸ φαίνω, καὶ πλεονασμῷ τοῦ σκω, φώσκω

### φ 251

Φὼς ὀξυτόνως μὲν ὁ ἄνθρωπος, ἀπὸ τοῦ φωτίζειν τὰ πάντα τῷ λόγῳ· περισπωμένως δὲ τὸ πῦρ, καὶ μεταφορικῶς ἡ, χαρὰ· οἷον τὸ, Τρώων ῥῆξε φάλαγγας, φόως δ’ ἑτάροισιν ἔθηκε

### φ 252

Φὼς ὀξυτόνως ὁ ἀνὴρ, παρὰ τὸ φῶ τὸ λέγω, μόνος γὰρ ὁ ἄνθρωπος λογικὸς, ὡς ὁ θεολόγος· φὼς γὰρ τὸν ἄνθρωπον ὀνομάζει, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν

### φ 253

Φῶς παρὰ τὸ πόῤῥωθεν φαίνειν, καὶ καθορᾷν τοὺς πάντας

### φ 254

Φημισμὸν ἀντὶ τοῦ πόῤῥωθεν ἀσπαζόμενον

### φ 255

Φῶς σημαίνει τέσσαρα, φῶς ὁ θεὸς, φῶς ἡ ἡμέρα, φῶς τὸ πῦρ, φὼς ὁ ἄνθρωπος

### φ 256

Φωκαία ἐκ τοῦ φώκη. Τέλος τοῦ Φ στοιχείου. ΑΡΧΗ ΤΟΥ Χ ΣΤΟΙΧΕΙΟΥ

### χ 3

Χάζω εἰς τὸ ἅμα

### χ 4

χαμάδις · χαμᾶζε ἐπίῤῥημα, παρὰ τὸ χέω χαμᾶζε· καὶ διάτι προπερισπᾶται; κανών ἐστιν ὁ λέγων, τὰ εἰς ζε λήγοντα συνεσταλμένον ἔχει τὸ α, πρὸ τοῦ τέλους, οἷον θύραζε, ἔραζε, πλὴν τοῦ χαμᾶζε

### χ 5

Χαμάδις ἐπίῤῥημα τοπικὸν ἐκ τοῦ χαμαί. τὸ δις ἰῶτα διάτι; τὰ διὰ τοῦ αδις τρισύλλαβα ἐπιῤῥήματα τῷ α παραλήγοντα, διὰ τοῦ ἰῶτα γράφεται καὶ βαρύνεται, οἷον, φυγάδις, χαμάδις· σεσημείωται τὸ ὁμαδὶς ὀξυνόμενον

### χ 6

Χαιρέτω ληρῶν ἐρυθριάτω φλυαρῶν

### χ 7

Χαίτη παρὰ τὸ κρατῶ κράτη χάτη, καὶ πλεονασμῷ τοῦ ι, χαίτη

### χ 8

Χαλινὸς διὰ τοῦ ἰῶτα γράφεται· ἐπειδὴ οἱ Αἰολεῖς χάλλινος λέγουσιν, ὥσπερ ὅμιλος ἐπόμιλλος, πέδιλον πέδιλλον· εἰ δὲ γράφεται διὰ τῆς ει διφθόγγου, χαλεινὸς ἂν ἐλέγετο

### χ 9

Χάραξ θηλυκῶς, ἐπὶ τῶν τῆς ἀμπέλου· ἀρσενικῶς δὲ ἐπὶ τῶν τοῖς πολεμίοις πηγνυμένων, ἀφ’ ὧν λέγεται χαρακώσαντες, ἀντὶ τοῦ περιφράξαντες

### χ 10

Χαίρω παρὰ τὸ χωρῶ, καὶ μετὰ συγκοπὴν χῶ, καὶ ὥσπερ παρὰ τὸ σκῶ σκαίρω, καὶ σπῶ σπαίρω, οὕτω καὶ χῶ χαίρω, φωνὴ ἐνεργητικὴ παθητικ. δηλοῦντος· τὸ ἐχάρην παθητικοῦ ἐστιν ἀόριστος δεύτερος, τοῦ χαίρω ἐν φωνῇ ἐνεργητικῇ ἐκλέλοιπεν ἡ φωνὴ ἡ παθητική· τοῦ δὲ ἐχάρην ἀορίστου δευτέρου ἡ ἐνεργητική· ὁ γὰρ ἔχαρον δεύτερος ἀόριστος ἐνεργητικὸς οὐ λέγεται· εἰκότως ὁ παθητικὸς μὴ ἔχων τὶ τὸ ὀφεῖλον ἐλέγξαι τὴν παραλογίαν αὐτοῦ, ἔλαθε, καὶ ὑπεισῆλθεν εἰς χρείαν τοῦ ἐνεργητικοῦ

### χ 11

Χαιρέας ὁ ῥήτωρ, ἐκ τοῦ χαίρω

### χ 12

Χαίρετε ἀπὸ τοῦ χαίρω, τὸ προστακτικὸν χαίρετε, χαίρειν φθάσαντες, ἀποταξάμενοι διαγνόντες

### χ 13

Χαλεπὸς παρὰ τὸ χαλέπτω ῥήματος, τοῦ σημαίνοντος τὸ ὀργίζομαι, κατὰ παραγωγὴν χαλεπταίνω, καὶ ἐκβολῇ τοῦ τ, χαλεπαίνω

### χ 14

Χαλκήρεϊ γένους θηλυκοῦ, ἡ εὐθεῖα χαλκήρης, χαλκήρεος καὶ χαλκήρους, χαλκήρεϊ· ὁ κανὼν, τὰ ὁμόφωνα θηλυκὰ τοῖς ἀρσενικοῖς. ὁ χαλκήρης γὰρ ἐκ τοῦ χαλκὸς καὶ τοῦ ἀρῶ τὸ ἁρμόζω· τὸ κη, ἦτα διάτι; τὰ διὰ τοῦ ηρης ἀρσενικὰ βαρύτονα διὰ τοῦ ἦτα γράφεται, οἷον, ποδήρης, ὁ ἱερατικὸς χιτὼν, κλινήρης ὁ παραλελυμένος, φρενήρης ὁ φρόνιμος

### χ 15

Χαλκοῦν οὐδέτερον, τὸ ἀρσενικὸν ὁ χαλκὸς καὶ γίνεται, παρὰ τὸ χάλυψ, ὃ σημαίνει τὸν σίδηρον, καὶ κλίνεται χάλυβος, καὶ τροπῇ τοῦ β εἰς κ, χάλυκος, καὶ ἐν συγκοπῇ χάλκος

### χ 16

Χαλκίον τὸ θερματόριον σκεῦος, οἷον, χαντάτιον, οἷον, χαίνοντα, ἑαυτῶν γὰρ ἡ ἔνθεσις γίνεται τῶν εἰσφερομένων

### χ 17

Χαλκοκρὰς εἰς τὸ προβλῆτι

### χ 18

Χαλκὸς ἐκ τοῦ χάλυψ χάλυβος· σημαίνει δὲ τὸ ἔθνος, ἐκεῖ γὰρ εὑρέθη ὁ χαλκὸς, ἐκ τοῦ οὖν χάλυβος γίνεται χαλβὸς, καὶ τροπῇ τοῦ β εἰς κ χαλκός· διάτι ἐκλήθη χαλκὸς ὁ σίδηρος; διότι πρότερον εὑρέθη παρὰ τοῖς ἀρχαίοις ὁ χαλκὸς, ὕστερον δὲ εὑρεθεὶς ὁ σίδηρος, ἐκάλεσαν αὐτὸν ὁμωνυμῶς τῷ χαλκῷ, σίδηρος δέ ἐστι

### χ 19

Χάλαζα παρὰ τὸ χαλᾶσθαι ἄνω

### χ 20

Χαλκὰς ἐκ τοῦ χαλκὸς, τοῦτο παρὰ τὸ ἀλκὴ, ὃ σημαίνει τὴν δύναμιν, ἀλκὸς καὶ χαλκός

### χ 21

Χαλκοχιτῶνες ἐκ τοῦ χαλκὸς καὶ τοῦ χιτὼν, τοῦ χιτῶνος ὁ κανὼν, τὰ εἰς ων ἰαμβικὰ, πρὸ τέλους ἔχοντα τὸ ἰῶτα, φυλάσσουσι τὸ ω ἐπὶ γενικῆς, ἐπί τε ὀξυτόνων καὶ βαρυτόνων, Πυθὼν Πυθῶνος, ὄνομα πόλεως, κιθὼν κιθῶνος, τρίβων τρίβωνος, σημαίνει δὲ τὸ διδασκαλικὸν ἱμάτιον, Σίμων Σίμωνος

### χ 22

Χιτωνίσκος ἱματίου διαφέρει· χιτωνίσκος μὲν ὁ κολοβὼν, ἱμάτιον δὲ αὐτὸ τὸ ὠμοφόριον

### χ 23

Χαλκοκορυστὴν χαλκῷ ὁπλιζόμενον, οἷον, κρανὸς ἔχοντα χαλκοῦν

### χ 24

Χαμαὶ παρὰ τὴν χθόνα, ὅθεν αὐτὴ καὶ χθαμαλή· ἡ δὲ χὼν πλεονασμῷ τοῦ θ, χθών· χὼν γάρ ἐστιν ἡ πάντας χωροῦσα

### χ 25

Χαμαλὴ οὖν ἐστι τὸ χαμαὶ ἐντεῦθεν· ἢ παρὰ τὸ χέω, ἡ ἐκκεχυμένη γῆ

### χ 26

Χαμαίμηλον εἶδος βοτάνης, διὰ τὸ πυκνὸν τῶν φύλλων

### χ 27

Χαὸς παρὰ τὸ χεῖσθαι, ὁ κενὸς τόπος μεταξὺ γῆς καὶ οὐρανοῦ· χαὸς παρὰ τὸ χῶ χαίω, ὡς δαίω τὸ καίω, δαὸς ἡ λαμπάς· δηλοῖ δὲ τὸ χαὸς τὸ μέγα καὶ ἀπέραντον χώρημα

### χ 28

Χάσμα παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ παρακείμενος κέχακα, ὁ παθητικὸς κέχασμαι, χάσμα

### χ 29

Χαλκὶς εἶδος ὀρνέου ἥτις καλεῖται κυμίνδη, ἀπὸ τῆς φωνῆς

### χ 30

Χαμόθεν καὶ χαμᾶζε, τὸ μὲν ἐκ τόπου, τὸ δὲ εἰς τόπον· τὸ χαμαιπετὲς καὶ χαμαίζηλον πάντως διὰ τῆς αι διφθόγγου ἔχει τὴν δευτέραν συλλαβήν· χαμερπὲς τὸ χαμαίζηλον, καὶ χαμαιπετὲς τὸ αὐτὸ δηλοῖ

### χ 31

Χαμαιτύπη ἡ πόρνη, παρὰ τὸ χαμαὶ τύπτεσθαι ἀδόλως

### χ 32

Χαμαιτυπιῶν τῶν πολὺ κατεχούσων συνουσιῶν

### χ 33

Χαμαίζηλος παρὰ τὸ χαμαὶ καὶ τὸ ζῆλος, τοῦτο παρὰ τὸ ζέειν ὅλως· τὸ μαι διφθόγγω διάτι; τὰ παρὰ τὸ χαμαὶ συγκείμενα ἅπαντα διὰ τῆς αι διφθόγγου γράφεται, οἷον, χαμαίζηλος, χαμαίμηλος, χαμαιτύπη ἡ πόρνη, παρὰ τὸ χαμαὶ τύπτεσθαι· πλὴν τοῦ χαμαιτερὲς καὶ χαμερπές

### χ 34

Χαῦνος παρὰ τὸ χαίνω χάνος καὶ χαῦνος, ὡς φαίνω φάνος καὶ χαῦνος ὁ ταπεινός

### χ 35

Χαλίφρων κυρίως ὁ μέθυσος λέγεται· χάμις γὰρ ἄκρος οἶνος, παρὰ τὸ χαλᾶν τὰς φρένας

### χ 36

Χἁυτῷ ἀντὶ τοῦ καὶ ἑαυτῷ, κατ’ ἀποβολὴν τοῦ ἰῶτα, τοῦ εἰς τὸν καὶ σύνδεσμον, καὶ τοῦ ε, καὶ κράσει τοῦ α καὶ υ εἰς τὴν αυ δίφθογγον, γίνεται κἀυτῷ, καὶ ἐπειδὴ διὰ τὸ α, διὰ τὴν αὐτοπαθῆ ἀντωνυμίαν ἐτράπη τὸ κ εἰς χ, καὶ γέγονε χἁυτῷ

### χ 37

Χαράδρης τῆς ἐγχαράξεως τοῦ ἐδάφους, τῆς γενομένης ἀπὸ τῶν ἐπιφερομένων ἐμβρίων ὑδάτων· εἴρηται δὲ οἱονεὶ τοῦ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος

### χ 38

Χάραγμα καὶ χαράσσω, κατὰ παραγωγήν· σημαίνει δὲ κοίλωμα ὄρους

### χ 39

Χερόνησος ἐκ τοῦ χεὶρ χειρὸς, καὶ τοῦ νῆσος, γίνεται Χερόνησος

### χ 40

Χερουβὶμ παρὰ χεὶρ, χερός

### χ 41

Χάρμη ἡ μάχη· ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις, καὶ τὸ χαίρειν τῇ μάχῃ, παρὰ τὸ χαράσσω· τὴν γὰρ χαρὰν, ὡς φησὶ καὶ Ἀριστίδης· χάρμα λέγεται οὐδετέρως

### χ 42

Χάραξ φραγμὸς, ὁ ὄξεσι ξύλοις, ἢ καλάμοις ἐχόμενος, ἐκ τοῦ χαράσσω

### χ 43

Χαράδραι αἱ ὑπὸ τῶν χειμάῤῥων ἐκρησσόμενοι αὐλῶνες, παρὰ τὸ χαράσσειν, καὶ τραχύνειν τὴν γῆν

### χ 44

Χαραδριὸς ὁ ἡδόμενος ταῖς χαράδραις

### χ 45

Χάρτης παρὰ τὸ χαράσσω. ἢ παρὰ τὸ κείρω τὸ κόπτω

### χ 46

Χάρτης παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, τὸ διαχεόμενον. παράγωγον ποιεῖ τὸ χαίρω, οὐκ εἰρόμενον ἐπὶ τούτου τοῦ σημαινομένου, τὸ χωρεῖν· παρὰ δὲ τὸ αὐτὸ χαίρω χάρτης, χωρητικὸν ὢν τῶν ἐγγραφομένων

### χ 47

Χαρακτὴρ. ἐκ τοῦ σκιάζω, καὶ χαράσσω, καὶ μορφῶ

### χ 48

Χάρις δωρέα, ἢ ἀρετὴ, καλλόνη· ἐκ τοῦ χαίρω

### χ 49

Χάρης Χάρητος, ὄνομα κύριον

### χ 50

Χάρων παρὰ τὸν χύσω μέλλοντα, δηλοῦντα τὸ χωρῶ· καὶ οὕτω Φιλόξενος

### χ 51

Χαρτοφύλαξ παρὰ τὸ χάρτης καὶ τὸ φυλάσσω, γίνεται σύνθετον ὄνομα χαρτοφύλαξ

### χ 52

Χάρυβδις ὠμόβροτος, ἐκ τοῦ χαὸς καὶ τοῦ ῥύβδης, ἡ ἀναπινομένη θάλασσα, ἐπὶ τὰ γάδειρα, καὶ πάλιν ῥαγδοτέρως ἐπαναστρέφουσα. εἴρηται δὲ καὶ χάσμα θαλάσσιον πᾶν τὸ εἰς χαὸς καὶ ὄλεθρον κατασπῶν· διαφέρει κῆτος θαλάσσης

### χ 53

Χάσμα παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ μέλλων χάσω, κέχασμαι, χάσμα

### χ 54

Χέρας τῆς ὑπὸ ποταμῶν ἀθροιζομένης ψάμμου, καὶ ξύλων συγκομιδῆς· Ἀρίσταρχος δὲ χεράδας φησὶ καλεῖσθαι τοὺς ποταμοὺς, καὶ τοὺς ἐν αὐτῇ λίθους

### χ 55

Χασμῳδία ἀλλ’ ἐπ’ ἄλληλα φωνηέντων, ἤτοι συνέχεια

### χ 56

Χαῦνος παρὰ τὸ χαίνω, χάνος καὶ χαῦνος

### χ 57

Χέδροψ ὄσπριον ἄγριον, κατὰ συγκοπὴν, χειρίδοψ γάρ ἐστι τὸ τῇ χειρὶ ἀνασπώμενον· τὰ γὰρ ὄσπρια ἐλευθερίζονται

### χ 58

Χελιδὼν εἴρηται παρὰ τὸ κελαδεῖν, κελιδών τις οὖσα· τὸ μέντοι κελαδεῖν, διὰ τοῦ ε γραφόμενον μαρτυρεῖται· ἐκ τῆς χρήσεως ποταμοῦ κελαδοῦντος

### χ 59

Χελώνη κατὰ στέρησιν τοῦ κέλλειν ὅ ἐστι κινεῖσθαι· τὸ γὰρ νω στερητικὸν, νωθεὺς γὰρ τὸ ζῶον, διχηλή τις οὖσα, παρὰ τὸ διεσχίσθαι, ὥσπερ ὁπλὴ ἀντὶ τοῦ ἁπλῆ

### χ 60

Χὴν ὄνομα θηλυκὸν, κοινὸν τῷ γένει, ὁ χὴν καὶ ἡ χήν· κρακτικὸν γάρ ἐστι καὶ φωνητικόν· γίνεται δὲ παρὰ τὸ ἠχὴ, ὃ σημαίνει τὴν βοήν

### χ 61

Χὴν καὶ χῆνα τὸ χηνάριον παρὰ τὸ ἠχεῖν, ἢ παρὰ τὸ χαίρειν, τουτ’ἔστι πέδειν, πέδον χηνάριον, διότι ἐν τοῖς νάμασι χαίρει· ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι· οἱ γὰρ δεδεμένοι κυρίως ἐπὶ τῆς γῆς κατακεῖνται

### χ 62

Χεῖα παρὰ τὸ χωρεῖν, ἀλλὰ καὶ χηραμὸς ἡ κατάδυσις τῶν Ῥωμαίων, ὁ φωλεὸς τῶν μυρμήκων

### χ 63

Χεῖλος τὸ μέρος τοῦ σώματος, παρὰ τὸ χέειν τοὺς λόγους χέλος· καὶ χεῖλος τοῦ ποταμοῦ· τὸ χει διφθόγγῳ, διὰ τὸ χέλος κατὰ πλεονασμὸν τοῦ ἰῶτα χεῖ λος· χῖλος δὲ ὄνομα κύριον

### χ 64

Χειμάδια δὲ τόπος ἐν ᾧ δεῖ παραχειμᾶσαι τῷ χειμῶνι· ἐφ’ ᾧ ἄν τις δύναιτο χειμῶνος ἐγκαθορμήσασθαι ἤτοι χειμᾶσαι· χειμαδία δὲ ἡ τοῦ χειμῶνος ὥρα

### χ 65

Χερειότερος χερείων, καὶ κατὰ μεταπλασμόν· πλεῖον καὶ πλεῖα καὶ πλοῖαί τοι χαλκοῦ κλίσιαι· καὶ τὶ σημαίνει χερείων, τὸ ἐλάσσον

### χ 66

Χειμὼν παρὰ τὸ χέω, ὁ ἐν τῇ γῇ χεόμενος

### χ 67

Χείμαῤῥος ὁ ποταμὸς, παρὰ τὸ ἐν τῷ χειμῶνι ῥεῖν· ἢ διὰ τὸ χέεσθαι εὐμαρῶς ἤγουν εὐκόλως

### χ 68

Χεῖρες διὰ τὸ χεῖσθαι ῥᾷον· καὶ διὰ τὴν χρείαν ὑπουργεῖν

### χ 69

Χείμεθλον τὸ ἐν τῷ χειμῶνι γενόμενον ἐν τοῖς ῥηξὶ τῶν δακτύλων ἕλκος

### χ 70

Χειμερινὸς παρὰ τὸ χεῖμα, ὡς παρὰ τὸ ἔαρ ἐαρινὸς ὤν· ἡ παραγωγὴ διὰ τοῦ ε γράφεται

### χ 71

Χείρων χείρονος, οἱ Αἰολεῖς χήρων καὶ χέῤῥων· ἐπὶ μὲν κυρίου φυλάσσουσι τὸ ω, ἐπὶ δὲ προσηγορικοῦ οὐ φυλάσσουσι

### χ 72

Χειμὼν διὰ τὸ χέεσθαι ὁμωνύμως, ἤγουν ἐπὶ μῆνας πέντε ἢ ἕξ

### χ 73

Χειροπέδες ἡ εὐθεῖα ἡ χειροπέδη, ἐκ τοῦ χεὶρ χειρὸς καὶ τοῦ πέδους· χείρων, παρὰ τὸ χεὶρ χειρὸς, ὁ πρῶτος τύπος τῶν συγκριτικῶν χειρότερος, ὁ β, χερίων, διὰ τοῦ ἰῶτα γράφεται· καὶ ἐν ὑπερβιβασμῷ γίνεται χείρων· καὶ χερνῆτις θηλυκῶς, ἡ χειρομαχία γυνή, ἡ διὰ τῶν χειρῶν νήθουσα· ἰστέον δὲ, εἰ μὲν ὄνομα εἴη διὰ τοῦ ω γράφεται εἰ δὲ ἐπίῤῥημα διὰ τοῦ ο

### χ 74

Χειρόκμητα ὑπὸ χειρῶν γεγλυμμένα, ἢ περιεξεσμένα, ἢ κατειργασμένα

### χ 75

Χειροτονία ἐκλογὴ παντὸς δήμου

### χ 76

Χαράστριος παρὰ τὸ χαίρειν τοῖς ὕδασιν· ἐλανδεὺς γὰρ τὸ ὄρος

### χ 77

Χειροβοσκὸς ὁ διὰ χειρὸς ζῶν, ὡς φησὶ Σοφοκλῆς

### χ 78

Χερουβεὶμ ἐπὶ μὲν ἑνικοῦ διφθόγγῳ· ἐπὶ δὲ πληθυντικοῦ διὰ τοῦ ἰῶτα

### χ 79

Χερείων ὁ χείρων, ὁ ἐλάσσων, συγκριτικόν· διότι τὸ χερεῖος διφθόγγῳ

### χ 80

Χερόνησος γῆ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν· καὶ γίνεται ἐκ τοῦ χεὶρ χειρὸς, καὶ τοῦ νῆσος

### χ 81

Χέρσος ἡ ξηρὰ γῆ, παρὰ τὸ κείρω τὸ κόπτω, ὁ μέλλων κερῶ, Αἰολικῶς κέρσω καὶ ἐξ αὐτοῦ κέρσος καὶ χέρσος, ἡ κεκομμένη γῆ καὶ ἄδενδρος

### χ 82

Χήληξι τοῖς ὄνυξι τοῦ βοὸς, ἐκ τοῦ χαλῶ, ἐξ οὗ δίχηλος, χηλὸς, ὥσπερ τὸ ἥσω ἧλος, ἡ χωροῦσα ἕκαστον τῶν ἀντιθεμένων

### χ 83

Χήρα ἡ γυνὴ, παρὰ τὸ χαίρω χαρὰ, κατ’ ἀντίφρασιν, ἡ μὴ χαίρουσα· ἢ παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ γίνεται χήρα, ἡ χωρητικὴ τῆς λύπης· ἢ ἡ μεμονωμένη τοῦ ἀνδρός

### χ 84

Χηραί τε ἄνδρας μὴ ἔχουσαι· γίνεται χήρα ἀπὸ τοῦ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ γίνεται χήρα· ἐτυμολογεῖται καὶ παρὰ τὸ χαρὰ, καὶ ἀναδόσει τοῦ τόνου, καὶ τροπῇ τοῦ α εἰς η γίνεται χήρα, κατ’ ἀντίφρασιν· ἡ ἐστερημένη τῆς εὐφροσύνης καὶ τῆς χαρᾶς

### χ 85

Χηρωσταὶ ἀλλότριοι, ἢ οἱ πόῤῥωθεν συγγενεῖς, διότι χηρεύοντος τοῦ οἴκου, καὶ ἐρήμου ὄντος τέκνων, αὐτοὶ κληρονομοῦσι

### χ 86

Χηραμὸς παρὰ τὸ χῶ τὸ χωρῶ· χῶ, χήσω, χῆρος, ὁ ἔρημος, ὁ χωρεῖν δυνάμενος, διὰ τὸ κενὸν εἶναι· χῆρος οὖν καὶ παρωνύμως χηραμός· ἔστι δὲ χηραμὸς ὁ φωλεὸς τοῦ ὄφεως

### χ 87

Χηνάριον διότι ἐν τοῖς νάμασι χαίρει

### χ 88

Χηλὴ ἐπὶ τῶν διονύχων ζώων, διχόλη τις οὖσα, παρὰ τὸ διεσχίσθαι· ὥσπερ ὁπλὴ, ἀντὶ τοῦ ἁπλὴ, ἐπὶ τῶν μονωνύχων

### χ 89

Χήτει δοτικὴ, στερήσει, ἐνδείᾳ, καὶ σπάνει, παρὰ τὸ χῶ ῥῆμα, ὃ σημαίνει τὸ ἐνδεοῦμαι· χῶ οὖν ὁ μέλλων χήσω, ὄνομα ῥηματικὸν χῆτις ἡ ἔνδεια, καὶ χῆτος ὄνομα οὐδέτερον, καὶ χητόπη ῥηματικὸν, δηλοῦν τὴν ἔνδειαν

### χ 90

Χῆτις ἡ ἔνδεια, καὶ χῆτος ἕτερον ὄνομα, παρὰ τὸν χήσω μέλλοντα· χήτεα, Ἡσίοδος· παρὰ δὲ τὸ χῆτος ῥῆμα χητίζω καὶ χατίζων, ὡς θέρος θερίζω, ἄνθος ἀνθίζω· οὕτω Φιλόξενος

### χ 91

Χειμέριος τὸ ρι ἰῶτα· τὰ διὰ τοῦ ιος, διὰ τοῦ ἰῶτα γράφεται, χωρὶς εἰ μὴ ᾦσιν ἀπὸ τῶν εἰς ος οὐδετέρων· οἷον, ἀκαίριος, ὁ μὴ ἔχων καιρὸν, ὥριος ὁ τῆς ὥρας προέφθασα ἐν ἀωρίᾳ, παρὰ τὸ ὥριος, ὁ μὴ ἔχων ὥραν· ἑσπέριος, ἡμέριος, ἀκάριος· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος οὐδετέρων εἶπε, διὰ τὸ θέρος θέρειος· λοιπὸν ἐκ τοῦ χειμερινός

### χ 92

Χήλωμα τὸ τῶν κτηνῶν

### χ 93

Χθαμαλὴ χθεσινὰ ὠμὴ καὶ ἄσθμα

### χ 94

Χθιζά τε χθεσινὰ ἐπίῤῥημα ἀπὸ ὀνόματος γενόμενον εἰς ἐπίῤῥημα, ὡς ἐν τῷ ἐτεὸν καὶ τὸ σίδηρον· καὶ τὸ χθιζὸς διάτι ὀξύνεται; τὰ εἰς ζος, ἀπὸ ἐπιῤῥημάτων παραγόμενα ἢ τριγενῆ ὄντα, ὀξύνεται, οἷον, χθιζὸς, πρωϊζός· καὶ πόθεν παρήχθη; ἐκ τοῦ ἐχθές· καὶ ποῖόν ἐστιν ἀναλογώτερον, καὶ κυριώτερον καὶ πρῶτον, τὸ ἐχθὲς ἢ χθές; τὸ χθές· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν ἐπίῤῥημα μονοσύλλαβον ἀπαθὲς, κατ’ ἰδίαν ῥητὸν μακροκαταληκτεῖ φύσει ἢ θέσει· οἷον, μὴν, νὴ, πλὴν, δὴν, πὺξ, λὰξ, μὰψ, ἄψ; πρόσκειται μονοσύλλαβα, διὰ τὴν δισυλλαβίαν· πρόσκειται ἀπαθὲς διὰ τὸ δύο καὶ τρίς· ταῦτα γὰρ κατὰ παθός εἰσιν, ἐκδιάκις, καὶ τριάκις· πρόσκειται κατ’ ἰδίαν ῥητὸν, ὅτι ἔδει αὐτὸ μακροκατάληκτον εἶναι, εἴτε φύσει εἴτε θέσει, ὥστε τὸ ἐχθὲς ἀναλογώτερόν ἐστιν, ἐκφεῦγον τὴν παραλογίαν τοῦ χθές· γίνεται ἐκ τοῦ ἐχθέω, ἐχθεύσω, ἐχθεὺς, ἡ ἐκθεύσασα ἡμέρα· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐκτὸς ἡμῶν γένεσθαι ταύτης τῆς ἡμέρας

### χ 95

Χθονὶ τῇ γῇ, δοτική· κλίνεται χθὼν, χθονός· ὁ κανών· πᾶν ὄνομα μονοσύλλαβον, εἰς ἀμετάβολον λῆγον, προσθέσει τοῦ ος κλίνεται, οἷον, κλὼν κλωνὸς, χὴν χηνὸς, πρὼν πρωνὸς, ἐξ οὗ καὶ πρόωνες ἄκραι, σπλὴν σπληνὸς, μὴν μηνός· πλὴν τοῦ φρὴν φρενὸς, καὶ χθὼν, χθονός· τὸ δὲ φρὴν ἐσημειώθη, ἐπειδὴ τὰ εἰς ην μονοσύλλαβα κοινά εἰσι τῷ γένει, ὁ χὴν καὶ ἡ χὴν, ὁ ῥὴν καὶ ἡ ῥὴν, σημαίνει δὲ τὸν ἄρνα, ἀπὸ γὰρ τῆς ῥηνὸς γενικῆς τροπῇ τοῦ η εἰς α ῥανὸς, καὶ ἐν ὑπερβιβασμῷ ἄρνος, καὶ ἡ αἰτιατικὴ ἄρνα· τὸ δὲ φρὴν αἰολικῶς μόνου γένους ὂν, ὡς διήλλαξε περὶ τὸ γένος, διήλλαξε καὶ κατὰ τὴν κλίσιν

### χ 96

Χθὼν παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χὼν, καὶ πλεονασμῷ τοῦ θ, χθὼν, ἡ πάντας χωροῦσα· ὅτι πᾶν ὄνομα μονοσύλλαβον, εἰς ἀμετάβολον λῆγον, προσθέσει τοῦ ος κλίνεται, εἴρηται ἐν τῷ φρήν· περὶ δὲ τοῦ χθονὸς εἴπωμεν, ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ων λήγοντα ὀξύτονα μονοσύλλαβα, μόνως ἀρσενικὰ, καὶ μὴ μόνως θηλυκὰ, φυλάττει τὸ ω ἐπὶ γενικῆς· οἷον, κλὼν κλωνὸς, πρὼν πρωνὸς, ὥστε πρὼν ἰσχάνει ὕδωρ. τὸ δὲ χθὼν ἐπειδὴ μόνως ἔστι θηλυκοῦ γένους, τούτου χάριν ἔτρεψε τὸ ω εἰς ο, οἷον, χθονός· καὶ ἐξ αὐτοῦ χθόνιος

### χ 97

Χιλὸς καὶ θηλυκῶς λέγεται· γράφεται δὲ διὰ τοῦ ἰῶτα. καὶ λέγουσιν, ὅτι ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἐπειδὴ καὶ τὸ χεῖλος διὰ τῆς ει διφθόγγου. ἐκ δὲ τοῦ χεῖλος γίνεται χιλὸς ἡ τροφὴ, ἡ ἐν τοῖς χείλεσι διδομένη. ἀλλ’ ἔστιν εἰπεῖν διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τῶν διὰ τοῦ ιλος

### χ 98

Χίδρα στάχυες ἁπαλοῦ σίτου, ὁ νεὸς καρπὸς, ἢ ἄλευρον τὸ ἐξ ἁπαλῶν κριθῶν φρικτῶν γινόμενον. χίδαρα ὄντα τινὰ, καὶ χίδρα, τὰ τῇ χειρὶ ἀνασπώμενα

### χ 99

Χιλὸς ἡ τροφὴ, ἐξ οὗ καὶ χιλὸς, ὁ Ἀχιλεύς

### χ 100

Χιλοῦ τε ἕνεκα καὶ τῆς λείας ἀνασχοῦ· φύουσι γὰρ χιλὸν, καὶ ἐλυμὰν καὶ χόρτον

### χ 101

Χιλὸς οὖν ἡ τροφὴ παρὰ τὸ ἴσχειν τὸ σῶμα, τουτ’ἔστι κρατεῖν, χιλὸς δὲ ὁ χόρτος τῶν βοσκημάτων, παρὰ τὸ χεῖσθαι τῷ ἕλει· χηλὴ δὲ ἐπὶ τῶν διονύχων ζώων, οἷον, διχέλη τις οὖσα, ἀπὸ τοῦ ἐσχίσθαι, ὡς τὸ ὁπλῆ ἡ ἁπλῆ, ἐπὶ ἵππων καὶ ἡμιόνων· καὶ εἰς τὸ Ἀχιλεύς

### χ 102

Χίλιοι διὰ τοῦ ἰῶτα γράφεται, ἐπειδὴ οἱ Αἰολεῖς χέλλιοι λέγουσι· τοῦτο δὲ ἔχουσιν ἔθος ποιεῖν ἐπὶ τῶν γραφομένων· φθείρω φθέῤῥω, σπείρω σπέῤῥω· εἰ δέ τις εἴποι, ὅτι τὸ ἰῶτα εἰς ε τρέπουσιν, οἷον Πρίαμος Πρέαμος, κοπρία κοπρέα, τρίτος τρέτος· τὸ δὲ χίλιοι τὸ χι μακρὸν ἔχει, πῶς ἔτρεψε παρ’ αὐτοῖς τὸ ι εἰς ε; ἀλλ’ ἰστέον, ὅτι σπανίως τὸ ἰῶτα ἐκτεταμένον τρέπουσιν εἰς ε, οἷον, ἵλαθι, ἕλλαθι, χίλιοι χέλλιοι. ἰστέον δὲ ὅτι τὸ χίλιοι διὰ τοῦ ι γράφεται· ἐπειδὴ πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ συνεμπίπτει τῷ ἰῶτα στοιχείῳ

### χ 103

Χεὶρ τὸ χεὶρ διφθόγγῳ γράφεται, ἐπειδὴ οἱ Δωριεῖς χὴρ λέγουσι διὰ τοῦ ἦτα· καὶ ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν, οἷον, πλείων πλήων, μείων μήων· καὶ ἄλλως, ὅτι οἱ Αἰολεῖς ἐφανέρωσαν τὸ ε, χέρες εἴποντες, χεῖρες διφθόγγῳ

### χ 104

Χείρων ὁ κένταυρος· χεῖραι καλοῦνται, αἱ ἐν τοῖς ποσὶ ῥαγδάδες. ἔνθεν καὶ χείρων, διὰ τὸ ἐν χείροσι

### χ 105

Χίμαιρα ἡ περισυνὴ αἴξ· ἔστι δὲ ὄνομα θηρίου τρικεφάλου· εἴρηται ὁ κανών

### χ 106

Χίμαρος ὁ τράγος, ἐκ τοῦ χιμαίρω. τὸ χι ἰῶτα πρὸς ἀντιδιαστολὴν τοῦ ποταμοῦ, τοῦ ἐν τῷ χειμῶνι ῥέοντος· καὶ γίνεται παρὰ τὸ κίω τὸ πορεύομαι, κίμαρος καὶ χίμαῤῥος

### χ 107

Χῖος ἐπὶ τοῦ πολίτου ὁ λόγος, ἡ δὲ νῆσος διὰ βραχέως τοῦ ἰῶτα

### χ 108

Χιράδες αἱ τῶν χειρῶν· χιρὰς δὲ τὸ πάθος

### χ 109

Χιράδες διὰ τοῦ ἰῶτα γράφεται. καὶ ὤφειλε διὰ διφθόγγου, ἐπειδὴ παρὰ τὸ χεὶρ γέγονε· ἀλλ’ ἴσως ἀπέβαλε τὸ ε, ὁμοίως ὡς τὸ λείβω λιβάς· κρεῖττον δὲ εἰπεῖν, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ τὸ χεῖρας ἔνδειαν τινὸς σημαίνει

### χ 110

Χιτῶνος ἐπὶ μὲν τοῦ σηνήθους· τὸν δὲ χιτῶν’ ἐνόησα περὶ χροῒ σιγαλόεντα. ἐπὶ δὲ τοῦ θώρακος· Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι

### χ 111

Χιτὼν ὑποκάμισον, τὸ τοῦ ἄνδρος ἱμάτιον, παρὰ τὸ περιχεῖσθαι τῷ σώματι ἡμῶν· τὸ δὲ τῆς γυναικὸς πέπλον· λέγεται δὲ καὶ χιτωνίσκος· καὶ εἰς τὸ πέπλος

### χ 112

Χίων παρὰ τὸ χέω, καὶ χιτών· συστέλλει δὲ τὸ ω ἐπὶ γενικῆς

### χ 113

Χλαῖνα παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς

### χ 114

Χλαῖνα γίνεται ἐκ τοῦ χλαίνω, τὸ θερμαίνω· καὶ τὶ διαφέρει χλαῖνα, χλανὶς καὶ χλαμύς; διαφέρει· χλαῖνα μὲν γὰρ λέγεται τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον· χλαμὺς δὲ τὸ περιφερὲς, τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον σαγομαντίον· χλανὶς δὲ τὸ λεπτότατον καὶ τρυφερὸν ἱμάτιον· χλαμὺς δὲ καὶ ὅπερ φοροῦσιν οἱ κηροφόροι

### χ 115

Χλευασμὸς ἀπὸ τοῦ χλευάζω, τοῦτο ἐκ τοῦ χλεύη, ὃ σημαίνει τὴν ἀπάτην· τοῦτο ἐκ τοῦ κλέπτω, κλεύη καὶ χλεύη· ὁ γὰρ κλέπτων τινὰ, καὶ χλευάζει αὐτόν· καὶ ὁ χλευάζων τινὰ ὑποκλέπτει αὐτόν· ἢ ἀπὸ τοῦ χεύω γίνεται χεύη, καὶ κατὰ πλεονασμὸν τοῦ λ, χλεύη. ἢ παρὰ τὸ γελῶ γελεὺς καὶ χλεύη

### χ 116

Χλεύη χειλεύη τις οὖσα, παρὰ τὸ ἀνοίγειν τὰ χείλη· οἱ δὲ παρὰ τὴν χλόην, δυσωπητικὰ γὰρ τὰ σκώμματα, καὶ χρειὰς μεταβλητικά

### χ 117

Χλιδὴ ἡ τροφή· τὸ χλι ἰῶτα. τὰ εἰς δη ψιλὰ ἑνὶ φωνήεντι παραλήγεται, οἷον, κλίδη, ἴδη, χλιδή· ἔστι δὲ χλίδω βαρυτόνως, καὶ χλιδῶ περισπωμένως, δευτέρας συζυγίας τῶν περισπωμένων· ἄλλοι φασὶ τὸ χλιδῶ, ὃ σημαίνει τὸ τρέφω καὶ αὐξάνω, ὡς ἀπὸ τοῦ κλείω τὸ δοξάζω

### χ 118

Χλίδοντα χλίδην, σωρηδὸν, δηλοῖ πλήθους ἔμφασιν, αἰσχύλος ὁ πλουκρίσει καὶ χεριδόντα, ἀντὶ τοῦ πληθύνοντα

### χ 119

Χλιδὴ ἥκιστα ἔχαιρες ἀγλαϊσμῶν τροφὴ, καὶ χλιδανὸν τὸ τρυφερὸν, παρὰ τὸ χαλῶ ῥῆμα, καὶ τὸ δέω τὸ πρέπω, χαλιδὴ καὶ χλιδὴ, ἡ ὑποχαλῶσα τοῦ πρέποντος· λέγεται δὲ καὶ χλιδὴ ἡ ἔκλυσις, καὶ μαλακία, ἀπὸ τοῦ χλιάνθαι, καὶ ἐκλελύσθαι, ἀσθενείᾳ τοῦ θερμοῦ· καὶ χλίδοντα, ἀντὶ τοῦ πληθύνοντα

### χ 120

Χλῆδος ἀρσενικόν· κυρίως δὲ ὁ σωρὸς τῶν λίθων

### χ 121

Χλωρὸς παρὰ τὸ χολὴ, χολερὸς καὶ χλωρὸς, καὶ ἐκ τούτου χλίηρος, καὶ τροπῇ τοῦ η εἰς ω καὶ κράσει χλωρός· καὶ ἐκ τούτου χλωρότης

### χ 122

Χλούνης ὁ σύαγρος, ὁ χοῖρος, ὁ ἐν χλόῃ ἀναζωούμενος καὶ διατρίβων, χλοεύνης καὶ χλεύνης

### χ 123

Χλόη παρὰ τὸ φλέω τὸ ἀναδίδωμι, φλόη καὶ χλόη

### χ 124

Χοῖνιξ καὶ ἴφι, ταυτόν ἐστιν. ἔστι δὲ μέτρον ξεστῶν δύο, καὶ ποστιμόριον, ὅ ἐστι τῶν δύο δρακῶν, τῆς χειρὸς τὸ μέτρον· χοῖνιξ δὲ σημαίνει τὴν χώρησιν

### χ 125

Χοῖνιξ διὰ τοῦ ἰῶτα γράφεται. ἔστι δὲ εἶδος μέτρου. οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει, πλὴν τοῦ προίξ

### χ 126

Χοιράδες νόσημά τι περὶ τὸν τράχηλον τῶν ἀνθρώπων γενόμενον, ὅπερ οἱ ἰατροὶ χοιράδες καλῶς ὀνομάζουσι, διὰ τὸ ζώοις ἐοικέναι τοιούτοις τὰ δημιουρ γοῦντα τὸ νόσημα, καὶ κενοὺς σοφεώρας ἀνθρώπων τοὺς τραχήλους ποιουμέναι

### χ 127

Χοῖρος παρὰ τὸ χοῦς χοὸς, χόϊρος καὶ χοῖρος κατὰ κράσιν, ὁ τὸν χοῦν ἐρευνῶν

### χ 128

Χοῖρος διὰ τὸ τὴν χύσιν ἐρᾷν καὶ ῥυφᾷν· ἤτοι τοῦ χείρονος ἐρᾷν, ἤτοι τοῦ χοὸς ἐρᾷν

### χ 129

Χολάδες τὰ ἔντερα, εἰς αὐτὰ γὰρ ἡ ξανθὴ χολὴ συῤῥεῖ, τοῦτο μηχανισαμένης τῆς φύσεως, πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς, πρὸς τὴν παράκλισιν τῶν περιττῶν, ἔμελλε γὰρ ψυχρὰ ὄντα, τῇ κράσει ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν παράκλισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα· ἐτυμολογεῖται παρὰ τὸ χεῖσθαι οὐ καλῶς

### χ 130

Χολωσάμενος ὀργισθείς· τὸ χο μικρὸν διάτι; ἐκ τοῦ χέω, ὁ γὰρ χόλος διαχεῖται· ἡ πρώτη γὰρ ἔκκαυσις τῆς καρδίας, καὶ διάχυσις τῆς χολῆς πρὸς ὀργὴν, χόλος λέγεται· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ· καὶ τὸ γενικόν ἐστιν ὁ θυμός· ταῦτα δὲ εἴρηται, καί εἰσιν εἴδη

### χ 131

Χολὴ παρὰ τὴν ὀργὴν καὶ τὴν μελανίαν· ἢ διὰ τὸ χέεσθαι τὴν αἰτίαν εἰς ὅλον τὸ σῶμα, καὶ τυφλεῖν αὐτόν

### χ 132

Χόλω καὶ χολῶ διαφέρει· ἐπὶ μὲν τοῦ ὀργιζομένου ἐκ τοῦ χολή· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων, χολῶ χολᾶς, τὸ πληθυντικὸν χολᾶτε, ἐμοὶ χολᾶτε, ὅτι ὅλον τὸν ἄνθρωπον ὑγιῆ ἐποίησα· ἐπὶ δὲ τοῦ ἐκ τοῦ χόλος, γίνεται χολῶ, τρίτης συζυγίας τῶν περισπωμένων, χολόω χολῶ, ὁ μέλλων χολώσω, κεχολωμένος

### χ 133

Χολωσέμεν ὀργισθήσεσθαι· καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα ποιοῦσιν εἰς εμεν, καὶ οἱ Αἰολεῖς εἰς εμεναι, τύπτειν, τυπτέμεν, τυπτέμεναι, γελάσειν, γελασέμεν, γελασέμεναι, χολώσειν, χολωσέμεν, χολωσέμεναι

### χ 134

Χόνδρος τὸ τοῦ στομάχου ἔντερον· ἔνθεν καὶ ὑποχόνδριον καλεῖται, καὶ χονδή· καὶ λοιπὸν φύσκη τὸ ἕτερον

### χ 135

Χορδὴ τὸ ἔντερον, ἢ ἡ λύσις τῶν ἐντέρων, παρὰ τὸ χωρεῖν τὴν ἐδωδήν· ἢ παρὰ τὸ τὰ χωρηγούμενα δεῖν, ὅ ἐστι δεσμεύειν

### χ 136

Χορταῖος ὁ δασὺς χιτὼν, ᾧ χρῶνται αἱ παρθένοι αὐλῆς ἐν χόρτωπι· καὶ χορτοὶ οἱ τριγχοὶ, ὡς Εὐριπίδης ἐν δροπωθ. συγχορταναίῳ πεδία· ταῖς δ’ ἐλευθέραις· καὶ ἐν Ἀνδρομάχη ὁμοίως

### χ 137

Χόριον τὸ κάλυμμα, τὸ περιέχον τὸ ἔμβρυον, τὸ συγγενώμενον ἐν τῇ κοιλίᾳ τοῖς βρέφεσιν, ὡς χωρίον αὐτὸ ὂν τῶν διατρεφόντων· χόριον τὸ ἔντερον τὸ συγγενώμενον ἐν τῆ κοιλία τοῖς βρέφεσι, τὸ ἐκ τοῦ ἐμβρύου τοῦ τικτομένου. ἐκ τοῦ χέω

### χ 138

Χολέρα ἔκρυσις διὰ τοῦ στόματος καὶ γαστρός

### χ 139

Χορηγὸς δότης, παρὰ τὸ χεὶρ χερὸς καὶ τὸ ἄγω, γίνεται χερηγὸς, καὶ τροπῇ τοῦ ε εἰς ο χορηγὸς, ὁ διὰ χειρὸς ἄγων

### χ 140

Χορόνδε ὄνομα, ἐκ τοῦ χῶρος, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον· τὸ δε οὐκ ἔστι μέρος λόγου, ἀλλὰ μόριον· λαμβάνεται δὲ ἀντὶ τῆς ἐν προθέσεως

### χ 141

Χόρτος παρὰ τὸ ἐν τῇ χέρσῳ γίνεσθαι· ἢ διὰ τὸ ἐν τῇ χέρσῳ τείνεσθαι· ἢ παρὰ τὸ κείρω τὸ κόπτω, κόρτος καὶ χόρτος

### χ 142

Χορτάσαι παρὰ τὸν χόρτον, τὸν περιβαλλόμενον τοῖς ὑποζυγίοις

### χ 143

Χορὸς ἄθροισμα, ἀπὸ τοῦ χῶρος, ὃ σημαίνει τὸν τόπον, ἀπὸ περιέχοντος τὸ περιεχόμενον· ἐκ τοῦ οὖν χῶρος, κατὰ συστολὴν τοῦ ω εἰς ο, καὶ καταβιβάσει τοῦ τόνου γίνεται χορὸς ὁ λαὸς, ὁ περιεχόμενος ἀπὸ τόπου· γίνεται καὶ χορεῖος

### χ 144

Χορὸς παρὰ τὸ χαίρω χαρὸς, καὶ τροπῇ τοῦ α εἰς ο χορός· ἢ παρὰ τὸ χεὶρ χειρός. τὸ χο μικρὸν διάτι; πρὸς ἀντιδιαστολὴν τοῦ χῶρος τοῦ σημαίνοντος τὸν τόπον, καὶ Ὅμηρος, χῶρον μὲν πρῶτον διεμέτρεον· καὶ ὡς οἶδε χῶρον ἔρημον

### χ 145

Χοῶν θυσίων, ἐκ τοῦ χοὴ, τοῦτο ἐκ τοῦ χέω, χοὴ, χοαὶ, χοῶν, τὰ ἐπιχεόμενα. οἱ γὰρ ἀρχαῖοι, ἅπερ εἶχον κάλλιστα καὶ τιμιώτατα, ἔῤῥευον εἰς τοὺς νεκροὺς τιμῶντες αὐτούς

### χ 146

Χροῦς ὅ ἐστι χουζὰ, τὸ μὲν μέγα ξεστῶν η· τὸ δὲ ἅγιον ξεστῶν ἕξ. ὅ ἐστι δώδεκα μετρήτους

### χ 147

Χραίσμη ἐκ τοῦ χραισμῶ τὸ βοηθῶ, ὁ β ἀόριστος ἔχραισμον, τὸ ἐπιτακτικὸν ἐὰν χραισμῶ, ἐὰν χραισμῆς, ἐὰν χραισμῇ, καὶ χραίσμη

### χ 148

Χρεία παρὰ τὸ χρέος γέγονε χρέα, καὶ ἐν πλεονασμῷ τοῦ ἰῶτα χρεία. διὰ τῆς ει διφθόγγου γράφεται, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων

### χ 149

Χρεῖσθαι καὶ χρᾶσθαι, προσφέρεσθαι, δανείσασθαι, καὶ ἐπίτασις χρειώδους, καὶ ἀναγκαίας χρείας

### χ 150

Χρήσασθαι πρᾶξαι ἢ γαμῆσαι, ἢ ἄλλο τι ποιῆσαι, ἢ ἀποκτεῖναι

### χ 151

Χρηστήριον σημαίνει δὲ τὸ μαντεῖον

### χ 152

Χρέος παρὰ τὸ χρέω τὸ δηλοῦν τὸ ἐνδεῖν, οὔτως Ἀπολλώνιος ἐν τῷ ἐπὶ ῥημάτων

### χ 153

Χρέων ἐπίῤῥημα, ἀντὶ τοῦ χρή

### χ 154

Χρεωφειλέτης ἐκ τοῦ χρέος, καὶ τοῦ ὀφειλῶ

### χ 155

Χρείω τὸ χρησμοδοτῶ, ἤγουν τὸ μαντεύομαι, ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον, ἔχρειον· ἐπὶ δὲ τῶν ἄλλων ἐστὶ διὰ τοῦ ἦτα, τὸ δανείζω· ἐξ οὗ καὶ χρήσασθαι τὸ δανείσασθαι. χρείω δὲ καὶ τὸ κεντρίζω

### χ 156

Χρὴ ἀπὸ τοῦ χρῶ, χρᾶς, δευτέρας συζυγίας τῶν περισπωμένων, εἶτα παράγωγον χρῆμι, χρῆς, χρῆσι, καὶ κατ’ ἀποβολὴν τῆς σι συλλαβῆς χρή· διάτι ὀξύνεται; πᾶσα λέξις δισύλλαβος ἐν ῥήμασιν, εἰ μὲν ἀπὸ τῆς ἀρχῆς ἀποκοπὴ τὴν καταλιμπανομένην συλλαβὴν περισπᾶ, εἰ δὲ ἀπὸ τέλους ὀξύνει

### χ 157

Χρὴ δεῖ γινώσκειν, ὅτι τὸ χρῆ ἐστιν ἐνεστῶτος τῶν εἰς μι, τρίτου προσώπου, ἑνικοῦ. ἔστι χρῆμι, τὸ δεύτερον χρῆς, καὶ τὸ τρίτον χρῆσι, καὶ κατὰ συγκοπὴν χρή

### χ 158

Χρὴ ἐπίῤῥημα, ὁμοίως καὶ τὸ δεῖ· ὅτι τὰ ἐπιῤῥήματα καὶ ἐπίκειται τοῖς ῥήμασι προτασσόμενα, καὶ ὑπόκειται· οἷον, καλῶς ἀναγινώσκει δίων, ἀναγινώσκει καλῶς δίων· τοιαῦτα δὲ τὰ προκείμενα ἐν τῇ συντάξει ἔστι κατὰ ἀπαρέμφατον, οἷον, Ἀπολλώνιος χρὴ γράφειν, Ἀπολλώνιος δεῖ περιπατεῖν. καὶ ἄλλως, κανὼν γάρ ἐστιν ὁ λέγων, τὰ ἐν προσώποις ἀντωνυμικοῖς κατὰ παρασχηματισμὸν ἐκφερόμενα, κατὰ τὸ τρίτον πρόσωπον ἐπιῤῥήματά εἰσιν, οἷον, Ἑλληνιστὶ λέγω ἐγὼ, Ἑλληνιστὶ λέγει ἐκεῖνος· ὁμοίως καὶ τὸ ἐμὲ χρὴ γράφειν, σὲ χρὴ γράφειν, ἐκεῖνον χρὴ γράφειν· ἆρα κατὰ τοιαύτην ἀπόδειξιν ἐπίῤῥημα. ἕτεροι δὲ κανόνες εἰσὶν οἱ λέγοντες, ταῦτα τοῦ μὴ ἐπιῤῥήματος εἶναι, ἀλλὰ ῥήματα. ῥήματα δέ εἰσιν, ἐπειδὴ ἴδιόν ἐστι τῶν συγκεχυμένων ῥημάτων τὸν χρόνον διαστέλλειν· ἐνεστὼς γὰρ χρόνος γίνεται τὸ δεῖ καὶ τὸ χρή· οἷον χρὴ γράφειν, δεῖ ἀναγινώσκειν· παρατατικὸς δὲ ἔδει γράφειν, καὶ ἔχρην ἀναγινώσκειν, προσελθόντος ἔξωθεν τοῦ ε, ὥσπερ ῥῆμα ἴδιόν ἐστι. καὶ πάλιν διὰ τὴν κατάληψιν ῥῆμα ἔστιν· οὐδὲν γάρ ἐστιν ἐπινοῆσαι ἐπίῤῥημα εἰς ε καταλῆγον μονοσύλλαβον, κατὰ τὸ κοινὸν ἔθος, αἱ γὰρ τοιαῦται προφοραὶ ἐν συναιρέσει ῥημάτων ἴδιαί εἰσιν. οἷον, χέει χεῖ, ῥέει ῥεῖ, πλέει πλεῖ, ἕως ἐξουρίας πλεῖς, πνέει πνεῖ· ἆρα οὖν ῥῆμα ἔστι τὸ δεῖ καὶ τὸ χρή. ἕτερος κανών ἐστιν ὁ λέγων, πᾶν ῥῆμα μακροκατάληκτον, ἐπὶ τῆς μακρᾶς ἔχον τὸν τόνον περισπᾶται, οἷον νοῶ, χρυσῶ· σεσημείωται τὸ χρὴ καὶ τὸ δεῖ

### χ 159

Χρήζω θέλω, ἐν οἶς καὶ νὴν γράφει τὸ ἰῶτα. καὶ χρηΐζω λέγεται κατὰ διάστασιν· εἴρηται δὲ παρὰ τὸ χρεία, ὅπερ ἔχει τὴν ει δίφθογγον, χρεΐζω, καὶ κατ’ ἔκτασιν τοῦ ε εἰς η, χρηΐζω

### χ 160

Χρησμὸς παρὰ τὸν χρήσω μέλλοντα

### χ 161

Χρήματα τὸ πλῆθος τοῦ χρυσίου, παρὰ τὸ χρῶ χρήσω, ὃ σημαίνει τὸ κτῶμαι, ἐξ οὗ καὶ ὁ μέσος ἐχρησάμην, ἀντὶ τοῦ ἔλαβον, καὶ ἐκτησάμην χρήματα

### χ 162

Χρήματα τὰ ἀργύρια, χρήματα τὰ πράγματα

### χ 163

Χρίσις οὕτως ἡ παράδοσις, μαρτυρεῖ δὲ Ἀλεξίων καὶ Φιλόξενος. παρὰ τὸ χρίω τὸ ἀλείφω· ὅτε γὰρ δηλοῖ τὸ μαντεύομαι, διὰ τῆς ει διφθόγγου γράφεται

### χ 164

Χριστὸς παρὰ τὸ χρίω, ὃ σημαίνει τὸ ἀλείφω· σημαίνει δὲ τὸ τοῦ κυρίου ὄνομα καὶ τὸν βασιλέα· χρίω ὁ μέλλων χρίσω, κέχρικα, κέχρισμαι, κέχρισαι, κέχρισται, καὶ ἐκ τούτου Χριστός. τὸ χρι ἰῶτα διάτι; τὰ εἰς στος, εἴτε ἁπλᾶ, εἴτε σύνθετα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, πιστὸς, ἱστὸς, παστὸς, Χριστός. ὀξύνεται, τὰ εἰς τος λήγοντα ὀνόματα, ἔχοντα πρὸ τοῦ τ, τὸ ς, εἰ παρασχηματίζοιτο εἰς διαφορὸν γένος, εἰ μὴ ὑπερθετικὰ εἴη, ὀξύνεται· οἷον, πιστὸς, πλιστὸς, ξυστὸς, μεστὸς, σχιστὸς, φραστὸς, κτιστὸς, χριστός. πρόσκειται μὴ ὑπερθετικὰ, διὰ τὸ πλεῖστος, λῷστος, ῥᾷστος

### χ 165

Χρηστὸς ὁ ἀγαθός· τὸ χρη ἦτα διάτι; ἀπὸ γὰρ τοῦ χρῶ, χρᾶς, χρᾶ, γίνεται χρηστὸς ὁ ἀγαθὸς, καὶ χρήστης ὁ δανείζων καὶ ὁ δανειζόμενος. χριστὸς δὲ καὶ χρίσμα διὰ τοῦ ἰῶτα, ἀπὸ τῆς τοῦ ἐλαίου χρίσεως

### χ 166

Χρησμωδοσία ἐκ τοῦ χρησμὸς καὶ τοῦ δόσις· χρησμῳδία δὲ ἐκ τοῦ χρησμωδοτῶ, τοῦτο ἐκ τοῦ χρησμὸς καὶ τοῦ ᾠδὴ, γίνεται χρησμωδοσία

### χ 167

Χρημώδημα καὶ χρησμωδότημα, τὸ μάντευμα

### χ 168

Χρῆμα κυρίως τὸ διὰ χειρὸς ἔργον, οἷον χέρημα

### χ 169

Χρῆμα πρᾶγμα, πλοῦτος, οὐσία. χρῆμα, προφήτευμα, χρυσίον

### χ 170

Χρόνος εἰς τὸ καιρός

### χ 171

Χρόα παρὰ τὸ χρῶ τὸ βάπτω, ἐξ οὗ καὶ χρῶμα, κατὰ παραγωγήν· καὶ εἰς τὸ ὦχρος

### χ 172

Χρυσάμπυκα ζήτει εἰς τὸ ἄμπυξ, χρυσοχαλίνους, ἀπὸ μέρους, ἢ χρυσοκόμους· κυρίως δὲ ἄμπυξ καλεῖται, σειρὰ κατάχρυσος, ἡ ἀπὸ μετώπου τεινομένη, ᾗ συνδοῦνται αἱ τρίχες

### χ 173

Χρύσεος ἀποβάλλει τὸ ἰῶτα τῆς ει διφθόγγου. τὰ διὰ τοῦ ειος κτητικὰ, ὑπὲρ δύο συλλαβὰς, οἱ αἰολεῖς διὰ τοῦ εος προσφέρουσιν, οἷον φλόγειος, φλόγεος, σιδήρειος, σιδήρεος. ποίας διαφορᾶς τῶν κτητικῶν; μετουσιαστικοῦ· καὶ πόσαι διαφοραὶ τῶν κτητικῶν; τρεῖς· οἰκειωτικὸν, συνεκφαντικὸν, μετουσιαστικόν. οἰκειωτικὸν δέ ἐστι, τὸ ἔχον οἰκείωσιν πρὸς τόπον, οἷον, οὐράνιος, ὁ ἔχων οἰκείωσιν πρὸς οὐρανόν· γήϊνος, ποτάμιος· μετουσιαστικὸν δέ ἐστι, τὸ μετέχον οὐσίας τινὸς, οἷον χρύσειος σταυρὸς, ἀνθρώπειος χεὶρ, δρακόντειος κάρα· ταῦτα μὲν σωματικά. ἐκφαντικὸν δέ ἐστι, τὸ συνεμφαῖνόν τι παρὰ ταῦτα, οἷον μήτε μετουσιαστικὸν, μήτε οἰκειωτικὸν, οἷον, γραμματικὸς, ῥητορικός, καὶ τὰ ὅμοια· τὶ διαφέρει τὰ μετουσιαστικὰ τῶν μέρος σώματος· διαφέρει, ὅτι τὰ μὲν μετουσιαστικὰ ἀπὸ ἀψύχων γίνεται, τὰ δὲ δηλοῦντα μέρους σώματος, ἀπὸ ἐμψύχων παράγονται

### χ 174

Χρυσέω χρυσὸς, ἐκ τοῦ ῥύω, ῥύσω, ῥυσὸς καὶ χρυσὸς, ὁ ῥυόμενος ἄνθρωπον ἐκ τοῦ θανάτου· ἢ ἐκ τοῦ ῥέω

### χ 175

Χρυσίτης λίθος, ἔνθα ἀκονῶσι τὸ χρυσίον· τὸ σι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης γινόμενα ὀνόματα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, στῦλος στυλίτης, μῦρος μυρίτης

### χ 176

Χρυσολάχανον ὡς ἀναγκαῖον καὶ χρήσιμον τῇ βρώσει

### χ 177

Χρυσοχόος διὰ τὸ τὸν χρυσὸν χωνεύειν, καὶ χέειν ἐν τῷ χωνευτηρίῳ

### χ 178

Χυλὸς παρὰ τὴν χῦσιν· διαφέρει δὲ χυμὸς καὶ χυλὸς, καὶ ἄμφω ὑγρὰ, ἐπὶ τὸ ἐν πέψει, καὶ ἐν ἑψήσει γεγονὸς χυμός· ἔστι δὲ χυμὸς γλυκὺς καὶ πικρὸς, τὸ ἀπέπτεον καὶ ἀνέψητον, πεφθῆναι δὲ δυνάμενον, ὡς τὸν καὶ ὀπῶρες χυλόν· ὡς καὶ τοῦ βίου μαρτυροῦντος· τὸ μὲν γὰρ καλέσαι ἐφθὴν σύγχυμον καλεῖ, τὸ δὲ ἄνεφθον ἀσύγχυτον

### χ 179

Χωσάμενος ἐκ τοῦ χώων, παρὰ τὸ χῶ, τὸ ὀργίζομαι, ὅπερ γέγονε ἀπὸ τοῦ χέω χῶ, ἢ παρὰ τὸ διαχεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, καὶ ἡ μετοχὴ χοόμενος χούμενος, καὶ Δωρικῶς χώμενος, καὶ πλεονασμῷ τοῦ ο χωόμενος, ὡς τὸ, χωόμενος δ’ ὁ γέρων πάλιν ὤχετο

### χ 180

Χρῴζω σημαίνει τὸ πλησιάζω· γίνεται δὲ παρὰ τὸ χρὼς χρωτὸς, χρωτίζω, καὶ μετὰ τοῦ ἀνεκφωνήτου ἰῶτα, χρῴζω

### χ 181

Χρῶντις εἰς τὸ ἀποχρώντως

### χ 182

Χύτρα παρὰ τὴν χῦσιν

### χ 183

Χρῶς χρωτὸς, εἰς τὸ ἐγχρίπτουσι καὶ Τρώς

### χ 184

Χύφελλον εἰς τὸ κύπελλον

### χ 185

Χυτλῶσαι τὸ λούσασθαι, τὸ ἀλεῖψαι, χύτλος γὰρ τὸ ἔλαιον

### χ 186

Χώνη χθάνη τίς ἐστι, δι’ ἧς χεῖται τὰ ὑγρά

### χ 187

Χῶ χωννύω, μέλλοντα οὐκ ἔχει, ποιεῖ δὲ τὸ παράγωγον εἰς μαι, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται

### χ 188

Χῶ σημαίνει ζ. χῶ τὸ χαίρω, χῶ τὸ χωρῶ, χῶ τὸ ὑπάρχω, χῶ τὸ ὑποχωρῶ, χῶ τὸ ὀργίζομαι, χῶ τὸ χέω, ἀπὸ τοῦ χέω χῶ τὸ χώσω, χῶ τὸ χάζω

### χ 189

Χωρὶς παρὰ τὸ χωρίσω ῥῆμα, ἀποβολῇ τοῦ ω, τὸ ἐπίῤῥημα ἐγένετο

### χ 190

Χωλὸς τὸ χω μέγα διάτι; ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν, ὁ τὰ ὀστᾶ βεβλαμμένα ἔχων, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ μεταβάσει τοῦ τόνου, γίνεται χωλός. καὶ τὶ διαφέρει χῶλος καὶ χωλός; Χῶλος βαρυτόνως ἡ πόλις, καὶ ὄνομα κύριον βασιλέως· χωλὸς δὲ ὀξυτόνως βεβλαμένος τὸ ὀστοῦν· τὸ χω μέγα διάτι; ἐκ τοῦ κῶλον· καὶ ἐκεῖνο διάτι; τὰ μέσα δύο ἀμεταβόλων, ἢ μέσα δύο συμφώνων τῶν αὐτῶν, διὰ τοῦ ω, γράφεται

### χ 191

Χωλὸς παρὰ τὸ κωλὸν, ὃ σημαίνει τὸ βεβλαμένον ὀστοῦν, τροπῇ τοῦ κ εἰς χ· κῶλος γάρ ἐστι, ὁ μὴ τέλειος, ἀλλὰ βεβλαμένος τὸ ὀστοῦν, καὶ κεκρατημένος τὸ περιπατεῖν, ἐξ οὗ κωλύω τὸ κρατῶ, καὶ κῶλα ἐκάλουν, τοὺς κριοὺς τοὺς ἀποβεβληκότας τὰ κέρατα

### χ 192

Χωνευτήριον παρὰ τὸ χῶ, τὸ σημαῖνον τὸ χωρῶ, ἐκ τούτου γίνεται χῶνος, καὶ χωνίον τὸ χω. ε τικὸν, καὶ ἐκ τοῦ χῶνος χωνεύω, καὶ ἐξ αὐτοῦ χωνευτὴς καὶ ἐκ τούτου χωνευτήριον

### χ 193

Χώρα παρὰ τὸ χῶ τὸ χωρῶ

### χ 194

Χωόμενος χῶ τὸ ὀργίζομαι, χώομαι, ἡ μετοχὴ ὁ χωόμενος

### χ 195

Χωρίον ἐν ᾧ κατοικοῦσιν ἄνθρωποι· χώριον δὲ τὸ ἔλυτρον, τὸ κάλυμμα, τὸ συγγενώμενον ἐν τῇ κοιλίᾳ τοῖς βρέφεσιν, ἢ τὸ ἐκ τοῦ ἐμβρύου τοῦ τικτομένου· ἐκ τοῦ χέω

### χ 196

Χωρῆσαι τὸ δόξασθαι, χωρίσαι τὸ διαμερίσαι

### χ 197

Χωσάμενος ἐκ τοῦ χωῶ τὸ δέχω, παρὰ τὸ χῶ τὸ ὀργίζομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ χέω, χῶ, τὸ διαχεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, καὶ μετοχὴ παθητικὴ χοόμενος, χούμενος, καὶ Δωρικῶς χώμενος, ὡς Μοῦσα Μῶσα, καὶ πλεονασμῷ τοῦ ο, χωόμενος· ἢ παρὰ τὸ χολῶ χολώσω, χολούμενος καὶ ἐκβολῇ τοῦ λ, χοούμενος, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς ω, χωόμενος· ἢ παρὰ τὸ χῶ, καὶ ὑπερβιβασμῷ τοῦ τόνου, ὡς ὤρω, ὤρωρε· σημαίνει δὲ τὸ λυπῶ, καὶ ὀργίζομαι

### χ 198

Χειροβοσκὸς ὁ διὰ τῶν χειρῶν βοσκόμενος, χοιρο βοσκὸς δὲ ὁ τῶν χοίρων νομεύς. Τέλος τοῦ Χ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ψ ΣΤΟΙΧΕΙΟΥ

### ψ 2

Ψαιστὸν ἔστιν εἶδος πλακοῦντος, ὁ δι’ ἀλφίτων παρασκευάζεται, ἀπὸ τοῦ ψῆσθαι καὶ ψώχεσθαι, ὅθεν καὶ ψωμοὶ, καὶ ψιχὲς τὰ μικρὰ θρέμματα

### ψ 3

Ψάλλειν ἐπὶ τῶν χορδῶν· παρὰ τὸ ψῶ, οὗ τὸ παράγωγον ψαύω καὶ ψάλλω, παρὰ τὸ διὰ δακτύλων ἐπιψαῦσθαι αὐτῶν, οὕτως Ἡρωδιανός

### ψ 4

Ψαιδρὸν τὸ φαιδρὸν, Κύπριοι

### ψ 5

Ψαλμῳδία παρὰ τὸ ψάλλειν μετ’ ᾠδῆς, ψαλμῳδ. ψαλμὸς μετ’ ᾠδῆς λεγόμενος

### ψ 6

Ψαλίδιον ὅτι δύο μέλια ἐν ἑνί

### ψ 7

Ψαλτήριον παρὰ τὸ τὰ ψαλλόμενα τηρεῖν· τὸ τη, ἦτα διάτι; παρὰ τὸ ὠρῶ τὸ φυλάσσω, πλεονασμῷ τοῦ τ, καὶ τοῦ μακροῦ εἰς μακρόν· ἢ ψαλτήριον διὰ τὸ τοὺς ψαλμοὺς τηρεῖν ἤγουν φυλάττειν

### ψ 8

Ψάμμος ὡς ψιλὸν ἅμα εἶναι

### ψ 9

Ψάμμος διὰ τὸ εἶναι αὐτὴν ὑψηλὴν, καὶ ἄμικτον, καὶ ἀδύνατον μετὰ ἄλλης ὕλης μίγεσθαι καὶ κρατεῖσθαι

### ψ 10

Ψαύειν εἰς τὸ τιμή

### ψ 11

Ψεδνὸς μαδαρὸς, ἀρεόθριξ, παρὰ ἐψῆσθαι, ὅ ἐστιν ἀποβάλαι τὴν τρίχα

### ψ 12

Ψεδνὴ ὀλίγη, καὶ Ὅμηρος, ψεδνὴ δ’ ἐπενήνοθε λάχνη· ἐκ τοῦ ψῶ τοῦ σημαίνοντος τὸ ἀπὸ τινὸς μείζονος οὐσίας, εἰς ἐλάχιστον καὶ μικρὸν μέρος καθιστάμενον, γίνεται ὁ μέλλων ψήσω, ῥηματικὸν ψηνὸς, καὶ πλεονασμῷ τοῦ συμφώνου γίνεται ψεδνός· ὁ γὰρ πλεονασμὸς τοῦ συμφώνου τὴν φύσει μακρὰν μετέβαλεν εἰς θέσιν· ὡς πενὴς πενιχρὸς, μῆκος μακρὸς, σημαίνει δὲ ψεδνὸς, τὸν φαλακρόν

### ψ 13

Ψεῦδος παρὰ τὸ φεύγω φεῦγος καὶ ψεῦδος· ἢ παρὰ τὸ φείδω φεῖδος καὶ ψεῦδος· τοῦ γὰρ ψεύδους πάντες φειδόμεθα

### ψ 14

Ψευδέσιν οὐ γὰρ ἐπὶ ψευδέσιν πατὴρ Ζεύς. Ἀρίσταρχος ψευδέσιν ὡς σαφέσι δηλοῖ, οὐ γὰρ τοῖς ψεύσταις τρωσὶ βοηθεῖ Ζεῦς. εἰ δὲ πρα. εἰ βουλοίμεθα παραλαβεῖν ψευδέσιν, ἀνέγνωμεν ἂν ὡς βέλεσιν, ἵν’ ἐπευήθας τὸ ψεῦδος, ἐπειδὴ οὐδέποτε, φησὶν, οἶδεν ὁ ποιητὴς ἁπλοῦν τὸ ψευδὲς ἐν συνθέσει φιλοψευδής· καὶ μᾶλλον πιστέον Ἀριστάρχῳ

### ψ 15

Ψαῖμα τὸ ὀλίγον, καὶ ψαῖσμα τὸ ὀλιγόσιτον

### ψ 16

Ψαινάθιον τὸ ψευδὲς καὶ μάταιον

### ψ 17

Ψηνὸς ὁ μαδαρὸς καὶ φαλακρὸς, παρὰ τὸ ἐψῆσθαι. ὁ δὲ Ἡρωδιανὸς δηλοῖ τὸ ψῶ τὸ εἰς ἐλάχιστον καὶ μικρὸν ἐκ τινὸς οὐσίας μέρος καθιστάμενον

### ψ 18

Ψαλμός ἐστιν ἀλεξητήριον πάσης ἀντικειμένης ἐνεργείας, ἢ ᾠδὴ θεῷ προσφιλής

### ψ 19

Ψαλμός ἐστιν εἴδους, τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, συνωνύμου

### ψ 20

Ψαλμὸς ὕμνος, ᾠδὴ, αἶνος καὶ ἆσμα

### ψ 21

Ψευδοπαιδεία εἰ μὲν παρὰ τὴν παίδευσιν λέγεται ψευδοπαιδεία, ει, ἡ ψευδὴς παίδευσις· εἰ δὲ παρὰ τὸ παῖς παιδὸς λέγεται, ψευδοπαιδία, ἰῶτα

### ψ 22

Ψηλαφῶ ἀπὸ τοῦ ψῶ τὸ προσεγγίζω, ὁ μέλλων ψήσω, ἀποβολῇ τοῦ ω ψὴς, καὶ τοῦ ἀφῶ, ὃ σημαίνει τὸ ψηλαφῶ, γίνεται ψηαφῶ, καὶ πλεονασμῷ τοῦ λ, ψηλαφῶ. τὸ δὲ ἀφῶ παρὰ τὸ ἀφὴ, ὃ σημαίνει τὴν χεῖρα, ψηλαφῶ γὰρ λέγεται τὸ ταῖς χερσὶ κρατῶ

### ψ 23

Ψηλαφήσουσι παρὰ τὸ μῆλον μηλαφῶ, οὕτως εὗρον ἐν ὑπομνήσει πεζῶν

### ψ 24

Ψηφὶς ὁ μικρὸς λίθος. τὸ φις ἰῶτα διάτι; τὰ εἰς ις δισύλλαβα, τῷ ἦτα παραλήγεται. οἷον κρηπὶς, κνημίς

### ψ 25

Ψῆφος κρίσις, ἀπόφασις, δόγμα, ἀριθμὸς καὶ χειροτονία

### ψ 26

Ψηνὸς ὁ φαλακρὸς, παρὰ τὸν ψήσω μέλλοντα

### ψ 27

Ψιάδες σπασιάδες τινὲς οὖσαι, παρὰ τὴν παῦσιν ψεκάδες, καὶ ψιάδες, ἀποβολῇ καὶ μεταθέσει, Ἡρωδιανός. ὁ δὲ· Φιλόξενος, ὅτι ψῶ ἐστι ῥῆμα, ὅθεν καὶ κατασπᾷν, καὶ παράγωγον ψαύω καὶ ψίω, ἀφ’ οὗ καὶ ψιὰς, ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις, ὡς λάμπω λαμπὰς, ἴλλω ἰλλὰς, ἰλασία οὐκ ἔθετο. τὸ γὰρ ψίω καὶ ἐλαττοῦν. οἱ δὲ παρὰ τὸ ψίσω τὸ ποτίσω

### ψ 28

Ψιθυρίζω παρὰ τὸ ψῶ τὸ λεπτύνω καὶ τὸ θύρα, ὁ τῇ φωνῇ λεπτολογῶν

### ψ 29

Ψιλὸς μόνος, μικρὸς, γυμνὸς, μηδὲν ἔχων

### ψ 30

Ψηφίζειν πῇ μὲν τὸ κυροῦν σημαίνει, πῇ δὲ τὸ ἐρωτᾷν· οὕτως ἔχομεν παρὰ τῷ Δημοσθένει· καὶ ὁ ταῦτα ἐπιψηφίζων ἐπιστάτης, ἀντὶ τοῦ ἐρωτῶν

### ψ 31

Ψηλαφῶ δῆλον τὸ σημαινόμενον· ἡ μεταφορὰ τῆς λέξεως ἀπὸ τῶν μήλων, μῆλα δὲ τὰ πρόβατα· μηλαφῶ οὖν, τὸ τῶν μήλων ἐφάπτομαι, καὶ τροπῇ τοῦ μ εἰς ψ, ψηλαφῶ

### ψ 32

Ψίθυρ λέγεται καὶ ψίθυρος, οἷον, ψίθυρ, ψίθυρος καὶ ψιθύρου, ὡς μάρτυς, μάρτυρος, μαρτύρου, τὸ δὲ ψίθυρ παρὰ τὸ ψῖθος. ἢ παρὰ τὸ ψίω τὸ λεπτύνω, καὶ τὸ θύρα· σημαίνει δὲ τὰ χείλη περιφραστικῶς

### ψ 33

Ψιθυρίζειν τινὲς ὀνοματοποιεῖσθαι φασὶν, ὡς τὸ, κρίκε δὲ ζυγὸν, καὶ σίτιζε, ὅθεν κυρίως ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνουσιν, ἐγκειμένου τοῦ ψίθους· Καλλίμαχος· σκῦλα γυνὴ κατακῶσα, καὶ οὐ ψίθος οὔνομ’ ἔχουσα

### ψ 34

Ψυθυρίζω παρὰ τὸ ψῶ, ὃ σημαίνει τὸ προσεγγίζω, γίνεται ψίω, καὶ ἐκ τούτου γίνεται ψίθυρος, καὶ ψιθυρίζω· ψίθυρος λέγεται, ὁ ἔξω τῶν θυρῶν μικρὰ τοῦ πλησίου διαλεγόμενος πρός τινα. τὸ δὲ θύρα, παρὰ τὸ θύω, τὸ ὁρμῶ

### ψ 35

Ψιθυρισμὸς λέγεται ἡ λεπτὴ φωνὴ, ἐκ τοῦ ψιθυρίζω· τοῦτο δὲ ἐκ τοῦ ψίω τὸ λεπτύνω, καὶ τοῦ θύρα, ὃ σημαίνει περιφραστικῶς τὰ χείλη

### ψ 36

Ψιθύρισμα ἡδύ τι τὸ ψιθύρισμα τῶν δένδρων ἠκούετο· πεποιημένη λέξις, ἀπὸ τοῦ ἀποτελουμένου ἤχου ἀπὸ φυσῶντος τοῦ ἀνέμου· καὶ εἰς τὸ μάρτυροι

### ψ 37

Ψιλὴ διὰ τοῦ ἰῶτα, ἀπακρα γὰρ τῆς γλώττης, παρὰ τὸ ψῶ τὸ προσεγγίζω, καὶ ἄκροις δὲ τοῖς χείλεσι τιθέμενον ψιλὸν καλεῖται

### ψ 38

Ψιλὸς ὁμοίως παρὰ τὸ ψῶ, τὸ προσεγγίζω

### ψ 39

Ψιλοῖ ψῶ τὸ καίω, ἐξ οὗ καὶ ψιλὸν καλοῦμεν τὸν ἄοπτον

### ψ 40

Ψιλὴν ἄροσιν, ἀροτριασίμην καὶ σπορίμην, τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι καὶ ἀροῦσθαι ἐπιτήδειαν

### ψ 41

Ψιλὸς παρὰ τὸ ψῶ, τὸ σημαῖνον τὸ λεπτύνω, καὶ ἐκ τούτου ψιλὸς ὁ ἀσθενὴς, μόνος, μικρὸν, μηδὲν ἔχον· καὶ εἰς τὸ γυμνὸς, καὶ εἰς τὸ δαψιλός

### ψ 42

Ψινύσσω τὸ ξύω, οὗ ὁ μέλλων ψινύξω, καὶ ψέδω τὸ λυπῶ, καὶ ψέδεσθαι τὸ λυπεῖσθαι, καὶ ψινάω τὸ φυρολογῶ, καὶ ψινάζω τὸ ἀπορῶ, καὶ ψίδω τὸ φροντίζω καὶ ἐντρέπομαι, καὶ ψίω τὸ ἐλάττω, καὶ ψιὰς, ἡ λεγομένη ψιχαρισμός

### ψ 43

Ψιμύθιος ὅθεν ὁ τῶν ὀψέων τῶν γυναικῶν λέγεται λευκασμός· ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὄρους πρὸς τὸν μόλυβδον γενόμενον, ἀλλὰ καὶ ὄνομα ποταμοῦ ἐν Σικελίᾳ, ὁ λεγόμενος Ψίμυθος

### ψ 44

Ψίω εἰς τὸ τιμὴ καὶ ψιθυρισμός

### ψ 45

Ψίχειν ὄξους, εἰς τὸ τιμὴ καὶ ψίξ

### ψ 46

Ψιχίων ἐκ τοῦ ψιχῶ τὸ λεπτύνω

### ψ 47

Ψίσαι οὕτως ἡ παράδοσις, δηλοῖ δὲ τὸ ψωμίσαι, καὶ βραχὺ θρέψαι, μεταποιοῦ τινὸς ἤχου

### ψ 48

Ψι ὅτι συριγμὸν ἔχει αὐτοῦ ἡ ἐκφώνησις, ὅστις συριγμὸς, οὐκ ἔστι τι, ἢ μόνον ψι· ἄλλοι δὲ ὅτι ἑνὸς ψαύει χρόνου, ἄδειαν διπλοῦ

### ψ 49

Ψύλλαι θηλυκῶς, ἔθεισο δὲ φθεὶρ ἀρσενικῶς

### ψ 50

Ψίω διὰ τοῦ ἰῶτα γράφεται, καὶ οὐ τεχνικὴ ἡ παράδοσις, ἡ γὰρ ἐπιψίσει ἅπαντας ἐμὰς κοίμησις

### ψ 51

Ψιλὴ ἀπ’ ἄκρας γὰρ τῆς γλώττης προσφέρεται, ἢ πρὸς τὴν δασεῖαν, ἥτις ἀπὸ τοῦ σεύεσθαι εἴρηται, καὶ τῆς δα ἐπιτάσεως, ἁθροῦν γὰρ πνεῦμα ἡ δασεῖα ἔχει

### ψ 52

Ψύλλειον ἡ βοτάνη, ὁ εἰς τὸ δεῦρο

### ψ 53

Ψόγον ἐκ τοῦ ψέξιν, ἢ ψέξασθαι, ὅ ἐστι καταισιάσασθαι, ἢ μέμψασθαι

### ψ 54

Ψόγος ὄνειδος, λάλημα, λοιδορία, μέμψις

### ψ 55

Ψόγος κτύπος, καὶ ἡ θνῆσις τῶν πτηνῶν, ἐξ οὗ καὶ ἡ ψοφία τὸ θηλυκόν

### ψ 56

Ψυὰ ἡ σὰρξ, ἡ ἐπιπολὺ οὖσα τοῖς ὀστέοις

### ψ 57

Ψυὴ οὕτω διὰ τοῦ υ, παρὰ τὸ ψαύω ψυὴ, ἡ ἐπιψαύουσα σάρξ. καὶ ἐπιπολὺς οὖσα τοῖς ὀστέοις· τὰ ψιὰ καὶ τὰ νῶτα

### ψ 58

Ψυὰ ἀπὸ τοῦ ξύω γίνεται ξυὰ καὶ ψυὰ, κατ’ ἀντίφρασιν, ἣν εὐχερῶς κνῆσαι οὐ δυνάμεθα, ἢ παρὰ τὸ ὀπίσω, συγκοπῇ ὄψω, καὶ ἐξ αὐτοῦ ὀψία, καὶ ἀποβολῇ τοῦ ο, ψία, ἡ ὀπίσω οὖσα· καὶ τροπῇ τοῦ ἰῶτα εἰς υ, ψυά

### ψ 59

Ψυχὴ παρὰ τὸ ψύχω τὸ ἀναπνέω

### ψ 60

Ψυχὴ παρὰ τὸ ψύχος, ὅ ἐστι πνεῦμα· Ὅμηρος, ψύχεος ἱμείρων, ἀντὶ τοῦ πνεύματος, ὅθεν ἐκοιμᾶτο ἐλπήνωρ ἐν τῷ ὑπερώῳ, ἐν Ἰλιάδι φησὶν, ἦκα μάλα ψύξασα, ἀντὶ τοῦ φυσήσασα. πνεῦμα καὶ ἡ ψυχὴ, ἡ τὸ πνεῖν ἡμῖν παρέχουσα

### ψ 61

Ψυχὴ διὰ τὸ ἐμψύχειν καὶ ζωογονεῖν τὸν νεκρὸν λέγεται

### ψ 62

Ψυχὴ πόσα σημαίνει; ἕξ· τὴν τοῦ σώματος κίνησιν, τὸ ζωτικὸν, τὸ λογικὸν, τὴν πνοὴν, τὸ αἷμα, καὶ τὸ λῖπος

### ψ 63

Ψωλὴ παρὰ τὸ ἐμφύσασθαι κατὰ τὴν ὄρεξιν τῶν ἀφροδισιῶν, διὸ καὶ φυσῶδες τὸ μόριον· καὶ φύσει φυσῶδες ἔστι· οὕτως ὡριανός

### ψ 64

Ψυχωλέτρεια ἐκ τοῦ ψυχὴ καὶ τοῦ ὀλῶ τὸ ἀπωλῶ

### ψ 65

Ψωμὸς παρὰ τὸ ψῶ, τὸ σημαῖνον τὸ λεπτύνω· τὸ ψω μέγα διάτι; τὰ διὰ τοῦ ωμος καθαρὰ δισύλλαβα ἀρσενικὰ, ὀξύτονα, μὴ διφορούμενα, διὰ τοῦ ω γράφεται, οἷον, βωμὸς, ζωμὸς, ψωμὸς, μὴ διφορούμενα εἶπε, διὰ τὸ τομὸς καὶ τομός

### ψ 66

Ψωμὸς ἀπὸ τοῦ ψῶ, τοῦ σημαίνοντος τὸ κόπτω εἰς μικρὰ, γίνεται ψωμὸς, ὡς παρὰ τὸ ζῶ ζωμός· τὸ δὲ ψῶ πρώτης συζυγίας ἔστι, ψῶ, ψεῖς, ψεῖ, ψήσω· καὶ ἐκ τούτου ψωμίζω

### ψ 67

Ψώρα παρὰ τὸ ψῶ τὸ προσεγγίζω

### ψ 68

Ψῶ σημαίνει ζ, τὸ κόπτω εἰς μικρὰ, ἐξ οὗ καὶ ψωμός. ψῶ τὸ προσεγγίζω, ἐξ οὗ καὶ ψώρα, παρὰ τὸ ἅπτεσθαι ἐν τῷ κνήθειν τὰ πεπονθότα μέρη τοῦ σώματος· ψῶ τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιλὸν στρατιώτην λέγομεν τὸν ἄοπλον καὶ γυμνὸν, ψῶ τὸ ψαύω, ἐξ οὗ καὶ ψοά· ψῶ ψίω τὸ ἐμβρωματίζω· ψῶ τὸ καίω, ἐξ οὗ καὶ ψολοεὶς κεραυνὸς ὁ καυστικός. ψῶ τὸ τρίβω, ἐξ οὗ καὶ ψώγοντες ταῖς χερσὶν, ἤγουν τρίβοντες. Τέλος τοῦ Ψ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ω ΣΤΟΙΧΕΙΟΥ

### ω 4

Ὦ εἰς τὸ ἵημι, καὶ οὐσία καὶ ὦμος

### ω 5

Ὦια τὸ πεδιαῖον μέρος, τὸ ἄκρον τοῦ ἱματίου, ἢ ἀρχὴ ἐξετάσεως, παρὰ τὸ οἶς, ὅπερ ἀπὸ τοῦ ὄϊς· ἀπὸ οὖν τοῦ οἶς οἴειος τὸ κτητικὸν, τὸ θηλυκὸν οἴεια, καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν τοῦ ο, εἰς ω, ᾦα. τὸ δὲ οἶς παρὰ τὸ οἴω τὸ κομίζω

### ω 6

Ὤια παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον, γίνεται ὀΐα, καὶ κατὰ συναίρεσιν οἶα, καὶ κατ’ ἐπαύξησιν τῆς οι διφθόγγου εἰς ω. τὸ α μακρὸν, τὰ γὰρ εἰς α λήγοντα θηλυκὰ, τῷ ω παραληγόμενα, ἐκτείνουσι τὸ α, οἷον, ἑώδης ἡ ἀνατολὴ, ἑσπερῶα, οὕτως οὗν καὶ ἑώα

### ω 7

Ὤιαν σημαίνει τὴν ἐργασίαν, τὴν εἰς τὸ ἄκρον τοῦ ἱματίου οὖσαν, τὸ περιστώμιον

### ω 8

Ὤιαν τοῦ ἐνδύματος · γίνεται παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον, καὶ διαλύσει γίνεται ὄϊς, καὶ ἐπαυξήσει τοῦ ο εἰς ω, ὤϊς, καὶ τὸ θηλυκὸν ᾤα, καὶ μένει τὸ ἰῶτα προσγεγραμμένον, καὶ κλίνεται ᾤας· οἱ γὰρ παλαιοὶ εἰς τὰς ἀνακλάσεις τῶν ἱματίων αὐτῶν, προβάτων δέρματα ἐπέβαλον· ἔστι δὲ καὶ τὸ α μακρόν· τὰ γὰρ εἰς α λήγοντα θηλυκὰ, καὶ παραλήγοντα τῷ ω, ἐκτείνουσι τὸ α. οἷον, ἑώα ἡ ἀνατολὴ, ὑπερώα ὁ οὐρανίσκος· οὕτω δὲ καὶ ᾤα. σημαίνει δὲ τὴν ἀνάκλασιν τοῦ χιτῶνος

### ω 9

Ὧδε σημαίνει δύο παρὰ τῷ ποιητῇ, τὸ οὕτως, ὧδε δέ τις εἴπεσκε. σημαίνει δὲ καὶ τὸ νῦν· ἀφραίνοντα κιχήσομαι ὡς νύ περ ὦδε

### ω 10

Ὧδε ἐπίῤῥημα τοπικόν· ὁ ἔστιν ἄρθρον, καὶ ἐκτάσει τοῦ δε, γίνεται ὅδε, ἀντὶ τοῦ οὗτος, καὶ αὐξήσει τοῦ ο εἰς ω, ὧδε. ἔστι δὲ ἐπίῤῥημα, ἀντὶ τοῦ ου τως

### ω 11

Ὠιδὴ ἔστιν ἐπινίκιος κατ’ ἐχθρῶν, καὶ εὔρυθμος εὐχαριστία, ἢ φωνὴ ἐμμελὴς μετ’ ἐργασίας, ἢ χωρὶς ἐνηχήσεως ὀργάνου, ἢ θεολόγου εἰς θεόν· ἔστι καὶ συνώνυμον

### ω 12

Ὦ εἴρηται παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐπειδὴ καὶ τοῦτο ὑπάρχει μικρὸν, καὶ πλατὺν χαρακτῆρα ἔχον· καὶ διὰ τὸ ὁμοίαν τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπηνέγκατο

### ω 13

Ὢ ὀξυνόμενον σχετλιαστικὸν, ὢ τοῦ ἰδίου, ὢ ἐγώ

### ω 14

Ὧι ᾧτινι, ἀντωνυμία παράγωγος, πτώσεως δοτικῆς τῶν ἑνικῶν

### ω 15

Ὠιδὴ ἀπὸ τοῦ ἀοιδὴ, τοῦ α καὶ οι εἰς ω ἐκταθέντος γέγονεν ᾠδή. ἢ παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀείδω, τὸ πάνυ γινώσκω, καὶ κράσει τοῦ α καὶ ε εἰς α μακρὸν ᾄδω, καὶ ᾠδή. καὶ εἰς τὸ ἄειδε

### ω 16

Ὡδὶ ἀντὶ τοῦ οὕτως, ἐπίῤῥημα μεσότητος

### ω 17

Ὠδεῖον τὸ μουσεῖον· τὸ δει διφθόγγῳ. ἐν ᾧ ᾄδουσι καὶ ψάλλουσι τὰς ᾠδάς

### ω 18

Ὠδὶς ὠδῖνος, ἡ γέννησις, ἢ πόνος, παρὰ τὸ ὤθω, ὠθίζω, ὠθὶς καὶ ὠδὶς, ὠθή τις οὖσα, δι’ ἧς ὠθεῖται τὸ βρέφος

### ω 19

Ὠιδὴ καὶ ἐπῳδή· ᾠδὴ ὁ ὕμνος, ἐπῳδὴ ἡ μαντεία

### ω 20

Ὠδίνω τίκτω, μέλλοντα οὐκ ἔχει, ἀλλ’ ἄχρι τοῦ παρατατικοῦ κλίνεται

### ω 21

Ὠιδικώτερος ἐκ τοῦ ἀείδω

### ω 22

Ὠιδὴ προστίθησι τῷ ω, τὸ ἰῶτα, διὰ τὴν ἀοιδὴν, καὶ παρὰ πάντα, τὰ παρὰ τούτων γινόμενα, οὕτως ἔχει, κωμῳδία, μελῳδία, ῥαψῳδία, τραγῳδία. γέγονε δὲ καὶ ὠδὴ οὕτως· ἀπὸ τοῦ ἀοιδὴ τοῦ α καὶ τοῦ οι εἰς ω, ἐκταθέντος, γέγονεν ᾠδή

### ω 23

Ὠδῖνες ἡ εὐθεῖα ἡ ὠδὶς καὶ ὠδὶν, παρὰ τὸ ὠδίνω

### ω 24

Ὠιδὸς θρῆνος, ἢ ὁ κιθαρῳδός

### ω 25

Ὤζεσαν ἐκ τοῦ ὄζω γίνεται περισπώμενον ὀζῶ, ὁ μέλλων ὠζέσω, ὁ ἀόριστος ὤζεσα, τὸ τρίτον τῶν πληθυντικῶν ὤζεσαν

### ω 26

Ὠὴ ἔπος θρηνητικὸν, καὶ ὀττοτοί. ἔστιν ὦ κλητικὸν ἐπίῤῥημα, ὥσπερ τὶ ἐρωτηματικὸν, καὶ πλεονασμῷ τοῦ η, ὠή

### ω 27

Ὠήθην τὸ ὑπέλαβον, παρὰ τὸ οἴω, οἰήσω· καὶ ᾤετο

### ω 28

Ὠθίζω ἐπὶ ἐνεστῶτος, ἔστι γὰρ καὶ ὠθέω ὠθῶ, διωθήσας γὰρ, καὶ ἀντωθῶ καὶ συνωθῶ

### ω 29

Ὦκα εὐθέως, ταχέως, καὶ σπουδαίως, ὡς τοῦ ὠκέα κατὰ συγκοπὴν ὦκα. διάτι βαρύνεται; ἐπειδὴ τὰ ἀπὸ πληθυντικῶν οὐδετέρων μεταγόμενα εἰς ἐπιῤῥηματικὴν σύνταξιν ἅπαντα βαρύνονται. οἷον τάχεα τάχα· τάχα γάρ με κατακτέουσιν Ἀχαιοί. σαφέα σάφα, σάφα δ’ οὐκ οἶδ’ εἰ θεός ἐστιν· ὠκέα ὦκα, ὦκα μ’ ἐν πεδίῳ διωκομένη φέβεσθαι, πλὴν τοῦ θαμὰ, θαμ’ ἐβάζετε. τὸ δὲ ὦκα ἐκ τοῦ ὠκύς· τοῦτο παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα, τὸ οὐδέτερον ἄκυ, ἄκεα, ἄκα, καὶ μεταθέσει τοῦ α εἰς ἦτα, ἦκα. ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον. ἀντὶ τοῦ μετὰ ἡσυχίας, ἠρέμα. τρέπεται δὲ τὸ α εἰς ω, ὥσπερ ἔστι φάρος καὶ σημαίνει τὸ ἱμάτιον, ἐξ αὐτοῦ οὖν φαριαμός καὶ φωριαμὸς, οὕτω καὶ ἄκα, τρέπεται δὲ τὸ α εἰς ω, καὶ γίνεται ὦκα. ἐκ δὲ τοῦ ὠκὺς καὶ τοῦ μόρος γίνεται ὠκύμορος. διάτι ἀπέβαλε τὸ ς ἐν τῇ συνθέσει; τὰ εἰς υς ἀποβάλλουσι τὸ ς, ἐν τῇ συνθέσει, καὶ φυλάττουσι τὸ υ, οἷον, ὀξύδρομος, ὀξυθάνατος, ὀξύγραφος, ὠκύμορος· πλὴν τοῦ ἥμισυς, τοῦτο γὰρ ἐν τῇ συνθέσει ἀποβάλλει τὴν συ, συλλαβὴν, οἷον, ἡμικύκλιον, ἡμίονος, ἡμίφωνον· ἔστι δὲ καὶ τὸ ὦκα ἐπίῤῥημα μεσότητος

### ω 30

Ὤκεον εἰς τὸ ἐπενήνοθεν

### ω 31

Ὠκεανὸς παρὰ τὸ ὠκὺς καὶ τὸ ἀνύω, ὁ ταχέως φέρων, ἢ παρὰ τὸ ὠκέως ναίειν, ὅ ἐστι πορεύεσθαι ταχύ· σημαίνει καθ’ Ὅμηρον, ποταμὸν ἔξωθεν περιέχοντα κυκλοτέρως ὅλον τὸν κόσμον. Ὠκεανὸς, παρὰ τὸ ὠκέως ἀνύειν κύκλῳ

### ω 32

Ὠκυτόκιον προπαροξυτόνως, ὠκὺς παρὰ τὸ ἀκὶς, τροπῇ τοῦ α εἰς ω, τὸ δὲ ἀκὶς παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ

### ω 33

Ὠκέας ταχεῖς, ὠκύλας ταχύνας

### ω 34

Ὤκλασαν τὰ γόνατα ἔκαμψαν· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἀπειρηκότων ἐν πάντι πράγματι, καὶ μηκέτι ἀντεχόντων

### ω 35

Ὤικουν κατέλυσαν, χρόνου παρατατικοῦ, σὺν τῷ ἰῶτα. οἰκῶ γὰρ τὸ θέμα

### ω 36

Ὠλέναι αἱ χεῖρες, ἀπὸ τὸ δι’ αὐτῶν ὀλοῦσθαι τινὰς πράξεις, τουτ’ἔστι πληροῦσθαι· οὕτω Σωρανός

### ω 37

Ὠλένη εἰς τὸ λευκώλενος

### ω 38

Ὠλένη ἐκ τοῦ ὀλοῦσθαι τὰ ἔργα, κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω

### ο 409

Ὀλιγωρηκότα ἢ φροντικότα, ἀπὸ θέματος τοῦ ὀλιγωρῶ· τοῦτο παρὰ τὸ ὀλίγος καὶ τὸ ὥρα, ὃ σημαίνει τὴν φροντίδα

### ω 39

Ὦ μάκαρ μακάριε, τίμιε, Ἀτρείδη, μοιρηγενὲς, ὀλβιόδαιμον, ὁ ἐπὶ εὐτυχία τεχθεὶς, εὐδαιμονέστατε· ἔχει ἐξαίρετον ὁ στίχος οὗτος, ὑπὲρ τοὺς λοιπούς. οὗτος ὁ στίχος μιμεῖται τὰς τοῦ ἡλίου ἀκτίνας· ὡς ἐκεῖνος ἀνατέλλων ὀλίγον τι ἐφαπλοῖ τὰς ἀκτίνας αὐτοῦ, ἐπειδὴ ἐν τῷ μέσῳ νήματι ἐλθὼν τελειότατα γίνεται, οὕτω καὶ ὁ στίχος οὗτος, ἀπὸ εὐτελῶν συλλαβῶν ἀρχόμενος ἐπὶ τὸ τέλειον ἔρχεται. τὸ γὰρ ὦ ἐστι μονοσύλλαβον, τὸ δὲ μάκαρ δισύλλαβον, τὸ δὲ Ἀτρείδη τρισύλλαβον, τὸ δὲ μοιρηγενὲς τετρασύλλαβον, τὸ δὲ ὀλβιόδαιμον πεντασύλλαβον

### ω 40

Ὠμὸν τὸ μὴ μεταβολὴν εἰληφὸς εἰς πέμψιν, ὡς καὶ τὴν ἔξω τροφὴν ὠμὴν λέγουσι τὴν οὐτ’ ὠπτημένην, οὐτ’ ἐψημένην. ἢ ὡς Φιλόξενος, τὸ ὠμὸν εἰρῆσθαι, φησὶ, τὸ ἐν ταυτότητι μένον, ἤγουν ὑπάρχον, παρὰ τὸ ὦ τὸ ὑπάρχω, καὶ μὴ μεταβληθέν

### ω 41

Ὦμος ἐκ τοῦ οἴω, τὸ κομίζω, οἷμος, καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω, ὦμος, ὁ τὰ βάρη κομίζων· ἢ παρὰ τὸ ὦς ὠτὸς, ὠτῶ, ὠτίω· ἐκβολῇ τοῦ τ, καὶ πλεονασμῷ τοῦ μ, ὦμος

### ω 42

Ὤμοι παρὰ οἴμοι, σχετλιαστικὸν ἐπίῤῥημα, τροπῇ τοῦ ο εἰς ω, ὤμοι· οὐ γὰρ, ὥς τινες, ὤ ἐμοί ἐστι, καὶ συναλοιφῇ ὤμοι· πῶς γὰρ τῇ δοτικῇ ἐπιφέρεται εὐθεῖα; ὤμοι ἐγώ τι πάθω· τὸ δὲ χωρὶς τοῦ ἰῶτα, ἀπὸ τοῦ ω σχετλιαστικοῦ, κατ’ ἐπέκτασιν τοῦ μοι

### ω 43

Ὡμήρησεν ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος ὠκὺς, συνέτυχεν, ἢ συνήντησε, ἀπὸ μεταφορᾶς τῶν ὁμοῦ ἐρεσσόντων· ἢ ἀπὸ τοῦ ἅμα ἀρηρέναι, ὡς οἶνος οἰνηρὸς, οὕτως ὅμος Ὅμηρος. Πίνδαρος δὲ ἐν ὕμνοις, ἐρίφων μεθομήρεον, οἷον, ὁμοῦ καὶ μετ’ αὐτῶν πορευόμενον· ὅθεν καὶ ὅμηροι, παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν, ἢ ἀντὶ τοῦ συναντιλαβοῦ, καὶ συμβαλοῦ· ἐξ οὗ καὶ ὅμηροι, οἱ ἐπὶ καταλλαγῇ ἀποστελλόμενοι δι’ εἰρήνην καὶ ὁμόνοιαν. οἱ δὲ φασὶ τοὺς ἀρχαίους ὁμηρεῖν λέγειν τὸ συνακολουθεῖν· τοὺς οὖν ἐπὶ τῇ ἀκολουθίᾳ τῶν λεγομένων ὁμήρους λέγουσιν

### ω 44

Ὠμήσιον καὶ ὠμήστιον, μανδας κουκούλλιον, ἀνάβολος, ὠμόφορος

### ω 45

Ὠμίλουν ω μέγα, ὁμιλεῖν δὲ μικρόν

### ω 46

Ὠμηστὴς ὠμοφάγος, παρὰ τὸ ἔδω, ὄνομα ἔστης. ὡς ψεύδω ψεύστης, οὕτως ἔδω ἔστης, καὶ ὠμέστης, καὶ τροπῇ τοῦ ε εἰς η, ὠμηστής· τάσσεται δὲ ἐπὶ ἀλόγων καὶ λογικῶν· Ὅμηρος, ὠμηστὴς καὶ ἀπηνὴς ἀνήρ. καὶ ἐπὶ ἀλόγων, ἀλλ’ οἰωνοὶ ὠμησταὶ, οἷα καὶ τὰ ὠμόφαγα θηρία, καὶ τὰ ὄρνεα

### ω 47

Ὤμοι ἔστιν ἀναφώνημα λύπης, λύπης δηλωτικὸν· ἐκ τοῦ οἴμοι κατ’ ἔκτασιν τοῦ οι εἰς ω, ὤμοι, δι’ ἑνὸς μ. ἢ ἀπὸ τοῦ ω τοῦ σχετλιαστικοῦ, ὅπερ καὶ εἰς α συστέλλεται, ὡς τὸ, ἆ δεῖλα· ἀντὶ τοῦ ὦ ἀθλία· τοίνυν ἀπὸ τοῦ ω, ὤμοι καὶ τὸ ἰῶτα οὐκ ἔχει

### ω 48

Ὤμοι φεῦμοι, ἔστιν ἀναφώνημα λύπης καὶ οἴκτου δηλωτικόν

### ω 49

Ὤμοισι τοῖς ὤμοις, πᾶσα εὐθεῖα πληθυντικῶν, ἀρσενικῶν τε καὶ θηλυκῶν εἰς φωνῆεν λῆγον, προσθέσει τῆς σι, συλλαβῆς, ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, Ἀτρεῖδαι, Ἀτρείδαισι

### ω 50

Ὠμόρξατο εἰς τὸ ἀπομόρξατο· ὤμοξε

### ω 51

Ὦμος παρὰ τὸ ὦ, τὸ ὑπάρχω, κτητικὸν, ὑπομένων τὰ βάρη ἰσχυρῶς· τὸ ω μέγα διάτι; ἐκ τοῦ οἴσω μέλλοντος, ὁ γὰρ ἐνεστὼς οὐκ εἴρηται. καὶ ὥσπερ τρέπεται τὸ ω εἰς τὸ οι, οἷον ἀγκώνη καὶ ἀγκοινή· οὕτω καὶ ἡ οι τρέπεται εἰς ω· τὶ διαφέρει ὦμος καὶ ὠμός; διαφέρει· ὠμὸς ὁ ἀπηνὴς καὶ σκληρὸς, ὦμος δὲ τὸ μέρος τοῦ σώματος· τὸ ω μέγα διάτι; τὰ διὰ τοῦ ωμος δισύλλαβα, μονογενῆ, μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ε, διὰ τοῦ ω, γράφεται, ἐπὶ βαρυτόνων καὶ ὀξυτόνων, οἷον, κῶμος, μῶμος, βρωμὸς τὸ δῆγμα, ζωμὸς, βωμὸς, ψωμός

### ω 52

Ὦμος διάτι βαρύνεται; τὰ εἰς ος λήγοντα δισύλλαβα, μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προκειμένου τοῦ ἰῶτα βαρύνεται· οἷον, ὦρος, ὦχρος, ὦμος· πρόσκειται μονογενῆ διὰ τοῦ ὠμὸς ὁ ἀπηνὴς, καὶ ἡ ὠμὴ καὶ τὸ ὠμόν. πρόσκειται ἀπὸ τοῦ ω, ἀρχόμενα, διὰ τὸ ζωμὸς ψωμός· μὴ προσκειμένου τοῦ ἰῶτα εἶπε, διὰ τοῦ ᾠδὸς καὶ τραγῳδός

### ω 53

Ὦμος ἡ δοτικὴ τῶν πληθυντικῶν ὤμοισιν· ὁ κανὼν, πᾶσα εὐθεῖα πληθυντικῶν, ἀρσενικῶν τε καὶ θηλυκῶν ὀνομάτων, εἰς φωνῆεν λήγουσα, προσθέσει τῆς σι συλλαβῆς, ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον καλοῖσι, σοφοῖσι, Ἀτρείδαισι· τὸ ω μέγα, τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων

### ω 54

Ὦμος ὅτι ὁμᾶς ἐστι τοῦ πλάτους καὶ τοῦ μήκους τοῦ σώματος

### ω 55

Ὤναντο ὤμοσεν, καὶ εἰς τὸ ὀνῶ, καὶ εἰς τὸ ἀπώναντο

### ω 56

Ὤοντο ὑπέλαβον, παρατατικὸς, οἷον τὸ ἐκ τοῦ ὤθω, ὠνὴ καὶ ὦνος ἡ τιμή

### ω 57

Ὤμοσε ὤμωσε σημαίνει δύο· τὸ διὰ τοῦ ο γραφόμενον, τὸ περί τι ὀμόσαι· ἔστι δὲ ἕτερον ὠμῶσαι καὶ γράφεται διὰ τοῦ ω, τὸ εἰς ὁμόνοιαν καὶ φιλίαν ἄγειν· καὶ Ὅμηρος, εἰς εὐνὴν ἀνέσαιμι, ὁμωθῆναι φιλότητι

### ω 58

Ὦνον ἐκ τοῦ ὤθω τὸ πρώθω ὠνὴ καὶ ὦνος ἡ τιμή

### ω 59

Ὦπες οἱ ὀφθαλμοὶ, οἱονεὶ ὠπαί τινες οὖσαι τῆς ψυ χῆς, δι’ ὧν τὸ κατάστημα τῆς ψυχῆς θεωρεῖται· σώζεται δὲ ἐν συνθέτοις καὶ νῦ παρὰ τὸ τοὔνομα, καὶ ὑπώπια δὲ λέγονται, τὰ ὑπὲρ τοὺς ὀφθαλμοὺς περιδνώματα. ὡς δέ τινες, ὅτι ὀπῇ καὶ τρυπήμασιν ἐοίκασιν, ὅθεν ὁποτιον τὸ ποιοῦν ὀπήν· γέγονε δὲ κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω ὦπες, οὕτω Σωρανός

### ω 60

Ὦ πόποι ποίου μέρους λόγου ἐστιν· ἐπιῤῥήματος σχετλιαστικοῦ· καὶ πῶς τίθενται δύο τόνοι; εἰ γὰρ ἦν μέρος ἓν λόγου ὤφειλεν ἔχειν ἑνὰ τὸν τόνον· οὐδέποτε ἓν μέρος λόγου δύο τόνους ἐπιδέχεται· εἰσὶ δὲ δύο ἐπιῤῥήματα, καί ἐστιν ἀντὶ τοῦ παπαί· καί ἐστιν ἐκ παραλλήλου ἓν μέρος λόγου καὶ λέγομεν, ὅτι συνεξηκολούθησε τῇ ὀνομαστικῇ πτώσει, τῇ ὦ φίλοι· ὠφείλει δὲ ὀξύνεσθαι, ὡς γενόμενον ἐκ τοῦ παπαί· ἀλλὰ συνεξηκολούθησε τῇ ὀνομαστικῇ πτώσει· οἱ γὰρ Σκῦθαι ἀγάλματά τινα ἔχοντες ὑπόγεα τῶν θεῶν, πόπους αὐτὰ καλοῦσιν

### ω 61

Ὥρα παρὰ τὸ ὁρίζειν, ὥρωα καὶ ὥρα, παρὰ τὸ ὁρίζειν τὰ μέρη τῆς ἡμέρας καὶ τῆς νυκτός

### ω 62

Ὥρα ἡ τροπὴ, παρὰ ὡρεῖν καὶ φυλάσσειν τεταγμένως τὸν ἴδιον καιρόν

### ω 63

Ὥρα εἴρηται τετραχῶς· ἐπὶ φροντίδος, ὡς θυρωρὸς, κηπωρὸς ὀλίγωρος, ἀπὸ τοῦ τὴν φροντίδα ἔχειν τῶν θυρῶν· καὶ ὀλίγην ὥραν· ὥρα δὲ πάλιν τὸ κάλλος, ὅθεν καὶ τὸ ὡραῖος· ὥρα δὲ καὶ ἡ στάσις τῆς ἡμέρας, ὡς ὅταν λέγωμεν· πέμπτη ὥρα ἐστιν· ὥρα δὲ ἡ ἐπὶ καιροῦ, ὧρα χειμῶνος, ὥρα θέρους

### ω 64

Ὧραι ἀπὸ τοῦ ὡρεύειν, ὅ ἐστι φυλάττειν· αὗται γὰρ φύλακες τῶν ἀνθρωπίνων ἔργων· ὡρεύουσι δὲ, φυλάττουσι, καὶ φροντίζουσιν, ὅθεν καὶ οὖρος λέγεται ὁ φυλάσσων, καὶ φύλαξ· ὥρα τὸ ιβ τῆς ἡμέρας καὶ τῆς νυκτός· ὥρα ὁ καιρὸς, ὥρα ὁ ἐνιαυτὸς, ὥρα ἡ εὐμορφία, ὥρα ἡ νεότης, ὥρα ἡ φροντὶς, ὥρα δὲ καὶ ἡ ἀστραπή

### ω 65

Ὥρη δὲ ἄνθη τὰ κατὰ καιρὸν γινόμενα

### ω 66

Ὦπτο ἐθεάθη· ἐκ τοῦ ὄπτω, ὁ μέλλων ὄψω, ὁ παρακείμενος ὦφα, ὁ παθητικὸς ὦμμαι, ὁ ὑπερσυντελικὸς ὤμμην, ὦψο, ὦπτο

### ω 67

Ὥρα διὰ τὸ ὁρᾶσθαι, ἢ διὰ τὸ ἀπὸ τῆς ἑώας ὁδὸν παρέρχεσθαι τῆς ἡμέρας· ἔστι δὲ ὄνομα θηλυκόν· καὶ ὥσπερ ἀπὸ τοῦ χῶ χώρα, καὶ ψῶ ψώρα, οὕτω καὶ ἀπὸ τοῦ ὦ, τοῦ σημαίνοντος τὸ ὑπάρχω γίνεται ὥρα· σημαίνει δὲ τὸ ιβ τῆς ἡμέρας· τὸ ρα μακρόν ἐστι· τὰ εἰς ρα θηλυκὰ δισύλλαβα, εἰ μὲν διφθόγγῳ παραλήγονται, συστέλλουσι τὸ α, οἷον στεῖρα, πεῖρα, σφαῖρα· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγονται, ἐκτείνουσι τὸ α· χώρα, χήρα, ψώρα, πήρα, οὕτω καὶ ὥρα

### ω 68

Ὡραῖα ἔστιν ὥρα, ὃ σημαίνει τὸν ἐνιαυτὸν, καὶ ἐκ τούτου γίνεται τὸ ὡραῖον, τοῦ ὡραίου, οἱονεὶ τὸ διαδοῦναι κατὰ τὸν καιρὸν τὸν ἑαυτοῦ καρπόν

### ω 69

Ὡραιότης διὰ τὸ ἐμπόνως ἐνορᾶσθαι τὸ καλόν

### ω 70

Ὡραῖος ἀπὸ τοῦ ὥρα, ὃ σημαίνει τὴν εὐμορφίαν· τὸ ραι, διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς ἦτα θηλυκῶν

### ω 71

Ὥρα σημαίνει τέσσαρα· τὴν φροντίδα, τὴν θεωρίαν, τὴν σωματοειδῆ θεὰν, καὶ τὸν καιρόν

### ω 72

Ὡραΐζεται ἐπὶ τοῦ εὐφραίνεσθαι

### ω 73

Ὡρεῖν εἰς τὸ ἀλεωρή

### ω 74

Ὥραον εἰς τὸ ὁρά

### ω 75

Ὥραισι ταῖς γυναιξὶ, ἀπὸ τοῦ ἀρηρέναι ἀνδράσι· ἔνθεν καὶ ξυνωρὶς, παρὰ τὸ ξυνηρμόσθαι· γίνεται ὃ ἄορος, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄοροι, καὶ κατὰ μεταπλασμὸν ὄαρες, καὶ συναιρέσει ὧρες

### ω 76

Ὥρεσσι ταῖς γυναιξὶ, ταῖς ζευχθείσαις ἀνδράσι, ὅθεν καὶ ξυνωρὶς, τὸ συνεζευγμένον τῶν ἵππων· γράφε, ξυνώριον τὸ συνέδριον τῶν ἵππων

### ω 77

Ὤρεχα εἰς τὸ ὀρεκτόν

### ω 78

Ὠρίων ὄνομα κύριον, καί ἐστιν ἐπίσημον ἄστρον· τὸ ω, μέγα διάτι; κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς ω, ὡς βοῦν βῶν, οὕτως οὐρίων, Ὠρίων, ἀπὸ ἱστορίας, ἀπὸ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ, καὶ γένεσθαι αὐτόν· καὶ ἄτρον οὕτω καλούμενον, ἡ λεγομένη σκεπαρνέα, καὶ κλίνεται Ὠρίωνος

### ω 79

Ὠρεῖον τὸ καλούμενον σιτοδοχεῖον, ἐκ τοῦ ὠρῶ, τὸ φυλάσσω, τὸ ρει διφθόγγῳ

### ω 80

Ὥρμαινε ἐκ τοῦ ὁρμῶ ὁρμαίνω, τὸ δὲ ὁρμῶ, ἐκ τοῦ ὅρμος

### ω 81

Ὦρος ὁ χρόνος, καὶ ὦρος ὄνομα

### ω 82

Ὦρσε ὄρω τὸ διεγείρω, ὁ μέλλων ὀρῶ, καὶ Αἰολικῶς ὄρσω, οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσι, ὁ ἀόριστος πρῶτος ὦρσα, ὦρσας, ὦρσεν, ὥσπερ φθείρω φθερῶ φθέρσω, κείρω, κερῶ κέρσω

### ω 83

Ὠρίων ἄστρον, καὶ τὸν Ὠρίωνα δέρκομαι

### ω 84

Ὠρειθυῖα ἑορτὴ, παρὰ τὸ ἐν ὄρει θύειν

### ω 85

Ὠρειθυῖα ὄνομα θεᾶς, παρὰ τὸ ὄρει δοτικῇ, καὶ τὸ θύω τὸ ὁρμῶ, κατ’ ἐπαύξησιν τοῦ ο, εἰς ω

### ω 86

Ὠρειαύλιος ὄνομα, ἐκ τοῦ ὥρα καὶ τοῦ αὔλιος

### ω 87

Ὠρείτης ὁ ἐξ Ὠρεοῦ πόλεως, πλησίον Λέσβου, καὶ ὄνομα κύριον

### ω 88

Ὠρυγὴ ἡ βοὴ, ἐκ τοῦ ὀρύσσω, ὀρύω, ὠρυγὴ τοῦ ζώου

### ω 89

Ὠρυόμην καὶ ὠρυόμενος μετοχὴ, ἀπὸ τοῦ ὠρύω πρωτοτύπου διὰ τοῦ ω μεγάλου· σεσημείωται πέντε· καὶ ὠρύω τὸ βοῶ, ὁ τὸ τύζειν βοᾷν, ῥοίζησεν, ἐφώνησεν, ἰυγμὸς, βοὴ, φωνὴ, ἠύδησεν, ἐφώνησεν, ηὔσεν, ἐβόησεν· ἰύζει, βοᾶ, κραυγάζει, ἶφι βοᾶ, μεγάλως

### ω 90

Ὠσθεὶς παρὰ τὸ ὤθω, ὤσω, ὦκα, ὦσμαι, ὤσθην, ὠσθείς

### ω 91

Ὠρύω σημαίνει τὸ κλαίω, παρὰ τὸ αὔω τὸ φωνῶ αὐορύω, καὶ κράσει τοῦ α καὶ ο εἰς ω, καὶ ἐκβολῇ τοῦ υ, ὠρύω· ἢ παρὰ τὸ θορυβῶ, θορύω, κατ’ ἀποβολὴν τοῦ β, καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ ἐκβολῆ τοῦ θ, ὠρύω

### ω 92

Ὡς ἐπίῤῥημα ἐπιτάσεως, ἀντὶ τοῦ λίαν

### ω 93

Ὡς ἐπίῤῥημα, ἵνα, ἡνίκα, ὅπως, ἢ οὕτως, καὶ ὁμοίως καὶ ἀληθώς

### ω 94

Ὦς τὸ ὠτίον, ἡ εὐθεῖα τὸ ὦς, παρὰ τὸ αὔω τὸ φωνῶ αὖος, καὶ ἐκβολῇ τοῦ υ, καὶ κράσει τοῦ αο εἰς ω, ὦς· καὶ ἐν ὑπερβιβασμῷ οὖας, καὶ ἐκβολῇ τοῦ α, οὖς· τὸ δὲ ὦς κλίνεται, ὡς τὸ φῶς. τὸ δὲ οὖς ἄκλιτόν ἐστι

### ω 95

Ὡς ἐπίῤῥημα παραβολῆς· πότε ὀξύνεται καὶ πότε βαρύνεται, καὶ πότε περισπᾶται· τὸ δὲ ὡς, ὅτε ἐπὶ τέλους στίχου κεῖται, ὀξύνεται. καὶ ὅτε προηγεῖται ἐγκλίνεται· ἐάν τε ἄρχοι φράσεως, εἴτε μέσον εἴη, ὄρνιθες ὡς· ἔμοι καλὴ τὸν οἶτον ἀπὸ δυσπότμου παιδὸς ἐνίσποις· ὡς τε γὰρ ἢ παῖδες νεαροὶ, οὔτως ἀλλ’ ὥς τις τοῦτο γε βέλος· βαρυτονεῖται δὲ ἐν ἀρχῇ τιθέμενον, μὴ ἐπιφερομένης ἐγκλίσεως, ὡς εἰπὼν πυλέων· ὡς δὲ λέων μήλοισι, ὡς ἐχάρη Μενέλαος· καὶ ἐν μεσοφράσει, μὴ ἐπιφερομένου ἐγκλιτικοῦ· εἰ δὲ μὴ, σημαίνει τὸ ὅμως, ἢ τὸ οὕτως· ὁπότε γε οὕτως ὑποτάσσοιτο συνδεσμ. ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· καὶ Ἕκτωρ δὲ ὡς οἶδε Τεῦκρον· καὶ Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν. Ἀρίσταρχος δὲ παρῄνει καὶ Τυραννίων τὸ ὡς ἐν μέσῃ φράσει περισπᾷν, εἰ μὴ ὑποτάσσοιτο σύνδεσμ. ὡς τὸ καὶ ἀλλά. καὶ ὡς ἐθέλω, ἐπειδὴ ὡς ἄγεν εἶκος Ἀθήνη· ἀλλὰ καὶ ὡς ἱππεῦσι μετέσσομαι· ἀλλ’ οὐδέπω σε ἔολπα ὀνόσεσθαι κακότητα

### ω 96

Ὡς τὸ ὡς σημαίνει λβ· ὡς ἐπίῤῥημα θαυμαστικὸν ἀντὶ τοῦ λίαν· ἢ ἐπίῤῥημα βεβαιώσεως. τὸ ὡς σημαίνει λβ· παραβολὴν, ὡς δὲ λέων ἐν βουσὶ θορῶν· σημαίνει ἀνταπόδοσιν, ὡς ἂν καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων, καθ’ ὑπερβολὴν, ὡς τὸ, οὐκ ἔστι κύντερον ἄλλο γυναικός· καὶ ὁμοίωσιν, ὡς ὁδ’ Ὀδυσσῆος μεγαλήτορος ὗιϊ ἔοικε· καὶ ἀντὶ τοῦ ὅμως, ἀλλ’ οὐδ’ ὡς ἑτάρους ἐῤῥύσατο ἱέμενός περ· καὶ ἀναφορὰν, ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· καὶ θαυμαστικὸν, ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ καὶ τὸ οὕτως, ὡς εἰπὼν πυλέων ἐξέσσυτο, καὶ τὸν ἵνα σύνδεσμον ὥς μοι καὶ τονδ’ ἄνδρα πελώριον ἐξονομήνης· καὶ τὸ ὅπως· ὡς σπείσῃς Διῒ πατρὶ καὶ ἄλλοις ἀθαναθοῖσι· καὶ τὸ ὅτι, ἔγνως ὡς θεὸς εἰμί· καὶ ἐπεὶ, ὡς ἴδε χῶρον ἔρημον ὅθ’ ἔστασαν ὤκεες ἵπποι· καὶ τὸ εἴθε εὐκτικὸν, ὡς ὄφελ’ αὐτοθ’ ὀλέσθαι ἀνδρὶ δαμείς. καὶ ἀντὶ τοῦ διότι, ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος. καὶ τὸν ει συναπτικὸν σύνδεσμον, ὡς ὑμεῖς παρ’ ἐμοῖο θοὴν ἐπὶ νῆα ἵκοιτε· καὶ τὸ ὁμοίως, μνήσομαι ὡς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔθηκε· καὶ τὸ ὅμως καὶ τροπῇ, ἤρξατο ὡς πρῶτον κικάνας δαμάσαντο· καὶ ἐπὶ πρόθεσιν, ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· καὶ τὸ ὅσον, καὶ κρέας ὡς σοι χεῖρες ἐχάνδανον· καὶ τὸν γὰρ, ὡς ἤτοι ποταμῷ γε δαμημέναι αἴσιμον ἦεν. καὶ τὸ εὐθέως, ὡς ἴδεν, ὤς μιν μᾶλλον ἔδυ χόλος. καὶ τὸ ὡσαύτως, ὡς δ’ αὖ νῦν μοι ἄγεσθε θεοί. καὶ βεβαίωσιν, ὡς χαρίσοιτ’ ἄνθρωπος ἀνθρώποισι· καὶ τὸ ἀλλὰ, ὡς τοῦτο ἀληθῶς Ἀττικῶς τὰ οὐδέτερα· καὶ τὸ ἕως· ὡς ὁ μὲν ἔθετο πολὺν βίοτον· καὶ τὸ οὕτως, ὥς ποτε ἦσαν νεώτεροι· καὶ τὸ οὐκέτι, ὡς χάρις μετόπισθεν εὐεργετῶν· καὶ διηγηματικὸν κεφάλαιον, ὡς ἦλθ’ ὡς Αἴγισθα ἐμήσατο λόγον· καὶ ἀντὶ τοῦ λίαν, ὡς τὸ, ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε

### ω 97

Ὡς ποσαχῶς ἡ παραβολή; πενταχῶς. πρώτη παραβολὴ τὸ ὑπόδειγμα, καὶ ὁ ὀνειδισμός ἔθου ἡμᾶς εἰς παραβολὴν. δευτέρα παραβολὴ, αἰνιγματώδης λόγος, οἷον, πολλοὶ λέγουσι· ζήτημα ἐμφαῖνον μέντοι, οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλ’ ἔχον ἐντὸς διάνοιαν κεκρυμμένην, ὡς ὁ Σαμψὼν ἔλεγεν· ἐξῆλθεν ἀπὸ στόματος γλυκύ· καὶ Σολομὼν, τότε νοήσεις παραβολὴν καὶ σκοτεινὸν λόγον· παραβολὴ καὶ ἡ ὁμοίωσις, ἄλλην γὰρ παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. παραβολὴ καὶ ἡ τροπικῶς λεγομένη, οἷον ἐστι τὸ, υἱὲ ἀνθρώπου, εἷπον αὐτοῖς τὴν παραβολὴν ταύτην, ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ἀετὸν λέγων τὸν βασιλέα. παραβολὴ καὶ ὁ τύπος, καὶ ἡ εἰκών, ὡς καὶ ὁ Παῦλος ἔφη, πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ, πειραζόμενος καὶ τὸν μονογενῆ προσφέρειν, ὁ τὰς ἐπαγγελίας δεξάμενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο, τουτ’ἔστιν ἐν τύπῳ καὶ εἰκόνι

### ω 98

Ὡς ἄημα ὡς πνεῦμα, ὡς ἄνεμος, ἄημα γὰρ τὸ πνεῦμα, τὸ πνέον, παρὰ Διογενειανῷ

### ω 99

Ὡσεὶ ὠδίνουσα · ὡσεὶ ἐπίῤῥημα παραβολῆς, ὠδίνουσα, ὄνομα μετοχικὸν, τὸ θέμα ὠδίνω· γίνεται παρὰ τὸ

### ω 100

Ὠθίζω ὠθὶς καὶ ὠδίς

### ω 101

Ὡς ἄμαθες ἐν τάχει ἀναγνωστέον, τὸ ὡς ἀντὶ τοῦ ἵνα γάρ ἐστι

### ω 102

Ὡς ἐθύραζε ἀντὶ τοῦ ἀπώσατο, κυρίως μὲν ἔξω τῆς θύρας

### ω 103

Ὥσκεν ὅπως ἂν, τὸ μὲν ὡς ἀντὶ τοῦ ὅπως, τὸ κεν ἀντὶ τοῦ ἄν

### ω 104

Ὥσπερ τὸ ὡς ἐπίῤῥημα συγκριτικὸν, αἱ δὲ συγκρίσεις τῶν ὁμοουσίων

### ω 105

Ὡσπερεὶ δύο μέρη λόγου εἰσί· τὸ ὡς ἐπίῤῥημα ὁμοιώσεως καὶ τό περ σύνδεσμος συναπτικὸς, καὶ τὸ εἰ

### ω 106

Ὠττίζοντο ὤθουν, συνέθλιβον, ἐκ τοῦ ὤθω ῥήματος ὁ μέλλων ὤσω, πλεονασμῷ τοῦ τ, μετὰ περισπωμένου τόνου, ὠστῶ, ἐκ τούτου ἕτερον ῥῆμα ὠστίζω, τὸ παθητικὸν ὠστίζομαι, ὁ παρατατικὸς ὠστιζόμην, τὸ τρίτον τῶν πληθυντικῶν ὠστίζοντο· Ἀριστοφάνης, ὠστιζόμετα ἑκάστοτε ἐν τῇ ἐκκλησίᾳ

### ω 107

Ὠσχοφορία ἑορτὴ Διονύσου· ὦσχον γὰρ Αἰγύπτιοι καλοῦσι τὴν ἄμπελον· ἀπὸ περισπωμένου δέ ἐστι τὸ ὄνομα· ἔστι γὰρ ὠσχοφορῶ· ἡ ὤσχη δέ ἐστι τὰ μετὰ τῶν βοτρύων κλήματα

### ω 108

Ὦτα παρὰ τὸ ὠθούμενον καὶ εἱλικτὸν εἰσέρχεσθαι ἐν αὐτοῖς τὸ πνεῦμα, ἤτοι ἄνεμον, καὶ πάντα ἦχον. Ἀπολλόδωρος δὲ ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν· οἱ δὲ δι’ ὧν ὠθεῖται ἡ φωνὴ, οἱ δὲ κατὰ μετάθεσιν τοῦ π εἰς τ, ὤπα τινα ὄντα, παρὰ τὸ ὀπὰς ἔχειν, ἢ παρὰ τὸ δέχεσθαι τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν· οὕτως Ἡρακλείδης

### ω 109

Ὦ τᾶν πόθεν ἐγένετο τὸ ὦ τᾶν; λέγομεν δὲ, δύο μέρη λόγου εἰσί· ὦ τᾶν, τουτ’ἔστιν, ὦ προσφιλέστατε, ὦ ἑταῖρε· σημαίνει δὲ τὸν συνήθη φίλον

### ω 110

Ὦ τᾶν ὦ οὗτος, ὦ σύ· δύο μέρη λόγου, καὶ κατὰ πλάνην, ἀντὶ τοῦ ἐπὶ τέλους ὀξείας, περισπώμενον ἔσχε· ἐγένετο οὕτως, ἔτης, ἐτᾶν, ὦ ἐτᾶν, καὶ κράσει

### ω 111

Ὠτὶ ἰῶτα ἡ παράδοσις· καθόλου γὰρ ἡ δοτικὴ ἑνικὴ εἰς ἰῶτα λήγουσα, ἐὰν ἰσοσυλλαβεῖ τῇ ἰδίᾳ εὐθείᾳ, δίφθογγον ἔχει, ἐὰν δὲ περιττοσυλλαβεῖ ἰῶτα μόνον ἐκφωνούμενον

### ω 112

Ὧι τε ᾧ τινι, δύο μέρη λόγου εἰσὶ, τὸ ᾧ, ᾧ τινι, καὶ τὸ τε παρέλκει

### ω 113

Ὠτειλὴ παρὰ τὸν οὐτήσω μέλλοντα γίνεται οὐτηλὴ, καὶ οἱ Δωριεῖς τὴν ου δίφθογγον τρέπουσιν εἰς ω. ὡς βοῦν βῶν, βῶν ἀζαλέην· οἱ Βοιωτεῖς πάλιν τὸ ἦτα εἰς ει δίφθογγον τρέπουσι, καὶ γίνεται ὠτειλὴ, διὰ τοῦ ω, καὶ τῆς ει διφθόγγου

### ω 114

Ὠτειλὴ τὸ τραῦμα, ἀπὸ τοῦ οὐτᾶσθαι, ὅ ἐστι τετρῶσθαι

### ω 115

Ὠτειλὴ ὠτέλλας γὰρ οἱ Αἰολεῖς τὰ τραύματα, Ἀττικοὶ δὲ οὐλὴν λέγουσι

### ω 116

Ὠτειλὴ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι

### α 1335

Ἀγαμέμνονος Α · ὁ κανών· τὰ δὲ σύνθετα ὁμοίως τοῖς ἁπλοῖς κλίνεται, οἷον Μέμνων Μέμνονος· τὰ δὲ εἰς ων ἔχοντα δύο σύμφωνα ἐν συλλήψει μὴ ὄντα πατρωνυμικὰ τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς, οἷον φράδμων φράδμονος, ἄκμων ἄκμονος. τὸ δὲ Ἅβρων Ἅβρωνος πατρωνυμικὸν ἀπὸ τοῦ ἁβρός

### α 1336

Ἀγαμέμνων · παρὰ τὸ ἄγαν καὶ τὸ μένειν

### α 1337

Ἀγαπῴην · ῥῆμα ἀγαπάω ἀγαπῶ, ἀγαπάων ἀγαπῶν, ἀγαπάοντος ἀγαπῶντος, ἀγαπάοιμι ἀγαπῷμι, τὸ τρίτον ἀγαπάοι ἀγαπῷ. καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασι ἐπεντιθέναι τὸ η. καὶ ἀναλόγως τὸ πρῶτον γίνεται ἀγαπῴην

### α 1338

Ἀγαυός · γαίω, τὸ γαυριῶ, ἀγαιός καὶ τροπῇ ἀγαυός, ὡς καίω καύσω

### α 1339

Ἀγέλη · τὸ πλῆθος τῶν ζώων, προβάτων ἢ βοῶν, τὰ ἄζευκτα ζῶα, ἢ τὰ ὁμοῦ συνηθροισμένα καὶ ἀγόμενα καὶ νεμόμενα. κυρίως δὲ ἐπὶ τῶν βοῶν, καταχρηστικῶς δὲ ἐπὶ προβάτων καὶ βοῶν

### α 1340

Ἀγγεῖα · ἀπὸ τοῦ διάγειν τι δι’ αὐτῶν

### α 1341

αὐτάγγελος διαφέρει· ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν· ἐξάγγελος δὲ ὁ πάντα τὰ ἔνδοθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης διάγγελον ἐκάλεσε λέγων ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν“· αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφ’ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφ’ ἑτέρου πεμπόμενος

### α 1342

ἀγενές · τὸ ἀγεννές λέγεται καὶ ἐπὶ τοῦ ἐναντίου τῷ εὐγενεῖ· ἐκ τοῦ γένους

### α 1343

Ἀγινεῖν · φέρειν· ι · ὃν γὰρ τρόπον παρὰ τὸ ἴσχω γίνεται ἰσχνῶ, οὕτω καὶ παρὰ τὸ ἄγω ἀγνῶ καὶ ἐν πλεονασμῷ τοῦ ι ἀγινῶ περισπωμένως. Ἄγγος· ἐν πλεονασμῷ τοῦ γ · ἄγω καὶ ἄγος καὶ ἄγγος, ἐν ᾧ τις ἄγεται

### α 1344

Ἀγηγερμένοι · τὸ θέμα ἀγείρω, ἤγερ κα ὁ παρακείμενος καὶ ἀγήγερκα, ὁ παθητικὸς ἤγερμαι καὶ ἀγήγερμαι, ἡ μετοχὴ ἀγηγερμένος

### α 1345

Ἀγκαλεῖ · ἀναγινώσκει

### α 1346

Ἀγκαλίδα · μερίδα

### α 1347

Ἀγκηθής · ἀβλαβής

### α 1348

Ἄγκιστρον · παρὰ τὸ ἄγω ἄγιστρον καὶ τροπῇ ἄκιστρον καὶ πλεονασμῷ τοῦ γ ἄγ κιστρον· ἢ παρὰ τὸ ἀνάγω ἀνάγιστρον καὶ ἄνκιστρον καὶ τροπῇ τοῦ ν εἰς γ ἄγκιστρον

### α 1349

Ἄγκος · ὁ κοῖλος τόπος τ ῆς γῆς· παρὰ τὸ κέω, ἐξ οὗ κατὰ συναλοιφὴν κῶ δηλοῦν τὸ κεῖσθαι· ἄγκος οὖν ἐν ᾧ ἔστι συνάγεσθαί τι καὶ κεῖσθαι

### α 1350

Ἄγκος · ὁ κοῖλος τόπος τῆς γῆς. Ὁμήρου

### α 1351

Ἀγκυλομήτεω Β · ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη, ἤτοι ὁ ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς καὶ τῶν παίδων, ὥς φησιν Ἡσίοδος · τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπινεν· ἢ ὁ τὰ ἀγκύλα καὶ σκολιὰ καὶ δυσχερῆ πράγματα τῇ μήτιδι περιλαμβάνων, κορόνους τις ὢν καὶ τέλειος νοῦς. δηλοῖ δὲ τὸ ἀγκύλον παρὰ τῷ ποιητῇ τρία· τὸ σκολιόν, ὡσ ὅταν λέγῃ Β ἀγκυλομήτην τὸν Κρόνον· καὶ τὸ περιφερὲς κατὰ τὸ σχῆμα, ὡς τὸ Ε ἀγκύλα τόξα“, κυκλώδη· καὶ τὸ ἰσχυρόν, ὡς τὸ Ζ ἀγκύλον ἅρμα“

### α 1352

Ἀγκυλομήτης · σκολιὰ βουλευόμενος· μῆτις γὰρ ἡ βουλή

### α 1353

Ἀγκύλον · τὸ ὄπισθεν μέρος τοῦ σώματος

### α 1354

Ἀγκύλον · σκολιόν, δυσχερές, ποικίλον

### α 1355

Ἀγκυλόχειλον · σκολιόχειλον

### α 1356

Ἀγκύρα · πόλις καὶ ἐργαλεῖόν τι σιδηροῦν καμπτόμενον, τὸ χαλώμενον ἀπὸ τῆς νηός, ἡ ἀξίνη τῆς νηός. καταχρηστικῶς δὲ καὶ ἡ βάσις καὶ τὸ στήριγμα τῆς πίστεως

### ω 117

ών · ἀπὸ τοῦ κατ’ αὐτὸν ἄγεσθαι τὴν χεῖρα· Χρύσιππος δὲ ἐγκὼν λέγει ἀπὸ τοῦ ἐγκεῖσθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον· ἢ ὁ ἀνέχων, τουτέστιν ὁ ἐξέχων

### α 1357

Ἀγλαὸν ἕδραν · τὴν λαμπρὰν καθέδραν

### α 1358

Ἀγλαός · καλός, λαμπρός

### λ 280

λαός · παρὰ τὴν αἴγλην· ἐφ’ οἷς τις ἀγάλλεται καὶ λαμπρύνεται

### α 1359

Ἀγμή · ἡ νεότης

### α 1360

Ἀγοὶ Κρητῶν Γ · οἱ ἡγεμόνες τῶν Κρητῶν· ἀγὸς δὲ εἴρηται παρὰ τὸ ἄγειν τοὺς ὑποτεταγμέν ους. ἀγός· καὶ παρὰ τὸ ἄγω ῥῆμα Γ ἀγοὶ Κρητῶν“. ὃ στεφανίτην ἐχρῆν

### α 1361

Ἀγορή · παρὰ τὸ ἀγεί ρεσθαι ἐν αὐτῇ τὸ πλῆθος καὶ συνάγεσθαι· ἢ παρὰ τὸ ἀγορεύειν ἐν αὐτῇ

### α 1362

Ἄγραυλοι · οἱ ἄγροικοι, τουτέστιν οἱ ἐν ἀγροῖς αὐλιζόμενοι

### α 1363

Ἄγραυλος · παρὰ τὸ ἀγρός καὶ τὸ αὐλίζω ἀγρόαυλος καὶ ἐν συγκοπῇ ἄγραυλος, ὁ ἐν ἀγρῷ αὐλιζόμενος. ἢ ἐκ τοῦ ἀγρός καὶ τοῦ αὐλῶ · οἱ γὰρ ἐν ἀγρῷ αὐλοῦσιν

### α 1364

Ἀγρός · ὁ χωρὶς τῆς κώμης ἢ τῶν οἰκητόρων τόπος. ἀγρὸς ἀρούρης διαφέρει· ἀγρὸς ὁ σπειρόμενος ἁπλῶς καὶ δεχόμενος σποράν, ἄρουρα δὲ ἡ σπαρεῖσα καλλιεργία

### α 1365

Ἀγρυπνία · κατὰ πλεονασμὸν τῶν συμφώνων· ἀϋπνία γάρ ἐστιν

### α 1366

Ἀγρῶστις · ἐκ τοῦ ἀγρώσσειν

### α 1367

Ἀγυιά · ἡ ῥύμη· παρὰ τὸ ᾄσσειν καὶ ἄγεσθαι δι’ αὐτῆς. ἀγυιά, ἀγορά, ἄμφοδον, ἔμβολος, ῥύμη. ἀγυιά· ὁ κανών· τὰ διὰ τοῦ υια θηλυκὰ ὀνόματα ὑπὲρ δύο συλλαβὰσ προπαροξυνόμενα τῷ ι θέλει παραλήγεσθαι, οἷον ἅρπυια Εἰλείθυια αἴθυια Ὠρείθυια ἄγυια · σεσημείωται τὸ μητρυιά παραληγόμενον τῷ ι καὶ ὀξυνόμενον, καὶ ἀναλογώτερόν ἐστι τὸ ἄγυια, Υ μέσην ἐς ἄγυιαν ἰοῦσαι“

### α 1368

Ἀγύρται · παρὰ τοῖς ἀρχαίοισ οἱ τὰ χρήματα ἀγείροντες ἑαυτοῖς ὀνόματι δαιμόνων, οἷον Ῥέας καὶ τῶν λοιπῶν

### α 1369

Ἀγχόνη · ὁ πνιγμός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1370

Ἄγχω · ἐκ τοῦ ἄγω πλεονασμῷ τοῦ ν ἄνγω καὶ τροπῇ αὐτοῦ εἰς γ καὶ τοῦ γ εἰσ χ ἄγχω

### α 1371

Ἄγω · σημαίνει ε· ἄγω, τὸ πορεύομαι, ἐξ οὗ καὶ ἀγυιά, ἡ ὁδός· ἄγω, τὸ κλάνω, ἐξ οὗ καὶ τὸ κατέρξαν αὐτοῦ τὰ σκέλη“· ἄγω, τὸ φέρω, καὶ ἄγω, τὸ ἑορτάζω, ἐξ οὗ καὶ ἀγώγιμος, ὁ φερόμενος, καὶ ἄγωμεν, τὸ ἑορτάζωμεν· ἀγῶ, τὸ ἐκσπλήττομαι, ἐξ οὗ καὶ ἄγαμαι, τὸ ἐκπλήττομαι, καὶ ἀγάμενος, ὁ θαυμάζων· ἀγῶ, τὸ φθονῶ, ἐξ οὗ καὶ ἄγος, ὁ φθόνος

### α 1372

ἀγῶ διαφέρει· τὸ μὲν βαρυνόμενον σημαίνει τὸ φέρω, τὸ δὲ περισπώμενον τὸ θαυμάζω

### α 1373

Ἀγωγή · εἴρηται παρὰ τὸ συνάγειν τοὺς ἀγνώμο νας εἰς τὸν δικαστήν

### α 1374

Ἄγων · ἡ μετοχὴ παροξυτόνως· ἀγὼν δὲ τὸ περιεκτικόν, ὃ καὶ ὀξύνεται

### α 1375

Ἀδάμ · τοῦτο τὸ ὄνομα τὰ τέσσαρα στοιχεῖα ἤτοι τὰ τέσσαρα πέρατα τοῦ κόσμου ἐν ἑαυτῷ περιέχει· τὸ μὲν πρῶτον στοιχεῖον τὸ ἄλφα σημαίνει ἀνατολή, τὸ δὲ δεύτερον ἤτοι τὸ δ δύσις, τὸ δὲ τρίτον ἤτοι τὸ α ἄρκτος, τὸ δὲ τέταρτον ἤτοι τὸ μ μεσημβρία. ἑρμηνεύεται δὲ γηγενής, πῦρ καὶ πυρρός

### α 1376

Ἄδεια · ει κατὰ τὸν προκείμενον λόγον τοῦ ἀναίδεια. καὶ ἀπέχθεια ει ὁμοίως

### α 1377

Ἀδέκαστος · ὁ δίκαιος καὶ ἀπροσωπόληπτος καὶ ἀδωροδόκητος· παρὰ τὸ μὴ δέχεσθαι ἄδικον ἢ πρόσωπον ἢ δῶρον

### α 1378

Ἀδελφειός · ει · καὶ γὰρ ἀδελφεός

### α 1379

Ἀδελφός · παρὰ τὸ δελφύς, ὃ σημαίνει τὴν μήτραν, καὶ τὸ α ὃ σημαίνει τὸ ὁμοῦ · ὁ ὁμομήτριος

### α 1380

Ἀδελφός. παρὰ τὸ ἐκ τῆς αὐτῆς δελφύος τουτέστι μήτρας ἢ γαστρὸς τὸ γάλα θηλάσαι· εἴρηται γὰρ δελφὺς καὶ ἐπὶ τῆς μήτρας καὶ ἐπὶ τῆς γαστρόσ

### α 1381

Ἅδην · τὸ κεκορεσμένως καὶ τὸ εἰς πλήρωσιν ἄγον· παρὰ τὸ ἥδω· καὶ γὰρ τὸ τερφθῆναι ἐπὶ τοῦ κορεσθῆναι τίθησιν ὁ ποιητής, ζ αὐτὰρ ἐπεὶ σίτου τάρφθεεν“ καὶ Ψ αὐτὰρ ἐπεὶ κ’ ὀλοοῖο τεταρπώμεσθα γόοιο“. ᾧ γὰρ λόγῳ ἐξήνεγκεν δ αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθη“, τῷ αὐτῷ καὶ τὸ Ω αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο“. τὸ δὲ ἥδω τοῦ ἔω παράγωγον, ἔω ἔδω ἥδω. τὸ δὲ ἔω δηλοῖ τὸν κόρον, ὡς τὸ Τ ἐπεὶ κ’ ἔωμεν πολέμοιο“. τὸ δὲ ἥδεσθαι, ι καὶ ἔκπιεν· ἥσατο δ’ αἰνῶσ“, ἀντὶ τοῦ ἐτέρφθη. ἀπὸ δὲ τοῦ ὦ ᾆς ᾆ, τὸ αὐτὸ δηλοῦντος τῷ κορεσθῆναι, καὶ Λ ἄσειν ἐν Τροίῃ ταχέας κύνασ“. ἀπὸ δὲ τοῦ ἔω τὸ ἐῶ, Ω ἐπεί με πρῶτον ἔασασ“. ἀντὶ τοῦ ἧδος ἐστὶν ἅδος, ὁ κόρος, Λ ἅδος τέ μιν ἵκετο θυμόν“, ἵνα ᾖ ἔω, παρὰ τοῦτο ἔδω καὶ ἥδω ἥδομαι, ἀφ’ οὗ ἧδος καὶ ἅδος, ὁ κόρος

### α 1382

Ἄδην · σημαίνει τὸ δαψιλῶς, καὶ ἐξ αὐτοῦ ἀδηφάγο ς, ὁ δαψιλῶς ἐσθίων

### α 1383

Ἅιδης · διὰ τὸ ἀειδὴς εἶναι

### α 1384

Ἅιδης · ὁ θάνατος· παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς ἀνθρώπων ἀπωλείασ

### α 1385

Ἅιδης · παρὰ τὸ Ἀΐδης Ἅιδης· τὸ δὲ Ἀΐδης παρὰ τὸ εἴδω, τὸ βλέπω, εἴδης καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδης, ἐ ν ᾧ οὐδὲν βλέπομεν καὶ συστολῇ τῆς ει διφθόγγου εἰς τὸ ι καὶ συναιρέσει τοῦ α καὶ ι Ἅιδησ

### α 1386

Ἅιδης · παρὰ τὸ ἀειδής· ἐτυμολογεῖται δὲ καὶ ἐκ τοῦ ἄγειν καὶ τοῦ δούς, ὁ ἄγων τοὺς νεκροὺς καὶ μὴ βουλομένους

### α 1387

Ἅιδης · παρὰ τὸ ἀειδής. ἐτυμολογεῖται δὲ ἐκ τοῦ ἀειδοῦς, ὅ ἐστι ἀφανοῦς

### α 1388

Ἅιδης · πόθεν συνετέθη; ἐκ τοῦ α τοῦ στερητικοῦ ἐπιρρήματος καὶ τοῦ εἴδης ἀείδης, ὅθεν καὶ οἱ νεκροὶ ἀειδεῖς καὶ ἀναίσθητοι γίνονται ἐπὶ τὸ αὐτό· καὶ κιρνᾶται τὸ αε εἰς α μακρὸν καὶ μένει τὸ ι μὴ ἐκφωνούμενον

### α 1389

Ἀδηφάγος · ἐκ τοῦ ἄγαν ἐσθίειν

### δ 339

δινά · ἡ εὐθεῖα ἀδινός· ἐκ τοῦ ἄδην ἐπίρρημα

### α 1390

Ἁδινάων ·. ἁδινός, τὸ δι βραχύ. διὰ τί; τὰ εἰς ι νος παρώνυμα συ στέλλει τὸ ι · ἑσπερινός, ἁδινός· πλὴν τοῦ χαλινός, λαρινός. διὰ τί δασύνεται; τὸ α πρὸ τοῦ δ δασύνεται

### α 1391

Ἀδινάων · ἐπὶ μελι σσῶν ὅτε λέ γει Ὅ μηροσ Β π αρὰ τὸ ἄ δην, τὸ ἀθρ όως. Σ ἀδινόν“ πολύ, παρὰ τὸ ἄδην, τὸ δαψιλῶς· ἢ καὶ ἐπιδεόμενον τῇ ψυχῇ· ἀδινὸν κῆδοσ“ ἐλεει νόν

### α 1392

Ἀδράνεια · σημαίνει τὴν ἀσθένειαν

### δ 340

δρηστίνη · ι · ὡς Αἰητίνη · καθόλ ου γὰρ ὁ διὰ τοῦ ινη τύπ οσ ἀπ έστραπται τὴν διὰ τῆς ει διφθόγγου παράληξιν, οἷον Εὐηνίν η ἰατρίνη θριδακί νη Κλεοβουλίν η. ταύτῃ οὖν καὶ τὸ ὑσμίνη διὰ τοῦ ι γράφεται κατὰ τὴν π α ράδοσιν. ἀργυροδίν ης παρὰ τὸ δίνα, ἥτις διὰ τοῦ ι γράφεται· δίννα γὰρ Αἰολεῖσ

### α 1393

Ἄιδω · παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ το ῦ ἐπιτατικοῦ α ἀείδω καὶ ἐν συναιρέσει τοῦ αε εἰς α μακρὸν ᾄδω

### α 1394

Ἄιδω · σημαίνει γ· τὸ ψάλλω, τὸ ὀρχοῦμαι καὶ τὸ ὑμνῶ

### α 1395

Ἀεί · διὰ διφθόγγου γράφεται· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον Α θεοὶ αἰὲν ἐόν τεσ“. τὰ δὲ παρὰ τὸ ἀεί συντιθέμενα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀείμνηστος ἀειπά ρθενος ἀειθαλής. ἰστέον ὅτι δώδεκα φωναί εἰσι τοῦ ἀεί· ἔστι γὰρ αἰεί, καὶ αἰέν, καὶ αἰές ποιητικῶς, καὶ ἀεί συνεσταλμένον καὶ ἐκτεταμένον, καὶ ἄϊ παρὰ τοῖς Αἰολεῦσι, καὶ ἄϊν παρ’ αὐτοῖς, ἐξ οὗ καὶ ἀΐδιος διὰ τοῦ ι καὶ παρὰ τοῖσ αὐτοῖς αἶι καὶ αἶιν. παρὰ τοῖσ Βοιωτοῖς δὲ διὰ τοῦ η καὶ ι καὶ παρὰ τοῖς Ταραντίνοις διὰ τῆς αι καὶ τοῦ η · οἱ δὲ Τα ραν τῖνοι ἄ ποικ οί εἰσι τῶν Δω ριέων · ἔστι καὶ ἀ ές παρὰ τοῖς Δωριεῦσιν. ταῦτα μὲν ἀπα ρ ένθετα. καὶ ταῦτα δώδεκα φωνὰς λέγουσιν εἶναι · ἐπειδὴ καὶ τὸ ἀ έ παρὰ Πεισ άν δρῳ

### δ 341

δε · ὡς τὸ Α μῆνιν ἄειδε“· τὸ ῥῆμα ἀείδω, ἀ είδεις, καὶ τὸ προστακτικὸν ἄειδε. τὸ ει δίφθογγον. διὰ τί; ἀντιπαράκειται αὐτῷ τὸ ἀοιδή

### α 1396

Ἀείδελον · ἐκ τοῦ εἴδω, τὸ βλέπω· ὥσπερ ἀπὸ τοῦ στίλβω στιλπν ός, οὕτως καὶ παρὰ τὸ εἴδω γέγονεν ἀϊδνός διὰ τοῦ ι · πολλὰ γάρ εἰσιν ὀνόματα

### α 1397

Ἀείδελος · παρὰ τὸ εἴδω εἴδελος καὶ ἀείδελος, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται. τὸ δὲ θ ἀΐδηλον Ἄρηα“ διὰ τοῦ ι γράφεται

### α 1398

Ἀείδω · εἴδω ἀείδω· ἐπιτατικὸν τὸ α · καὶ γὰρ ἀοιδὸς ὁ πολλὰ εἰδώς, πολύπειρος. καὶ δή φησιν Ὅμηρος μ ἀλλ’ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώσ“

### α 1399

Ἀεικέλιον · σκληρόν, ἀπρεπές· κατὰ στέρησιν τοῦ ἐοικέναι καὶ εἴκειν

### α 1400

Ἀεικέλιος · ει · παρὰ γὰρ τὸ εἴ κελος. γίνεται δὲ καὶ διὰ τοῦ ι Β ἴκελος Διῒ τερπικεραύνῳ“

### θ 277

θύελλα διαφέρει· ἄελλα μὲν γάρ ἐστιν ἄημα συνεστραμμένον θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα

### α 1401

Ἀήθης · ἀτριβής, ἄγριος

### α 1402

Ἄημα · σημαίνει τὸ πνεῦμα· γέγονε δὲ παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἀήσω, ὁ παρακείμενος ἄηκα, ὁ παθητικὸς ἄημαι καὶ ἐξ αὐτοῦ ἄημα

### α 1403

Ἀήρ · ἔστι στοιχεῖον, οὗ πᾶσαι κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν

### α 1404

Ἀήτης · ὃ σημαίνει τὸν ἄνεμον, ἐκ τοῦ ἄω, τὸ πνέω· ἄω ἀήτης

### α 1405

Ἀθανασία · ἐστὶν ἀΐδιος ζωὴ καὶ αἰώνιος

### α 1406

Ἀθέσφατον · οἷον ἀθεόφατον καὶ ἄπειρον, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς ἀθέσφατον

### α 1407

Ἀθήναζε · εἰς τὸ Ἀγορήνδε καὶ Χαμᾶζε

### α 1408

Ἄαθλος · ὁ ἄνευ ἄθλου ἤγουν βραβείου

### α 1409

Ἆθλον ἀρετῆς · ἀντὶ τοῦ γέρας ἀρετῆς, ἐπινίκιον· οὐδέτερον δέ. ἀρσενικῶς γὰρ ὁ ἆθλος τὸν ἀγῶνα σημαίνει

### α 1410

Ἀθηρηλοιγόν · τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσι καὶ διαλέγουσιν

### α 1411

Ἄθωος · ὁ ἀναίτιος· καὶ ἀθῷος, ὁ ἀζήμιος

### α 1412

Αἴγισθοσ. Αἴγιθος ὄνομα καὶ πλεονασμῷ τοῦ ς Αἴγισθος· ἱστοροῦσι γὰρ αὐτὸν αἰγείῳ γάλακτι χρήσασθαι τὸ πρῶτον

### α 1413

Αἰγίοχος · παρὰ τὸ αἰγίς καὶ τὸ ὄχος. τὸ αἰγίς παρὰ τὸ ἀΐσσω· παρὰ γὰρ τὸ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην εἴρηται καταιγίς· καὶ τὸ ὄχος παρὰ τὸ ἔχειν. ἱμάτιον δέ ἐστιν αἰγὶς πολεμικὸν ἐξ αἰγείων δερμάτων

### α 1414

Ἀΐδης · κατὰ στέρησιν τοῦ ἰδεῖν, ὁ ἀφανής· καὶ τοῦτο μὲν ὡς κύριον ἐβαρύνετο, τὸ δὲ ἐπίθετον ὠξύνθη τοῦ δὲ τάφον καὶ σῆμ’ ἀϊδὲσ ἐποίησεν Ἄναυροσ“ παρ’ Ἡσιόδῳ . καὶ εἰς τὸ Ἅιδης

### α 1415

Αἰάζω · τὸ στενάζω, βοῶ καὶ ἀναβοῶ· οὗ ὁ μέλλων αἰάξω

### α 1416

Αἰδώσ · ἡ αἰσχύνη· ἐπὶ τῆς καλῆς καὶ κακῆς· παρὰ γὰρ τὸ ἀεὶ τὸ δέον ἔχειν, ἡ δὲ κακὴ παρὰ τὸ ἀεὶ ἐνδεὴς εἶναι τοῦ ὀρθοῦ

### α 1417

αἰσχύνη διαφέρει· α ἰδεῖταί τις τὸν πατέρα σεβασμίως πρὸς αὐτὸν διακείμενος, αἰσχύνεται δέ τις ἐφ’ οἷς ἔ πραξε καὶ κατὰ συνήθειαν ἁμαρτάνει

### α 1418

Αἰειγενέτῃσιν Γ · αἱ τοιαῦται δοτικαὶ. ἡ εὐθεῖα ἀειγενέτης. τὸ νε ψιλόν. διὰ τί; τὰ διὰ τοῦ ετης ἀρσενικὰ βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ τοῦ ε ψιλοῦ γράφεται· μητιέτης, λογοθέτης, εὐνέτης· πλὴν τοῦ προσαίτης, εὐχαίτης, ὁ καλλίθριξ ἵππος

### α 1419

Αἰζῃοί Γ · νεανίαι· θαλεροὶ“ δὲ οἱ ἀκμαῖοι· παρὰ τὸ θάλλ ειν, ὅ ἐστιν αὔξειν τῇ ἡλικίᾳ· ἢ παρὰ τὸ ζέειν τῇ νεότητι

### α 1420

Αἰζῃός · ὁ νεανίας καὶ ἡβῶν ἀνήρ· παρὰ τὸ αἶμα ζέειν ἐν αὐτῷ

### α 1421

Αἰθάλη · παρὰ τὸ αἴθω, ὅ ἐστι καίω. αἰθάλη δέ ἐστι σπ οδὸς τοῦ πυρόσ

### α 1422

Αἰθάλη · παρὰ τὸ αἴθω, τὸ καίω

### α 1423

Αἰθαλόεν Β · τὸ ἐπίθετον καὶ ἐπὶ μελάθρου, χ αὐτὴ δ’ αἰθαλόεντος ὑπὲρ μεγάροιο μελάθρων“, καὶ ἐπὶ στοᾶς. παρὰ τὸ αἰθάλην ἔχειν ἀπὸ τοῦ καιομένου πυρός· οἱ γὰρ παλαιοὶ οὐκ ἐκέχρηντο ἐλαίῳ καὶ λύχνῳ, ἀλλὰ ξύλοις· καὶ Ὅμηρος τ νήησαν ξύλα πολλὰ φόως τ’ ἔμεν ἠδὲ θέρεσθαι“. διὸ σημειωτέον τὸ ἐν τῇ Ὀδυσσείᾳ τ χρύσεον λύχνον ἔχουσα“

### α 1424

Αἰθιοπία · παρὰ τὸ Αἰθίοψ· τοῦτο παρὰ τὸ αἴθω, τὸ καίω

### α 1425

Αἰθίοψ · ὁ μέλας· οἱονεὶ ὁ εἰς ὄψιν ὢν θείας δόξης, ἣν ὀπτάνεται ἐντὸσ τοῦ ἐν Ἐδὲμ παραδείσου. τὴν δὲ διαγωγὴν καὶ τὴν πολιτείαν τῶν Βραγμάνων κέκτηται, οἵτινές εἰσιν οἱ ἅγιοι μάκαρες· οὐδὲν ὑπάρχει αὐτοῖς πρὸς διαγωγήν ἀλλὰ οὐρανὸς σκέπη, στρωμνὴ ὕλη, τράπεζα ἡ γῆ, ἀκρόδρυα εἰς βρῶσιν αὐτοῖς, καὶ τρυφὴ εὐχαὶ καὶ ὕμνοι εἰς θεὸν γινόμενοι. ὁ αὐτὸς Αἰθίοψ περ ισσόχειλος, χαλαστόδοντος, εὐρωστόψυχος, τολμηρὸς ἐν ψύχει, δειλὸς ἐν καύματι, ἀνεπιθύμητος πόλ εων, ἐπιθυμητὸς δὲ μᾶλλον καθεύδειν ἐν τῇ ἰδίᾳ γαίᾳ καὶ ἀπολαύειν τῶν αὐτῆς παγκοσμίων ἀρωμ άτων

### α 1426

Αἰθίοψ · οὐχ, ὥς τινες, παρὰ τὸ ἔχειν τὴν ὄπα μελανήν, ὃ σημαίνει τὴν φωνὴν ἢ τὸν ὀφθαλμόν· ἀλλ’ ὁ ἔχων τὴν ὄψιν καυστικήν. καὶ γράφεται διὰ τοῦ ο μικροῦ. Ὁμήρου

### α 1427

Αἴθουσαι θ · αἱ ὑπὸ τοῦ ἡλίου καταυγαζόμεναι στοαί· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καίεσθαι καὶ φλέ γεσθαι

### α 1428

Αἴθριος. ἔξω, ὑπὸ τὸν αἰθέρα ἤτοι ἀέρα

### α 1429

Αἴθριπτος · ὁ ταχύς· παρὰ τὸ ἵπτασθαι ἐν τῷ αἰθέρι

### α 1430

Αἶθρος · τὸ κρύος τὸ ὀρθρινόν· εἴρηται δὲ παρὰ τὸν αἰθέρα

### α 1431

Αἴθυια · τὸ ζῶον καὶ ἡ ἴγδη

### α 1432

Αἴθυια · κορώνη ἐναλία

### α 1433

Αἴ κεν Β · ἐκ τοῦ εἴ κεν αἴ κεν. ὁ εἴ σύνδεσμος συναπτικὸς τρέπει τ ὸ ει εἰς α · οἱ γὰρ Δωριεῖς τὸ εἴθε αἴθε λέγουσιν

### α 1434

Αἴ κεν ·. καὶ Ὅμηρος Α · Αἴ κεν πίθησαι“, ἐάν περ πεισθῇσ

### α 1435

Αἰκήσας · κοσμήσας. αἰκίσας δὲ μαστίξας

### α 1436

Αἰκία · ἡ τρῶσις καὶ ὕβρις σώματος

### α 1437

Αἷμα · διὰ τὸ εἶναι ἅμα τῷ σώματι· ὅπου γὰρ σῶμα πάντως καὶ αἷμ α διὰ τὸ εἶναι μετὰ τῶν ἄλλων στοιχείων

### α 1438

Αἷμα · παρὰ τὸ αἴθ ω τὸ θερμαί νω

### α 1439

Αἷμα · παρὰ τὸ ἀναδίδοσθαι, αἷμα ἄϊμα. αἷμα παρὰ τὸ αἴθω· θερμὸν γάρ

### α 1440

Αἷμα · πόσα σημαίνει; τὸ γένος, τὸ σπέρμα καὶ τὸ ἀπὸ τῶν πληγῶν τοῦ σώματος ῥέον

### α 1441

Αἷμα · τὸ θερμότατον τῶν ἐν τῷ σώματι

### α 1442

Αἷμα · τὸ θερμότατον τῶν ἐν σώματι· διὸ καὶ ἀπὸ τοῦ ἄναμμα εἶναι κέκληται αἷμα, ἢ παρὰ τὸ αἴθω. καθὸ δὲ ὡς ἅμμα καὶ δεσμὸς πάντων δυναστεύων Ἐμπεδοκλῆς ὁ φιλόσοφός φησιν αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα“

### α 1443

Αἱμασιά · τὸ ἐκ τοῦ αἱμάσσεσθαι ἐν αὐτῇ τοὺς παριόντας

### α 1444

Αἱμνίον · τὸ αἱμοδόχον ἀγγεῖον. ζήτει εἰς τὸ Ἀμν ί ον

### α 1445

Αἱμωδεῖν. αἱμωδία γὰρ λέγεται ἡ τῶν ὀδόντων νάρκη

### ο 410

ὁ ἥρως υἱὸς Ἀγχίσου· παρὰ τὸν αἰνόν, τὸν δεινόν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1446

Αἰνεῖτε · παρὰ τὸ αἰνῶ, τοῦτο παρὰ τὸ αἶνος, τοῦτο παρὰ τὸ ἰαίνω. τὰ διὰ τοῦ αινω διὰ τῆς αι διφθόγγου γράφεται πλὴν τοῦ στένω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1447

Αἴνεσις · ἀπὸ τοῦ αἰ νῶ αἰνέσω, τοῦτο παρὰ τὸ αἶνος, τοῦτο παρὰ τὸ ἰ αίνω, ὁ μέλλων ἰανῶ, ἐξ αὐτοῦ ἴανος καὶ ἐν ὑπερβιβασμῷ καὶ κράσει αἶνοσ. σημαίνει δὲ δύο· ποτὲ μὲν τὸν ἔπαινον, ὡς τὸ Ψ Ἀντίλοχ’, οὐ μέν τοι αἶνος μέλεος εἰρήσεται αἶνοσ“, ποτὲ δὲ γνώμην παραμυθικὴν καὶ παραβεβλημένον λόγον πρός τι ὑποκείμενον, ξ αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξασ“

### π 688

πρῆστις · ζῶα θαλάττια

### α 1448

Αἰνός · ὁ φοβερός, ἢ πονηρός, ἢ κακός· ἀφ’ οὗ τὸ Η αἰνόθεν καὶ αἰνῶσ“ καὶ δ αἰνότατοσ“. παρὰ τὸ δεινός τροπῇ τοῦ ε εἰς α καὶ ἀποβολῇ τοῦ δ · ἢ παρὰ τὸ δαΐς, τὸ σημαῖνον τὴν μάχην, γέγονε δαϊνός καὶ ἀφαιρέσει τοῦ δ αἰνός, ὁ μάχιμος

### α 1449

Αἶνος · ἔστιν ὁ ἐκ τῶν δημιουργημάτων ἤτοι κατορθωμάτων μνημο νευόμενος εὐ κτικὸς λόγος ἤτοι παρακλητικός. ἔστι καὶ πόλις· ἐξ οὗ καὶ Αἴνιοι

### π 689

παροιμία διαφέρει· ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀνάπλασιν μυθικὴν ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος· οἷον, ἀπ ὸ μὲν ἀλόγων ζώων, ὡς παρὰ Ἀρχιλόχῳ αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρ’ ἀλώπηξ κἀετὸς ξυνωνίαν ἔθεντο“, καὶ ἄλλως τῷ δ’ ἆρ’ ἀλώ πηξ κερ δαλέη συνήντετο πυκνὸν ἔχουσα νόον“, καὶ Ἡσίοδος νῦν δ’ αἶνον βασιλεῦς’ ἐρέω ν ο έουσι καὶ αὐτοῖς· Ὧδ’ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον“· ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ ἄκουε δὴ τὸν αἶνον· ἔν κ ο τ ε Τμώλῳ δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ λέγουσι θέσθαι“ καὶ τὰ ἑξῆς. καὶ ἔστιν ὁ αἶνος ἐξηπλωμένη παροιμία καὶ μετὰ διηγήσεως ἀ παρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· π αροιμία δὲ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου καὶ τὴν ἔξωθεν ἐνδεχομένη μετάβασιν, οἷον μένε βοῦς ποτε βοτάνην“ καὶ κισσὸς μετ’ ἀνθεστήρια“

### α 1450

Αἶνος · ὁ ἔπαινος ὁ εἰς προτροπὴν περιπέτειαν ἔχων παραινετικήν· καὶ Ἀρχίλοχος δὲ λέγει αἶνός τις ἀνθρώπων ὅδε ὡς ἆρ’ ἀλώπηξ καἰετὸς ᾧ ξυνωνίαν ἔμιξαν“. Αἰνέας δὲ παρὰ τὸ αἶνοσ

### α 1451

Αἶνος · ὁ ἔπαινος· παρὰ τὸ ἰαί νω ἐστὶν ἴαινος καὶ αἶν ος· παρὰ τὸ χαίρειν τοῖς ἐγκωμίοις τὴν ψυχήν. δύναται δὲ καὶ ἐπὶ τοῦ μυθώ δους καὶ παροιμιακοῦ λόγου · ἰαινόμεθα γὰρ τῇ διηγήσει τῶν τοιούτων λόγων

### ο 411

ὁ ἔπαινος· παρὰ τὸ ἰ αίνω ἀποβολῇ τοῦ ι ἴαινος γάρ ἐστι καὶ αἶνος· παρὰ τὸ διαχεῖσθαι καὶ χαίρειν τὴν ψυχὴν τούτῳ. δύναται δὲ καὶ ἐπὶ τοῦ μυθώδουσ καὶ παροιμιακοῦ λόγου· ἰαινόμεθα γὰρ τῇ διηγήσει τῶν τοιούτων λόγων

### α 1452

Αἶνος · ὁ ἔπαινος προ περισπωμένως· καὶ ῥῆμα αἰνῶ· παρὰ τὸ ἰαίνω, τὸ δια χέω, ἴαινοσ καὶ αἶνος κατὰ ἀφα ίρεσιν τοῦ ι

### α 1453

Αἶνος · ὁ μῦθος· παρὰ τὸ ἰαίνω, τὸ τέρπω καὶ διαχέω, ἰαίνετο δὲ φρένας εἴσω“, ἴαινος καὶ ἀφαι ρέσει τοῦ ι αἶνος, ὁ τὴν διάνοιαν τέρπων· ἢ ἀπὸ τοῦ αἰνῶ καὶ συναινῶ

### α 1454

αι · τὸ ἀφαιρῶ ἢ λαμβάνω, Ὅμηρος Φ ἐξαίνυτο καμπύλα τόξα“ καὶ ι αἰνύμενοσ“ καὶ Λ ἀπαινύμενοσ“· παρὰ τὸ αἱρῶ αἰρνῶ, ὡς πε ρῶ περνῶ, ἀφ’ οὗ Χ περνὰς νήσων ἔπι τηλεδαπάων“· παράγωγον αἴρνυμι καὶ αἴρνυμαι καὶ ἀποβολῇ τοῦ ρ αἴνυμαι

### α 1455

Αἴξ · οὗτινος ἡ γενικὴ αἰγός, εἴρηται παρὰ τὸ ἀΐσσειν

### α 1456

Αἰξωνεύεσθαι. δῆμος δὲ ἡ Αἰξωνὴ τῆς Κεκροπίδος φυλῆς

### α 1457

Αἰολίς · Αἰολίδος· οἱ Λέσβιοι

### α 1458

Αἰόλος · ὁ ποικίλος· ἐπίθε τον. Αἴο λος ὄνομα κύριον. παρὰ τὸ ἀΐειν, ὃ δηλοῖ τὴν ἀνυπό στατον κίνησι ν, ἔνθεν ἄειν. ἀΐειν, τὸ ὁρμᾶν καὶ ἀΐσσειν

### α 1459

Αἰπὰ ῥέεθρα Θ · παρὰ τὸ αἰπύ αἰπέα καὶ συγκοπῇ αἰπά, ὅθεν τὸ α βραχύ. αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα ἀπὸ μεταφορᾶς τῶν ἀκρωτηρίων· αἶπος γὰρ τὸ ἀκρω τήριον

### α 1460

α · ει · καὶ πάντα τὰ παρ εσχηματισ μένα παρὰ τὰ εἰς υς ταχεῖα βρα δεῖα ἡδεῖα, διὰ τῆς γενικῆς αἰπέος βρα δέος ταχέος. διδ άσκουσι δὲ καὶ αἱ διάλεκτοι · ταχῆας γὰρ λέγουσι καὶ βαρῆας διὰ τοῦ η

### α 1461

Αἰπεινός · ει · ἴσως γὰρ παρὰ τ ὴν αἰπεῖ δο τικήν. οὕτως ἔχει καὶ τὸ ὀρεινός καὶ φαεινός, καὶ Αἰολικῶς ὄρεννος καὶ φάεννος, ἄλλως τε τὰ εἰς νος παρώνυμ α γενόμενα ὀξύτονα, εἰ μὴ ἐπὶ καιροῦ παρ άκειται, διὰ διφθόγγου γράφεται, οἷον βορεινός ἐλεεινός ἐρατεινός. τὸ μέντοι ἀληθινός καὶ τὸ φυ ζα κινός τό τε ῥαδινός καὶ τὸ πεδινόσ τέλος δὲ τὸ ἐρινός καὶ χαλινός καὶ λαρινός διὰ τοῦ ι γράφεται ἐκτεταμένου

### α 1462

Αἰπεινός · ὑψηλός· παρὰ γὰρ τὸ αἶπος, ὅπερ ἐπὶ μὲν τῆς σημασίας τοῦ ὕψους διὰ τῆς αι διφθόγγου γράφεται, ἐπὶ δὲ τοῦ λόγου διὰ τοῦ ε ψιλοῦ

### α 1463

Αἰπόλοσ. οἷον αἰποπόλος· ἢ ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος συμπαραλαμβανομένων ἔξωθεν καὶ τῶν προβάτων

### α 1464

Αἶρα · ἡ σφῦρα· Κ αλλίμαχος α ἰράων ἔρ γα διδασκόμεθα“. παρὰ τὸ ῥαίω, τὸ φθείρω, κατὰ Δ ωριέας φθαίρ ω καὶ φθαῖρα καὶ αἶρα ἀ ποβολῇ τοῦ φθ · καὶ προσθέσει τοῦ ς σαίρω · καὶ αἱρῶ τὸ νικῶ, ἐξ οὗ καὶ τὸ οὐχ αἱρήσεισ“, τὸ οὐ νικήσεισ

### α 1465

Αἱρετός · ἀρεστός, ἐπίλεκτος. καὶ αἱρετικὸς ὁ αἱρεσιώτης

### α 1466

Αἱρετός · ὁ δι’ ἀπορίαν, αἵρετος δὲ ὁ δι’ ἑαυτὸν ἐπίλεκτος

### α 1467

Αἱ Ῥῖπαι · ὄρη Σκυθίας

### α 1468

Αἰρόπινον · τ ὸ ἀραιὸν κόσκινον· παρὰ τὸ τὰς αἴρας ποι εῖν ἀπεῖναι καὶ χωρίζειν. αἶρα δὲ σπέρμα σι τῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γενόμενον

### α 1469

Αἰρόπινον · τὸ κόσκινον· παρὰ τὸ αἴρειν τὸν πίνον, ὅ ἐστι τὸν ῥύπον

### α 1470

Αἱρῶ · τὸ καταβάλλω καὶ πορθῶ

### α 1471

Αἶσα · ἡ ἀεὶ ἴση

### α 1472

Αἶσχος · παρὰ τὸ α στερητικὸν καὶ τὸ ἴσχειν, ὃ σημαίνει τὸ παῦσαι καὶ κωλῦσαι, οἱονεὶ ὅπερ οὐκ ἔστι ῥαδίως ἴσχειν καὶ παύειν

### α 1473

Αἰχμάζειν · τὸ κινεῖν· αἰχμητὴς γὰρ ὁ πολεμικός. εἴρηται δὲ αἰχμή, τὸ δόρυ, παρὰ τὸ αἷμα χέειν

### α 1474

Αἰχμαλωσία · ἐκ τοῦ α ἰ χμά λωτος· τοῦτο παρὰ τὸ αἰχμή· τοῦτο παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ

### α 1475

Αἰχμάλωτος · ὁ τῇ αἰχμῇ ἁλωτός, ὅ ἐστι δορί· ἔνθεν αἰχμάλωτον λέγομεν, καὶ δοριάλωτον κα λοῦμεν τὸν ἐν πολέμῳ ληφθέντα διὰ δόρατος, ἤγουν αἰχμῆς ἀμφήκους καὶ σπάθης καὶ τὰ λοιπά

### α 1476

Αἰχμάλωτος · παρὰ τὴν αἰχμήν, ὅ ἐστι τὸ ξίφος, καὶ τὸ ἁλῶναι. αἰχμή, τὸ δόρυ, παρὰ τὸ ἀΐσσω αἰχμή ἐν συνθέσει, ὡς δράσσω δράξω δραχμή, τὸ λεπτὸν νόμισμα

### α 1477

Αἶψα · ἐπίρρημα· σημαίνει τὸ ταχέως. παρὰ τὸ ἅψασθαι· δοκεῖ γὰρ τ ὰ ταχέως γινόμενα ἀλλή λων ἅπτεσθαι διὰ τὴν συνέ χειαν

### α 1478

Αἶψα · ταχέως· εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ὅ ἐστι βλάψαι· Α μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν“. διὰ δὲ τοῦ βλάψαι καὶ ἐμποδίζειν ἀνάγκη· τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται καὶ εὐκίνητόν ἐστιν

### α 1479

Αἰών · ἡ ζωή· αἰών παρὰ τὸ ἀεὶ ὤν, καὶ συστολῇ τοῦ ε καὶ κράσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον γίνεται αἰών, ὁ ἀεὶ ὤν

### α 1480

Αἰών · ἡ ζωή· θηλυκῶς Ὅμηρος Χ αὐτὸς δὲ φίλης αἰῶνος ἀμέρδεισ“. παρὰ τὸ ἄειν, ὅ ἐστιν πνέειν· ἔμπνουν δὲ τὸν ζῶντά φαμεν. ἢ παρὰ τὸ ἀεὶ ὂν τῆς ζωῆς· οἱ γὰρ ζῶντες ἐν χρόνοις καὶ ἔτεσι διαμένουσιν

### α 1481

Αἰών · ὁ ἀεὶ ὤν· καὶ συστέλλεται τὸ ε

### α 1482

Αἰών · παρὰ τὸ ἀεὶ εἶναι· αἰὼν γὰρ ὁ ἀεὶ ὤν. κλίνεται δὲ αἰῶνος. ὁ κανών · τ ὰ εἰς ων περιεκτικά

### α 1483

Αἰών · σημαίνει ε· αἰὼν λέγεται ἡ τοῦ ἑκάστου ἀνθρώπου ζωή, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμός· αἰὼν λέγεται καὶ ὁ μέλλων ὁ ἀΐδιος καὶ ἀτελεύτητος, καὶ οἱ ζ αἰῶνες, καὶ ὁ νωτιαῖος μυελὸς ὡς τὸ ἄνθρωπος νοσήσας τὸν αἰῶνα ἑβδομαῖος ἀπέθανεν“

### α 1484

Ἀϊόνες · οἱ αἰγιαλοί

### α 1485

Ἀκαδημείας · οἱ μὲν παλαιοὶ ἀπὸ Ἀκαδήμου τινὸς τοῦ δομησαμένου τὴν Ἀκαδημίαν ὡς μετουσιαστικὸν διὰ τῆς ει διφθόγγου· οἱ δὲ νυνὶ διὰ τοῦ ι ὡς κύριον ὄνομα

### ρ 111

ρείτης · ὁ πράως ῥέων ποταμός· ἀ κ α λὸ ν γὰρ τὸ ἥσυχον ἢ ὡς ἀκαλ ὰ προρέων“. ἢ παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν

### ρ 112

ρείτης · σημαίνει τὸν ἀκαλά, ἤγουν ἡσύχως, ῥέοντα ποταμόν

### α 1486

Ἀκαλήφη · ἔστι καὶ θαλάττιον φυτὸν καὶ βοτάνη δῆξιν καὶ κνησμὸν ἐν τῷ ἅπτεσθαι ἐμποιοῦσα· κατὰ ἀντίφρασιν ἡ μὴ ἔχουσα ἀ καλὴν τὴν ἁφήν, ἧς οὐκ ἔστιν ἀκαλῶς, ὅ ἐστιν ἡσύχως, ἅπτεσθαι

### α 1487

Ἀκαλός · Η ἐξ ἀκαλαρ ρείταο“, τοῦ πραέως καὶ ἠρέμα ῥέοντος. εἴρηται δὲ παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν· Γ ἀκὴν ἐγένοντο σιωπῇ“. καὶ ἄλλο παράγωγον· ἐκ τοῦ ἄκος καὶ τοῦ αλ πάλιν πλεονάσαντος ἐγένετο ἀκαλός. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ

### α 1488

Ἀκάμανος · ἡ κάμηλος· παρὰ τὸ μὴ κάμνειν, ὅ ἐστι κοπιᾶν. ἢ ἀκά ματοσ · πολύμοχθον γὰρ τὸ ζῶον

### α 1489

Ἀκάματον · ἀκαταπόνητον, ἀήττητον, ἀσώματον

### κ 936

καρῆ · ἐκ τοῦ κάρα κα ρ ῆ καὶ ἀκαρῆ

### α 1490

Ἀκαρής · ὁ ἐλάχι στος κα ιρός· καὶ κυρίως ἐτίθεσαν καὶ ἁπλῶσ ἐπὶ τοῦ οἱουδήποτε ἐλαχίστου· Μένανδρος ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτ ίωσ“, καὶ Ἀριστοφάνης γυμνὸς θύραζ’ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνῳ“. παρὰ τὸν καιρὸν καὶ τὴν στέρησιν, ἀκαιρές τι ὄν· κατ’ ἔλλειψιν ἀκαρές, τὸ μὴ καιρὸν ἔχον, ἀλλ’ ἐλάχιστον. ἢ παρὰ τὸ κάρα, τὸ ἀκέφαλον, μηδὲ ἀρχὴν ἔχον

### α 1491

Ἀκαριαῖον · ὀλίγον, βραχύ, λεπτόν

### α 1492

Ἀκαριαῖον · τὸ βραχύ, τὸ ὀλίγον· ἐκ μεταφορᾶς τῶν μὴ δυναμένων καρῆναι τριχῶν

### α 1493

Ἀκέραιοσ ·. κεραιός καὶ μετὰ τοῦ α στερητικοῦ ἀκέραιος, ὁ ἀόργη τος καὶ ἀβλαβήσ

### α 1494

Ἀκέραιος · παρὰ τὸ κέρω, οὗ παράγωγον κεράω· ὁ μὴ κεκραμένος κακοῖς, ἀλλὰ ἁπλοῦς καὶ ἀφελής

### υ 134

υνον · τὸ παυστικὸν τῶν ὀδυνῶν

### α 1495

α · Μακεδο νικόν φασι τὸ ὄνομα. σημαίνει δὲ τὴ ν ῥᾳθυμίαν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1496

Ἀκηδία · παρὰ τὸ κήδω, τὸ φροντίζ ω, ἀ κηδία, ἡ μη δενὸς ἡμᾶς ποι οῦσα φροντίζ ειν. ἢ παρὰ τὸ ἀηδής ἀη δία καὶ ἀκηδία, ἡ ἀηδ ῶσ διακεῖσ θαι καταναγκάζουσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1497

Ἀκηδιῶ · παρὰ τὸ ἡδύς ἡδιῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκηδιῶ πλεονασμῷ τοῦ κ. Ὠρίωνος

### α 1498

Ἀκὴν ἐγένοντο σιωπῇ Γ · ἐν τῷ ἀκμαιοτάτῳ τῆς σιωπῆς ἐγένοντο· ἀκὴ γὰρ ἡ ἀκμή. ἢ ἀντὶ τοῦ ἀχήν, παρὰ τὸ μὴ χαίνειν, μεταθέσει τοῦ χ εἰς κ. Φωτίου

### α 1499

Ἀκήρατος · παρὰ τὸ γῆρας γήρατος καὶ τροπῇ τοῦ γ εἰς κ κήρατος καὶ μετὰ τοῦ στερητικοῦ α ἀκήρατος, οἱονεὶ ὁ ἀθάνατος

### α 1500

Ἀκήρυκτον · ἄγ νωστον, ἀφανέσ καὶ τὸ μέγα καὶ ἀδιάλ λακ τον

### α 1501

Ἀκιδνόσ. ἀφ’ οὗ καὶ συγκριτικὸν ἀκιδνότερος, ἤγουν ὁ ἀσθενέστερος ἢ προπετέστερος ἢ ἀ φρονέ στερος

### κ 937

κικυς · δὲ νεκρός· ἐκ τοῦ κίω κῖκυσ καὶ μετὰ τοῦ στερητικοῦ α ἄκικυς, ὁ μὴ πορευόμενος. καὶ εἰς τὸ Κῖκυς

### α 1502

Ἀκίς · ἡ ὀξ ύτης τοῦ στ άχυος τοῦ σίτου

### α 1503

Ἀκίς · τὸ τοῦ βέλους σιδήριον· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, καὶ κατ’ ἐπένθεσιν τοῦ μ λέγεται ἀκμή· παρὰ τὸ ἀκὴ οὖν ὑποκοριστικὸν ἀκίς, ὡς σκάφη σκαφίς, ἄμη ἀμίς

### α 1504

Ἀκίχητος · ὁ ἀκατάλ ηπτος. καὶ εἰς τὸ Κιχῶ

### α 1505

Ἀκμή · ἡ ἀκροτάτη ὀξύτης τοῦ σιδήρου κυρίως· παρὰ τὸ ἥκω ὄνομα ἠκή, ὃ σημαίνει τὴν ὀξύτητα, ἡ διὰ παντὸς ἰ οῦσα · Ἀρχίλοχος ἵστη κατ’ ἠκὴν κύματός τε κἀνέμου“· παρ’ αὐτὸ ἀκή ἐν συστολῇ ἀφ’ οὗ ἐπίρρημα Γ ἀκὴν ἐγένοντο σιωπῇ“. ἀκή οὖν καὶ ἀκμή πλεονασμῷ τοῦ μ

### α 1506

Ἀκμή · ἡ νεότης· ἐξ οὗ καὶ ἀκμαῖος, ὁ σφριγῶν νεανίας

### α 1507

Ἀκμή · παρὰ τὸ κμῶ, ὅ ἐστι τὸ α ἐκ τοῦ κάμω σ υγκοπέν, καὶ μ ετὰ τῆς α στ ερήσεως ἀκμή, ἡ μὴ κάμνουσα ταχέως ἢ π όνουσ δ υ ναμέν η ὑποστῆναι

### α 1508

Ἀκμοθέτῳ θ · τῷ ὀρύγματι, ἐν ᾧ ὁ ἄκμων ἐντίθεται

### α 1509

Ἄκμων · ἐφ’ οὗ τὸν σ ίδηρον παρελαύνουσιν οἱ χ αλκεῖς· ἀκά μων τις ὤν, ὁ μὴ κοπ ιῶν ὁ ἀκαμ άτως φέρων τὰς πληγάσ · ἐξ οὗ καὶ ἄκ μων, ὁ μὴ κάμνων καὶ μὴ τύπτων ἀλλὰ τυ πτόμενος μᾶ λλον

### α 1510

Ἄκνηστις · ἡ ῥάχισ · παρὰ τὸ μὴ εὐχερῶς τὴν ῥάχ ιν κνήθεσθαι

### α 1511

Ἄκνηστις · ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαι τινὰ κνήσασθαι αὐτὴν τῇ οἰκείᾳ χειρί

### α 1512

Ἀκοίτης · ἀνήρ· μίξεως ἐπιθυμητικός. ἄκοιτις δὲ γαμετή· σύγκοιτος

### α 1513

ἄλοχος · ἡ ἑτέρου εἰς κοίτην καὶ λέχος μὴ ἐλθοῦσα. Ὠρίωνος

### α 1514

Ἀκόλαστος · κυρίως ὁ ἀπαίδευτος, διὰ τὸ μὴ ἀγωγῆς καὶ κολάσεως τετυχηκέναι τῆς ἐπ ιτηδείας. οὕτω Φ ιλόξενοσ ἐν τῷ Περὶ ἑλληνισμοῦ. τινὲς δὲ οὕτω φασὶ τὸν κατωφερῆ πρὸς συνου σίαν · διὰ τὸ μὴ κολάζει ν τὴν ἐπιθυμίαν ἀκόλαστος ἀκούει τις

### α 1515

Ἄκολος · ὁ ψωμός· ρ αἰτίζων ἀκόλουσ“. εἴρηται δὲ ὁ μηκέτι δυνάμενος κολούεσθαι

### α 1516

Ἀκολουθῶ ἕπω καὶ ἐπίσπω· τὸ ἀκολουθῶ. εἷπον παρατατικός. ὀπηδαῖος ὁ ἀκόλουθος· καὶ ἐπισ πόμενος καὶ ἑπόμενος καὶ ξυνοπαδός καὶ ὀπαδός

### α 1517

Ἀκόνη ·. τὸ κο μικρόν. διὰ τί; τὰ διὰ τοῦ ονη θηλυκὰ βαρύτονα

### α 1518

Ἀκόνιτον · βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς Ἀκοναίοις ὄρεσι τῆς Μαριανδυνίας φύεται. ἢ ὅτι ἀκαταπάλαιστον καὶ ἀήττητόν ἐστιν· ἀπὸ με ταφορᾶς τῶν ἀθλητῶν, ὧν οἱ νικηταὶ ἀήττητοι ὄντες οὐ κονιορτοῦνται· κονιοῦσθαι γὰρ τὸ πα λ αίειν· Θεό κρ ιτος κισσὸς ἑλι χρύσῳ κεκονιμένοσ“. τὸ μὴ νικώμενον οὖν ὑπὸ τῶν πι νόντων. καὶ Εὐφο ρίων θηλυκῶς λέγει τὴν βοτάνην. ἣν οὐδεὶς δύναται κονίσαι, τουτέστι νικῆσαι· κονιορ τοῦνται γὰρ οἱ νικώμενοι τῶν παλαιστῶν

### α 1519

Ἀκόνιτον · εἶδος βοτάνης

### α 1520

Ἀκονῶ · ἐκ τοῦ ἀκόνη

### α 1521

Ἄκος · θερα πεία · κυρίως δὲ τὸ σιδήρῳ θεραπεύειν εἰ ς ἀ κὴν ἀπ ωξυμμένῳ· ἔνθεν καὶ τὸν ἰατρὸν Φρ ύγες ἀκεσ τὴν λέγουσι. τὴν δὲ διὰ τῶν ὀξειῶν ῥ αφίδων ἰωμένην τὰ ς τῶν ἱματίων λακίδασ ἀκέσ τριαν Ἀ θηναῖοι καλοῦσιν. οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ἰλιάδοσ . Ὁμήρου

### α 1522

Ἀκοστήσας Ζ · ἄκος τῆς στάσεως λαβών, τουτέστιν ἴαμα, καὶ κριθιάσας. κυρίως δὲ πᾶσαι αἱ τροφαὶ τῶν ζώων ἀκοσταὶ κ αλοῦνται, παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ, καιρῷ παραλαβών. βελτίον δέ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. φάτνη δὲ ὁ τ όπος ἐν ᾧ ἐσθίει τὰ κτή νη ἢ τὰ τετράπωδα, ὥσπερ ἡ τράπεζα. καὶ εἰς τὸ Φάτνη

### α 1523

Ἀκοστήσας Ζ · ἐπὶ τῇ στάσει δυσχεράνας. ἀκοσταί, αἱ κριθαί

### α 1524

Ἀκοστήσας Ζ · ἤτοι παρὰ τὰς ἀκοστάς, αἵ εἰσι κατὰ γλῶσσαν κριθαί. ἢ ἀκοστήσας, ἐπὶ τῇ στάσει δυσχεράνας· ἐπιφέρει γὰρ Ζ δεσμὸν ἀπορρήξασ“. ὅτι δὲ ἀκοσταὶ αἱ κριθαί, μαρτυρεῖ Νίκανδρος λέγων πολλάκις δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖσ“

### α 1525

Ἀκοστήσας Ζ · π αρὰ τὰς ἀκοστάς, τὰς κριθάς, ἵν’ ᾖ κριθιάσας ἢ ὑψαυχενίσας καὶ ἀ τιμαγέλης γεγονώσ. ἢ ἀπὸ τοῦ ἀγός ἀγοστήσας, ὁ ἀγὸς θέλων εἶναι. ἢ ἀχθοστήσας καὶ ἄρσει τοῦ θ ἀχοστ ήσας καὶ ἀκοστήσασ

### α 1526

Ἀκράγας · Ἀκράγαντος. Ἀκραγαντῖνος

### α 1527

Ἀκραιφνής · ἀκεραιοφανής

### α 1528

Ἀκραιφνής · ὁ καθαρός καὶ περιφανής· ἀκεραιοφανής καὶ ἀκραιφνής. ἀλλ’ οὐδέποτε γίνεται δύο συλλαβῶν συγκοπή. ἢ παρὰ τὸ ἀκροφαν ὴς καὶ ἀκρ αιφνής, τοῦ ο εἰς αι τραπέντος, ὡς μεσοπόλιος μεσαιπόλιος

### α 1529

ατος · κερῶ ἐστι ῥῆμα καὶ κατὰ συγκοπὴν κρῶ, οὗ μέλλων κράσω καὶ ὄνομα ῥηματικὸν κρατός καὶ μετὰ τοῦ α στερητικοῦ ἄκρατος. ἀπὸ δὲ τοῦ αὐτοῦ κρατήρ, ἀφ’ οὗ κιρνᾶται ὁ οἶνος

### α 1530

Ἀκρέμων · ἀκρέμονος· καὶ ἀκρέμονες κυρίωσ μὲν οἱ βλαστοὶ καὶ οἱ κλάδοι τῶν δένδρων οἱ κάλλιστοι· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων οἱ ἐξοχώτατοι. παρὰ τὸ ἄκρον, ὃ σημαίνει τὸ πέρας τοῦ σώματος, ἢ κεφαλήν

### α 1531

Ἀκρέμων · ὁ κλάδος· εἴρηται δὲ καὶ κρέμων δισυλλάβως. παρὰ τὸ ἄκρον καὶ παρὰ τὸ κρεμῶ ἑκάτερος

### α 1532

Ἀκρήβης · ὁ νέος

### π 690

παρὰ τὸ κάρα ὑπερβι βασμῷ τοῦ α ἄκρα ἀκρίς· μείζων γὰρ ἡ κεφαλὴ τούτου τοῦ λοιποῦ μέρους τοῦ σώματοσ

### α 1533

Ἀκρίς · σημαίνει δὲ τὴν ἀκ ρίδα · παρὰ τὸ τὰς ἄκ ρας τῶν ἀσταχύων ἐσθίειν

### α 1534

Ἄκριτον ·. παρὰ τὸ μὴ διαχωρίζεσθαι. ἐξ οὗ καὶ Β ὄρος ἀκριτόφυλλον“

### α 1535

Ἀκροβυσσία · ἡ ἀπεριτμησία. ἀκροβυστία δὲ ἡ περιτομή

### α 1536

α · ἡ ἀ περιτμη σία. ἀκροβυστία δὲ ἡ περιτομὴ κατά τινας. ἐκ τοῦ ἄκρον καὶ τοῦ βύω ἀκρόβυστον, τὸ μὴ κεκομμένον ἀλλ’ ὑγιὲς καὶ σῶον καὶ ἀκέραιον εἶναι τὸ τοῦ ἀνδρὸς κρυπτόν, οἱονεὶ ἀκρόκρυπτον

### ρ 113

ροθίνια · κυρίως ἀπαρχὴ θινῶν, τουτέστι σωρῶν γενν ημάτων· καταχρηστικῶς δὲ καὶ πᾶσα ἀπαρχή

### α 1537

Ἀκροθίνια · τὰς τῶν ἐνιαυσιαίων καρπ ῶν ἀπαρχάς. κυρίως δὲ ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας· παρὰ τὸ ἀπὸ τοῦ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν π ολέμων, ἀπὸ τοῦ σί νεσθαι ἐν τῷ πολέμῳ πολλά, τουτέστι βλάπτεσθαι

### α 1538

Ἀκροθίνιον · ἡ ἀπαρχὴ τῶν καρ πῶν, ἤγουν τὰ ἐκλεκτά· ἄκρον γὰρ ἡ ἀρχή. ἀκροθίνια ἀπαρχαὶ προ βάτων

### α 1539

Ἄκρον · ὄνομα ῥηματικὸν ἀπὸ τοῦ ἥκειν· ἐπί τι ἐξέχον ἐληλυθός

### α 1540

Ἄκρον ·. καὶ Ὅμηρος α ὀϊὸς ἀώ τῳ “, τουτέστι τῷ ἄνθει καὶ τῷ καλλίστῳ τοῦ προβάτου· λέγει δὲ τῷ ἐξ ἀπαλῶν ἐρίων γεγονότι περιβολαίῳ. καὶ ἀλλαχοῦ

### α 1541

Ἀκροπήνιον · ἐκ τοῦ ἄκρον καὶ τοῦ πήνιον, ὃ σημαίνει τὸν ἄτρακτον, γίνεται ἀκροπήνιον· τὸ στρεφόμενον οὖν ἀκροπήνιον καλεῖται

### α 1542

Ἀκρότομος · ὑψ ηλὴ πέτρα καὶ σκληρά

### ρ 114

ρώρεια · τὸ ὑψηλὸν ἄκρον τοῦ ὄρουσ

### α 1543

Ἀκρωτήριον · ἐκ τοῦ ἄκρον καὶ τοῦ ὦς ὠτός

### α 1544

Ἀκταίνειν · τὸ μετεωρίζεσθαι καὶ ἐπαίρεσθαι· παρὰ τὸ ἦκται ἀκτός καὶ ῥῆμα ἐξ αὐτοῦ ἀκτῶ, ἀφ’ οὗ καὶ ἀκταίνω καὶ ἡ μετοχὴ ἀκταίνων· καὶ ἀκταῖνον μένοσ“, τὸ ἀνάγον καὶ δυνάμενον ἀνορθοῦν

### α 1545

Ἀκτέριστος · ἀσκύλευτος, ἄκτη τος, ἢ ἄταφος· ἐξ οὗ καὶ κτερίσαι, τὸ θά ψαι καὶ ἐν ταφιάσαι

### α 1546

Ἀκτή · ἡ Ἀττική· ἀπὸ τοῦ τὰ πλείονα μέρη αὐτῆς εἰς θάλασσαν ἐκνενευκέναι. Ὠρίωνος

### α 1547

Ἀκτή · παρὰ τὸ κατάγνυσθαι τὰ κύματα, ἤγουν κεκλᾶσθαι

### α 1548

Ἀκτίσ · δεῖ γινώσκειν, ὅτι τὸ ἀκτίς ἐτυμολογεῖτ αι διαφόρως· ἢ γὰρ παρὰ τὸ ἄγω γίνεται ἀκτίς, ἡ πανταχοῦ ἀγομένη, ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πανταχοῦ φέρεται· ἢ παρὰ τὸ ἐκτείνω ἐκτίς καὶ ἀκτίς, παν ταχοῦ γὰρ ἐφήπλωται· ἢ παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἡ γὰρ τοῦ ἡλίου λαμπηδὼν ὁρμητική ἐστιν· ἢ παρὰ τὸ ἄγω ἄξω ἀκτόσ καὶ ἀκτίς, ὡς παρὰ τὸ ν ῥήξω ῥηγμός καὶ ῥηγμίν, ὁ αἰγιαλός, παρὰ τὸ ἐκεῖ ῥήγνυσθαι τὰ κύματα. τὸ δὲ θίς καὶ ῥίς ὁ Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου ἀξιοῖ γράφεσθαι καὶ ἀκολουθῶν τῇ ἐτυμολογίᾳ ἔλεγεν, ὅτι τὸ θείς παρὰ τὸ θείνεσθαί ἐστι, καὶ γὰρ ἐν τῷ αἰγιαλῷ θείνονται καὶ τύπτονται τὰ κύματα· ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν τῷ αἰγιαλῷ τρέχει τὰ κύματα. τὸ δὲ ῥείς παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆς ῥινός ῥέουσι καὶ κατέρχονται τὰ περιττώματα τῆς κεφαλῆς. ἀκολουθῶν οὖν ταύτῃ τῇ ἐτυμολογίᾳ εἴρηκεν αὐτὰ διὰ τῆς ει διφθόγγου. ἡ δὲ παράδοσις οἶδεν αὐτὰ διὰ τοῦ ι

### ι 321

ίς · διὰ τοῦ ι · καὶ ὅσα διφορεῖται περὶ τὴν κατάληξιν, οἷον γλωχίς δελφίς θίς ῥίς. τε ῥινός ἡ γενική. τὰ εἰς ν λήγοντα πάντα ἀρσενικὰ τε καὶ θηλυκὰ ἑνὶ φωνήεντι χρῆται, οἷον Ἕλλην τέρην αὐχήν λιμήν Ἀλκμάν Τιτάν Πυθών Σιδών ἀμπελών. τὸ θίν, κἂν παρὰ τὸ θέω ἐστί, διὰ τοῦ ι γράφεται· κἂν παρὰ τὸ ῥέειν, ἡ ῥίν

### α 1549

Ἀκύμων · ἀκύμονος· ὁ ἄνευ κύματος καὶ κυήματος. καὶ εἰς τὸ Κῦμα

### ω 118

ῶ · τὸ θεραπεύω· ἐξ οὗ καὶ ἄκος, ἡ θεραπεία, καὶ ἄ κος, τὸ φάρμακον, καὶ ἀνή κεστος, ὁ ἀθεράπευτος

### α 1550

Ἀκωκή · ἐπιδο ρ ατίσ ἡ ὀ ξύτης τ οῦ β έλουσ

### α 1551

Ἀκωκή · ἡ ὀξύτης τοῦ δόρατος

### α 1552

Ἄκωλος · ζήτει ὄπισθεν εἰς τὸ ο

### α 1553

Ἅλα · τὴν θάλασσαν· παρὰ τὸ ἅλισ· ἀθροῦν γὰρ ὕδωρ ἐστὶν ἡ θάλασσα

### α 1554

Ἀλάβαστρον · ἡ μυροθήκη· εἴρηται κατὰ πλεονασμὸν τοῦ ρ ἀλάβαστόν τι ὄν, οὗ λαβέσθαι διὰ λει ό τητα ἀδύνατον

### λ 281

λάβαστρον μύρου · βησσίον ἐστὶν ὑελοῦν στρογγυλοειδὲς χωροῦν λ ίτραν μίαν ἤγουν ἡμίναν. καὶ ἄλλως· τῷ δὲ μέτρῳ ἐστὶ ξέστου τὸ ἥμισυ. ἀλάβαστρον δὲ λέγεται διὰ τὸ εὔθρυπτον, ἁλὶ ἀπεικαζόμενον

### α 1555

Ἀλαζών · ὁ προσποιούμενος ἃ μὴ ἔχει

### α 1556

Ἀλαίνω · τὸ πλανῶμαι· παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην

### η 285

ἠλακάτη · ἀπὸ τοῦ ἄγω ἄξω ἀκτός εἴρηται καὶ ἀκτή, καὶ κατὰ πλεονασμὸν ἐν μέσῳ τοῦ α ἀκάτη· καὶ ἐπεισελθόντος πάλιν τοῦ αλ μορίου, ὡς ἐπὶ ἄλλων πλείστων, ὠνομάσθη ἀλακάτη καὶ ἠλακάτη κατὰ Ἴωνας τὸ ἀγωγὸν τοῦ περιάγοντος αὐτὴν καὶ γινομένου νήματος ἐρίου ἢ λίνου. ἠλακάτη οὖν κατὰ Ἴωνας, ὡς ἀπεδανός καὶ ἠπεδανός. οὕτω Φ ι λόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ

### α 1557

Ἀλαλαγμὸς ὀλολυγμοῦ διαφέρει· ἀλαλαγμός ἐστιν ἐπινίκιος ἐν πο λέμῳ κρότος· ὀ λολυγ μὸς δὲ κραυ γὴ θρη νητι κὴ καὶ ὀ δυρμοῦ σημεῖον

### α 1558

Ἀλαλάζω · ὁ μέλλων ἀλαλάξω· γέγονε δὲ παρὰ τὸ λαλεῖν λαλαγή καὶ ἀλαλάζω, ἐξ οὗ καὶ τὸ ἀλαλάξατε“, τουτέστιν ὑμνήσατε τὸν θεόν

### α 1559

Ἀλαλάξατε. ἢ ἐκ τοῦ ἀλαλή, ὃ σημαίνει τὸν θόρυβον

### α 1560

Ἀλαλητός · ὁ θόρυβος· διὰ τὸ πολλῶν λάλημα εἶναι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1561

Ἄλαλος · ἐκ τοῦ λῶ λάλ ος καὶ μετὰ τοῦ στ ερητικοῦ α ἄλαλοσ

### α 1562

Ἀλαλύκτημαι · τεθορύβημαι, ἀδημονῶ· ἀπὸ τοῦ ἀλ ᾶ σθαι τὴν διάνοιαν

### α 1563

Ἀλαός · ὁ τυφλός· καὶ ἀλαῶσαι, τὸ τυφλῶσαι

### α 1564

Ἀλαός · ὁ τυφλός, κατὰ διάλεκτον

### α 1565

Ἀλαπάζω · κενῶ καὶ ἀναλίσκω· οὗ ὁ μέλλων ἀλαπάξω, ὁ ἀόριστος ἠλάπαξα καὶ τὸ ἀπαρέμφατον ἀλαπάξαι, τὸ ἐκκενῶσαι· ἐξ οὗ καὶ ἀλαπαδνός, ὁ κεν ὸς τῆς δυνάμεως· λάπαθος γὰρ βοτάνη κενωτικὴ γαστρός

### π 691

πάξαι · ἐκπορ θῆσαι · παρὰ τὴν λάπαθον β οτάτην κενωτικὴν γαστρός. καὶ Δημόκριτος τοὺσ βόθρους τοὺς παρὰ τῶν κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ἀλαπάξαι οὖν κυρίως τὸ ἐκκενῶσαι. καὶ εἰς τὸ Κενεών καὶ Λαπάρα

### α 1566

Ἄλαστα · τὰ κακά· ἀνεπίληστά τινα ὄντα. ἢ παρὰ τὸ λάζεσθαι, ὅ ἐστι τὸ λαβεῖν· ἃ οὐκ ἄν τις λάβοι, φευκτά. ἐκ δὲ τοῦ ἐναντίου εἴρηται ἐσθλόν, ἐθέλον τ ι ὄν, ὃ θέλει τις ἔχειν

### α 1567

Ἀλάστωρ · ὁ Ζεύς, ὁ ἐποπτ εύων τὰ ἄλαστα καὶ χαλεπά· ἢ ἀσεβής, ἢ κακοποιός

### α 1568

Ἀλάστωρ · ὁ Ζεύς, ὁ ἐποπτεύων τοὺσ τὰ ἄλαστα καὶ χαλεπὰ ποιοῦντας. οὕ τως Ἡρωδιανόσ

### α 1569

Ἀλάστωρ · ὁ νεκρός

### α 1570

Ἀλᾶται · πλανᾶται

### α 1571

Ἀλαῶ · σημαίνει δύο· ἀλαῶ τὸ ληφθῶ, ἤτοι τὸ κρατῶμαι· ἀλαῶ δὲ τὸ τυφλῶ, κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν, ἐξ οὗ καὶ α ἀλάωσεν“, τὸ ἐτύφλωσεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1572

Ἀλγηδών · παρὰ τὸ ἀλγῶ ἀλγήσω ἀλγηδών· τὸ δὲ ἀλγῶ παρὰ τὸ ἄλγος· τοῦτο παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἄλεγος καὶ ἄλ γοσ

### α 1573

Ἀλγίων, αἰσχίων · ι · καθόλου τὰ τοιαῦτα συγκριτικῷ τύπῳ παρηγμένα διὰ τοῦ ι μόνου γράφεται, ὅτε ἐστὶν ὑπὲρ δύο συλλαβάς, οἷον ταχίων βραδίων ἡδίων κακίων καὶ κάκιον ἥδιον βράδιον τάχιον

### α 1574

Ἀλδαίνειν · τὸ αὔξειν· παρὰ τὸ ἅλλεσθαι καὶ π ηδᾶν κατὰ τὴν αὔξησιν

### α 1575

Ἀλεγεινός · ει · παρὰ τὸ ἀλέγειν· καὶ τὸ ἀλέγειν καὶ τὸ ἀλεγεινός παρὰ τὸ ἀλεείνω. οὕτως καὶ ἐρεείνω φαείνω. τὸ μέντοι ὀρίνω διὰ τοῦ ι ἐπεὶ Αἰολεῖς ὀρίννω

### α 1576

Ἀλεγίζεις Α · ἀποστρέφεις, φροντίζεις· παρὰ τὸ ἀλέγω, τὸ φροντίζω· τοῦτο δὲ παρὰ τὸ λέγων, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλέγω, τὸ φροντίζω

### α 1577

Ἀλεείνω Γ · τὸ ει δίφθογγον· διὰ τί; τὰ διὰ τοῦ εινω ῥήματα ὑπὲρ δύο συλλαβὰσ τὴν ει δίφθογγον ἔχει· ἐρεείνω, φαείνω, ἀλεείνω. τὸ δὲ ἀλεείνω μέλλοντα οὐκ ἔχει· τὰ γὰρ διὰ τοῦ εινω ῥήματα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφονται καὶ μέλλοντας οὐκ ἔχουσιν. τὸ δὲ ἀλεείνω γίνεται παρὰ τὸ ἀλέα, ὃ σημαίνει τὴν θέρμην

### α 1578

Ἀλειπής · πηγὴ ἐν Ἐφέσῳ · οὕτως καλεῖται διὰ τὸ μὴ λείπειν ποτέ

### α 1579

Ἀλείπτης · ει · παρὰ τὸ ἀλείφω ἀλείπτης. ὁμοίως· λέγεται ὁ συνήγορος

### α 1580

Ἄλεισον · ει · παρὰ γὰρ τὸ ἁλές ἐτυμολογοῦσιν· ἐξ οὗ ἔστιν ἀθρόως πιεῖν

### α 1581

Ἄλεισον · ἔκπωμα ἐκτετορνευμένον· οἷον εὐάλιον ὑπάρχον ἢ πλατύ, ὅθεν ἔστιν ἅλις πιεῖν. ὁ δὲ Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου ὅτι παρὰ τὸ λεῖον γέγονεν ἄλειον καὶ ἐπενθέσει τοῦ ς ἄλ εισον τοῦ α ἐπιτατικοῦ ὄντ οσ ἢ στερητικοῦ. καὶ εὐλό γως τὴν ει δίφθογγον ἔχει

### α 1582

Ἀλείτης · πλανήτης ἢ ἁμαρτωλός· ἀλίτης δὲ ὁ ἁλιευτής. καὶ πό θεν γίνεται; ἐκ τοῦ ἄτη, ὃ σημαίνει τὴν βλάβην

### α 1583

Ἀλείφω · χρίω· τ ἤλειψεν“, ἔχρισεν

### α 1584

Ἀλείφω · διὰ διφθόγγου· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον

### α 1585

Ἀλέκτωρ · διὰ τὸ ἅλλεσθαι καὶ τινάσσεσθαι καὶ δηλοῦν τὴν ὥραν· τὸ γὰρ ἄλα Ῥωμαῖοι πτέρυγας λέγουσι. κατάγων καὶ ἀνάγων τὰς πτέρυγας λέγει τὴν ὥραν

### α 1586

Ἀλέκτωρ · εἶδος ὀρνέου ἀγρυπνητικοῦ· ἀλέκτωρ δὲ εἴρηται παρὰ τὸ ἀπὸ τῶν λέκτρων, τουτέστι τῶν κοιτῶν, ἐγείρειν ἡμᾶς

### α 1587

Ἀλέκτωρ · ὁ ἄρσην. ἀλεκτωρὶς δὲ ὄρνις θήλεια

### α 1588

Ἀντιόχεια ·. καὶ ὅσα παρεσχημάτισται τοῖς εἰς ευς διὰ διφθόγγου γράφεται

### α 1589

Ἀλέξανδρος · παρὰ τὸ ἐπαλέξειν τῇ πατρίδι τοὺς πολεμίους

### ξ 45

ξῶ · ἐκ τοῦ ἀλέγω, τὸ βοηθῶ· ἀλεξήσω ὁ μέλλων· ἀλέξημα, τὸ ἰατρικὸν βοήθημα, ἐξ οὗ καὶ τὸ ἷκται γὰρ αὐτὴν ἐξαλεξῆσαι θέλων“· σημαίνει δὲ τὸ ἐξ ἀσθενείας ὑγιᾶναι

### α 1590

Ἀλεξῶ · τὸ βοηθῶ· παρὰ τὴν ἄλοχον. κυρίως τὸ γυναικὶ βοηθῆσαι, καταχρηστικῶς δὲ καὶ τὸ ὅπως δήποτε. ἢ ἀπὸ τοῦ ἄλκω ἄλξω καὶ πλεονασμῷ τοῦ ε ἀλέξω, ὅπερ εἰς ἐνεστῶτα ἀναχθὲν βαρύνεται ὑπὸ Ἀττικῶν

### α 1591

Ἀλεύατο · ἀλέω, τὸ πλανῶ καὶ ἐκκλίνω

### α 1592

Ἄλευρος · ὄνομα θηλυκόν· παρὰ τὸ ἀλήθω ἀλεύθω καὶ ἄλευρος. Ὠρίωνος

### α 1593

Ἀλευρόττησις · σήθω, σήσω ὁ μέλλων, ὄνομα ῥηματικὸν σῆσις, τροπῇ τοῦ κατ’ ἀρχὴν ς Ἀττικῶς τῆσις καὶ πλεονασμῷ τοῦ τ ἀλευρόττησις, ὁ κόσκινος. οὕτως Φιλόξενος

### α 1594

Ἀλεωρή · ἡ φυλακὴ καὶ ἡ φυγή. ἡ μὲν φυλακὴ παρὰ τὴν ἀλέαν, τὴν θερμασίαν, καὶ τὸ ὠρεῖν, τὸ φυλάτ τειν· ἡ δὲ φυ γὴ παρὰ τὸ ἀλέασθαι εὐπ αραφυλά κτως. λέγεται δὲ καὶ τὸ συνάθροισμα τοῦ λαοῦ

### η 286

ή · ἐκ τοῦ ἀλεύω, τὸ ἐκκλίνω, καὶ τοῦ ὠρῶ, τοῦ φυλάσσω. κλίνεται δὲ ἡ ἀλεωρή τῆς ἀλεωρῆς καὶ τὰ λοιπά

### α 1595

Ἀληθές · παρὰ τὸ λήθη· τὸ μὴ λήθῃ τοῦ δικαίου ὑποπίπτοντος

### α 1596

Ἀληθές · παρὰ τὸ λήθω· τὸ μὴ λήθῃ τοῦ δικαίου ὑποπίπτον. Ἡσίοδος περὶ τοῦ Νηρέως οὕνεκα νημερτής τ ε καὶ ἤπιος, οὐδὲ θ εμιστέων Λήθεται“· καὶ πάλιν Νηρέα δ’ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντοσ“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1597

Ἀληθινός · ἐκ τοῦ ἄληθες γίνεται ἀληθινός· τὸ θι ι. ζήτει

### α 1598

Ἀληθινός · τὸ λι ι · διὰ τί; τὰ εἰς ιν ος ὀνόματα ἀπὸ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ι γράφεται, οἷον τάχα ταχινός

### α 1599

Ἀληθῶς · ἐπίρρημα βεβαιώσεως. Νικήτου

### α 1600

Ἄληπτος · ἔστι λήβω, τὸ λαμβάνω, διὰ τοῦ η · ἐκ τούτου ληπτόσ καὶ μετὰ τοῦ στερητικοῦ α ἄληπτος, ὁ μὴ κρατούμενος

### α 1601

Ἄληπτος · ἐκ τοῦ ἀλῶ, τὸ πορθῶ

### α 1602

Ἀλησία · ἡ Ἀφροδίτη· διὰ τὸ ἀλᾶν

### α 1603

ἀλητήριος Ζεύς · ὅτι λιμοῦ συντόνου γινομένου τοὺς ἀλήθοντας πάντασ ἐφύλαττον διὰ τὸ μὴ κλέπτειν τι τῶν ἀλουμένων· ὡς οὖν ἐπόπτας καὶ τηρητὰς τῶν ἀλουμένων τοὺς θεοὺς οὕτως ἐπωνόμαζον

### α 1604

Ἀλητήριος · ὁ Ζεύς· τὰ δύο ηη η . ἀλιτήριος δὲ ὁ ἁμαρτωλός, ἤτοι ὁ τὰς λιτὰς μὴ τηρ ῶν · διὰ τοῦ ι τὸ λι

### α 1605

Ἀλήτης · ὁ πλανήτης· ἀπὸ τοῦ ἄλη, ἐξ οὗ καὶ ἀλητεία, ἡ πλάνη, καὶ ἀλητεύω, τὸ πλανῶμαι. ἀλῆτις δὲ ὄνομα θηλυκόν

### α 1606

Ἄλθετο · τὸ ὑγιανθῆναι καὶ τὸ θεραπευθῆναι· παρὰ τὸ ἀλδαίνειν, ὅ ἐστιν αὐξάνειν· τὸ γὰρ ὑγιὲς αὔξεται

### α 1607

Ἁλίαρτος · ἡ πόλις· ἢ ὅτι ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου

### α 1608

Ἀλίβας · ὁ νεκρὸς καὶ ξηρός, ὁ μὴ ἔχων νοτίδα καὶ λιβάδα τινά· οἱ γὰρ ζῶντες ὑγροί

### σ 433

ς · ὁ νεκρός· ὁ ξηρός, ὁ μὴ ἔχων νοτίδα καὶ λιβάδα τινά· οἱ γὰρ ζῶντες ὑγροί. ἀλίβας δὲ καὶ τὸ ὄξος, τινές φασι· Καλλίμαχος, ἔβηξαν οἷον ἀλίβ αν τ α πίνοντεσ“· παρὰ τὸ μὴ λείβεσθαι καὶ σπένδεσθαι

### α 1609

Ἁλιβδύειν · τὸ καταδύνειν εἰς θάλασσαν, καταχρηστικῶς δὲ καὶ μεταφορικῶς καὶ τὸ ἀφανίζειν· παρὰ τὴν ἅλα καὶ τὸ βδύ ειν Αἰολικῶς πλεονασμῷ τοῦ β ὡς σίδη σίβδη, ἁλιδύειν ἁλιβδύειν

### α 1610

Ἅλιον · τὸ μάταιον· τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον· ἢ παρὰ τὴν ἅλα, ἀπὸ τοῦ μὴ εὐχρηστεῖν εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ

### α 1611

Ἅλιον ·. ἅλιον δέ, τὸ θαλάσσιον, δασύνεται

### α 1612

Ἁλίπεδον · ὁμαλὸν ἔδαφος παρὰ τῇ θαλάσσῃ, πεδίον

### α 1613

Ἁλιρρόθιον · τὸ ἐκ θαλάσσης κῦμα· ἢ ὄνομα υἱοῦ Ποσειδῶνος

### α 1614

Ἅλις · ἐπίρρημα σημαῖνον τὸ πολύ· παρὰ τὴν ἅλα πολλὴν οὖσαν

### α 1615

Ἅλις · τὸ ἐπίρρημα δηλοῦν τὸ δαψιλῶς καὶ πολύ· παρὰ δὲ τὸ ἅλις τὸ ἅλιθα καὶ τροπῇ τοῦ α εἰς η Λ ἤλιθα πολλήν“ ἐκ παραλλήλου

### α 1616

Ἀλῖσαι ·. παρὰ τὸ κυλίω τροπῇ τοῦ υ εἰς α καλίω, καὶ ἐν πλεονασμῷ τοῦ ν καὶ δ καλίνδω, ὅπερ καὶ περισπᾶται καὶ βαρύνεται. τοῦτο κατὰ ἀφαίρεσιν τοῦ κ ἀλίω γίνεται καὶ ἀλίνδω· ἀπὸ τοῦ ἀλ ίω ἤλικα καὶ ἤλισα. καὶ ὡς κολυμβήθρα οὕτως ἀλινδήθρα

### α 1617

ἀλιτρία · ἡ ἁμαρτία. καὶ ἀλίτρι α ἡ ἁμαρτωλή καὶ ἀλ ιτρὸς ὁ ἁμαρ τωλός

### τ 272

τήριος · ὅ ἐστιν ἀπὸ τοῦ ἀλιτρόσ · σημαίνει δὲ τὸν ἁμαρ τωλόν. τὸ λι ι κ αὶ τὸ τη η. ἀλιτρός ἐστι π αρὰ τὸ στέ ρησιν ἔχειν τ ῆς λιτῆσ. τὸ λιτή δὲ διὰ τοῦ ι γράφεται · τὰ γὰρ εἰς τη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι

### α 1618

Ἀλιτηρίου · ἀθέου, ἁμαρτωλοῦ, πλανήτου, θανάτῳ ἐνόχου

### α 1619

Ἀλκαία. ἔχει γὰρ ἐπὶ τῇ οὐρᾷ κέντρον, ὑφ’ οὗ παροξύνεται, κ αθά φησιν Ἱερώνυμος καὶ Ἐπαφ ρόδιτοσ ἐν Ὑπομνήματι Ἀσπίδος Ἡσιόδου

### α 1620

Ἄλκαρ · ἴαμα καὶ βοήθημα

### α 1621

Ἀλκυονίδας ἡμέρας · εὐδινάς

### α 1622

Ἀλκυών · ἁλικυών τις οὖσα· παρὰ τὸ κύειν παρὰ τῇ ἁλί. ἔστι δὲ εἶδος ὀρνέου

### α 1623

Ἀλκυών · ἁλικυών τις οὖσα· παρὰ τὸ κύειν παρὰ τῇ ἁλί, τουτέστι παρὰ τῇ θαλάσσῃ. καί φασιν, ὅτι κύματος αὐτῆς ἀεὶ τὰ ὠὰ ἐπικλύζοντος καὶ οὔσης ἀτέκνου ὁ Ζεὺς ἐλεήσας αὐτὴν ὥρισεν ἡμέρας τινὰς εὐδινάς, ἃς καλοῦσιν ἀλκυονίδας. Γεωργίου τοῦ Χοιροβοσκοῦ

### α 1624

Ἀλλ’ ἄνα · ὁ ἀλλά σύνδεσμος συμπλεκτικός. τοῦ ἄνα δὲ ἡ εὐθεῖα, ὅ ἐστιν ἄναξ, σημαίνει δὲ γ· τὸν βασιλέα, ὡς τὸ Α ἄναξ ἀνδρῶν“, καὶ τὸν θεόν, ὡς τὸ Α ὄφρ’ ἱλασσόμεσθα ἄνακτα“, καὶ τὸν οἰκοδεσπότ ην ὡς τὸ α αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι“. καὶ ἡ κλητικὴ ὦ ἄναξ, ἀπέβαλε δὲ τὸ ξ ποιητικῶς ἀλλ’ ἄνα“, ὥσπερ καὶ τὸ Γ Ζεῦ ἄνα“ ἀποβολῇ τοῦ κλ ητικοῦ ὦ

### α 1625

Ἀλλὰ κακῶς ἀφίει Α · ἱέω ἱῶ, καὶ δασύνεται· καὶ ὁ παρατατικὸς ἵεον ἵουν, τὸ δεύτερον ἵεες ἵεις, τὸ τρίτον ἵεε ἵει καὶ ἐν συνθέσει ἀφίει, ἐξ οὗ καὶ τὸ Α προΐε ι “

### α 1626

Ἀλληγορία · παρὰ τὸ ἄλλο ἀγορεύεσθαι παρὰ τὸ κείμενον

### α 1627

Ἀλληλούϊα · ἑρμηνεύεται τῇ Ἑβραΐδι διαλέκτῳ τὸ ἄλ κραταιός, τὸ λή θεός καὶ τὸ λούϊα οὗτος μόνος· τὸ λοῦ οὗτος καὶ τὸ ἴα μόνος. πέντε συλλαβαί· ἔχει δὲ μέρη λόγου δ. καὶ ἄλλως· ἀλληλοῦ αἰνεῖτε, ἰά δὲ τὸ κύριον. καὶ ἄλλως· τὸ ἄλ μεθ’ ἡμῶν, τὸ λή θεός, τὸ οὔϊα νῖκος. καὶ ἄλλως· ἄλ θεός, λή ἰσχυρός, οὔϊα κραταιός. καὶ ἄλλως· τὸ ἄλ ἔρχεται ἢ ἐφάνη, τὸ λή θεός, τὸ λούϊα ζῶν

### α 1628

Ἀλλόθρους · ἀλλόφωνος

### α 1629

Ἄλλοι μὲν ῥά Β · οἱ μὲν δὴ ἄλλοι

### α 1630

Ἀλλοιῶ · τὸ μεταβάλλω καὶ μεταμορφῶ· καὶ ἀλ λοιῶ, τὸ τύπτω, ἐξ οὗ καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων

### α 1631

ἀλλοιῶ διαφέρει· ἀλλοιῶ σημαίνει τὸ τύπτω, ὡς τὸ Ι πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλλοία“. καὶ περισπώμενον σημαίνει τὸ ἀλλάσσω, ὡς τὸ αὕτη ἡ ἀλλοίωσισ“

### κ 938

κοτος · παρη λλαγμέν ος

### α 1632

ἁμαρτωλός· παρὰ τὸ ἀλ ιτῶ ἀ λιτός καὶ ἐπενθέσει τοῦ ο ἀλοίτης. ἢ ὁ ἀνδροφόνος· παρὰ τὸ ἀλοιᾶν, τὸ τύπτειν, ἔνθεν πατραλοίασ

### α 1633

Ἀλλότριος · πλεονασμῷ τοῦ τ · ἀλλόριος γάρ ἐστιν, οἷον ὁ ἄλλων ὁρίων ὑπάρχων

### α 1634

Ἅλλω · εἰς τὸ Ζάλη καὶ Θρυλλίς καὶ Ὅλμος

### α 1635

Ἁλμυρός · τροπὴν ἔχει τοῦ η εἰς υ

### α 1636

Ἀλοιφή · εἰ μὲν ἁπλοῦν, δίφθογγον· εἰ δὲ σύνθετον, οἷον πισσαλιφήσ ὑπαλιφήσ συναλιφή, ι · εἰ δὲ ἔχει π δίφθογγον, ἄλειπτον καὶ δυσάλειπτον ἀσυνάλειπτον ἐξάλειπτον ἀπόλειπτον

### α 1637

Ἁλοσύδνησ δ · τῆς θαλάσσης· οἱ δέ, τῆς Ἀμ φιτρίτης· ἀπὸ τοῦ ἐν ἁλὶ σεύεσθαι, ὅ ἐστιν ἐν θαλάσσῃ ὁρμᾶν

### α 1638

Ἄλοχος · γυνή, γαμετή· καὶ κατ’ ἐπίτασιν τὸ α ἐνταῦθα, οἱονεὶ πολύλοχός τις οὖσα

### α 1639

Ἄλοχος · ἡ γαμετή· παρὰ τὸ ὁμόλεχον εἶναι. καὶ εἰς τὸ Λέχος

### α 1640

Ἄλοχος · κυρίως ἡ ἑτέρου λέχους ἄπ ειρος, ἢ ἡ ἐκ παρθενίας· καταχρηστιχῶς δὲ καὶ ἡ οἵα δηποτοῦν ὁμόλεχος, τοῦ α τὸ ὁμοῦ δηλοῦντος

### α 1641

Ἄλοχος · τὸ α σημαντικόν ἐστι τοῦ ὁμοῦ καὶ τοῦ ἅμ α · ἡ οὖν ἄλοχ οσ ὁμόλεχ όσ ἐστι, ὡσ καὶ ἀγάλα κτες, οἱ ἀδελφοί, ὁμογάλακτές τινεσ ὄντες, οἱ τὸ αὐτὸ γάλα σπάσαντες

### α 1642

Ἅλς · ἡ θάλασσα· παρὰ τὸ ἁλές, τὸ συνεστραμμένον καὶ ἠθροισμένον· Καλλίμα χος εἰς τὸ πρὸ τείχους ἱερὸν ἁλέες δεῦτε“· καὶ τὸ ἅλις, τὸ σημαῖνον τὸ ἀρκοῦν, καὶ τὸ ἀλε ίς, τὸ συστραφείς. ἅλς οὖν τὸ συστραφὲν ὕδωρ, ἤγουν συνηθροισμένον

### α 1643

Ἀλύσιον · εἰς τὸ Ἠλύσιον

### α 1644

Ἀλῶ · σημαίνει τὸ πλανῶ· τὸ παθητικὸν ἀλ ῶμαι ἀλώμενος ἡ μετοχή· παρὰ τὸ λῶ γέγονεν, ὅπερ ἀφαιρέσει ἀπὸ τοῦ θέλω τὸ αὐτὸ σημαίνοντος· ὅπερ κατὰ σύνθεσιν τὸ ἀλῶ· οἱ γὰρ πλανώμενοι, ὧν οὐ θέλουσιν ἐπιτυγχάνουσιν. ἁλῶ, τὸ συλλαμβάνω, εἴρηται παρὰ τὴν ἅλα, τὴν θάλασσαν, ἀπὸ τῶν τοὺς κατὰ θάλατταν λαμβανομένους πρῶτον ἁλίσκεσθαι νομιζόντων

### α 1645

Ἁλῶ · τὸ κρατῶ· ἀφ’ οὗ καὶ τὸ Φ ἁλ ώμεναι“· οὗ ὁ δεύτερος ἀόριστοσ ἥλων ἥλως ἥλω, ὃ γίνεται ἐν διαιρέσει ἑάλω

### α 1646

Ἀλῳάς Ε · νῦν τοὺς τόπους, ὅπου ὁ πυρὸς πατεῖται, τουτέστιν ἀλοᾶται· σημαίνει δὲ τὴν δενδροφόρον γῆν. γέγονε δὲ παρὰ τὸ ἀλοιῶ ἐστιν ἀλῳή· διὸ σὺν τῷ ι γράφεται. τὸ δὲ ἅλωας ἀπὸ τῆς ἅλως ἐστὶν ἄνευ τοῦ ἰῶτα

### α 1647

Ἁλώνητα · τὰ βά ρβαρα ἀνδράποδα· τοὺς γὰρ ἅλ ας δι δόντες τοῖς Θραξὶν ὠνοῦντο τὰ ἀνδρά ποδα

### α 1648

Ἀλώπηξ · ὅτι ἀλλοι ωπεῖ τὰς ἕξεισ ἢ ὅτι ἀλλοι ωπεῖ τὴν ὅρασιν καὶ τοὺς ὀφθαλμούσ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1649

Ἀλώπηξ · παρὰ τὸ ἀλῶ, τὸ πλανῶ. ἀλώπεκος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1650

Ἅμα · ἐπίρρημα συλλήψεως· γίνεται δὲ ἐκ τοῦ θαμά. διὰ τί δασύνεται; ἀ να χωρήσαντος τοῦ θ ἔμεινεν ἡ ἀ ναλογοῦσα δασεῖα. βαρύνεται. Ἐρεννίου Φίλωνος

### ο 412

ὁμοῦ διαφέρει · ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλ ων μὲν γὰρ ἅμα μὲν ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλ’ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει· Θ ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν“ κατὰ τὸν αὐτὸν χρόνον, καὶ Γ αὐτὰρ ἐπεὶ κό σμη θεν ἅμ’ ἡγε μό νεσσιν ἕκαστοι“, καὶ Ψ οἱ δ’ ἅμα πάν τεσ ἐφ’ ἵππ οισιν μάστι γας ἄειραν “

### α 1651

Ἅμα · παρὰ τὸ θαμά, τὸ συνεχές, κατὰ ἀφαίρεσιν τοῦ θ · τὸ γὰρ πυκνῶς γινόμενον κατὰ τὸν αὐτὸν ἀποτελεῖται χρόνον

### ο 413

Ὅμηρος Ἅμα δ’ ἠελίῳ καταδύντι Α · μετοχὴ ἀορίστου δευτέρου

### σ 434

ς · ἐπιρρηματικῶς, ἅμα τῷ προελθεῖν· ἀπὸ τοῦ ἅμα παράγωγον καὶ τοῦ διος · καὶ πολὺς ὁ τοιοῦτος χαρακτήρ

### α 1652

Ἁμάδισ ·. Ὅμηρος Η ἁμάδιος πέσεν“

### α 1653

Ἀμαζών · ὄνομα ἔθνους· παρὰ τὸ ἕνα μαζὸν ἔχειν· τὸ γὰρ α ἐνταῦθα τὸ ἓν δηλοῖ. καὶ Ἀμαζόνες· οἱ πένητες, οἱ μάζαν μὴ ἔχοντες, ἤτοι τροφήν

### α 1654

Ἀμαζών · παρὰ τὸ μάζῃ μὴ χρῆσθαι μήτε ἡμέρῳ τροφῇ, ἀλλὰ σαύραις καὶ ὄφεσιν· ὅθεν αὐτὰς καὶ Σαυροπάτιδας λεχθῆναι παρὰ τὸ σαύρας πατεῖν καὶ ἐσθίειν, κατὰ δὲ μετάθεσιν τοῦ π εἰς τὸ μ Σαυρομάτιδας κληθῆναι

### α 1655

Ἄμαθος · ἡ τῆς πεδιάδος ἄμμος ἢ κόνις· ἧς οὐκ ἔστι μαθεῖν μέτρον ἢ ἀριθμόν

### ν 186

νειν · παρὰ τὴν ἄμαθον κόνιν, ποιεῖν· Ὅμηροσ Ι ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει“

### α 1656

Ἀμαλή · ἁπαλή· ἡ δὲ λέξις Μακεδόνων. ἔστι δὲ ἁπαλή καὶ τροπῇ ἀμαλή. ἢ παρὰ τὸ μαλεῖν, ὅθεν καὶ πρόμαλος εἴρηται ἡ πρὸ τοῦ δέοντος αὐξομένη, ἡ μυρίκη· μαλεῖν γὰρ τὸ αὔξειν, καὶ ὁ τριχῶν ἔχων αὔξησιν τόποσ μάλη

### α 1657

Ἀμάλθεια · ἡ τροφὸς τοῦ Διός· Καλλίμαχος σὺ δὲ θήσαο πίονα μαζὸν Αἰγὸς Ἀμαλθείησ“. εἰσὶ δ’ οἵ φασι πεπλάσθαι τὸ ὄνομα· εἶναι γὰρ αὐτὴν ἀμαλακιστίαν, παρὰ τὸ μὴ μαλάσσεσθαι. διὰ τοῦτο καὶ Ἡρακλέα καρτερικώτατον γενόμενον ἔχειν αὐτῆς τὸ κέρας ἐμυθολόγησαν

### α 1658

Ἅμαξα · ἀπὸ τοῦ ἅμα ἄγειν· ἁμάαξα τις οὖσα. καὶ ἄλλως· ἄξω ἄξα ἅμαξα σύνθετον

### α 1659

Ἅμαξα · παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἅμαξα. κυρίως οἱ τροχοὶ καλοῦνται ἅμαξα· παρὰ τὸ ἅμα ἄγειν, ὡς δόξω δόξα, βήσω βῆσα καὶ βῆσσα, καὶ γνώσω γνῶσσα καὶ ἀμοιβῇ καὶ διπλασιασμῷ γλῶσσα· ἢ παρὰ τὸ ἄγεσθαι ὑπὸ τῶν ταύρων

### α 1660

Ἁμαξιτόν · ὁδὸν δημοσίαν

### α 1661

Ἀμάρα · τὸ ὑδραγώγιον τὸ ἐπὶ τοῦ ἐδάφους· διὰ τὸ περὶ τὰς αἰμασιὰς ῥεῖν, ἢ ὅτι οὐκ ἐᾷ τὰ παραπεφυτευμένα αὐτῇ μαραίνεσθαι

### α 1662

Ἀμάρη · ἡ ὑδρορροά· καὶ ἀπόρροια ἡ ἀπορροὴ τοῦ ὕδατος

### α 1663

Ἀμάρη · ἡ ὑδρορροά

### τ 273

τάς · ἁμαρτάδος· ἡ ἁμαρτία

### α 1664

Ἁμαρτία. ἐξ οὗ καὶ τὸ ἥμαρτον, ὃ σημαίνει τὸ ἀπέτυχον τῶν ἀγαθῶν. Πόθεν

### α 1665

ἁμαρτία ἐκ τοῦ βροτός βροτία καὶ μετὰ τοῦ στερητικοῦ α ἀβροτία καὶ ἁμαρτία

### κ 939

κυρίως ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω ἁμαρπτία καὶ ἐ λλ είψ ει τοῦ π ἁμαρτία, ἡ ὃ βούλεται μ ὴ μάρπτουσα ὅ ἐστιν ἐπι τελοῦσα· ἔνθεν καὶ μάρτυς, ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. ἢ ἀπαρτία παρὰ τὸ ἀρτῶ σημαῖνον τὸ ἁρμόζω, ἡ πόρρω οὖσα τοῦ συνηρμόσθαι ᾧ βούλεται, τῆς ἀπό τὸ ἄπωθεν δηλούσης

### α 1666

Ἁμαρτοεπής · τὸ το μικρόν. διὰ τί; τὰ παρὰ τὸ ἁμαρτῶ συντιθέμενα διὰ τοῦ ο μικροῦ γράφεται καὶ διὰ τοῦ ι · διὰ μὲν τοῦ ο ὡς ἁμαρτοεπής· διὰ δὲ τοῦ ι ὡς ἁμαρτίνοος

### α 1667

Ἁμαρτόντας · ἐκ τοῦ ἁμάρτω βαρυτόνου

### α 1668

Ἁμαρτωλός · ἐκ τοῦ ἅμα ἐπιρρήματος καὶ τοῦ ἀρτῶ ῥήματος, τοῦ σημαίνοντος τὸ διαχωρίζομαι, ἁμααρτῶ καὶ ἐν συγκοπῇ ἁμαρτῶ καὶ ἁμαρτωλός· ἔχει καὶ τὸ ι προσγεγραμμένον, καὶ Ὅμηρος Φ ἁμαρτῇ δούρασιν ἀμφίσ“

### α 1669

Ἀμαυρούμενοι · σκοτιζόμενοι· ὅθεν καὶ μαῦρον, τὸ μὴ διαφανές

### α 1670

Ἀμβλύς · ὁ μὴ εὐθετῶν εἰς πόλεμον σίδηρος· καὶ ὡς ἵππος Ἵππος Ἵππυς, οὕτω μῶλος μωλύς, καὶ κατὰ στέρησιν ἀμωλύς, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ β ἀμβλύς

### α 1671

Ἀμβλυωπέστερος · ἐκ τοῦ ἀμβλύς καὶ τοῦ ὦπα

### α 1672

Ἀμβλυώττειν · τὸ μὴ ὀξυδερκεῖν· παρὰ τὸ ἀμβλεῖς ἔχειν τοὺς ὄσσους, τῶν δύο σς εἰς ττ μεταβληθέντων

### α 1673

Ἀμβλῶσαι · τὸ ἀτελ ὲσ βρέφος ἀπο βαλεῖν· καὶ τὰ πρὸς τοῦτο φάρμακα ἀμβλωθρίδια καλοῦσιν ἰατροί. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλ ων· ὁπότε γὰρ αὗται τοὺσ λεγομένους ὀφθαλμοὺς ἀποκαυθεῖεν, λέγομεν αὐτὰς ἀμβλυώττειν ἀντὶ τοῦ οὐ τελεσφοροῦσι καρπόν. καὶ ἐπὶ τῶν γυναικῶν τῶν ἀτελῆ τὰ βρέφη ἐκβαλλουσῶν λέγομεν ἀμβλυώττειν καὶ μετὰ συγκοπῆς ἀμβλώττειν. ἢ ἐκ τοῦ ἀ μαλ ῆ σαι, ὅ ἐστιν τὴν γονὴν ἀφανίσαι, ἀμβλῆσαι καὶ τροπῇ τοῦ η εἰς ω ἀμβλῶσαι. Ἡσιόδου

### α 1674

Ἀμβολιεργός · ὁ τὰ γεώργια ἀναβαλλόμενος. καὶ ἀμβολιεργὸς ὁ ὑπερτιθέμενος καὶ βραδύνων εἰς τὰς πράξεις

### α 1675

Ἀμβροσία · οἱονεὶ ἀβροσία· Ε οὐ γὰρ σῖτον ἔδους’, οὐ πίνους’ αἴθοπα οἶνον“. ἢ παρὰ τὸ μὴ βροτοῖς δεδό σθαι, ὃ καὶ βέλτιον

### α 1676

Ἀμβροσία · τὸ τῶν θεῶν βρῶμα· ἧς οὐχ οἷόν τε βροτὸν ἅψασθαι

### α 1677

Ἀμβρόσιος · τὰ διὰ τοῦ ιος κτητικὰ ἀπὸ πρωτοτύπων τῶν εἰς τος γινόμενα, εἰ μὲν μεταβάλλει τὸ τ εἰς ς διὰ τοῦ ι γράφεται οἷον ἀκήρατος ἀκηράσιος, ἄμβροτος ἀμ βρόσιοσ · εἰ δὲ φυλάττει τὸ τ διὰ τοῦ ει γράφεται, οἷον Ἀρχέστρατος Ἀρχεστράτειος, Καλλίστρατος Καλλι στράτειοσ · χωρὶς εἰ μὴ ὦσιν ἐθνικά, ὡσ τὸ Βοιωτός Βοιώτιος. γίνεται δὲ παρὰ τὸ ἄμβροτος· τοῦτο παρὰ τὸ βροτός καὶ τὸ στερητικὸν α καὶ πλεονασμῷ τοῦ ν γίνεται ἄμβροτος, καὶ τρέπει τὸ ν εἰς μ. τὸ θηλυκὸν ἡ ἀμβροσία, καὶ σημαίνει τ ὴν ἀθανασίαν

### α 1678

Ἄμβων · κυρίως τὸ χεῖλος τῆς λοπάδος· πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξασ“. λέγ ονται δὲ καὶ οἱ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι ἄμβωνεσ· ἐπ’ οὔ ρεοσ ἀμβώνεσσι“. παρὰ τὸ βῶ βών, ὡς γηρύω Γηρυών, καὶ ἀνάβων καὶ συγκοπῇ ἄμβων· παρὰ τὸ ἄνω βαίνειν

### α 1679

Ἄμβων · παρὰ τὸ ἄνω βαίνειν

### ρ 115

ρτον · ποτὲ μὲν δηλοῖ τὸ εὐ τελὲ ς καὶ μὴ ἄξιον φθό νου, ὡς ρ ἀμέγαρτε συβῶτα“· ποτὲ δὲ τὸ πολύ, ὡς τὸ Β πόνον δ’ ἀμέγαρτον ὄφελλεν“

### α 1680

Ἀμέγαρτος · ὁ εὐτελής· ρ ἀμέγαρτε συβῶτα“. παρὰ τὸ μεγαίρω, τὸ φθονῶ, μεγαρτός καὶ ἀμέγαρτος· φθόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται

### α 1681

Ἀμείβω · ει · ἀμοιβή γάρ

### α 1682

Ἀμείβω · ἀμείψω, ἤμειψα καὶ ἡ μετοχὴ ἀμείψας. σημαίνει δὲ τὸ ἀλλάσσω καὶ ἀποκρί νο μαι καὶ περιπατῶ

### ε 835

ει διὰ τὸ ἔχει ν ἀντιπαρακείμενον τὸ ο ἐν τῷ ἀμοιβή· ὡς λεί βω λοιβή, ἀλείφω ἀλοιφή, οὕτω καὶ ἀμείβ ω ἀμοιβή

### τ 274

τὸ α βραχύ. διὰ τί; τὸ α πρὸ τοῦ β ἢ μ συστέλλεται

### α 1683

Ἀμειδές · σκοτεινόν· ἐκ τοῦ εἴδω, τὸ βλέπω· ἢ ἐκ τοῦ μειδ ῶ, τὸ γε λῶ, μει δές καὶ ἀ μει δέσ

### α 1684

Ἀμειδές · στυγνόν, σκυθρωπόν· μειδιᾶν γὰρ τὸ γελᾶν. ἀμείδητον οὖν ἐστιν, ἐφ’ ᾧ οὐκ ἄν ποτε χαρείη τις ἢ γελάσειεν

### α 1685

Ἀμείνων · ει · ἤτοι παρὰ τὸ μείων, ὃ διὰ τῆς ει διφθόγγου γράφεται, ἀμείνων, γὰρ ὁ μὴ ἐλάσσων τινός, καὶ ἐν πλεονασμῷ τοῦ ν ἀμείνων

### α 1686

Ἄμειψις · ει · ὁμοίως

### ν 187

νηνός · ἄμε νος κατὰ στέρησιν, ὁ οὐ δυνάμεν ος, καὶ πλεονασμῷ τῆς νη συλλαβῆς ἀμενηνόσ

### α 1687

Ἀμεριμνία · ἐκ τοῦ μὴ μερίζεσθαι εἰς πολλὰ τὸν νοῦν

### α 1688

Ἄμη · τὸ γεωργικὸν ἢ οἰκο δομι κὸν ἐργαλεῖον · παρὰ τὸ ἅ μα, ὅτι πλατ ὺ ὂν ἅμα καὶ ὑφ’ ἓν πολλὰ ἕλκει· ἢ παρὰ τὸ ἀμᾶν ὅ ἐστι κόπτειν καὶ θερίζειν

### α 1689

Ἀμής · ἀμῆτος· ὁ πλακοῦς

### α 1690

Ἄμητος · προ παροξυτόνως μὲν ὁ ἀμώμενος καὶ θερι ζόμενος καρπὸς τοῦ σίτου· ἀμητός δὲ ὀξυτόνως ὁ καιρὸς τοῦ θέρους, ὡς καὶ τρυγητ ός ὁ και ρὸς τῆς τρύγ ησ

### α 1691

Ἀμήχανα · ἀδύνατα, ἄπορα

### α 1692

Ἀμήχανον · ὑπὲρ λόγον, ὑπέρλαμπρον

### α 1693

Ἅμιλλα · ἡ ἔρις καὶ ὁ δρόμος· παρὰ τὸ ἅμα εἰλεῖσθαι. καὶ εἰς τὸ Ὅ μιλος

### σ 435

σός · πόλις· παρὰ τὸ εἶναι καρποφόρος εἰς ὀπώραν παντοῖαν

### α 1694

Ἀμιχθαλόεσσαν · Ω καὶ Λῆμνον ἀμιχθαλόεσσαν“, τὴν ἀπρό σμικτον διὰ τὸ μὴ ἔχειν λιμένα, ἢ διὰ τὸ τῶν ἐνοικούντων ἀνήμερον

### α 1695

Ἄμμε ·. ἧμας καὶ ἡμέας, ἡμᾶς, Ἰωνικῶς· ἁμᾶς δὲ Δωρικῶς. καὶ εἰς τὸ Ἡμῖν

### α 1696

Ἄμμος · παρὰ τὸ ἄμικτον αὐτὴν εἶναι

### α 1697

Ἀμνάς · τὸ μικρὸν καὶ θηλυκὸν πρόβατον

### α 1698

Ἀμνειός · ὁ ἀμ νόσ

### α 1699

Ἀμνηστεία · τὸ μὴ μνηστεύεσθαι. ἀμνηστία δὲ ἡ λήθη

### α 1700

Ἀμνίον ·. ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις· σημαίνει δὲ ἀγγεῖον, ὅπου τὸ α ἷμα τοῦ ἱερείου δέχονται. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἀμένιον, στερητι κὸν τοῦ μένους, τουτέστι τῆς ψυ χῆς. οἱ Ἀ ττικοὶ δὲ σφάγιον αὐ τὸ καλοῦσιν

### α 1701

Ἀμνίον γ · ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις· σημαίνει δὲ ἀγγεῖον, ὅπου τὸ αἷμα τοῦ ἱερείου δέχονται. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἀμένιον, στ ερητικὸν τοῦ μένουσ τουτέστι τῆς ψυχῆς. οἱ δὲ Ἀττικοὶ σφάγιον αὐτὸ καλοῦσι. καὶ ἄλλως. ἀμνίον, τὸ αἱμοδόχον ἀγγεῖον· παρὰ τὸ αἷμα αἱμνίον καὶ ἀμνίον, ὡς Σ αἴητον“ Φ ἄητον“. φασὶ δὲ διὰ τῆς αι γράφε σθαι

### ν 188

νός · στερητικὸν τὸ α ἔγκειται· ὁ ἐκ τοῦ μνοῦ μεταβεβηκώς. μνοῦς δὲ λέγεται ἡ μαλακὴ θρὶξ ἡ ἐκ γενε τῆσ π αν τὸς ζώου

### α 1702

Ἀμνός · τὸ ἐνιαύσιον πρόβατον

### α 1703

Ἄμοιρος · ἐκ τοῦ ἀμοιρῶ

### α 1704

Ἀμολγόν ·. καὶ Ὅμηρος Λ μολὼν ἐν νυκτὸς ἀμολγῷ“, τουτέστιν ἀωρίᾳ

### α 1705

Ἀμολγός · τὸ μέσον τῆς νυκτός, καθ’ ὃ οὐκ ἀ μέλγουσι

### α 1706

Ἀμόργη · ἡ τρυγία. τρύγη δὲ

### δ 342

διὰ τοῦ ο μικροῦ καὶ δύο ρρ . Ἀ μω ραῖος δέ ὁ ἀπὸ τῆς μητροπόλεως, διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ κατὰ παράδοσιν

### α 1707

Ἄμοτον · ἀπλήρωτον ἢ ἀκόρεστον· ἀφ’ οὗ καὶ μότα τὰ πληρωτικὰ τῶν τραυμάτων εἴρηται ῥάκη

### α 1708

Ἄμπελος ἀμπελῶνος διαφέρει· ἄμπελος τὰ ὀλίγα καὶ σπάν ια κλή ματα, ἀμπελὼν δὲ ὁ περικλείων πολλὰς ἀμ πέλουσ

### α 1709

Ἄμπελος · διὰ τὸ εἶναι πᾶσι φιλητή· ἢ διότι ἅμα αὐτῇ ἐστι πάλος, ἤγουν χάραξ. Πόθεν

### α 1710

ἄμπελος παρὰ τὸ ἔχειν ἐν ἑαυτῇ τὸν πηλόν, τουτέστι τὸν οἶνον

### σ 436

σημαίνει τ ὸ κλῆμα, τὸν οἶνον, τὴν β οτάνην καὶ κατὰ ἀναγωγὴν τὸν Χριστόν

### α 1711

Ἀμπεχόμενος · σκεπόμενος ἢ καλυπτόμενος

### α 1712

Ἀμπεχόνιον · τὸ λεπτὸν ἱμάτιον

### α 1713

Ἀμπίσχω · τὸ ἐνδύω· ἠμπέσχετο“ ἐνεδύσατο, καὶ ἠμπίσχετο“ ἐνεδέδυτο. ἀμφίασις δὲ

### α 1714

Ἄμπυξ · ἀνάδεσμος τριχῶν, ἀπὸ τοῦ εἰς τὰ ἄνω πεπυκνῶσθαι· καὶ τοιοῦτός τις κόσμος· ἢ χαλινός

### α 1715

Ἄμπωτις · ἀμπώτεως· ἀνάποσις καὶ πάλιν ἀνάδοσις

### α 1716

Ἄμπωτις · ἡ ξηρότης. κυρίως δὲ λέγεται ἡ ἀναχώρησις, οἷον ἀναπέμπουσα· καταχρηστικῶς καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων, ἡ ἐκ τῆς ἐπιφανείας εἰς τὸ βάθος ὑποχώρησις τῆς ὕλης

### α 1717

Ἄμυδις · Αἰολικόν· παρὰ τὸ ἅμα ἅμαδις, καὶ ἄμυδις τροπῇ τοῦ α εἰς υ οἱ Αἰολεῖς, ὡς σάρκες σύρκες παρ’ αὐτοῖς

### α 1718

Ἄμυδισ · ἅμαδις καὶ ἄμ υδις, ὡς σάρκες σύρκες· ἔστι δὲ παρὰ τὸ ἅμα, τὸ δὲ πνεῦ μα ἐννήλλαξεν

### α 1719

Ἀμύθητον · ἄλεκτον, ἀδιήγητον. Ὁμήρου

### α 1720

Ἀμύμων Α · ἀρσενικῶς καὶ θηλυκῶς· ὁ ἄψογος. παρὰ τὸν μῶμον μώμων καὶ ἀμώμων, καὶ τροπῇ τοῦ ω εἰς υ ἀμύμων· ἢ παρὰ τὸ μύω μύμων καὶ ἀμύμων, ὁ μὴ ταπεινούμενος

### α 1721

Ἀμῦναι · τὸ ἀποσοβῆσαι, ἢ τὸ βοηθῆσαι. παρὰ τὴν μύνην, τὴν πρόφασιν, ἀμῦναι, κυρίως τὸ ἀπροφασίστως βοηθῆσαι· ἢ μῦναι σημαίνει τοὺς μελλησμούς, ἔνθεν ἀμύνειν, τὸ ἀμελλητὶ βοηθεῖν· ἢ παρὰ τὸ ἀμεύω, τὸ πορεύομαι, ἀμεύνω, ὡς θύω θύνω, κλίω κλίνω, καὶ ἐνδείᾳ τοῦ ε ἀμύνω, τὸ μετὰ δρόμου βοηθεῖν· ἢ παρὰ τὸ ἀμείβω ἀμεύω γίνεται, τοῦτο προσθέσει τοῦ ν καὶ ὑ πο στολῇ τοῦ ε γίνεται ἀμύνω, τὸ ὑπὲρ χάριτος βοηθ ῶ. ἀναγκαία δὲ ἡ τοῦ ε ὑποστολή· τὸ γὰρ ν τῇ ευ διφθόγγῳ οὐκ ἐπεντίθεται, ἐπὶ δὲ τοῦ υ γίνεται πυκνῶς, ὡσ δύω δύνω, ξύω ξύνω, ἀρτύω ἀρτύνω

### α 1722

Ἀμύσσω · παρὰ τὸ αἷμα αἱμάσσω, τροπῇ τοῦ α εἰς υ καὶ ἐκβολῇ τοῦ ι ἀμ ύσσω, ὡς μά θω μάθο σ μῦ θοσ

### α 1723

Ἄμυστις · ἡ ἀπνευστὶ πόσις· παρὰ τὸ μὴ μύειν, ὅ ἐστι καμμύειν

### α 1724

Ἄμυστις · πόσις, ἐν ᾗ οὐδεὶς ἀναπνέει· παρὰ τὸ μὴ μύειν

### τ 275

τις · ἡ φιά λη, ἐξ ἧς ἔστιν ἅμα πι εῖν χωρὶς τοῦ διαπνεῦσαι, ὅ ἐστιν ἀπνευστί

### α 1725

Ἀμφεπονεῖτο · ἔσπευδεν

### φ 257

φηκες · ξίφος δίστομον, ἠ κ ον ημένον ἀμφοτέρωθεν

### α 1726

Ἀμφὶ περί ·. ἡ γὰρ ἀμφί καὶ ἡ περί τὸ αὐτὸ σημαίνουσι καὶ ἐν τῷ ἅμα εὑρίσκο νται οἷον Θ Ἕκτωρ δ’ ἀμφιπεριστρώφα“. διαφέρει ἡ ἀμφί τῆς περί προθέσεως κατὰ τρόπους τρεῖς· ἡ μὲν γὰρ ἀμφί ἀποβάλλει τὸ ι οἷον Π ἀμφ’ ἀγα θὸν θεράποντα“, ἡ δὲ περί οὐδέποτε· καὶ πάλιν ἡ περ ί ἀ ναστρέφεται, ο ἷον ζ κεῖνος δ’ αὖ πέρι κῆ ρι μακάρτατοσ“, ἡ δὲ ἀμφί οὐδέποτε ἀναστρέφεται· καὶ ὅτι ἡ μὲν περί μετάγεται εἰς μέρος λόγου, τουτέστιν εἰς ἐπίρρημα μεσότητος, ὡς ἐν τῷ Δ Ἰδομεν εῦ πέρι μέν σε τίω“, ἀντὶ τοῦ περισσῶς, ἡ δὲ ἀμφί οὐδέποτε

### α 1727

Ἀμφίβληστρον · ἐν πλεονασμῷ τοῦ ς · βλῶ βλήσω βλῆτρον· ἀμφίβλητρον ἔδει

### α 1728

Ἀμφίγυα · Ὅμηρος Ν ἔγχεσιν ἀμφιγύοισιν“· τὸ ἀμφοτέρωθεν γυῶσαι δυνάμενα διὰ τὸ τῆς ἐπιδορατίδος καὶ τοῦ σαυρωτῆρος

### α 1729

Ἀμφιγυήεις · ὁ Ἥφαιστος, ὁ βραδὺς ἐν τῷ πορεύεσθαι· παρὰ τὰ γυῖα, ὅ ἐστιν ἄκρα, χεῖρες καὶ πόδες. καὶ Ὅμηρος Ν καὶ ἔγχεσιν ἀμφιγύοισιν“

### α 1730

Ἀμφιειμένοι · ει · ἀμφιεμμένοι γάρ

### α 1731

Ἀμφικτύονες · οἱ περιοικοῦντες· τὸ γὰρ κτίσαι ἐπὶ τοῦ οἰκῆσαι ἔλεγον οἱ ἀρχαῖοι Β · ἐϋκτίμενον πτολίεθρον“ καὶ ω ἐϋκτιμένην κατ’ ἀλ ωήν“, ἐν ᾗ καλῶς διάγουσιν ἄνθρωποί τε καὶ τὰ θρέμματα εὐχερείας χάριν ποτισμῶν τε καὶ νομῶν. Ἀμφικτύονας δὲ ἔλεγον τοὺς τὴν Δελφῶν περιοικίαν νεμομένους Ἕλ ληνασ τροπῇ τοῦ ι εἰς υ

### α 1732

Ἀμφικτύονες · οἱ τὴν Δελφῶν περιοικίαν νεμόμενοι Ἕλληνες

### α 1733

Ἀμφικύπελλον · τὸ περιφερές καὶ περιαγές· το ιοῦτον δὲ τὸ ποτήριον

### α 1734

Ἀμφικύπελλον Α · τουτέστιν ἀμφοτέρωθεν κοῖλον καὶ περιφερές. ἢ οἱονεὶ ἀμφιχύπελλον, ἔνθα χεῖται ὁ πηλός, τουτέστιν ὁ οἶνος, καὶ τροπῇ τοῦ χ εἰς κ ἀμφικύπελλον· ὅθεν καὶ κάπηλος, ὁ τὸν οἶνον πωλῶν. εἴρηται δὲ πηλὸς ὁ οἶνος ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν ἡμῶν τὴν κάραν, ὅθεν καὶ ἡ μέθυσις κραιπάλισμα λέγεται

### α 1735

Ἀμφιλάχαινεν ω · περιέσκαπτεν· ὅθεν καὶ λάχανα διὰ τὸ ἐπίσκαπτον εἶναι τὴν γῆν αὐτῶν. καὶ εἰς τὸ Λάχανα

### α 1736

Ἀμφιλύκη · ἡ μήποτε πεφωτισμένη νύξ, ὁ βαθὺς ὄρθρος· λύκη γὰρ τὸ φῶς

### α 1737

Ἀμφιλύκη · σκοτεινή· λυγαῖον γὰρ τὸ σκοτεινόν, παρὰ τὸ λύειν τὴν αὐγὴν καὶ μὴ ἐᾶν συστῆναι αὐτήν. λέγεται δὲ καὶ λύκη ἡ σκιά

### α 1738

Ἄμφιος · ὄνομα. διὰ τοῦ ι · οὕτως καὶ ἡ παράδοσις· παρὰ γὰρ τὴν ἀμφί παρῆκται, ὡς παρὰ τὴν ὑπό Ὕπι οσ καὶ παρὰ τὴν ἔν ἔνιος· οὕτως ἀμφί Ἄμφιος, καὶ ἔκτασις τοῦ ι · Ε ἔβαλεν Ἄμφιον Σελάγου υἱόν“

### α 1739

Ἀμφίπολις · ὄνομα πόλεως Θράκης

### α 1740

Ἀμφιρύτη · περιρρεομένη κύκλῳ

### α 1741

Ἀμφισβητεῖν · παρὰ τὸ χωρὶς βαίνειν, ὅ ἐστι μήτε συμφωνεῖν μήτε συμβαίνειν

### α 1742

Ἀμφισβητεῖν · τὸ ζητεῖν· πλεονασμῷ τοῦ β ἔστι γὰρ ἀμφισητεῖν. ἢ παρὰ τὸ ἀμφίς καὶ τὸ βάζειν, ἵνα σημαίνῃ τὸ ἀμφιλογεῖν. πολλάκις δὲ πλεονάζει τὸ β ὡς ἐν τῷ Ἄβδηρος καὶ σίβδαι

### α 1743

Ἀμφισβήτησις · ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ βῶ, τὸ λέγω· σημαίνει τὴν φιλονεικίαν. καὶ ἀμφισβητήσιμον παρὰ τὸ ἄμφω καὶ ἐρῶ ῥῆμα

### α 1744

Ἀμφισβητῶ · εἴρηται παρὰ τὸ ἀμφὶς βαίνειν, τουτέστι κεχωρισμένως ἰέναι, ὅπερ συμ βαίνει τοῖς ἀμφι σβητ οῦσιν

### α 1745

Ἀμφιτρίτη. ὤφειλε διὰ τῆς ει διφθόγγου· εἴτε γὰρ παρὰ τὸ ῥεῖν εἴτε παρὰ τὸ τρεῖν. ὑπεβλήθη δὲ τῷ κανόνι τῶν εἰς τη θηλυκῶν καὶ διὰ τοῦ ι γράφεται

### β 242

βος · ὄνος, γαείδαρος

### δ 343

δυοῖν · φαμὲν οὖν καὶ ταῦτα θεματικὰ εἶναι. τὸ μέντοι δυοῖν εὕρηται καὶ δυεῖν

### α 1746

Ἀμφορεύσ. ἔστι δὲ μέτρον ξεστῶν κδ

### ο 414

ορεύς · τὸ ἑ κατέρ ωθεν φερόμενον δίωτον στ αμνίον ξεστῶν κδ ἢ ἀσκίον

### α 1747

Ἀμφότεροι · σημαίνει ἕνωσιν δύο ἀνδρῶν· ὅταν δὲ θέλῃς χωρίσαι, ἑκάτερος χωριζέσθω. ἐπὶ μέντοι τριῶν ἢ πλήθους οὐκέτι λέγεις ἑκάτερος αὐτῶν, ἀλλ’ ἕκαστος αὐτῶν. τὸ Ἄμφω δύο θεματικά“ · ἀπὸ ποίας εὐθείας τὸ δύο ἐστί; καὶ λέγομεν, ὅτι οὐκ ἔχει, ἐπειδὴ ἐὰν ἔλθῃ εἰς ἑνικά, ἀπο λεῖ τὸ σημαινόμενον, ὥσπερ καὶ τὸ εἷς ἑνός τὸ δυϊκὸν οὐκ ἔχει· καὶ πάλιν τοῦτο οὐκ ἐγένετο ἀπὸ ἑνι κοῦ, τὸ γὰρ σημαινόμενον κωλύει. πῶς γὰρ ὁ δύο ἀριθμὸς ἐν ἑνὶ δύναται θεωρηθῆναι ἀριθμῷ; ἰστέ ον δὲ ὅτι τὸ μὲν ἄμφω διὰ τοῦ ω μόνον ἀεί, τὸ δὲ δύο καὶ διὰ τοῦ ω καὶ διὰ τοῦ ο καὶ τὸ μὲν διὰ τοῦ ο κοινόν, τὸ δὲ διὰ τοῦ ω Ἀττικόν. ἀναλόγως δὲ τὸ δύω τῷ δυϊκῷ ἀριθμῷ· εὕρηται καὶ διὰ τῆς οι διφθόγγου δοιώ· Γ δοιὼ δ’ οὐ δύναμαι ἰδέειν“

### δ 344

δύο διαφέρει· ὅτι τὸ μὲν δύο μετὰ τοῦ ἄρθρου συντάσσεται, οἷον οἱ δύο· τὸ δὲ ἄμφω ἄνευ τοῦ ἄρθρου. Φωτίου Ἀμφ’ ὤμοισιν · σύνθετον ἐκ τῆς ἀμφί προθέσεως, ἥτις σημαίνει τὴν περί, καὶ τοῦ ὦμος, τοῦ σημαίνοντος τὸ μέρος τοῦ σώματος, γίνεται ἀμφὶ ὤμοισιν καὶ ἀμφ’ ὤμοισιν. τὸν δὲ κανόνα τοῦ ὦμος ζήτει εἰς τὸ Ὦμος. σημαίνει δὲ περὶ τοῖς ὤμοις ἀποκοπῇ τοῦ τοῖς ἄρθρου

### α 1748

Ἀναβάτης · παρὰ τὸ βίβημι βήσω, βέβηκα, βέβημαι, βέβησαι, βέβηται, βάτης καὶ ἀναβάτης

### α 1749

Ἀνάγκη · πλε ονασμὸς τοῦ γ · ἀγνάσσω ἀνάσσω ἀνάξω ἀνάκη καὶ πλεονασμῷ τοῦ γ ἀνάγκη, ἡ πάντων ἀνάσσουσα καὶ κρατοῦσα

### σ 437

σει Α · πρώτης συζυγίας τῶν περισπωμένων. θαλέω θαλῶ, ὁ μέλλων θαλήσω καὶ τροπῇ θηλήσω

### α 1750

Ἀναθήματα · κειμήλια, ἀγάλματα καὶ τὰ τῷ θεῷ παρατιθέμενα

### α 1751

Ἀναίδεια · ει · καὶ καθόλου τὰ ἀπὸ ὀξυτόνων εἰς ης ἐπὶ γενικῆς εἰς ους περατουμένων εἰσ τὰ τοιαῦτα μεταπίπτοντα οὐδέποτε μακρὸν ἔχει τὸ ι ἀλλ’ ἢ συνεσταλμένον, ἢ τὴν ει δίφθογγον

### α 1752

Ἀναίδεια · κοινῶς· ἀναιδείην Ἰωνικῶς

### α 1753

Ἀναίμων · εἰς τὸ Ἀνείμονος

### α 1754

Ἀνακόλουθον · ἐναντίον

### α 1755

ἀνακτόριον · τὸ τοῦ ἄνακτος οἴκημα. Γεωργίου

### α 1756

Ἀνακωχή · ἡ ἀνάπαυσις καὶ ἀνάκλισις. ἀνάκλησις δὲ ἀνακάλεσις

### α 1757

Ἀναλίσκω · ἐκ τοῦ ἁλῶ ἁλίσκω καὶ ἀναλίσκω· σημαίνει δὲ τὸ δαπανῶ

### α 1758

Ἀναλογία · δηλοῖ τὸ ἀκόλουθον καὶ τὸ κατὰ λόγον. δύο στερήσεις ἔχει ἡ λέξις, αἵτινες ὁμοῦ οὖσαι συνκατάθεσιν δηλοῦσιν· ἔστι δὲ παρὰ τὸ λόγος ἄλογος, παράγωγον ἀλογία μετὰ τῆς α στερήσεως, καὶ ἄλλη στέρησις ἀναλογία, ὡς πυστά ἄπυστα ἀνάπυστα, τὰ περιβόητα, πηρός ἄπηρος ἀνάπηρος, ὁ πεπηρωμένος. ἐπλεόνασεν δὲ τὸ ν ὡς ἐν τῷ ἀναιδής καὶ ἀναίσχυντος

### ν 189

νάλογος · παρὰ τὸ λόγος ἄλογος, εἶτα δευτέρᾳ συνθέσει μετὰ πλεονασμοῦ τοῦ ν ἀνάλογος, ὁ λόγου ἐχόμενος, ὅ ἐστιν ὁ κατὰ λόγον ὅμοιος. γίνονται δὲ πολλάκις ἐν ταῖς συνθέσεσι στερήσεις τῶν προλαβουσῶν στερήσ εων ἀναιρετικαί, αἵτινες καλοῦνται ἐπιστερ ή σεισ

### α 1759

Ἀνάλυσις · ἀνάπλω σισ

### α 1760

Ἀνάνευσις ἐκ τοῦ ἀνανεύω · τοῦτο δὲ παρὰ τὸ ἄνω νεύειν

### α 1761

Ἄναξ · βασιλεύς· εἰς ὃν πάντα ἀναφέρομεν

### α 1762

Ἄναξ · ὁ τὴν ἄνω τά ξιν ἔχων καὶ ἄγων· παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὸν ἄξω μέλλοντα

### α 1763

Ἀνάργυρος · ὁ ἄμισθος. ἀναργύρως, ἀμίσθως

### α 1764

Ἀνάρρυσις · ἡ θυσία, ἐπειδὴ θύοντες ἀνέκλων τοὺς τραχήλους τῶν θυομένων ἐπὶ τὰ ἄνω τρέποντες. οὕτως δὲ καὶ ἑορτὴ ἐκαλεῖτο παρὰ Ἀθηναίοις

### α 1765

Ἀνάρρυσις · καὶ ἡ τῶν αἰχμαλώτων ἐλευθέρωσις

### α 1766

Ἀνάρσιος · παρὰ τὸν ἄρσω μέλλοντα, ὅ ἐστιν ἁρμόσω· ὁ ἀνάρμοστός τινι καὶ ἀσύμφωνος, ὥστε τὸ α εἶναι στερητικόν

### α 1767

Ἄνασσα · ἡ βασίλισσα· ἀνάσσω ἄνασσα, ὡς νεύσω ἢ νύσσω νύσσα, μελίσσω καὶ μειλίσσω μέλισσα· οὐ γὰρ παρὰ τὸ ἄναξ. τὰ γὰρ ἀπὸ ἐθνικοῦ οὕτως παράγονται, Κίλιξ Κίλισσα, Φοῖνιξ Φοίνισσα, τὸ ἐθνικόν· ἐπὶ δὲ τοῦ χρώματος οὐκέτι

### α 1768

Ἀνάσσω · τὸ βασιλεύω· ὡς πατῶ πατάσσω, σαλῶ σαλάσσω, ἀνῶ ἀνάσσω, τὸ σημαῖνον τὸ ἀνύω, ἐξ οὗ καὶ ἀνήρ καὶ ἀνύτω παράγωγον

### α 1769

Ἀνάστα · ῥῆμα προστακτικὸν ἢ ἐπίρρημα παρακελεύσεως. ζήτει. Ὁμήρου

### α 1770

Ἀναστάς Α · μετοχή ἐστι δευτέρου ἀορίστου τῶν εἰς μι · ἀπὸ τοῦ στῆμι ἐστὶ στάς καὶ ἀναστάς

### α 1771

Ἀνάστασισ. παρὰ τὸν στήσω μέλλοντα

### α 1772

Ἀναστῆναι · ἐγρηγορότας. ἐγερθῆναι, ἐξ ὕπνου

### α 1773

Ἀνατεῖλαι · ἐκ μεταφορᾶς τῆς τῶν βοτάνων ἀνθήσεως

### α 1774

Ἀνατολή · διὰ τὸ ἀνατέλλειν ἤγουν ἀνέρχεσθαι τὸν ἥλιον ἐξ αὐτῆς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1775

Ἀνατολή · ἐκ τοῦ ἀνατέλλω ἀνατολή

### α 1776

Ἀνατολή · λέγεται ἡ τοῦ ἡλίου λάμψις

### α 1777

Ἄναυρος · ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός· παρὰ τὸ αὔρας μὴ ἔχειν

### α 1778

Ἀναχαιτίσαι · ἀνακόψαι

### α 1779

Ἀναψύξω . ἐκ τοῦ ψύχω, τὸ ζωογονῶ

### α 1780

Ἄνδηρα · τὰ χείλη τοῦ ποταμοῦ· παρὰ τὸ εἶναι ἄνω τῶν διερῶν ὅ ἐστιν ὑγρῶν

### α 1781

Ἄνδηρα · τὰ χώματα τὰ ἀνέχοντα τὸν ποταμόν

### α 1782

Ἀνδραγαθία · καλοκἀγαθία, ἔπαινος· γίνεται δὲ ἐκ τοῦ ἀνδρία καὶ τοῦ ἀγαθός ἀνδριαγαθία καὶ ἀνδραγαθία, ἡ ἀγαθὴ ἀνδρία, ἥτις λέγεται ὁ θαυμαστὸς ἔπαινος

### α 1783

Ἀνδρακάσ ·. παρὰ τὴν ἀνδρός παράγωγον. ἢ παρὰ τὸν ἄνδρα καὶ τὸ κάσω σύνθετον, ὅπερ παρὰ τὸν κάσω μέλλοντα γίνεται, ἵν’ ᾖ κατὰ ἄνδρα, κοσμίως, τεταγμένως· κάσω κάς, ὡς δάξω δάξ καὶ ὀδάξ. Ὅμηρος

### σ 438

ς ν · ὡς ἑκάς, ἐπιρρημα τικῶς· καὶ σημαίνει κατ’ ἄνδρα. δύναται δὲ καὶ ἴση μερὶς κατ’ ἄνδρα εἶναι· κοι ν ωνίαν γὰρ ἔχει τὸ δ πρὸς τὸ κ ὡς τὸ δαίνειν καίειν· ἀνδρακάς οὖν οἷον ἀνδραδάς

### α 1784

Ἀνδράποδον ἀνδραποδιστοῦ διαφέρει· ἀνδράποδον, ὁ φυγάς δοῦλος· ἀνδραποδιστής, ὁ τοὺς φυγάδας λαμβάνων καὶ ἀπάγων

### α 1785

Ἄνδραχλος · πόα ἐν τοῖς κήποις γινομένη· παρὰ τὸ ἀνδρὶ εἴκελος εἶναι ἀνδραείκελος καὶ ἄνδραχλος κατὰ συγκοπὴν καὶ τροπήν

### α 1786

Ἀνδρεία · ἀνανδρία δέ

### α 1787

Ἀνδρεῖος · ῥωμαλέος, θαρραλέος. οὕτως καὶ γηραλέος

### α 1788

Ἀνδρειφόντης · ει ἡ παράδοσις. καὶ ἴσως παρὰ τὴν ἀνδρεῖος φωνὴν συντέθειται, ἀνδρειοφόντης τις ὤν. ἢ ἀνδριφόντης παρὰ τὴν δοτικήν, ὡς γαστρίμαργος δοριάλωτος· καὶ ποιητικῶς ἐκτέταται τὸ ι ἀνδρειφόντης κατὰ Αἰολεῖς. οὕτως ἔχειν καὶ τὸ ἀργειφόντης μαρτυρεῖ ἡ παράδοσις

### α 1789

Ἀνδριάς · ἀναίσθητος. καὶ ἀνδρειάντες τὰ τῶν ἀνδρῶν ὁμοιώματα

### α 1790

Ἀνδρειάς · ἀνδρειάντος· ὁμοίωμα ἀνδρὸς ἢ ἀνθρώπου

### α 1791

Ἀνδριάς · τὸ τοῦ ἀνδρὸς εἰκόνισμα ἐν ξύλῳ ἢ λίθῳ

### α 1792

Ἀνδρόκμητος · ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· καμόντας γὰρ τοὺς τεθνεῶτάς φασι. ζήτει καὶ εἰς τὸ Καμεῖν

### α 1793

Ἀνέβη · ἐκ τοῦ βίβημι βήσω, ὁ δεύτερος ἀόριστος ἔβην, τὸ τρίτον ἔβη καὶ ἀνέβη

### α 1794

Ἀνέδην ·. ἀναίδην δέ, τὸ ἀναισχύντως, διὰ τῆς αι διφθόγγου

### α 1795

Ἀνέδην · ἐπίρρημα· τὸ ἐξ ἑδρῶν ἀνατραπῆναι. διὰ τοῦ ε γράφεται· οὐ γάρ ἐστι παρὰ τὸ ἀναίδεια, ἀλλὰ κατὰ στέρησιν τοῦ ἕδους, ἤγουν τῆς καθέδρας καὶ τοῦ ἐδάφους

### α 1796

Ἀνέδην · παρὰ τὸ ἵημι ἥσω ἐπίρρημα γέγονεν ἕδην καὶ ἀνέδ ην

### α 1797

Ἀνέδυ Α καὶ ἀνεδύσατο Α · ἀνῆλθεν

### α 1798

Ἀνείκαστον · ἐκ τοῦ εἰκάζω

### α 1799

Ἀνειμένοσ ·. ἐξ οὗ καὶ τὸ ἀνειμένων πόλοιο“, ἀντὶ τοῦ ἀνεῳγμένων

### α 1800

Ἀνείσθω · ἐκ τοῦ ἕω, τὸ συγχωρῶ, ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι, ὁ ὑπερσυντέλικος εἵμην, τὸ δεύτερον εἷσο, τὸ προστακτικὸν εἷσο εἵ σθω καὶ ἀνείσθω

### α 1801

Ἀνέκαθεν · ἐκ τοῦ ἄνω καὶ τοῦ ἑκάσ ὃ σημαίνει τὸ μακράν. σημαίνει δὲ τὸ μακράν καὶ ἄνωθεν, ἐκ παλαιοῦ χρόνου

### μ 382

μοι · οἱονεὶ ἄμενοί τινες, οἱ μὴ ἐν ἑνὶ τόπῳ μένοντες· καὶ ὑπερθέσει τοῦ μ εἰς τὸ ν καὶ τοῦ ν εἰς τὸ μ ἄ νεμοι, οἱ μὴ ἐν τῷ αὐτῷ μένοντες

### α 1802

Ἄνεμος · ὅτι φυσῶν πάλιν ἀναμένει

### α 1803

Ἄνεμος · παρὰ τὸ ἄω, τὸ πνέω· ἢ μετὰ τοῦ στερητικοῦ α ἄμενος, ὁ μὴ ἔχων δύναμιν, ἢ μετὰ τοῦ ἐπι τατικοῦ α ὁ πάνυ ἔχων δύναμιν, ἐπὶ τοῦ ἐναντίου· ἢ ἀνάμενος, ὅτι μέν ων πνεῖ

### α 1804

Ἀνεμώλιος · ὁ μάταιος. παρὰ τὴν ἀνέμων γενικὴν ἀνεμώνιος καὶ τροπῇ ἀνεμώλιος. οὐκ ἔστι δὲ σύνθετον· οὐ δεῖ γὰρ αὐτὸ σύνθετον ἡγεῖσθαι· τὰ ὑπὸ ἀνέμων ὀλλύμενα. καὶ εἰς τὸ Ἐτώσιος

### ν 190

νη · τὸ ἄνθοσ διὰ τὸ τὰ φύ λλα εὐδιά σειστα εἶναι παντὶ ἀνέμῳ

### α 1805

ἄφετος · παρὰ τὸ ἵημι ἀνίημι καὶ ἀφίημι καὶ ἄφετος καὶ ἄνετος

### α 1806

Ἀνεχαίτισεν · ἀνεκρούσατο, ἠπείθησεν, ἢ εἰς τοὐπίσω ἤγαγεν. ἡ μεταφορὰ ἐκ τῶν ἵππων. καὶ εἰς τὸ Χαίτη

### α 1807

Ἀνεψιός · ὁ ἄνωθεν συνημμένος εἰς συγγένειαν

### α 1808

Ἄνεως · ἰή, ἡ φωνή, καὶ πλεονασμῷ τοῦ ω ἰωή, ἀπὸ τοῦ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· καὶ κατὰ στέρησιν ἄνιος, ὡς χῶρα ἄχωρος· μεταθέσει τοῦ ι εἰς ε ἄνεος καὶ Ἀττικῶς ἄνεως. δύναται καὶ παρὰ ῥῆμα τὸ αὔω, Υ αὖε δ’ Ἄρης ἑτέρωθεν“· ὄνομα ῥηματικὸν ἄναυος, ἀποβολῇ τοῦ υ ἄναος, Ἀττικῶς ἄνεως. αὔω δὲ ἄναυος, ὡς αὐδῶ ἄναυδος

### α 1809

Ἄνεως · ὁ ἄφωνος, ὁ ἄνευ ἰωῆς καὶ πνοῆς· οἱ γὰρ ἐκπεπληγμένοι ἄφωνοι γίνονται

### α 1810

Ἀνήῃ Β · ῥῆμα ὑποτακτικὸν τῶν εἰς μι · ἀνῶ ἀνῇς ἀνῇ, καὶ πλεονασμῷ τοῦ η ποιητικῶσ, ὡς τὸ στῶ στῇς στῇ στήῃ, γίνεται ἀνήῃ. ἀνήσειεν τῶν εἰς μι ὥσπερ τὸ τύψειεν, ὡς τὸ Β οὐ θήν μιν πάλιν αὖτισ ἀνήσει θυμὸς ἀγήνωρ“

### α 1811

Ἄνηθον · ἐκ τοῦ ἄνω ἰθύνεσθαι, οἷον ἀνορμᾶσθαι

### α 1812

Ἄνηθον · καὶ ἄνησον καὶ ἡ μίνθα

### α 1813

Ἀνήκεστον · παρὰ τὸ ἀκῶ, τὸ θεραπεύω, ἔνθεν τὸ Ν ἀκεώμεθα θᾶσσον“· ἀκῶ ἀκέσω ἀκεστός, Ν ἀκεσταί τοι φρένες ἐσθλῶν“, ὡς τελῶ τελέσω τελεστός ἀτέλεστος. ἀκεστός οὖν καὶ τροπῇ τοῦ α εἰς η ἠκεστός, καὶ μετὰ τῆς α στερήσεως, ἥτις πολλάκις λαμβάνει τὸ ν ἀνήκεστος, ὡς ἀναιδής καὶ ἀναίσχυντος

### α 1814

Ἀνηκέστως · ἐκ τοῦ ἀκῶ, τὸ θεραπεύω

### α 1815

Ἀνήκετον · ἐκ τοῦ ἥκω, τὸ παραγίνομαι

### α 1816

Ἀνήλατος · ὁ ἀπειθής· ἀπὸ τῶν ὑποζυγίων· ὁ μηδέποτε δαμασθείς

### α 1817

Ἀνήνυτον · ἀνωφελές, ἀκατόρθωτον, καὶ μὴ ἀνυόμενον. εἰς τὸ Ἀνύω

### α 1818

Ἀνήνυτον · τὸ ἀνωφελές. εἰς τὸ Ἀνύω

### α 1819

Ἀνήπυστον · ἀνήκοον

### α 1820

Ἀνήρ · παρὰ τὸ ἄνω, ὅ ἐστιν ἀνύω. Ὅμηρος Κ μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ’ ἠώσ“. παρὰ δὲ τὸ ἄνω ἀνή ρ · πρακτικὸς γάρ ἐστιν ὡς πρὸς τὴν γυ ναῖκα. Ὁμήρου

### α 1821

Ἀνηρείψαντο Υ · ἀνήρπασαν. παρὰ τὴν ἔραν, τὴν γῆν, ἀνήρεψαν καὶ ἀνηρέψαντο, καὶ ἐν πλεονασμῷ τοῦ ι διὰ τὸ μέτρον ἀνηρείψαντο. κυρίως τὸ ἐκ γῆς ἀναλαβεῖν

### α 1822

Ἀνηρίναστος · ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλὰ ἀποβάλλων. ἀπὸ τῶν συκῶν τῶν ἀποβαλλουσῶν τὸν καρπὸν διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν· τοῖς γὰρ ὀλύνθοισ τῶν ἀγρίων συκῶν ἐντίκτεσθαι ψῆνας, οἵτινες ἐπιδεσμούμ ενοι ταῖς ἡμέροις συκαῖς ὑπὸ τῶν γεωργῶν ἐνδυόμενοι τοῖς φήληξι στερεοὺς καὶ εὐπεπάν τους αὐτοὺς ποιοῦσιν. ἐπὶ τῶν οὖν ἀπολλύντων ἃ ἔχουσιν ἐπέλεγον τὸ ἀνηρίναστοσ

### α 1823

Ἀνησίδανος · ἡ τὰ δῶρα ἀναδιδοῦ σα · δάνος γὰρ τὸ δῶρ ον ὅθεν κατὰ ἀντίφρασιν δάνειον, τὸ μὴ δῶρον

### α 1824

Ἄνηστις · ὁ ἄσιτος. παρὰ τὸ ἔδω ἐστός, παρώνυμον ἔστις, ὡς πιστός πίστις, καὶ κατὰ σύνθεσιν ἄνεστις καὶ ἄνηστις· ἢ παρὰ τὸ νῆστις ἄνηστισ, τῆς στερήσεως μηδὲν πλέον σημαινούσης, ὡς ἐν τῷ ἄσταφις. καὶ εἰς τὸ Νῆστις

### α 1825

Ἄνθεια · ἡ Ἥρα, ὅτι ἀνίησι τοὺς καρποὺς ἡ αὐτὴν οὖσα τῇ Δήμη τρι

### α 1826

Ἀνθέξεται · ἀντιλήψεται· ἐκ τοῦ ἀντέχω ἀνθέξω

### α 1827

Ἀνθερεών · ὁ ὑπὸ τὸ γένειον τόπος, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται ὁ λάρυξ· ἐνθερεών τις ὤν, ὁ ὀρούων κατὰ τὴν ἔνθεσιν καὶ κατὰ πόσιν. ἢ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν

### α 1828

Ἀνθηδών · ἀνθηδόνος· ἡ μέλισσα, παρὰ τὸ τὰ ἄνθη ἔδειν. ἢ πόλις Βοιωτίας, παρὰ τὸ τὰ ἄνθη μὴ ἐνδεῖν ἐν αὐτῇ. ἁπλὰ γὰρ τρυγὸς γλυκείης, ἣν ἔτικτεν Ἀνθηδών“

### α 1829

Ἄνθος · παρὰ τὸ ἄνω θεῖν, ὅ ἐστι τρέχειν, καὶ αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι· οὐ γάρ, εἴ τι ἄνω τρέχει, τοῦτο ἄνθος. καὶ ἔλαφος παρὰ τὸ ἐλαύνειν τοὺς ὄφεις, ὅπερ ποιεῖ τὸ κέρας αὐτ ῆσ θυμιώμενον· καὶ οὐκ, εἴ τι τοῦτο ποιεῖ, ἔλαφος καλεῖται· καὶ γὰρ δίκταμνος ἡ βοτάνη τοῦτο ποιεῖ καὶ οὐ διὰ τοῦτο ἔλαφος λέγεται

### α 1830

Ἄνθος · παρὰ τὸ ἄνω θεῖν καὶ τρέχειν ἐν τῷ αὔξεσθαι

### α 1831

Ἄνθραξ · παρὰ τὸ ἀναθέρω, τὸ θερμαίνω, ἀναθ έραξ καὶ ἐν συγκοπῇ ἄνθραξ

### α 1832

Ἄνθραξ ·. σημαίνει δὲ τὸ πῦρ ἤτοι τὸ πεπυρωμένον ξύλον λέγεται ἄνθραξ· τὸ δὲ ἐσβεσμένον κάρβωνον λέγεται. ἔστι δὲ καὶ λίθος οὕτω καλούμενος τῇ χρόᾳ πύρινος

### α 1833

Ἄνθρωπος · κατὰ Πλάτωνα παρὰ τὸ ἁθρεῖν καὶ λογίζεσθαι, ἅπερ ὄπωπε καὶ εἶδε, τῶν ἀλόγων ζώων μὴ λογιζομένων καὶ προνοουμένων· οὐ γὰρ ἂν ἰχθὺς εἰς κύρτον εἰσῆλθεν ὁρῶν ἄλλον κρατούμενον, οὐδὲ ὄρνις εἰς λίνα. οἱ δὲ παρὰ τὸ ἀνακλῶντα τὴν ὄψιν ἄνω ἀθρεῖν. τινὲς δὲ παρὰ τὸ ἄνω θρεῖν· ἢ παρὰ τὸ ἔναρθρον ἔχειν ὄπα, τουτέστι φωνήν. καὶ ἄλλως. ἄνθρωπος, ὁ ἐνάρθρῳ ὀπὶ κεχρημένος· ἢ ἀπὸ τοῦ ἁθρεῖν, ἃ ὄπωπε, καὶ λογίζεσθαι, τῶν ἀλόγων τοῦτο μὴ ἐχόντων· ἢ ἀνώροπός τις ὤν, ὅτι ἄνω ῥέπει

### α 1834

Ἄνθρωπος · παρὰ τὸ ἀναθρώσκειν καὶ ἀναλογίζεσθαι, ἃ ὄπωπεν

### α 1835

Ἄνθρωπος · παρὰ τὸ ἄνω ἀθρεῖν τὰς ὦπας, ἤγουν ἄνω ὁρᾶν τοὺς ὀφθαλμούς· ὦπες γὰρ οἱ ὀφθαλμοὶ λέγονται

### α 1836

Ἄνθρωπος · παρὰ τὸ ἄνω ἀθρεῖν τὴν ὦπα, ἤγουν ἄνω θεωρεῖν τὸ βλέμμα· πάντων γὰρ τῶν κτηνῶν κάτω βλεπόντων, μόνος ὁ ἄνθρωπος βλέπει ἄνω. οἷον ἀνώθρωπος

### α 1837

Ἀνία · ἡ βάσανος καὶ ἡ λύπη

### α 1838

Ἀνιγρός · ὁ λυπηρός καὶ βλαβερός. παρὰ τὸ ἀνία ἀνιαρός καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ ἀνιγρός

### α 1839

Ἀνιῶ · ι · ἀνιᾶν γὰρ οἱ Αἰολεῖς πολλάκις κατὰ συστολήν. ἔστι γὰρ καὶ ἡ ἐτυμολογία αὐτοῦ παρὰ τὴν ἴασιν, ἥτις διὰ τοῦ ι γράφεται

### α 1840

Ἀννῶνα · ἡ παρὰ τοῦ βασιλέως διδομένη ἑκάστῳ ἐνιαυτῷ ῥόγα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1841

Ἀνοίγω· ἐκ τοῦ οἴγω τὸ ἀ

### ε 836

εὕρηται κατὰ διάστασιν· α ὤϊξεν δὲ θύρασ“

### κ 940

κατόπιν · ἐκ τοῦ ἕπω, τὸ ἀκολουθῶ, καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνόπιν, καὶ μετὰ τῆς κατά προθέσεως κατόπιν

### α 1842

Ἀνορθῶ · ἐκ τοῦ ὀρθός· τοῦτο παρὰ τὸ ὀρῶ, τὸ διεγείρω

### α 1843

Ἀνοχή · ὑπομονή, συγχώρησις, μακροθυμία· παρὰ τὸ ἀνέχειν ἢ ἀνέχεσθαι

### α 1844

Ἄντα · ἔμπροσθεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1845

Ἀνταναιρεθῇ · ἐκ τοῦ αἱρῶ ὁ μέλλων αἱρήσω, ὁ παρακείμενος ᾕρηκα, ὁ παθητικὸς ᾕρημαι, ὁ ἀόριστος ᾑρέθην. καὶ ὤφειλεν εἶναι ᾑρήθην, ἀλλ’ ἀεὶ ὁ παθητικὸς ἀόριστος τὴν παραλήγουσαν θέλει φυλάττειν τοῦ παθητικοῦ παρακειμένου, πλὴν τῶν παρὰ τὸ αἱρῶ περισπωμένων, διαιρῶ διῄρημαι διῃρέθην, καθαιρῶ καθῄρημαι καθῃρέθην, καὶ τῶν ὁμοίων· καὶ πλὴν τοῦ ἐπαινῶ ἐπῄνημαι ἐπῃνέθην, καὶ τοῦ εὑρῶ εὕρημαι εὑρέθην, καὶ τοῦ ῥῶ ἔρρημαι ἐρρέθην, καὶ τοῦ μέμνημαι ἐμνήσθην προσλαμβάνοντος τὸ ς καὶ τοῦ σέσωσμαι ἐσώθην ἀποβάλλοντος τὸ ς · καὶ χωρὶς τῶν ἐχόντων τὸ ρ καὶ ε μετ’ ἐπιπλοκῆς συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων· ταῦτα γὰρ ἐν μὲν τῷ παθητικῷ παρακειμένῳ τρέπει τὸ ε εἰς τὸ α ἐν δὲ τὸ παθητικῷ ἀορίστῳ ἀναλαμβάνει τὸ ε στρέφω ἔστραμμαι ἐστρέφθην, τρέφω τέθραμμαι ἐτρέφθην. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1846

Ἀνταναιρεῖται · ἐκ τοῦ. αἴρω, τὸ ἐπαίρω, ὡς τὸ αἴρεται ἀπὸ τῆς γῆς τὸ μνημόσυνον αὐτοῦ“· αἴρω, τὸ προσφέρω, ἐξ οὗ καὶ ἄρτος, ὁ τῷ σώματι ἡμῶν προσφερόμενος· αἱρῶ, τὸ διαχωρίζω, ὡς τὸ διαιροῦνται αἱ προσῳδίαι“· αἱρῶ, τὸ προαιροῦμαι, ἐξ οὗ καὶ προαίρεσι ς καὶ προαι ρετικός· αἱρῶ, τὸ καταβάλλω, ὡς τὸ Β φῆ γὰρ ὅ γ’ αἱρήσειν Πριάμοιο πόλιν“

### α 1847

Ἀντήρειδες · τὰ ἐν ταῖς στέγαις λαβδώματα· παρὰ τὸ ἐρείδω ἐρείσω. Γεωργίου

### α 1848

Ἀντήρεις · τὸ ρεις δίφθογγον. ὤφειλεν δὲ διὰ τοῦ ι ἐπειδὴ τὰ εἰς ις θηλυκὰ κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον οἷον κρηπίς βολίς ἀσπίς, χωρὶς τοῦ κλεῖς καὶ τῶν παρ’ αὐτό. πρόσκειται κ οινολεκτούμενα“ διὰ τὸ ἀφανής· τοῦτο γὰρ οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου γράφουσι. ἔδει οὖν καὶ τὸ ἀντήρεις διὰ τοῦ ι γράφεσθαι, ἀλλ’ ὑπὸ τῆς ἀφορμῆς τῆς ἐτυμολογίας διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ ἐρείδω ἐρείσω γέγονεν ἐκβολῇ τοῦ ω ἔρεις, καὶ ἐκτά σει τοῦ ε εἰς η ἤρεις καὶ ἀντήρεισ

### α 1849

Ἀντίβιον · παρὰ τὸ τὴν βίαν εἰς τὸ ἐναντίον ἐνεγκ εῖν τὸν μαχόμενον. οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ἰλιάδος

### α 1850

Ἀντίβιον · τὸ ἐναντίον τόξευμα

### α 1851

Ἀντιβολῆσαι · κατὰ μετάθεσιν τοῦ μ εἰς τὸ β οἷον ἐναντίον μολῆσαι

### α 1852

Ἀντιβολῶ ·. κατὰ συγγένειαν τοῦ β πρὸς τὸ μ. σημαίνει δὲ τὸ παρακαλῶ καὶ ὑπαντῶ

### α 1853

Ἀντιβολῶ · παρὰ τὸ μολεῖν καὶ τὴν ἀντί πρόθεσιν ἀντιμολήσασ καὶ τροπῇ ἀντιβολήσας, ὡς μεμόληκεν μέμβλωκεν καὶ μελίττειν βλίττειν

### α 1854

Ἀντίον · παρὰ τὸ ἄντω βαρύτονον ῥῆμα. ἔστι δὲ καὶ ἀντῶ περισπώμενον, ἀφ’ οὗ τὸ ἀντήσω καὶ ἄντην ἐπίρρημα καὶ ἀντίος

### α 1855

Ἀντιόωσαν · παρὰ τὴν ἀντί πρόθεσιν γίνεται ἀντίος· ἐκ τούτου ἀντιῶ ἀντιᾷς. ἀντιῶ οὖν καὶ ἡ μετοχὴ ἀντιῶν, καὶ τὸ θηλυκὸν ἀντιῶσα, καὶ πλεονασμῷ τοῦ ο ἀντιόωσα, ὡς γελόωσα κυδιόωσα

### α 1856

Ἀντίπαις · εἰς τὸ Γέρων

### α 1857

Ἀντίπαλος · ὁ ἐναντίος, ἢ ὁ ἀντιπαλαίων, ἢ ὁ κατὰ πάλον, τουτέστι κλῆρον, ἐναντιούμενος

### α 1858

Ἀντίπηξ · ἡ κιβωτός· παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ πήσσω

### α 1859

Ἀντισήκωσις · ἐκ τῆς ἀντί προθέσεως καὶ τοῦ σάκος, ὃ σημαίνει τὴν ἀσπίδα

### α 1860

Ἀντίστοιχον · τὸ ἴσον· σκιᾶς γὰρ ἀν τίστοιχος ὢν φωνὴν ἔχεισ“, τουτέστιν ὢν σκιᾶς ἴσος φω νὴν ἔχεις

### α 1861

Ἀντιτορήσας · διατρήσας, διορύξας· Κ πυκινὸν δόμον ἀντιτορήσασ“. ἀπὸ τοῦ τορῶ τορήσω, ὡσ τρῶ τρήσω

### α 1862

Ἀντιφερίζει · ἀντίσταται, ἀντιλέγει ἢ ἐξισοῦται

### α 1863

Ἀντιφερίζω · τὸ ἐξισοῦμαι· παρὰ τὸ φέρω φερίζω καὶ ἀντιφερίζω

### α 1864

Ἀντίχειρ · ἤτοι ὅτι ἀντίκειται τοῖς ἄλλοις, ἢ ὅτι τὸ ἴσον δύναται τῇ ὅλῃ χειρί· ἀργοὶ γάρ εἰσιν οἱ ἄλλοι χωρὶς αὐτοῦ ὄντες

### α 1865

Ἄντυγες · αἱ ἄνω τετυγμέναι περικεφαλαῖαι· καὶ γὰρ ἡ εἰς τὸ κάτω τετυγμένη καταῖτυξ καλεῖται

### α 1866

Ἄντυξ · ἡ ἁψίς, ἀπὸ τοῦ ἄνω τετύχθαι. καὶ ἡ περιφέρεια τοῦ ἅρματος

### α 1867

Ἀνύω · σημαίνει τὸ πράττω, τὸ τελειῶ καὶ τὸ ὁδεύω καὶ τὸ ὠφελῶ καὶ τὸ κατορθῶ

### α 1868

Ἄνω · ἐκ τοῦ ἀνά συνδέσμου γίνεται ἄνω, καὶ σημαίνει τὸν ὑψηλὸν τόπον, ὥσπερ καὶ ἡ κατά πρόθεσις προσλαμβάνουσα τὸ ω γίνεται κάτω. ὁμοίως καὶ ἡ ἔξ προσλαμβάνει τὸ ω καὶ γίνεται ἔξω, καὶ ἡ ἔν ὁμοίως ἔνσω καὶ ἔσω. τὸ δὲ δεξιά καὶ ἀριστερά λέγεται. Ὁμήρου

### α 1869

Ἄνωγεν Α · ἀορίστου δευτέρου τρίτου προσώπου κατὰ συστολὴν τοῦ η. καὶ ἔστι πρώτης συζυγίας τῶν περισπωμένων· ἔστι γὰρ τὸ θέμα αὐτοῦ ἀνωγῶ, ὁ παρατατικὸς ἠνώγουν καὶ τὸ τρίτον ἠνώγει, ὁ μέλλων ἀνωγήσω, ὁ πρῶτοσ ἀόριστος ἠνώγησα, ὁ δεύτερος ἤνωγον, ὥσπερ ὀλισ θῶ ὀλισθήσω ὤλισθον, καὶ ἁμαρτῶ ἁμαρτήσω ἥμαρτον

### α 1870

Ἄνωγεν Α · ἐκέλευεν

### α 1871

Ἀνώγω · κελεύω

### α 1872

Ἀξίνη · παρὰ τὸ ἄγω, τὸ κλάω, ἄξω ἀξίνη

### α 1873

ἀξία · παρὰ τὸν ἄξω μέλλοντα

### α 1874

Ἀξιῶ · τὸ παρακαλῶ· καὶ ἀξιῶ, τὸ τιμῶ καὶ δοξάζω· καὶ ἀξιῶ, τὸ ἰσῶ, τὸ εὐπρεπῶ καὶ τὸ ἐπιτυγχάνω

### α 1875

Ἆξον Ζ · ἄγω, τὸ κλάω, ὁ μέλλων ἄξω, ἦξα καὶ τὸ προστακτικὸν ἆξον

### α 1876

Ἀοιδή · ἡ τραγῳδία

### α 1877

Ἀοίδιμος · μακάριος, διαβόητος· παρὰ γὰρ τὸ ἀείδω

### α 1878

Ἀοίδιμος · ὁ ᾠδῆς ἄξιος

### α 1879

Ἀοιδός α · ὁ Φήμιος δηλονότι· ἢ ὁ κιθαρῳδός· ἢ ὁ θρηνῳδός

### α 1880

Ἄορες ρ · αἱ γυναῖκες· κατὰ ὑπέρθεσιν παρὰ τὸ ὀαρίζειν, ὅθεν καὶ τὸ Ι ὀάρων ἕνεκα“

### α 1881

Ἄορες · αἱ γυναῖκες, κατὰ ὑπέρθεσιν

### η 287

ης ἕν εἰσιν. ἕν εἰσιν

### α 1882

Ἀοσσητήρ · ὁ βοηθός, ὁ ἄνευ ὄσσης καὶ κληδόνος αὐτόματος βοηθός· παρὰ τὴν ὄσσαν ὀοσσητήρ καὶ ἀοσσητήρ

### α 1883

Ἀπαγορεύειν · ἐκτὸς γίνεσθαι τοῦ λέγειν

### α 1884

Ἀπαγορεύειν · πάλιν ἡ ἀπό δηλοῖ τὸ χωρίζεσθαι· ὁ γὰρ ἀπαγορ εύων ἐκτός ἐστι τοῦ λέγειν. παρὰ τῆς ἀπό προθέσεως καὶ τοῦ λόγοσ

### α 1885

Ἀπᾴδει · ἐναντιοῦται, οὐ συμφωνεῖ

### α 1886

Ἀπάλαμνος · ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνήσασθαι· ἢ ὁ ἐν πάλῃ μὴ μένων, ὅ ἐστι μάχῃ

### θ 278

Θ · ἀλθέω ἀλθῶ πρώτης συζυγίας τῶν περισπωμένων· ὁ μέλλων ἀλθήσω, ἀλθήσομαι, ἀλθήσῃ, ἀλθησόμεθον, ἀλθή σεσθον· σημαίνει δὲ τὸ ἰ αθήσεσθον. τὸ δὲ ἀλθῶ παρὰ τὸ ἄλδω, ὃ σημαίνει τὸ αὐξάνω

### α 1887

Ἁπαλόν. ἰστέον, ὅτι παρὰ τὸ ἅπτω ἐστὶ καὶ τὸ ἁψίνθιον, καὶ διὰ τοῦτο δασυνόμενον εὕρηται. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1888

Ἁπαλύνω · ἐκ τοῦ ἁπαλός· τοῦτο ἐκ τοῦ ἁφή ἁφαλός καὶ ἁπαλός

### α 1889

Ἀπαμείρεται · ἀποκεχώρισται· ἐκ τοῦ μείρω, τὸ μερίζω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμείρω καὶ ἀ παμείρω

### α 1890

Ἅπαξ · ἐπίρρημα ἀριθμητικόν

### α 1891

ἀπαρασκεύαστον ·. τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν τὸ αὐτεξού σιον. ὁ οὖν ἐ ναλ λ άσσων ταῦτ α ἀ κυρ ολογεῖ

### α 1892

Ἀπάργματα · αἱ μεγάλαι ἀπαρχαὶ τῶν θυσιῶν· καὶ γίνεται παρὰ τὸ ἄρχω ἀπάρχω, ἄπαργμα καὶ ἄργμα. Ὅμηρος ξ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσιν“

### α 1893

Ἀπαρκτίαις · ταῖς ἀπὸ τῆσ ἄρκτου πνοαῖς. Ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖσ“

### ρ 116

ρκτίας · ὅτι ἀπὸ τῆσ ἄρκτου πν εῖ

### α 1894

Ἀπαρτία · ὁ κατὰ τὸν οἶκον κόσμος, τὰ λεγόμενα ἔπιπλα. ἔστιν ἀπαρτῶ, παρά γωγον ἀπ αρτίζω, τὸ ἀρτ ίως συμπληρῶ, καὶ ἀπαρτία

### α 1895

Ἄπαστος · ὁ ἄγευστος. παρὰ τὸ πῶ, τὸ ἐσθίω, ἐξ οὗ καὶ πόα, ἡ βοτάνη, καὶ πηγός καὶ φ ηγ ός· ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. ὡς οὖν ἀπὸ τοῦ μῶ τοῦ σημαίνοντος τὸ ζητῶ γίνεται μαστός, οὕτω παρὰ τὸ πῶ παστός καὶ ἄπαστος

### α 1896

Ἀπάτερθεν · ἄνευθεν καὶ χωρίς· ἀπὸ τοῦ ἄτερ ἐπι ρρ ήματοσ ἄ τερ θ εν καὶ ἀπά τερ θεν

### α 1897

Ἀπάτη · ἐκ τοῦ ἀπαφῶ. τὸ δὲ ἀπαφ ῶ παρὰ τὸ φῶ τὸ σημαῖνον τὸ λέ γω, καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἀφῶ καὶ ἀπαφῶ

### α 1898

Ἀπατηλός · ἐκ τοῦ ἀπάτη ἀπατηλός

### α 1899

α · ἑορτὴ ἐπιτελουμένη τῷ Πυανεψιῶνι τῷ Διονύσῳ. φασὶ δὲ καὶ τὸν Διόνυσον Ἀπατούριον καὶ τὴν ἑορτὴν Ἀπα τούρια ἢ ἀπὸ τῆς ἀπάτης, ἢ ἐπειδὴ ἐν ταύτῃ τῇ ἑορτῇ τοὺς γεννωμένους ἐν τῷ ἐνι αυτῷ ἐκεί νῳ παῖδας τότε ἐνέγραφον ὀμνύντες οἱ πατέρες, ἦ μὴν Ἀθηναίους ἐξ Ἀθηναίων, καὶ πρὸ τούτου ἀπάτορες ὄντες τότε πατέρας ἔχειν παῖδες οἱ Ἀ θηναίων ἐδόκουν

### α 1900

Ἀπατῶ · πλανῶ, βουκολῶ καὶ ἀποβουκολῶ

### α 1901

Ἀπαυθαδιάζω · ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω· . τοῦτο κακὴν κακῶσ“

### α 1902

αυλία · ἑορτὴ παρὰ Ἀθηναίοις, ὅτι τότε ἄρχεται ἡ κόρη χωρὶς πατρὸς αὐλίζεσθαι

### α 1903

Ἀπειλή · ἡ μετὰ ὀργῆς ἐπίπληξις. παρὰ τὸ ἀπείλλειν, ὅ ἐστιν ἀπείργειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράττειν ἀπείργει. ἢ παρὰ τὴν ἀπό καὶ τὸ εἰλῶ, ἡ ἀποκλείουσα τῶν μὴ δεόντων· ἔστι γὰρ ἀπειλὴ λόγος συστρέφων τὸ μὴ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων

### α 1904

Ἀπειλή · παρὰ τὸ ἄποθεν εἶναι ἐλέους. τὸ πει δίφθογγον. διὰ τί; τὰ εἰς λη θηλυκὰ ὀξύτονα τῇ ει διφθόγγῳ παραλήγονται, οἷον ἀπειλή ὠτειλή ὀφειλή

### ε 837

ειλῶ · διὰ τῆς ει διφθόγγου γράφεται· ἐφανέ ρωσαν γὰρ τὸ ε οἱ Αἰ ολεῖς εἰπόντες ἀπελλῶ, ὡς κείρω κέρρω

### α 1905

Ἀπεληλαμένος · ἐκ τοῦ ἐλῶ ἐλάσω ἐλήλακα ἐλήλαμαι

### α 1906

Ἄπελος · τὸ ἕλκος. παρὰ τὸ μὴ προσπελάζειν τὴν σάρκα, ἀλλὰ διῃρῆσθαι· καὶ γὰρ ἕλκος παρὰ τὸ διειλκ ῦσθαι τὴν σάρκα ἐκ τῆς τομῆσ. ἢ ἀπὸ τῶν Θεσ σα λικῶν ἀπελῶν, ἅ ἐστι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευτον

### α 1907

Ἄπελος · τὸ τραῦμα, οὗ ἀπείληπται τὰ ἡδέα διὰ τὸ ἀφῃρῆσθαι τὴν σάρκα. ἢ ἀπὸ τῶν Θεσσαλικῶν ἀπελῶν, ἅ ἐστι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευτον

### α 1908

Ἀπεκτόνει · κτείνω, κτενῶ, ὁ μέσος παρακείμενος ἔκτονα ἀπέκτονε“, ὁ ὑπερσυντέλικος ἐκτόνειν, ἐκτόνεις, ἐκτόνει καὶ ἀπεκτόνει

### α 1909

Ἀπενεχθήσονται · ἐκ τοῦ ἐνέγκω ἐνέξω, ἤνοχα, ἤνεγμαι, ἠνέχθην ἐνεχθήσομαι

### α 1910

Ἀπέχθηαι Ι · ἀπέχθω, ἀπῆχθον, ἐὰν ἀπέχθω, ἐὰν ἀπέχθωμαι, ἐὰν ἀπέχθηται, καὶ ἀποβολῇ τὸ τ ἀπέχθηαι

### α 1911

Ἀπηνήνατο · μέσου ἀορίστου πρώτου παθητικοῦ· τὸ θέμα ἀπαναίνω. καὶ ἔστιν ἀναίνω, ὁ ἀόριστος ἤνηνα, ὁ μέσος ἠνηνάμην, ἠνήνατο καὶ ἀπηνήνατο

### α 1912

Ἀπόβλητος · ὁ ἀφεστὼς τοῦ ἐπιβάλλοντος καὶ δέοντος

### α 1913

Ἄπο δόξης λ · ἄποθεν ἧς ἔχομεν διαθέσεως

### α 1914

Ἀπόειπε Γ · διὰ τί προπαροξύνεται; τὰ γὰρ προστακτικά, εἰ μὲν ὦσι δυσύλλαβα καὶ βραχυκατάληκτα, ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, οἷον ἐλθέ πρόελθε, βαῖνε ἀνάβαινε, εἰπέ ἀπόειπε

### α 1915

Ἀποθανεῖν · εἴρηται, ὅτι ἡ ἀπό χωρισμὸν δηλοῖ, οἷον ἀπέρχεσθαι, τὸ χωρίζεσθαί τινα ἀπερχόμενον, Χ αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔποσ“ ἀντὶ τοῦ ἐκτὸς ἀκοῆσ γένοιτο. καὶ τὸ ἀποθανεῖν οὕτως ἔχει, καθ’ ὃ χωρίζονται οἱ τεθνεῶτες τῶν ζώντων. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ προθέσεων

### α 1916

Ἀποθανεῖται · ἐκ τοῦ θνῶ θνήσω, ὁ δεύτερος ἀόριστος ἔθανον, καὶ ἐξ αὐτοῦ Φ ἔθαν’“· καὶ γίνεται θανῶ θανοῦμαι καὶ θανεῖται

### α 1917

Ἀποθύμια. ἀηδῆ καὶ οὐκ ἀρεστά, ἐξ οὗ καὶ τὸ Ξ ἀποθύμια ἔρδοι“, ἐχθρὰ πράξοι

### α 1918

Ἀποκλήρωσις · ἡ οἰκειότης καὶ σχέσις τοῦ πράγματος. εἴρηται δὲ ἀποκλήρωσις ἀπὸ τοῦ κλήρου, εἴτε τῆς κληρονομίας εἴτε τοῦ μέτρου τῆς γῆς· ἐν ἀμφοτέροις γὰρ σχέσις ἐστὶ καὶ οἰκειότης τοῖς κληρονόμοις καὶ κληρούχοις. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1919

Ἀπὸ κοπρίας · πόθεν γίνεται; ἐκ τοῦ κόπρος. ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐκεῖσε ῥεῖν τὸν κόπον ἡμῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1920

Ἀποκτέννω · διὰ δύο νν καὶ διὰ τοῦ ε ψιλοῦ· οὐ γάρ ἐστι κταίνω κτανῶ, ἀλλὰ κτέννω κτεννῶ. Ὠρίωνος

### α 1921

Ἀπολαύω· λῶ ἐστι, τὸ θέλω· Θεόκριτος λῇς ποτὶ τᾶν νυμφᾶν“· οὗ παράγωγον λαύω καὶ ἀπολαύω, τὸ ἀπέχειν καὶ ἀπολαμβάνειν, ἅ τις θέλει

### α 1922

Ἄπολλον · ὅταν προπαροξύνηται, ἡ κλητικὴ διὰ τοῦ ο μικροῦ γράφεται, οἷον Ἀγάμεμνον ὀλβιόδαιμον κακόδαιμον Αὐτόμεδον κυλλοπόδιον χαμαίλεον ἐνόσιχθον· εἰ δὲ παροξύνεται, διὰ τοῦ ω γράφεται, ὦ χαλκοχίτων, ὦ φιλοπλάτων. σεσημείωται τὸ ὦ Λακεδαῖμον καὶ ὦ Παλαῖμον· σημαίνει δὲ τὴν πάλην

### α 1923

Ἀπόλλων · ἐκ τοῦ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους· ἰατρὸς γὰρ καὶ μάντις

### α 1924

ἀπομάργματα διαφέρει· ἀπομάγματα μέν εἰσι τὰ ἀποτυπώματα καὶ τὰ ἀποσπογγίσματα· ἀπομάργματα δὲ τὰ ἀπαυ γά σματα καὶ αἱ ἀκτινοβολίαι

### α 1925

Ἀποματτόμενοι · ἀναλαμβάνοντες, μιμούμενοι, ἐντυποῦντες· ἐκ μεταφορᾶς τῶν σπόγγων· ἐξ οὗ ἐναποματτόμενοι“ οἱ δὲ παρὰ τὸ ἀποπάλλειν τὰς ἀκτῖνας

### α 1926

Ἀπομόρξατο · ὀμόργω, ὁ μέλλων ὀμόρξω, ὤμορξα, ὠμορξάμην, ὠμόρξω, ὠμόρξατο καὶ ἀπομόρξατο

### α 1927

Ἀπονοστήσειν Α · ἀπὸ τοῦ νόστος τοῦ σημαίνοντος τὴν ἀνακομιδήν· ἡ μεταφορὰ δὲ ἀπὸ τῶν ἐδεσμάτων, ὥς φησιν Ὅμηρος ι ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων“

### α 1928

Ἀπόπατος · ἡ τῶν σιτίων διὰ γαστρὸς κένωσισ. καὶ ἀποπάτημα. παρὰ τὸν πάτον, ὅ ἐστι τὴν ὁδόν, τὸ ἄποθεν τοῦ πάτου γινόμενον· καὶ γὰρ ἀφόδευμα λέγεται τὸ μὴ ἐν τῇ ὁδῷ τῇ λεωφόρῳ γινόμενον

### α 1929

Ἀπόπατος · κ όπροσ

### α 1930

Ἀπὸ ῥίου Ξ · ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ ὄρους

### α 1931

Ἄπορος · πρὸς ὃν μηχανὴν ἀδύνατον εὑρεῖν

### α 1932

Ἀπόρυμα · παρ’ Ἑβραίοις μέτρον καλεῖται· ἔστι δὲ τὸ ἥμισυ τοῦ σάτου. τὸ δὲ σάτον κβ ξεστῶν ἐστι, παρ’ ἄλλοις δὲ ιη καὶ κδ. καὶ εἰς τὸ Σάτον. ἔστι δὲ ἐν τύπῳ κεραμ ίου

### α 1933

Ἄπο σκοποῦ λ · ἄποθεν ἔξω τοῦ σκοποῦ, ἐξ ἀπ’ εἰκασμοῦ. εἴρηται δὲ ἀπὸ τῶν τοξοτῶν

### μ 383

Μὴ ἀποσκορακίσῃς με · μὴ ἀποδιώξῃς με, μὴ βδελύξῃ με, μὴ ἐξορίσῃς, μὴ ἐξουδενώσῃς, μὴ ἀποδοκιμάσῃς

### α 1934

Ἀποσκορακισμός · ὕβρ ις, ἐξουδένωσις, εὐτε λισμός, δίωξις, ἐξορία

### α 1935

Ἀποστήσεις · ἀπό πρόθεσις, στήσεις ῥῆμα

### α 1936

Ἀπότομον · τὸ ἀπόκρημνον καὶ οὐχ ὑπεῖκον ἢ τὸ ἀνένδοτον. πρὸς τὸ ἐνδόσιμον“· παρὰ τὸ ἐνδιδόναι καὶ παραχωρεῖν. ἐν ἑτέροις δὲ σημαίνει τὴν ἀρχὴν καὶ τὸ προοίμιον· ἐν γὰρ τοῖς χοροῖς ὁ χοροδιδάσκαλος, ἐπαυλήσας τῷ καλουμένῳ ἐπιτονίῳ, τούτῳ τοῖς ἀπὸ τοῦ χοροῦ τὴν ἀρχὴν τῆς ἁρμονίας καὶ συμφωνίας ἐνδίδωσιν. λέγομεν δὲ προοίμιον καὶ τὸ ἐμβατήριον κατ’ ἄλλην μεταφορὰν ἐπὶ τῶν ὀρχουμένων, διότι ὁ κατακρούστης, τοῖς προτέροις χρησάμενος κρούσμασι, ταύτην τῆς ὀρχήσεως τὴν ἀρχὴν τοῖς ὀρχουμένοις παρέχεται, καὶ τοῦτο καλοῦσιν ἐμβατήριον

### α 1937

Ἀποτρέπω · διώκω, ἐξ οὗ καὶ ἀποτρόπαιος ὁ διώκων τις. λέγεται ἀποτρόπαιος καὶ ὁ χαλεπὸς καὶ δεινὸς καὶ κακὸς καὶ μισητὸς καὶ φευκτὸς καὶ ὁ τὴν ὄψιν φοβερός

### α 1938

Ἀπότροπος οἶνος · τραπεῖν γάρ ἐστι τὸ πατῆσαι, ὅθεν καὶ τὸ πρὸ τοῦ πατηθῆναι γινόμενον ἀπόσταγμα τῆς σταφυλῆς ἀπότροπος οἶνος λέγεται. οὕτω Ἐπαφρόδιτος ἐν Ὑπομνήματι Ἀσπίδος Ἡσιόδου

### α 1939

Ἀπούατος · ἄποθεν τοῦ ὠτός, οἱονεὶ ὁ μὴ ἀκουόμενος ἐκ διαστήματος

### α 1940

Ἀπούρας Α · ἀπαύρας ἐστί, καὶ τροπῇ τοῦ α εἰς ο ἀπούρασ. αὐρεῖν δέ, τὸ ἀπολαύειν· ἔνθεν σύνθετον Ζ ἐπαυρή σ ασθαι ὀΐω“. ἀπαυρεῖν οὖν καὶ ἀπούρας, οἷον ἀφελόμενος τὴν ἀπόλαυσιν τοῦ γέρως. οἱ δέ φασιν ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους τινός, ἀπουρήσας καὶ ἀπούρας

### α 1941

Ἀποφράδες · οὕτως ἡμέραι προσηγορικῶς καλούμεναι, ἃς καὶ ἐπεικάδας καλοῦσι, φθίνοντος τοῦ μηνὸς τετράδα, τρίτην, δευτέραν, ἐν αἷς καὶ τὰς φονικὰς ἐδίκαζον δίκας διὰ τὸ οἷον ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖσ. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν· ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν“

### α 1942

Ἀποφώλια ·. παρὰ τὸ ἐν αὐτοῖς φω λεύειν καὶ ἐνδιατρίβειν. κυρίως δὲ φωλεὸς ὁ σκο τεινὸς τόπος, παρὰ τὸ ἀπολωλέ ναι τὸ φῶσ ἐκεῖ. Ὁμήρου

### ο 415

ὁ ἀπαί δευτοσ. Ὅμηρος ε ἦ δὴ ἄλι τρός γ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώσ “. παρὰ τὸ φωλεός· φωλεοὶ γὰρ τὰ διδασκαλεῖα. τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ἐκάλουν. ἢ παρὰ τὸ φηλός, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος, καὶ ἐν συνθέσει ἀποφήλιος καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγός, καὶ ῥήσσω ῥηγμός καὶ Ψ ῥωγμὸς ἔην γαίησ“ θήσω θωμός, ὁ σωρός. λέγονται καὶ ἀποφώλιοι ἀδόκιμοι, ἄγονοι, ἄπαιδεσ

### α 1943

Ἀπρίξ · συμφυῶς, ἰσχυρῶς. παρὰ τὸ πρίζω πρίσω, πρίς κατὰ ἀποκοπὴν καὶ ἀπρίς, ὡς θήσω θής, δώσω δώσ · καὶ παρὰ τοῦτο ἀπρίξ, ὃ πρίσαι ἀδύνατον. ἢ ἀπὸ τοῦ πρίξω πρίξ καὶ ἀπρίξ, ὡς μίγω μίξω μίξ καὶ ἐπιμίξ, ὀκλάζω ὀκλάξω ὀκλάξ, πτύσσω πτύξω πτύξ πύξ, ἐπίρρημα ποιό τητος

### α 1944

ἀπρόϊκτος· ἐκ τοῦ ἴω, τὸ πορεύομαι, ἰτῶ ἰτός καὶ ἀπρόϊτος

### α 1945

Ἀπροτίμαστοσ Τ · ἄψαυστος, ἄθικτος· μάσασθαι γὰρ τὸ ἅψασθαι. ἢ παρὰ τὸ μαστεύειν, ὅ ἐστι ζητεῖν. διὸ καὶ μαστός, καὶ τὸ ι ἐπιμασσάμενοσ“ ἐπιλαβόμενος, καὶ ν ἐπεμάσσατο“ καθήψατο. καὶ εἰς τὸ Αὐτομάτως

### α 1946

Ἅπτω · τὸ προσεγγίζω· οὗ ὁ μέλλων ἅψω, ἐξ οὗ λέγεται ἅψεα τὰ μέλη

### α 1947

Ἀπώλεια · διὰ τῆς ει διφθόγγου γράφεται, πρῶτον μὲν τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. τὰ διὰ τοῦ εια προπαροξύτονα ἔχοντα ἀν τιπαρακείμενον ἐνεστῶτα διὰ τῆς ει διφθόγγου γράφεται. τὸ δὲ ἀπώλεια ἐξέτεινε τὸ ο εἰς τὸ ω ἐπειδὴ τὰ παρὰ τὸ ὀλῶ ἢ ὄλλω συντιθέμενα ἐκτείνουσι τὸ ο εἰς ω οἷον ἀπώλεια π ανώλεια. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1948

Ἀπώλετο · μέσου ἀορίστου δευτέρου· τὸ θέμα ὄλω, ὀλῶ, ὦλα, ὤλομαι ὦλον ὁ δεύτερος ἀόριστος, ὁ μέσοσ ὠλόμην ὤλου ὤλ ε το καὶ ἀπώλετο. Εὐλογίου

### α 1949

Ἀπώναντο · ἀπὸ τοῦ ὠνῶ, ὁ μέλλων ὠνάσω, ὃ δηλοῖ τὸ φαυλίζω, τὸ παθητικὸν ὠνῶμαι, ὡς βοῶμαι, ὁ παρατατικὸς ὠνώμην, τὸ δεύτερον ὠνῶ, τὸ τρίτον ὤναντο καὶ ἐν συνθέσει ἀπώναντο. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### μ 384

μέσου ἀορίστου β πρόσωπον · γίνεται γὰρ ἐκ τοῦ ὤθω ὤσω, ὁ ἀόριστος ὦσα, ὁ μέσοσ ὠσάμην ὤσω καὶ ἀπώσω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1950

Ἀρά · ἡ κατάρα· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω· ἢ παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι. σημαίνει δὲ τὴν εὐχὴν καὶ τὴν κατάραν. καὶ εἰ μὲν σημαίνει τὴν εὐχήν, γίνεται παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος ἐπαίρω· οἱ γὰρ εὐχόμενοι εἰ ώθασι τὰς χεῖρας ἐκτείνειν· εἰ δὲ σημαίνει τὴν κατάραν, γίνεται παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι, κατὰ ἀντίφρασιν

### α 1951

Ἀρά · καὶ ἡ βλάβη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1952

Ἀραβία · ἐκ τοῦ Ἄραβος Ἀραβία

### α 1953

Ἀράβιος · καὶ Ἄραβος

### α 1954

Ἀραιήν · ἀπὸ τοῦ ῥαίω, τὸ φθείρω, μετὰ τοῦ ἐπιτατικοῦ α ἀραιήν

### α 1955

Ἀράρει · τὸ ἁρμόσει. ἀραρεῖ δὲ σημαίνει τὸ ἀναβαίνειν εἰς ὕψος, ἐξ οὗ καὶ ἀράχνη παρὰ τὸ ἀναρριχᾶσθαι εἴρηται

### α 1956

Ἀράχνη · παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν, ὅ ἐστι λεπτὰ καὶ ἀσθενῆ· ἢ παρὰ τὸ εἰς τὸν ἀέρα αἴρειν τὰ ἴχνη

### α 1957

Ἀράχνην · ὕφασμα. ἀράχνης δὲ τὸ ζῶον

### α 1958

Ἀργαλέον · ἐκ τοῦ ἔργον καὶ τοῦ ἅλιον, ὃ σημαίνει τὸ μάταιον

### α 1959

Ἀργεῖος · διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς Ἀργέϊος λέγουσι διϊστάντες τὸ ι καὶ κράσει ἡμεῖς τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον Ἀργεῖος

### α 1960

Ἀργεῖος · ει καὶ γὰρ Αἰολεῖς Ἀργέϊός φασιν. σημαίνει δὲ τὸν ἀπὸ τοῦ Ἄργους καὶ τὸν ἵππον, ἐξ οὗ καὶ Ἀργεῖος Πήγασος, ὁ ἵππος ὁ πηδητικός

### α 1961

Ἀργειφόντης · ει. παρὰ τὸ ἐναργεῖς τὰς φαντασίας ποιεῖν. Τρύφων δὲ διὰ τοῦ ι · ἤτοι γάρ“, φησίν, ἀριφόντης, ὁ μεγάλως φανταζόμενος διὰ τοὺς ὀνείρους, κατὰ πλεονασμὸν τοῦ γ · ἢ παρὰ τὸ ἀργόν σύγκειται, τὸ λευκόν, ἀργοφόντης τις ὤν, καὶ τροπῇ τοῦ ο εἰς ι ἀργιφόντησ, ὡς τὸ ἀργίποδες κύνεσ“

### α 1962

Ἀργειφόντης · ὁ Ἑρμῆς παρ’ Ὁμήρῳ καὶ παρὰ πολλοῖς· παρὰ δὲ Σοφοκλεῖ καὶ ἐπὶ τοῦ Ἀπόλλωνος, καὶ παρὰ Παρθενίῳ καὶ ἐπὶ τοῦ Τηλέφου. ἢ παρὰ τὸ Ἄργον τὸν πο λυόμματον κύ να πεφονεῦσθαι ὑπ’ αὐτοῦ τὸν Ἰοῦς φύλακα. ἢ παρὰ τὸ ἀργός, ὁ ταχὺς ἄγγελος. ἢ ὁ ἐναργεῖς τὰς φαντασίας ἀποτελῶν· ὀνειροπομπός γάρ. ἢ ὅτι καταργεῖ τοὺς φόνους· εἰρηνικὸς γὰρ ὁ θεός. ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς. ἢ ὅτι ὄφιν τὸν Πυθῶνα ἀνεῖλε· κατὰ γὰρ τὴν Ἀργείων γλῶσσαν ὁ ὄφις ἀργῆς καλεῖται· ἵν’ ᾖ ὁ ὀφιοκτόνος. καὶ εἶδος θηρίου οὕτως καλεῖται ἀργή, καὶ οἱ κένταυροι οὕτως ὑπό τινων προσηγορεύθησαν

### α 1963

Ἀργειφόντησ ·. ἢ ὁ ἀργὸς φόνου καὶ εἰρηνικός· ἢ ὁ φονεύσας Ἄργον τὸν πολυόμματον κύνα, ὃς ἐφύλασσε τὴν Ἰώ. ζήτει

### α 1964

Ἀργειφόντης · παρὰ τὸ ἐναργεῖς τὰς φαντασίας ποιεῖν. οὕτως εὗρον ἐν Ὑπομνήματι τοῦ Ἡσιόδου. οἱ δὲ διὰ τοῦ ι γράφοντές φασιν παρὰ τὸ αρι τὸ ἐπιτατικὸν μόριον, ὡς ἀρίζηλος ἀρίδηλος, ἀριφόντης, ὁ μεγάλως φανταζόμενος διὰ τοὺς ὀνείρους, καὶ πλεονασμῷ τοῦ γ ἀργιφόντησ· ἢ παρὰ τὸ ἀργόν, τὸ λευκόν, ἀργοφόντης τις ὤν, καὶ τροπῇ τοῦ ο εἰς ι ἀργιφόντης, ὡς ἀργίποδες κύνες. δῆλον δὲ ὡς εἴρηται τὸ ἀργόν ἐπὶ τοῦ ταχέως καὶ ἐπὶ τοῦ λευκοῦ· νῦν οὖν ἐπὶ τοῦ λευκοῦ κεῖται, ἵν’ ᾖ ἐπὶ τοῦ ἐναργεῖς, τουτέστι προδήλ ουσ τὰς φαντασίας ἐπιπέμποντος. ἢ ὁ ἀργὸς φόνου· εἰρηνικὸς γὰρ ὁ θεόσ · ὅπερ Ὅμηρός φησι· διὰ γὰρ τῆς Ἴριδος γίνονται αἱ διαγγε λίαι ἐν τοῖς πολέμοισ καὶ οὐχὶ διὰ τοῦ Ἑρμοῦ

### τ 276

τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ ἀργός. ὅ ἐστι λευκός, ὅθεν καὶ Α κύνας ἀργούσ“ τινὲς τοὺς λευκούς

### α 1965

Ἀργέστης · ἄνεμος, ὅτι ἀπὸ τοῦ δυτικοῦ Ἄργους πνεῖ

### α 1966

Ἄργιλος · γῆ λευκή

### α 1967

Ἀργός · παρὰ τὸ αἴρειν, ὅ ἐστιν προσφέρειν· Ὅμηρος Ζ μή μοι οἶνον ἄειρε“, πρόσφερε. ἀργός δὲ παρὰ τὸ αἴρειν καὶ προσφέρειν

### α 1968

Ἄργος · χώρα τῆς Πελοποννήσου ἀπὸ τοῦ Ἄργου τοῦ πολυομμάτου κυνὸς ὠνομασμένη

### α 1969

Ἀργύρια · τὰ καὶ χάλκινα, τῷ σταθμῷ γράμματα τρία. ἄργυρος ὁ τέλειος δηνάρια ρ. ἄργυρος καὶ μνᾶς καὶ μάνης ὀγκιῶν κ, ὃ γίνεται λίτρα α ὀγκίαι η. χαλκοῦς οἱ Αἰγύπτιοι ἐφεύροντο. ἀργύρια δέ εἰσι τετυπωμένα· διὸ καὶ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χάλκι ν α καλοῦνται. ἔστι δὲ ὁ χαλκοῦς τῷ σταθμῷ ὄγδο ον ὀγκίας, ὡς ἡ δραχμή. μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραΐδι ὁ ἀργυροῦς μανὴ καλεῖται. ἡ δὲ μνᾶ ἡ Ἰταλικὴ τεσσαράκοντα στατήρων ἐστί, τουτέστιν ὀγκιῶν κ λίτρας μιᾶς καὶ διμοίρου. ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ κ αι ρὸν γεγόνασι, οὓσ νούμμους τινὰς ἔχοντεσ ἐκάλουν, ἐπείπερ Νούμμας τις Ῥωμαίων βασιλεὺς γεγένηται καὶ κατὰ τὸ ὄνομα αὐ τοῦ τὸ νόμισμα τετύπωται. δίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργυροῦ. τὸ δὲ ἀργυροῦν τοῦτό ἐστιν, ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὅπερ ἑρμη νεύεται στρατιωτικὸν δόμα. τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀρ γύριον ἦν, ὅπερ κίβδηλον ὕστερον ἐκλήθη. ἀναιρεθέντος δὲ τοῦ βασιλέως τότε αὖ τὸ νόμισμα, ὃ ἐν τῷ διχρύσῳ ἐκεχάρακτο τὸ ὄνομα αὐτοῦ ἀποβαλλόμενον, κίβδηλον ἐκλήθη, ἤτοι ἀδόκιμον

### α 1970

Ἄργυρος · ρ δινάρια ὑπῆρχε. ὁ ἄργυρος δὲ ἐτυπώθη ἀπ’ ἀρχῆς τὸ νόμισμα· ἐκ δὲ τῶν Ἀσσυρίων ἐφοίτησεν. Ἀβραὰμ δὲ εἰς γῆν Χαναάν, φασίν, τὸν τύπον τοῦτον ἐνήνοχεν

### α 1971

Ἀργύφεος · λευκός

### α 1972

Ἄρδην · παρὰ τὸ αἴρω ἀρῶ ἄρ ην καὶ ἄρδην

### α 1973

Ἄρδην · παρὰ τὸ αἴρω, ὃ σημαίνει τὸ ἐπαίρω. οὕτως Ἡρωδιανός

### α 1974

Ἄρδις · ἡ ἀκὶς τοῦ βέλους· οὕτω Καλλίμαχος ἀλλ’ ἀπὸ τόξου Αὐτὸσ ὁ τοξευτὴς ἄρδιν ἔχων ἑτέρου“. εἴρηται παρὰ τὸ ἄρω, ὃ σημαίνει τὸ ἁρμόζω, ἀφ’ οὗ καὶ ὁ ἄρτος, ὁ συναραρώς. παρὰ οὖν τὸ ἄρτ ω ἦρμαι ἦρται ἄρτης διὰ τοῦ τ ἔνθεν καὶ πυλάρτης· παρώνυμον δέ, ὡς ἀπὸ τοῦ προφήτης προφῆτις, οἰκέτης οἰκέτις, οὕτως ἄρτις, καὶ τροπῇ τοῦ τ εἰς δ ἄρδις, ὡς χλι τή χλιδή. ἢ παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν σίδηρον, ἄρις καὶ ἐν πλεονασμῷ τοῦ δ ἄρδις. ἢ διὰ τὸ ἠρτῆσθαι. οὕτως Ἐπαφρόδιτος

### α 1975

Ἄρδις · τὸ κοντάριον, ἡ ἀκίς· τάχα ὅτι προσαρμόζεται τῷ βέλει. οὕτως δὲ ὀφεῖλον λέγεσθαι μεταπέπτωκε τὸ δ · καὶ γὰρ τὸν σίδηρον ἄρην λέγουσι, καὶ π αρώνυμον ἄρις καὶ ἄρδισ

### α 1976

Ἄρδω · σημαίνει τὸ ποτίζω, ἐξ οὗ καὶ ἄρση, οἱ λειμῶνες, παρὰ τὸ ἄρδεσθαι καὶ ποτίζεσθαι. σημαίνει δὲ καὶ τὸ εὐφραίνω

### α 1977

Ἀρειμάνιος · ει ἐπεὶ παρὰ δοτικὴν τὴν ἐκ τοῦ Ἄρει

### α 1978

Ἄρειος πάγος · δικαστήριον Ἀθήνησιν οὕτω καλούμενον. Καλλίμαχος · αἱ δὲ πάγον φορέουσιν ἐπ’ Ἄρεοσ“. καὶ οἱ δικασταὶ Ἀρειοπαγῖται. ἤ, ὥς φησιν Αἰσχύλος ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύσαντο Ἄρεως οὖσαι. ἢ ὅτι Ἄρης ἐν αὐτῷ ἐδικάσατο Ποσειδῶνος κατηγορήσαντος διὰ τὸν φόνον Ἀλιρροθίου. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος πάγος δέ οἱ ἀντεβόλησεν“

### α 1979

Ἀρείων, χερείων · ει. ταῦτα διὰ τῆς ει διφθόγγου, ἐπειδὴ καὶ τὸ ἄρειος χέρειος διὰ διφθόγγου. τὰ δὲ εἰς ος καθαρόν, ἐὰν μεταβαίνῃ εἰς τὸν τοιοῦτον τύπον, τροπῇ τοῦ ος εἰς ων ἀποτελεῖται· λώϊος λωΐων, ῥάϊος ῥαΐων, μεῖος μείων καὶ χέρειος χερείων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1980

Ἀρέσει · παρὰ τὸ ἀρῶ, τὸ ἀρέσκω, ὁ μέλλων ἀρέσω, τὸ τρίτον ἀρέσει. Ὠρίωνος

### α 1981

Ἀρετή · αἱρετική τίς ἐστι, ἣν αἱροῦνται πάντες. οὕτως Δί δυ μος ἐν Ὑπομνήματι . ὁ δὲ Ἡρακλείδης ἐν τῷ Περὶ ἐτυμολογιῶν φησι κατὰ μετάθεσιν, ἐρατή τις οὖσα, ἡ ἐπέραστος κτῆσις. ὡς δὲ ἐν Ὑπομνήματι εὗρον Θέωνος ἀρεστή καὶ ἀποβολῇ τοῦ ς ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα

### α 1982

Ἀρετή · ἀρέσκον θεῷ τι· ἢ αἱρετή· ἢ ἐρατή, ἤτοι ἐραστὴ καὶ φιλητή

### α 1983

Ἀρετή · ἡ ἐν παντὶ πράγματι ὑπεροχή· παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι. Ὁμήρου

### α 1984

Ἀρετῆς ρ · τῆς ἑκουσίου πρὸς τὰ ἔργα ὁρμῆς

### α 1985

Ἄρηα · τὸν πόλεμον. ἄρνα, τὸν ἀμνόν

### α 1986

Ἀρήϊος · ἐκ τοῦ Ἀρέϊος τροπῇ τοῦ ε εἰς η ὡς Ὀδυσέϊος Ὀδυσσήϊος τροπῇ

### α 1987

Ἀρηΐφατος · κατὰ διάλυσιν, ὁ ἐν πολέμῳ πεφονευμένος

### α 1988

Ἀρήν · βλάβην

### α 1989

Ἄρης · Ἄρητος καὶ Ἄρου αἱ γενικαί. καὶ Ἄρευς Ἄρεως καὶ Ἄρις Ἄριος

### α 1990

Ἄρης · ὁ πόλεμος, καὶ ὁ θυμός, καὶ ἡ ἀφροσύνη κατὰ μετάθεσιν φυσικὴν ἢ ὁ σωματοειδὴς θεός, καὶ ὁ ἀστήρ

### α 1991

Ἀρητήρ · ὁ ἱερεύς. παρὰ τὸν ῥήσω μέλλοντα· ἢ παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι· ἢ παρὰ τὸ αἴρειν τὰς χεῖρας εἰς προσευχήν· ἢ παρὰ τὸ ἀρέσκειν θεῷ

### α 1992

Ἀρητήρ · παρὰ τὸν ῥήσω μέλλοντα· ἢ παρὰ τὰς ἀράς, ἃς ποιεῖ. σημαίνει δὲ τὸν ἱερέα

### α 1993

Ἀρητῆρα Α · τὸν ἱερέα· παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι

### α 1994

Ἀρητῆρα Α · τὸν Χρύσην τὸν ἱερέα τοῦ Ἀπόλλωνος. ἀρητήρ παρὰ γὰρ τὸν ῥήσω μέλλοντα· ἢ παρὰ τὰς ἀράς, ἃσ ποιεῖ

### α 1995

Ἀρητόν Ρ · ἀπευκτόν καὶ χα λεπόν· παρὰ τὸν ῥήσω μέλλοντα

### α 1996

Ἀρητόν Ρ · τὸ βλαβερόν. καὶ Ἀρήτιον ὄνομα ἔθνουσ. γίνεται δὲ παρὰ τὴν ἀρήν, ὅ ἐστι βλάβην· ἢ τὸν ἀπευκτόν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 1997

Ἀρθήσεται · ἐκ τοῦ αἴρω ἀρῶ, ἦρκα, ἦρμαι, ἤρθην, ἀρθήσεται

### α 1998

Ἀρθρέμβολα ·. ἢ τὰ βαλλόμενα εἰς τὰ ἄρθρα τῶν μελῶν βασανιστήρια. Σελεύκου. Ἄρθρον· παρὰ τὸ ἀρηρέναι, ὅ ἐστι συνηρμόσθαι, ἤτοι τὸ ἐξαρμοῦν

### α 1999

Ἄρθρον · παρὰ τὸ ἀρτῶ, ὃ σημαίνει τὸ κατασκευάζ ω καὶ τελειῶ, ἄρτρον καὶ ἄρθρον. Ἀππ

### α 2000

Ἄρθρον · τὸ προταττόμενον τῶν πτωτικῶν. παρὰ τὰ ἐν ἡμῖν ἄρθρα· ὥσπερ γὰρ τὰ ἄρθρα διορίζει ἑαυτά τε καὶ τὰ παρακείμενα αὐτοῖς, οὕτω ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων διάρθρωσιν ἐμφαίνοντα· δοκεῖ γὰρ διαρθροῦν καὶ ποι εῖν τὸ ἐπιφερόμενον ὄνομα φανερόν, πότερον ἄρρεν ἐστὶν ἢ θῆλυ, καὶ πότερον ἐφ’ ἑνὸς ἢ ἐπὶ πλειόνων. Φωτίου

### α 2001

Ἄρθρον · φωνὴ σημαίνουσα τί; ἢ μέρος λόγου, δι’ οὗ τρανοτέρα ἡ λέξις πέφυκε γίνεσθαι· ἢ τὸν ἁρμὸν τῶν μελῶν τοῦ σώματος. καὶ εἰ μὲν σημαίνει τὸ ἄρθρον τοῦ λόγου, γίνεται παρὰ τὸ ἀρθροῦν τὰ κατὰ ἀριθμὸν καὶ γένος καὶ πτῶσιν· εἰ δὲ σημαίνει τὸ ἄρθρον τοῦ σώματος, γίνεται παρὰ τὸ ἀρθροῦν, ἤτοι τὸ ἁρμοῦν τὰ μέλη καὶ συγκροτεῖν, ἐξ οὗ καὶ ὁ Ἰωάννης σειραῖς ἀφύκτοις ὃν διαρθροῖ δακτύλοισ“, τουτέστι μέλος συνθετεῖ, μελοποιεῖ, διαρτοῖ, ἁρμοποιεῖ, διαπλάττει

### α 2002

Ἀρίγωνος · εἶ δος ὅπλου · παρὰ τὸ αρι μό ριον καὶ τὸ γωνία ἀρίγωνος, καὶ σημαίνει ὅπλον πάντοθεν ἔχον γωνίας

### α 2003

Ἀρίζηλος · ὁ ἄγαν ἔκδηλος. γέγονε δὲ παρὰ τὸ δῆλος ἄδηλος, καὶ μετὰ περισσοῦ τοῦ ι ἀΐδηλος, καὶ κατ’ ἐπένθεσιν τοῦ ς ἀΐσδηλ οσ καὶ τοῦ ς καὶ δ εἰς ζ τρα πέντος ἀΐζηλος, καὶ ἐπεισόδῳ τοῦ ρ ἀρίζηλος. οὕτω Κρατῖνος. ἐγὼ δὲ παρὰ τὸ δῆλος καὶ τὴν αρι ἐπίτασιν, εἶτα καὶ ἐν πλεονασμῷ τοῦ ς καὶ τροπῇ τ οῦ ς καὶ δ εἰς ζ ἀρίζηλος. ἢ ἀπὸ τοῦ ζῆλος ἀρίζηλοσ · οἱ γὰρ ἄξιοι ζή λου ἄγαν ἔκδηλοι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 2004

Ἀριθμῶν · μετοχή. τὸ θέμα ἀριθμῶ· τοῦτο παρὰ τὸ ἀριθμ ός· τοῦτο παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω

### α 2005

Ἄρις · ὁ μὴ ἔχων ῥῖνα

### α 2006

Ἀρίσταρχος · σύν θετον παρὰ τὸ ἄριστα ἄρχ ειν. Ἀριστάρχειος δὲ αἴ ρεσις, παρασύνθετον

### α 2007

Ἀριστερά · ἡ χείρ. εἴρηται, ὡς Χρύσιππος ἀπὸ τοῦ αἴρω, ἐπειδὴ τὰ πολλὰ τῶν φορτίων βαστάζομεν ἐπὶ τοῦ ὤμου δι’ αὐτῆς. βέλτιον δὲ κατ’ εὐφημισμόν, ὡς πρὸς τὴν δεξιὰν ἀριστοτέρα τις οὖσα· καὶ γὰρ εὐώνυμος καλεῖται. οὕτω Σωρανός

### α 2008

Ἀριστερά · κατ’ εὐφημισμόν, ὅθεν καὶ ἡ εὐώνυμος ὁμοίως, οἷον ἡ καλώνυμος· καὶ ὡς φόβος φοβερός, οὕτως ἄριστος ἀριστερός. Σελεύκου

### α 2009

Ἀριστερά · παρὰ τὸ ἀρηρέναι τῇ δεξιᾷ

### α 2010

Ἄριστον · ἐπὶ τῆς εὐωχίας, ἀόριστόν τι ὄν· ἀόριστον γάρ ἐστι κατὰ καιρόν. ἐ ντεῦθεν γὰρ ἔχει τὸ α μακρ όν. ἢ παρὰ τὸν Ἄρεα· τοῖς γὰρ εἰς Ἄρεα προϊοῦσιν παρεσκευάζετο, ὡς καὶ τὸ δεῖπνον. ὁ Ἄριστος καὶ τὸ ἄριστον· διχῶς ἐκφωνεῖται, ὥσπερ καὶ ὁ δεῖπνος καὶ τὸ δεῖπνον. σημαίνει δὲ τὴν στερέωσιν διὰ τῆς τροφῆς τοῦ σώματος· καὶ γὰρ πρότερον οἱ παλαιοὶ μεταλαμβάνοντες τροφῆς οὕτως ἐπὶ τὰς ἀριστείας ἐξῄεσαν

### α 2011

Ἄριστος · κυρίως ὁ ἐν πολέμῳ ἰσχυρός, κατα χρηστι κῶς δὲ καὶ ἐπὶ παντὸς προήκοντος. ὅτι δὲ κ υρίωσ ἐπὶ τοῦ ἐν π ολέ μῳ ἰσχυ ροῦ εἴρηται, δη λοῖ τὸ πα ρώνυμον ἀριστεύσ

### α 2012

Ἀριστοτόκεια · εἰς τὸ

### α 2013

Ἀριστίνδας · ἐκ τοῦ ἄριστα ἀριστίνδης

### α 2014

Ἀρίων · ὄνομα κύριον. τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται κατὰ διαστολὴν τοῦ συγκριτικοῦ. τὸ δὲ ἄρειος ἀπὸ τοῦ ἄρεος γεγονός, ἤγ ουν τὸ σημαῖνον τὸν ἀνδρεῖ ον, διὰ τῆς ει διφθόγγου γράφεται

### α 2015

Ἄρκευθος · εἶδος φυτοῦ ἀκανθώδους, οὗ τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφεται. εἴρηται παρὰ τὸ τὴν ἀράν, ὅ ἐστι βλάβην, κεύθειν, ἡ τὴν ἀρὰν κεύθουσα, ἀράκευθος καὶ ἄρκευθος

### α 2016

Ἄρκιοσ ·. Ἡσίοδος δὲ ἄρκιον τὸ καλὸν καὶ ὠφέλιμόν φησιν

### α 2017

Ἄρκοσ ·. ἄρκτος δὲ λέγεται τὸ βόρειον κλίμα, ὅθεν πνεῖ ὁ Βορρᾶς ἄνεμος, παρὰ τὸ αἴρειν τὸν ἄνεμον ἦχον. Ὠρίωνος

### α 2018

Ἄρκτος · διὰ τὸ εἶναι ἀργή· ἢ τάχα παρὰ τὴν ἀλκὴν ἐγένετο· ἢ διὰ τὸ εἶναι στραβόραχις

### α 2019

Ἄρκτος · τὸ ζῶον. εἴρηται δὲ παρὰ τὸ ἀρκῶ, ὅπερ καὶ ἐπαρκῶ λέγεται· ὁ μέλλων ἀρκέσω, ἀφ’ οὗ κύριον ὄνομα Ἀρκέσιος καὶ Ἀρκείσιος ἐν πλεονασμῷ τοῦ ι. παρὰ δὲ τοῦ το γίνεται τὸ ἄρκος οὐδέτερον, οὗ μέμνηται Ἀλκαῖος · ταχαλιτινὸν ἄρκος ἔσσῃ“. παρὰ οὖν τὸ ἀρκῶ ἄρκτος ἐν πλεονασμῷ τοῦ τ τὸ ἐπαρκ οῦν ἑαυτῷ ζῶον· φασὶ γὰρ αὐτὸ ζῆν τὸν χειμῶνα ἐκτὸς ἐπεισάκτου τροφῆς. οὕτω Κρατῖνος ἐν τῇ ἐπιτομῇ τῶν Βασιλείδου περὶ Ὁμηρι κῶν λέξεων

### α 2020

Ἅρκυον ·. ἢ παρὰ τὸ ἑλκύω ἕλ κυον, καὶ τροπῇ τοῦ ε εἰς α καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον γίνεται ἅρκυον. ἢ παρὰ τὸ ἐρύκω, τὸ κωλύω. διὰ τί βαρύνεται; τὰ εἰς ον λήγοντα καθαρὸν παραληγόμενα τῷ υ βαρύνεται, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβάς, οἷον κάρυον κρόμμυον δίκτυον κρήγυον ἄρκυον· δισύλλαβα δέ, βρύον θύον πτύον θρύον

### α 2021

Ἅρμα ·. ἐν τῇ Βοιωτίᾳ. δείκνυται δὲ ἐκ τῆς συναλιφῆς δασυνόμενον, Θ ὑφ’ ἅρμασιν ὠκέας ἵππουσ“

### α 2022

Ἅρμα · παρὰ τὸ ἄρω ἀρῶ ἦρκα ἦρμαι ἅρμα

### α 2023

Ἅρμα · παρὰ τὸ αἴρω ἅρμα

### μ 385

μαλιά · ἡ τροφή, ἐπεὶ δίκην ἅρματος ὀχετεῖ τὰ σώματα. ἢ παρὰ τὸ αἴρω, τὸ προσφέρω, ἐστίν, ὡς Ἱπποκράτης ἐν Ἀφορισμοῖς προσάρματα τὰς τροφὰς καλεῖ· ὡς δὲ καθαίρω καθαρμός, σ αίρω σαρμός παρὰ Ἱππώνακτι . Ἡσιόδου

### α 2024

Ἁρμαλιῆς · τροφῆς· ἀπὸ τοῦ ἁρμόζειν τῇ ψυχῇ, ἢ ἀπὸ τοῦ αἴρειν τὰ σώματα

### α 2025

Ἀρναῖος ς · ὄνομα κύριον. παρὰ τὴν ἀρὰν Ἀραῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος, καὶ ἐν πλεονασμῷ τοῦ ν Ἀρναῖος. ἢ παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμβάνειν ὡς πτωχόν γάρ, ἵν’ ᾖ πεποιημένον ὄνομα πρέπον πτωχῷ. ἢ ἀπὸ τῶν ἀρνῶν, ἵν’ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος

### α 2026

ἄρνες διαφέρει·. Ὅμηρος ι ἀρνειούς τε τράγους τε“ καὶ Δ ἀρνῶν πρωτοτόκων ῥέξειν κλειτὴν ἑκατόμβην“· πρωτοτόκων δὲ λέγει τῶν προΐμως γεννηθέντων

### α 2027

Ἄρνειος ποῦς · ει τῷ λόγῳ τῶν κτητικῶν

### α 2028

Ἀρνειός · ὁ μέγας κριός· Ἀρνεῖος δὲ ὁ μήν

### α 2029

Ἀρνεῖσθαι · ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραιτήσει, ὡς παρ’ Εὐριπίδῃ ἐν Ὀρέστῃ· τοῦ γὰρ Ὀρέστου εἰπόντος ἃ δ’ ἔλαβες ἀπόδος ἐμοῦ πατρὸς λαβὼν πάρα“, φ αίν εται ὁ Μενέλαος ἀρνησάμενος διὰ τοῦ σχήματος τῶν χειρῶν ἐπάρας αὐτάς· διό περ Ὀρέστης, μηδὲν αὐτοῦ εἰπόντος, ἐπιφέρει οὐ χρήματ’ εἶπον“

### α 2030

Ἀρνύμενοι Α · ἔστι ἐνεστῶτος καὶ παρατατικοῦ μετοχῆς παθητικῆς τῶν εἰς μι · ἄρνυμι καὶ τὰ λοιπὰ δῆλα. σημαίνει δὲ τὸ ἀντικαταλλασσόμενοι

### α 2031

Ἀρνύμενος. ὁ λαμβάνων ἢ ὁ ἀμείβων. γέγονε παρὰ τὸ αἴρω ἀρνῶ περισπωμένως, ὡς πίλω πιλνῶ, οἴχω οἰχνῶ· οὗ παράγωγον ἀρνύω, ὡς πληθύω, καὶ ἄρνυμι, ὅθεν ἄρνυμαι καὶ ἀρνύμενος

### α 2032

Ἀροῦν ·. διὰ τὴν ὕνιν. ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γῆν ἐν τῇ ἀρόσει τεμνομένην

### α 2033

Ἄρουρα · ἡ γῆ παρὰ τὸ ἀροτριᾶσθαι. αἱ ἄρουραι δέ

### α 2034

Ἄρουρα · ἡ γῆ· παρὰ τὸ ἀρ ῶ τὸ ἀροτριῶ, ἄρορα καὶ ἄρουρα πλεονασμῷ τοῦ υ

### α 2035

Ἅρπυια · ἄνεμος. θηλυκόν. παρὰ τὸ ἁρπάζειν

### α 2036

Ἀρραβών · ἡ ἐπὶ ταῖς ὠναῖς παρὰ τῶν ὠνουμένων διδομένη πρώτη καταβολὴ ὑπὲρ ἀσφαλείας. εἴρηται παρὰ τὸ ῥαιβόσ ῥαιβών καὶ ἐν προσθέσει τῆς α στερήσεως μετὰ πλεονασμοῦ τοῦ ρ καὶ ἐκβολῇ τοῦ ι ἀρραβών, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλλαττόντων. οὕτως Ἐπ α φρόδιτοσ

### α 2037

Ἄρρητον · ἄπευκτον, χαλεπόν, παρὰ τὸν ῥήσω μέλλοντα

### α 2038

Ἄρρητον · τὸ μὴ δυνάμενον ῥηθῆναι καὶ μὴ λαλούμενον· ἀπόρρητον δὲ τὸ ἀκατάληπτον μηδὲ ὅλως φρασθῆναι δυνάμενον. Ἐρεννίου

### ο 416

ὀρρωδεῖν · διαφέρει καὶ ἔστιν ἐναλλάσσειν. τὸ μὲν γὰρ ὀρρωδεῖν διὰ τοῦ ο σημαίνει τὸ εὐλα βεῖσθαι. ἐξηγοῦν ται τὴν λέξιν οὕτωσ · ὄρρος λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος, ὅν τινες ταῦρον λέγουσιν, ὅθεν καὶ τῶν ὀρνέων ὁ τό πος οὗτος ὀρροπύγιον καλεῖται οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον· ἐτύμως εἴρηται ὅρος ὢν ὁ τῆς πυγῆς καὶ οἷον ὁροπύγιον. οἱ δὲ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλ ειν εἴω θε τὴν οὐράν, ὅταν εὐλαβῆται· εὐλόγως οὖν ἀπὸ τοῦ παρακο λουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγό των Οὐπώ ποθ’ ὕβρις’ αὐτὸς ὀρρωδῶν παθεῖν“. καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δὲ ἀρρωδεῖν οἷον κατὰ στέρησιν τοῦ ὀρρωδεῖν ἀρρωδεῖν, τουτέστι μὴ εὐλαβεῖσθαι, ἀλλὰ καταφρο νεῖν καὶ τεθ αρρηκέναι

### α 2039

Ἀρρωστία · ἐκ τοῦ μὴ ἔχειν ῥῶσιν

### α 2040

Ἄρρωστος · ἐκ τοῦ μὴ ἔχειν ῥῶσιν, ἤγουν ὑγείαν

### π 692

παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ὑ γιαίνω, οὗ ὁ μέλλων ῥώσω καὶ ὄνομα ῥῶσις. καὶ παρὰ τὸ ῥῶ καὶ τὸ ω τ εύ χεσιν ἐρρώσαντο“· παρέπεται γὰρ τοῖς ὑγιαίνουσιν καὶ τὸ ὁρμᾶν. δύναται καὶ παρὰ τὸ ῥώω, οὗ μέλλων ῥώσω

### σ 439

σην · ἀπὸ τοῦ ἄρδω καὶ μέλλοντος τοῦ ἄρσω· ὁ ἄρδων τὴν θήλειαν τῇ γονῇ. Ἐπαφρόδιτος δὲ παρὰ τὸ ἔρσαι· πρακτικὸς γὰρ λέγεται ὁ ἄρσην κατὰ διάλεκτον, καὶ ἐτυμολογεῖται παρὰ τὸ ἔρδω, ἵν’ ᾖ ὁ πρακτικός. οὕτωσ Ἡρωδιανὸς ἐν τῷ Περὶ γάμου καὶ συμβιώσεως

### α 2041

Ἀρτάβη · τοῦτο τὸ μέτρον παρ’ Αἰγυπτίοις ἐκλήθη· ἔστι δὲ ξεστῶν οβ. ἐκ πολλῆς δὲ ἀκριβείας τοῦτο οὕτως συνήχθη. ἑβδομήκοντα γὰρ καὶ δύο ἄνδρες τότε τὸν πύργον ᾠκοδόμησαν καὶ τὴν Βαβυλῶνα, ὅτε εἰς οβ γλώσσας ἐκ μιᾶς συνεχύθησαν· ὅθεν καὶ μέροπες ἐκλήθησαν διὰ τὴν μεμερισμένην φωνήν. τὸ δ’ αὐτὸ καὶ ὁ μετρήτης τὸ μέτρον ἔχει κατὰ τὸ μέτρον τὸ ἄγιον. τὸ δὲ γομὸρ δέκατόν ἐστι τοῦ μεγάλου μέτρου, τῆς ἀρτάβης, τουτέστιν ξεστῶν ζ ε

### α 2042

Ἄρτεμις · ἡ ὑγιὴς καὶ μὴ διεφθαρμένη. ἔστι καὶ ὄνομα κύριον βασιλίσσης Σκυθῶν

### α 2043

Ἀρτεμίσιος · διὰ τοῦ ι · παρὰ γὰρ τὸ Ἄρτεμις. οὕτως ἔχει καὶ τὸ Χαρίσιος καὶ Ἀφροδίσιος καὶ τὸ Ἀρκίσιος. τοῦτο δὲ Ἀλεξίων διὰ τῆς ει · σύνθετον γὰρ ἦν τὸ πρωτότυπον· οὕτως καὶ γραφείδιον

### α 2044

Ἀρτεμίσιος · διὰ τοῦ ι τὸ μι μακρόν· τὸ δὲ σι διὰ τοῦ ι καὶ αὐτό, βραχύ. τὰ γὰρ διὰ τοῦ ισιος καὶ διὰ τοῦ ισια καὶ διὰ τοῦ ισιο ν οὐδέτερα ἀποστρέφονται τὴν ει δίφθογγον, τουτέστιν ἀφροδίσιος ἀφροδισία ἀφροδίσιον

### α 2045

Ἀρτέμωνα νηός · παρὰ τὸ ἀρτῶ, τὸ κρεμῶ

### α 2046

Ἀρτηρία · οἷον ἀεροτηρία τις οὖσα, ἐν ᾗ ὁ ἀὴρ τηρεῖται· πνεύματος γάρ ἐστι δεκτική, ὥσπερ ἡ φλὲψ αἵματος. οὕτω Δίδυμος ὁ νεώτερος· φασὶ γὰρ ἰατρῶν παῖδες φλέβα μὲν αἵματος, ἀρτηρίαν δὲ πνεύματος ἀγγεῖον. ἢ ἁλτηρία τις οὖσα, ὅτι ἅλλεσθαι δοκεῖ παλμοὺς ποιοῦσα. οὕτω Σωρανός

### α 2047

Ἀρτηρία · οἷον ἀεροτηρία ἀπὸ τοῦ περιέχειν τὸ πνεῦμα καὶ τηρεῖν. δύναται καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ρ οἷον ἁλτηρία, παρὰ τὴν ἅλσιν

### α 2048

Ἄρτι · ἐπίρρημα καιροῦ παρατατικοῦ

### α 2049

Ἄρτιος ἀριθμός · ὁ δίχα, ἤτοι διχῆ, εἰς δύο ἴσα τεμνόμενος, οἷον ὁ δύο τέμνεται εἰς δύο μονάδας, ὁ τέσσαρες εἰς δύο δυάδας, ὁ ἓξ εἰς δύο τριάδας. οὗτος ὁ ἓξ ἄρτιός ἐστι τέλειος· πληροῦται γὰρ ἀπὸ τῶν ἰδίων μερῶν. μέρη δὲ αὐτοῦ ταῦτα· ἕκτον, τρίτον, ἥμισυ. ἀφ’ ἑκάστου τούτων ὁ τέλειος οὗτος ἄρτιος ἐπληρώθη. ἔστι δὲ καὶ ἄρτιος ἀτελής, καὶ ἄρτιος ὑπερτελής, καὶ ἀρτιάκις ἄρτιος, καὶ ἀρτιοπέριττος, καὶ περισσάρτιος, καὶ τοιοῦτοί τινες ἀριθμοί. ἐκεῖνο δὲ ἰστέον, ὡς ὅταν οἱ πατέρες ἄρτιον εἴπωσιν, τὸ ὁλόκληρον καὶ ἀνελλειπὲς σημαίνουσιν

### α 2050

Ἀρτοκόποσ ·. εἴρηται δὲ καὶ ἐπὶ τοῦ κόπτοντος ἄρτον

### α 2051

Ἄρτος · ἐκ τοῦ αἴρω, τοῦ σημαίνοντος τὸ φέρω, ἄρατος ἀρῶ ἦρα ἦρκα ἦρμαι ἦρται ἄρτος. σημαίνει δὲ καὶ τὸν ἐσθιόμενον ἄρτον καὶ τὴν σάρκα, ἐξ οὗ καὶ τὸ δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ “

### α 2052

Ἄρτος · ζύμη, σταῖς

### α 2053

ἀρτυσία · ὁ νόστος τοῦ ἅλατος· οἱονεὶ ἁλιτύω καὶ ἁλιτυσία καὶ κατὰ μεταπλασμὸν ἀρτύω καὶ ἀρτυσία

### α 2054

Ἀρύβαλλος · τὸ βαλλάντιον· ἀπὸ τοῦ ἀρύειν τὰ βαλλόμενα

### α 2055

Ἄρχειν · μετὰ λόγου. κρατεῖν, ἄνευ λόγου

### α 2056

Ἀρχή · παρὰ τὸ κατὰ φύσιν πάντων τῶν μετ’ αὐτὴν ἄρχειν. Ὁμήρου

### α 2057

Ἄσβεστος Α · ἀκατάπαυστος, μεταφορικῶς ἀπὸ ἀψύχων εἰς ἔμψυχα· ἀπὸ γὰρ τοῦ πυρὸς ἐπὶ τὸν γέλωτα μετήνεκται. σημαίνει δὲ δύο· τὸ φῶς τὸ μὴ σβεννύμενον, καὶ τὴν ἐκ λίθων καιομένων γινομένην. σποδιάν

### α 2058

Ἀσελγαίνειν · τὸ παρὰ φύσιν ταῖς γυναιξὶ μίγνυσθαι. καταχρηστικῶς δὲ τὸ ὁπωσδήποτε ἀκολασταίνειν. εἴρηται δὲ. ζήτει

### α 2059

Ἀσέλγεια · πονηρία, ἀκοσμία καὶ πορνεία

### α 2060

Ἀσηκρῆτις · ὑπογραφεύς, ὁ τοῖς τῶν κρατούντων μυστηρίοις ὑπηρετούμενος. οὕτω γὰρ παρὰ τῇ Αὐσονίδι διαλέκτῳ τὸ ἀδσηκρῆτις ὄνομα ὁ ἐπὶ τῶν μυστηρίων μεθερμηνεύεσθαι βούλεται

### α 2061

Ἀσθένεια · ἐκ τοῦ μὴ ἔχειν σθένος

### α 2062

Ἀσθένεια · ἐκ τοῦ μὴ ἔχειν σθένος, ἤγουν δύναμιν

### α 2063

Ἀσθενής · διὰ τὸ μὴ ἔχειν σθένος, ἤγουν δύναμιν

### α 2064

Ἀσινής · καθαρός, ὁλόκληρος, ὁ μήτε πλεονάζων μήτε ἐνδέων τι τοῦ σώματος, ἀβλαβής. ἐκ τοῦ σίνω. καὶ εἰς τὸ Ἐρυσίβη καὶ Ζιζ άνιον

### α 2065

Ἀσκαλαβώτης · ζωΰφιον ἐοικὸς εἶναι σαύρᾳ, ἐν τοῖς τοίχοις ἀνέρπον τῶν οἰκημάτων. παρὰ τὸ ἀκαλῶσ, ὃ σημαίνει τὸ ἡσύχως, καὶ τὸ βῶ ῥῆμα ἀκαλαβώτης καὶ πλεονασμῷ τοῦ ς ἀσκαλαβώτησ. ἢ ὅτι ἀσχάλλουσα τῇ Δήμητρι ἐπεβόησεν ἡ μήτηρ αὐτοῦ ἀσχαλαβώτη σ καὶ τροπῇ τοῦ χ εἰς κ ἀσκαλαβώτης. οὕτως Ἐπαφρόδιτος

### α 2066

Ἀσκαλωνίτης · διὰ τοῦ ι γράφεται. καὶ πάντα τὰ τοιαῦτα· πολίτης, ἐπαλξίτης, μυλίτης Μεμφίτης, μνηματίτης, Ταυρομενίτης, Κυκνίτης, Ναυκρατίτης, καὶ τὰ παρα κείμενα τούτ οισ θηλυκὰ παρώνυμα, εἴ γε φιλεῖ καὶ τὰ εἰς της βαρύτονα ἑνὶ φωνήεντι παραλήγεσθαι, οἷον φυλέτ ης, ἑρκήτ ης, ἀγρότησ Σικελιώτης, Κυδωνιάτης, Ἀπολλωνιάτης, πρεσβύτης. ἐν πλεονασμῷ γὰρ τὰ τοιαῦτα τοῦ ι ἐστίν· Ἀργοίτης, Δαμοίτης, Θυμοίτησ

### α 2067

ἀνεπικαλύπ τῳ ὀφθαλμῷ, χωρὶς τοῦ μύειν

### α 2068

Ἀσκελές · τὸ ξηρόν· παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν σκέλος εἴρηται τὸ ἄγαν ἐσκληκός, καὶ Ἀσκληπιὸς ὁ μὴ ἐῶν ἐσκληκέναι τῶν θεραπευομένων τὰ σώματα

### α 2069

Ἄσκησις · ἐπι μελὴς ἐργασία, ἐξ οὗ καὶ τὸ ἐξήσκησεν“

### α 2070

Ἀσκητής · διὰ τὸ μὴ ἔχεσθαι κακίας. ἢ παρὰ τὸ ἥδω, τὸ εὐ φραίνομαι· μεγάλως γὰρ οἱ ἀσκηταὶ τῇ ἡσυχίᾳ εὐφραίνονται

### α 2071

Ἀσκληπιός · ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν, τοῦ α ἐπίτ ασιν σημαίνοντος. Ἀσκληπιός, ὁ τὰ σκέλη καὶ π ᾶν τὸ σῶμα ὑγιὲς ποιῶν καὶ ἀνώδυνον. οὕτως Ἡρωδιανόσ

### α 2072

Ἀσκός · ἀσχός τις ὤν, ὁ ὑγιὴς καὶ μὴ ἐσχισμένος, κατὰ τροπὴν τοῦ χ εἰς τὸ κ. καὶ τὸ ἀσκηθής ἐντεῦθεν, ὁ ὑγιὴς καὶ ἀβλαβής, ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ

### α 2073

Ἀσκός Γ · ἐκ τοῦ σχ ίζω μετὰ τοῦ στερητικοῦ α οἱονεὶ ὁ ὑγιὴς καὶ μὴ ἐσχισμένος

### α 2074

Ἀσκῶ · κατασκευάζω, κοσμῶ, ὑφαίνω, γυμνάζω

### α 2075

ἀσκωλίζω · τὸ χωλαίνω καὶ βαδίζω δι’ ἑνὸς κώλου

### κ 941

κώματα · ἅπερ καὶ τὰσ γνάθους καλ οῦσιν ἀπὸ τῆς ἐμφερείασ πρὸς τὰ ἀσκώματα χαλκευτικὰ ἐργαλεῖα, ἅ εἰσι χαλκευτικαὶ φῦσαι

### α 2076

Ἀσμενίζω · ἡδέως ἔχω, θαυμάζω, ἢ χαίρω

### α 2077

Ἀσπάλαθος · εἶδος ἀκάνθης· εἴρηται παρὰ τὸ σπῶ σπάλαθος καὶ ἀσπάλαθος. οὕτως Ἀμάραντος εἰς τὸν Θεόκριτον. Ἐπαφρόδιτος δὲ παρὰ τὸ σπαλιεύειν ἐτυμολογεῖ, ὅ ἐστι ξύειν, ἵν’ ᾖ σπάλαθος καὶ ἀσπάλαθος

### α 2078

Ἀσπαλιευτής · ὁ ἁλιεύς· εἴρηται δὲ παρὰ τὸ σπᾶν καὶ τὸ λίνον, ὁ σπῶν τὸ λίνον, τοῦ α ἢ κατὰ πλεονασμὸν ἢ κατ’ ἐπίτασιν τιθεμένου

### α 2079

Ἀσπάραγος · κυρίως ὁ ἐπὶ ἑλείου ἢ ὀρείου· ὁ μὴ σπειρόμενος. οὕτως Ἡρωδιανός

### α 2080

Ἀσπαστόν · ἡδύ, ὃ ἄν τις πρὸς ἑαυτὸν σ πάσαι το, ἵν α τὸ α ᾖ κατ’ ἐπίτασιν

### ρ 117

ρχές · τὸ α κατ’ ἐπί τασιν · τὸ ἄγαν ἐσπευσμένον

### α 2081

Ἄσπετον · πολύ. εἴρηται παρὰ τὸ α στερητικὸν καὶ τὸ σπ ῶ, ἵν’ ᾖ ἀ παρ α κολού θη τον. δὲ διὰ τὸ μέγε θος. πετὸν τὸ. στον τὸ ἄπειρον

### α 2082

Ἄσπετος · ὁ ἀπαρακολούθητος καὶ πολύς

### π 693

πίς · τὸ ὅπλ ον· σπῶ ἐστι ῥῆμα, οὗ παράγωγον σπίζ ω, ἀφ’ οὗ σπ ιδής, ὁ μακρός, καὶ σπιδές τὸ οὐδέτερον. ἀποδιδόασιν ἀ σπίδεσ οὖν εἴρηνται Λ διὰ σπιδέος πεδίοιο“ τοῦ μακροῦ. ἀπὸ οὖν τοῦ σπῶ σπίζω, σπίσω, σπίς ῥηματικὸν ὄνομα, καὶ μετὰ τῆς α στερήσεως ἀσπίς, ἡ μὴ μακρά, ἀλλὰ περιφερής. ἐπὶ δὲ τοῦ ἑρπετοῦ δύναται κατ’ ἐπί τασιν τὸ α. οὕτω Φ ιλόξ ε νοσ

### α 2083

Ἀσπόρωσ ·. τοῦτο δὲ παρὰ τὸ σπείρω σπορά, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπορος. διὰ τί ἀνεβίβασε τὸν τόνον; τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος συντεθειμένα ὀνόματα ἀναβιβάζουσι τὸν τόνον, οἷον τιμή ἄτιμος, ὥρα ἄωρος, κεφαλή ἀκέφαλος, σπορά ἄσπορος

### α 2084

Ἀσσάριον τοῦ ἀργύρου · καλεῖται λεπτὰ ξ. ἀσσάριον σταθμός, γράμματα ἕξ. ἀσσάριον τοῦ χαλκοῦ, φόλλεως τέταρτον

### α 2085

Ἀσσύριοι · τὸ ἔθνος, εἴρηται παρὰ τὸν Ἀσσάρακον τοῦ ἔθνους ἐπικρατήσαντα, ἵν’ ᾖ Ἀσσάρακος, ἐν ἐκβολῇ τοῦ α καὶ τοῦ κ Ἄσσαρος, καὶ ἐν τροπῇ τοῦ δευτέρου α Ἄσσυρος, ὡς μάθω μῦθος, καὶ κατὰ παραγωγὴν Ἀσσύριος. οὕτως Ἐπαφρόδιτος . καὶ δοκεῖ καλεῖσθαι Ἀσσυρίους τοὺς ἐν τῷ Πόντῳ παρὰ τὸ μηκέτι Σύρους εἶναι, ἵνα ᾖ Ἀσσύριος διπλασιασμῷ τοῦ ς. καὶ οὐ θαῦμα, εἰ ἀναδιπλασιασμὸς μετὰ τὴν α στέρησιν· καὶ γὰρ ἐπὶ τοῦ ἄλληκτος καὶ ἄμμορος καὶ ἀννέφελος καὶ ἄρρωστος

### σ 440

στεῖον · πολιτικόν

### α 2086

Ἀστεῖος · ει · ἀνδρεῖος καὶ ἀχρεῖος

### α 2087

ἀστεμφέως · ἀμετακινήτως, ἰσχυρῶς· παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ κινεῖν συνεχῶς, οὗ μέμνηται Αἰ σχύλοσ . ἀστεμβής οὖν, ὁ ἀ κί νητος, καὶ ἀστεμφής. οὕτω Φιλόξενος. ἢ παρὰ τὸ στρέφω ἀστρεφής, καὶ ἐλλείψει τοῦ ρ καὶ πλεονασμῷ τοῦ μ ἀστεμφής καὶ ἀστεμφές

### α 2088

Ἀστερόεις, αἱματόεις · ει · καὶ πάντα τὰ τοιαῦτα· ἡ γὰρ γενικὴ ἀστερόεντος, αἱματόεντος, καὶ τὸ οὐδέτερον ἀστερόεν, αἱματόεν. αἱ δὲ διάλεκτοι τρέπουσι τὴν ει δίφθογγον εἰς η ἀστερόης, αἱματόης

### α 2089

Ἄστηνος · πένης· παρὰ τὸ μὴ ἔχειν στάσιν. Σελεύκου. Ἐρεννίου

### α 2090

ἄστρον διαφέρει· ἄστρον μὲν γάρ ἐστιν ὅλον τὸ ζώδιον, τὸ ἐκ πολλῶν ἀστέρων συνεστηκός, οἷον ἄρκτος. ἀστὴρ δὲ ἕκαστος τῶν ἐν τῷ ζωδίῳ ὑπαρχόντων, ὡς ὅταν λέγωμεν τὴν ἄρκτον ἐξ ἀστ έ ρων τόσων συγ κεῖσθαι

### α 2091

Ἀστήρ · παρὰ τὸ αἴθω, τὸ λάμπω, αἰστήρ καὶ ἀποβολῇ τοῦ ι ἀστήρ· ἢ ὁ μὴ στάσιν ἔχων

### α 2092

Ἄστικτος · ὁ ἀποίκιλος· ἐκ τοῦ στίζω, τὸ ποικίλλω

### σ 441

στράβη · εἴρηται ἐπὶ σκεύους ξυ λίνου ἐ πιτιθεμένου τοῖς· τοῦ το φέρουσι ζ ώοις, ἐφ’ οὗ κά θηνται ἀσφαλῶς· κατὰ μετάθεσιν τοῦ φ εἰς β ἀ στραφή τις οὖ σα, παρὰ τὸ μ ὴ στρέ φ εσθαι καὶ πί πτειν τοὺσ καθ ημένουσ. εἰς Ἀνακρέοντα εἴρηται καὶ ἀστράφη καὶ ἐπὶ ὀχήματος ἐφ’ οὗ ἀσφαλῶ ς κά θηνται

### α 2093

Ἀστράγαλος · ἀπὸ τοῦ ὀρθὴν καὶ ἀστραβῆ φυλάσσειν τὴν βάσιν τοῦ ποδός, ἀστράβαλος καὶ τροπῇ τοῦ β εἰς γ ἀστράγαλος. ἢ ἀστάγαλός τις ὤν, καὶ πλεονάσαντος τοῦ ρ ἀστράγαλος, οὐ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονώς, ἀλλὰ πρὸς τὸ κινεῖ σθαι. ἐπὶ δὲ τῶν ἄλλων ὀστέων τῶν ἐν τῷ νώτῳ παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσ θαι μηδὲ κινεῖ σθαι

### α 2094

Ἀστράγαλος · εἴρηται κατὰ ἀντίφρασιν· πολύστρεπτος γὰρ ὑπάρχει

### τ 277

τὸ τῶν ποδῶν σφυρόν. καὶ σφόνδυλοι δὲ ὑπὸ τοῦ ποιητοῦ ὠνομάσθησαν· λ ἐκ δέ μοι αὐχὴν Ἀστραγάλων ἐάγη“. εἴρηται δὲ ἀστράγ αλοσ ἀστράβαλός τις ὢν καὶ ἀστραβῆ τὸν πόδα ἢ τὴν ῥάχιν φυλάσσων, καὶ τροπῇ τοῦ β εἰς γ ἀστράγαλος· ἢ ἀστάγαλός τις ὤν, καὶ πλεονάσαντος τοῦ ρ ἀστράγαλος, ὁ πρὸς κίνησιν καὶ οὐχὶ π ρὸς τὸ ἑστάναι γεγονώς

### κ 942

κεραυνός διαφέρει· ἀστραπὴ μὲν γὰρ ἡ προλάμπουσα καὶ προ φθάνουσα τὴν βροντήν· κεραυνὸς δὲ ὁ ἐξ οὐρανοῦ κατερχόμενος καὶ καίων τὴν γῆν, ἤτοι τὸ πῦρ ἢ ἡ χάλαζα

### α 2095

Ἀστραπή · παρὰ τὸ στερο πή, ὡς Ὅμηρος ἐκάλεσεν ἀντὶ τοῦ ὀφθα λμοῦ λάμ ποντος· ὦπες γὰρ οἱ ὀφθαλμοὶ λέγονται· παρὰ τὸ φ αίνειν τὴν ἀ στραπὴν ὡς ὀφθαλμοὺς οὐρανίους, ἤγουν τοὺς ἀστέρας. διὰ τοῦτο καὶ τὴν ὀνομασίαν ἔχει, ἤτοι φωτὸς ἀπορρώξ“· συγκοπ ῆς γὰρ γινομένης τῶν νεφῶν μετὰ τοῦ ὕδατος ἐν τῷ ἀέρι ἀποτελεῖται ἡ ἀστραπὴ ἅμα τῇ βροντῇ

### α 2096

Ἄστρον ἀστέρος διαφέρει· ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἀστὴρ δὲ αὐτὸς ὁ λάμπων

### α 2097

Ἀστρονόμος · δι ανομεὺσ ἄστρων

### α 2098

Ἀστρονόμος · ὁ τὴν κίνησιν τῶν ἄστρων γινώσκων ἀστρολόγος ὁ ἐκ τεκμηρίων ἡλίου καὶ σελήνης ἐπιστάμενος τί γίνεται

### α 2099

Ἄστυ · ἡ πόλις. Φιλόχορος ἐν τῷ α τῆς Ἀτθίδος φησί · ἄστυ δὲ προσηγόρευσαν τὴν πόλιν διὰ τὸ πρότερον νο μάδας καὶ σποράδην ζῶν τας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκή σ εις, ὅθεν οὐ μετανέστησ αν “

### α 2100

Ἄστυ · τριχῶς λέγεται αὐτὸ τὸ χωρίον καὶ ὁ ἐν αὐτῷ ὄχ λος καὶ τὸ συναμφότερον, ὥσπερ καὶ πόλις. ἐτυ μο λογεῖται διὰ τὸ γω νί αν μὴ ἔχειν ἀλλ’ ὑπ ερφερῆ εἶναι

### α 2101

Ἀσύφηλον · μετὰ ἀπάτης βλαπτικόν, ἢ ὑβριστήν· ἀπὸ τοῦ ἄσης καὶ τοῦ φηλῶσαι

### α 2102

Ἀσφάραγον · τὸν βρόγχον

### α 2103

Ἀσφάραγος · ὁ λεγόμενος λάρυγξ. εἴρηται καὶ ἄνευ τοῦ α σφάραγος, παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. Ἀριδίκης δέ φησι πλεονασμῷ τοῦ α καὶ τοῦ ς · εἶναι γὰρ φάραγον ἀντὶ τοῦ φάρυγγα. Πολέμαρχος δὲ ὁμοίως, ἢ ὅτι ἀσπαίρει. ἄλλοι δὲ διὰ τὸ μὴ σπᾶσθαι ἀσπάραγον καὶ ἀσφάραγον· κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγον, τὸν φέροντα τὴν φωνήν· οὕτως Ἡρωδιανός παρὰ τὸ σφάραγος πλεονασμῷ τοῦ α “. Ἐρεννίου

### α 2104

ἀσφοδελός διαφέρει, φασί, παρὰ τοῖς Ἀττικοῖς, ἄλλοι τε καὶ Τρύφων ἐν τῷ β περὶ Ἀττικῆς προσῳδίας· βαρυτονούμενον γὰρ τὸ φυτὸν σημαίνει παρὰ τοῖς παλαιοῖς, ὀξυτονούμενον δὲ τὸν τόπον ἐν ᾦ ἀσφόδελος γί νεται. αὐτὸς δὲ ὁ Τρύφων προκρίνει ὁμοτόν ωσ τῷ φυ τῷ καὶ τὸν τόπον ἐκφέρ ειν · πολλάκις γὰρ τοῖς περιεχομένοις τὰ περιέχοντα ὁμο τό νω σ λέγεσ θαι

### α 2105

Ἀσωτία · διὰ τὸ μὴ ἔχειν σωτηρίαν

### α 2106

Ἀσωτία · ἔστι δὲ τὸ ἄσωτος σύνθετον παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ σῶον, οἱονεὶ ὁ ἐστερημένος τοῦ σώου

### α 2107

Ἄσωτος · παρὰ τὸ σῶ, οὗ ὁ μέλλων σώσω, ὄνομα σωτός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσωτος, ὡς πληρώσω πληρωτός ἀπλήρωτος

### α 2108

Ἀτάλαντος Ἄρηϊ Β · τάλαντον τὸ ζυγὸν εἴρηται, καὶ ταλαντεύειν τὸ ζυγοστατεῖν. ἔστιν οὖν ἀτάλαντος, ὁ ὁμοτάλαντος, οἱονεὶ ἰσόζυγος καὶ ἀ τάλαντος ἢ πάνυ ἢ πλεονασ μῷ τοῦ α

### α 2109

Ἀταλός · ὁ ἁπαλός· κατὰ μετάθεσιν τοῦ π εἰς τὸ τ. καὶ τὸ μὲν ἁπαλός δασύνεται, τὸ δὲ ἀταλός ψιλοῦται. οὕτως καὶ τὸ ἄττα

### α 2110

Ἀταλός · ὀξυτόνως· εἴρηται ἀπὸ τοῦ τλῆναι ταλός, ὡς καὶ τὸ τάλας, καὶ κατὰ σύνθεσιν τῆς α στερήσεως ἀταλός, ὁ μηδέπω δυνάμενος κα κοπαθεῖν. ὁ δὲ Χρύσιππος ἀπὸ τοῦ ἁπαλοῦ γέγονε κατὰ τροπὴν τοῦ π εἰς τ “

### α 2111

Ἀταρνείτης · ει ἐπεὶ τὸ πρωτότυπον αὐτοῦ ἐπ’ εὐθείας ἔχει τὸ ε. τούτῳ τῷ λόγ ῳ καὶ τὸ ὀρείτης· παρὰ γὰρ τὸ ὀρεύς. ὅθεν καὶ τὸ τραπεζείτης τινὲς διὰ τῆς ει διφθόγγου γράφουσιν

### α 2112

Ἀταρτηρός · ἀτηρός, χαλεπός, ἀπειλητικός· πλεονάζει γὰρ ἡ ταρ συλλαβή, ὡς ἐπιτάρροθος

### α 2113

Ἀτασθαλία · ἡ περὶ τὸν οἶνον ἀταξία· καὶ Ὅμηρος ω λ ἀτασθαλίῃσι νόοιο“

### α 2114

Ἀτάσθαλος · ὑβριστής, ἀκόλαστος, ἄδικος, αὐθάδης, ἁμαρτωλός. Ἡσιόδου

### α 2115

Ἀτασθάλου · πονηροῦ· ἀπὸ τοῦ ταῖς ἄταις θάλλειν

### α 2116

Ἀτειρής · ὁ ἀκαταπόνητος. τούτου ἡ ἐτυμολογία ἐστὶν ἀθειρής, ἤτοι παρὰ τὸν αἰθέρα. ἀτειρής δὲ λέγεται ὁ λαμπρός· Σ χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα“

### α 2117

Ἀτέκμαρτον · εἰς τὸ Τεκμηριοῦσθαι

### α 2118

Ἀτενές · τὸ ἄγριον βλέμμα

### α 2119

Ἄτερπνος · οὕτως ὁ ἄγρυπνος παρὰ Ῥηγίνοις, ὡς καὶ παρ’ Ἰβύκῳ καὶ Στησιχόρῳ . οὐκ ἔστι δὲ ἡ φωνὴ κατὰ στέρησιν τοῦ τερπνοῦ, ὡς ὁ ἄκακος καὶ ὁ ἄφιλος καὶ ὁ ἄσεμνος· δεῖ οὖν ἀποδεῖξαι τὸ ὀφειλόμενον υ · ἔστι γὰρ κατ’ ἐντέλειαν ἀτέρυπνος, ὁ χωρὶς ὢν ὕπνου

### α 2120

Ἄτευκτα · ἀκάματα, σκληρὰ καὶ ἰσχυρά. σημαίνει δὲ καὶ ἀβλαβῆ

### α 2121

Ἀτεχνῶς · σημαίνει τὸ ἀπλάστως. εἴρηται δὲ παρὰ πᾶσι τοῖς κωμικοῖς κατακόρως. γέγονε δὲ ἢ παρὰ τὸ ἀτεχνής ἀτεχνῶς· τὰ γὰρ τοιαῦτα ἐπιρρήματα παρὰ τῶν γενικῶν γινόμενα καὶ τοὺς τόνους αὐτῶν φυλάττει τῶν γενικῶν· ἢ παρὰ τὸ ἀτενές οὖν ἀτενῶς, καὶ ἐν πλεονασμῷ τοῦ χ ἀτεχνῶς. οὕτως Ἀπολλώνιος καὶ Ἡρωδιανός

### α 2122

Ἀτημέλητος · ἐκ τοῦ τῶ, τὸ λαμβάνω, καὶ τὸ μέλω, τὸ φροντίζω καὶ ἐπιμελοῦμαι, γίνεται τημελῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτημελῶ, καὶ ἀτημέλητος, ὁ ἠμελημένος

### α 2123

Ἀτημελήτως · ἀπρονοήτως, ἀνεπιμελῶς

### α 2124

Ἀτθίς · Ἀτθίδος· ἡ Ἀττική, ἡ χώρα πᾶσα τῆς Ἀθηνᾶς

### α 2125

Ἀθηναία ἡ αὐτή ἐστιν

### α 2126

Ἀτίζει · ἀτιμάζει

### α 2127

Ἄτιμος · παρὰ τὸ τιμή καὶ τὸ στερητικὸν α

### α 2128

Ἀτιτάλλω · σημαίνει τὸ γνησίως τρέφω, ἐξ οὗ καὶ ἀταλὸς λέγεται ὁ νήπιος

### α 2129

Ἀτίω · τὸ ἀτιμάζω· ἐκ τοῦ τίω, τὸ τιμῶ, μετὰ τοῦ στερητικοῦ α ἀτίω

### α 2130

Ἀτμίς · ἀσμίς, μεταβολῇ τοῦ ς εἰς τ ἀτμίς, ὡς ἐφίημι ἐφεσμή ἐφετμή. Ἐπαφρόδιτος ἐν Ὑπομνήματι ξ Ὀδυσσείας

### α 2131

Ἀτονία · ἐκ τοῦ μὴ ἔχειν τόνον, ἤγουν δύναμιν

### α 2132

Ἄτρακτος · τὸ γυναικεῖον ἐργαλεῖον, ἐφ’ οὗ τὸ νῆμα περιέχεται· καταχρηστικῶς δὲ καὶ ἐπὶ βέλους. εἴρηται κατ’ εὐφημισμὸν ἀτάρακτος ὤν· ἀεὶ γὰρ ταράσσεται· ἢ ὅτι ἀτάρακτον τὸ νῆμα φέρει. παρὰ οὖν τὸ ταράσσω ταρακτός καὶ ἀτάρακτος καὶ κατὰ συγκοπὴν ἄτρακτος. τὸ δὲ βέλος ἀπὸ τῆς περὶ τὸ ξύλον ὁμοιότητος μεταφορικῶς εἴρηται

### α 2133

Ἀτραπός · ἡ ὁδός, ἥτις λέγεται καὶ ἀταρπιτὸς καὶ ἀταρπός. εἴρηται παρὰ τὸ πατῶ καὶ κατ’ ἐπίτασιν τοῦ α ἡ ἄγαν πατουμένη· ἄπατος, ἄταπος καὶ πλεονασμῷ τοῦ ρ ἀτραπός, καὶ ἐν παραγωγῇ ἀταρπιτός. ἢ παρὰ τὸ τρέπω, ἡ πολλὰς ἐκτροπὰς ἔχουσα, τοῦ ε εἰς α τραπέντος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτραπός· κυρίως δὲ ἡ στενὴ ἐν ὄρει ὁδός

### α 2134

ἀτραπιτός · ἡ μὴ ἔχουσα ἐκτρο πὰσ ὁδοῦ ἢ ὁδός

### α 2135

Ἀτρείδης, Αἰγείδης, Ἀλκείδης · ει · καὶ πάντα τὰ πατρωνυμικὰ ὅσα ἔχει τὰ πρωτότυπα εἰς ευς λήγοντα διὰ τῆς ει διφθόγγου γράφεται. ἀπὸ μέντοι τῶν εἰς ης ληγόντων καὶ εἰς ους τῶν ἐπὶ γενικῆς δισσὴ ἡ χρῆσις· καὶ γὰρ ἐκπίπτει τὰ πατρωνυμικὰ διὰ τοῦ ιδης συνεσταλμένου τοῦ ι καὶ διὰ τῆς ει διφθόγγου· Κομιδίδης, Εὐτυχίδης

### α 2136

Ἀτρείων · ει · ἡ γὰρ παραλήγουσα τοῖς εἰς δης πατρωνυμικοῖς παραλήγει καὶ τοῖς εἰς ων · Πηλείδης Πηλείων, Κρονίδης Κρονίων. οὕτως Ἀτρείδης Ἀτρείων

### α 2137

Ἀτρεκές · τὸ ἀληθές, ὃ οὐδεὶς παρατρέχει εὖ φρονῶν, ὅθεν Δωριεῖς ἀτρεχές λέγουσιν

### α 2138

Ἀτρέμας · πλεονασμὸς τοῦ ς ἐστίν· ὡς γὰρ σιγῶ σῖγα, ἀντῶ ἄντα, οὕτως καὶ παρὰ τὸ ἀτρεμῶ ἀτρέμα

### α 2139

Ἀτρίβεια · ἡ ἰδιωτεία καὶ χωρικεία

### α 2140

Ἀτρυγέτοιο · ἤτοι ἀπείρου κατὰ τὸ βάθος, ἢ ἀκαταπονήτου καὶ ἀκάρπου· σημαίνει δὲ τὴν θάλασσαν

### α 2141

Ἀτρύγετος · ἡ θάλασσα

### α 2142

Ἀτρύγετος · ἄκαρπος· παρὰ τὴν τρύγην. τρύγη δέ ἐστιν ὁ Δημητριακὸς καρπός. Ἀρχίλοχος ἡ δέ ο ἱ σά θη ὅση τ’ ὄνου κήλωνος ὀτρυγηφάγου“, περιττεύοντος τοῦ ο ὡς καὶ ὀκρυόεις· παρὰ γὰρ τὸ κρύος ἐσχημάτισται ἡ λέξισ

### α 2143

Ἀτρυτώνη · ἡ Ἀθηνᾶ· παρὰ τὴν τρυτάνην, ἥτις ἐστὶ ζυγός, ἀντὶ τοῦ ἄζευκτος, ἢ ἀνδρεία

### π 694

παρὰ τὴν ἀκτήν· καὶ γὰρ παραθαλασσία. καὶ Καλλίμαχος Ἀκταίη τις ἔναιεν“. ἀκτή οὖν καὶ ἀκτική, ὡς Κρή τη Κρητική· τροπῇ τοῦ κ εἰς τ κατὰ Ἴωνας ἀκτική καὶ Ἀττική

### α 2144

Ἀττικός · τὸ ἐθνικόν, ὁ Ἀθηναῖος. εἴρηται παρὰ τὸ ἀκτή ἀκτικός τις ὤν · Ἀκτὴ γὰρ ἐκαλεῖτο ἡ Ἀττική, ὅθεν καὶ Ἀκταῖοι οἱ Ἀθηναῖοι. ἐλλείψει καὶ διπλασιασμῷ τοῦ τ Ἀττικός

### α 2145

Αὐγή · ἀπὸ τοῦ ἄω, τοῦ σημαίνοντος τὸ φαίνω, ἀγή, καὶ πλεονασμῷ τοῦ υ αὐγή

### α 2146

Αὔγουστος · ὁ κύριος, κατεξουσίαν ἔχων, ἢ σεβάσμιος

### α 2147

Αὐδή · ἡ φωνή· εἴρηται παρὰ τὸ αὐγή ἐν τροπῇ τοῦ γ εἰς δ · δι’ ἧς αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ. καὶ φωνή τὸ αὐτό, φωτονοή τις οὖσα. Ἀπολλώνιος δέ· παρὰ τὸ αὔω αὐτή, ὅπερ καὶ ἐν διαιρέσει λέγεται ἀϋτή, καὶ αὐδή

### α 2148

Αὐθάδης · καὶ τὸ σημαινόμενον δῆλον καὶ πολλὴ ἡ χρῆσις παρὰ τῇ κωμῳδίᾳ. εἴρηται δὲ ὁ ἑαυτῷ ἅδων καὶ μὴ συμβούλῳ χρώμενος, αὐτοάδης καὶ αὐθάδης, τοῦ ἁδεῖν σημαίνοντος τὸ ἀρέσκω

### α 2149

Αὐθέντης · κυρίως ὁ φονεὺς ὁ ἑαυτὸν κτονῶν. εἴρηται δὲ παρὰ τὸ αὐτό καὶ τὸ ἔντοσ, αὐτοέντης τις ὤν, ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστιν τοῖς βέλεσιν. τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικε παρὰ τὸ αὐτό καὶ τὸ ἕντης, ὁ ἑαυ τὸν ἐπαφιεὶς εἰς πάντα καὶ ὢν αὐτεξούσιος καὶ μὴ ἄλλου ἀλλ’ ἑαυτοῦ ὤν

### α 2150

Αὐθημερόν · αὐτῇ τῇ ἡμέρᾳ. Ἐρεννίου αὖθις καὶ αὖθι χωρὶς τοῦ ς διαφέρει· τὸ μὲν γὰρ αὖθις ἢ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δὲ αὖθι τὸ αὐτόθι σημαίνει. κακῶς οὖν Καλλίμαχός φησιν αὖθι τόδ’ ἐκδύοιμι“, ἀντὶ τοῦ μετὰ ταῦτα

### α 2151

Αὖλαξ · παρώνυμον παρὰ τὸν αὐλόν · αὐλὸς δὲ ἡ ἐπιμήκης παράτασις. καὶ ὡς βῶλος βῶλ αξ καὶ ἐριβῶλαξ, λίθος λίθαξ, οὕτως αὐλός αὖλαξ· ἐπὶ τοῦ ἀρότρου, ἡ ἐπιμήκης τομή

### α 2152

Αὖλαξ · σχίσμα γῆς, ἡ ἐπιμήκης παράτασις. καὶ εἰς τὸ Ἀϋτῆς

### α 2153

Αὐλησμός · ἡ κιθαρῳδία· γίνεται ἐκ τοῦ αὐλῶ, τὸ τραγῳδῶ. αὐλισμός δέ, ἡ διανυκτέρευσις, ἐκ τοῦ αὐλί ζω. τὸ αὐλῶ σημαίνει δύο· αὐλ

### α 2154

Αὐλίζω · ἐκ τοῦ αὐλή

### α 2155

Αὖλιν · ἐκ τοῦ αὐλίζω γίνεται κατὰ συγκοπὴν αὖλις

### α 2156

Αὐλίς · Αὐλίδος· ὄνομα πόλεως. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 2157

Αὐλισθήσῃ · ἐκ τοῦ αὐλίζω, τὸ κατασκηνῶ. σημαίνει δύο

### α 2158

Αὐλός · ὁ στενὸς τόπος

### α 2159

Αὐλός · πᾶν τὸ στενὸν καὶ ἐπίμηκες, κυρίως δὲ ἡ σύριγξ. παρὰ αὖσαι, τὸ βοᾶν

### α 2160

Αὐλός · παρὰ τὸ αὖσαι καὶ βοῆσαι, Υ αὖε δ’ Ἄρησ“. καὶ τὸ φωνητικὸν ὄργανον αὐλός. ἢ παρὰ τὸ ἄω, τὸ πνέω, πλεονασμῷ τοῦ υ

### α 2161

Αὐλός · τὸ στάδιον, καὶ ἐν συνθέσει δίαυλος. εἴρηται δὲ διὰ τὴν στενότητα, καθ’ ἣν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν φαράγγων στενὰ καὶ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν καὶ ἐπαύλεις τὰς μετὰ τὰς κελεύθους ἀναπαύσεισ ἀπὸ τῶν μουσικῶν ὀργάνων· καὶ γὰρ διὰ στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐλούντων διαθέει. ἢ παρὰ τὸ αὔω αὐλός, ὡς δαίω δαιλός. τέλος

### α 2162

Αὐλῶπις τρυφάλεια Ν · περικεφαλαία ἀνατεταμένη

### α 2163

Αὖος · ὁ ξηρός· κατὰ στέρησιν τοῦ ὕω ἀΰω ἄϋος καὶ κατὰ συναίρεσιν αὖος, ὁ μὴ ὑγρός. οὕτως Ἀπολλώνιος

### α 2164

Αὔρα · παρώνυμον κατὰ ἀναστροφὴν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν, ὡς ξυστήρ ξύστρα, γαστήρ γάστρα, καὶ ἀήρ ἄρα, καὶ πλεονασμῷ τοῦ υ αὔρα. δύναται δὲ καὶ ἀπὸ τοῦ ἀήρ ἀέρος γενέσθαι ἀέρα καὶ κατὰ κρᾶσιν αὔρα, ὡς αἱ γρᾶες αἱ γραῦς, αἱ νᾶες αἱ ναῦς

### α 2165

Αὔριον · πλεονασμὸς τοῦ ρ · ἔστι γὰρ παρὰ τὴν αὔω Αἰολικῶς εἰρημένην φωνήν· οὕτως γὰρ λέγουσι τὴν ἠῶ αὔω. τὴν αὔρ ιον οὖν τὴν ἐπιοῦσαν ἡμέραν. αὔω αὔϊον καὶ πλεονασμῷ τοῦ ρ αὔριον

### α 2166

Αὔριον · πλεονασμῷ τοῦ ρ · παρὰ τὴν αὔω Αἰολικήν αὔϊον καὶ αὔ ριον πλεονασμῷ τοῦ ρ

### α 2167

Αὔριον · τὸ χρονικὸν ἐπίρρημα εἴρηται παρὰ τὸ αὖθι, ὅπερ οἱ Αἰολεῖς φασι αὖρι τροπῇ τὸ θ εἰς ρ ἀφ’ οὗ τὸ αὔριον, τὸ εἰς αὖθις. ἢ παρὰ τὴν αὔραν. ἢ παρὰ τὸ ἐναύεσθαι ὑπὸ τοῦ ἡλίου. ἢ παρὰ τὸ ἀήρ αὔηρ Αἰολικῶς αὔερα καὶ αὔρα· παρὰ τὸ αὔρα αὔριον· καὶ μᾶλλον βούλεται τὸ ἑωθινόν σημαίνειν διὰ τὸ ε αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό “

### α 2168

Αὐρῶ · τὸ ἀπολα ύω · οὗ ὁ μέλλων αὐρήσω, ἐξ οὗ καὶ τὸ Ζ ἐπαυρήσεσθαι ὀΐω“

### α 2169

Αὐστηρός · εἴρηται παρὰ τὸ αὖον καὶ ξηρὸν καὶ τραχύ

### τ 278

τὸ ὄνομα, καὶ αὐτάρκες οὐδετέρως. τὸ δὲ ἐπίρρημα Ἀττικῶς μὲν αὐτάρκως, κατὰ δὲ τὴν ἀναλογίαν αὐταρκῶς. κανονίζεται δὲ ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν· ἠκολούθησε γὰρ τῷ τόνῳ τοῦ ὀνόματος· αὐταρκῶν γὰρ ἡ γενική, αὐταρκῶς δὲ τὸ ἐπίρρημα, ὥσπερ ὑγιῶς, ἐπειδὴ ὑγιής, καὶ σαφῶς, ἐπειδὴ σαφής

### α 2170

Ἀϋτάς · φωνάς, κραυγάς, βοάς

### α 2171

Ἀϋτή · παρὰ τὸ αὔω, τὸ φωνῶ

### α 2172

αὐτή διαφέρει· αὕτη ἡ δεικτικὴ ἀντωνυμία παροξύνεται, αὐτή ἡ ἀναφορικὴ ὀξύνεται

### α 2173

Αὐτόματοσ ·. αὐτόμολος δὲ ὁ ἀφ’ ἑαυτοῦ μολῶν ἢ φεύγων. ὁμοίως καὶ ἀπαυτομολῶ, τὸ φεύγω

### α 2174

Αὐτόματος · μαίω, τὸ ζητῶ, ἔνθεν μαστός, ὃν ἐπιζητοῦσι τὰ βρέφη. αὐτόμαστος οὖν καὶ ἀποβολῇ τοῦ ς αὐτόματος, ὁ μὴ ἐπιζητηθεί σ ἀλλ’ αὐτὸς ἑαυτὸν ἀγαγών

### α 2175

Αὐτός · ἀντωνυμία τρίτου προσώπου, πτώσεως εὐθείας τῶν ἑνικῶν· ἔστι δὲ ἀσύναρθρος. τὸ τος μικρὸν πρὸς ἀντιδιαστολὴν τοῦ αὔτως ἐπιρρήματος. σημαίνει δὲ τὸ αὐτός ε. ζήτει ἐν Ἐπιμερισμοῖς. τὸ Αὐτός σημαίνει ε · αὐτός, ὁ μόνος· αὐτ όσ ὁ τόπ οσ · αὐτός, ὁ κατ’ ἐξοχήν· αὐτός, τὸ σῶ μα · καὶ αὐτός, ἡ ἀντωνυ μία. αὐτός, ὁ μόνος, ὡς τὸ Θ Τυδείδης δ’ αὐτός περ ἐών, ἐν προμάχοισιν ἐμίχθη“· αὐτός, ὁ τόπος, ὡς τὸ Ζ στῆτ’ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων“· αὐτός, ὁ κατ’ ἐξοχήν, ὡς τὸ οὐκ ἄγγελος, οὐ κ ἄνθρωπ ος, ἀλλ’ αὐτός ὁ κύριοσ“· αὐτός, τὸ σῶμα, ὡς τὸ Α αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν“· αὐτός, ἡ ἀντωνυμία, ὡς τὸ Α ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι.“

### α 2176

Αὔτως · ὁμοίως

### α 2177

Αὐχήν · ἀπὸ τῆς ἄνω τῆς κεφαλῆς νεύσεως· ἐπὶ τῶν αὐθάδων ἢ ἐπί τισιν αὐ χού ντων

### α 2178

Αὐχμηρός · ὁ κατάξηρος· καὶ αὐχμηρός, ὁ σκοτεινός

### α 2179

Αὐχμός · ἡ ξηρότης, ἡ ἀβροχία. ἐπομβρία δὲ ἡ πολλὴ βροχή

### α 2180

Αὔω · σημαίνει · αὔω, τὸ τὸ λάμπω, ἐξ οὗ καὶ αὔριον· αὔω τὸ ξηραίνω, ἐξ οὗ καὶ αὖος, ὁ ξηρός, καὶ Ὅμηρος Ψ ἕστηκεν ξύλον αὖον“· αὔω, τὸ φωνῶ, ἐξ οὗ καὶ Υ αὖε δ’ Ἄρης ἑτέρωθεν“ ἀντὶ τοῦ ἐφώνει· αὔω, τὸ καίω, ἐξ οὗ καὶ βάναυσος, ὁ περὶ τῷ πυρὶ ἐργαζόμενος· αὔω, τὸ πνέω, ἐξ οὗ καὶ αὐλός· αὔω, τὸ κοιμῶμαι, οὗ ὁ μέλλων ἀέσω, ἐξ οὗ ἀεσίφρων, ὁ μὴ ἔχων διεγηγερμένας τὰς φρένας

### α 2181

Αὔω · τὸ καθεύδω· εἴρηται δὲ παρὰ τὴν αὔαν Αἰολικῶς· τὴν γὰρ ἠῶ Αἰολεῖς αὔαν φασί· κυρίως γὰρ αὔω λέγεται τὸ ἕως τῆς ἕω καθεύδειν

### α 2182

Αὔω · τὸ φωνῶ· ἀφ’ οὗ τὸ τῆς φωνῆς δεκτικὸν αὖας, καὶ τροπῇ τοῦ α εἰς ο οὖας, καὶ ἀποβολῇ τοῦ υ ὄας, καὶ ἑτέρᾳ τροπῇ τοῦ α εἰς ο ὄος, ὦς ὡς κῶας κῶος γ κώεσσιν ἐν μαλακοῖσιν“, οὖ δας οὖδ οσ Ξ οὔδεϊ πλῆντ’“· οὕτως ὄας ὄος, καὶ ἐν συναλιφῇ οὖς, καὶ κατὰ Δωριεῖς ὦς· τρέ πουσι γὰρ πολλάκις τὴν ου δίφθογγον εἰς ω

### α 2183

Αὔως · ἡ ἠώς, τουτέστιν ἡ ἡμέρα· οὕτω λέγεται παρ’ Αἰολεῦσιν. εἴρηται παρὰ τὸ αὔειν, ὃ σημαίνει τὸ βοᾶν· Ὅμηρος Υ αὖε δ’ Ἄρης ἑτέρωθεν“· ἐπειδὴ φαινομένης αὐτῆς τὰ ζῶα φθέγγεται καὶ ἀλλήλους ἐπὶ τὰ ἔργα καλοῦσιν οἱ ἄνθρωποι

### α 2184

Ἀφαγνίσαι · ἀποδοῦναι, καθιερῶσαι, ἀφοσιώσασθαι. λέγεται δὲ καὶ τὸ συλῆσαι καὶ προνομεῦσαι

### α 2185

ἀφαιρείσθω · εἰς τὸ Τάφρος

### α 2186

Ἀφανισμός · δῄωσις, πόλεμος

### α 2187

Ἄφαρ · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ εὐθέως. ζήτει

### α 2188

Ἀφάροτος · ἀναροτρίαστος· φάρος γὰρ ἡ ἄροσις· οἱονεὶ ἀάροτος κατὰ περίττευσιν τοῦ φ. καὶ αὐτὴ ἡ ἄροσις ἀπὸ τοῦ αἴρειν καὶ διαίρειν. ἢ φάρος παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ διφάρσους φαμὲν χιτῶνας τοὺς εἰς δύο μέρη κεχωρισμένους, καὶ φάρσος τὸ ἀπόσχισμα τῆς ἐσθῆτος. ἐν Ὑπομνήματι ἰάμβων Καλλιμάχου

### α 2189

Ἀφασίαν · σιωπήν, ἀφωνίαν· παρὰ τὸ μὴ δύνασθαι λέγειν

### α 2190

Ἄφατον · πάνυ, πολύ

### η 288

ἡ ἄφεδρος · παρὰ τὴν ἀπό πρόθεσιν καὶ τοῦ ἕδρα γίνεται ἀποέδρα καὶ ἀφέδρα ἀφεδρών, καὶ σημαίνει καὶ τὸν κῶλον καὶ τὴν ἀκαθαρσίαν τῆς γυναικός, ὅταν τὰ ἔμμηνα αὐτῆς ἐκρεῖ, ἣ καὶ λέγεται ἄφεδρος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 2191

Ἀφέθησαν · ἐκ τοῦ ἵημι, τὸ συγχωρῶ, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧμαι, ὁ ἀόριστος ἕθην καὶ ἀφέθη ν

### α 2192

Ἀφελέσθαι · ζήτει

### α 2193

Ἀφελῶς · ἁπλῶς

### α 2194

Ἄφεσις · ἐκ τοῦ ἀφήσω, ἐξ οὗ καὶ ἄφετον, τὸ μὴ κρατούμενον. γέγονε δὲ παρὰ τὴν ἁφήν, ὃ σημαίνει τὸ κράτημα. ἄφεσις δὲ παρὰ τὸ μὴ κρατεῖσθαι

### α 2195

Ἄφεσις · ἐλευθερία, ἀπόλυσις. καὶ εἰς τὸ Ἐλευθερία

### α 2196

Ἄφεσις · ἡ ἐκδρομὴ τοῦ ὕδατος τῆς πηγῆς καὶ ἀπόλυσις τοῦ βέλους

### α 2197

Ἁφή · σημαίνει δύο· τὸ προσψαῦσαι τῷ σώματι, καὶ τὸ πλῆξαι καὶ τρα υ ματίσαι καὶ συντρίψαι· ἐξ οὗ καὶ ἀφανισμός, ἡ ἐκ τῆς πόλεως βάσανος, καὶ ἁφὴ ἡ πληγή καὶ ἀφανίζω, τὸ λεπτύνω καὶ πορθῶ καὶ ἀφανῆ ποιῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### α 2198

Ἀφήσει · ἀφίημι, ὁ μέλλων ἀφήσω

### α 2199

Ἄφθιτον ·. καὶ πλεονασμῷ τοῦ ν φθίνω, καὶ ἐξ αὐτοῦ φθινύω καὶ πλεονασμῷ τοῦ θ φθινύθω, καὶ Ὅμηρος Α φθινύθεσκεν φίλον κῆρ.“ ἐκ δὲ τοῦ φθίω γίνεται φθιτός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄφθιτος καὶ ἄφθιτον. ἐκ τούτου καὶ ἡ ἀφθονία, ἡ δαψιλεία τοῦ ὑγροῦ· σημαίνει δὲ τὸ πλῆθος· γέγονε δὲ ἐκ τοῦ φθίνω φθινία καὶ ἀφθονία· παρὰ τοῦτο ἀφθόνως

### α 2200

Ἄφθονον · τὸ πολύ· μετὰ τοῦ ἐπιτατικοῦ α. κυρίως δὲ λέγεται ἡ λέξις ἐπὶ πλήθους ῥεόντων ὑδάτων, ἐξ οὗ καὶ ἀφθονία. ἐτυμολογεῖται δὲ παρὰ τὸ ἄφατ ον, καὶ ἔστι καὶ ἐπίρρημα μεσότητος ἀφθόνως

### α 2201

Ἀφιλότιμος · ταπεινός· παρὰ τὸ μὴ φιλεῖν τιμὴν ἢ δόξης ἡττᾶσθαι

### ι 322

ιξις · παρὰ τὸ ἵκω. τοῦτο ἐν μὲν τοῖσ ἐνεργητικοῖς παρὰ τοῖς ποιηταῖς διὰ τοῦ ι γράφεται, παρὰ δὲ τοῖς πεζολόγοις καὶ ἰαμβολόγοις διὰ τοῦ η · ἐν δὲ τοῖς παθητικοῖσ διὰ τοῦ ι γράφεται, οἷον ἀφῖγμαι ἀφῖ ξαι ἀφῖκται. ἐν δὲ τοῖς ὀνόμασι διὰ τοῦ ι οἷον προΐκτης, σημαίνει δὲ τὸν προσαιτοῦντα. παρὰ τὸ ἱκ έσθαι καὶ πάλιν ἱκαν ός· ὁ γὰρ ἱκανὸς εἰς πάντα δύναται παραγίνεσθαι

### α 2202

Ἄφλαστον · τὸ ἀκροστόλιον τῆς νηός κατὰ ἀντίφρασιν

### α 2203

Ἀφνειός · ει · ἔστι γὰρ ἀφνεός

### α 2204

Ἀφνειός · πλούσιος, οἷον ἀπενεός, ὁ μὴ πενόμενος

### α 2205

Ἄφνω · παρὰ τὸ ἀφανές ἀφανῶς ἔδει ἀφνῶ περισπωμένως. ἐξέστη τὸ ς καὶ μετέστη ὁ τόνος, ἐπειδὴ τὰ εἰς ω λήγοντα δισύλλαβα ἐπιρρήματα μὴ ὄντα Δώρια βαρύνεται, οἷον πόρρω κάτω ἔξω

### α 2206

Ἄφνω · σημαίνει τὸ ἀπροσδοκήτως· γέγονε παρὰ τὸ ἀφανής ἀφανῶς, ὡς εὐσεβής εὐσεβῶς, εὐ γενήσ εὐγενῶς· γίνεται οὖν ἀφανῶς περισπωμένως, εἶτα μετὰ συγκοπῆς καὶ ἀποβολῇ τοῦ ς καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν . ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν

### α 2207

Ἄφοδος · ἀπόπατος

### α 2208

Ἀφορίζω · ἐκ τῆς ἀπό προθέσεως καὶ τοῦ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν

### α 2209

Ἀφορίζω · τὸ διαχωρίζω, τὸ ἐκλέγω

### α 2210

Ἀφορμῶ · παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ὁρμῶ γίνεται ἀπορμῶ καὶ ἀφορμῶ, καὶ σημαίνει τὸ ἀπέρχομαι, ἐξ οὗ καὶ ἀφορμή, ἡ νεῦσις

### α 2211

Ἄφραστον · ἀκατάλη πτον, ἄρρητ ον ἄλεκτ ον ἀφαν έσ ἀνεκ διή γητ ον ὃ μὴ φράζεται

### α 2212

Ἀφράστως · ἐπίρρημα ἐκ τοῦ ἄφραστος

### α 2213

Ἀφρήτωρ καὶ ἀφήτρωρ· ὁ φρατρίαν καὶ συγγένειαν μὴ ἔχων. φρατρία δὲ κυρίως ἐστὶ τὸ τρίτον μέρος φυλῆς

### α 2214

Ἀφρογένειαν · ἢ παρὰ τὸν ἀφρόν· ἢ παρὰ τὸ ἀφραίνειν, καὶ Εὐριπίδης τὰ μῶρα γὰρ πάντ’ ἐστὶν γίνεται Ἀφροδίτη βροτοῖσιν.“

### α 2215

Ἀφροδίτη · ἀφροδύτις τις οὖσα

### α 2216

Ἀφροδίτη · ἤτοι παρὰ τὸν ἀφρόν· ἢ παρὰ τὸ ἀφραίνειν, καὶ Εὐριπίδης τὰ μῶρα γὰρ πάντ’ ἐστὶν γίνεται Ἀφροδίτη βροτοῖσιν.“

### α 2217

Ἀφροδίτης · τῆς ἐρωτικῆς συνηθείας· καὶ ἀφροδίσιον ἔργον, Ἀφροδίτης

### α 2218

Ἀφρός · πρόδηλον τὸ σημαινόμενον καὶ ἡ χρῆσις κοινὴ καὶ ποιητική· εἴρηται παρὰ τὴν ἁφὴν ἀφρός, ὡς παρὰ τὴν σάθ ην σαθρός, ὁ εὐαφὴς καὶ ἁπαλώτατος

### α 2219

Ἀφρός · φρῶ ἐστι ῥῆμα ἀπὸ τοῦ προϊῶ, ἀφ’ οὗ τὸ εἰσφρῶ· ὅπερ ἐγένετο ἀπὸ τοῦ προϊῶ συγκοπέν. παρὰ δὲ τὸ φρῶ τὸ μονοσύλλαβον ὄνομα φρός καὶ ἀφρός κατ’ ἐπίτασιν τοῦ α παρὰ τὸ μετὰ φορᾶς προΐεσθαι

### α 2220

Ἀφωσιωμένος · ὁ ἀποκεκληρωμένος καὶ τετιμημένος. παρὰ δὲ Ἡσιόδῳ ὁ ἄφρων

### α 2221

Ἀχαιά · ἡ Δημήτηρ παρὰ Ἀττικοῖς, εἴρηται παρὰ τὸ ἄχος τῆς Κόρης. οὕτω Δίδυμος . καὶ ὅτι μετὰ κυμβάλων ἠχοῦσα τὴν Κόρην ἐζήτει. ἤ, ὡς Φιλητᾶς τὰς ἐρίθους ἀχαιὰς ἐκάλουν. ἔνιοι δέ, ἐκτείναντες τὸ α ἀπὸ τοῦ συμβάντος Γεφυραίοις. καὶ πάλιν Ἀχαιά, ἡ Δημήτηρ. μέμνηται τοῦ ὀνόματος Ἀριστοφάνης . καὶ εἴρηται ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ Περσεφόν ῃ. οἱ δέ φασιν ἀπὸ ἱστορίας τοιαύτης· τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ Τανάγρας ἡ Δημήτηρ ὄναρ φανεῖσα ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι τῷ γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι· καὶ διώδευον ἀκούοντες ψόφου καὶ κυμβάλων καὶ τυμπάνων, καὶ παυσαμένου περὶ Ἀττικοὺς ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος

### α 2222

Ἀχαιός · τὸ ἔθνος, ἀπὸ Ἀχαΐας, ὅ ἐστι Πελοποννήσου· καὶ Ἀχαιός, ποιητής· καὶ Ἀχαιός, κόλαξ. Ὠρίωνος

### α 2223

Ἀχανές · παρὰ τὸ χαίνω κατ’ ἐπίτασιν τοῦ α οἷον λί αν χα ῖνον. δηλοῖ καὶ στέρησιν τοῦ χαίνειν, οἷον ἐνεὸν εἶναι καὶ μὴ διᾶραι τὸ στόμα δύνασθαι

### α 2224

Ἀχανής · ἄλαλος καὶ ἄφωνος, ὁ μὴ κεχηνώς, ἐνεός

### α 2225

Ἀχέρδῳ ξ · ἄχερδός ἐστι ἀκανθῶδες φυτόν, ἐξ οὗ τὰς αἱμασιὰς ποιοῦσιν. ἔνιοι δὲ ἀπέδοσαν τὴν ἀγρίαν ἄπιον· ἀκανθώδης γὰρ καὶ αὐτή

### α 2226

Ἀχερωΐς · ἡ λεύκη

### α 2227

Ἀχθήσονται · ἐκ τοῦ ἄγω ἄξω

### α 2228

Ἄχθος · λύπη βαρύνουσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀφορήτοις συμβάσεσι. Ὁμήρου

### α 2229

Ἀχιλῆος Α · γενικὴ Ἰωνική. γέγονε δὲ Ἀχιλεὺς παρὰ τὸ ἄχη. ἰατρὸς γάρ, ὃν Χείρων ἐδίδαξε δικαιότατος κέ νταυροσ. στρατηγὸς γάρ· Α Μυρ μι δόνεσσιν ἄν ασσεν “. ἢ ὁ χιλοῦ μὴ μετα σχών· φασὶ γὰρ μ υελοῖσ αὐτὸν τραφῆ ναι. αἱ δὲ ἀπὸ τῶν εἰς ευς γενικαὶ προ φέρονται ἑξαχῶς· οἷον Ἀχι λλέος κοινῶς, Ἀχιλλ έως Ἀττικῶς, Ἀχιλῆοσ κατὰ τοὺς ἀρχαίους Ἴωνας Αἰολεῖς καὶ Δωριεῖς, Ἀχιλλεῖ οσ κατὰ τ οὺς νέους Ἴωνας Αἰολεῖς καὶ Δωριεῖς, Ἀχιλλίος κατὰ τοὺς Βο ιωτούσ καὶ Ἀχιλλεῦς περισπωμένως κατὰ τοὺς Δωριεῖς

### α 2230

Ἀχιλλεύς · ὁ τῇ μητρὶ γενόμενος ἄχος καὶ λύπη. ἢ ὁ τὰ ἄχη τῶν παθῶν λύων· ἰατρικῆς γὰρ ἔμπειρος. ἢ ὅτι ἄχος τοῖς Ἰλιεῦσιν παρέσχεν. ἢ ὁ λαοὺς ἄγων, ὡς στρατηγός. ἢ ὁ μὴ χιλοῦ μετασχών, τουτέστι τροφῆς, ἐπει δή φασιν, ὅτι παρὰ Χείρωνι μυελοῖς ἀνετράφη

### α 2231

Ἀχλύς · παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν

### α 2232

Ἀχλύσ. οὕτως Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ ἐτυμολογιῶν

### α 2233

Ἄχνη · πᾶσα λεπτότης ὑγροῦ τε καὶ ξηροῦ· ἐπὶ μὲν ὑγροῦ Δ ἀποπτύει δ’ ἁλὸς ἄχνην“, ἐπὶ δὲ ξηροῦ Ε κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνασ“. εἴρηται παρὰ τὸ ἔχω καὶ τὴν α στέρησιν, ἀεχήνη τις οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερὲς καὶ ἄτομον. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου, παρὰ τὸν ἀΐξω μέλλοντα, ὡς τεύξω τέχνη, ἀποβολῇ τοῦ ι ἄχνη

### α 2234

Ἄχνη · τὸ λεπτομερὲς τῶν ἀχύρων, ὧν οὐκ ἄν τις ἔχεσθαι δύναιτο διὰ σμικρότητα· καὶ ἐπὶ τοῦ ὕδ ατος ὁμοίωσ

### α 2235

Ἀχνύς · ἡ λύπη· εἴρηται παρὰ τὸ ἄχοσ παρωνύμως ἀχύς, καὶ κατὰ πλεονασμὸν τοῦ ν ἀχνύς

### α 2236

Ἄχοσ. διόρισον. εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένος διαιρεθέν. καὶ ἐκ ποίου γένους παρήχθη; ἐκ τῆς λύπης. καὶ πόσα εἴδη τῆς λύπης; δ

### α 2237

Ἄχος · ἡ λύπη· παρὰ τὸ μὴ ἐᾶν τὴν ψυχὴν διαχεῖσθαι καὶ χαίρειν

### α 2238

Ἀχράς · ἡ ἄγριος ἀπία· παρὰ τὴν ὄχλησιν τὴν ἐν τῷ ἐσθίεσθαι γινομένην ὑπ’ αὐτῶν· ἔστιν οὖν ἀχλάς καὶ ἀχράς. ἡ αὐτὴ δὲ καλεῖται καὶ ὄχνη

### α 2239

Ἀχρεῖον Β · χρῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παράγωγον χραύω· Ὅμηρος Ε χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον“. ἀφ’ οὗ τὸ ε ἔχραμεν“ τὸ ἐπιβαρύνειν, καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρής καὶ ἀχρεῖον, τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον· Ὅμηρος Β ἀλγήσας δ’, ἀχρεῖον ἰδών, ἀπεμόρξατο δάκρυ“, ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης ς ἀχρεῖον δ’ ἐγέλασσεν“, ἐπίπλαστον καὶ ὑποκεκριμένον καὶ ἐπιπόλαιον μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν

### α 2240

Ἄχρι · ἀντὶ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέσει τοῦ ε εἰς α. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ

### α 2241

ἄχρι κατὰ ἀποβολὴν τοῦ ς · παρὰ δὲ τὸ μέχρι εἴρηται ἀποβολῇ τοῦ μ καὶ τροπῇ τοῦ ε εἰς α ὡς δεινός αἰνός ἀποβολῇ τοῦ δ καὶ τροπῇ τοῦ ε εἰς α

### α 2242

ἄχρι διαφέρει· τὸ μὲν γὰρ χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα· ἄχρις δὲ μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς, οἷον Ὅμηρος Δ ἄχρις ἀπηλοίησεν“, ἀντὶ τοῦ ἀκριβῶς ἀπέκοψεν

### α 2243

Ἄχρονον · παρὰ τὸ ἀπὸ χρόνου μὴ ἄρξασθαι

### α 2244

Ἄχυρον · ζήτει

### α 2245

Ἄχυρον · τὸ σημαινόμενον δῆλον· ἡ καλάμη ἡ ἀλοιηθεῖσα ἄχυρον καλεῖται. εἴρηται δὲ ἀέχυρόν τι ὄν, οὐδὲν ἔχον ἐχυρόν

### α 2246

Ἄχω · σημαίνει τὸ ἀδημονῶ· τὸ παθητικὸν ἄχομαι, ἐξ οὗ καὶ ἀχάλλω καὶ ἀχαλῶ καὶ ἀσχάλλω καὶ ἀσχαλλῶ, ἐξ οὗ τὸ Β ἀσχαλάαν· παρὰ νηυσί“

### ε 838

εἰς τὸ ὀπίσω· ἄοψ, τὸ ἄοπτον· τὰ γὰρ ὀπί σω οὐκ ὀπτά

### α 2247

Ἅψεα · κυρίως αἱ συναφαὶ τῶν μελῶν, καταχρηστικῶς δὲ τὰ μέλη· παρὰ τὸ ἅπτω ἅψω, ἐξ οὗ καὶ ἁψίς, ὁ δεσμός. ἅψεα οὖν τὰ ἐξ ἀλλήλων ἡμμένα καὶ συνηρμοσμένα

### α 2248

Ἅψεα · τὰ μέλη· ἀπὸ τοῦ ἐφάπτεσθαι ἀλλήλων, ἀπὸ τοῦ ἅπτω ῥήματος ἅψω ἅψος καὶ ἅψεα πληθυντικῶς, ἃ καὶ παραλύεται καὶ χαυνοῦται ἐν τῷ καθεύδειν, ὅ θεν λυσιμελὴς ὁ ὕπνος. δύναται δὲ καὶ λυσιμελὴ ς νοεῖσθαι ὁ λύων τὰς φροντίδας Ψ εὖ τ ε τὸ ν ὕπνος ἔ μαρπτε λύων μελεδήματα θυμοῦ “

### ε 839

εα · τὰ μέλη· παρὰ τὸ ἐφάπτεσθαι ἀλλήλων· ἔστι γὰρ ἅπτω ἅψω ἅψοα καὶ κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε ἅψεα, ὡς λόγος λέγω

### α 2249

Ἀψίνθιον · εἶδος βοτάνης πικρᾶς, ὡς καὶ τὸ ἀβ ρό τ ο νον. ἔνιοι δὲ τῶν κωμικῶν ἀπίνθιον καλοῦσι, καὶ ἔστιν ἤτοι ἀπίνθιον, ὃ οὐκ ἄν τις πίοι διὰ πικρότητα, ἢ παρὰ τὸ ἅπτω, οὗ οὐδεὶς ἅπτεται

### α 2250

Ἁψίς · ζήτει

### α 2251

Ἄωρον · τὸ μὴ ὂν ἐν τῇ ὥρᾳ, τὸ ὠμόν

### α 2252

Ἄωρος · ὁ ἀπῃωρημένος καὶ ἐκκρεμής. οἱ δέ, τὸν κωλῆν μὴ ἔχοντα· Ἴωνες γὰρ τὴν κωλῆν ὥραν καλοῦσιν. οἱ δέ, τὸν ἀφύλακτον· ὤρα γὰρ ἡ φυλακή, ἔνθεν καὶ οἱ παρὰ τοῖς Ἀττικοῖς ἰωροί. Καλλίμαχος δὲ κατὰ μετάληψιν τοὺς ἀγρίους· ἄωρον γὰρ τὸ ὠμόν, τὸ δὲ ὠμὸν ἄγριον, ὅθεν καὶ τοὺς ὠμοὺς τῶν καρπῶν ἀώρους φαμέν

### π 695

Περὶ τοῦ ἄωρος · πολλὰ τὰ σημαινόμενα, καὶ ζήτει εἰς τὸ ξυλοχάρτιον βιβλίον ἐτυμολογιῶν. Β

### β 243

Βαάλ · Περσιστὶ λέγεται θεός, ὅς ἐστιν ὁ πολεμικὸς Ἄρης

### β 244

Βαβαί · θαυμαστικὴ φωνή

### β 245

Βάβαξ ·. ἐξ οὗ τὸ βαβαί ἐπίρρημα θαυμαστικόν

### β 246

Βάβαξ · ὁ λάλος ἢ ὁ ἐκβακχευόμενος· γέγονεν ἀπὸ τοῦ βαβάκτης ὑποκοριστικῶς. βέλτιον δὲ οὕτωσ · ἔστι ῥῆμα φῶ, τοῦτο γίνεται βῶ, ὡς τὸ κῦφος κύβος, παράγωγον βάζω βάξω, ἀφαιρέσει τοῦ ω βάξ, ὡς ἄλκω ἄλξω ἄλξ, καὶ ἐν διπλασιασμῷ βάβαξ. πολλὰ δὲ παρὰ τοὺς μέλλοντας ἐκπίπτει ὀνόματα· ἑλίξω ἕλιξ, δώσω δώς, θήσω θής

### β 247

Βαβυλών ·. ἔστι δὲ πόλις Συρίας

### β 248

Βάδος · ἐλαίου μέτρον. καλεῖται δὲ αὐτὸ ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου παρηγμένον, ὁμωνύμως τῷ ἐλαιοτριβείῳ καλούμενον· βηθβαδὰ γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον. ἔστι δὲ ξεστῶν πεντήκοντα. τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας, ὃ παρ’ Ἑβραίοις καλεῖται βέθ

### β 249

Βαθμός · βάσις καὶ στάσις, ἢ καμπτός. καὶ εἰς τὸ Νύ σσα

### β 250

Βάθρον · ἐφ’ ᾧ ἔστι βαίνειν, ἢ βῆμα ἢ θεμέλιος ἢ κλίνη. λέγεται καὶ βάθρα θηλυκῶς· ἐπὶ βάθρασ“, ἐπὶ βάσεως

### β 251

Βαΐον ·. σημαίνει δὲ τὸ κλάδος τοῦ φοίνικος

### β 252

Βαίτυλος · ὁ ἐσπαργανωμένος λίθος

### β 253

Βακτηρία · παρὰ τὸ τὴν βάσιν τηρεῖν. διαφέρει ῥάβδος καὶ βακτηρία

### β 254

Βακχεύω · τὸ μαίνομαι καὶ μεθύσκομαι καὶ ὀρχοῦμαι καὶ γελῶ

### β 255

Βάκχος · παρὰ τὴν βοὴν βόακχος καὶ βάκχος καὶ βάκχη. Ὠρίωνος

### β 256

Βάκχος· πλεονασμῷ τοῦ

### β 257

βάζω, βάξω, βάχος καὶ βάκχος, ὡς παρὰ τὴν ἰαχὴν ἴαχος καὶ Ἴακχος. οἱ γὰρ μεθυσθέντες πλέον τῇ φωνῇ χρῶνται, ὡς εἴρηται. ζήτει

### β 258

Βαλανεῖον · διὰ τῆς ει διφθόγγου. ἀπὸ τοῦ βαλανεύς. λέγουσι δέ τινες, ὅτι τὸ βαλανεῖον παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας εἴρηται, κακῶς δέ φασιν· εἰ γὰρ ἦν οὕτως, ἔδει διὰ τοῦ ι γράφεσθαι ὡς καὶ τὸ ἀνία. ἔστι δὲ εἰπεῖν, ὅτι ἀπὸ τοῦ βαλ άνου λέγεται· καὶ γὰρ βαλάνους εἶχον ἔθοσ ἐν αὐ τῷ ὑ ποκαί ειν

### β 259

Βαλβίς · ἔστι μὲν καὶ ἡ βαθμίς, λέγεται δὲ καὶ ἡ πρώτη ἔξοδος τῶν δρομέων. Ὠρίωνος

### β 260

Βαλβίς · πλεονασμὸς τοῦ β. βηλός, ὁ βαθμός, παρὰ τὸ ἐπ’ αὐτῷ βῆναι. βήσω, βηλός, βηλίς, ὡς ψῆφος ψηφίς. καὶ ἔστι τροπὴ τοῦ η εἰς α καὶ πλεονασμὸς τοῦ β

### β 261

Βαλίαι · αἱ ταχεῖαι· βαλίαις ἀσκαίρων ἁρπυίαισ“. ἀπὸ τοῦ βάλλειν καὶ ταχέως φ έρ ε σθαι τὸ βαλλό μενον

### β 262

Βαλλάντιον · παρὰ τὸ βάλλειν. ἔστι δὲ σταθμὸς τὸ βαλλάντιον, ὃ καὶ φόλλις, δηναρίων ρν. καὶ εἰς τὸ Φόλλις

### τ 279

τιον · ἢ διὰ τὸ β άλλειν ἐν αὐτ ῷ τ ὰ φυλα ττόμενα ἢ διὰ τὸ β άλ λειν τοὺς ἐναντίους, καὶ σημαίνει τὸ β έ λος

### β 263

Βάναυσοι · τέχναι λέγονται· καταχρηστικῶς μὲν πᾶσαι αἱ ἄλογοι τέχναι, κυρίως δὲ αἱ διὰ πυρὸς ἐργαζόμεναι λέγονται βάναυσοι. παρὰ τὸ βαίνειν περὶ τὸν αὗσον. αὗσος δέ ἐστιν ἡ κάμινος, παρὰ τὸ ἀτμόν τινα ἀφιέναι

### β 264

Βάναυσοσ ·. κυρίως ὁ τὸ πῦρ ἐν ταῖς καμίνοις ἅπτων

### β 265

Βάναυσος · κυρίως ὁ περὶ τὸ πῦρ ἐργαζόμενος, ὅ ἐστι τὰς βαύνους ἅπτων· ἢ ὁ τὰς καμίνους αὔων, ἀντὶ τοῦ καίων. Ὠρίωνος

### β 266

Βάναυσος · κυρίως ὁ περὶ τὸ πῦρ ἐργαζόμενος, οἷον βαύνους ἅπτων, ὅ ἐστι τὰς καμίνους καίων

### β 267

Βάναυσος · ὁ διὰ πυρὸς τὴν ἐργασίαν ποιούμενος· παρὰ τὸ βαῦνος, παρὰ τὸ τοὺς βαύνους αὔειν. Τρύφων δὲ ὁ τοῦ Ἄμμωνος ἀπὸ τοῦ βαῦνος τὸ βάναυσος γέγονεν κατὰ πάθος·“ φησί ὤφειλε γὰρ ὡς παρὰ τὸ ἵππος Ἵππασος, κριός Κρίασος, οὕτως βαῦνος βαύνασος. γέγονεν οὖν ἐν ὑπερθέσει“. Χρύσιππος δὲ ἀπὸ τοῦ τεχνίτας πρὸς τὸν βίον ἐν. πορίζεσθαι

### β 268

Βάπτισμα · βάπταισμα, ἐκβολῇ τοῦ α · ἐν ᾧ βάλλεται, ἤγουν πίπτει, τὸ πταῖσμα. Φωτίου

### β 269

Βάπτισμα · παρὰ τὸ βῶ, τὸ βαίνω· τούτου παράγωγον βάπτω, βάπταισμα, ἤγουν τὸ βάπτον τὸ πταῖσμα, τουτέστι πλῦνον. καὶ τὸ θηλυκὸν βάπτισις

### β 270

Βάρβαρος · βαρύβαρός τις ὤν, καὶ κατὰ συγκοπὴν βάρβαρος. βάρβαρος δὲ παρήχθη ἀπὸ τοῦ βαρβαρισμοῦ, κἀκεῖνο ἀπὸ τοῦ μὴ ἔχειν τοὺς τότε ἀνθρώπους ἀρχηγόν τινα, ἀλλ’ ἕκαστον τῷ ἰδίῳ θελήματι διάγειν

### β 271

Βάρβαρος · εἴρηται ἀπὸ τοῦ περὶ τὴν φωνὴν βάρους βάρος καὶ ἐν διπλασιασμῷ βάρβαρος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Βάρεσ ιν · ἡ εὐθεῖα βάρις, βάρεως· ἡ εὐθεῖα τῶν πληθυντικῶν βάρεες, βάρεις. εἰσὶ δὲ

### β 272

Βᾶρις · βάρεως· πηγή. τὸ πλοῖον, Αἰσχύλος βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον“. εἴρηται παρὰ τὸ βαίνω βᾶρις, ὡς δαίω δῆρις

### β 273

Βαρύς · ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς. παρὰ τὸ βάρος

### β 274

Βασιλεύσ · παρὰ τὸ σίνω, τὸ β λάπτω, γίνεται σιν εύς, ὁ βλαπτικὸς καὶ σκ ω πτι κ όσ καὶ ἐξ αὐτοῦ σιλεύς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσιλεύς, ὁ μὴ βλαπτόμενος καὶ μὴ σκωπτόμενος, καὶ ἐν πλεονασμῷ τοῦ β βασιλεύς. εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι προσηγορικοῦ, ὥς τινες

### β 275

Βασιλεύσ ·. προσηγορικοῦ ἢ ἐπιθετικοῦ. διόρισον. ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶς.“

### β 276

Βάσις ·. παρὰ τὸ βαίνω

### α 2253

ανος · ὁ φθο νερόσ. καὶ ἐπὶ τοῦ λυπεῖσθαι ἔταττον καὶ ἐπὶ τοῦ λυπηροῦ. Ὠρίωνος

### β 277

Βασσαρίδες · αἱ βάκχαι· παρὰ τὸ ἐν βήσσαις διάγειν, ὅ ἐστιν ὀρεινοῖς τόποις· ἢ παρὰ τὸ ὑπόδημα τὸ λεγόμενον βασσάρη. τοῦτο παρὰ τὸ βάσει ἀρηρέναι· ἄρω γὰρ τὸ ἁρμόζω

### β 278

Βαστέρνιον · μ ωλά ριον. Χοιροβοσκοῦ

### β 279

Βατὸς δὲ τόπος, εἰς ὅν τις ἐπιβῆναι δύναται

### β 280

Βάτος · ἡ ἄκανθα· εἴρηται δὲ κατ’ ἀντίφρ ασ ιν, ὁ μὴ ὢν βατός· καὶ ἔστιν ἐν τόν ῳ παρώνυμον. γίνεται γὰρ τοιαῦτα πολλά, ὥσπερ τὸ κυρτός κύρτος, ξανθός Ξάνθος τὸ κύριον, λευκός Λεῦκος, Δ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον“ πυρρός Πύρρος, ὁ τοῦ Ἀχιλλέωσ · οὕτως βατός βάτος

### β 281

Βάτος · τὸ μὲν βα σημαίνει τὴν βάτον, τὸ δὲ τος τὸ τείνεσθαι αὐτήν· τοιαύτη γὰρ ἡ βάτος ἐν τοῖς φραγμοῖς

### β 282

Βάτραχος · τὸ ζῶον· βοή, βοάτραχος, ὁ βοὴν τραχεῖαν ἔχων

### ο 417

ος · τὸ πῦρ ἢ ὁ χυτρόπους, ἢ ἡ κάμινοσ ἔνθεν καὶ βάναυσος καὶ κρίβανος, ὁ ἔχων κρι θάς. γέγονε δὲ τὸ βαῦνος πλεονασμῷ τοῦ β κατὰ Λά κωνας· οὗτοι γὰρ τὸ ἰδεῖν βιδεῖν λέγουσιν. οὕτως καὶ τὸ αὖσαι, αὖνος καὶ βαῦνος. οὕτως Ἡρωδιανός

### β 283

Βαφῇ · ὑποτακτικόν· ἐκ τοῦ βάπτω, βάψω, ὁ δεύτερος ἀόριστος ἔβαφον, ὁ παθητικὸς ἐβάφην, ἡ μετοχὴ βαφείς βαφέντος, καὶ τὸ ὑποτακτικὸν βαφῶ

### β 284

Βδέλλα · Ἀττικοὶ βδέλλειν λέγουσι τὸ ἀμέλγειν· ἀμέλγουσι γὰρ ἔοικεν ἡ βδέλλα ἐν τῷ σπᾶν τοῦ αἵματος

### β 285

Βέβαιος · ἡ μὲν παραλήγουσα τῷ λόγῳ τῶν διὰ τοῦ αιος παραγώγων, ἡ δὲ ἄρχουσα τῷ λόγῳ τοῦ βεβηκέναι

### β 286

Βεβαίως · ἐπίρρημα μεσότητος

### β 287

Βεβήκει · ἥδραστο, πεπαγίωτο. ἀναβεβήκει, ἐπορεύετο. ἡ μετοχὴ βεβηκώς. βεβώς· βεβηκώς, ἐξελθών

### β 288

Βεβήκει · ὑπερσυντέλικος τῶν εἰς μι

### β 289

Βέβηλος · καὶ ὁ μὴ ἱερὸς τόπος καὶ ὁ ἀμύητος. εἴρηται ἀπὸ τοῦ βῶ βήσω, βηλός καὶ ἐν διπλασιασμῷ βέβηλος, ὁ βάσιμος παντί, πρὸς ἀντιδιαστολὴν τοῦ ἀδύτου. καὶ ὁ ἄνθρωπος ἀπὸ τοῦ τόπου, ἀνίερος καὶ ἐν ἀνιέροις τόποις ἄξιος διατρίβειν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 290

Βεβηλώσωσι · ὑποτακτικόν· ἐκ τοῦ βεβηλῶ· τοῦτο παρὰ τὸ βέβηλος, ὁ μιαρὸς καὶ ἀκάθαρτος

### β 291

Βεβλήκειν Ε · ἀντὶ τοῦ ἔβαλεν. ῥῆμα ἀπαρέμφατον ἀντὶ τοῦ ἐνεργητικοῦ

### β 292

Βεβυσμένα · ἀντὶ τοῦ πεφραγμένα· παρὰ τὸ βύω· τοῦτο παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι. ἀντὶ τοῦ βεβυθισμένα κατὰ συγκοπήν

### β 293

Βεελφεγώρ · Βὴλ ἐν τόπῳ τοῦ Φεγώρ· τουτ έστιν ὄνομα εἰδώλου· ὁ παρ’ Ἕλλησι λεγ όμενος Κρόνοσ. Ὁμήρου

### β 294

Βείω Ζ · ἐκ τοῦ βῶ, κατὰ διαίρεσιν βέω, καὶ κατὰ πλεονασμὸν τοῦ ι βείω, ὅ ἐστι πορευθῶ· Ζ ὄφρ’ ἂν ἐγὼ βείω“. καὶ εἰς τὸ Βοόωντας

### β 295

Βελόνη · παρὰ τὸ βέλος καὶ τὴν τούτου ὀξύτητα

### β 296

Βελόνη · παρὰ τὸ βάλλω, τοῦ α τραπέντος εἰς ε ὡς καὶ ἐν τῷ βέλ οσ · ὡς οὖν παρὰ τὸ π έρω περόνη, ἥδω ἡδονή, οὕτως βάλλω βελόνη. Δίδυ μός φησιν αὐτὸ παρώνυμον εἶναι

### λ 282

λόνιον · ὅτι

### β 297

Βενέτικος · αἵγας γένος, σφιγκτοτραγόπους, τριχινόθριξ, κονδόστολος, ὀλιγάληθος, ἀπλησίαστος χριστιανοῖς, οὐκ ἔχων βάσιν ἐν γῇ διάγειν, ἀλλ’ οἰκῶν ἐν βορβόρῳ θαλάσσης ἐκεῖσε κακῶς τὸν βίον ἔχει καὶ τὸν θάνατον ἐξάγει

### β 298

Βενέτικος · βένε τέκουμ, ἤγουν ἔρχεται μετά σου

### β 299

Βεύδεα · πλεονασμῷ τοῦ β · εὕδεα γάρ ἐστι. κυρίως ἐπὶ τῶν ἐγκοιτίων

### λ 283

λός · ἡ φλιά, ᾗ ἐπιβαίνουσιν οἱ εἰσιόντες καὶ ἐξιόντες

### β 300

Βῆλος · ὄνομα κύριον

### β 301

Βῆμα · βάδισμα· ἢ τόπος ὑψηλὸς δικαστοῦ

### β 302

Βῆμα · εἰς ὃ βαίνουσιν οἱ ἱερεῖς· παρὰ τὸ βαίνω· ἢ βάδισμα

### β 303

Βῆσσα · ἐν ᾧ τις εἰσέρχεται καὶ ἐξέρχεται

### β 304

Βῆσσα · δι’ ὃν ἔστι τόπον βῆναι καὶ πορεύεσθαι· Λ οὔρεος ἐν βήσσῃσι.“

### β 305

Βῆσσα · ὁμοίως παρὰ τὸν βήσω μέλλοντα πλεονασμῷ τοῦ ς

### β 306

Βήσσῃσ ·. ὁμοίως παρὰ τὸν βήσω μέλλοντα πλεονασμῷ τοῦ ς. δι’ ὧν ἔστι βῆναι καὶ πορεύεσθαι· Λ οὔρεος ἐν βήσσῃσι.“

### β 307

Βῆτα · ὅτι ἐπιβέβηκεν· δευτέραν γὰρ ἔχον τάξιν ὥσπερ δοκεῖ ἐπιβαίνειν

### β 308

Βητάρμονεσ ·. ἢ ἀπὸ τοῦ ἁρμοδίως βαίνειν, κατὰ πλεονασμὸν τοῦ τ

### β 309

Βητάρμονες · ὀρχησταί, οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι· ἀπὸ τοῦ ἡρμο σ μένως βαίνειν

### β 310

Βηχίον · ἐκ τοῦ βίᾳ χέειν. Ὠρίωνος

### β 311

Βία · πλεονασμὸς τοῦ β · ἴς γὰρ ἴα καὶ βία. ἴς δὲ ἡ δύναμις. παρὰ τὸ βίᾳ ἰθύνειν, τὸ ὁρμᾶν, Βιθυνός, Βιθυνί α

### β 312

Βία · ἡ δύναμις, ἀλλὰ καὶ ἡ ἐκ δυναστείας ἀδικία. ἡ δύναμις· Θ σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει“. δοκεῖ δέ μοι καὶ ἡ ἀδικία βία κεκλῆσθαι. τὸ ἴα, ἡ δύναμις, εἴρηται παρὰ τὸ ἴς, ἴα καὶ βία. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 313

Βιάζω · ἐκ τοῦ βία· τοῦτο παρὰ τὸ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν

### β 314

Βιαία ·. καὶ ἐξ αὐ τοῦ βιαία. καὶ προπαροξύνεται βίαιος· τὰ γὰρ ἔχοντα τὸ ι ἐν τῇ ἀρχούσῃ καὶ παραγόμενα ἀπὸ θηλυκῶν προπαροξύνεται, οἷον δίκη δίκαιος, τιμή Τίμαιος, βία βίαιος. καὶ τὸ θηλυκὸν βιαία· σημαίνει δὲ τὴν δυνατήν

### β 315

Βίαιος · παράνομος, σφοδρός

### β 316

Βιβήξαντες · ἐμβιβάσαντες, σιβάσαντες. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 317

Βιβλίον · παρὰ τὸ βύω, τὸ σφαλίζω, βύλ ο ς καὶ βίβλος· ἢ παρὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῷ

### β 318

Βίβλοσ ·. Βύβλος δὲ πόλις. Ὠρίωνος

### β 319

Βινεῖν· Ἀλεξίων φησίν, ὅτι οἱ κομίζοντες ἤδη τὴν ἡλικίαν τοῦ συνουσιάζειν ἀρχὰς ἔχουσι τοῦ βίου. τὸ δὲ β ι διὰ τοῦ ι γράφεται, ἢ, ἐπειδὴ καὶ βυνεῖν λέγεται, διὰ τὸ υ

### β 320

Βιόσ ·. ἢ παρὰ τὸ βίας αὐτὸ δεῖσθαι εἰς τὴν ἔντασιν. Ὠρίωνος

### β 321

Βιός · διὰ τὴν βίαν· διὰ τοῦτο καὶ βέλος, διὰ τὸ βίᾳ βάλλεσθαι

### β 322

Βίος · ἡ ζωή, ἣ καὶ βιοτὴ προσαγορεύεται· παρὰ τὸ βέω, τὸ πορεύομαι. τί γάρ ἐστι βίος ἢ ὁδὸς καὶ ἡ πορεία; τὸ γὰρ βέω ἡ ζωὴ κυρίως τὸ πορεύομαι σημαίνει, οἷον Ζ ὄφρ’ ἂν ἐγὼ βείω προτὶ Ἴλιον.“ καὶ τὸ ζῆν δὲ βέω· Χ Ἕκτορ, ἐγὼ δειλή· τί νυ βείομαι.“

### β 323

Βίος · ὅτι βιαίως ἐξάγεται

### β 324

βιοῦν · εἴρηται παρὰ τὴν βίαν καὶ τὴν ἀνάγκην, οἷον τὸ μετὰ μόχθου ζῆν. οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς Ἰλιάδος, ὅπου φησίν Ζ θεοὶ ῥεῖα ζώοντεσ“

### ζ 71

ζωή διαφέρει· βίος μὲν γὰρ ἐπὶ λογικῶν τάσσεται ζώων, τουτέστιν ἐπὶ ἀνθρώπων, ζωή δὲ ἐπὶ ἀλόγων· ὅθεν καὶ Ἀριστοτέλης τὸν βίον ὡρίσατο οὕτως · βίος τε λογικοῖς.“

### β 325

Βιοῦν · τὸ ἁπλῶς ζῆν· βιοτεύειν τὸ καλῶς ἀναστρέφειν

### β 326

Βῖργος · καὶ κ ηρύ κειον

### β 327

Βίσεξτον · βὶς σέξτον, δὶς ἕξ· ἡ κατὰ δ γινομένη χρόνους

### β 328

Βῖτος · ὄνομα

### β 329

Βλάξ · συγκοπῇ καὶ με ταθέσει τοῦ μ εἰς β · μάλαξ καὶ μαλακός καὶ παρώνυμον μάλαξ καὶ βλάξ· οὐ γὰρ ἐδύνατο τὸ μ προτά ττεσθαι τοῦ λ, ὅτι ἀσύντακτον

### β 330

βλάβω βλαβήσω, ἐπ εισόδ ῳ τοῦ τ καὶ τροπῇ τοῦ β εἰς π βλάπτω

### β 331

Βλαστόσ · κατὰ συγγένειαν τοῦ β πρὸς τὸ μ ἐν τῷ μεταλαμβάνεσθαι εἰς ἄλληλα πολλάκισ

### β 332

Βλαστός · ἐκ τοῦ βαίνειν κατὰ τὴν αὔ ξ ησιν

### β 333

Βλώσκω · τὸ πορεύομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ μολίσκω ἐκτάσει τοῦ ο εἰς ω καὶ μεταθέσει τοῦ μ εἰς β καὶ κατὰ συγκοπὴν βλώσκω

### β 334

Βλασφημία · ἔστι ἡ περὶ θεοῦ καὶ τῶν δημιουργημάτων αὐτοῦ ψευδὴς διάληψις

### β 335

Βλασφημία · λέγεται ἡ κατὰ ἀνευθύνων γινομένη μέμψις

### β 336

Βλεμεαίνων θ · κατὰ μετάθεσιν στοιχείων, οἶον βρέμων, σφοδρὸς ὤν· βρέμω βρεμμαίνω καὶ μεταθέσει τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ε βλεμεαίνω

### β 337

Βλιμάζω · τὸ ψηλαφῶ. δῆλον τὸ σημαινόμενον

### β 338

Βλωμός · ὁ ψωμός· εἴρηται ἐκ τοῦ ψωμός, τοῦ λ πλεονάζοντος καὶ τοῦ ψ εἰς τὸ β μετατεθέντος· ἢ παρὰ τὸ φλῶ φλωμός καὶ τροπῇ βλωμός· ἢ ἀπὸ τοῦ βρώμη βρῶμοσ καὶ βλωμός, ὡς ὑδρηρός ὑδρηλός· ἢ ὡσ παρὰ τὸ βῶ βωμός, οὕτως βρῶ βρωμός καὶ βλωμός

### β 339

Βοηθός · ἀπὸ τοῦ εἰς βοὴν θεῖν· κυρίως γὰρ βοὴ ὁ πόλεμος, ὅθεν τὸ Β βοὴν ἀγαθὸς Διομήδησ“ καὶ Β βοὴν ἀγαθὸς Μενέλαοσ“ καὶ βοηθεῖν, τὸ εἰς βοὴν θεῖν· ἢ παρὰ τὸ βοή καὶ τοῦ θοός, ὁ εἰς τὴν βοὴν θοὸς καὶ ταχύς

### β 340

Βόθυνος · ὁ βαθὺς τόπος· παρὰ τὸ βάθος βάθυνος, ὡς θάρσος θάρσος θάρσυνος· τροπῇ τοῦ α εἰς ο βόθυνος, ὡς ἀκριόεις ὀκριόεις βράγχος βρόγχος

### β 341

Βορέας · ὁ ἄνεμος· παρὰ τὸ βάρος βαρέας· ἢ παρὰ τὸ βορά, ἡ τροφή, παρωνύμως, ὅτι βορᾶς ἡμῖν αἴτιος συναύξων τοὺς καρπούς

### β 342

Βόσις · εἰς τὸ Κιβωτός. Σελεύκου

### β 343

Βουβών · ἀπὸ τοῦ μεγάλ ωσ ἐπῆρθ αι · τὸ γὰρ βου προτασσόμενον τὸ μέγα δηλοῖ

### β 344

Βουβών · ἀπὸ τοῦ συμβαίνοντος οἰδήματος, παρὰ τὸ ἄγαν βαίνειν εἰ ς ὕψοσ. βῶ οὖν β ῶν καὶ μετὰ τοῦ ἐπιτατικοῦ μορίου τοῦ βου βουβών, ὡς βούπαις βουγάϊος βούλιμος

### β 345

Βουλή · γνώμη, πρόθεσις

### β 346

Βούλιμος · ὁ μέγασ λιμός· παρὰ τὸ βου ἐπιτατικὸν καὶ τὸ λιμός. καὶ ῥῆμα ἐξ αὐτοῦ βου λιμιῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 347

Βουνός · παρὰ τὸ βαίνειν ἄνωθεν βαινός, καὶ τροπῇ τῆς διφθόγγου εἰς δίφθογγον βουνόσ, ὡς ὄνοιρος ὄνειρος

### β 348

Βοῦς · παρὰ τὸ βύζειν τὸ οὖς καὶ ᾄδειν

### β 349

Βοῦς · παρὰ τὸ βῶ δηλοῦν τὸ τρ έφω οὗ ὁ μέλλων βόσω καὶ βόσις, ἡ τρο φή, ὡς ἀρόσω ἄροσις· ἀφ’ οὗ βο τήρ, ὡς ἀροτήρ. βοῦς οὖν τὸ ζῶον τὸ τοῦ τρέ φεσθαι ἡμᾶς αἴτιον

### β 350

Βοώνης · ὁ τὰς βοῦς ὠνούμενος

### β 351

Βραβεῖον · ἐπινίκιος ἀμοιβή

### β 352

Βραβευταί · κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλλου διδόντες σύμβολον τῆς νίκης· ῥαβδευταί τινες ὄντες, πλεονασμῷ τοῦ β ὡς παρ’ Αἰολεῦσι τὸ ῥόδον βρόδον λέγεται

### β 353

Βραβεύω · ἐπιψηφίζομαι, διακρίνω· ἐξ οὗ καὶ βραβεύω, τὸ διακρίνω

### β 354

Βράγχιον · τὸ τῶν ἰχθύων

### β 355

Βραδύσ ·. ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς

### β 356

Βραδύς · β αρύς τις ὤν

### β 357

Βραδύγλωσσοσ ·. εἰς τοὺς Ἐπιμερισμοὺς τῶν κανόνων τῶν ἑορτῶν

### β 358

Βράσσων · ὁ βραδύς, ὡς θάσσων ὁ ταχύς· δύναται ὁ μὴ καθεστὼς ἀπὸ τοῦ βρασμοῦ

### β 359

Βραχίονες · βραχυκίονες. Ὠρίωνος

### β 360

Βραχίονες · οἷον βραχυκίονες· βραχύτεροι γὰρ τοῦ λοιποῦ μέρους τῶν χειρῶν, τοῦ πήχεως

### β 361

Βραχίων · βραχίονος· ὁ ὀλίγος πρὸς τὸν πλείονα. οὕτω καὶ τὸ μέρος τῆς χειρός

### β 362

Βραχίων · ἐκ τοῦ βραχύ καὶ τοῦ κίω, τὸ πορεύομαι, βραχυκίων καὶ ἐξ αὐτοῦ βραχίων. βραχίων, βραχίονος. ὁ κανών· τὰ εἰς ων συγκριτικὰ τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς, οἷον μείζων μείζονος, βελτίων βελτίονος. οὕτωσ οὖν βραχίων βραχ ίονοσ. τὸ χι ι. διὰ τί; τὰ διὰ τοῦ ιω ν β αρύτονα

### β 363

Βραχίων · παρὰ τὸ βραχὺ εἶναι ὑπό τι τῶν τοῦ πήχεως ὀστῶν

### β 364

Βρεντήσιον · χωρίον τῆς Ἰταλίας· εἴρηται δὲ οὕτως, ὅτι λιμένασ ἔχει κέρασιν ἐλάφου παραπλησίους· βρένδον δὲ τὸν ἔλαφον καλοῦσι Μεσσάππιοι

### ε 840

εἴρηται παρὰ τὸ βροτός βρέτας, τὸ βροτοειδὲς ἄγαλμα. κυρίως δὲ τὸ ἀπὸ ξύ λου πεποιη μένον ἀνθρώπου ἄγαλμα

### π 696

παρὰ τὸ βροτὸν ἀπεικάζειν. Ὠρίωνος

### β 365

Βρέφος · παρὰ τὸ φέρβω φέρβος καὶ μεταθέσει τῶν δύο στοι χείων βρέφος, τὸ δεόμενον φορβῆς, τουτέστι τ ροφῆς

### β 366

Βρέφος · τὸ δεό μενον φορβῆς, ὅ ἐστι τροφῆς

### β 367

Βρίζειν · τὸ μετὰ τροφὴν κοιμᾶσθαι, οἱονεὶ βορίζειν· βορὰ γὰρ ἡ τροφή

### β 368

Βρίζω · τὸ κοιμῶμαι· εἴρηται δὲ βρίξαι τὸ μετὰ βορὰν καθευδῆσαι, οἷον βορίξαι τι ὄν

### β 369

Βριήπυος Ν · μέγα καὶ βαρὺ βοῶν· παρὰ τὸ βρι καὶ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν. Ὁμήρου

### β 370

Βριθομένη Θ · ἀντὶ τοῦ βρίθεται, ὅ ἐστι βαρεῖται, καὶ οὐχ, ὥς τινες εἶπον, βαρουμένη. κέχρηται γὰρ τῇ μετοχῇ ἀντὶ ῥήματος, καὶ ἔστι τὸ σχῆμα ἴδιον Αἰολέων

### β 371

Βριθοσύνη · ἡ βαρύτης· παρὰ τὸ βρίθω, τὸ βαρῶ

### β 372

Βρογμόν · τὸ βρέγμα, τὸ τῆς κεφαλῆς ἄκρ ον τὸ ἁπαλόν· παρὰ τὸ βρέχεσθαι

### β 373

Βρόμιον · ὑψούμενον ἤτοι ἐξογκούμενον· γίνεται δὲ ἐκ τοῦ βρομᾶσθαι

### β 374

Βρόμιος · παρὰ τὸν βρόμον, ὅ ἐστιν ὁ ἦχος τοῦ πυρός· ὅτι ἀπὸ τῆς Σεμέλης τῆς κεραυνωθείσης ἣ ἡρπάγη ἀπὸ τοῦ πυρός

### β 375

Βρόμος · ἰδίωμα ἤχου. Ὠρίωνος

### β 376

Βροντή · παρὰ τὸ βρέμω βρόμος, κατὰ μίμησιν τοῦ γενομένου ἤχου. κυρίως ἐπὶ τοῦ πυρός

### β 377

Βροντή · παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν τοῦ πυρὸς ἦχον· ἔμπυρος γὰρ ἡ βροντὴ εἰκότως ὠνόμασται

### β 378

Βροντή · διὰ τὸ βιαίως τελεῖσθαι, ἤτοι ὑπερμεγίστως ἐκρήγνυσθαι τὸν ταύτης ψόφον ὑπὸ πλείστων νεφῶν διασχίσεώς τε καὶ συγκρούσεως

### β 379

Βροτήσιοσ ·. τροπῇ τοῦ ο εἰς η βροτήσιος, ὡς θεοτόκος θεητόκος. τὸ σι ι. διὰ τί; τὰ διὰ τοῦ ισειος πάντα διὰ τοῦ ι γράφεται, οἷον χαρίσιος ἀφροδίσιος· βροτήσιος δέ· πλὴν τοῦ Ἀρκείσιος, Σιμοείσιος. Ὁμήρου

### β 380

Βροτόεντα Ζ · ᾑ μ αγμένα· βρότον γὰρ τὸ ἀπὸ τοῦ φό νου αἷ μ α· ἢ ᾑ μα τωμ ένα. Φωτίου

### β 381

Βροτός · ἐκ τοῦ μείρω, τὸ μερίζω, γίνεται μορτός, μροτός· καὶ ἐπεὶ οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται, τρέπεται τὸ μ εἰς β καὶ γίνεται βροτός, καὶ τὸ μετουσιαστικὸν βρότειος. τὰ διὰ τοῦ ειος ὀνόματα μετουσιαστικὰ ἢ κτητικὰ ὑπόστασιν ἢ μέρος σώματος δηλοῦντα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον βρότειος, δρακόντειον κάρα, Ἑκτόρειος χιτών

### σ 442

σις · βροντ. ν. ο

### β 382

Βρόχθος · τὸ ὀλίγον πόμα καὶ ἡ φάρυγξ, δι’ ἧς καταπίνομεν. εἴρηται παρὰ τὸ βρέχω, βέβροχα, βρόχος, καὶ ἐν πλεονασμῷ βρόχθος· τὸ γὰρ πινόμενον βρέχει καὶ τὸ πῖνον ὄργανον βρέχεται. πεποιημένη δὲ ἡ λέξις ἀπὸ τοῦ γενομένου ποιοῦ ἤχου ἐν τῷ πίνειν

### β 383

Βρόχος · ἐπὶ τοῦ σχοινίου καὶ τοῦ περιτιθεμένου τῷ λαιμῷ. κυρίως δὲ βρόχος ὁ εἰς τὰς ἀγκύρας ἐνημμένος καὶ τὰ ἀπόγεια σχοινία διὰ τὸ βρέχεσθαι. τι ν ὲς δὲ πα ρὰ τὸ τ ὸν β ρόγ χ ον τὴν ἄγχειν ἐτυμο λογοῦσι. σ κληρὸν δὲ τοῦτο

### β 384

Βρόχος · ὁ περιτιθέμενος τῷ αὐχένι. βρόγχος δὲ ὁ φάρυγξ· πᾶν γὰρ φθέγμα ἐκ βρόγχου καὶ φάρυγγος φέρεται. ἐκ τούτου λέγεται καὶ βρόχος τὸ σχοινίον τῆς πνιγμονῆς, ἤτοι τὸ δίκτυον τὸ πνῖγον

### β 385

Βρυγμός · ἡ σύντομος ἐδωδή. Εὔπολις ὅσος δ’ ὁ βρυγμὸς καὶ κο πετὸς ἐν τῇ στέγῃ“. παρὰ τὸ βρύκω, ὃ σημαίνει τὸ ἐσθίω· ὡς νύσσω οὖν νυ γμός οὕτωσ βρύκω βρυγμός

### ε 841

ει · ἀνθεῖ, φύ ει ὡς τὸ ἔ μβρυον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 386

Βρύξει · τὸ θέμα βρύχω, δευτέρας συζυγίας τῶν βαρυτόνων. ἔστι δὲ καὶ βρυχῶ, δευτέρας συζυγίας τῶν περισπωμένων

### β 387

Βρύχω · ἐπὶ ἀνθρώπων, βαρύτονον. βρυχάω βρυχῶ ἐπὶ θηρίου καὶ ἄλλων ζώων, περισπώμενον

### β 388

Βρύχω · τρίζω. βρύχεται, μαίνεται

### β 389

Βρῶμος · ἡ δυσωδία καὶ ἡ κόπροσ

### β 390

Βυθός · π αρὰ τὸ δύ ειν τὸν δύνοντα λίθον ἐν αὐτῷ ἢ καὶ σίδη ρον καὶ μ όλιβ δ ον καὶ μὴ ὁρᾶσθαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### β 391

Βυθός · παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δυθ όσ καὶ βυθός

### β 392

Βύνη · ἡ θάλασσα καὶ ὄνομα θεᾶς

### β 393

Βύνη · ἡ Ἰνώ· ἢ ὅτι εἰς βυθὸν ἥλλατο, ἢ ὅτι μετὰ τῶν ἱματίων εἰς βυθὸν εἱλκύσθη, ἢ ὅτι ὕδατος ἐπληρώθη ἢ παρὰ τὸ δῦναι εἰς τὸ ὕδωρ. ἔστι δὲ Βοιωτιακὴ ἡ λέξις

### β 394

Βύρσα · τὸ δέρμα τοῦ βοός, τὸ λεγόμενον βυρσάριον καὶ κάσσυμα

### β 395

Βυσσοδομεύειν · τὸ ἐν βάθει καρδίας διαν ο εῖσθαι

### β 396

Βυσσοδομεύειν · τὸ κατὰ βάθους τῆς διανοί ας φροντίζειν καὶ βου λ εύεσθαι. παρὰ τὸ δομεύειν αὐτὸ καὶ κατασκευάζειν ἐν βάθει

### β 397

Βυσσοδομεύειν · τὸ φροντίζειν· παρὰ τὸ δομεύειν καὶ κατασκευάζειν τὰ ἐν βάθει

### β 398

Βυσσοδομεύων · ἐκ βυθοῦ τῆς διανοίας κρυπτῶς συντιθεὶς σκέψιν, οἷον ἐν βυθῷ τινι οἰκοδομῶν, ὥστε μὴ πρότερον γνωσθῆναι πρὶν ὑπερέχειν ἄνω

### β 399

Βύσσοσ ·. βυσσὸς δὲ ὁ βυθός

### β 400

Βωβός · κατὰ ἀντίφρασιν, ὁ μὴ δυνάμενος βοᾶν· ἐκ τοῦ βῶ, τὸ σημαῖνον τὸ φωνῶ

### β 401

Βῶλος · παρὰ τὸ βῶ, τὸ τρέφω· αἱ γὰρ βῶλοι τῶν καρπῶν τὰς ἀναδόσεις ποιοῦνται· ὅθεν Ὅμηρος ἐρίβωλον καὶ ἐριβώλακα τὴν γῆν λέγει· καὶ παρωνύμως βῶλος βῶλαξ καὶ ἐριβῶλαξ, ὡς λίθος λίθαξ

### β 402

Βωμολοχία · βωτιάνειρα διὰ τοῦ ι Βωμολοχία

### β 403

Βωμολόχοι · οἱ εὐτελεῖς καὶ πένητες, τουτέστιν οἱ περὶ τὸν βωμὸν λοχῶντες καὶ προκαθεζόμενοι αὐτῷ, ἵνα εὖ τις αὐτοὺς ποιήσῃ διδούς τι πρὸς τὴν ἀναγκαίαν τροφήν. βωμολόχοι δὲ καὶ οἱ ὄρνιθες οἱ τὸν βωμὸν περιϊπτάμενοι καί τι τῶν κρεῶν τῶν ἀπὸ τῶν ἐντόμων ἁρπάζοντες, οἷον οἱ κόρακες, οἱ ἰκτῖνες καὶ τὰ τοιαῦτα τῶν ὀ ρνίθων. ἡ λέξις οὖν ἐπὶ τῶν εὐτελῶν εἴρηται καὶ εὐποιΐαν λαμβανόντων. καὶ ἄλλως. βωμολόχος ἐστὶν ὁ εὐτελής, ἤτοι ὁ πανοῦργος καὶ κακοῦργος· εἴρηται δὲ παρὰ τὸ λοχᾶν καὶ ἐνεδρεύειν περὶ τὸν βωμόν. καὶ βωμολοχεύεσθαι δὲ τὸ ῥῆμα

### β 404

Βωμός · ἐκ τοῦ βῶ ῥήματος τοῦ σημαίνοντος τὸ περιπατῶ ὁ μέλλων βήσω, βημός καὶ βωμός

### β 405

Βωμός · σημαίνει. ζήτει

### β 406

Βωνῖτις · γῆ. Ὁμήρου

### β 407

Βωτιανείρῃ Α · ἄνδρας τρεφούσῃ

### β 408

Βωτιανείρῃ Α · παρὰ τὸ βῶ, τὸ τρέφω, γέγονε βωτιάνειρα. Γ Γεωργίου · γάμμα· ὅτι ἐστὶ δρεπανοειδὲς καὶ ἀμᾷ τὴν γῆν, ἤγουν θερίζει, ὥσπερ τὸ δρέπανον, ᾧπερ καὶ ὁ τύπος τοῦ γράμματος εἴκελος εἴτ’ οὖν ὅμοιος

### γ 158

Γαγγαλίζεσθαι · ἐκ τοῦ γελῶ γελίζω καὶ τροπῇ τοῦ ε εἰς α καὶ κατὰ ἀναδιπλασιασμὸν γαγγαλίζω, τὸ εἰς γέλωτα ἄγω

### γ 159

Γαγγαμών · δικτύου ἐστὶν εἶδος· παρὰ τὸ γάζω γαμός γαγγαμών, ἀπὸ τοῦ λαμβάνειν τὰ ἀγρευ όμενα. κ εῖται δὲ τὸ ὄνομα ἐν τοῖς τοῦ Ὀππιανοῦ Ἁλιευτικοῖς

### γ 160

Γάγγραινα · πάθος διαβρωτικὸν σαρκῶν· παρὰ τὸ γράω, ὃ σημαίνει τὸ ἐσθίω. Καλλίμαχος αἰζηῶν ἔγραε κηδεμόνοσ“ ἀντὶ τοῦ ἤσθιεν. παρὰ οὖν τὸ γράω γραῖνα, καὶ ἐν διπλασιασμῷ γάγγραινα

### γ 161

Γάδειρα · οἷον τῆς γῆς δειρά, τουτέστι σπόνδυλος

### ρ 118

ρος · παρὰ τὸ τὴν γαῖαν δαίρειν εἴτε παρὰ τὸ ἀεὶ δ αι ρόμενος λέγεται γαείδαρος καὶ ἀείδαρος

### γ 162

Γαιηοῦχος · ὁ περιέχων τὴν γῆν· παρὰ γὰρ τὸ γαῖα τὸ παράγωγον

### γ 163

Γαιηούχῳ · τῷ τὴν γὴν ὀχοῦντι Ποσειδῶνι, ὅ ἐστι βαστάζοντι· ἐπὶ θαλάσσης γὰρ βέβηκεν ἡ γῆ. ἢ παρὰ τὸ γαίειν καὶ τὸν ὄχον ὁ γαυριῶν τῷ ὄχ ῳ ἤγουν τῷ ὀχήμα τι. Ὁμήρου

### γ 164

Γαίης Α · ἔστι γέω ῥῆμα τὸ σημαῖνον τὸ τίκτω, ἐξ οὗ γίνεται γέα διὰ τοῦ ε ψιλοῦ, οἱονεὶ ἡ γεννητική, ἐξ οὗ καὶ γεωμέτρης· ἐκ τούτου γίνεται γέα γῆ, καὶ ἐκ τούτου ἄλλη παραγωγὴ διὰ τῆς αι διφθόγγου

### ο 418

ὁ σεισμὸς κατὰ Ἀθηναίους, ὁ τὴν γῆν κινῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### γ 165

Γάλα · παρὰ τὸ γυῖα καὶ τὸ ἅλλομαι· τὸ ἐκ τῶν γυίων ἁλλόμενον

### γ 166

Γάλα · παρὰ τὸ καλὸν εἰς ἀνατροφήν, οἷον κάλα· ἢ παρὰ τὴν γῆν γάλα· εἴρηται τὸ τρέφον πάντα τὰ σώματα

### γ 167

Γαλαθηνός · ἐκ τοῦ γάλα καὶ τοῦ θῶ, τὸ θηλάζω· ἐξ οὗ καὶ τιθήνη· ὡς τὸ δ ἐπηετανὸν γ άλα θῆσθαι“

### γ 168

Γαληνόμορφον · παρὰ τὸ γαλήνη καὶ τὸ μορφή. τὸ γαλήνη γέγονεν οὕτως· ἔστιν ἅλς ἁλός, ἡ θάλασσα καὶ ἡ ταραχή, καὶ μετὰ τοῦ νη στερητικοῦ ἁλήνη, καὶ πλεονασμῷ τοῦ γ γαλήνη, ἡ ἐστερημένη τῆς ταραχῆς. τὰ στερητικὰ καὶ τὰ ἐπιτατικὰ πάντα ἐν τῇ ἀρχῇ θέλουσι τίθεσθαι, πλὴν τοῦ γαλήνη, χελώνη, σελήνη· χελώνη δὲ παρὰ τὸ τρέχω καὶ τοῦ νη στερητικοῦ, ἡ ἐστερημένη τοῦ τρέχειν· σελήνη δὲ παρὰ τὸ σέλας, ὃ σημαίνει τὸ φ ῶς, καὶ τοῦ νη στερητικοῦ, ἡ ἐστερημένη τοῦ σέλαος· γαλήνη δὲ παρὰ τὸ γελῶ, γελάσω, γελάνη καὶ γαλήνη. τὸ δὲ μορφή παρὰ τὸ μείρω, τὸ μερίζω· ἡ γὰρ μορφὴ πάντα μερίζει. καὶ εἰς τὸ Μορφή

### γ 169

Γάλως · ἡ τοῦ ἀνδρὸς ἀδελφή

### γ 170

Γαμβρός · γάμοσ γαμηρός, καὶ συγκοπῇ καὶ προσθέσει τοῦ β γαμβρός

### γ 171

Γαμβρός · ὁ ἀνὴρ τῆς θυγατρός· γαμβρὸς δὲ λέγεται ὁ γήμας ὑπὸ τ ῶν οἰκείων τῆς γαμηθεί σησ

### γ 172

Γαμησείω · παρὰ τ ὸν γαμή σω μέλλοντα

### γ 173

Γάμοσ. ἢ διὰ τὸ γεννᾶν

### γ 174

Γάμος · οἷον δάμος τις· ὁ δαμαστι κὸς καὶ ὑποτακτικὸσ τῶν θηλειῶν, ὅθεν καὶ τ ὰς παρθένους ἀδαμάστουσ λέγουσιν

### γ 175

Γαμφηλή · ἡ γνάθος, ἡ σιαγών· παρὰ τὸ κάμπτω κάμψω γαμφή ῥηματικόν, καὶ ἐξ αὐτοῦ παράγωγον γαμφηλή

### γ 176

Γαμφηλῇσιν Ν · σιαγόσιν· ἀπὸ τοῦ τὸ σχῆμα κεκάμφθαι

### γ 177

Γαργαρεών · Γάργαρον λέγεταί τι ἄκρον, ὅθεν καὶ γαργαρεὼν τὸ ὑψηλότατον τοῦ ἀνθρώπου ἐν τῷ πρὸ τοῦ στόματος οὐρανῷ καλουμένῳ ὑπερῴᾳ

### γ 178

Γαστήρ · ἡ πάντα τὸν βίον λαμβάνουσα καὶ μὴ πληρουμένη. οὕτω Φιλόξενος

### γ 179

Γάστρα · ἡ εἰς κύτος γεννηθεῖσα καὶ εἰς τὸ λαμβάνειν τι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### γ 180

Γαστρός · ἡ εὐθεῖα γαστήρ, ἡ δοτικὴ γαστέρι καὶ γαστρί, ἐξ οὗ καὶ γαστρίμαργος

### γ 181

Γαυλός · ἀγγεῖον δεκτικόν· σημαίνει δὲ καὶ πλοίου εἶδος

### γ 182

Γαῦλος · ὁ ἐξ ἀλλοτρίων ζῶν· λέγεται δὲ καὶ τὸ σκάφος διὰ τὸ κοῖλον καὶ πλεῖστα δέχεσθαι, ὥς φησιν Ἡρόδοτος ἐν τῇ γ τῶν Ἱστοριῶν

### γ 183

Γαυλός · τὸ γαλακτοδόχον ἀγγεῖον· παρὰ τὸ γάλα γαλός, καὶ πλεονασμῷ τοῦ υ γαυλός· ἢ παρὰ τὸ γῶ, τὸ λαμβάνω, τὸ δεκτικόν τιν οσ. γαῦλος δὲ τὸ σκάφος· γύαλός τις ὤν, τουτέστι κοῖλος. καὶ ἄλλως· γαυλός, παρὰ τὸ γῶ τ ὸ γά ζω γαυλός, ἀγγεῖον δεκ τικόν · καὶ οὐ πά ντωσ δεῖ παρὰ τὸ γάλα αὐτὸ λαμβάνειν. σημαίνει καὶ πλοίου εἶδος

### γ 184

Γαῦρος · ὁ μεγαλόφρων· παρὰ τὸ ἄγαν καὶ τὴν αὔραν· ὁ ἄγαν πεφυσιωμένος

### γ 185

Γέγειος · σημαίνει τὸν ἀρχαῖον, καὶ διὰ τῆς ει γράφεται· τὰ γὰρ παρὰ τὸ γέα συγκείμενα διὰ τῆς ει γράφεται, οἷον ἀνώ γειος κα τ ώγειος βαθ ύ γειος εὔ γειοσ

### γ 186

Γεγωνοτέραν · ἐκ τοῦ φωνῶ γίνεται ὠνῶ ἐκβολῇ τοῦ φ καὶ ἐν πλεονασμῷ τοῦ γ γωνῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γεγ ωνῶ

### γ 187

Γεγωνῶ · Μ ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν“· παρὰ τὸ γνώω ἐν ὑπερθέσει γωνῶ, καὶ ἐν διπλασιασμῷ γεγωνῶ· οἱ γὰρ ἐξακουόμενοι γνωστοί. Δίδυμος δέ φησι γεγωνεῖν εἶναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν. Χοιροβοσκοῦ

### γ 188

Γεγῶσα · ἐκ τοῦ γῶ, τὸ χωρῶ, ὁ μέλλων γήσω, ὁ παρακείμενος γέγηκα, καὶ τὸ Ἰωνικὸν γέγασα· ἐπὶ γὰρ τοῦ παρακειμένου οἱ Ἴωνες ἡνίκα ἀφαίρεσιν ποιήσωνται συμφώνου, τότε καὶ συστολὴ παρακολουθεῖ. λοιπὸν ἡ μετοχὴ γεγαώς γεγαῶτος γεγῶτος· τὸ θηλυκὸν τὸ μὲν ὑπερτρισύλλαβον γεγαυῖα, τὸ δὲ τρισύλλαβον γεγῶσα· ἐπὶ μὲν γὰρ τῶν ὑπερτρισυλλάβων γεγαυῖα ἡ μετοχή, ὥσπερ τὸ μεμαυῖα· τὸ δὲ τρισύλλαβον γεγῶσα, ὡς μεμῶσα

### γ 189

Γεγῶσα · ἐκ τοῦ γῶ, τὸ χωρῶ, ὁ μέλλων γήσω, ὁ παρακείμενος γέγηκα καὶ τὸ Ἰωνικὸν γέγασα, ἡ μετοχὴ γεγαώς γεγαῶτος, καὶ τὸ θηλυκὸν γεγαυῖα καὶ τὸ γεγῶσα παρ’ αὐτό

### γ 190

Γεηρός · γήϊνος. Ὁμήρου

### γ 191

Γείνατο μήτηρ · ἔστι μέσου ἀορίστου πρώτου. γέγονεν δὲ ἐκ τοῦ γέω τοῦ σημαίνοντος τὸ τίκτω· ἐξ οὗ γέγονεν γέα διὰ τοῦ ε ψιλοῦ. τοῦτο τὸ γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω· ὁ μέλλων γενῶ, ὥσπερ μένω μενῶ, καὶ νέμω νεμῶ ἔνειμα· οὕτως ἔγεινα, καὶ ὁ μέσος πρῶτος ἀόριστος παθητικὸς ἐγεινάμην, καὶ τὸ τρίτον ἐγείνατο, καὶ ἀφαιρέσει τοῦ ε γείνατο

### γ 192

Γείνωνται · ει

### γ 193

Γειομόρος · ὁ γεωργός· εἴρηται δὲ ἀπὸ τοῦ τὴν γῆν μορεῖν, ὅ ἐστι πονεῖν

### γ 194

Γεῖσα · παρὰ τὸ γέα, ὃ σημαίνει τὸ οἰκοδόμημα, γέϊσα παράγεται καὶ γεῖσα· κυρίως γὰρ λέγεται τὰ κατὰ γῆς τουτέστι τὰ καθ’ αὑτῶν ἐξέχοντα οἰκοδομήματα

### ω 119

ων · διὰ τῆς ει διφθόγγου · λ έγει δὲ ὁ Δίδυμος ὅτι ὥσπερ ἀπὸ τοῦ τεύχω γίνεται τέκτων, οὕτω καὶ ἀπὸ τοῦ γείνω τοῦ σημαίνοντος τὸ πλη σιάζω ὅπερ γράφεται διὰ τῆς ει γίνεται γείτων. Ἀ λεξίων μέντοι, ὅτι ἀπὸ τοῦ γέα τοῦ διὰ τοῦ ε γεγραμμένου, γίνεται γεΐτων καὶ κράσει γείτων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### γ 195

Γείτων · παρὰ τὸ γέα, ὅπερ γράφεται διὰ τοῦ ε ψιλοῦ, ὁ γείτων καὶ ἡ γείτων

### γ 196

Γέλοιοσ · πρόδηλον τὸ σημαινόμενον· εἴρηται παρὰ τὸ γέλως γελώϊος, ὡς πατρῷος πατρώϊος καὶ μητρῷος μητρώϊος· καὶ Βοιωτιακῶς γέλοιος· οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ τὸ ι εἰς τὴν οι δίφθογγον τρέπουσιν, τὸ πατρώϊος πατροῖος λέγοντες καὶ τὸ ἡρώϊος ἡροῖος

### γ 197

Γέλως · παρὰ τὸ γένειον εἰλεῖν καὶ συστρέφειν· περὶ γὰρ τὸ γένειον μύες τινὲς κινούμενοι ποιοῦσι τὸν γέλωτα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### γ 198

Γενεά · παρὰ τὸ γένος· τοῦτο παρὰ τὸ γείνω, τὸ γεννῶ. σημαίνει δ· τὴν ἡλικίαν, ὡς τὸ Η γενεῇ δὲ νεώτατος ἔσκεν ἁπάντων“· καὶ τὴν εὐγένειαν, ὡς τὸ Λ τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύσ“· καὶ τὴν φυλήν· γενεά λέγεται καὶ τὰ κθ ἔτη

### γ 199

Γένειον · ὁ ποιητὴς ἐν τῷ περὶ τῆς Ὀδυσσείας π τὸ γένειον ἐπὶ τοῦ τόπου φησίν, τὰς δὲ γενειάδας ἐπὶ τῶν τριχῶν

### γ 200

Γένειον · τὸ μέσον καὶ ἐξέχον τῆς κάτω γένυος· ἀπὸ τοῦ δι’ αὐτοῦ τὰ γένη διαστέλλεσθαι τῶν ἀρσένων καὶ τῶν θηλειῶν καὶ ἀτελῶν καὶ τελείων ἡλικίαν

### γ 201

Γενική · παρὰ τὸ γένος γενῶ, γενήσω, γενική· ἡ τὰ γένη δηλοῦσα. τὸ Γεννῆσαι τοῦ τεκεῖν διαφέρει· τεκεῖν μὲν ἐπὶ μητρὸς τάσσεται, γεννῆσαι δὲ ἐπὶ πατρός· ὅθεν οὐ κυρίως εἶπεν ὁ ποιητής Ξ Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύσ“. Φωτίου

### γ 202

Γένος · ἐκ τοῦ γείνω, ὃ σημαίνει τὸ γεννῶ

### γ 203

Γένυς · διότι γεννᾷ ὀδόντας καὶ τρίχας

### γ 204

Γένυς · τὸ μέρος τοῦ προσώπου, ὅτι γένεσις τριχῶν καὶ ὀδόντων

### γ 205

Γέρανος · παρ’ ὅτι ἐκ γῆς ἀεί τι ἐρανιζόμενος συλλέγει. καὶ γέρανος ὁ ὄμβρος ὑπὸ Κυρηναίων, παρὰ τὸ τὴν γῆν ῥαίνειν. οὕτως Ἑρέννιος Φίλων ἐν τῷ Περὶ χρηστομαθείας· φησὶ δὲ τὴν δευτέραν δασύνειν

### γ 206

Γέρας · ἡ τιμή· παρὰ τὸ γῆρας, τὸ τίμιον, τροπῇ τοῦ η εἰς ε

### γ 207

Γέρον · οὐδετέρως τὸ παλαιόν ἢ τὸ ὅπλον

### γ 208

Γέῤῥα · εἴτε τὰ σκηνώματα, ἐν οἷς τὰ ὤνια πιπράσκεται, εἴτε τὰ δερμάτι να αἰδοῖα, εἴτε τὰ ὑποδήματα

### γ 209

Γέρρον · δορικὸν σκέπασμα, ὑσσός, καὶ γέρρον οἰσύινον. Ὁμήρου

### γ 210

Γέρων · ἤτοι παρὰ τὸ γέρας, ἵν’ ᾖ παρώνυμον τὸ ὄνομα· ἢ παρὰ τὸ ἔντιμον εἶναι καὶ ἤδη εἰς τιμὴν ὁρᾶν· ἢ ὁ εἰς γῆν ὁρῶν, ὁ ἐγγὺς τοῦ θανάτου

### γ 211

Γέρων · παρὰ τὸ εἰσ τὴν γῆν ὁρᾶν

### γ 212

Γέρων · τινές φασιν, ὁ εἰς γῆν ὁρῶν· ἢ ὁ μετὰ φθορᾶς πορευόμενος· ἢ ὁ καλῶς δημηγορῶν

### γ 213

Γεῦσισ ·. νεμέσω νέμεσις, δεύσω δεῦσις καὶ γεῦσις. εἴωθεν δὲ τὸ δ εἰς γ τρέπεσθαι, ὡς γάμος· δάμος γάρ ἐστιν, ἐν ᾧ ὑποτάττεται ἡ γυνὴ τῷ ἀνδρί. ἔνθεν καὶ δάμαρ καλεῖται

### γ 214

Γέφυρα · ἡ κατὰ ποταμῶν οἰκοδομία, οἱονεὶ γήφυγρά τις οὖσα, γῆ ἐφ’ ὑγρῷ κειμένη

### γ 215

Γέφυρα · ἡ κατὰ τῶν ποταμῶν οἰκοδομία, δι’ ἧς οἱ ὁδοιπόροι πορεύονται. εἴρηται ἡ ἐφ’ ὑγροῦ γῆ γέφυρα· ἐλλείπει δὲ τὸ γ ὡς ἐν τῷ σιγωπή σιωπή, ἡ τῆς ὀπὸς σιγή

### γ 216

Γεωδαισία · παρὰ τὸν δασμὸν ἤτοι τὸν μερισμὸν τῆς γῆς

### γ 217

γειόλοφος. γήλοφο ς δέ

### γ 218

Γεωπεῖναι · παρ’ Ἡροδότῳ οἱ ὀλίγην γῆν ἔχοντες· οἱονεὶ οἱ πεινῶντ ες γῆς

### γ 219

Γῆ · παρὰ τὸ παγιωθῆναι, ἤγουν μὴ φέρεσθαι, ἀλλ’ ἀκίνητον ἔχειν τὴν στάσιν

### γ 220

Γηγενής · ὁ ἐκ τῆς γῆς ἔχων τὴν γένεσιν

### γ 221

Γηγενής · παρὰ τὸ γῆ καὶ τὸ γεννῶ· ὁ ἐκ τῆς γῆς γεννηθείς

### γ 222

Γηθόσυνος · ὁ περιχαρής· δηλοῦσιν οἱ Δωριεῖς τὴν τούτου γραφὴν γαθόσυνος λέγοντες

### γ 223

Γήλοφος · ἐκ τοῦ γῆ καὶ τοῦ λόφος. τὸ Γῆμαι τοῦ γήμασθαι διαφέρει· γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος διαστέλλει λ γημαμένη ᾧ υἱῷ· ὁ δ’ ὃν πατέρ’ ἐξεναρίξας Γῆμε“. καὶ Ἀνακρέων δὲ διασύρων ἐπὶ θηλύτητί τινα λέγει καὶ θάλαμος, ἐν τῷ κεῖνος οὐκ ἔγημεν, ἀλλ’ ἐγήματο“. καὶ Αἰσχύλος δὲ ἐν Ἀμυμώνῃ σοὶ μὲν γαμεῖσθαι μόρσιμον, γαμεῖν δ’ ἐμοί“

### γ 224

Γηραλέος · ε

### γ 225

Γῆρας · παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν· οἱ δὲ παρὰ τὸ εἰς γῆν ἔρρειν διὰ τὸ ἐγγὺς εἶναι θανάτου· ἢ ὁ εἰς γῆν ὁρῶν καὶ βλέπων

### γ 226

Γήτειον · ἀπὸ τοῦ γῆ γίνεται γῆτος, καὶ ἐξ αὐτοῦ γήτειον διὰ τῆς ει · σημαίνει δὲ

### γ 227

γήθυον · χλωρὸν κρόμμυον ἢ ἀμπελόπρασον

### γ 228

Γιγνώσκω · ἔστι ῥῆμα νοῶ νοήσω· ἐν συναλοιφῇ νώσω, ὡς ὀγδοήκοντα ὀγδώκοντα· τοῦτο ἐπενθέσει τοῦ κ νώσκω, ὡς τρώσκω θνήσκω· καὶ πλεονασμῷ τοῦ γ γνώσκω, ὡς νόφος γνόφος καὶ νοήμη νώμη καὶ γνώμη· κατὰ διπλασιασμὸν γιγνώσκω, εἶτα κατὰ ἀφαίρεσιν γινώσκω. γ

### γ 229

Γινώσκω · διὰ τοῦ ι · τὸ νω μέγα· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀγδοήκοντα γίνεται κατὰ κρᾶσιν ὀγδώκοντα, οὕτω καὶ ἀπὸ τοῦ νοῶ νοήσω νώσω, καὶ πλεονασμῷ τοῦ γ γνώσω· ὥσπερ δὲ ἀπὸ τοῦ τρώσω μέλλοντος γίνεται ἐνεστὼς πλεονασμῷ τοῦ κ τρώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν τιτρώσκω οὕτως ἀπὸ τοῦ γνώσω γνώσκω καὶ ἀναδιπλασιασμῷ γιγνώσκω, καὶ ἀποβολῇ τοῦ ἑνὸς γ γινώσκω. καὶ λοιπὸν ἡ θέσει μακρὰ μετῆλθεν εἰς φύσει, ὥσπερ καὶ ἐπὶ τοῦ γίγνεται γίνεται· ἀποβολῇ γὰρ τοῦ ἑνὸς γ ἐξέτεινε τὸ ι. καὶ δὲ ἄλλον λόγον τὸ γινώσκω διὰ τοῦ ι γράφεται ἐπειδή, ὡς ἐμάθομεν, ἀπὸ διπλασιασμοῦ ἔχει τὴν γι συλλαβήν· οὐ θέλουσι δὲ οἱ ἀνα δ ιπλασιασμοὶ διὰ τῆς ει διφθόγγου γράφεσθαι, οἷον δῶ διδῶ, θῶ τιθῶ, βῶ βιβῶ· οὕτως οὖν καὶ γνώσκω γιγνώσκω

### γ 230

Γλαρίδες · οἱ κολαπτῆρες· παρὰ τὸ γλάπτειν

### γ 231

Γλαυκόφθαλμος · ὁ τὸ γλαυκὸν ἔχων ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ γλαύσσειν, ὅ ἐστι λάμπειν

### γ 232

Γλαύσσω · λάμπω· ἐξ οὗ καὶ γλήνη, ἡ τῶν ὀφθαλμῶν κόρη, παρὰ τὸ δι’ αὐτῶν γαληνεύεσθαι τῇ ποικιλίᾳ τῶν ὁρατῶν τὴν αἴγλην. γλήνη δέ ἐστι φάος. γλήνη λέγεται καὶ κόρη παρθένος

### γ 233

Γλαφυρόν · ἐπὶ μὲν τοῦ ἡδέος τὸ διορύττον καὶ κινοῦν τὴν ἀκοὴν εἰς ἡδονήν. ἐπὶ δὲ τοῦ κοίλου καὶ βαθέος παρὰ τὸ γλάφω, τὸ διορύττω καὶ κοιλαίνω

### γ 234

Γλαφυρόν ε · κοῖλον, διὰ τὸ γεγλύφθαι

### γ 235

Γλήνη ·. ἢ ἀπὸ τοῦ γλαύσσειν, ὅ ἐστι λάμπ ειν · εἰσὶ γὰρ αἱ κόραι ἔμπυροι, ὅθ εν παρ’ Ὁμήρῳ Υ ὁ λέ ων γλαυκι ό ων“

### π 697

πῖνος · ὁ ῥύπος

### γ 236

Γλίχεσθαι · τὸ ἐπιθυμητικῶς σπεύδειν· παρὰ τὸ λίαν ἔχεσθαι, καὶ ἐν πλεονασμῷ τοῦ γ γλίχεσθαι. τὸ δὲ λίαν διὰ τοῦ ι γράφεται, ἐπειδὴ εὕρηται συνεσταλμένον

### γ 237

Γλιχόμενοσ ·. παρὰ τὸ λίαν ἔχεσθαί τινος

### γ 238

Γλουτοί · ἔνυγροι· τῆς κοτύλης οἱ κύκλοι τουτέστι ποτηρίου· κοτύλη δὲ κράσεως μέτρον

### γ 239

Γλουτός · τὸ ὑπὸ τὸν πρωκτὸν μέρος ὄπισθεν τῶν μηρῶν· διὰ τὸ τρυφερὸν καὶ ἁπαλὸν καὶ γλοιῶδες εἶναι τὸ μέρος γλοιουτός καὶ γλουτός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### γ 240

Γλυκύτερα · παρὰ τὸ γλυκύς· τοῦτο παρὰ τὸ γλεῦκος, ὃ σημαίνει τὸν ἀποστάζοντα οἶνον ἐκ τοῦ ληνοῦ, γλευκύς καὶ γλυκύς

### γ 241

Γλυπτόν · ἐκ τοῦ γλύφω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### γ 242

Γλυπτόν · παρὰ τὸ γλύφω· τοῦτο παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω

### γ 243

Γλύφω · ἀπὸ τοῦ γλάφω. ὅθεν καὶ βραχὺ ἔχει τὸ υ ὥς φησιν Ὦρος ἐν τῷ Περὶ διχρόνων. Γλῶσσα·. σημαίνει γ

### γ 244

Γλῶσσα · ἡ γνῶσιν ἔχουσα ἐν τοῖς τῶν χυμῶν ἰδιώμασι, ἢ ὅτι κλωμένη τὴν ἔναρθρον φωνὴν ἀποδίδωσιν

### γ 245

Γλῶσσα · παρὰ τὸ εἶναι αὐτὴν γνῶσιν τῶν νοστίμων καὶ ἀνόστων, ἤγουν τῶν βρωσίμων καὶ ποσίμων, ἡδέων καὶ πικρῶν, γλυκέων καὶ ἀγλύκων

### γ 246

Γλῶσσα · τὸ φωνητικὸν ὄργανον παρὰ τὸ γνώσω γνῶσα καὶ πλεονασμῷ τοῦ ς γνῶσσα καὶ γλῶσσα, ἡ ὑπὸ γνῶσιν ἄγουσα τὰ ἐν τῇ διανοίᾳ. ἀπὸ μελλόντων πολλὰ γίνεται θηλυκά, ὡς δόξω δόξα, βήσω βῆσα καὶ ἐν διπλασιασμῷ βῆσσα. καὶ γὰρ διαγνωστική ἐστι τῶν ἐν τοῖς χυμοῖς ποιοτήτων· τὸ γὰρ γευστικὸν ἐ ν αὐ τῷ. ἢ κλῶσσα, διὰ τὸ εὐχερῶς κλᾶσθαι· καὶ Ὅμηρος Υ στρεπτὴ δὲ γλῶσσά ἐστι βροτῶν“· κλῶσσα οὖν καὶ γλῶσσα τροπῇ τοῦ κ εἰς γ

### γ 247

Γλῶσσα · τρέψας τὸ λ εἰς τὸ ν καὶ τὸ δεύτερον ς εἰς τὸ τ φημὶ οὕτως ἡ γνωστὰ ἐν τῷ νῷ τοῖς ἀκούουσι ποιοῦσα τὰ λεγόμενα

### γ 248

Γλωσσόκομον · ὡς γλῶσσα ὄν· μακρὸν σῶμα κομίζον. διὸ καὶ λέγεται γλωσσόκομος

### γ 249

Γναθμοῖς · γνάθοις, ἀκωκαῖς

### γ 250

Γνάθοι · οἷον χανινοί τινες ὄντες· χαίνοντι γὰρ ἡ ἔνθεσις γίνεται τῶν εἰσφερομένων

### γ 251

Γναπτῇσιν Λ · ἐπικεκαμμέναις

### γ 252

Γνήσιος · παρὰ τὸν γενήσω μέλλοντα

### γ 253

Γνόφος · ἔστιν ἔνοσις καὶ σημαίνει τὸ κ ινῶ. ἐγράφη

### γ 254

Γνόφος · ἡ πυκνοτάτη συννέφεια· καλεῖται καὶ δνόφ ος· παρὰ τὸ ν είφ ω νέφος καὶ ν ό φ οσ καὶ ἐν πλεονασμῷ τ οῦ γ γ ν όφοσ

### γ 255

Γνόφος · παρὰ τὸ δονῶ καὶ τὸ νέφος δόνοφος, καὶ ἐν συγκοπῇ δνόφος καὶ γνόφος

### γ 256

Γνόφοσ ·. οὕτως Εἰρηναῖος ὁ Ἀττικιστής

### γ 257

Γνόφος · ὁ κενὸς φάους ἀήρ, κατὰ μετάθεσιν τοῦ κ εἰς γ κενόφαός τις ὤν. τινὲς δὲ οὕτως· νείφω νόφος, καὶ πλεονασμῷ τοῦ γ γνόφος, καὶ μεταθέσει τοῦ γ εἰς δ δνόφος

### γ 258

Γνύξ ·. γόνυξ καὶ γνύξ ἐν συγκοπῇ

### γ 259

Γνύξ · γόνυξ· ἐπίρρημα· ἀντὶ τοῦ ἐπὶ γόνυ. ἔνθεν ἰγνύα, ἡ τὸ γόνυ συνέχουσα

### γ 260

Γνώμη · παρὰ τὸ γνώσω γνώμη, ὡσ στήσω στήμη, φήσω φήμη· ἢ ἀπὸ τοῦ νοήσω νοήμη καὶ νώμη καὶ γνώμη· ἢ παρὰ τὸ νωμῶ, τὸ μερίζω, νώμη καὶ γνώμη

### γ 261

Γνώμων · γνώμονος· τὸ μέτρον, ἡ στάθμη

### γ 262

Γνώμων · ὁ ὀδοὺς τῶν ἀλόγων ζώων, ὅθεν καὶ προβατογνώμων“. εἴρηται ἀπὸ τοῦ τὸν χρόνον ἀπ’ αὐτοῦ διαγινώσκεσθαι

### γ 263

Γνώριμοι · μαθηταί, ἢ φίλοι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### π 698

παρὰ τὸ γνώσω γνωστός καὶ ἄγνωστος

### γ 264

Γνωτός · ὁ ἀδελφός ἢ ὁ ἅμα τινὶ γεννητός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### γ 265

Γογγύζω · τὸ τῇ φωνῇ ὑποκλαίω. καὶ γίνεται ἐκ τοῦ γρύζω καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω, καὶ ἀποβολῇ τοῦ ρ γογγύζω

### γ 266

Γόης · κόλαξ, πλάνος, περίεργος, ἀ πατεών, φαρμακός

### γ 267

Γοητεία · ἀπάτη

### γ 268

Γομόρ · τὸ μέγα μέτρον ἐστὶ τὸ καὶ λεθέκ· λεθὲκ δέ, ὡς ἐν τῷ προφήτῃ Ὠσηὲ εἴρηται ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν“, ἐν ἄλλοις δὲ ἀντιγράφοις λέγεται γομὸρ κριθῶν“· τὸ οὖν αὐτὸ ιε μόδια δηλοῖ. λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν εἴρηται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι νεανίαν ἐπάραντα τὸν γόμον τῶν ιε μοδίων τοῦ σίτου ἢ κριθῆς τῷ ὄνῳ ἐπιτιθέναι. ἔστι δὲ καὶ μικρὸν γομὸρ μοδίων ιβ, ξεστῶν δὲ ν

### γ 269

Γομόρ · τὸ μέγα, ὃ καὶ θεκέλ

### γ 270

Γονεία · ἡ γέννησις· γωνία, ἡ τοῦ τοίχου· καὶ γονία, εἶδος ὀρνέου

### γ 271

Γονόρροια · γονορροίας· τὰ παρὰ τὸ νοῦς καὶ ῥοῦς καὶ πλοῦς διὰ διφθόγγου, οἷον εὔχροια εὔροια Εὔβοια. γονορρής δὲ ὄνομα ἀρσενικόν, ὁ γονορρυής

### γ 272

Γόνυ · ἐκ τοῦ κονῶ, τὸ ἐνεργῶ

### γ 273

Γόνυ · τὸ εἰς γῆν νεῦον

### γ 274

Γοῦν · τοίνυν

### γ 275

Γουνάσομαι Α · ἔστι μέσου μέλλοντος πρώτου δευτέρας συζυγίας τῶν περισπωμένων

### γ 276

Γοῦτος · ληκύθου εἶδος· εἴρηται παρὰ τὸν γοῖτον, ὅ ἐστι ῥύπον

### γ 277

Γράμματα · οἱ χαρακτῆρες τῶν στοιχείων· παρὰ τὸ γράφεσθαι, ὅπερ ἐστὶ καταξέεσθαι· ἔνθεν καὶ γράβδις ἡ κατεξυσμένη λαμπάς, καὶ γραῦς ἡ κατεξυσμένη τὸ σῶμα διὰ τὸ γῆρας· ὡς τρέφω οὖν θρέμμα, θρ ύπτω θρύμμα, οὕτω γράφω γράμμα. ἢ παρὰ τὸ γλάφω γλάμμα γράμμα καὶ Ὅμηρος δ · εὐνὰς ἐν ψαμάθοισι διαγλάψασ’ ἁ λί ῃσι“

### γ 278

Γραμματείας · παρὰ τὸ γραμματεύς· τοῦτο παρὰ τὸ γράμμα. Γεωργίου

### γ 279

Γραμματείδιον. ἀμφίβολόν ἐστιν εἴτε διὰ τῆς ει εἴτε διὰ τοῦ ι. εἰ μὲν οὖν ἀπὸ τοῦ γραμμάτιον τοῦ σημαίνοντος τὸ μικρὸν γράμμα, διὰ τοῦ ι μακροῦ γράφεται, ὥσπερ ὀψάριον ὀψαρίδιον, λαχάνιον λαχανίδιον· εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε τοῦ σημαίνοντος τὴν μικρὰν δέλτον, διὰ τῆς ει γράφεται, ὥσπερ γραφεῖον γραφείδιον. ἰστέον δέ, ὅτι τινὲς λέγουσι γραμματεῖον τὸ μικρὸν βιβλίον, ὁ δὲ Ὦρος τὴν μικρὰν δέλτον

### γ 280

Γραμματική · διὰ τὸ τήκειν, ὅ ἐστι χ ω ν ε ύειν, γράμμα · τοῦτο δὲ παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω

### γ 281

Γραμματική · ὡς κατὰ πολὺ τῶν ἄλλων ἐνῳκειωμένη ἐστὶ πολυμάθειαν· ἔνθεν γὰρ αὐτῇ καὶ τὰ τῆς ἐπικλήσεως κατῆρξεν. γραμματεὺς καὶ οὐ γραμματαῖος

### γ 282

Γρᾶστις · ἡ χλωρὰ κριθή

### γ 283

Γράφω · σημαίνει γ

### δ 345

διὰ τοῦ ι τὸ νι · ἔστι δὲ ὄνομα ποταμοῦ. καί τ ινεσ λ έγουσιν ὅτι τῷ λόγῳ τῶν εἰς κος κ τητικῶν, ὥσπερ βασι λ ικός. ταῦτα γὰρ γενό μενα κύρια ἐβαρύνθησαν. τὸ λοιπὸν κατὰ τροπὴν τοῦ κ εἰς γ Γρήνικος. ἕτεροι δὲ λέγουσιν ὅτι σύνθετόν ἐστιν, ἀπὸ γὰρ τοῦ γῆ καὶ τοῦ νῖκος γέγονε Γήνικος, τουτέστιν ὁ τὴν γῆν νικῶν, καὶ πλεονασμῷ τοῦ ρ Γρήν ικος· ἐκεῖ γὰρ ἐνίκησαν. ἐγράφη

### γ 284

Γριπεύς · ὁ ἁλιεύς· παρὰ τὸ γρῖπος, τὸ δίκτυον, παρωνύμως γρ ιπ εύ ς. γρῖπος δὲ παρὰ τὸ ἀγρεῖν, ἐνδείᾳ τοῦ α. τὸ δ’ αὐτὸ καὶ γρῖφος καλεῖται, παρὰ τὸ γράφειν, ὅ ἐστι ξύειν, ὁ τὴν γῆν ξύων, γράφος καὶ γρῖφος καὶ γρῖποσ

### γ 285

Γρῖπος. παρὰ τὸ ἀγρεῖν, ὅ ἐστι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφία . . Θεόκριτος τοῖσ δὲ μετὰ γριπεῦσιν“. γριπεύς γὰρ ὁ ἁλιεύς, καὶ γρῖπος τὸ ἁλιευτικὸν δίκτυον, οἷον ἄγριπος· ἀγρεῖν δὲ τὸ λαμβάνειν. οὕτω Θέων ἐν Ὑπομνήματι τῷ εἰς Θεόκριτον . γρῖπος πάλιν τὸ συμποτικὸν πρόβλημα, τὸ θηρεῦσαι καὶ κατασχεῖν δυνάμενον διὰ τὴν δυσχέρειαν

### γ 286

Γρυμεία · ἣν οἱ πολλοὶ γρύτην καλοῦσι· τὰ εἰκῆ συμπεφορημένα. καὶ ἔστι πολιτικώτερον ἄνευ τοῦ ι γρυμέα. καὶ ἐκεῖθεν τὸ λεγόμενον ἐν τῇ συνηθείᾳ ἐγριπίσαμεν“ τοῦ φ τραπέντος εἰς π

### γ 287

Γρύψ · παρὰ τὸ γρύζειν ἰσχυρῶς ἐν τῷ ἁρπάζειν καὶ ἀνασπᾶν τὴν θήραν

### γ 288

Γρώνη · ἡ βεβρωμένη ἤτοι τετρημένη πέτρα· Λυκόφρων οἱ δ’ οὖσα γρώνης εὐγάληνα χερμάδοσ“. παρὰ τὸ γῶ, ὃ σημαίνει δέχομαι, γώνη καὶ προσθέσει τοῦ ρ γρώνη, ἡ ἐν τῇ τρήσει δεχομένη τὰ σχοινία πέτρα· οὖσα γὰρ τὰ σχοινία. οὕτως

### γ 289

Γύαλον · τὸ κοίλωμα. κυρίως τὸ τῆς χειρὸς λέγεται γύαλον ἀπὸ τοῦ γῶ, τὸ λαμβάνειν. Ὁμήρου

### γ 290

Γύαλον · τὸ κύτος, τὸ κοίλωμα τοῦ θώρακος· χύαλον, τὸ περιχεχυμένον τῷ φοροῦντι· καὶ ἁπλῶς πᾶν κοίλωμα. τινὲς δὲ καὶ ἐπὶ τοῦ Ο γυάλοισιν ἀρηρότα“ τοῖς ἔξωθεν κόσμου χάριν ἐπικεκολπωμένοις, διὸ καὶ ἀρηρότα“ εἶπεν· οἱ δὲ πάλιν ἡρμοσμένα τὰ κοῖλα τῷ φοροῦντι. Ἡσιόδου

### γ 291

Γύης · τὸ κατώτατον ἄκρον τοῦ ἀρότρου τὸ πρὸς τῷ ἐλύματι, ἤτοι τὸ ξύλον τὸ λεγόμενον γονάτι ον. εἴρηται παρὰ τὸ γῶ, τὸ λαμβάνω· ἢ ὅτι ἀεὶ π ερὶ τ ὴν γ ῆν. λέγεται δὲ καὶ γῆς μέτρον παρ’ Ὁμήρῳ

### γ 292

Γυῖα · κυρίως ἐπὶ τῶν ποδῶν· παρὰ τὸ ἐπὶ τῆς γύης, ὅ ἐστι τῆς γῆς, ἰέναι

### γ 293

Γυῖα · τὰ μέλη τοῦ σώματος· κυρίως δὲ χεῖρες καὶ πόδες· ἐξ οὗ Θ γυιώσω“, χωλώσω

### γ 294

Γυμνάσια · οἱ τόποι ὅπου ἐγυμνάζοντο· ἐπειδὴ γυμνοὶ ἠγωνίζοντο

### γ 295

Γύναι · ἡ κλητική· παρὰ τὴν γύναιξ εὐθεῖαν, ὅθεν καλλιγύναικα“. καὶ δῆλον ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν· αἱ γὰρ εἰς ξ δοτικαὶ πληθυντικαὶ ἀποβάλλουσαι τὸ ι ποιοῦσι τὴν εὐθεῖαν· φοίνιξι φοῖνιξ, κόλαξι κόλαξ

### γ 296

Γυνή · γονή τις οὖσα· ἡ δεκτικὴ τοῦ σπέρματος. διὰ τί μὴ ἐκλίθη γυνή γυνῆς ἀλλὰ γυναικός; διότι τὰ εἰς η θηλυκὰ δισύλλαβα ἐκτείει

### γ 297

Γυνή ·. οὕτως Ἡρῳδιανὸς ἐν Ἐπιμερισμοῖς. καὶ εἰς τὸ Καλλιγύναικα

### γ 298

Γυνή · κοινὴ γῆ

### γ 299

Γυνή · ὡς μὲν Δημόκριτος γονή τις οὖσα, ἡ γονῆς δεκτική· ἢ ἀπὸ τῆς γῆς καὶ τοῦ γεννᾶν. κλίνεται δὲ ἡ γυνή κατὰ τὰς ἄλλας πτώσεις ὡς τὰ εἰς η λήγοντα· Φερεκράτης ὡς ἄτοπόν ἐστι μητέρ’ εἶναι καὶ γυνήν“

### γ 300

Γύννις · γυναικώδης· εἴρηται παρωνύμως παρὰ τὸ γυνή γύνις, ὡς δάφνη Δάφνις, νύμφη Νύμφις, νίκη Νῖκις

### γ 301

γυρῖνος · ὁ μικρὸς βάτραχος· παρὰ τὸ γυρόν, τὸ περιφερές

### γ 302

Γωνία · ἡ τοῦ τοίχου· γονεία, ἡ γέννησις· καὶ γονεία, εἶδος ὀρνέου

### γ 303

Γωνία · παρὰ τὸ γῶ, τὸ χωρῶ. γονεία δὲ ἡ γέννησις

### γ 304

Γωρυτός · ἡ τοξοθήκη· παρὰ τὸ χωρῶ χωρυτός· ἢ παρὰ τὸ γῶ, ὃ σημαίνει τὸ λαμβάνω, τὸ λαμβάνον τὸ τόξον

### γ 305

Γωρυτῷ φ · τῇ θήκῃ τοῦ τόξου· μετείληπται δὲ ἐκ τοῦ χ τὸ γ καὶ οἱονεὶ χωρυτός, παρὰ τὸ χωρεῖν τὸ τόξον. Δ

### δ 346

Δαί · σύνδεσμος ἐρωτηματικός ἐκτετ αμένος, οἷον α τίσ δαὶ ὅμιλοσ“ Κ πῶς δαὶ τῶν ἄλλων Τρώων“· ὁ δὲ συμ πλεκ τικὸσ δέ συνεσταλμένος

### δ 347

Δαί · σύνδεσμος ἴσος τῷ δέ

### δ 348

Δαίδαλος · τὸ δαι δίφθογγον· παρὰ γὰρ τὸ δαίω, τὸ γινώσκω, οἱονεὶ ὁ πολυΐστωρ. Ὁμήρου

### δ 349

Δαίμονες · θεοί, ἅτε δαήμονες πάντων ὄντες· ἢ μερίζοντες ἡμῖν πάντα, παρὰ τὸ δάσασθαι

### δ 350

Δαίμονες · παρὰ τὸ δαῆναι τὰ πάντα, ἢ μερίζειν τὰ ἀγαθὰ καὶ τὰ κακὰ τοῖς ἀνθρώποις

### δ 351

Δαίμων · δαίμονος· ἐκ τοῦ δαίω, τὸ μανθάνω· δαήμων τις ὤν

### δ 352

Δαίμων · ὄνομα· σημαίνει καὶ τὸν δαίμονα καὶ τὸν ἐπιστήμονα καὶ τὸν δαΐζοντα καὶ διακόπτοντα

### δ 353

Δαίμων · ὁ πάντα εἰδώς. παρὰ τὸ δαίω, τὸ γινώσκω· ὁ εἰδήμων πάντων

### δ 354

Δαίμων · παρὰ γὰρ τὸ δαίω, τὸ γινώσκω· ὁ εἰδήμων πάντων

### δ 355

Δαίμων · σημαίνει ζ· τὸν πάντα εἰδότα θεόν, τὸν ἀκάθαρτον, τὸν τεχνίτην, τὸν μακάριον, τὸν πλούσιον, τὸν εὐτυχῆ καὶ τὸν ἀστέρα

### δ 356

Δαίνυντο Α · παρατατικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς μι · ἀπὸ τοῦ δαινύω ἕκτης συζυγίας τῶν βαρυτόνων τὸ παράγωγον δαίνυμι

### δ 357

Δαιομένων · διαιρουμένων, διανεμομένων, ἢ καιομένων

### δ 358

Δαΐς · ἡ λαμπάς ὀξυτόνως. δάϊς δὲ ἡ μάχη βαρυτόνως

### δ 359

Δαΐς · ἡ λαμπάς. παρὰ τὸ δαίω, τὸ καίω, ἀφ’ οὗ τὸ δ δάος μετὰ χερσὶν ἔχουσαι“· καὶ ὡς σκέλος σκελὶς μέρος μερὶς οὕτωσ. καὶ δάος δαΐς, ὡς δέ τινες δ άϊ ς δαῖς

### δ 360

Δάϊς · ἡ μάχη· βαρύνεται· Καλλίμαχος εἰς δάϊν ἐρχομένων“· καὶ μεταθέσει τοῦ α εἰς η δηΐς

### δ 361

Δαισάνη · πτισάνη, ἀπὸ σίτου ἐπτισμένου ἑψηθεῖσα· εἴρηται παρὰ τὸ δαίσασθαι, ὅ ἐστιν εὐωχεῖσθαι· τὴν γὰρ πρώτην τροφὴν πρὸ τῆς εὑρέσεως τῶν ἄρτων οὕτως ἐποιοῦντο. Ὁμήρου

### δ 362

Δαιτός Δ · θηλυκοῦ γένους μόνου· γενικῆς τῶν ἑνικῶν· κλίνεται δὲ ἡ δαίς τῆς δαιτός. γέγονεν δὲ ἀπὸ τοῦ δαίω ῥήματος, τοῦ σημαίνοντος τὸ κόπτω καὶ μερίζω· τουτέστιν ἡ μεριστή, ἡ ἴσως διδομένη διὰ πᾶσιν. ὁ μέλλων ἐκ τοῦ δαίω δαίσω, καὶ κατὰ ἀποβολὴν τοῦ ω δαίς, ὀξυτόνως· τὸ δὲ παῖς περισπωμένως ὡσ καὶ σταῖς

### δ 363

Δαιτρεύειν Λ · διαιρεῖν· ὅθεν καὶ δαιτρός, ὁ μάγειρος, παρὰ τὸ διαιρεῖν τὰ κρέα

### δ 364

Δαιτρόν Δ · τὸ μερισθέν, μεριστόν

### δ 365

Δαΐφρονι · πολεμόφρονι· δάϊς γὰρ ἡ μάχη

### δ 366

Δάκρυον · δάκνυόν τί ἐστιν· ἀπὸ τοῦ δάκνεσθαι δι’ αὐτῶν τὰ ὄμματα, ἢ ὅτι τὰ πολλὰ ἀπὸ τῆς δηκτικῆς λύπης γ ίνεται

### δ 367

Δάκρυον · παρὰ τὸ δήκω, τὸ δαγκάνω, δάκνυ ον καὶ δάκρυον· δακνομένης γὰρ τῆς ψυχῆς ἐξέρχεται τὸ δάκρυον

### δ 368

Δακτύλιος · ἐπὶ τῆς ἕδρας, ἤγουν ὁ ἀφεδρών· ἤτοι διὰ τὸ δακτύλῳ ἐφικτὸν εἶναι ἢ ἀπὸ τῆς στρογγυλότητος τοῦ σημαντῆρος, τουτέστι τοῦ σφιγκτῆρος. ὁ δὲ φορούμενος ἀπὸ τοῦ περὶ τὸν δάκτυλον ἰέναι

### δ 369

Δάκτυλοι · δάπτυλοί τινες ὄντες

### δ 370

Δάκτυλοι · οἷον δράκτυλοι, παρὰ τὸ δράττεσθαι· ἢ δέκτυλοι, δεκτικοὶ ὄντες· ἢ δείκτυλοι, ἀπὸ τοῦ δι’ αὐτῶν γίνεσθαι τὴν δεῖξιν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 371

Δάμαλις · δαμάλεως καὶ δαμάλιος· τὸ θηλυκὸν καὶ μικρὸν βοΐδιον. τὸ δὲ ἀρσενικὸν ταυρίδιον. ἐτυμολογεῖται δὲ δάμαλις παρὰ τὸ δαμάζεσθαι ἅλις καὶ οὕ τωσ ἡμεροῦσθαι. Δάμαλις καὶ δαμάλης διαφέρει

### δ 372

Δάμαρ · γαμετή. παρὰ τὸ δεδαμάσθαι. ἢ παρὰ τὸν γάμον γάμαρ καὶ δάμαρ

### δ 373

Δάμαρ · παρὰ τὸ δεδμῆσθαι

### δ 374

Δαμασκηνόν · παρὰ τὸ θ αυ μα στῶσ κινεῖν, θαυμάσκι νόν τι ὄν

### δ 375

Δανά ο · ξύλα ξηρά· παρὰ τὸ δήν, τὰ διὰ τὸν χρόνον ξηρά· ἢ παρὰ τὸ δαίω, τὸ καίω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 376

Δανείζω · ἐκ τοῦ δάνος· τοῦτο παρὰ τὸ δίδοσθαι μετὰ ἀνίας

### δ 377

Δάνειον · παρὰ τὸ δάνος, ὃ σημαίνει τὸ δῶρον· ὡς οὖν τέλος τέλειον, οὕτω δάνος δάνειον, κατὰ ἀντίφρασιν τὸ μὴ δῶρον. Τρύφων δὲ ὁ τοῦ Ἁρποκρατίωνός φησι τὸ παλαιὸν ἐπὶ τοῦ ἀναφαιρέτου δώρου τάττεσθαι τὴν λέξιν. Δίδυμος δὲ τὸ χρονίζον χρέος, παρὰ τὸ δήν

### δ 378

Δαπάνη · καὶ ῥῆμα δαπανῶ καὶ παράγωγον δαπανηρός· παρὰ τὸ δάπτω, τὸ ἐσθίω. τί γὰρ οὕτω δάκνει ὡς δαπάνη; ὡς γὰρ θήγω θηγάνη, ἀκῶ ἀκόνη, περῶ περόνη, οὕτω δάπτω δαπάνη

### δ 379

Δάπεδον · ἔγκειται τὸ δα δηλοῦν τὸ ἄγαν, ὡς τὸ ζα ἀφ’ οὗ, τὸ μέγα. τὸ μέγα οὖν πεδίον ζάπεδον μεταθέσει τοῦ δ εἰς ζ

### δ 380

Δάπιδες · τάπητες· παρὰ τὸ ἐν δαπέδῳ στρώννυσθαι. Ὁμήρου

### δ 381

Δαρδάπτουσι Λ · διασπαράσσοντες ἐσθίουσιν. ἐπέκτασις δέ ἐστι τοῦ δάπτω ἐμφάσεως χάριν. Ἀππ

### κ 943

καταδαρθεῖν · τὸ κοιμηθῆναι. καὶ δραθεῖν. παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, παράγωγον δρήθω, τὸ κοιμῶμαι· οἱ γὰρ κοιμώμενοι οὐκ ἐρνεργοῦσιν

### δ 382

Δασεῖα · τὸ πνεῦμα· παρὰ τὸ σφοδρὸν καὶ μέγα εἶναι πρὸς σύγκρισιν τῆς ψιλῆς. παρὰ τὸ δα τὸ ἐπιτατικὸν καὶ τὸ σεύεσθαι, τὸ ὁρμᾶν· τὸ σφοδρῶς ἐκπεμπόμενον πνεῦμα

### δ 383

Δασέος · γένους οὐδετέρου. ἡ εὐθεῖα τὸ δασύ

### δ 384

Δαύω · τὸ κοιμῶμαι· ἐκ τοῦ εὕδω

### δ 385

Δαύω · τὸ κοιμῶμαι· ἐκ τοῦ εὕδω ἐστί, καὶ ἐν ὑπερθέσει τοῦ δ δεύω, καὶ τροπῇ τοῦ ε εἰς α δαύω, ἵνα μὴ τὸ δεύω τοῦτο ἐπὶ τοῦ δεύω, τὸ χρήσω, συμπέσῃ

### δ 386

Δάφνη · τὸ φυτόν· δαοφωνή τις οὖσα, ἡ ἐν τῷ δαίεσθαι φωνοῦσα· ἠχεῖ γὰρ καιομένη. μαρτυρεῖ Θεόκριτος χὡς αὐτὰ λάκκον μέγα κἀκπυρίσασα“

### δ 387

Δεδῃωμένους · ἐκ τοῦ δαίω, τὸ κόπτω, καὶ ἐξ αὐτοῦ παράγωγον δῃ ῶ δῃ ώσω ἐδῄωσεν

### δ 388

Δέδοικα · ἔστι δείδω, τὸ φοβοῦμαι, ὁ μέσος παρακείμενος δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν τριῶν δδδ ἐτράπη τὸ ἓν εἰς κ καὶ γέγονε δέδοικα

### δ 389

Δέησις · δεήσιος καὶ Ἀττικῶς δεήσεως. ζήτει καὶ εἰς τοὺς Ἐπιμερισμούς

### ε 842

ἔντευξις διαφέρει· δέησις μὲν γάρ ἐστιν, ὅταν τις ἀξιοῖ τὸν θεὸν εἰς πρᾶγμα, ἢ ὑπὲρ ἀπαλλαγῆς τινων λυπηρῶν ἱκεσίαν προσφέρῃ· προσευχὴ δὲ αἴτησις ἀγαθῶν· εὐχαριστία δέ, ὅταν τις ὑπὲρ ὧν ἔπαθεν εὐχαριστῇ τῷ θεῷ· ἔντευξις δὲ κατηγορία τῶν ἀδικούντων, ὡς καὶ Παύλῳ δοκεῖ

### δ 390

Δέησις · δεήσεως· παρὰ τὸ δέω, τὸ παρακαλῶ. διαφέρει δὲ δέησις ἱκεσίας οὐδέν

### π 699

Περὶ τοῦ Δεῖ · δ ἔχει σημαινόμενα· δεῖ ἀντὶ τοῦ πρέπει, καὶ δεῖ ἀντὶ τοῦ χρεία ἐστίν, οἷον δεῖ δὲ χρημάτων καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι“, καὶ δεῖ ἀντὶ τοῦ δεσμεῖ, καὶ δέει ἐν διαλύσει ἀντὶ τοῦ ἀπέχει

### δ 391

Δείελος · ἡ δειλινὴ ὀψία· ἀπὸ τοῦ δεῖν τὴν ἕλην, ὃ σημαίνει τὴν αὐγὴν τοῦ ἡλίου. τὸ Δείκω σημαίνει τρία· δείκω τὸ δεικνύω, ἐξ οὗ καὶ ἀπόδειξις· δήκω τὸ δαγκάνω, ἐξ οὗ καὶ δηγμός· δίκω τὸ βάλλω καὶ ῥίπτω, ἐξ οὗ καὶ δίκτυον

### δ 392

Δειλακρείων · ὁ δειλός. Ἀριστοφάνης ὦ δειλακρίων, πῶς ἦλθες;“ συντίθεται ἡ λέξις παρὰ τὸ δειλός καὶ τὸ ἄκρος· ὁ ἄκρως δειλός. εἴρηται καὶ δείλακρος καὶ δειλάκρα καὶ δειλακρίας

### δ 393

Δείλη · ἡ ἀσέληνος νύξ, ἡ σκοτεινή. διὰ τ ῆς ει διφθόγγου γράφεται κατὰ τὴν ἄρχουσ αν· παρὰ γὰρ τὸ δέος ἐστίν οἱονεὶ ἡ φ ό βο υ ἐμποιητική

### δ 394

Δείλη · παρὰ τὸ ἐνδεῖν τηνικαῦτα τὴν ἕλην. ἀπὸ γὰρ τῆς μεσημβρίας ἀμυδροτέρα γίνεται ἡ τοῦ ἡλίου θερμότης. λέγεται καὶ δείλη καὶ δειέλη καὶ δεείλη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 395

Δειλιῶ · ἐκ τοῦ δειλός· τοῦτο παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, δεϊλός καὶ δειλός. σημαίνει δύο· τὸν δείλαιον, ὡς τὸ ε ὤμοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένοιτο;“ καὶ τὸν παρ’ ἡμῖν λεγόμενον

### δ 396

Δειλός · διὰ τῆς ει γράφεται. ὥσπερ παρὰ τὸν χήσω μέλλοντα, τ ὸν δηλ οῦντα τὸ χωρήσω, γίνεται χηλόσ ὁ κ ι βωτός, καὶ παρὰ τὸν χύσω χυλός, καὶ παρὰ τὸν βή σω βηλός, ὁ βαθμόσ οὕτως καὶ παρὰ τὸν δείσω δειλός διὰ τῆς ει

### δ 397

Δειλός · ὁ ἀσθενής· παρὰ τὸ δέω, τὸ φοβοῦμαι, δειλός· δέους γάρ ἐστι ποιητικός· καὶ γίνεται ἐκ τοῦ δέελος. σημαίνει δὲ ὁ δειλὸς δύο· τὸν κακὸν καὶ τὸν ἄνανδρον. δειλὸς δὲ κυρίως ὁ δεδιὼς τὰς ἴλας τῶν π ολεμίων ἤτοι τὰ στίφη

### δ 398

Δεῖμος · Ὅμηρος Δ Δεῖμός τε ἠδὲ Φόβοσ“. παρὰ τὸ δέος Δέϊμος, ὡς ἄνθος ἄνθιμος, κῦδος κύδιμος, καὶ κατὰ συναίρεσιν Δεῖμοσ, ὁ δέος ἐμποιῶν, ὄνομα πρέπον Ἄρεος παιδίου

### δ 399

Δεῖν · συναλοιφὴ τοῦ δέον δεῖν, ὡς πλέον πλεῖν. τῇ δεινὶ γὰρ ἡμέρᾳ“· δεῖν δεινὸς δεινί

### δ 400

Δεινός · ὁ φοβερός· παρὰ τὸ δέος δεϊνός καὶ δεινός, ὁ φόβον δυνάμενος ὑπεναντίοις ἐμποιεῖν

### δ 401

Δεῖνος · ὁ ψυκτήρ

### δ 402

Δεῖπνον · τὸ λεγόμενον ἄριστον. τὸ δὲ ἑ σπεριν ὸν δόρποσ. ἄριστον· μακρὸν τὸ α. μήποτέ ἐστι καὶ τὸ ἄριστον ἀόριστόν τι ὄν, τὸ παρὰ ἡμῖν λεγόμενον ἀκ ρά τι σμα τὸ μ ὴ ὡ ρισμέν ον τῷ κ αιρῷ

### δ 403

Δεῖπνον · τὸ παρ’ ἡμῖν ἄριστον, μεθ’ ὃ δεῖ πονεῖν. ἄριστον δὲ τὸ παρ’ ἡμῖν πρωϊνὸν βρῶμα. Γεωργίου

### δ 404

Δεῖπνον · τὸ πρωϊν ὸν βρῶμα καὶ τὸ παρ’ ἡμῖν ἄριστον. διὰ τῆς ει γράφεται κατὰ τὴν ἄρχουσ αν · καὶ γὰρ τὸ ἔτυμον παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν εἴ ρηται

### δ 405

Δεῖπνος · ὁ καιρὸς τῆς τροφῆς καὶ ἡ ἐν τούτῳ τῷ καιρῷ διδομένη τροφή· Σ δεῖπνον ἐρίθοισιν λεύκ’ ἄλφιτα πολλ ὰ πάλυνον“. οἱ δὲ κωμ ικοὶ καὶ οἱ νεώτεροι συ γχ έουσι τὸν καιρὸν τὴν ἑσπερινὴν τροφὴν δεῖπνον ὀνομάζοντες, ὡς καὶ νῦν. μεθ’ ὃ δεῖ πονεῖν· ἕωθεν γὰρ ἐσθίοντες ἐπὶ πόλεμον ἢ ἐπ’ ἐργασίαν ἐξ ήρχοντο. Ἐπαφρόδιτος δὲ παρὰ τὸ δάπτω δάπτον καὶ δ άπνον δέπνον καὶ δεῖπνον κατὰ τροπὴν καὶ πλεονασμόν

### δ 406

Δειρή ·. Εὔπολις ἱμάτιον παχύ, Πλάτων δὲ παραπέτασμα

### δ 407

Δεῖσα · ἡ ὑγρότης, ἡ δυσωδία· εἴρηται παρὰ τὸ δίω, τὸ διὰ τοῦ ι γραφόμενον καὶ σημαῖνον τὸ φοβοῦμαι, ἵν’ ᾖ δῖσα ἡ δυσοσμία ἣν φεύγομεν. εἴτε οὖν διὰ τοῦ ι εἴτε διὰ τῆς ει διφθόγγου γράφοιτο ἄδηλον· τὸ δίω γὰρ καὶ δείω διφορεῖται, ὅθεν δέος καὶ δίος διὰ τοῦ ι ὅθεν καὶ π δείδιε θυμῷ“ καὶ Χ τρὶς π ερὶ ἄστυ μέγα Π ριά μου δίον “

### δ 408

Δεῖσα · παρὰ τὸν δεύσω μέλλοντα· ὁ βοτανώδης τόπος

### δ 409

Δεισιδαιμονία · εἴρηται παρὰ τὸ δεδειέναι τοὺς δαίμονας, καὶ παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ καλοῦ λαμβάνεται, ὡς δέον δεδιέναι τοὺς θεοὺς αὐτῶν, παρ’ ἡμῖν δὲ τοῖς Χριστιανοῖς ἐπὶ τῆς ἀσεβείας λέγεται τὸ τῆς δεισιδαιμονίας ὄνομα· οὐ τοὺς δαίμονας γὰρ δεδιέναι χρὴ ἀλλὰ τὸν ὄντως ὄντα θεόν, κἀκείνους μὲν μισεῖν ὡς ἐχθροὺς καὶ πολεμίους καὶ ἀσπόνδους ἀεί, τὸν θεὸν δὲ τὸν τοῦ κόσμου παντὸς ποιητήν τε καὶ κυβερνήτην ἀγαπᾶν τε καὶ σέβεσθαι

### δ 410

Δεισιδαιμονία · ἡ πρὸς τοὺς θεοὺς εὐσέβεια

### δ 411

Δεκάς · δεκὰς λέγεται οἱονεὶ δεχάς τις οὖσα· ὁ γὰρ δέκατος δέχεται ἤγουν περιέχει ἐν ἑαυτῷ πάντας τοὺς πρὸ αὐτοῦ ἀριθμούς. ὡς δεκτικὸς οὖν πάντων λέγεται δέκατος, καὶ ὅτι μέχρις αὐτοῦ προϊόντες οἱ ἀριθμοὶ ἐπανακάμπτουσιν ἐπὶ τὴν μονάδα· διὸ καὶ δευτερουμένην μονάδα καλοῦσι τὴν δεκάδα οἱ Πυθαγόρειοι

### δ 412

Δεκάς · ὁ ἀριθμός· παρὰ τὸ δέχομαι δεχάς, διὰ τὸ δέχεσθαι τὸ ἄπειρον. Ὀρφεὺς δὲ κλαδοῦχον αὐτὸν ὀνομάζει, ὅτι πάντες οἱ ἀριθμοὶ ἐξ αὐτῆς φύονται. Ἰωάννου Λυδοῦ

### δ 413

Δεκάς · παρὰ τὸ δέχεσθαι πάντα τὰ γένη τῶν ἀριθμῶν

### δ 414

Δέκατος · πόθεν γίνεται; παρὰ τὸ δέχω, τὸ λαμβάνω, δέχατος καὶ δέκατος· δεκτικὴ γάρ ἐστι πάντων τῶν ἀριθμῶν ἡ δεκάς. πόθεν Δέκατος; ἐκ τοῦ δεκάς. τοῦτο παρὰ τὸ δέχω δεχάς καὶ δεκάς, ἡ τοὺς ἀριθμοὺς δεχομένη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 415

Δεκαχόρδῳ · ἡ εὐθεῖα δεκάχορδος· γίνεται δὲ παρὰ τὸ δέκα καὶ τὸ χορδή· σημαίνει δὲ ἔντερον· ἐτυμολογεῖται δὲ παρὰ τὸ χέειν ᾠδ ήν ἢ παρὰ τὸ χέειν κάτωθεν τὴν χορηγουμένην ἐδωδήν

### δ 416

Δέλτα · οἱονεὶ δέρτα τι ὄν, τὸ ἐλλεῖπον τῇ ἐπάρσει. ἰσόπλευρον γὰρ ὂν τοῦτο ἐνδεές ἐστιν ἐπάρσεώς τινος καὶ ἀφαιρέσεως· οὐ γὰρ ἀφαιρούμεθά τι τῶν ἴσων, ἵνα ἴσα γένηται, ἐπεὶ οὕτως ἔτυχεν ἔχειν ἐκ τῆς κατ’ ἀρχὴν τυπώσεως. ἄλλοι δὲ ἀπὸ τοῦ Δελτωτοῦ τοῦ σημαίνοντος τὸν ἀστέρα, καὶ τὸν τύπον ἔχειν τοῦ Δ προεβάλοντο τοῦ ἐξ ἀστέρων συγκειμένου, οὗ καὶ Ἄρατος μνημονεύει λέγων Δελτωτὸν πλευρῇσιν ἰσαιομ ένῃσιν ἐοικόσ“

### δ 417

Δέλτος · βίβλος· παρὰ τὸ δηλοῦν

### δ 418

Δέλφακες · οἱ χοῖροι. ἀπ’ αὐτῶν καὶ δελφοὶ διὰ πονηρίαν, ἐπεὶ καὶ Ὅμηρος Ρ ὀλοόφρονας αὐτοὺς καλεῖ· οἱ γὰρ πονηροὶ δελφοὶ προσηγορεύοντο. καὶ οἱ Τυρρηνοὶ διὰ τὴν πονηρίαν καὶ ληστ είαν δε λ φ ῖνε ς προσ η γορ εύοντο

### ε 843

έλφαξ · ὁ γαλαθηνὸς χοῖρος· Ἐπ ίχα ρμοσ δέλ φα κά τε τῶν γειτόνων τοῖσ Ἐλευσιν ί οις φυλάσσω “. παρὰ τὴν δελ φὺν τὴν μή τραν· κυρίως γὰρ ἐπὶ τῆσ θηλ είας λέγεται δέλ φαξ, ἡ δελ φὺν ἔχουσα

### δ 419

Δελφίνιος · οὕτω καλεῖται ὁ Ἀπόλλων καθ’ ἱστορίαν

### δ 420

Δελφός · Καλλίμαχος Δελφὸς ἀνὴρ ἐμὸς ἱεροερ γόσ“. τὸ ἔθ νος οἱ Πύθιοι, παρὰ τὸ ἀδελφοί τινες ὄντες κατὰ ἀφαί ρεσιν τοῦ α ὅτι τὰ τοῦ Διονύσου μέλη σπαράξαντες οἱ Τιτᾶνες τῷ Ἀπόλλωνι παρέθεντο ἐμβαλόντεσ λέβητι, ὁ δὲ παρὰ τῷ τρίποδι ἀπέ θετο. παρὰ τὰ τοῦ ἀδελφοῦ Δελφοί τοῦ α ἀφαιρεθέντοσ

### δ 421

Δέμας · λέγεται οἱονεὶ δεσμὸς τῆς ψυχῆς, ἢ παρὰ τὸ δεδέσθαι ἐν αὐ τῷ τὰ μέλη

### δ 422

Δεξαμενή · ἡ δεχομένη. ἡ δεξαμένη ἡ μετοχή

### δ 423

Δεξιά ·. ἔστι δὲ τριγενές· τὸ ἀρσενικὸν ὁ δεξ ιόσ τὸ οὐδέτερον δεξιόν καὶ ἐξ αὐτοῦ δεξιοῖσ“ ἡ δοτικὴ τῶν πληθυντικῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 424

Δεξιά · παρὰ τὸ δέχω, τὸ λαμβάνω· ἡ ἐπιτήδειος πρὸς τὸ δέχεσθαι

### δ 425

Δεξιτερή · εἴρηται ἡ δεξιὰ ἀπὸ τοῦ δέχεσθαι δι’ αὐτῆς τὸν ἄνθρωπον τὰ διδόμενα, ἢ ἀπὸ τοῦ δι’ αὐτῆς διεξιέναι τὰς πλείονας πράξεις ἤπερ διὰ τῆς ἀρι στερᾶσ

### δ 426

Δεξιῶ ·. τοῦ ι δεξιῶ καὶ ἐδεξιοῦτο τὸ λυτήριον“ ἀντὶ τοῦ φιλοφρόνως ὑπεδέχετο

### δ 427

Δέος · παρὰ τὸ δείω, τὸ φοβοῦμαι, ὡς νείφω νέφος

### δ 428

Δέπας · εἴρηται οἱονεὶ δεχάς, ἀπὸ τοῦ δέχεσθαι τὸν οἶνον, τροπῇ τοῦ χ εἰς π καὶ μεταθέσει τοῦ τόνου, οἷον πλησάμενος δ’ οἴνοιο δέπασ“

### δ 429

Δεπωτᾶτοι · λειτουργοί, ἀφωρισμένοι

### δ 430

Δέργματα · τὰ ὄμματα· δέρξεις γὰρ αἱ βλέψεις, ὥστε ἀπὸ τῶν βλεπομένων καὶ τῆς ἐνεργείας ὠνόμασται· δέρκεσθαι γὰρ δηλοῖ τὸ βλεπόμενον διέρχεσθαι

### δ 431

Δέρκω · τὸ βλέπω· ἐξ οὗ καὶ δράκων καὶ δορκάς

### δ 432

Δέρμα · παρὰ τὸ διαιρεῖσθαι αὐτὸ ἀπὸ τῆς σαρκός, ἤτοι ἐκφέρεσθαι

### δ 433

Δέρμα · τὸ συνεσχηκὸς τὸ σῶμα, οἷον δέμα τ ι ὄν

### δ 434

Δέρος · κώδιον· παρὰ τὸ δείρω δέρος, ὡς μείρω μέρος καὶ φθείρω φθόρος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 435

Δέρριν · ἡ εὐθεῖα δέρρις· σημαίνει δὲ τὴν δορὰν τοῦ κτήνους. γίνεται δὲ παρὰ τὸ δέρω, τὸ ἐκδέρω

### δ 436

Δέρρις · ἱμάτιον παχὺ ἤτοι παραπέτασμα ἐπὶ ταῖς θύραις ταῖς αὐλείαις βαλλόμενον. Εὔπολις γυνὴ μέλαιναν δέρρ ιν ἠμφιεσμένη“ ἐπὶ τοῦ ἱματίου· ἐπὶ δὲ τοῦ παραπετάσματος Πλάτων . παρὰ τὸ δέρω δέρις καὶ ἐν πλεονασμῷ τοῦ ρ δέρρις

### δ 437

Δεσπότης · δέος καὶ φόβον ἐμποιῶν

### δ 438

Δεσπότης · παρὰ τὸ δέος ποιεῖν· ὁ τοῖς δούλοις φοβερός. ἢ παρὰ τὸ δέω δεσμώτης καὶ δεσπότης, ὁ δεσμὰ περιβάλλων καὶ δουλαγωγῶν

### δ 439

Δεύειν · τὸ βρέχειν. κυρίως δὲ τὸ ὑπὸ Διὸς βρέχεσθαι, ἔνθεν διερὸς ὁ ὑγρός

### δ 440

Δεύνυσος · ὁ Διόνυσος· ἀπὸ τοῦ Διόνυσος τοῦ ι τραπέντος εἰς ε Δεόνυσος Δεόνυσος· οὕτω γὰρ Σάμιοι προφέρονται· συναιρέσει δὲ Ἰωνικῇ Δεύνυσος, ὡς Θεόδοτος Θεύδοτος. ἔνιοι δὲ αὐτὸν Δεύνυσον ὀνομάζεσθαί φασιν, ἐπειδὴ ἐβασίλευσε Νύσης· κατὰ γὰρ τὴν τῶν Ἰνδῶν φωνὴν δεῦνος ὁ βασιλεύς

### δ 441

δεῦτε · τὸ μὲν δεῦτε ἀπὸ τοῦ θέω θεύσω θεῦτε τροπῇ τοῦ θ εἰς δ καὶ τοῦ τ εἰ σ ρ κατὰ Ἐρετριέας ἢ Ἠλείους· διὰ τοῦτο καὶ κλίνεται αὐ τὸ ὁ μο ίωσ τοῖς ῥήμασι εἰς ἀριθμ οὺς καὶ πρόσωπα. ἢ ἀπὸ τοῦ θέω θεύσω· οἱ γὰρ προσ καλούμενοι θέουσι π ρὸσ τοὺς καλ οῦντασ. τὸ δὲ δ εῦρο ἀπὸ τοῦ δ εύσω τροπῇ τοῦ ς εἰσ ρ καὶ τοῦ ω εἰς ο. δύο δὲ σημαίνει τὸ δεῦρο· τὸ ἐν ταῦθα, ὡς ἐν τῷ Α δεῦρο μα χησόμενοσ“, καὶ τὸ ἔξ ελθε, ὡς ἐν τῇ θείᾳ γραφῇ Λάζαρε, δεῦρο ἔξω“ ἀντὶ τοῦ ἔξελθε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 442

Δεῦτε · ἐπίρρημα παρακελεύσεως. γίνεται δὲ παρὰ τὸ θέω, τὸ τρέχω, θεῦτε καὶ δεῦτε

### δ 443

Δεύτερος · παρὰ τὸ δεύω, τὸ λείπω· ὁ λειπόμενος τοῦ πρώτου

### δ 444

Δεύω · τὸ χρῄζω, ἐξ οὗ καὶ ἐδεύησα“. δεύω, τὸ βρέχω, ἐξ οὗ καὶ ἔδευσεν“, τὸ ἔβρεξεν

### δ 445

Δέχω · σημαίνει τὸ δέχομαι, ἐξ οὗ καὶ δεξιά καὶ δέπας, τὸ ποτήριον

### δ 446

Δέω · σημαίνει θ· ε διὰ τῆς αι διφθόγγου καὶ δ διὰ τοῦ ε ψιλοῦ. καὶ τὰ μὲν διὰ τῆς αι διφθόγγου εἰσὶ ταῦτα· δαίω, τὸ μανθάνω, ἐξ οὗ καὶ δαίμων, οἱονεὶ δαήμων τις ὤν, καὶ ἐδάην, τὸ ἔμαθον, ὁ δεύτερος ἀόριστος ἔδαον, καὶ δαήμων, ὁ ἔμπειρος· δαίω, τὸ μερίζω, ἐξ οὗ καὶ δαιτρός, ὁ μάγειρος ἢ ὁ ἐν τῇ τραπέζῃ κόπτων τὰ κρέα· δαίω, τὸ εὐωχοῦμαι, ἐξ οὗ καὶ δαίς δαιτός, ἡ εὐωχία, καὶ δαιτυμόνες, οἱ φίλοι· δαίω, τὸ καίω, ἐξ οὗ καὶ δᾷδες, αἱ καιόμεναι, ἡ εὐθεῖα δᾴς δᾳδός· δαίω, τὸ χορεύω, ἐξ οὗ καὶ δαῖσαι, τὸ χορεῦσαι. τὰ δὲ διὰ τοῦ ε ψιλοῦ εἰσι ταῦτα· δέω, τὸ φοβοῦμαι, ἐξ οὗ καὶ δέο ς, ὁ φόβος· δέω, τὸ ἱ κε τεύω καὶ χρῄζω, ἐξ οὗ καὶ δέησις καὶ δέομαι· δέω, τὸ δεσμεύω, ἐξ οὗ καὶ δεσμός καὶ δῆμος, ὁ συνδεδεμένος ὄχλοσ · δέω, τὸ πρέπω, ἐξ οὗ καὶ τὸ ἔδεον ἔδεε καὶ ἔδει γενέσθαι“ ἀντὶ τοῦ ἔπρεπεν καὶ κατὰ κρᾶσιν ἐπὶ παρατατικοῦ οἷον δέω, τὸ δοκῶ, ἐξ οὗ ἀπροσδεής καὶ ἐπιδεής καὶ μικροῦ δέω

### δ 447

Δήγηρες · στροῦθοι

### δ 448

Δηϊάνειρα · ζήτει

### δ 449

Δήϊος · ἐκ τοῦ δαίω, τὸ καίω, γίνεται δάϊος καὶ τροπῇ δήϊος

### δ 450

Δήϊος · ὁ πολεμικός

### ι 323

ϊος · ὁ πολεμικός· παρὰ τὸ δαίω, ὃς οὐκ ἂν φείσαιτο τοῦ δαίειν καὶ κόπτειν

### δ 451

Δηϊοτῆτι · μάχῃ· παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους, ὅ ἐστι διακόπτεσθαι

### δ 452

Δηΐπυλος · ὄνομα κύριον

### δ 453

Δηϊώσας · διακόψας

### δ 454

Δηλητήριον · φάρμακον ὀλέθριον καὶ βοτάνη θανάσιμος· εἴρηται δὲ παρὰ τὸ δηλήσασθαι καὶ βλάψαι

### δ 455

Δῆλον · παρὰ τὸ δήω δήσω δῆλον· δηλοῖ δὲ τὸ ἀνευρεῖν ν δήεις τόν γε σύεσσι“

### δ 456

Δηλονότι · φανερὸν ἐξ ἅπαντος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 457

Δηλώσω · ἐκ τοῦ δῆλος, ὃ σημαίνει τὸν φανερόν· τοῦτο ἐκ τοῦ δαλός τροπῇ τοῦ α εἰς η καὶ ἀναδόσει τοῦ τόνου

### δ 458

Δημηγόρος · ὁ δημιουργός· δημηγόρος δέ

### δ 459

Δημήτηρ ·. ἐν τῇ ἀρόσει· ἢ ὅτι ζητούσῃ αὐτῇ τὴν Περσεφόνην ἔλεγον δήεισ“, οἷον εὑρήσεις

### δ 460

Δημήτηρ · ἡ θεός· γημήτηρ τίς ἐστι· καὶ αὐτὸ δὲ τὸ γῆ Δωρικῶς διὰ τοῦ δ λέγεται δᾶ. ἢ δήμου μήτηρ καὶ Δημήτηρ κατὰ συγκοπήν

### δ 461

Δημήτηρ · ὄνομα θεᾶς· λέγεται καὶ ἡ γῆ

### δ 462

Δημήτηρ · παρὰ τὸ δηλεῖν τὴν γῆν καὶ τέμνειν ἐν τῇ ἀρόσει. ἢ παρὰ τὸ δαίειν, ὅ ἔστι καίειν· λαμπαδοῦχος γὰρ ἡ θεός

### δ 463

Δημιουργός · πολλὰ σημαίνει ἡ λέξις· σημαίνει γὰρ τοὺς τὰ κοινὰ ἐργαζομένους τεχνίτας, ἀφ’ ὧν καὶ ὁ πάντων ποιητὴς θεὸς δημιουργὸς εἴρηται· καὶ δημιουργοὶ ἐκαλοῦντο παρά τε Ἀργείοις καὶ Θεσσαλοῖς οἱ περὶ τὰ τέλη, ἵνα ση μαίνῃ τοὺς τὰ δημόσια ἐργαζομένους καὶ διὰ φροντίδ οσ ἔχοντας· σημαίνει δὲ καὶ τὰς παρὰ τοῖς Ἀττικοῖς τοὺς πλακοῦντας ἐργαζομένας γυναῖκας

### δ 464

Δημοβόρος Α · ζήτει

### δ 465

Δημός · ὀξυτόνως τὸ λῖπος ρ πίονι δημῷ“. παρὰ τὸ δήω, τὸ καίω, τὸ και όμενον ἐ ν ταῖς θυσίαις· ὡσ παρὰ τὸ θύ ω θυ μός χύω χυμόσ οὕτως καὶ δήω δημός. καὶ ἄλλως. δημός, τὸ λῖπος, παρὰ τὸ δαίω, τὸ καίω, δαιμός καὶ δαμός καὶ τροπῇ τοῦ α εἰς η δημός, τὸ εὐχερῶς καιόμενον. σημαίνει καὶ τὸν δημότην κατὰ διάλεκτον

### δ 466

Δημός · τὸ λῖπος· παρὰ τὸ δαίω, τὸ καίω. λῖπος δὲ εἴρηται διὰ τὸ καίεσθαι εὐχερῶς

### δ 467

Δῆμος · τὸ πλῆθος· παρὰ τὸ δέω, τὸ δεσμῶ· τὸ συνδεδεμένον πλῆθος· δέω δέμος καὶ δῆμος. ἢ παρὰ τὸ δέμας, οἷον ἓν σῶμα ὑπάρχων. ἢ παρὰ τὸν δασμόν, τὸν μερισμόν, ἔνθεν Δημήτηρ, ἡ τῶν δασμῶν μήτηρ, καὶ δαῖς, ἡ τροφή

### δ 468

Δῆμος · εἴρηται παρὰ τὸ δέω, τὸ δεσμεύω, δέμος καὶ τροπῇ τοῦ ε εἰς η Ἀττικῶς δῆμος

### δ 469

Δηνάριον · νόμισμά τί ἐστι δηνάριον, ὅτι τὰ δεινὰ αἴρει παρεχόμενον

### δ 470

Δηνάριον · ξ ἀσ σά ρια

### δ 471

Δηνάριον · ὃ σταθμίζει λίτραν α οὐγκίας γ

### δ 472

Δήνεα ·. ὁ πάντα εἰδώς· ὅθεν ἀποβολῇ τοῦ δ παρ’ Ὁμήρῳ Ε αἵμονα θήρησ“. δαίω οὖν καὶ δαίνεα καὶ δήνεα. ἀλλὰ τὸ δαίω ἔχει σημασίας διαφόρους· μερίζω καὶ καίω καὶ γινώσκω. τρεῖς τοίνυν ἔχει σημασίας τὸ δαίω

### δ 473

Δήνεα · τὰ βουλεύματα, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν“. παρὰ τὸ μήδεα προπῇ τοῦ μ εἰς ν καὶ ὑπερθέσει δήνεα. ἢ παρὰ τὸ δήω, ὃ σημαίνει τὸ εὑρήσω ν δήεις τόν γε σύεσσι παρήμενον“, δῆνος ὡς κτήσω κτῆνος

### δ 474

Δήπουθεν · δηλονότι· λέξις συναπτική

### δ 475

Δήπουθεν · πάντως. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 476

Δῆσαι · δίδημι, ὁ μέλλων δήσω. ἔστι δὲ καὶ δέω, τὸ δεσμεύω, δέω δῶ δήσω

### δ 477

Δηφενσίων · Ῥωμαϊστὶ γὰρ δεφενσίων. οὕτως καὶ δηληγάτωρ· Ῥωμαϊστὶ γὰρ δελεγάτωρ

### δ 478

Δηώ · ἡ Δημήτηρ, ὅτι πολλὴν ἐδῄωσε γῆν, τουτέστι διέκοψε, ζητοῦσα τὴν θυγατέρα. ἢ γηώ τίς ἐστι, καὶ κατὰ τροπὴν τοῦ γ εἰς δ Δηώ. ἢ ἀπὸ τοῦ Δημήτηρ καθ’ ὑποκορισμὸν Δηώ, ὡς ἡ Εἰδοθέα Εἰδώ καὶ Ὑψιπύλη Ὑψώ. ἢ ὅτι λυπουμένη διὰ τὴν θυγατέρα ἐδαίετο τὴν ψυχήν. ἢ Δηώ παρὰ τὰς δήας· οὕτω γὰρ δήαι προσαγορεύονται ὑπὸ Κρητῶν αἱ κριθαί

### δ 479

Δῃῶ · κόπτω, καίω, πραιδεύω. Δ δῃώσωσιν“ πολεμήσωσιν

### δ 480

Δῃώσας · πορθήσας, χειρωσάμενος

### δ 481

Διαβόητοσ ·. Ἀνακρέων καί μ’ ἐπιβόητον κατὰ γείτονας ποιήσεισ“. τοῦτον δὲ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν

### δ 482

Διάθεσις · πολλὰ σημαίνει· τὴν ἀ γά πην καὶ προαίρεσιν καὶ τὸ σχῆμα καὶ τὴν ἐπίθεσιν καὶ τὴν τιμωρίαν καὶ κόλ ασιν

### δ 483

Διαίνειν · τὸ ὑγραίνειν ἀπὸ μεταφορᾶς τοῦ ὑετοῦ

### δ 484

Διαίρεσις · παρὰ τὸ διαιρεῖν καὶ διαχωρίζειν τόδε ἐκ τοῦδε

### δ 485

Δίαιτα · παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ἰέναι· οὕτως καὶ διαιτητής· σημαίνει δὲ τὴν διαγωγὴν καὶ τὴν κρίσιν

### δ 486

Διάκονος · παρὰ τὸ κονεῖν, τουτέστι δουλεύειν

### δ 487

Διακριδόν · ἐκ τοῦ ἀποκρίνω

### δ 488

Διάκτορος · ἤτοι διάγορός ἐστι, διὰ τὸ λόγιον εἶναι, ἢ παρὰ τὸ ἄγω ἄξω ἄκτωρ· ἄγγελος γὰρ τῶν θεῶν ὁ Ἑρμῆς

### δ 489

Διάκτορος · πλεονασμῷ τοῦ κ διάτορος γάρ

### δ 490

Διαλεκτική · διὰ τὸ ἐν τῷ διαλέγεσθαι ἀναφαίνεσθαι

### δ 491

Διάλεκτος · ἤτοι καθ’ ἣν ἕκαστοι ἄνθρωποι διαλέγονται πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν· ἢ ἀπὸ τοῦ διαλελέχθαι καὶ διακεκρίσθαι ἀπὸ τῶν ἄλλων· ἑκάστη γὰρ αὐτῶν διακέκριται τῆς ἑτέρας· ἢ ἀπὸ τοῦ διειλέχθαι καὶ ἐξειλέχθαι ὡς κρατιστεύουσαν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 492

Διαμετρήσω · τὸ θέμα διαμετρῶ πρώτης συζυγίας τῶν περισπωμένων· γίνεται δὲ παρὰ τὸ μέτρον· τοῦτο παρὰ τὸ μείρω, τὸ μερίζω

### δ 493

Διάμετρον · τὸ ἀπὸ πέρατος εἰς πέρας κατὰ πλάτος διάστημα

### δ 494

Διάμησεν · διέκοψεν· παρὰ τὸ ἀμᾶν, τὸ θερίζειν

### δ 495

Διαμπερές · οἷον ἀπ’ ἀρχῆς ἕως τοῦ πέρατος, τουτέστι τοῦ τέλους

### δ 496

Διαμπερές · παρὰ τὸ πέρας· ἀντὶ τοῦ διόλου, οἷον ἀπ’ ἀρχῆς ἕως τοῦ πέρατος

### δ 497

Διάνοια · ἡ ἐνθύμησις· διάνοά τις οὖσα, ἡ διανοουμένη

### δ 498

Διαπεφώνηκεν · ἐκ τοῦ φῶνος γίνεται. κατὰ παράδοσιν διὰ τοῦ ω μεγάλου

### π 700

παραπλεῖν διαφέρει· τὸ μὲν διαπλεῖν τὸ ἐπὶ τοῦ μέσου πλεῖν, τὸ δὲ περιπλεῖν τὸ κύκλῳ πλέειν, τὸ δὲ παραπλεῖν τὸ παρὰ τὴν γῆν πλέειν. οὕτω καὶ τὸ διαρρεῖν τὸ διὰ μέσου ῥεῖν, τὸ δὲ παραρρεῖν καὶ παραμείβεσθαι τὸ κατὰ μίαν τοῦ τόπου πλησίον ῥέειν, τὸ δὲ περιρρ εῖν πανταχόθεν καὶ κύκλῳ περιρῥέειν. τὸ Διαπονεῖσθαι τοῦ ἀγανακτεῖν διαφέρει· διαπονεῖσθαι τὸ περί τι γίνεσθαι καὶ ἐνεργεῖν, ἀγανακτεῖν δὲ τὸ ὀργίζεσθαι

### π 701

πρύσιον · ἐ ξάκουστ ον καὶ μέγα· παρὰ τὸ πεύθομαι ἐπυθόμην π ύσιον καὶ ἐν πλεονασμῷ τοῦ ρ πρύσιον καὶ δια πρύσιον· ἢ ἀπὸ τοῦ περῶ περάσω περάσιος καὶ κατὰ συγκοπὴν π ράσιος καὶ ἐν τροπῇ πρύσιος, ὡς μάθω μύθιος, καὶ διαπρύσιος διαπρύσιον γὰρ Θ Ο διαπρύσιον βοόων Δαναοῖσι κέλευε“

### δ 499

Διάπυρος · ἐκ τῆς διά προθέσεως καὶ τοῦ πυρός γίνεται διάπυρος, ὁ ἐκκαυ στικὸσ καὶ ὁ ἐκκαιόμενος τὴν ψυχήν. διάπυρος δὲ καὶ θερμὸς διαφέρει. ζήτει

### δ 500

Διαπύρως · ζεόντως

### δ 501

Διαρρήδην · ἀπὸ τοῦ ῥῶ δηλοῦντος τὸ λέγω, οὗ ὁ μέλλων ῥήσω, ἔνθεν ῥῆσις καὶ ῥήτωρ καὶ ἐπίρρημα ῥήδην ἀπὸ τοῦ ῥήσω καὶ σύνθετον διαρρήδην καὶ ἐπιρρήδην

### δ 502

Δίας · ὁ ἥρως, εἷς τῶν Πελοπιδῶν· γέγονε παρὰ τὸ δέος Δεέας καὶ ἐν συναλοιφῇ Δείας διὰ τῆς ει διφθόγγου, ὁ δέος ἐμποιῶν· ἢ παρὰ τὴν Διός γενικήν

### η 289

ἡ πρώτη τοῦ ἱμα τίου ἐρ γασία· ἀπὸ τῆσ δαίσ εως, τοῦ μ ερ ι σμ οῦ, ἐ πεὶ τοὺς στήμονας διαμερίζουσι· δέδασμαι οὖν δάσμα καὶ πλεονασμῷ τοῦ ι δίασμα. ἢ παρὰ τὸ ἄσσ ω ἄσσα καὶ ἆσμα καὶ δί ασ μα· τοῦ το τὸ ἄσ σ ω γίνεται Αἰολικῶς ἄ ζ ω καὶ δι άζομαι· οἱ γὰρ Αἰολεῖς τ ὰ δύ ο σς εἰ ς ζ τρέπουσι καὶ τὸ μέσ σ ων ἀπὸ τοῦ μέγας μέζων φασὶ καὶ μείζων, καὶ τὸ ὀλίσσων ἀπὸ τοῦ ὀλίγος ὀλίζων

### δ 503

διαφέρεσθαι διαφέρει· διάφορος ὁ ἐχθρός, καὶ διαφορὰ ἡ ἔχθρα καὶ ἡ διαχώρησις, καὶ διαφέ ρεσθαι τὸ ἐχθρωδ ῶς δια κεῖσθαι

### δ 504

Διδάσκαλος · παρὰ τὸ διδάσκω

### δ 505

Δίδραγμον · ἄγει γράμματα ἕξ

### δ 506

Δίδυμος · ζήτει

### δ 507

Δίδυμος · ὁ ὄρχις· εἴρηται παρὰ τὸ δύο τὸ τοῦ ἀριθμοῦ σημαντικὸν δύμος καὶ ἐν διπλασιασμῷ δίδυμος· ἢ παρὰ τὸ δίς ἐπίρρημα γίνεται δισσός καὶ δίσσυμος καὶ κατὰ ἀντίθεσιν δίδυμος. καὶ δίδυμος ὁ μεθ’ ἑτέρου τεχθείσ

### δ 508

Δίδυμος · παρὰ τὸ δύο· σημαίνει δὲ τὸ ἄστρον

### δ 509

Διδώ · ὄνομα κύριον. ζήτει

### δ 510

Δίδωμι · πόθεν; ἐκ τοῦ διδῶ

### δ 511

Διεὶς τὰς πτέρυγας · τρία μέρη λόγου εἰσί· διείς μετοχή, τάς ἄρθρον, πτέρυγας ὄνομα. δίημι τὸ ἐξαπλῶ, ὁ παρατατικὸς δίην, ὁ δεύτερος ἀόριστος διῆν, ἡ μετοχὴ διείς

### δ 512

Διεξοδικῶς · πλατέως. διεξῳδηκώς, ὁ διωγκωμένος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 513

Διεπέτασα · ἐκ τοῦ πετάζω· πετῶ γὰρ οὐκ εἴρηται, ἀλλὰ πέτω

### δ 514

Διερός · ὁ ὑγρός· παρὰ γὰρ τὸ διαίνω, τὸ πλύνω ἢ θερμαίνω, ἀποβολῇ τοῦ ι διανός καὶ κατὰ Ἰ ωνικὴν μετάθεσιν τοῦ α εἰς τὸ ε καὶ τοῦ ν εἰσ τὸ ρ διερός

### δ 515

Διερόσ ·. διανός καὶ κατὰ Ἰωνικὴν. Ὠρίωνος

### δ 516

Διερούς · διύγρους· παρὰ τὸ δεύω, τὸ βρέχω

### δ 517

Διερρύηκεν · ἀντὶ τοῦ διεξέπεσεν καὶ διεφθάρη. εἴρηται δὲ ἀπὸ τῶν ἀνθέων

### δ 518

Δίεσις · τὸ χώρισμα

### δ 519

Διζῶ · τὸ ζητῶ. δίζω δὲ τὸ φροντίζω καὶ μεριμνῶ. ἐξ οὗ καὶ ἐδίζησα

### δ 520

Διηγήσομαι · ἐκ τοῦ διηγῶ. τοῦτο παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ἄγω

### δ 521

Διηθημένον · ἐκ τοῦ διηθῶ διηθήσω. τὸ δὲ διηθῶ παρὰ τὸ σήθω, τὸ κο σκιν ίζ ω

### δ 522

Διήρης · ναῦς, ἡ ὑπὸ δύο ἐρετῶν ἐλαυνομένη. καὶ διήρεις. οὕτως καὶ τριήρης

### δ 523

Διθύραμβος · ζήτει

### σ 443

ς · λέγεται καὶ ὁ Διόνυσος καὶ ὁμωνύμως τῷ θεῷ ὁ εἰς αὐτὸν ὕμνος. εἴρηται δὲ ὁ Διόνυσος ἀπὸ τοῦ δεύτερον τετέχθαι, ἀπό τε τῆς μητρὸς καὶ ἀπὸ τοῦ μηροῦ τοῦ Διός, ἵν’ ᾖ ὁ δὶς θύραζε βεβηκώς. Πίν δαρος δέ φησιν, ὅτι τίκτων αὐτὸν ἐπεβόα ὁ Ζεὺς λῦθι λῦθι ῥάμμα“, ἵν’ ᾖ λυθίραμμος καὶ ἐν τροπῇ διθύραμβος. Ἡρωδιανὸς δὲ τὴν Πινδάρου ἀποδοκιμάζει φάσκων τὰ προστακτικὰ μὴ συντίθεσθαι

### δ 524

Διθύραμβος · ὁ Διόνυσος· ὁ δὶς βεβηκὼς τὴν θύραν, τουτέστι τὴν τῆς μητρὸς καὶ δεύτερον τὸν τοῦ Διὸς μηρόν. καὶ ὕμνος εἰς Διόνυσον

### δ 525

Διΐει · ἐκ τοῦ ἵ ω, τὸ πέ μπω

### δ 526

Διϊπετέος Π · τοῦ ἐκ τῶν τοῦ Διὸς ὄμβρων πληρουμένου ποταμοῦ

### π 702

παριππεύω · τὸ διέρχομαι. Γεωργίου

### δ 527

Διίφιλος · διὰ τοῦ ι · ὥσπερ γὰρ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἐν συνθέσει ἀρηΐφιλος, οὕτως καὶ παρὰ τὴν Διΐ διΐ φι λ οσ καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν Δίφιλοσ, ὡς Θέτ ιϊ Θέτι

### δ 528

Δίκαιος · διὰ τὸ διακρίνειν τὸν λογισμὸν δικαίως

### δ 529

Δίκαιος · παρὰ τὸ δίκη. τὸ δὲ δίκη παρὰ τὸ δύο διχ άζω · ἡ γὰρ δίκη τὰ δύο μέρη δι ΐστησι

### δ 530

Δικαιοσύνη · παρὰ τὸ διχάζειν καὶ διαχωρίζειν τοῦ ἀδίκου τὸ δίκαιον

### δ 531

Δικανικῶς · ἐκ τοῦ

### δ 532

Δικασπόλοι Α · δικασταί, οἱ περὶ τὸ δικάζειν ἀναστρεφόμενοι ὅθεν καὶ δίκτυον καὶ δίσκος εἴρηται. Ὁμήρου

### δ 533

Δικασπόλοι Α · οἱ περὶ τὰς δίκας ἀναστρεφόμενοι βασιλεῖς καὶ κριταί

### δ 534

Δικαστήσ ·. χάριν. Μένανδρος εἴ τις δικαστὴσ ἢ δια ιτητὴς θε ῶν“

### δ 535

Δίκη · ἀπὸ τοῦ δι’ αὐτῆς τὰς πλείστας διεξιέναι πράξεις

### δ 536

Δίκη · ἡ ἀγωγή. καὶ δίκη ὁ τρόπος

### δ 537

Δίκη μὲν περὶ τῶν ἰδίων, γραφὴ δὲ περὶ τῶν κοινῶν, εὐθύνη δὲ ἐπὶ τῶν ἀρξάντων

### δ 538

Δίκη · σημαίνει δ. ζήτει. Ἡσιόδου

### δ 539

Δίκην · ὁμοίως ἢ

### ν 191

νος · διάκονος

### π 703

π αρὰ τὸ δί κω, τὸ ῥίπτω, δίσκος, ὁ ῥιπτόμενος, καὶ τὸ κατὰ τῶν ἰχθύων ῥιπτόμενον δίχθυον καὶ δίκτυον

### δ 540

Δίκω · τὸ τιτρώσκω. δήκω, τὸ δάκνω καὶ λυπῶ, η. δῃῶ, τὸ ἀφανίζω

### δ 541

Διμίτριος · ὁ πολεμικὸς Ἄρης· παρὰ τὸ δύο μίτρας, ὅ ἐστι πολεμικὰ ὅπλα, ἔχειν. καὶ Διμήτριος ὁ Διόνυσος. Δημήτριος δὲ ὄνομα κύριον

### δ 542

Δῖνος · σημαίνει ε τὸ δῖνος· ὁ ποταμὸς καὶ εἶδος ὀρχήσεως καὶ ποτηρίου καὶ ὁ τόρνος καὶ τὸ ἔντερον

### δ 543

Δινωτή ·. δῖνος δὲ ὁ τόρνος παρὰ τὸ δονεῖσθαι καὶ κυκλοῦσθαι

### δ 544

Διόβολον πλῆκτρον πυρὸς κεραυνίου · καὶ διόβολον, τὸ ὑπὸ Διὸς βαλλόμενον, τὸ διο μικρὸν· διώβολον δέ, οἱονεὶ δύο ὀβολούς, τὸ διω μέγα

### δ 545

Διόνυσος · ὅτι ἐκ Διὸς ἐγένετο καὶ ἐν ἄντρῳ τῆς Νύσης ἐτράφη. καὶ Διόνυσος παρὰ τὸ τὰς δύο νύσους τῶν κέντρων ὁρίζειν. ζήτει

### δ 546

Διόνυσος · παρὰ τὸ δάος Δαόνυσος καὶ Διόνυσος, τοῦ α εἰς τὸ ι τραπέντος· παρὰ γὰρ Δηλίοις ὁ αὐτὸς τῷ ἡλίῳ νομίζεται, ἵν’ ᾖ ὁ δαίων, ὁ τοῦ δάους, ὅ ἐστι πυρὸς ἢ φωτός, αἴτιος. ἢ Διόνυσος παρὰ τὸ πολλὰ διαλῦσ αι διάλυ σος καὶ ἐν τροπῇ τοῦ α εἰς ο καὶ τοῦ λ εἰς ν Διόνυσος. ἢ παρὰ τὸν νοῦν Διόνυσος, φησίν, ὁ περὶ πάντα νοῦς. ἢ ὅτι ἐκ Διὸς ἐγένετο καὶ ἐν Ν ύσῃ ἀνετράφη. ἢ ὅτι Διὸς ὕον τος ἐτέχθη

### δ 547

Διοπομπή · ἡ πέμψις· ἐκ τοῦ πέμπω. ἀποδιοπομπή, ἡ ἀπόπεμψις

### δ 548

Δίοπος · ὁ βασιλεὺς ἢ ἐπόπτης· ἀπὸ τοῦ διέπειν ἢ διοπτεύειν. παρὰ τοὺς ὄπας, ἔνθεν καὶ ὀφθαλμὸς βασιλέως ὁ κατάσκοπος

### δ 549

Διόπτρα · κάτοπτρον, καθρυπτ., ἔνοπτρον, ἔσοπτρον, ἔστι καὶ ὄργανον γεωμετρικὸν καὶ ἰατρικὸν ἐργαλεῖον

### δ 550

Διορίαν · προθεσμίαν. εἰ δὲ διὰ τοῦ ω καιρὸν δηλοῖ

### δ 551

Διόρισον · χώρισον. Γεωργίου

### δ 552

Δῖος · ἀπὸ τοῦ Ζεύς Διός δίϊος τὸ κτητικὸν καὶ δῖος, ὡς Χίϊος καὶ κατὰ κρᾶσιν Χῖος· ὅθεν καὶ μακρὸν τὸ ι

### δ 553

Δῖος · τὸ ἐπίθετον κτητικοῦ τύπου ἀπὸ τῆς Διός γενικῆς δίϊός ἐστιν καὶ συναλοιφῇ δῖος· διὸ καὶ μακρὸν τὸ ι. οὕτως Ἡρωδιανός

### δ 554

Δίσκος · παρὰ τὸ δίκειν, τὸ ῥίπτειν· λέγεται δὲ πᾶν τὸ τροχοειδές

### δ 555

Δισπενσάτωρ · ὁ οἰκονόμος

### δ 556

Διστοιχία · ἐπὶ τῶν ὀδόντων. δυστυχία δέ

### δ 557

Διφένσωρ · διφένσωρος· ὁ ἔκδικος

### μ 386

μηλωτὴ διαφέρει· διφθέρα μὲν αἰγῶν, μηλωτὴ δὲ προ βάτων

### δ 558

διφρελάτης · παρὰ τὸ δύο ἄγ ειν

### δ 559

Δίφρον · τὸν ἁρμάτειον, ἢ ὃν ἡμεῖς λέγομεν ταπεινὸν καὶ οὐχὶ θρόνον

### δ 560

Δίφρος Γ · τὸ ἅρμα. δίφρος δὲ εἴρηται ὅτι δίφορος ἢ δυόφορός ἐστι· δύο γὰρ φέρει τὸν ὁπλίτην καὶ τὸν ἡνίοχον

### δ 561

Διφῶσαν · ἐρευνῶσαν· ἐκ τοῦ δίζω, τὸ ζητῶ. σημαίνει καὶ ψηλαφῶ

### δ 562

Διχῆ · τὸ αὐτὸ καὶ δίχα· παρὰ τὸ δίς ἐπίρρημα διχῆ καὶ δίχα ὡς τρίς τριχῆ τρίχα. γ ξ δίχα φρεσὶν ἥνδανεν βουλή.“

### δ 563

Διχῶ · τὸ διχάζω. Φωτίου

### δ 564

Δίψα · παρὰ τὸ ἵπτω, τὸ βλάπτω, ἵψα καὶ δίψα, ἡ βλάπτουσα τὸ σῶμα· ἢ παρὰ τὸ διψῶ, τὸ ἐπιθυμῶ· δίψα γὰρ τὸ ἐπιποθεῖν

### δ 565

Διωλύγιον · τὸ δι’ ὅλου ἰόν, ἐκτάσει τοῦ προτέρου ο εἰς ω καὶ ἀνα χωρήσει τοῦ ἑτέρου ο καὶ πλεονασμῷ τοῦ γ καὶ μεταβάσει τοῦ τόνου διω λύ γι ον. καὶ σημαίνει τὸ ἐξάκουστον

### δ 566

Διωλύγιον · σημαίνει τὸ μεγάλως φωνοῦν καὶ ὀλολυγή. ἐκ τούτου διωλύγιον· διαολύγιον καὶ τροπῇ τοῦ αο εἰς ω διωλύγιον. Ἡσιόδου

### δ 567

Διώνη · ἡ διὰ πάντων φορά

### δ 568

Διώνυμον · παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ὄνομα διαόνυμον καὶ διώνυμον. ἔστι δὲ ὄνομα ἔχον δύο ὀνόματα κύρια

### δ 569

Διώνυσος · διώνυμός τις ὤν. Διονύσιος δὲ ο μικρόν

### δ 570

Διωρία · ἡ ἄδεια· ἐκ τοῦ ὤρα, ὃ σημαίνει τὴν ἔνδειαν. ἡ προθεσμία

### δ 571

Δμῶες · οἱ δοῦλοι· παρὰ τὸ δεδμῆσθαι, ὅ ἐστιν ὑποτετάχθαι

### δ 572

Δμῳή · γυνὴ μεγάλη. δμωΐς· θεράπαινα, δούλη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 573

Δμώς · ἀπὸ τοῦ δμῶ ὁ μέλλων δμήσω

### δ 574

Δμώς · δμωός· παρὰ τὸ δμῶ, τὸ δαμάζω, ἐξ οὗ καὶ δμῶος, ὁ δοῦλος· παρὰ τὸ δαμάζεσθαι καὶ κακοπαθεῖν· γέγονε δὲ παρὰ τὴν δμῶ συγκοπήν. σημαίνει δὲ δύο· δμώς δμωός, ὁ δοῦλος, καὶ δμώς δμωός, ὁ ἐργάτης ὁ ἔχων μακέλην“

### δ 575

Δνοφερόν · παρὰ τὸ κενὸν φάους εἶναι

### δ 576

Δοιάζειν · τὸ διστάζειν παρὰ τὸ εἶναι ἐν δύο στάσεσιν, ἢ παρὰ τὸ δεδέσθαι τὴν ψυχήν

### δ 577

Δοίδυξ · ὁ ἀλετρίβανος· ὁ ταρακτικός

### δ 578

Δοκίμιον · ἐκ τοῦ δόκιμος, τοῦτο παρὰ τὸ δοκῶ ἢ δέχω

### δ 579

Δοκῶ · τὸ νομίζω καὶ ἐπιτηρῶ

### δ 580

Δολόμητισ ·. καὶ ἰστέον ὅτι τὰ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ ι γράφονται ἐν τῇ ληγούσῃ

### δ 581

Δόλος · ἐστὶ πᾶν τὸ δελεάζον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 582

Δόλος · παρὰ τὸ δέ λω, τὸ δελεάζω ἤγουν πλανῶ

### δ 583

Δόξα · τιμή, ἔπαινος, ὑπόληψις, φήμη καὶ γνῶσισ

### δ 584

Δοξούμενοι ·. ἐκ τοῦ δοξέω δοξῶ καὶ οὐχὶ δοξόω δοξῶ. ἡ γὰρ σύνθεσις ἐδήλωσεν τὴν ἀκρίβειαν· κεν ο δοξῶ γὰρ κεν ο δοξήσω καὶ οὐ κενοδοξώσω. γίνεται δὲ ἐκ τοῦ δόξα, τοῦτο ἐκ τοῦ δοχῶ, τοῦτο ἐκ τοῦ δέχω, τὸ λαμβάνω

### δ 585

Δορά · παρότι ἐκ τοῦ δέους τοῦ θηρὸς ἐκδάρη· παντὸς γὰρ θηρίου τὸ ἔκδαρμα δορὰ λέγεται παρὰ τὸ εἶναι αὐτὸν φοβερόν· δέος γὰρ ὁ φόβος ἐστίν

### ο 419

ορίαλλος · τὸ γυναικεῖον αἰδοῖον. Ἀριστοφάνης αἱ γυναῖκες τὸν δορίαλλον φράγνυνται“. παρὰ τὸ δέρειν, τὸ τυπτόμενον ἢ τὸ τιλλόμενον τὰς τρίχας καὶ οἱονεὶ ἐκδερόμενον· οὕτως γὰρ πάλαι ἐψίλουν, ὡς δῆλον ἐκ τοῦ παρὰ Ἀριστοφάνει ἡβυλλιῶσαι κἄρτιον παρατετιλμέναι“

### δ 586

Δόρπον · τὸ καθ’ ἡμᾶς δεῖπνον. τρισὶ δὲ τροφαῖς ἐχρῶντο, καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνομάσθη ἄριστον ἢ παρὰ τὸ λαμβάνοντας αὐτοὺς εἰς ἀριστείαν ἀπέρχεσθαι ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην πρώτην τὴν τροφήν, παρὰ τὸ ἄειρε ὠνομασμένης τῆς λέξεως Ζ μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μήτηρ“. τὴν δὲ δ ευ τέρ α ν δεῖπνον, τὸ καθ’ ἡμᾶς λεγόμενον ἄριστον, καὶ ἔστι κατὰ τὸ ἔτυμον δείπονον, μεθ’ ὃ δεῖ πονεῖν, ὅπερ ἐστὶν ἐνεργεῖν· λαμβάνοντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόν ουν. τὴν δὲ τρίτην δόρπον, τὸ καθ’ ἡμᾶς λεγόμεν ον δεῖ πνον καὶ ἔστι κατὰ τὸ ἔτυμον δαύερπον, ὅταν εἰς τὸ δαύειν πορευώμεθα, ὅπερ ἐστὶ κοιμᾶσθαι. Αἰσχύλος δὲ καὶ τῆς τ άξεως καὶ τῶν ὀνομάτων μάρτυς ἐστὶ λέγων ἄριστα δεῖπνα δόρπα αἱρεῖσθαι“

### δ 587

Δόρπος · ἡ περὶ τὴν ἑσπέραν ἑστίασις· παρὰ τὸ ἕρπειν ἡμᾶς εἰς τὸ δαύειν, ὅ ἐστι κοιμᾶσθαι

### δ 588

Δόρυ · δρύον ἂν εἴη παρὰ τὴν δρῦν, οἷον δρύϊνον. οὕτως εὗρον ἐν Ὑπομνήματι Θέωνος εἰς τὴν Ὀδύσσειαν

### ε 844

ἐκ τοῦ δί δωμι δ ώσω, δέ δωκα δέδομαι, δότειρα

### δ 589

Δότης · δότου

### δ 590

Δοτική · παρὰ τὸ δῶ δώσω δοτική, ἡ τὰς δόσεις παρέχουσα καὶ τὰ ἀποστελλόμενα

### δ 591

Δοῦλος · πάντοτε δελεάζω ν

### δ 592

Δοῦλος · παρὰ τὸ δέω, τὸ δεσμεύω· ἢ παρὰ τὸ δύη, ὃ σημαίνει τὴν κακοπάθειαν, ὁ ἐν κακοπαθείᾳ ὤν

### δ 593

Δοῦλος · πόθεν παρήχθη; ἀπὸ τῆς κακοπαθείας, δύηλός τις ὤν, καὶ συγκοπῇ καὶ κατὰ πλεονασμὸν τοῦ ο δοῦλος, ὁ κακοπαθῶν ἐν τῷ δουλεύειν

### δ 594

Δοῦπος · ὁ ἦχος, ὁ δέος ἐμποιῶν, ἤγουν φόβον· ἢ ὁ δέους ἔχων ὄπα, ἤγουν φωνήν. καὶ εἰς τὸ Ἐρίγδουπος. ζήτει

### δ 595

Δοχή · ἡ δεξίωσις. ἐξ οὗ καὶ ἐδεξιοῦτο“ τὸ ἐδέχετο

### δ 596

Δοχμώ Μ · ζήτει

### δ 597

Δοχμώ Μ · πλαγίω

### δ 598

Δράγμα · πληθυντικῶς δὲ λέγεται τὰ δράγματα· σημαίνει τοὺς στάχυας, ὅσους δύναται ὁ θεριστὴς τῇ ἀριστερᾷ περιλαβεῖν θερίζων. εἴρηται παρὰ τὸ δράξασθαι, τὸ σημαῖνον τὸ λαμβάνειν. οὕτως καὶ δραγμὴ καλεῖται τὸ πλῆθος τῶν κερμάτων ἢ τῶν ὀβολῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 599

Δράγματα · παρὰ τὸ δράσσω δράξω δέδραχα δέδραγμαι δράγμα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 600

Δράκων · παρὰ τὸ δέρκω, τὸ βλέπω, ἐξ οὗ καὶ δέργματα, τὰ βλέμματα

### δ 601

Δρὰξ ἀλεύρου · χειρὸς ἡ κράτησις. καὶ εἰς τὸ Ποστημόριον

### δ 602

Δραπέτης · παρὰ τὸ δρῶ, τὸ σημαῖνον τὸ ὑπηρετῶ, καὶ τὸ πετῶ ῥῆμα δραπέτης, ὅτι οἱ φεύγοντες τὴν δεσποτικὴν ὑπηρεσίαν ὑπὲρ τοῦ μὴ ληφθῆναι ὡς οἷοί τέ εἰσι τάχει χρῶνται. Φιλόξενος ἐν δευτέρῳ τῶν Περὶ μονοσυλλάβων ῥημάτων

### η 290

ἡ δραχμή. ἡ δὲ δραχμὴ σταθμός ἐστιν ὀβολῶν ἕξ, ἢ εἶδος μέτρου ἀν τὶ νομίσματος. αἱ δὲ ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. δραχμὴ δέ ἐστιν ἡ ἔχου σα γράμματα τρία

### δ 603

Δραχμή · σταθμὸς ὡρισμένος ἢ τὸ συνάθροισμα τῶν ἓξ ὀβολῶν. παρὰ τὸ δέδραγμαι δραγμή· τὸ παλαιὸν γὰρ τῶν ἀνθρώπω ν ὀβολοῖς κεχρη μένων ἀν τὶ νομίσματος ὅσον τῇ χειρὶ δραξαμένους δυνατὸν ἦν περιλαβεῖν, τούτους δραχμὰς ἐκάλουν παρὰ τὸ δράξασθαι

### δ 604

Δρέπανον · ἐκ τοῦ δρέπω

### δ 605

Δρομαίως · τὰ εἰς ως ἐπιρρήματα καὶ διὰ τοῦ ο καὶ διὰ τοῦ ω μεγάλου γράφονται. δρομαῖος ἐπὶ ἑνικοῦ μικρόν, ὡς τὸ δρομαῖος ἔθει ὁ Θύαμισ“· δρομαίως δὲ ἐπὶ πληθυντικοῦ μέγα, ὡς τὸ οἱ δὲ πολέμιοι πρὸς τὸ τεῖχος δρομαίωσ ᾔεσαν“

### δ 606

Δρομεύς · δρομέως· ὁ ἡνίοχος

### δ 607

Δρόσοσ ·. ἢ παρὰ τὸ δρῶ τὸ πράττω καὶ τὸ σῶον, ἡ σώους δρῶσα τοὺς καρπούς

### δ 608

Δρόσος · κατὰ παράλειψιν τοῦ ι · δίοσις ἡ ὑπὸ Διὸς ὑομένη, δίοσός τις οὖσα, καὶ πλεονασμῷ τοῦ ρ καὶ συγκοπῇ τοῦ ι δρόσος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 609

Δρυμός · παρὰ τὸ δρῦς δρυός καὶ τοῦτο ἐκ τοῦ δέρω, τὸ ἐκδέρω· οἱ γὰρ παλαιοὶ πᾶν δένδρον δρῦν ἐκάλουν

### δ 610

Δρύφακτος · θρύβακτος· τὸ ἀπὸ σανίδων σύμπηγμα

### δ 611

Δρυφάς · δρυφάδος· ἀμυχή, ξέσις. παρὰ τὸ δρυφῶ, ὃ σημαίνει τὸ ἀποξέω. τοῦ Δρῶ τὰ σημαινόμενα ζήτει εἰς τοὺς Ἐπιμερισμοὺς εἰς τὸ Δράξασθε

### δ 612

Δρωπακίζω · συνάγω τρυγῶ· δρωπὰ γὰρ τὰ δρέπανα

### δ 613

Δυάς · παρὰ τὸ διϊέναι καὶ διαπορεύεσθαι· πρώτη γὰρ ἡ δυὰς διεχώρισεν ἑαυτὴν ἀπὸ τῆς μονάδος. τῆς γὰρ μονάδος ἕνωσιν δηλούσης ἡ δυὰς διαχωρισμὸν δηλοῖ, διὸ καὶ τόλμαν αὐτὴν οἱ Πυθαγόρειοι καλοῦσιν, ὡς τολμήσασαν ἐκστῆναι τῆς μονάδος, καὶ ἀποφράδα, ὡς ἐπὶ κακῷ λαμβανομένην. διὸ καὶ οἱ Ῥωμαῖοι τὸν δύο ἀποστρεφόμενοι κατὰ ἀντίφρασιν αὐτὸν ὀνομάζουσιν σεκοῦνδον, ὃ σημαίνει τὸ αἴσιον, ὡς ἀπαίσιον αὐτὸν ὄντα. ζήτει

### δ 614

Δυάς · παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθ μῷ τῷ ἑνί· τὸ γὰρ ἓν ἀπολελυμένον ἐστί, παρὰ τὴν ἕσιν καὶ ἄφεσιν

### δ 615

Δύη · ἡ κακοπάθεια· εἰσδύεται γὰρ εἰς τὸν παθόντα

### δ 616

Δύναμαι · πολλὰ σημαίνει· ζήτει

### ι 324

ἰσχὺς διαφέρει· ἡ μὲν γὰρ δύ ναμ ις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύ σε ως καὶ εὐτροφίας τῶν σωμάτων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 617

Δύναμις · παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δύαμις καὶ δύναμις

### δ 618

Δυναστείαις · ἡ εὐθεῖα δυναστεία· παρὰ τὸ δυναστεύω· τοῦτο παρὰ τὸ δυνάστης· τοῦτο παρὰ τὸ δύνημι

### δ 619

Δύο · ἐπίρρημα ἀριθμητικόν· γίνεται δὲ παρὰ τὸ συν δε δέσθαι ἑτέρῳ ἀριθ μ ῷ

### δ 620

δεύτερος διαφέρει· τὸ μὲν γὰρ δύο ἐπὶ προσώπων τάσσεται, οἷον δύο ἦσαν οἱ Διόσκουροι“, τὸ δὲ δεύτερος ἐπὶ τάξεως

### δ 621

Δυοῖν · ἐπὶ γενικῆς καὶ δοτικῆς

### δ 622

Δυρράχιον · παρὰ τὴν ῥαχίαν

### δ 623

Δυρράχιον · πόλις Ἠπείρου ἡ ὕστερον κληθεῖσα Ἐπίδαμνος, πάλιν δ’ ἔτι νῦν καλουμένη Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούσης ἄκρας γεωλόφου τὸ κῦμα προσπίπτον καὶ σχιζόμενον ῥαχίαν π οιεῖ μεγάλην· ὅθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον Δυρράχιον ὠνόμασαν τὸν τόπον

### δ 624

Δύσις · δύσεως· ἡ ἑσπέριος γῆ· παρὰ τὸ δύνειν τὸν ἥλιον ἐν αὐτῇ, ὅ ἐστι κρύπτεσθαι

### δ 625

Δύσις · τὴν ἑσπέραν σημαίνει· παρὰ τὸ δύο εἴρηται

### δ 626

Δύσις · παρὰ τὸν δύο εἴρηται ἀριθμόν, καὶ γὰρ τὸ φῶς περὶ αὐτὴν τῷ σκότει συνδυάζεται

### δ 627

Δυσκάθαρτος · ὁ ἀκάθαρτος. ἀντὶ τοῦ α γὰρ τὸ δύς μόριον

### δ 628

Δύσκολος · ὁ δυσάρεστος· παρὰ τὸ κολλῶ δύσ κολος, ὁ δυσχερῶς τινι ἑνούμενος, ἀπὸ τῆς συνδεούσησ καὶ ἑνούσης κόλλης. καὶ ἄλλως· δύσκολος οἱονεὶ δύσκολλός τις ὤν, ὁ δυσχερῶσ τινι κολλώμενος καὶ συναπτόμενος, ὥσπερ ἐκ τοῦ ἐναντίου κόλαξ, κόλλαξ τις ὢν καὶ συνάπτεσθαι σπουδάζων

### δ 629

Δυσμενής · ἐχθρός. καὶ δυσμένεια ἡ ἔχθρα

### δ 630

Δυσμή · παρὰ τὸ δέω δεσμός καὶ δύο δυσμή, ὅτε συνδεῖται τῷ φωτὶ τὸ σκότος καὶ συνάπτεται

### δ 631

Δύσμηνις · βαρύθυμος, ὀργίλος, μνησίκακος

### α 2254

ἀπειθοῦς διαφέρει· δυσ πει θὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς δέχεται τὸν πιστικὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι

### δ 632

Δυσσεβής · ὁ ἀσεβής

### δ 633

Δύστηνος · ὁ δυστυχής· παρὰ τὸ στένω καὶ τὸ δύς ἐπίρρημα καὶ ἐν ἐκτάσει δύστηνος καὶ ἀποβολῇ τοῦ ς · ὁ ἀεὶ κακῶς στένων. τὸ δ’ αὐτὸ καὶ ἄστηνος, τοῦ α ἐπίτασιν σημαίνοντος

### δ 634

Δυσφορώτατος · παρὰ τὸ δύς καὶ τὸ φορά, ὃ σημαίνει τὸ βάρος

### δ 635

Δυσχερές · τὸ δυσκόλως ὑπὸ τῶν χειρῶν ἐργαζόμενον, ὡς τὸ εὐκόλωσ εὐχειρές

### δ 636

Δυσωδία · ἐκ τοῦ ὄζω. δυσοδία δέ

### δ 637

Δυσωπῶ · παρὰ τὸ δύς ἐπίρρημα, ὃ σημαίνει τὸ πολύ, καὶ τὸ ὀπῶ, τὸ βλέπω· ὁ τὸ πρόσωπον βλέπων καὶ παρακαλῶν. γράφεται δὲ τὸ ω μέγα κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω · ὦπα γὰρ ὁ ὀφθαλμὸς διὰ τοῦ ω μεγάλου

### δ 638

Δύω Α · Ἀττικῶς, διὸ καὶ μέγα τὸ ω. εἴρηται δὲ παρὰ τὸ διϊέναι· μόνη γὰρ πρῶτον διΐσταται ἀπὸ τῆς μονάδος, ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον

### δ 639

Δύω · πολλὰ σημαίνει τὸ ῥῆμα. σημαίνει καὶ τὸ ἐνδύσασθαι ἱμάτιον, Ὅμηρος Ρ ὄφρ’ ἂν ἐγὼ δύω κλυτὰ τεύχεα Πηλεΐωνοσ“· ἀπὸ τοῦ δέω, τὸ δεσμῶ, ὡς χέω χύω, καὶ ἐν συνθέσει ἐνδύω ἔνδυσις· δοκεῖ γὰρ δεδέσθαι τῇ ἐσθῆτι

### δ 640

Δύω · σημαίνει τὸν ἀριθμὸν εἷς δύο καὶ τὸ ἐνδύσασθαι ἱμάτιον

### δ 641

Δύω · τὸ τοῦ ἀριθμοῦ ὄνομα παρὰ τὸ δῶ, τὸ δεσμῶ, ἵν’ ᾖ ὁ ἐκ συνδέσεως πρῶτος ἀριθμὸς πρὸς ἀντιδιαστολὴν τῆς μονάδος. τὸ Δύω σημαίνει γ· τὸ ἐνδύσασθαι ἱμάτιον, τὸ εἰσελθεῖν καὶ δύο ἀνθρώπους

### δ 642

Δῴη σοι · ἔστι δίδωμι, ἡ μετοχὴ δούς δόντος, τὸ εὐκτικὸν δοίην καὶ ἐπ’ αὐξήσει τοῦ ο εἰς ω μέγα δῴην, καὶ μένει τὸ ι προσγεγραμμένον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 643

Δώματι · ἡ εὐθεῖα δῶμα· παρὰ τὸ δομῶ δομήσω, δόμημα καὶ ἐκβολῇ τοῦ μ δόημα καὶ δῶμα, τοῦ μακροῦ εἰς μακρὸν τραπέντος

### δ 644

Δῶος · ὁ σπλήν

### δ 645

Δωρίς · Δωρίδος· ἡ Πελοπόννησος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### δ 646

Δῶρον · παρὰ τὸ δίδωμι δώσω δῶρον

### δ 647

Δῶρον · παρὰ τὸ δῶ, δῶόν τι ὄν, καὶ ἐν πλεονασμῷ τοῦ ρ δῶρον, τὸ διδόμενον

### δ 648

Δωρῶ · τὸ παρέχω. καὶ δῶρα τὰ διδόμενα

### δ 649

Δὼς ἀγαθή · ἀπὸ τοῦ δώσω. δόσ δότε· μετάδος ἐνδεεῖ ἄρτον“, μὴ δῶτε τὸ.“

### δ 650

Δωτίνη · ἡ δωρεά· Ὅμηρος ι δώῃ δωτίνην, ἥ τε ξείνων δόσις ἐστί“· παρὰ τὸν δώσω μέλλοντα δωσίνη, καὶ κατὰ τροπὴν τοῦ ς εἰς τὸ τ δωτίνη. Ἀλέξανδρος δὲ σύνθετον εἶναι τὴν λέξιν παρὰ τὸ τὴν δόσιν τίνειν, ἵν’ ᾖ ἡ ἀποτινομένη δόσις

### δ 651

Δώτωρ · δώτορος. καὶ δοτήρ δοτῆρος. Ε τὸ Ε θαυμάσαιμι ἂν τῆς ὀνομασίας· τήν τε γὰρ ἐπέκτασιν καὶ τὸ κυκλοτερὲς τοῦ αἰῶνος ἐν τῷ ἰδίῳ τύπῳ δηλοῖ· ἐπέκτασιν μὲν τὴν εἰς μέσον μακρὰν ἔχον, κυκλωτερὲς δὲ τὸ περὶ τὴν μακρὰν πέριξ, ὅτι τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ

### ε 845

Ἔα Α · ἐνεργητικοῦ παρατακτικοῦ καὶ προστακτικοῦ ἐνεστῶτος· ἀπὸ τοῦ ἐῶ δευτέρας συζυγίας τῶν περισπωμένων

### ε 846

Ἑά · τὰ ἀγαθά· τὰ εἰς ἄνεσιν καὶ διάχυσιν ἡμᾶς φέροντα

### ε 847

Ἑαδότα · παρὰ τὸ ἥδω, τὸ εὐφραίν ομαι, ὁ μέλλων ἥσ ω, ὁ παρακείμενος ἧκα, ὁ μέσοσ ἧδα καὶ διαλύσει ἕαδα καὶ ἡ μετοχὴ ἑαδό τα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 848

Ἐὰν μὴ προανατάξωμαι · ὑποτακτική· τὸ θέμα προανατάσσω

### ε 849

Ἑανόν Ε · νῦν πέπλον παρὰ τὸ ἕννυσθαι· ὅταν δὲ εἴπῃ Σ ἑανοῦ κασσιτέροιο“, τοῦ εὐχύτου καὶ ἁπαλοῦ λέγει

### ε 850

Ἔαρ · παρὰ τὸ ἔω, τὸ πέμπω· ἐν ᾧ οἱ καρποὶ πέμπονται. ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐὰ ὀρούειν

### ε 851

Ἔαρ · τὸ ε ψιλόν, καὶ πάντα τὰ τοιαῦτα· στέαρ φρέαρ κέαρ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 852

Ἑαυτῇ · παρὰ τὸ ἐμέ σέ ἕ καὶ τὸ αὐτῇ γίνεται ἑαυτῇ. δασύνεται, ἐπειδὴ ἀναλαμβάνει τοῦ προαρκτικοῦ φωνήεντος τὸ πν εῦμα

### α 2255

ἀλλήλους διαφέρει· τὸ μὲν γὰρ ἑαυτούς ἐπὶ τῶν καθ’ ἑαυτοὺς λεγομένων τάσσεται, οἷον Αἴας ὁ Τελαμώνιος καὶ Μενοικεὺς ὁ Κρέοντος ἑαυτοὺς ἀπέκτειναν“, τουτέστιν ἑκάτερος ἑαυτόν· τὸ δὲ ἀλλήλους ἐπὶ τῶν συμπεπλεγμένων, οἷον Ἐτεροκλῆς καὶ Πολυνείκης ἀλλήλους ἀπέκτειναν“, τουτέστιν ὁ ἕτερος τὸν ἕτερον

### ε 853

Ἑάων · ὁ Ἡρωδιανὸς ἑόσ ὁ ἀγαθὸς· θ θεοὶ δωτῆρες ἑάων.“

### ε 854

Ἔβαλον · ἀορίστου δευτέρου· ἐκ τοῦ βάλλω

### ε 855

Ἔβαν · ἀορίστου δευτέρου τῶν εἰς μι · ἀπὸ τοῦ βίβημι κατὰ συγκοπὴν καὶ συστολὴν κατὰ Δωρι εῖ ς καὶ Αἰολεῖσ

### ε 856

Ἔβαψεν μὲν ὁ βαφεύς

### ε 857

ἐβάψατο δὲ ὁ ἐκδ ύσ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 858

Ἐβλήθην · ἐκ τοῦ βάλλω βαλῶ, ὁ μ έλλων βλήσω, ὁ ἀόριστος παθητικὸς ἐβλήθην

### ε 859

Ἐγγαστρίμυθος · ἡ ἐκ τῆς γαστρὸς μαντευομένη

### ε 860

Ἔγγιον · τὸ ἐγγύς, διὰ τοῦ ι ἐκ τοῦ ἐγγίζω· ἔγγειον δέ, τὸ ἔχον γῆν, διφθόγγῳ, ὡς εὔγειον μεσόγειον· καὶ ἔγγυον καὶ ἐχέγγυον, τὸ ἀσφαλές, διὰ τοῦ υ

### ε 861

Ἔγγονα · διὰ τῶν δύο γγ σημαίνει τὰ τέκνα τῶν τέκνων· ὅτε δὲ διὰ τοῦ κ γράφεται ἔκγονα, τὰ ἴδια τέκνα

### ε 862

Ἔγγραπτον · παρὰ τὸ γράπτω ἔγγραπτον· τοῦτο παρὰ τὸ γράφω

### ε 863

Ἐγγυαλίξαι Α · τὸ εἰς τὸ κοῖλον τῆς χειρὸς δοῦναι· γυῖα γὰρ λέγονται αἱ χεῖρες καὶ οἱ πόδες

### ε 864

Ἐγγύη · εἴρηται τὸ εἰς ἑαυτὴν περιάγειν καὶ λαμβάνειν ἢ σῶμα ἢ πρᾶγμα τὸ ἀπιστούμενον

### ε 865

Ἔγγυος · ἀνάδοχος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 866

Ἐγγύς · ἐπίρρημα τοπικόν· γίνεται δὲ παρὰ τὸ γῆ καὶ τὴν ἔν πρόθεσιν, ἣ σημαίνει τὸν πλησίον· ὁ πλησιαίτερος γῆς

### ε 867

Ἐγγύς · τὸ ἐπίρρημα παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ γύη, ἣν γῆν καλοῦμεν, ἐγγύς· ὡς ἂν εἴποι τις, ἐν γῇ, ἧς οὐδὲν τῶν ἄλλων στοιχείων πλησιαίτερον ἀνθρώπῳ χερσαίῳ ὄντι

### ε 868

Ἔγγων · εἰσπνήλης

### ρ 119

ρον · οἷον ἔ γειρον τὸν λίθον“. ἔγειραι δὲ ἀντὶ τοῦ ἐγέρθητι

### ε 869

Ἔγκατα · ἀπὸ τοῦ ἐγκατέχειν τὴν τροφήν· λέγει δὲ τὸ ἧπαρ καὶ τὸν σπλῆνα καὶ τὰ περὶ τὸν πλεύμονα. ἔντερον δὲ οὐκ ἔγκατον· τὸ δὲ ἔντερον οἷον ἕτερον καὶ οὐχ ὅμοιον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 870

Ἔγκατα · παρὰ τὸ ἔνδοθεν κατέχειν τὴν τροφήν

### ε 871

Ἔγκατα · παρὰ τὸ ἔσω κεῖσθαι. μετοχή· τὸ θέμα ἵζω, ὃ σημαίνει τὸ καθέζομαι

### ε 872

Ἔγκεαρ · ἔμβρυον

### ε 873

Ἐγκέλαδοσ ·. ἢ ἀπὸ τοῦ κελαδῶ τοῦ σημαίνοντος τὸ μελῳδῶ

### ε 874

Ἐγκέφαλοσ ·. διαφέρει δὲ μυελοῦ. ζήτει

### ε 875

Ἐγκέφαλος · παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ καὶ τῷ κάρᾳ. ἢ ἔγκρανον, οἷον ἐγκράνιος, διὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ. Ὠρίωνος

### ε 876

Ἐγκέφαλος · παρὰ τὸ εἶναι αὐτὸν ἔσωθεν τῆς κεφαλῆς καὶ ἅμα τῇ κεφαλῇ

### ε 877

Ἐγκόμβωμα · ὁ δεσμὸς τῶν χειρίδων, ὁ λεγόμενος ὑπὸ Ἀθηναίων ὄχθοιβος, ὑπὸ δὲ ἄλλων κοσύμβη. εἴρηται δὲ παρὰ τὸν κόμβον· κόμβος γὰρ ὁ ὑψηλὸς τόπος, ἀφ’ οὗ καὶ τὸ κομπάζειν τινὲς λέγουσι

### ε 878

Ἐγκονεῖν · σπεύδειν· οἱ γὰρ σπεύδοντες κονιορτοῦνται τὰ γυμνὰ τοῦ σώματος

### ε 879

Ἐγκονεῖν · τὸ σπεύδειν· ἀπὸ τῶν κόνιν ἐγειρόντων ἐν τῷ σπεύδειν

### ε 880

ἐγκρόταφος · ὁ ἀντικέφαλος

### ε 881

Ἔγκτηνες · οἱ Βοιωτοὶ οὕτως ὠνομάζοντο, ὥσπερ καὶ Ὕαντες, διὰ τὸ κτηνώδεις εἶναι καὶ χοιρώδεις

### ε 882

Ἐγκύκλιον · τὸ ἁπανταχοῦ καθολικόν

### ε 883

Ἐγκυτί · παρὰ τὸ κύτος

### ε 884

Ἐγκώμιον · λόγος μεμπτικός, ἐνίοτε καὶ ἐπαινετικός

### ε 885

Ἐγκώμιον · τὸ ἐν κώμαις ᾀδόμενον· κῶμαι δὲ τὰ τοῦ δήμου συστήματα

### ε 886

Ἔγνωκα · ἐκ τοῦ γνῶμι, ὁ μέλλων γνώσω, ἔγνωκα

### ε 887

Ἐγόγγυσαν · ἐκ τοῦ γρύζω τὸ γογγύζω

### ε 888

Ἔγρετο · ἔγρω καὶ τὸ παθητικὸν ἔγρομαι καὶ ὁ παρατατικὸς ἐγρόμην ἔγρου Β ἔγρετο δ’ ἐξ ὕπνου, θείη δέ μιν“

### ε 889

Ἐγχέασα εἰς κέρας · πρὸ γὰρ τοῦ εὑρεθῆναι αὐτὴν τὴν τῶν ποτηρίων χρῆσιν εἰς κέρας ἔπινον οἱ παλαιοί

### ε 890

Ἔγχει · καὶ Ὅμηρος Δ ἔγχει ὀρεξάσθω“, τῷ δόρατι πληγείτ ω

### ε 891

Ἐγχειρίδιον · σημαίνει καὶ βιβλίον μικρὸν καὶ ξίφος· παρὰ γὰρ τὴν χειρί δοτικήν, ἢ παρὰ τὴν ἔγχει καὶ τὸ ἴδιον, οἱονεὶ τὸ ἴδιον τοῦ ἔγχους, κατὰ πλεονασμὸν τοῦ ρ. ἰστέον δὲ ὅτι αἱ ἀπὸ δοτικῶν τῶν εἰς ος οὐδετέρων συντιθέμεναι λέξεις κατὰ μέρος τοῦτον τὸν τρόπον γίνονται· ἐὰν ἐπιφέρηται φωνῆεν ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει οἷον ὀρείαυλος, ὁ ἐν τ οῖς ὄρεσι διατρίβων, ὀρειγε νής, ὁ ἐν τῷ ὄρει γεννηθείς, Ὠρεί θυια κατ’ ἐπέκτασιν τοῦ ο εἰ ς ω · σεσημείωται τὸ ὀρ ίγανον· ἐὰν δὲ σύμφωνα δύο, ι ὀριβρεμέτησ

### ε 892

Ἐγχειρίδιον · ἢ παρὰ τὸ ἐν χειρὶ εἶναι, τὸ διὰ χειρὸς ἐχόμενον, πρὸς ἀντιδιαστολὴν τῶν ἐκπεμπομένων βελῶν

### υ 135

υς · ὄνομα ἰχθύος· παρὰ τὴν ἰλ ύν· ἐν ταύ τῃ γὰρ λέγουσι τὸν ἰχθῦν ἔχεσθαι καὶ κρ ατεῖσθαι τοῦτον. Ἀρι στοφάνης Ἱππεῦσιν ὅ περ γὰρ οἱ τὰς ἐγχέλεις θηρ ώμενοι πεπόνθασιν· ἂν μὲν ἡ λίμνη καταστῇ, λαμ βάνουσιν οὐδέν· ἐὰν δὲ ἄνω τε καὶ κάτω τὸν βόρβορον κινῶσιν, αἴρουσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃσ.“

### ε 893

Ἐγχεσιμώρων Β · περὶ τὰ ἔγχη μεμορηκότ ων, πολεμικ ῶν

### ε 894

Ἐγχέσπαλος · πολεμικός, γενναῖος· παρὰ τὸ πάλλειν καὶ σείειν τὸ δόρυ

### ε 895

Ἐγώ · ἀντωνυμία πρωτότυπος πρώτου προσώπου τῶν ἑνικῶν πτώσεως εὐθείας

### ε 896

Ἑδανῷ Ξ · ἡδεῖ, ὅ ἐστιν εὐώδει, εὐόσμῳ. δασύνεται τὸ ἑδανός. παρὰ τὸ ἥδω ἡδανός ἦν καὶ κατὰ μεταβολὴν ἑδανός· τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖ αν θέλουσιν ἔχειν τ ὴν ἄρχουσαν, οἷον τραγανός πἀγανός πιθανός

### ε 897

Ἔδαφος · ἡ καλὴ γῆ· ἢ παρὰ τὸ ἔδω, τὸ ἐσθ ίω ἡ ἐσθιομένη καὶ θρυπτομένη· ἢ παρὰ τὸ ἡ δύ· πάντα γὰρ τὰ ἐξ αὐτῆς ἥ διστα

### ε 898

Ἔδει · εἰς τὸ Δεῖπνος καὶ Χρή

### ε 899

Ἐδειλίασαν · παρὰ τὸ δειλιῶ· τοῦτο παρὰ τὸ δειλός

### ε 900

Ἔδεται · παρὰ τὸ ἔ δω τὸ ἐσθίω, ἔδομαι ἔδῃ ἔ δεται

### ε 901

Ἐδητύς · ἐδητύος· καὶ ἐδετύς ἐδετύος· ἡ εὐωχί α

### ε 902

Ἕδνα · οἱονεὶ ἕδρα, τὰ εἰς τὴν ἕδραν τῆς νύμφης διδόμενα ὑπὸ τοῦ μνηστῆροσ

### ε 903

Ἕδνον · ἤ τοι παρὰ τὸ ἥδω ἥδ ανόν ἐστι καὶ ἀποβολῇ τοῦ α ἧ δνον καὶ ἕδνον· ἥδον ται γὰρ τούτοις αἱ γ αμούμεναι · ἢ παρὰ τὸ ἕ ζω ἕδω καὶ ἕδομαι ἕδονον καὶ ἕδνον, παρὰ τὸ αἴτιον εἶναι τοῦ παρέζεσθαι καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ

### ε 904

Ἐδοκίμασαν · ἐκ τοῦ δοκιμάζω· τοῦτο παρὰ τὸ δόκιμος· τοῦτο παρὰ τὸ δοκῶ δοκήσω δόκιμοσ, ὡς φρονῶ φρονήσω φρόνιμος. τὸ κι ι. διὰ τί; τὰ διὰ τοῦ ιμος διὰ τοῦ ι γράφεται

### ε 905

Ἕδος · τὸ ἔδαφος

### ε 906

Ἕδρα · εἴρηται παρὰ τὸ ἕζω· ἡ καθέδρα. σημαίνει δὲ δύο· τὴν ξύλινον καθέδραν· εἴτε τις τύχοι, καὶ τὸν ἀφεδρῶνα τοῦ ἀνθρώπου. ζήτει καὶ εἰς τὸ Ἀφεδρών

### η 291

ή · ἔδω, ἔδη, διπλασιασμῷ ἐδηδή καὶ ἐδωδή κατὰ τροπὴν τοῦ η εἰς ω

### ε 907

εἱστιακότες ἤσθιον · τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων κατὰ πρόσληψιν συλλαβῆς γινόμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον ζῶ ζωή, φῶ φωνή, ἔδω ἐδωδή. ἐκ τοῦ ἔδω, τὸ ἐσθίω, ὁ μέλλων ἐδήσω, ἔδηκα καὶ τὸ Ἀττικὸν ἐδήδοκα

### ε 908

Ἐδώδιμον · ἐκ τοῦ ἔδω ἐδωδή καὶ ἐδώδιμον

### ε 909

Ἑδώλια · ἐπὶ τῶν ναυτικῶν καθεδρῶν· παρὰ γὰρ τὸ ἕζω. κυρίως τὰ τῆς νηὸς ζυγά. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 910

Ἐδώμ · ἔστιν ὄνομα, καὶ σημαίνει τὴν θερμασίαν

### ε 911

Ἐέλδωρ · ἐκ τοῦ θέλω δέλω, ἐδέλω, καθ’ ὑπερβιβασμὸν ἐέλδωρ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 912

Ἐζήλωσα · ἐκ τοῦ ζηλῶ· τοῦτο ἐκ τοῦ ζῆλος· τοῦτο παρὰ τὸ ζέειν ὅλω ς

### ε 913

ἐκ τοῦ ζηλ ῶ · τοῦτο παρὰ τὸ ζῆ λ οσ. Διαφέρει Φ θόνοσ καὶ Ζῆλος. ζήτει εἰς τὸ ζ στ οιχεῖον

### ω 120

Ω γ · ἤρεσκ εν · παρὰ τὸ ἁνδάν ω ὁ παρατατικὸς ἥνδανον καὶ τὸ τρίτον πρόσωπον ἥν δ ανε καὶ πλεονασμῷ τοῦ ε ἑήνδανεν

### ε 914

Ἐθάς · φίλος, συνήθης· ἐκ τοῦ ἔθος ἐθάς

### ε 915

Ἔθειρα · ἐκ τοῦ ἔθω· ἡ θρίξ, ἡ ἐπιμελουμένη. ἢ ἀπὸ τοῦ ἐξ ἔθους εἴρεσθαι τουτέστι πλέ κεσθαι

### ε 916

Ἐθείρῃσιν · θριξίν

### μ 387

μοί · ἐθελουσίως ἔζ ων καὶ κατὰ βούλησιν ἀπέλαυ ον τ ῶν γινο μένων. ἐθ ελη μοὶ ἥσυχοι“, ἡσύχως καὶ ἑκουσίᾳ γνώμῃ

### ε 917

Ἐθελουσίως · ἑκου σίωσ · παρὰ τὸ θέ λω

### ε 918

Ἔθνος · ἀπὸ τοῦ ἔθους καὶ τῆς συνηθείας

### ε 919

Ἔθος · παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἐξ οὗ καὶ ἔθνος· ἑκάστῳ γὰρ ἔθνει ἴδιον ἔθος ἕπεται

### ε 920

Εἶ · μετὰ δευτέρου προσώπου δίφθογγον, ὡς τὸ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ“· μετὰ δὲ τρίτου προσώπου η ὡς τὸ ὁποῖα δὲ ᾖ τὰ τῶν ἀνθρώπων πράγματα, ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν“. εἰ δέ καὶ εἰ μέν οἱ σύνδεσμοι. ἰδέ

### ε 921

Εἴ · ὁ συναπτικὸς σύνδεσμος διὰ τῆς ει · αἴ γὰρ λέγουσιν οἱ Δωριεῖς καὶ ἔθος ἔχουσι τὸ ε εἰς α τρέπειν· τρέχω τράχω, Ἄρτεμις Ἄρταμις· οὕτως εἴ αἴ

### ο 420

ὁ ἔνυλος καὶ βοτανώδης τόπος· εἴρηται δὲ εἱαμ ενή, οἱονεὶ ῥειαμενή τις οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρ εσιν τοῦ ρ. ἢ γέγονεν ἀπὸ τοῦ ἥμενοσ ἡμενή, ὁ ὁμαλὸς τόποσ, ὡσ δ εξάμενοσ δεξαμενή, ἀκεσσάμενος Ἀκε σσ αμεναί· εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἑαμενή, ὡς ἥλ ω ἑάλω, ἤ νασσ εν ἐ ά νασσεν, καὶ πλείστοις ἐά νασσ ε λαοῖσ“ Ἀλκαῖος καὶ κατὰ πλεονασμὸν τοῦ ι εἱ αμε νή. ἢ παρὰ τὴν ἕσιν τ ῶν βοταν ῶν αὐτομά τως, ἢ ἐξ οὗ ἵενται αἱ νομαί. Γεωργίου

### η 292

ή · ὁ κά θυ γρ ος τ ό πος· παρὰ γὰρ τὸ ῥεῖν ῥεια μ έν η καὶ κατὰ ἀποβολὴν εἱαμενή. ἢ παρὰ τὴν ἕσιν, τὴν ἀν άδοσιν, ἑσαμενή καὶ πλεονασμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ ς εἱαμενή

### ε 922

Εἶαρ · ἐκ τοῦ ἔαρ

### ε 923

Εἶαρ · τὸ αἷμα· παρὰ τὸ ῥόδον, ὅτι φοινικοῦν· καὶ Πίνδαρος φοινικέασ τὰς Ὥρας ἐκάλεσε· πολὺ γὰρ τὸ ῥόδον τ ῷ ἔαρ ι, καὶ τὸ πολὺ δὲ ῥόδον ἔαρ καλοῦμεν

### ε 924

Εἴασκεν ·. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ τοιαῦτα ἀποβά λλουσι τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε τύ πτεσκε, ἦγον ἦγες ἦγε ἄγεσκε

### β 409

βει · διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ λείβω κατὰ πλ εονασμὸν τοῦ λ καὶ ἀποβολῇ τοῦ λ εἴβω καὶ τὸ τρίτον εἴβει. διὰ τί δὲ τὸ λείβω διὰ τῆς ει διφθόγγου γράφεται ἐν τῷ λ στοιχείῳ μαθησόμεθα

### ε 925

Εἴγε · τὸ εἴ ἄρθρον συντακτικὸν καὶ τὸ γέ σύνδεσμος παρασυναπτικός

### ε 926

Εἰ δ’ ἄγε νῦν Π · φέρε νῦν ἄρτι

### ε 927

Εἰδείην · εὐκτικόν

### ε 928

Εἰδεχθής · ἐκ τοῦ εἶδος καὶ τοῦ ἔχθος, ὃ σημαίνει τὸ μῖσος. Γεωργίου

### ε 929

Εἶδος· διὰ τῆς

### ε 930

ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ οἶδα. καὶ λοιπὸν ἐκ τοῦ εἴδω εἶδος. τινὲς δὲ λέγουσι διὰ τοῦ ι ὡς ἀπὸ τοῦ ἰδεῖν ἀπαρεμφάτου· οὐ καλῶς δὲ λέγουσιν. ἰστέον δὲ ὅτι τὸ εἶδος σημαίνει τὴν μορφήν

### ε 931

Εἶδος · τὸ ἀπὸ τοῦ γένους διαιρεθέν

### ε 932

Εἶδος · τὸ εἰδοποιοῦν τὴν ὕ λην· τὸ ει δίφθογγον. λέγει δὲ Ὦρος

### ε 933

Εἴδυια · κύριον. εἰδ υῖα ἡ μετοχή

### ε 934

Εἰδυλίς · ἐπιστήμων, εἰδυῖα· Καλλίμαχος ὤκουσον ὀφθαλμο ὶ γὰρ ἀ π ευ θέ εσ ὅσσ ον ἀ κου ὴ εἰδ υλίσ “. παρὰ τὸ εἴδω, τὸ γινώσκω· εἴδ ω ε ἴδ υ λ ο ς εἰδύ λη εἶτα παρωνύμως εἰ δ υλ ίσ

### ε 935

Εἴδω · τὸ βλέπω· εἴδω τὸ γινώσκω· εἴδω τὸ ὁμοιῶ, Γ εἰδομένη γαλόῳ“· εἴδω τὸ φ αίνω καὶ δοκῶ, Α τὸ δέ τοι κὴρ εἴδεται εἶναι“· εἴδω τὸ ὁρμῶ καὶ πηδῶ, Μ εἴσατο γὰρ νηῶν“, θ εἴσατο Λῆμνον“· εἵδω τὸ σκοτίζω, ἐκ τοῦ ἕδος. ἔστι καὶ εἰδῶ ῥῆμα περισπώμενον, οὗ ὁ μέλλων εἰδήσω καὶ ἐν παραγωγῇ εἰδήμων. εἴδω τὸ βαρύτονον, ἐξ οὗ καὶ εἴσω καὶ ἴδμων· ἔστι δὲ ὁ ἔμπειρος

### ε 936

Εἴδωλα · αἱ ε ἰς τὸ ἰδεῖν μόνον εἰκ όνεσ οὐ μέντοι καὶ εἰς ἄλ λην αἴ σθησιν

### ε 937

Εἰδωλολατρεία · παρὰ τὸ εἴδωλον καὶ τὸ λατρεία. εἴδωλον δὲ παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, καὶ τὸ ὅλον· ὅλον μὲν ὁμοιούμενον ἀνθρώπῳ χωρὶς τῆς ψυχῆς

### λ 284

λ · εἰ μὲν ἀπὸ τοῦ εἰ δεῖν διὰ μόνου τοῦ ι γραπτέον, εἰ δὲ ἀπὸ τοῦ εἶδος, προσλήψ εται τὸ ε

### ο 421

ὁμοίωμα διαφέρει· τὸ μὲν γὰρ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δὲ ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα· ἐπειδὴ Ἕλλ ηνες ἀνα πλάττουσι τὰς οὐχ ὑφεστώσας μορφάς, Σφίγγας Τρίτωνας καὶ Κενταύρους, εἴδωλα λέγοντες τὰ τῶν οὐχ ὑφε στώτων μιμήματα, ὁμοι ώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου σελήνης ἄστρων ἀνθρώπων θη ρίων ἑρπετῶν, ὡσαύτως καὶ ζωδίων

### ε 938

Εἴδωλον ·. τί διαφέρει εἴδωλον καὶ δείκηλον; διαφέρει οὐ κατὰ τὴν σημασίαν ἀλλὰ κατὰ τὴν φωνήν. γίνεται δὲ. καὶ τὸ δείκηλον ὁμοίως παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκηλον καὶ δεί κ ηλ ον τὸ ἄ γαλμα. Γεωργίου

### ε 939

Εἴθε · παρὰ τ ὸ εἴ, ὅπερ ὡς εἴ ρηται, διὰ τῆς ει διφθόγγου, πλεονασμῷ τῆσ θε συ λλαβῆς. ἰστέον δὲ ὅτι τὸ εἴθε πολιτικώτερον τοῦ αἴθε Δωρικῶσ

### ε 940

Εἰκάδιος · ὄνομα κύριον· ἔστιν δὲ παρὰ τὸ εἰκάς. εἰκὰς δὲ διὰ τῆς ει διφθόγγου γράφεται παρὰ τὸ εἴκοσιν. Εἰκάδιος δὲ ἐκλήθη, ἐπειδὴ ἐν τῇ εἰκάδι τοῦ μηνὸς ἐγεννήθη

### ε 941

Εἰκαῖος · μ ω ρός

### ε 942

Εἴκελος · διὰ τῆσ ει · ὥσπερ ἀπὸ τοῦ ἄγ ω ἄγελος καὶ ἄγγελος, οὕτωσ καὶ ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, εἴκελος. ἐν μὲν τῇ ἁπλότητι διὰ τῆς ει γράφεται οἷον Ξ εἴκελος ἀστεροπῇ“, διὰ τοῦ ι δὲ οἷον Δ ἡ δ’ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσαθ’ ὅμιλον“· ἐν δὲ τῇ συνθέσει μόνον διὰ τῆς ει οἷον θεοείκελος πανείκελος ἀνδρείκελος

### ε 943

Εἰκός · εἰκό το ς· σημαίνει ἡ λέξις τὸ εὔλογον, τὸ ἀκ όλου θον, τὸ δίκ αιον, τὸ π ρ έπ ον, τὸ ἀρ κοῦ ν, τὸ ἀληθέσ

### ε 944

Εἰκός · τὸ ἀκόλουθον καὶ πρέπον· εἰκὸς τὸ ἐνί οτε καὶ συμβαῖνον ἢ τὸ μὴ πάντως ὄν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 945

Εἰκοστός · παρὰ τὸ εἴκειν ταῖς δύο δεκάσιν. ὀξύνεται. διὰ τί; ζήτει

### ε 946

Εἰκότως · τὸ ἀληθῶς, τὸ πρ επόντωσ. Εὐλογίου τὸ Ἐΐκτην ἀπὸ τοῦ εἴκω, ὅ ἐστιν ὁμοιῶ, ὁ παρατατικὸς εἶκον, ὁ παρακείμενος εἶκα, ὁ ὑπερσυντέλικος εἴκειν εἴκεις εἴκει, δυϊκῶς εἴκετον εἰκέτην καὶ ἀναλύσει τῆς ει διφθόγγου καὶ συγκοπῇ τοῦ ε ἐΐκτην

### ε 947

Εἰκών ·. τὰ δὲ ἔχοντα τὸ ο ἀ ν τιπαρακεί μενον ἔχουσι τὸ ε ἐγκ είμενον, οἷον λείβ ω λοιβ ή, ἀ γείρω ἀγο ρά, εἴ κω οἶκος· οὕτως καὶ εἴ κω ἔοι κα

### ε 948

Εἰκών · παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ζήτει

### ε 949

Εἰκώσ ·. εἰκώς δὲ καὶ εἰκός τὸ ὁμοίωμα καὶ ἐοικώς καὶ ἐοικός

### ε 950

Εἰλαπίνη · εἰλαδὸν θοίνη. ζήτει

### ε 951

Εἰλαπίνη · ἡ εὐωχία· ἀπὸ τοῦ δαψιλῶς δαπανᾶν. λάπτειν γὰρ τὸ ἐκκενοῦν, ἀφ’ οὗ καὶ λαγόνες· ἐκκεκενωμέναι γάρ εἰσιν· ὡς πλευραὶ ἀπὸ τοῦ πληροῦσθαι. Γεωργίου

### ε 952

Εἰλαπίνη · σημαίνει δὲ τὴν εὐωχίαν. διὰ τῆς ει · ἐλλαπίνη γὰρ οἱ Αἰολεῖς

### ε 953

Εἰλαπίνη · ἡ μεγάλη εὐωχία, ἐν ᾗ κατὰ εἴλας καὶ συστροφὰς εὐωχοῦνται. Γεωργίου Εἶλαρ · ἐκ τοῦ εἰλῶ· σημαίνει δὲ τὸ κατακλείω· τοῦτο παρὰ τὸ ἕλος πλεονασμῷ τοῦ ι

### ι 325

ἶλαρ · τὸ ὀχύρωμα καὶ τὸ ἕρκος· ἐκ τοῦ εἱλεῖν

### ε 954

Εἰλείθυια · ἀπὸ τοῦ κατὰ τὴν εἴλησιν τῆς πορείας θύειν, ὅ ἐστι μεθ’ ὁρμῆς θύνειν. οἱ δὲ ἡ εἰς ἔλευσιν ἄγουσα τὰ βρέφη

### ε 955

Εἰλείθυια · ὄνομα θεᾶς τῶν τικτουσῶν γυναικῶν ἔφορος. ἔστι καὶ ἑορτή

### ε 956

Εἰλειθυίας Τ · τὰς ὠ δίνας μετωνυμικῶς, ὡς Ἄρην τὸν σίδηρον. Γεωργίου

### ε 957

Εἰλεόν · σημαίνει τὴν μαγειρικὴν τράπεζαν· παρὰ γὰρ τὸ ἔλαιος γέγονεν ἐλεός καὶ πλεονασμῷ τοῦ ι εἰλεόσ

### ε 958

εἰληφώς · παρὰ τὸ λαβεῖν

### ε 959

Εἰλιγγιῶ ·. ὁ μὲν ἴλιγγος τὸ ὄνομα διὰ τοῦ ι τὸ δὲ ῥῆμα δίφθογγον

### π 704

παρὰ τὸ κρίνω καὶ τὸ ἕλη. καὶ ὤ φειλεν τρέψαι τὸ η εἰς ο ἢ φυλάξαι αὐτό· τὰ γὰρ εἰς η θηλυκὰ τρέπουσι τὸ η εἰς ο · τιμή Τιμόθεος, νύμφη νυμφοστόλος· ἢ φυλάξαι, οἷον γῆ γ ηπόνος, βουλή βουληφόρος, βοή βοη θός. ἔστιν οὖν εἰπεῖν ὅτι εἰλοκρινής καὶ τροπῇ τοῦ ο εἰς ι εἰλικρινήσ. Ὁμήρου

### ε 960

Εἰλιπόδεσσι · εἰλίποδας τὰς βοῦς, ὅτι ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν

### ε 961

Εἰλίπους. διὰ τῆς ει ἡ ἄρχουσα· παρὰ γὰρ τὸ εἰλῶ εἰλήσω ἢ παρὰ τὸ εἰλίσσω. ἡ δὲ δευτέρα συλλαβὴ διὰ τοῦ ι · τὰ εἰς ω λήγοντα τρισύλλαβα. Γεωργίου

### ε 962

Εἰλίπους · παρὰ τὸ εἰλῶ εἰλήσω. Γεωργίου

### ε 963

Εἶλκον · διὰ τῆς ει · ἕλκω γὰρ ὁ ἐνεστώσ. Γεωργίου

### ε 964

Εἴλυμα · τὸ σκέπασμα· διὰ τῆς ει · παρὰ τὸ εἰλῶ εἰλύω εἰλύσω καὶ ἐξ αὐτοῦ εἴλυμα

### ε 965

Εἰλυφάζω · τὴν φλόγα συστρέφω καὶ τὸ σείω τοὺς ὀφθαλμοὺς καὶ τινάσσω. Γεωργίου

### ε 966

Εἰλῶ · διὰ τῆς ει · ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἑλίσσω καὶ ἐν τῷ ἐλλεδανός, ὃ σημαίνει τὸν δεσμόν

### σ 444

στρεφ ό μ ενοσ

### ε 967

Εἴλως · εἵλωτος· ὁ μισθωτός, ὁ δοῦλος· παρὰ τὸ ἕλω, τὸ λαμβάνω ἕλως καὶ εἵλως. ἰστέον δὲ ὅτι παρὰ Λακεδαιμονίοις εἵλωτες λέγονται οἱ ἐπὶ μισθῷ δουλεύοντες ἐλεύθεροι, οἱ αὐτοὶ δὲ παρὰ Ἀθηναίοις θῆτες λέγονται, παρὰ Ἀργείοις γυμνῆτες, παρὰ Θεσσαλοῖς πενέσται, παρὰ Κρησὶ πελάται, παρὰ Σικυωνίοις κορυνηφόροι, παρὰ δὲ Συρακουσίοις καλλικύριοι

### ε 968

Εἵλως · εἵλωτος· πῶς μακρᾷ παραληγόμενον διὰ τοῦ τος κλίνεται; ἕλως γὰρ ἕλωτος ἦν καὶ ὡς βραχείᾳ παραληγόμενον διὰ τοῦ τος ἐκλίθη. εἵλωτες δέ εἰσιν οἱ κατοικοῦντες τὴν Μεσσηνιακήν

### ε 969

Εἵλωσ ·. εἵλωτες δὲ καὶ οἱ δοῦλοι παρὰ Ἀθηναίοις· ἀπὸ τοῦ ἕλως ἕλωτος πλεονασμῷ τοῦ ι

### ε 970

Εἱλωτεύειν · δουλεύειν. Γεωργίου

### ε 971

Εἷμα · ἔμμα γάρ φασιν οἱ Αἰολεῖς

### ε 972

Εἷμα · παρὰ τὸ ἕω ῥῆμα, τὸ ἐνδύομαι, οὗ ὁ μέλλων ἕσω καὶ ἐσής καὶ πλεονασμῷ τοῦ θ ἐσθής, τὸ ἱμάτιον

### ε 973

Εἵμαρται · μείρω, μερῶ, μέμαρκα, μέμαρται καὶ ἀποβολῇ τοῦ μ καὶ ἐν πλεονασμῷ τοῦ ι εἵμαρται. Γεωργίου

### ε 974

Εἱμένοι · διὰ τῆς ει · σημαίνει δὲ τὸ ἐνδεδυμένος· ἐκ γὰρ τοῦ ἔμμενοι γέγονε καὶ ἀμφιέμμενοί φασιν οἱ Αἰολεῖσ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ὁμήρου

### ε 975

Εἶμι Α · χρόνου ἐνεστῶτος τῶν εἰς μι καὶ σημαίνει τὸ πορεύομαι· τούτου τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἴμεν καὶ τὸ προστακτικὸν ἴθι, τὸ πορεύου. καὶ τὰ λοιπὰ δῆλα

### ε 976

Εἰμί · μέρος λόγου ῥηματικὸν καταλήξεως τῶν εἰς μι ἐγκλίσεως ὁριστικῆς, διαθέσεως ἐνεργητικῆς, εἴδους παραγώγου, σχήματος ἁπλοῦ, ἀριθμοῦ ἑνικοῦ, πρώτου προσώπου τῶν ἑνικῶν, χρόνου ἐνεστῶτος, συζυγίας πρώτης τῶν εἰς μι

### ε 977

Εἰμί · τὸ ὑπάρχω τὸ δεύτερον εἶ, τὸ τρίτον ἐστί· τὸ ὑποτακτικὸν ὦ ᾖς ᾖ ὦμεν ἦτε ὦσιν, ὁ παρατατικὸσ ἤμην ἦσθα, ἦν ὁ δεύτερος ἀόριστος

### ε 978

Εἶν · τὸ μέγα μέτρον ἐστὶν οἴνου ξεστῶν ιη· τὸ δὲ ἅγιον οἴνου ξεστῶν θ

### ε 979

Εἶναι ·. ἰστέον δὲ ὅτι ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου εἰώθασιν οἱ Δωριεῖς ἐπεντιθέναι τὴν με συλλαβήν, καὶ ἂν μὲν ὦσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλουσιν, οἷον δοῦναι δόμεναι, θεῖναι θέ μεναι, βῆναι βήμε ναι

### ε 980

Εἰνάτηρ · παρὰ τὸ εὐνή εὐνάτηρ καὶ εἰνάτηρ, ἡ σύννυμφος, καὶ Αἰολικῶς τροπῇ τῆς ει εἰς η ἠνάτηρ, ὡς χείρ χήρ. ἄμεινον δὲ παρὰ τὸν ἕνα ἀριθμὸν ἑνάτηρ καὶ εἰνάτηρ, ἡ ἡνωμένη διὰ τῆς ἐπιγ αμ ίας καὶ εἰς συ γγένειαν ἀχθεῖσα. Γεωργίου

### ε 981

Εἰνάτηρ· παρὰ τὸ εὐνή εὐνάτηρ καὶ εἰνάτηρ τροπῇ τοῦ υ εἰς ι

### ε 982

Εἵνεκα τοῦ οὕνεκα διαφέρει· τὸ μὲν οὕνεκα σημαίνει τὸ διότι Γ οὕνεκα καλ ὸν εἶδοσ“, τὸ δὲ εἵνεκα τὸ χάριν σημαίνει

### ε 983

Εἴπατε · καὶ εἰπέ καὶ εἶπον καὶ εἴπῃς. εἶπον τὸ προστακτικόν, ὡς τὸ εἶπον τῇ ψυχῇ μου· σωτηρία σού εἰμι ἐγώ“· τὸ γὰρ ἐγὼ εἶπα διὰ τοῦ α. ἡ δὲ μετοχὴ ὁ εἰπών, οἷον ὁ θεὸς ὁ εἰπών“. τί εἴπομεν;“ τὸ πο μικρόν· τὸ δὲ συμβουλευτικὸν μέγα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 984

Εἰπάτω · τὸ θέμα ἔπω, τὸ λέγω, ὁ ἀόριστος εἶπα, τὸ δεύτερον εἶπες, τὸ τρίτον εἶπε, καὶ τὸ προστακτικὸν εἶπον ὡς τύψον, καὶ τὸ τρίτον εἰπάτω. καὶ ὤφειλεν εἶναι εἰπέτω· ἀλλ’ ἐπεὶ πανταχοῦ ὁ ἀόριστος φιλεῖ διχρόνῳ παραλήγεσθαι

### ε 985

Εἶπεν · ἐπὶ δύο· ἐπιλεχθῆναι ἐπὶ πλειόνων

### ε 986

Εἴπερ · ἐάνπερ

### ε 987

Εἰραφιώτης · ἐπιθετικῶς ὁ Διόνυσος, ὡς ἐν τῷ μηρῷ τοῦ Διὸς ῥαφείς. γέγονε δὲ παρὰ τὸ ἐρέφω· ἐστεφάνωτο γὰρ κισσῷ· ἢ ἀπὸ τοῦ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὴν Ἐρέφαν τροφὸν αὐτοῦ γενομένην· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι

### ε 988

Εἴργω ·. ἢ ἐπειδὴ ἀντιπαράκειται τῇ ὀργῇ· ἡ γὰρ ὀργὴ εἴργει τινὰ τοῦ καλῶς βουλεύεσθαι

### ε 989

Εἴρερος · ἡ δουλεία· ἡ εἴργ ουσα ἢ ἡ ἔρια ποιοῦσα ἐργ άζ εσθαι

### ε 990

Εἴρερος · ἡ δουλεία· παρὰ τὴν ἔραν, τὴν γῆν· ἡ περὶ τὴν γῆν δουλεία. ἢ παρὰ τὸ ἔριον ἔρος καὶ ἐν διπλασιασμῷ καὶ πλεονασμῷ τοῦ ι ἔρερος καὶ εἴρερος. ἢ παρὰ τὸ τείρω τείρερος καὶ ἀποβολῇ τοῦ τ εἴρερος. ἢ παρὰ τὸ εἴρω τὸ λέγω, εἴρερος διπλασιασμῷ καὶ κατὰ ἀντίφρασιν ὁ παραιρούμενος τὸ λέγειν μετὰ παρρησίας· δεδειπλασίασται δὲ ὡς τρόμος τέτρομος, κραγμός κεκραγ μ ός. ἢ παρὰ τὸ εἴργειν καὶ τὸ εἴρειν εἴργερος, ὁ εἴργων τὸ εἴρειν· δούλων γὰρ οὐκ ἔστι τὸ παρρησιάζεσθαι. ἢ παρὰ τὸ ἔρρειν ἔρρερος καὶ εἴρερος

### ε 991

Εἴρερος θ · ἡ δουλεία· παρὰ τὸ ἔρρειν καὶ φθείρεσθαι ἐν αὐτῇ καὶ πλεονασμῷ τοῦ ι καὶ τοῦ ε · ἔρρω καὶ ἔρρος καὶ ἔρερος καὶ εἴρερος. καὶ Ὅμηρος θ εἴρερον εἰσανάγουσα“

### ε 992

Εἴρερος · ἡ δουλεία· παρὰ τὸ τείρειν· ἢ ὅτι τοῦ ἔρειν, τὸ λέ γειν, ἢ εἴργειν, ὅ ἐστι κωλύει. ἢ καὶ ἐπὶ μὲν ἀρρένων παρὰ τὸ ἔραν ἐργάζεσθαι ἐπὶ δὲ θηλειῶν διὰ τὰ ἔρια

### ε 993

Εἰρεσία · ἐκ τοῦ ἐρέσσω

### ε 994

Εἰρεσιώνη · δάφνη· ἀπὸ τοῦ αἴρεσθαι. ἢ. Γεωργίου

### ε 995

Εἰρεσιώνη · πλέγμα ἀπὸ ἐρίων συναναπεπλεγμένον κλάδῳ ἐλαίας, ἅπερ ἐτίθεσαν τῷ Ἀπ όλ λωνι· γίνεται δὲ παρὰ τὸ ἔριον πλεονασμῷ τοῦ ι ἢ ἐκ τοῦ ἐρέφεσθαι, τὸ σκέπεσθαι

### ε 996

Εἴρετο · ἔστι παρατατικὸς παθητικὸς τρίτου προσώπου τῶν ἑνικῶν, οὗ τὸ θέμα εἴρω, τὸ σημαῖνον τὸ λέγω· ἐντεῦθεν γέγονε καὶ Εἴρων, τὸ κύριον ὄνομα, καὶ μει ράκιον, τὸ ἐπι τήδειον τοῦ λαλ εῖν τρανῶσ

### ε 997

Εἴρην · ὄνομα ἡλικίας παρὰ τὸ εἴρειν, τὸ λέγειν· ὁ ἤδη λέγων καὶ δημη γορῶν. καὶ γὰρ τὰς ἐκκλησίας Ὅμηρος εἴρας προσηγόρευσε Σ εἰράων προπάροιθε καθήμενοι“, ἵν’ ᾖ εἴρην ὁ αὐτὸς τῷ μειρακίῳ

### ε 998

Εἰρήνη · παρὰ τὸ εἴρω, τὸ λέγω· ἡ πανταχοῦ λαλουμένη. ἢ παρὰ τὸ εἴρω, τὸ συμπλέκω

### ε 999

Εἰρήνη · παρὰ τὸ ἠρεμεῖν τὸν νοῦν

### ε 1000

Εἰρηνόδοτος · ὁ τὴν εἰρήνην διδούς

### ε 1001

Εἰρηνῶ · τὸ εἰρηνοποιῶ. μεσίτης, ὁ εἰρηνοποιός

### ε 1002

Εἱρκτή · φυλακή· ἐκ τοῦ εἵργω, τὸ κωλύω, οὗ ὁ μέλλων εἵρξω καὶ εἱρκτή. Ὁμήρου

### ε 1003

Εἰροκόμῳ Γ · ἐρίων ἐπιμελουμένῃ, ἐριουργῷ· εἴρια γὰρ τὰ ἔρια

### ε 1004

Εἰροπόκοις Ε · ἐρίων πόκους ἐχούσαις. πόκοι δὲ εἴρηνται παρὰ τὸ πέκειν, ὅ ἐστι ξαίνειν

### ε 1005

Εἰρύαται · ἑλκυσμέναι εἰσί

### ε 1006

Εἰρυκέναι τὸ ξίφος · ἐκ τοῦ ἐρύω, τὸ ἕλκω

### ε 1007

Εἵρω ·. ἀφ’ οὗ καὶ εἱρμός καὶ ὅρμος. τὸ δὲ ὅρμος ἐκ τοῦ εἵρω εἷρμος ἕρμος καὶ ὅρμος κατὰ τροπὴν τοῦ ε εἰς ο · σημαίνει δὲ τὸν περιτραχήλιον κόσμον· ὅθεν καὶ δασύνεται. τὸ Εἴρω σημαίνει δ· εἴρω, τὸ τύπτω, ἐξ οὗ καὶ εἴρ ειν ἐστί, τὸ τύπτειν· εἴρω, τὸ λέγω, ἐξ οὗ καὶ εἰρήνη καὶ εἰρωνεία· εἵρω, τὸ συμπλέκω, ἐξ οὗ καὶ εἱρμός· εἴρω, τὸ κουφίζω, ἐξ οὗ καὶ ἀειρόμενος, ὁ κουφιζόμενος

### ε 1008

Εἴρω · τὸ συμπλέκω, διὰ τῆς ει διφθόγγου, διότι ἀνεφάνη τὸ ε καὶ ἐν τῷ εἱρ μόσ. ὁμοίως καὶ εἴρ ω τὸ λέγω, διὰ τῆς ει καὶ αὐτό· κ αὶ γὰρ ἀνεφάνη τὸ ε ἐν τῷ ἐρῶ μέλλοντι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1009

Εἰς αὔραν · εἴσ πρόθεσις, αὔ ρα ὄνομα· γίνεται παρὰ τὸ α ὔω, τὸ πνέω· νῦν δὲ σημαίνει τὴν γα λήνην

### ε 1010

Εἷς · διὰ τῆς ει διφθόγγου τὸ ὄνομα· τὰ γὰρ εἰς εις ἔχοντα οὐδέτερον εἰς εν διὰ τῆς ει διφθόγγου γράφεται, οἷον χαρίεις χαρίεν, ἀστερόεις ἀστερόεν. οὕτως οὖν καὶ εἷς ἕν

### ε 1011

Εἷσ · διὰ τί τὸ εἷς περισπᾶται καὶ οὐκ ὀξύνεται; ἵνα μὴ ἀνα δέξη ται παρασχηματισμὸν οὐδετέρου. καὶ διὰ τί οὐ βαρύνεται; ἐπειδὴ οὐδὲν μονοσ ύλλαβον κατ’ ἰδίαν βαρύνεται. διφο ρεῖται δὲ τὸ εἷς· διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ η παρὰ Δωριεῦσιν, ὡς τὸ χαρίεις χαρίης

### ε 1012

Εἷς · παρὰ τὴν ἕσιν καὶ ἄφεσιν τοῦ μεμονωμένου ἀριθμοῦ, ἢ παρὰ τὸ . τὸ ἀπολελυμένον καὶ μεμονωμένον

### ε 1013

Εἷς · περισπᾶται διότι μονοσύλλαβόν ἐστι· τὰ δὲ μονοσύλλαβα ἢ ὀξύνονται ἢ περισπῶνται

### ε 1014

Εἵς · ἡ μετοχὴ διὰ τῆς ει διφθόγγου· ἐξ ἧς τὸ ἀφείς ἀφέντος· τὰ γὰρ εἰς εις ἔχοντα τὴν γενικὴν διὰ τοῦ εντος ἐκφερομένην διὰ τῆς ει διφθόγγου γράφεται, οἷον τυφθείς τυφθέντος, νυγείς νυγέντος, τυπείς τυπέντοσ · οὕτως καὶ εἵς ἕντος καὶ ἀφείς ἀφέντοσ

### ε 1015

Εἵς · διὰ τῆς ει · δεῖ γινώσκειν ὅτι τὸ εἵς ἡ μετοχή, ἐξ οὗ τὸ ἀφείς ἀφέντος, διὰ τῆς ει γράφεται· τὰ γὰρ εἰς εις ἔχοντα τὴν γενικὴν διὰ τοῦ εντος διὰ τῆς ει γράφεται, οἷον τυφθείς τυφθέντος, νυγείσ νυγέντος, δαρείς δαρ έντοσ

### ε 1016

εἰσεφθάρη, εἰσεπήδ ησεν εἰσῆ λθεν

### ε 1017

Εἰσηγητής · διδάσκαλος, πρόξενος· παρὰ τὸ εἰσ άγειν

### ε 1018

Εἰσί · ῥῆμα ἀριθμοῦ πληθυντικοῦ, χρόνου ἀορίστου, τρίτου προσώπου, συζυγίας πρώτης τῶν εἰς μι · ἀπὸ τοῦ ἴημι ἴ σι καὶ συγκ οπῇ τοῦ ι καὶ καταβιβάσει

### ε 1019

Εἰσίθμη · εἴσοδος· ἀπὸ τοῦ εἰσ ιέναι

### ε 1020

Εἰσόκεν · τρία μέρη λόγου εἰσίν· εἴς πρόθεσις, ὅ ἄρθρον ἀναφορικὸν καὶ τοῦ κέ σύνδεσμος. ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν

### η 293

ήκειν · διὰ τῆς ει · περὶ δὲ τῆς ἀρχούσης ὁ λόγος. κατὰ δὲ τὴν λήγουσαν ὥσπερ ὁ ὑπερσυντέλικος ἐνεργητικὸς καὶ ὁ μέσος, οἷον ἐτετύφειν ἐπεποιή κειν ἐγεγρ άφειν ἐν ενο ήκειν ἐλελοίπειν ἐ πε ποι ήκειν καὶ εἴ τι ὅμοιον. κατὰ δὲ τὴν ἄρχουσαν διὰ τῆσ ει ἐπειδὴ ἀπὸ τ οῦ ἕ στ ηκα γέγονεν ἑστήκειν, ὥσπερ καὶ ἀπὸ τοῦ ἔσταλκα ἐ στ άλκειν, καὶ πλεονασμῷ τοῦ ι εἱστήκειν. ἐπλεόνασε δὲ τὸ ι δι’ αἰτίαν τοιαύτην· ἔστιν ὁ ἐνεστὼς ἑστήκω ἑστ ήκεις ἑστήκει, ἐξ οὗ καὶ ἑστήξω ὁ μέλλων καὶ ὁ π οιητής ἑστήξειν δὲ τὸ τεῖχος ἐπαρ ἐπ’ ἀρχαίοισι θεμέθλοισ“· εἰ ἐγίνετο οὖν ὁ ὑπερσυντέλικοσ ἑστήκειν, ἔ με λλ ε συνεμπί πτει ν κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ ἐ νεστῶτι · τούτου χάριν προσλαμβάνει τὸ ι ἵνα μὴ συνεμπέσῃ αὐ τῷ

### ε 1021

Εἱστιακότες · ἐκ τοῦ ἑστία, ὃ σημαίνει τὴν οἰκίαν

### ε 1022

Εἶτα · σύνδεσμος τακτικὸς καὶ ἀριθμητικός

### θ 279

θα · διὰ τῆς ει · ἀνε φάνη γὰρ τὸ ε ἐν τῷ ἔθος καὶ ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰ ολεῖς τὸ εἴωθα ἔωθα λέγουσι. γέγονε δὲ παρὰ τὸ ἔθω τὸ ἐξ ἔθους τι πράττω, ἐξ οὗ τὸ ἔθων, οἷον Ι ἔθων Οἰνῆος ἀλωήν“

### θ 280

θα · ἐκ τοῦ ἔ θω ὁ μέσοσ παρακείμενος εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα

### ε 1023

Ἑκαέργη · ἡ Ἄρτεμις· παρὰ τὸ ἑκ ὰσ εἴργειν· τοξότ ισ γὰρ ἦν

### ε 1024

Ἑκάεργος · ὁ Ἀπόλλων, ὁ τοξότης· ὁ ἑκατέρωθεν εἵργων τοὺς πολεμίους· ἢ ἑκάεργος ὁ πόρρωθεν ἐργαζόμενος

### ε 1025

Ἐκάη Α · παρὰ τὸ καίω ὁ δεύτερος ἀόριστος ἔκαον καὶ ἐκάην ὁ παθητικός

### ε 1026

Ἐκάθησεν · παρὰ τὸ καθῶ καθήσω ἐκάθησα. ἐκ ά θι σε δὲ ἐκ τοῦ καθίζω· τὸ δὲ καθίζω ἐκ τῆς κατά προθέσεως καὶ τοῦ ἵζω ῥήματος· διὰ τοῦ ι γράφεται

### ε 1027

Ἑκάλη · ἡ πρὸς ἑαυτὴν καλοῦσα· ἔχε γὰρ τέγος ἀκλήϊστον“

### ε 1028

Ἐκάπυσσεν Χ · ἐξέπνευσεν· κάπω ἐστὶ ῥῆμα δηλοῦν τὸ πνέω, ἔνθεν καὶ κᾶπος, ὁ κάθυγρος τόπος, καὶ κῆπος

### ε 1029

Ἕκαστον ·. διὰ τί διασύνεται; τὸ ε πρὸ τοῦ κ δασύνεται

### ε 1030

Ἕκαστος · ὁ καθεῖς, καθ’ ἕνα ἰδίᾳ πάντες

### ε 1031

Ἕκαστος · παρὰ τὸ ἑκάς ἕκαστος, ὁ μὴ πέλας, ὁ οἷον κεχωρισμένος καὶ μὴ συλλήβδην ὢν πρὸς ἕτερον· ἐπιμερίζοντες γὰρ τὸ πλῆθός φασιν ἑκάτερος ἕκαστος

### ε 1032

Ἕκαστος · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ποσαχῶς ἐπιμερίζονται τὰ ἐπιμεριζόμενα

### ε 1033

Ἑκάστοτε · ἐπίρρημα· παρὰ τὴν ἑκάστου γενικὴν παραγώγως ἑκάστοτε, ὡς ἄλλος ἄλλοτε

### ε 1034

ἕκαστος διαφέρει· τὸ μὲν ἑκάτερος ἐπὶ δυοῖν, τὸ δὲ ἕκαστος ἐπὶ πολλῶν

### ε 1035

ἕκαστος · τὰ ἐπιμεριζόμενα· παρὰ τὸ ἑκάς συγκριτικῷ τύπῳ ἑκάτερος καὶ ἐν ὑπερθέσει ἕκαστος, ὡς ἡδύτερος ἥδιστος ὠκύτερος ὤκιστος

### η 294

ης · ὁ τοξότης· παρὰ τὸ ἑκάς καὶ τὸ βέλος ἑκαβελέτης καὶ τοῦ τη πλεονάσαντος ἑκ ατηβελέτης, ὡς ἔτυμ ον ἐτήτυμον. ἀναπλάττουσι γάρ τι νεσ ὡς ἑκατὸν βέλεσιν τὴν Δελφὺν ὁ Ἀπόλλων ἀπέκτει νεν. οὐκ ἔστιν οὖν παρὰ τὸ ἑκατόν, ἀλλὰ παρὰ τὸ ἑκάς· ὅθεν καὶ ἑκάεργος καὶ ἑκηβόλος, ὃ δὴ καὶ ἑκατηβόλος λέγεται. ἢ ἀκατόβελος παρὰ τὸν ἄκατον

### ε 1036

Ἑκάτη ·. ἡ αὐτὴ ἡ Εἰλείθυια, ἐπεὶ γενέσεώς ἐστιν ἔφορος· Ἄρτεμις δέ, ἐπεὶ σύνεστιν ἡμῖν ἀρτεμεῖς καὶ ὑγιεῖς ποιοῦσα

### ε 1037

Ἕκατι · τῇ βουλῇ

### ε 1038

Ἑκατομβαιών · ἔστι δὲ μὴν παρὰ τοῖς Ἀθηναίοις Κρονίων πρότερον καλούμενος ἀπὸ τῆς γινομένης τῷ Κρόνῳ θυσίας. Ἑκατομβαιὼν δὲ ὠνο μάσθη διὰ τὰς τοῦ Ἀπόλλωνος θυσίας· θύουσι γὰρ αὐτῷ Ἑκατομβοίῳ, τουτέστι πολυτιμήτῳ, μᾶλλον δὲ ἑκατὸν βόας ἐχομένῳ

### ε 1039

Ἑκατόμβη · θυσία· τὸ μὲν ἑκατόν σημαίνει τὸ μέγα καὶ πολύ, τὸ δὲ βοιόν τὸ τίμιον, ὡς καὶ ἐπὶ τῶν παρθένων τὸ Σ ἀλφεσίβοιαι“. λέγεται δὲ ἑκατό μβη οὐχ ἡ ἑκατὸν βοῶν ἀλλὰ καὶ ἡ ἐξ ἄλλων ἱερείων· Δ ἀρνῶν εἰ πρωτογόνων ῥέξειν κλειτὴν ἑκατό μβην “

### ε 1040

Ἑκατόμβοιος · οἱ μὲν πολύτιμος καὶ μεγαλότιμος, οἱ δὲ περισσὸς τιμῇ. ἀπὸ τῆς βοός· πρὸς γὰρ τὰς βοῦς τὰ ὤνια ἦν, ὡς ἐπὶ λέβητος Ψ τὸν δὲ δυωδεκάβοιον“. τινὲς δὲ ὅτι ἐν Ἑκατομβαιῶνι μηνὶ πολλὰς θυσίας ἐποίουν Ἀθηναῖοι

### ε 1041

Ἑκατόν · ὁ ἀριθμός· παρὰ τὸ ἔχω ἐχατόν καὶ τροπῇ ἑκατόν· ὡς γὰρ οἱ ἐπὶ πέρας ὁδοῦ ἐ ρχόμεν οι, οὕτω καὶ οἱ ἐπὶ πέρας ἀριθμοῦ ἐρχόμενοι ἐπέχονται. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1042

Ἐκ βαθέων · ἡ εὐθεῖα τὸ βαθύ. πόθεν γίνεται; παρὰ τὸ βίᾳ θύειν· ἢ παρὰ τὸ θύω, τὸ ὁρμῶ, θ ύσ ω, ἀ ποβ ολῇ τοῦ ω θύς καὶ μετὰ τοῦ στερητικοῦ α ἀθύς, ἐν ᾧ τις τρέχειν οὐ δύναται, καὶ πλεονασμῷ τοῦ β βα θύ σ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1043

Ἐκ δεξιῶν · ἐπίρρημα τοπικόν. τὸ ω μέγα. διὰ τί

### ε 1044

Ἔκδικος · ὁ ἄδικος, ὁ ἔξω τοῦ δικαίου

### κ 944

κεῖ · ἐπίρρημα τοπικόν

### ε 1045

ἐκεῖσε διαφέρει· τὸ μὲν ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε τὸ εἰς τόπον. οὕτως ἐροῦμεν· ἐκεῖ κατέλαβον αὐτόν“ καὶ ἐκεῖσε πορεύσομαι“

### ε 1046

Ἐκεῖθεν · παρὰ τὸ ἐκεῖνοθεν συγκοπῇ ἐκεῖθεν· τὸ δὲ ἐκεῖθι ἐκ τοῦ ἐκείνοθι, καὶ τὸ ἐκεῖσε ἐκ τοῦ ἐκείνοσε

### ε 1047

Ἐκεῖθεν · συγκοπῇ παρὰ τὸ ἐκείνοθεν· οὐδὲν γὰρ τῶν εἰς θεν τῇ ει παραλήγεται διφθόγγῳ

### ε 1048

Ἐκεῖνος · ἀντωνυμία παράγωγος τρίτου προσώπου τῶν ἑνικῶν πτώσεως εὐθείας· παρὰ τὸ ἑκάς ἐπίρρημα

### ε 1049

Ἐκεῖνος · ἡ ἀντωνυμία· παρὰ τὸ ἑκάς ἐπίρρημα, ὃ σημαίνει τὸ πόρρω· τὴν γὰρ πόρρω δεῖξιν σημαίνει. καὶ οἱ Δωριεῖς κῆνος αὐτήν φασι, καὶ τὴν τῆνος ἀντιδιαστέλλοντες διαστέλλοντες αὐτὴν ἐπὶ τῆς πλησίον δείξεως παραλαμβάνουσιν αὐτήν. εὑρίσκεσθαι μέντοι φησὶν Ἀπολλώνιος καὶ τὴν τῆνος ἐπὶ τῆς πόρρω δείξεως

### ε 1050

Ἔκηα Α · ἀορίστου πρώτου· ἔστιν ἀόριστος πρῶτος ἔκ αυ σα, ἐκθλίψει τοῦ ς καὶ ἀποβολῇ τοῦ υ ἔκαα, καὶ τροπῇ τοῦ α εἰς η ἔκηα

### ε 1051

Ἔκηα · ἔκαυσα, ἐκβολῇ τοῦ υ καὶ τοῦ ς καὶ τροπῇ τοῦ α εἰς η ἔκηα

### ο 422

οὕ τωσ Ἀπόλλων, ὅτι ὁ αὐτὸς ἐστὶ τῷ ἡλίῳ καὶ τὰς ἀκ τῖνασ ἕκαθεν β άλλει, ἢ ὅτι ἑκατὸν βέ λη ἐ παφῆκε τ ῷ Δελ φύ νῃ

### ε 1052

Ἕκητι · ἕνεκεν

### ε 1053

Ἐκίσσησε ·. ἐκ τοῦ κίττα κιττᾶν λέγουσιν, ὅταν ἐν γαστρὶ ἔχουσα γυνὴ περὶ τὸν δεύτερον καὶ τρίτον μῆνα ὀρέγηται ἀτόπων καὶ δεινῶν, οἷον ὀστράκων ἢ λίθων ἢ ὀμφάκων. γίνεται δὲ ἀπὸ τῶν μοχθηρῶν τῆς μήτρας ἀτμῶν φερομένων ἐπὶ τὸν στόμαχον

### ε 1054

Ἐκκαθαριεῖ · καθαρίζω καθαρίσω καθαριῶ· τοῦτο ἐκ τοῦ καθαρός· τοῦτο ἐκ τῆς κατά προθέσεως καὶ τοῦ θαρρῶ· ὁ γὰρ καθαρὸς καταθαρρεῖ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1055

Ἐκκενοῦτε · ἐκ τοῦ κενῶ· τοῦτο παρὰ τὸ χέω χενός καὶ κενός. Ὠρίωνος

### ε 1056

Ἐκκλησία · διὰ τὸ ἐκκλησιάζεσθαι ἤγουν συνάγεσθαι· ἐκκλησία γὰρ ἡ συναγωγὴ καὶ ἡ βουλὴ τῶν ἀνδρῶν. ἢ διὰ τὸ ἐκλελεγμένον εἰς ἕν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1057

Ἐκκλησία · ἐκ τοῦ καλῶ καλέσω καλεσία καὶ ἐκκλησία. ἐκκλησία συνόδου διαφέρει· ἐκκλησία μέν ἐστιν, ἐν ᾗ πάντες ἐκεῖσε συνάγονται· σύνοδος δὲ. πόθεν Ἐκκλησία; παρὰ τὸ κλῶ κλήσω κλησία καὶ μετὰ τῆς ἔξ προθέσεως ἐκκλησία

### ε 1058

Ἐκκλησιάσας · συνωθήσας, συναγωγὴν ποιήσας. καὶ παρὰ Ἀθηναίοις ἡ ἐκκλησία τὸ ἄθροισμα, παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτῇ

### ε 1059

Ἐκλογεῖον · ἡ ἐκλογάς

### ε 1060

Ἐκμαγεῖον · ἡ φαντασία, φησὶν ὁ Πλάτων διὰ τὸ ἐκμάττεσθαι καὶ ὑποσυλᾶν τὰ εἴδη ἀπὸ τῆς ὕλης

### ε 1061

Ἐκμαγεῖον · τὸ ἀντίτυπον

### ε 1062

Ἐκ μέσου · ἔξω τοῦ μέσου· ἡ γὰρ ἔξ πρόθεσις τὸ ἔξω δηλοῖ. ὁμοίως καὶ τὸ ἐκποδών

### ε 1063

Ἐκόκκυσεν · ζήτει ὄπισθεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1064

Ἐκολλήθη · παρὰ τὸ κολλῶ δευτέρας συζυγίας τῶν περισπωμένων· τοῦτο παρὰ τὸ κόλλα· τοῦτο παρὰ τὸ κεκομμένην οὖσαν εἰς οὐλότητα μετελθεῖν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1065

Ἐκόπασεν · ἀντὶ τοῦ ἔπαυσεν· γίνεται δὲ ἐκ τοῦ κοπάζω. τοῦτο παρὰ τὸ κόπος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1066

Ἑκουσίως · ἐκ τοῦ ἑκούσιος· τοῦτο παρὰ τὸ ἑκών. διὰ τί ὀξύνεται; ζήτει

### ε 1067

Ἔκπλαγος · ὁ καταπληκτικός· παρὰ τὸ πέλαγος· φοβερὸν γάρ

### ε 1068

Ἔκπωμα · τὸ ποτήριον· παρὰ τὸ ἐκπιεῖν ἢ διὰ τὴν κοιλότητα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1069

Ἐκρεμάσαμεν · ἐκ τοῦ κρεμῶ δευτέρας συζυγίας τῶν περισπωμένων. ἔστι δὲ καὶ κρέμημι, ἐξ οὗ καὶ τὸ Ο ἐκ ρέμω ὑψόθεν“. γίνεται δὲ ἐκ τοῦ ἐκρεμάμην ἐκρέμασο, ἀποβολῇ τοῦ ς ἐκρέμαο καὶ κράσει ἐκ ρέμω

### ε 1070

Ἔκριζον · ἀπὸ ῥιζῶν τὴν ἁμαρτίαν καταβάλλων· ἐπιρρηματικῶς δέ

### ε 1071

Ἐκσκέπτωρ · νοτάριος

### ε 1072

Ἐκσκουβίτωρες · τῶν παρεξόδων τοῦ παλατίου ὑπάρχουσι φύλακες

### ε 1073

Ἐκ σοῦ · πόθεν γίνεται; ἐκ τῆς ἔκ πρόθεσις καὶ τῆς σοῦ ἀντωνυμίας· σημαίνει δὲ τὸ ἀπὸ τῆς σῆς σαρ κός. ἐξ οὗ δὲ σημαίνει τὸ ἀφ’ οὗ χρόνου. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου ἐκσπασθῆναι · ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ σπῶ

### σ 445

σις · γίνεται παρὰ τὸ σ τάσις· τοῦτο παρὰ τὸ ἵστημι· τοῦτο παρὰ τὸ στῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1074

Ἐκτίλαι · ἐκ τοῦ τίλλω, ἐπειδὴ κ τίλοσ λέγεται ὁ κριός· καὶ γίνεται ἐκ μεταφορᾶς τοῦ κ ριοῦ καὶ σημαίνει τὸ ξηραίνω. ἢ ἐκ τοῦ τείνω, τὸ τανύω· ὁ γὰρ ξαίνων τείνει

### ε 1075

Ἔκτισις · τὰ δύο ιι ι · παρὰ τὴν ἔκ πρόθεσιν

### ε 1076

Ἔκτοτε · ζήτει εἰς τὸ Τότε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1077

Ἐκ τοῦ κλίτουσ σου · πόσα σημαίνει; γ· τὴν συνέλευσιν καὶ τὴν συνάθρ οισιν, καὶ γίνεται παρὰ τὸ κλῶ, τὸ καλῶ, ὡς τὸ σήμερον τὸ κλῆτος τῶν θείων πατέρων“· καὶ διὰ τοῦ ι τὸ μέ ρ ος τῆς οἰκίας, τὸ καλούμενον πρόσκλιτ ον, ὡς τὸ ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου“· καὶ τὸν εὐώνυμον τόπον, ὡς τὸ πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάσ“. ἔστι δὲ καὶ ἀρσενικὸν διὰ διφθόγγου ὅπερ καὶ ὀξύνεται

### ε 1078

Ἔκτρωμα · τὸ ἐκ τῆς μήτρας ἀτελὲς ἐξιὸν ἀμβλωθρίδιον. Χ

### ε 1079

Ἐκτύπωμα · ἐκσφράγισμα· ἐκ τοῦ ἐκμάσσω ῥήματος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### η 295

ἡ ἔξ πρόθεσις μετὰ γενικῆς ἀεί

### ε 1080

Ἐκφάντορες · κυρίως λέγονται οἱ τῶν μυστηρίων τὰ ἄρρητα σαφηνίζοντες συμβολικῶς

### δ 652

διαφέρει· ἐκώκυσε μὲν τὸ ἐθρήνησεν ἐπὶ ἀνθρώπου, ἐκόκκυσε δὲ ἐπὶ ὀρνέου, ἐξ οὗ καὶ κόκκυξ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1081

Ἐλατή · παρὰ τὸ ἐλῶ ἐλάσω, ἤλακα, ἤλασμαι, ἤλασται, ἤλαται, ἐλατή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1082

Ἐλαττῶ · ἐκ τοῦ ἐλάττων· τοῦ το παρὰ τὸ ἐλαχύς, ἐλαχύτερος, ἐ λαχί ων, ἐλάσσων καὶ ἐλάττων

### ε 1083

Ἔλαφοσ ·. ἢ ὅτι τὸ κέρας αὐτοῦ θυμιώμενον ἐλαύνει τοὺς ὄφεις· ἢ διὰ τὴν κουφότητα καὶ τὸ τάχος, ἐλαφρός τις ὤν. ἔλαφος ἀπὸ τοῦ ἕλκειν τοὺς ὄφεις· τάχα δὲ ὅτι ἐλαφρά ἐστιν

### ε 1084

Ἔλαφος · ἔλοφός τις οὖσα παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις· ἢ ὁ ἐν ἕλει τὰς διατριβὰς ἔχων· ἢ ἀπὸ τοῦ ἐλλός, τὸ ἔλαφος, παρήχθη παραγ ώγ ως ἔλ α φος, ὡς κ όρ σ η κό ρ σαφος καὶ ἐν ὑ περβιβασμῷ καὶ τροπῇ τοῦ ς εἰς τ κρό τα φος. οὕτως οὖν ἔλαφοσ

### ε 1085

Ἐλεγεῖα · τὸ μέτρον · καὶ ἀρσενικῶς ἔλεγος. ἢ ὅτι ἐπιλέγεται τῷ ἑξαμέτρῳ τὸ πεντάμετρον· ἢ παρὰ τὸν ἔλ εον καὶ τὸν γόον · οἱ δὲ παρὰ τὸ λέγεσθαι ἐπὶ τῶν θανόντων· εἰς ἐπικήδεια γὰρ ἐγράφοντο· Δημολέων δὲ ἐν τῷ Περὶ μέτρων παρὰ τὸ εὖ λέγειν τοὺς τε θνεῶτας ἢ παρὰ τὸν ἔλεγον, τὸν θρῆνον· Δίδυ μ ος δὲ ὅτι διὰ τ οῦ το τῷ ἡ ρώῳ αὐτῷ ἐπῇδον ὡς πεντάμετρον λεγόμενον τῷ ἡρώῳ μιμούμενοι τὴν τ ῶν ἀπο θ ν ησκόντων ἀπόπαυσιν· ἐπὶ γὰρ μόνοις νεκροῖς πάλαι ᾔδετ ο. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου ἐλ εγ μός · παρὰ τὸ ἐλέγχω· τοῦτο παρὰ τὸ ἔλεγχος

### ε 1086

Ἔλεγος · καὶ ἐλεγεῖον τὸ τοιόνδε μέτρον καὶ θρῆνος· ὁ τοῖς τε θνεῶσιν ἐπιλεγόμενος· ὑποτάττεται δὲ τῷ ἡρῴῳ. εἴρηται παρὰ τὸ ἒ ἔ σχετλιαστικὸν ἐπίρρημα καὶ τὸ λέγειν

### ε 1087

Ἔλεγος · ὁ θρῆνος, διὰ τὸ δι’ αὐτοῦ τοῦ θρήνου εὖ λέγειν τοὺς κατοιχομέ νουσ. εὑρετὴν δὲ τῆς ἐλεγείας οἱ μὲν τὸν Ἀρχίλοχον, οἱ δὲ Μίμνερμον, οἱ δὲ Καλλῖνον παλαιότερον. καὶ πεντάμετρον τῷ ἡρωϊκῷ συνῆπτον οὐχ ὁμόδρομον τῇ τοῦ προτέρου δυνάμει, ἀλλ’ οἷον συ νεκπνέοντα καὶ συναποσβεννύμενον ταῖς τοῦ τελευτήσαντος τύχαισ

### ε 1088

Ἔλεγος · ὁ θρῆνος, διὰ τὸ δι’ αὐτοῦ τοῦ θρήνου εὖ λέγειν τοὺς κατοιχομένους. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου · ἀπὸ τοῦ ἐλεῶ· τοῦτο παρὰ τὸ ἔλεος· τοῦτο δὲ παρὰ τὸ ἕλω, τὸ λαμβάνω

### ε 1089

ἐλήφθη · τὸ πρῶτον, τὸ ἐπὶ τῆς ἐλλείψεως, διὰ τοῦ ει · τὸ δεύτερον, τὸ ἐπὶ τῆς καταλήψεως, διὰ τοῦ η

### ε 1090

Ἐλεοί · ἢ οἱ ἀπὸ τῆς πιμελῆς ἠλαιωμένοι ἢ οἱ ἐξ ἑλείων ξύλων κατεσκευασμένοι

### ε 1091

Ἐλεοῖσι Ι · μαγειρικοῖς τραπεζίοις

### ο 423

ον αὐτῶν · ὁ ἔλεος ἀρσενικῶς. ἰστέον ὅτι τὸ Ἔλεον καὶ κρίσιν καὶ τὸ Ἔλεον αὐτῶν ἔμπροσθεν δεῖ γράφεσθαι μικρόν τι

### κ 945

κρίσιν · ἡ εὐθεῖα ἔλεος· γίνεται δὲ παρὰ τὸ ἕλω, τὸ λαμβάνω, ἔλος ἔλεος· πέφυκε δὲ τὸ ε πλεονάζειν ἐν τοῖς ὀνόμασιν, οἷον στερός στερεός

### σ 446

ς · ὄνομα ποταμοῦ

### θ 281

θέρα · παρὰ τὸ ἐλεύθειν οὗπερ ἂν ἐθέλῃ τις

### ε 1092

Ἐλευθερία · ἀπὸ τοῦ ἐᾶν ἐλεύθεσθαι, ὅ ἐστιν ἔρχεσθαι, ὅπου βούλεται

### ε 1093

Ἐλευσίσ ·. καὶ ἐν Ἐλευσῖνι ἔμεινεν, ὅθεν καὶ ὁ τόπος Ἐλευσίν καὶ ὁ ἀγὼν τὰ Ἐλευσίνια ἀρχαιότατος. γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν δικαταλήκτων· ἡ Ἐλευσίς γὰρ καὶ ἡ Ἐλευσίν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1094

ἐκ τοῦ ἐλεφάντινον· τοῦ το ἐκ τοῦ ἐλέφας

### ε 1095

Ἐλέφασ ·. ἢ παρὰ τὸ λευκός γίνεται λεύκας καὶ λέκας, καὶ τροπῇ τοῦ κ εἰς φ λέφας, καὶ πλεονασμῷ τοῦ ε ἐλέφας· πάνυ γὰρ λευκὸν τὸ ὀστοῦν αὐτοῦ. ἢ ἀπὸ τοῦ ἐλίσσω ἐλίξω γίνεται ἐλίφας καὶ ἐλέφας, ὁ εἰλιγμένην ἔχων ῥῖνα. ἢ παρὰ τὸ ἐλεφαίρω, τὸ βλάπτω· βλαπτικὸν γὰρ τὸ ζῶον

### β 410

Β · παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν καὶ βλάπτειν τοὺς πολεμίους

### τ 280

τὸ θερ μόν· π αρὰ γὰρ τὴν ἕλ ην

### ε 1096

Ἐληλύθειν · ἐλεύθω, ὁ μέλλων ἐλεύσω, ὁ παρακείμενος ἤλευκα καὶ ἐλήλυκα, ὁ μέσος ἤλευθα καὶ ἐλήλυθα, ὁ ὑπερσυντέλικος ἠλεύθειν καὶ ἐληλύθειν

### ε 1097

Ἑλίκη · ἡ ἄρκτος· ἀπὸ τοῦ ἐν ἑαυτῇ εἱλεῖσθαι· περιγράφει γὰρ τὸν ἀρκτικὸν κύκλον

### ε 1098

Ἑλίκωπεσ ·. αἱ δὲ δύο ἄρκτοι ἀνὰ ἑπτὰ ἀστέρας ἔχ ου σιν, ἥ τε μεγάλη ἐπὶ τὸν βορρᾶν ἥ τε μικρὰ ἐπὶ τὸν νό τον

### ε 1099

Ἑλίκωψ · ὁ μεγαλόφθαλμος, ἢ μελανόφθαλμος, ἢ εὐόφθαλμος καὶ μελανὰς τὰς κόρας τῶν ὀφθαλμῶν ἔχων, ἀφ’ οὗ εὐπρεπής· ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ἢ οἱ ἑλικοειδῶς κινοῦντες τοὺς ὦπας, ἤγουν τοὺς ὀφθαλμούς, εὐειδεῖς

### ε 1100

Ἐλινύειν · ἀργεῖν· διὰ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι. Γεωργίου

### ε 1101

Ἐλινύω · τὸ ἡσυχάζω· διὰ τοῦ ι. ζήτει

### ε 1102

Ἕλιξ · ἕλικος· τὸ κλῆμα. καὶ ἕλιξ ὁ τῆς ἀμπέλου κλάδος

### ε 1103

Ἕλιξ · ἕλικος· τὸ ψέλιον ἤτοι τὸ σχολαρίκιον· ἢ τὸ κλῆμα· ἢ ὁ τῆς ἀμπέλου κλάδος

### ε 1104

Ἕλιξ · τὸ τῆς ἀμπέλου νευρῶδες ἔκφυμα, ᾧ ἐπιλαμβάνεται τῆς χάρακος ἡ ἄμπελος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1105

Ἑλίξεις · παρὰ τὸ ἑλίσσω

### ε 1106

Ἕλκος · ἀπὸ τοῦ μετὰ τρῶσιν ἕλκεσθαι τὸ σῶμα

### ε 1107

Ἕλκος · παρὰ τὸ συνέλκεσθαι τῷ δέρματι

### ε 1108

Ἑλκῶ · ἥλκουν, ἐξ οὗ καὶ ἡλκωμένος διὰ τοῦ η. πόθεν Ἕλλη ν; παρὰ τὸ Ἑλλ άς, ὃ σημαίνει τὴν πόλιν. Ἑλλὰ ς δὲ εἴρη ται ἀπὸ Ἕλλου τιν ὸς βασιλ εύσ αντος ἐν αὐτ ῇ

### ε 1109

Ἕλλην · τὸ ἐθνικόν· παρὰ τὸ ἄλλος ἄλλην καὶ Ἕλλην· πλεῖον γὰρ τῶν ἄλλων ἐθνῶν ἀλλήλους φιλοῦσι ἢ διακέκρινται

### ε 1110

Ἑλλήσποντος · ἡ ἐν τοῖς στενοῖς θάλασσα παρακειμένη τῇ Τροίᾳ, οὕτω προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρίξου θυγατρὸς τῷ ἐκεῖσε πελάγει διαρριφείσης

### ο 424

ὁ διείργων τ ὴν Θρᾴ κην καὶ τὴν Τ ρωάδα πορ θμὸς ἢ ποταμ όσ · Ἑλλήσποντος δὲ εἴρηται ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθ ά μ αν τος δὲ θυγα τέρα ἢ, ὡς ἕτεροι, τοῦ Ξ ούθου

### ε 1111

Ἐλλόβια · τὰ ἐνώτια, ἅ ἐστι σχολαρίκια. λοβὸς γὰρ τὸ ὠτίον

### λ 285

λός · ὁ ἔλαφοσ

### ε 1112

Ἔλλοψ · ἔλλοπος· ὁ ἰχθὺς ὁ ἐλλει πόμενοσ τῇ ὀ πὶ ἤγουν τῇ ἀνθρωπίνῃ φωνῇ

### ε 1113

Ἑλλώτια · ἑορτὴ Ἀθηνᾶς· ἀπὸ τοῦ ἕλους Μαραθῶνος. Ὁμήρου

### ε 1114

Ἑλοῦσα · ἔστι μετοχὴ θηλυκὴ ἀορίστ ου δευτέρου · τὸ θέμα αὐτῆς ἕλω· ἡ λα βο μένη

### ε 1115

Ἐλπίς · ἑλκίς τίς ἐστιν, ἀπὸ τοῦ παρέλκειν ἡμ ᾶσ τῷ χρόνῳ· ἢ ἀπὸ τοῦ ἐλλείπειν τι τῷ ἐλπ ίζοντι ἐλλειπίς τίς ἐστι, καὶ συγκοπῇ ἐλπίς

### ε 1116

Ἐλπίς · ἡ τὰ ἐλλείποντα προσαναπληροῦσα· ἢ ἡ εἰς ὑπόνοιαν ἡμᾶς ἀγαθὴν ἕλκουσα, ἑλκίς τις οὖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1117

Ἐλυμήνατο · ἐκ τοῦ λυμαίνω· τοῦτο ἐκ τοῦ λύμη. διαφέρει λύμη καὶ λήμη καὶ λοιμική, ὅτι ἡ μὲν λύμη φθορά τις ἐστιν ἐπὶ ψυχῶν διαβαίνουσα· σημαίνει δὲ καὶ τὴν ἀκαθαρ σί αν· καὶ γίνεται παρὰ τὸ λύω λύσω λύμη, καὶ λύματα, καὶ Ὅμηρος Α εἰς ἅλα λύματ’ ἔβαλλον“. ἡ δὲ λήμη λευκόν ἐστι καὶ ὑγρὸν κατὰ τῶν ὀφθαλμῶν συνιστάμενον· γίνεται δὲ παρὰ τὸ λάω, τὸ βλέπω, καὶ τὴν μή ἀπαγόρευσιν· καὶ γὰρ κωλύει τοῦ βλέπειν· ἢ παρὰ τὸ λήθω, τὸ λανθάνω, λήμη· τοὺς γὰρ λημῶντας καὶ μὴ βλέποντας παρερχόμεθα. ἡ δὲ λοιμικὴ νόσος τίς ἐστι φθ αρτικὴ σωμάτων, παρὰ τὸ λοιμός γινομένη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1118

Ἐλυτρώσω · ἐκ τοῦ λυτρῶ· τοῦτο παρὰ τὸ λύτρον· τοῦτο παρὰ τὸ λυτήριον εἶναί τινος πράγματοσ

### ε 1119

Ἕλωρ · ἕλκυ σμα ἄγρευμα, ἀνεύρημα· ἐσχημ άτισται δὲ παρὰ τὸ ἑλεῖν

### β 411

βαδόν Ο · διὰ τὸ εἰς ν αῦ ν ἐμβῆναι

### ε 1120

Ἔμβολος · ὁ ἐμβαίνων λαός

### ε 1121

Ἐμβριμώμενος · ἐπιτιμῶν· δεῖ δὲ γινώσκειν, ὅτι ἀπὸ μεταφορᾶς ἐστιν ἡ λέξις τῶν μασωμένων χαλινὸν ἵππων δι’ ἀγανάκτησιν τοῦ βάρους. κεῖται ἡ λέξις ἐν τῷ Εὐριπίδῃ

### ε 1122

Ἔμβρυον · παιδίον τὸ ἐντὸς βροτοῦ ὄν, τουτέστιν ἐν τῇ γαστρὶ τῆς γυναικὸς ἔτι διάπλασμα

### ε 1123

ἐμοῖο διαφέρει· ἐμ εῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, καὶ Ὅμηροσ ρ ἐμεῖο δὲ σύνθεο μῦ θον“ Ἑλληνικώ τατά φ ησι · τὸ δὲ ἐμοῖο σύναρθρον, οἷον τοῦ ἐμοῦ. καὶ Ω μνῆσαι πατρὸσ ἑοῖο, θεοῖς ἐπιεί κε λ’ Ἀχιλλεῦ“ ἀντὶ τοῦ σοῦ πατρόσ. ζήτει ἔμπροσθεν τὸ Ἐμεῖο. Ὁμήρου

### ε 1124

Ἐμεῖο Α · δεῖ γινώσκειν ὅτι τὸ ἐμεῖό ἐστιν ἀντωνυμία ὀνόματος καὶ σημαίνει τὸ ἐμοῦ· γράφεται δὲ διὰ τῆς ει διφθόγγου. ἔστι δὲ ὁ ἐμός ἡ γενικὴ ἐμοῦ σοῦ οὗ. αὗται αἱ γενικαὶ καὶ γίνονται κατὰ διάλυσιν ἐμέο σέο ἕο· ἐπειδὴ δὲ αἱ διαλυόμεναι γενικαὶ οὐδέποτε τὰ δύο φω νήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μακρὸν τὸ δὲ ἕτερον βραχὺ ἢ τὸ ἓν βραχὺ καὶ τὸ ἕτερον μακρόν, οἷον Ἀτρείδεω Πηλείδεω Ὠκεανοῖο ποταμοῖο, ἐπλεόνασεν τὸ ι ποιητικῶς καὶ ἐγένετο ἐμεῖο σεῖο εἷο

### ε 1125

Ἐμεῖο ·. Ὅμηρος Φ ἐμῇς ἐν χερσίν“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1126

Ἐμετεωρίσθησαν · ἐκ τοῦ μετεωρίζω

### ε 1127

ετος · ἐκ τοῦ ἕω, τὸ πέ μπω. Γεωργίου

### ε 1128

Ἐμίχθην · τινὲς δὲ διὰ τῆς ει γράφουσι βιαζόμενοι τὴν παράδοσιν· διὰ τοῦ ι δὲ γράφεται, ἐπειδὴ μέμιγά ἐστιν ὁ μέσος παρακείμενος. εἰ δὲ ἐγράφην διὰ τῆς ει ὤφειλεν ὁ μέσος παρακείμενος διὰ τῆς οι εἶναι, οἷον μέμοιγα· ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν δισυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι τότε γὰρ τρέπει αὐτὸ εἰς τὸ ο ὁ μέσος παρακείμενος, οἷον λείβω λείψω λέλοιβα, λείπω λείψω λέλοιπα, πείθω πείσω πέποιθα. εἰ οὖν τὸ μίσγω μίξω διὰ τῆς ει ἦν, μέμοιγα εἶχεν εἶναι ὁ μέσος παρακείμενος. ἀλλὰ μὴν μέμιγά ἐστι· δηλονότι καὶ τὸ μίσγω μίξω διὰ τοῦ ι

### μ 388

μανουήλ · τὸ ἥμ ισυ Συριστί ἐστι, καὶ τὸ ἥμισυ Ἑβρα ϊστί · τὸ γὰρ ἐμμά Συριστ ὶ ἑρμηνεύ εται μεθ’ ἡμῶν, τὸ δὲ νου ήλ ἑρμηνεύεται Ἑβρα ϊστὶ θεός. Ὁμήρου

### ε 1129

Ἔμμορε Α · ἔστι μέσου παρακειμένου τρίτου προσώπου τῶν ἑνικῶν· ἀπὸ θέματος τοῦ μείρω τοῦ σημαίνοντος τὸ μερίζω, ἀφ’ οὗ καὶ μέρος, ὁ μέλλων μερῶ, ὁ μέσος παρακείμενος μέμορα, τὸ τρίτον μέμορε καὶ καθ’ ὑπερβιβασμὸν ἔμμορε

### ε 1130

Ἐμόγησα Α · ἔκαμον· παρὰ τὸ μόγος βαρύτονον γέγονε μογός ὀξύτονον· ἐκ τούτου ῥῆμα μογῶ, ὁ μέλλων μογήσω, ὁ ἀόριστος ἐμόγησα· πρώτης συζυγίας τῶν περισπωμένων

### ε 1131

Ἐμπαγῶ · ὑποτακτικόν· ἐκ τοῦ πήσσω πήξω, ὁ δεύτερος ἀόριστος ἔπαγον, ἐπάγην ὁ παθητικός, ἡ μετοχὴ παγείς παγέντος, καὶ τὸ ὑποτακτικὸν ἐὰν παγῶ

### ε 1132

Ἐμπαθής · ὁ σαρκικός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1133

Ἔμπαιγμα · ἐκ τοῦ πάϊς πάϊδος παΐζω, καὶ κατὰ κρᾶσιν παίζω καὶ ἐμπαίζω, καὶ ἐξ αὐτοῦ ἔμπαιγμα

### ε 1134

ἑδραῖα, βέβαια καὶ ἀσφαλῆ, ἐν γῇ ἐρηρεισμένα· πέδ ον γὰρ ἡ γῆ

### ε 1135

Ἔμπλην · πλησίον, ἐγγύς· παρὰ τὸ πέλω ῥῆμα τὸ δηλοῦν τὸ πλησιάζω, καὶ κατὰ συγκοπὴν πλῶ

### ε 1136

Ἐμπολήσομεν · ἐκεῖθεν ἡ ἐμπολὴ καὶ τὸ ἐμπόλημα, ἡ συναγ ωγὴ τοῦ κέρματος. ἐμπολᾶν δὲ τὸ ῥῆμά ἐστι δευτέρας συζυγίας τῶν περισπωμένων

### ε 1137

Ἔμπορος β · ἀλλοτρίας νεὼς ἐπιβά τησ μὴ ἔχων ἰδίαν ναῦν. ἔμπορος δὲ ὁ ναύλου πλέων ἐπ’ ἀλλοτρίας νεώς

### ε 1138

Ἔμπορος · ὁ διὰ παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος ἔκδημος

### ε 1139

Ἔμπορος · σημαίνει τὸν πραγματευτήν· καὶ ὁ τόπος, ἐν ᾧ ἡ πραγμα τεία ἐστίν, ἐμπορεῖον λέγεται

### ε 1140

Ἔμπουσα · φ άσμα Ἑκατήσιον· ἐκ τοῦ ἕνα πόδα ἔχειν, ἢ παρὰ τὸ ἐμ ποδίζειν ὄν ου σκέλος τὸ ἕτ ερον ἔχου σαν

### ε 1141

Ἐμπρησμός · παρὰ τὸ πρήθω, τὸ καίω

### ε 1142

Ἔμπυον · τὸ ἕλκος. ἄπυος, ὁ δίχα ἕλκους. πῦον, καὶ χίμεθλον

### ε 1143

Ἕν · κατὰ μίμησιν, ὡς τὸ ἅπαξ

### ε 1144

Ἐναβρύνεται · ἐντρυφᾷ, ἐγκαυχᾶται· ἁβρὸς γὰρ ὁ τρυφερός

### ε 1145

Ἐναίρειν · ὅ ἐστι φονεύειν. τὸν Ἄρην Διὸς εἶναι καὶ παρέπεσθαι αὐτῷ τὴν Ἐνυώ, ὡς Ἀθηνᾷ τὴν Νίκην, ὡς Ἀρτέμιδι τὴν Ἑκάτην. Δημήτριος δὲ τροφὸν Ἄρεός φησιν Ἐνυώ, Σιμμίας δὲ θυγατέρα αὐτοῦ, οἱ δὲ Διὸς καὶ Ἐνυοῦς γενέσθαι τὸν Ἄρεα

### ε 1146

Ἐναλίγκιος · ὁ ὅμοιος· παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ζήτει

### ε 1147

Ἐναλλάξ · παρὰ τὸ ἐναλλάξω ῥῆμα, ὡς παρὰ τὸ ἐπιμίξω ἐπιμίξ

### ε 1148

Ἔναρα Ζ . τὰ ἀπὸ πολέμου λάφυρα · ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν, καὶ διὰ τοῦτο καὶ οἱ νεκροὶ ἔνεροι

### ε 1149

Ἐνάργεια · ἡ λόγων μὲν λευκότης καὶ φαινότης· ἐνέργεια δὲ ἡ ἐν τοῖς λόγοις ταχυτής

### ε 1150

Ἐναργέστατος · καὶ ἐναργῶς, τὸ φανερῶς· παρὰ τὸ ἀργός τὸ σημαῖνον τὸν λευκόν καὶ κα θαρόν, ἐξ οὗ καὶ φανερόν, γίνεται ἐναργής μετὰ τῆς ἔν προθέσεως, καὶ ἐναργῶς ἐπίρρημα· ἐκ τούτου καὶ ἐνάργεια, ἡ φανε ρότησ

### ε 1151

Ἐναργής · φανερός· παρὰ τὸ ἀργόσ τὸ σημαῖνον τὸν λευκόν γίνεται ἐναργής καὶ ἐνάργεια, ἡ φανερότης,. φανερὸν καὶ

### ε 1152

Ἔναυλον · οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔστι ἐνηχούμενον· οἱονεὶ π αρὰ τὸ αὐλεῖν

### ε 1153

Ἔναυλος · ποταμὸς διὰ στενοῦ ῥέων. καὶ ἔναυλα μνημονεύματα

### ε 1154

Ἔν γε δή · τὸ ἔν πρόθεσις, τὸ γὲ δή σύνδεσμοι

### ε 1155

Ἑνδέκατος · ἐκ τοῦ εἷς ἑνός τὸ οὐδέτερον ἕν, καὶ μετὰ τοῦ δέκα ἀριθμοῦ γίνεται ἑνδέκατος

### ε 1156

Ἐνδελέχεια · ἡ συνέχεια

### ε 1157

Ἐνδήμῳ · παρὰ τὸ εἶναι ἐν τῷ δήμῳ. ἐνδημῶ δὲ

### ε 1158

Ἔνδινα Ψ · τὰ ἔντερα· ἢ ἔνινά τινα ὄντα, τὰ ἐντὸς τῶν ἰνῶν

### ε 1159

Ἔνδινα Ψ · τὰ ἔντερα· ἔνινά τινα ὄντα

### ε 1160

Ἐνδίνοισιν · ἐγράφη ἔμπροσθεν εἰς τὸ Ἐντόσθια

### ε 1161

Ἐνδίνοισι · τοῖς ἐντοσθίοις μέλεσι· παρὰ τὴν ἔνδινος εὐθεῖαν

### ε 1162

Ἐνδίνοισιν · ἐν τοῖς ἐγκάτοις. ἔστι δίνη, ἡ συστρ οφή καὶ οὐδέτερον τὸ δῖνος τ οῦ δίνους τοῖς δίν εσι καὶ κατὰ τροπὴν καὶ πλεονασμὸν δίν οισιν · ἢ τὸ δῖνον τοῦ δί νου τοῖς δίνοις καὶ δίν οι σιν

### ε 1163

Ἐνδίνων Ψ · σημαίνει δὲ τὰ ἐντόσθια σπλάγχνα, καὶ γράφεται διὰ τοῦ ι ὅτι τὰ διὰ τοῦ ινος προπαροξύτονα διὰ τοῦ ι γράφεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον, οἷον ξύλινος κόφινος δρύϊνος λίθινος ἀνθρώπινος μαρμάρινος· οὕτως οὖν καὶ ἔνδινος διὰ τοῦ ι καὶ ἐκεῖθεν ἔνδινοι καὶ ἐνδίνων. ἔστι δὲ παρὰ τὸ ἔνδον

### ε 1164

Ἐνδίνων · τῶν ἐντέρων τῶν ἐντός, ὡς Δίδυμος μαρτυρεῖ. Ψ ψαύσῃ δ’ ἐνδίνων“. καὶ ἔστι παρὰ τὸ ἔνδον ὄντων

### ε 1165

Ἐνδοιάζειν · ἀπὸ τοῦ δύο ἀριθμοῦ εἴρηται, ὃ καὶ διὰ τῆς οι διφθόγγου γράφεται· οἱονεὶ παρὰ τὸ ἐν δύο γνώμαις ἀμφιβάλλειν ὁποτέρα κρείσσ ων

### ε 1166

Ἔνδον ·. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γοῦν ἐν Τραχινίαις γυναῖκες, αἵ τ’ ἔ σ ω στέγ ησ αἵ τ’ ἐκτόσ“, δέον εἰ πεῖν αἵ τε ἔνδ ον γυναῖκεσ “· καὶ Εὐριπίδης καὶ τὸν γέροντα τήν τ’ ἔσω γραῖαν δρόμων“, ἀντὶ τοῦ ἔνδον· Εὔβουλος ὁ τῆς νέας κωμῳδίας ποιητὴς ἐν Καλαθηφόρ οισ ὅπ ως δὲ πεύσεσθ’ εἴτε τισ γέρ ων ἔσ ω “, δέο ν εἰ πεῖν ἔνδον “

### ε 1167

ἐπίδοξον διαφέρει· ἔνδοξον σημαίνει τὸ ἐπίσημον, ἐπίδοξον δὲ τὸ προσδόκιμον. ἄμφω δὲ ἀπὸ τῆς δόξης εἴρηνται, τὸ μὲν ἀπὸ τοῦ ἐν δόξῃ καὶ περιφανείᾳ εἶναι, τὸ δὲ ἀπὸ τοῦ καραδοκεῖν καὶ προσδοκᾶν καὶ διὰ δόξης ἔχειν τὸ μέλλον ὡς ἥξει

### ε 1168

ἐπίδοξος διαφέρει· ἔνδοξος μὲν γάρ ἐστιν ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ ἐλπιζόμενος καὶ προσδοκώμενος

### ν 192

νέγκατε · ζήτει εἰς τοὺσ Ἐπιμερισμούς

### ε 1169

Ἐνεγκοῦσαν · μητέρα ἢ πατρίδα

### ε 1170

Ἐνεῖκαι ·. διὰ τῆς ει. καὶ ὥσπερ ἀπὸ τοῦ αἰεί γίνεται αἰέν τροπῇ τοῦ ι εἰς ν οὕτω καὶ ἀπὸ τοῦ ἤνεικα γίνεται ἤνεγκα. διὰ τοῦ γ δὲ γράφεται, ἐπειδὴ ἐπιφέρεται τὸ κ · τὸ δὲ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ χ ἢ ξ ἐν μιᾷ λέξει τρέπεται εἰς γ ο ἷον συγγένεια συγξηρᾶναι ἐγκέφ αλοσ ἔγχος. πρόσκειται ἐν μιᾷ λέξει“ διὰ τὸ ἐν χειρί

### ε 1171

είκασθαι · ἐνεγκεῖν

### κ 946

κα · ἐκ τοῦ ἕνεκεν. τὸ Ἕνεκα ἐπὶ ἐχθροῦ, τὸ χάριν ἐπὶ φίλων, οἷον Ὀδυσσεὺς ἐστράτευσεν εἰς Ἴλιον Ἀγαμέμνονος χάριν“. ζήτει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1172

Ἕνεκα · σύνδεσμος αἰτιολογικός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1173

Ἐνεκαυχήσαντο · ἐκ τοῦ καυχῶ καυχήσω· τοῦτο παρὰ τὸ καῦχος· τοῦτο παρὰ τὸ αὐχήν· τοῦτο παρὰ τὸ αὔω, τὸ ξηραίνω, αὐήν καὶ αὐχήν· τοῦτο παρὰ τὸ ὕω, τὸ βρέχω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀΰω, τὸ οὐ βρέχω, καὶ κατὰ κρᾶσιν αὔω

### ε 1174

Ἐνεός · ὁ ἄφωνος· ἀπὸ τοῦ τὴν ἰωὴν παρ’ ἑαυτῷ ἔχειν

### ε 1175

Ἐνέπω · λέ γω ἀπαγ γέ λλω

### ε 1176

Ἐνέργεια · παρὰ τὸ ἐνεργεῖν τι ἢ πράττειν

### ε 1177

Ἐνέργεια · λέγεται διὰ τὸ ἐν ἔργοις ἰέναι ἤγουν φαίνεσθαι

### ν 193

νεροι · οἱ ν εκροί· παρὰ τὴν ἔραν, ἥ ἐστι γῆ· ἔν θεν τὸ πί πτω ἔραζε

### ε 1178

Ἐνερόχρωτεσ ·. ἔνθεν καὶ τὸ πίπτειν ἔραζε, τουτέστιν εἰς τὴν γῆν

### ε 1179

Ἔνερσεν · συνέπλεξεν

### ε 1180

Ἔνεστι · τὸ πλῆρες ἔνι ἐστί. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1181

Ἐνεφράγην · ἐκ τοῦ φράσσω φράξω, ὁ δεύτερος ἀόριστος ἔφραγον, καὶ ὁ παθητικὸς ἐφράγην

### ε 1182

Ἐνηής · ὁ πρᾶος καὶ ἡδύς· παρὰ τὸ αἰνῶ καὶ τὸν αἰνήσω μέλλοντα

### ε 1183

Ἐνῄκισεν · ἐμάστιξεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1184

Ἐν ἡμίσει · ἔν πρόθεσις, ἡμίσει ὄνομα πτώσεως δοτικῆς· ἡ εὐθεῖα τὸ ἥμι συ, τοῦ ἡμίσεος, τῷ ἡμίσεϊ καὶ ἡμίσει· τοῦτο παρὰ τὸ ἥμισυς· τοῦτο παρὰ τὸ ἅμα καὶ τὸ ἴσος, ἁμάϊσυς ἅμισυσ καὶ ἥμισυς καὶ ἥ μισυ

### ε 1185

Ἔνθα · καὶ ὅπου

### ε 1186

Ἐνθαδί. τὸ λεῖπον τοῦ ἐνθαδί. ἄλλως δέ· διὰ τοῦ ι ἐπειδὴ κα τ’ ἐπέκτασίν ἐστιν. αἱ δὲ ἐπεκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, οἷον ἐκεῖνος ἐκεινοσί, νῦν νυνί, οὗτος οὑτο σί· οὕτως καὶ ἐνθάδε ἐνθαδί. τὸ δὲ οἱονεί καὶ ὡσ περεί διὰ τῆς ει διφθόγγου γράφεται· οὐ γὰρ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὔκ εἰσι κατ’ ἐπέκτασιν, ἀλλὰ διάφορα μέρη λόγου εἰσί. τὸ μὲν γὰρ οἱονεί δύο μέρη λόγου· ἔστι γὰρ τὸ οἷον ὄνομα καὶ τὸ εἴ συναπτικὸς σύνδεσμος. τὸ δὲ ὡσπερεί τρία μέρη λόγου· τὸ γὰρ ὥς ἐπίρρημα παρα βολῆς, τὸ δὲ πέρ σύνδεσμος παραπληρωματικός, τὸ δὲ εἴ σύνδεσμος συναπτικός. ἰστ έον δὲ ὅτι, ὥς φησιν ὁ τεχνικός , ἔθοσ ἔχουσιν αἱ λέξεις αἱ εἰς σύμ φωνον λήγουσαι δέχεσθαι ἐπέκτα σιν τὴν διὰ τοῦ ι οἷον νυνί δευρί· αἱ δὲ εἰς φω νῆεν λήγουσαι λέξεις ἢ τὸ φω νῆεν τρέπουσιν εἰς ι οἷον ἐν θάδε ἐνθ αδί, ἢ τὸ ι προσλαμβάνουσι κατὰ διάστασιν, οἷον αὕτη αὑτηΐ το ύτου τουτο υΐ

### ε 1187

Ἔνθους · κατὰ συναλοιφήν· ὁ ἐνθεαζόμενος. ἔνθεος ἔνθους

### ε 1188

Ἐνιαυτός · ὅτι ἐν ἑαυτῷ πάντα ἔχει

### ε 1189

Ἐνιαυτός · παρὰ τὸ ἐν ἑαυτῷ διειληφέναι τοὺς καιροὺς καὶ τροπάς

### ε 1190

Ἐνιαυτός · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ἡ κλητική; οὐκ ἔχει. διὰ τί; ἡ γὰρ κλητικὴ αὐτὴ πρὸς παρόν ἐστι πρόσωπον

### ε 1191

Ἐνιπεύσ ·. καὶ γὰρ οὗτος ὁ πο ταμὸς ἄ γριός ἐστι καὶ ἀπειλοῦντι ἔ οικεν. Γεωργίου Ἐνιπή· διὰ τοῦ ι · ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονε. τὰ εἰς πτω λήγοντα ἀποστρέφονται τὴν ει δίφθογγον, οἷον ῥίπτω λίπτ ω· σημαίνει δὲ τὸ ἐπιθυμῶ· οὕτως οὖν καὶ ἐνίπτω· χωρὶς τοῦ φιλαλείπτω καὶ ἐρείπτω, ἐξ οὗ τὸ ἀν ηρείπτ ω ὅ ἐστι τὸ ἁρπάζω

### ε 1192

Ἐνιπή · ἡ ἐπίπληξις καὶ ἡ λοιδορία καὶ ἡ διὰ λόγων ἀτι μί α· ἐκ τοῦ ἐ νί πτω

### ε 1193

ἐγκεκρατημένον· ἐκ τοῦ ἴσχω. Σελεύκου

### ε 1194

Ἐννέα · ἀπὸ τοῦ ἐνδεῖν εἰς τὸν τῶν δέκα ἀριθμόν

### ε 1195

Ἐννεάς · ἐννεὰς λέγεται παρὰ τὸ ἓν νέον· αὕτη γὰρ πολυπλασιαζομένη ἐπὶ τοὺς ἑξῆς ἀπὸ μονάδος ἀριθμ οὺσ ἕνα νέον ἀριθμὸν φέρει λήγοντα κατὰ ὕφεσιν μι ᾶς μονάδος ἀπὸ τοῦ ἐννέα ἄχρι τῆς μονάδος, οἷον ἅπαξ θ ἐννέα, δὶς θ ιη τρὶς θ κζ, τετράκις θ λ, πεν τάκ ισ θ με, ἑξάκις θ νδ, ἑπτάκις θ ξγ ὀκτάκις θ οβ, ἐννάκις θ πα. ὅρα οὖν πῶς ὁ ἔνατος πολυπλασιαζόμενος κατὰ πρόσβασιν ἀφαίρεσιν πάσχει μιᾶς μονάδος· θ δὶς ιη, θ τρὶς κζ, θ τετράκις λ, ἐννέα πεντάκις με, θ ἑξάκις νδ, θ ἑπτάκις ξγ, θ ὀκτάκις οβ, θ ἐννάκις πα

### ε 1196

Ἐννεάς · παρὰ τὸ ἓν νέον· αὕτη γὰρ πολυπλασιαζομένη ἐπὶ τοὺς ἑξῆς ἀπὸ μονάδος ἀριθμοὺς ἕνα νέον ἀριθμὸν φέρει λήγοντα κατὰ ὕφεσιν μονάδος ἀπὸ ἐννέα ἄχρι τῆς μονάδος

### ε 1197

Ἐνοπή · κραυγή, φωνή· εἴρηται δὲ παρὰ τὸ ἐνέπειν, ὅ ἐστι λέγειν. ἐνωπὴ δὲ ἡ πρόσοψις

### ε 1198

Ἐνοσίχθων · ὁ τὴν γῆν κινῶν Ποσειδῶν· ἔνοσις γὰρ ἡ κίνησις λέγεται. δοκοῦσι γὰρ οἱ σεισμοὶ ἐξ αὐτοῦ εἶναι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1199

Ἐνταῦθα · ἐπίρρημα τοπικόν

### ε 1200

Ἔντεα ·. οἷον σκεπαστήριά τινα ὄντα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ μνηστῆρες η ἀπεκόσμεον ἔντεα δαιτόσ“

### τ 281

τὸ εἶδος κα τ ὰ Ἀρ ιστ ο τέλην

### ε 1201

Ἔντερα · παρὰ τὸ ἐντὸς ἀρηρέναι

### ε 1202

Ἐντεριῶναι · καὶ θριδακῖναι

### ε 1203

Ἐντεριώνη · τὸ ἐντὸς καὶ εἶδος βοτάνης. ὁ φλοιὸς τοῦ δένδρου

### ε 1204

Ἔντευξις · ἡ ἐντυχία καὶ ἡ παράκλησις· ἐκ τοῦ τεύχω τοῦ σημαίνοντος τὸ ἐντυγχάνω· δύο γὰρ σημαίνει ἡ λέξις, τὸ κατασκευάζω καὶ τὸ ἐντυγχάνω. καὶ εἰς τὸ Ἐτύχθη καὶ Τέτυκται

### ε 1205

Ἐν τῇ ἐκστάσει μου · ἡ εὐθεῖα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1206

Ἐν τοῖς κλίτεσι · ἡ εὐθεῖα τὸ κλίτος· σημαίνει δὲ τὴν γω νί αν· παρὰ τὸ κλίνειν

### ε 1207

Ἔντομα · τὰ τοῖς κατοιχομένοις θυ όμενα· ἐντέμνεται γὰρ τού των ὁ τρ άχηλος. τὰ δὲ τοῖς οὐρανίοις θεοῖς ἀνακλᾶται

### ε 1208

Ἐνυάλιοσ · ὁ Ἄρης ἢ ὁ πο λε μι στὴς ἢ ὁ πολεμι κὸ ς ἢ ὁ π όλεμος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἔ ν ὕμνοις · ἔν πρόθεσις, ὕμνοις δοτικὴ τῶν ἀρσενικῶν πληθυντικῶν. πόθεν γίνεται ὕμνος; παρὰ τὸ ὑπομ ένειν. ἐγράφη εἰς τὸ Ὕμνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1209

Ἐνύσταξαν · τὸ θέμα νυστάζω· τοῦτο παρὰ τὸ νευστάζω· τοῦτο παρὰ τὸ νεύω. τί διαφέρει τὸ κινεῖν καὶ νευστάζειν; τῇ μὲν φωνῇ διαφέρει, τῷ δὲ σημαινομένῳ οὐδαμῶς· ἴσον γάρ ἐστι καὶ τὸ κινεῖν καὶ τὸ νευστάζειν, καὶ Ὅμηρος Υ νευστάζων κόρυθι βριαρῇ“ καὶ τὸ νευστάζων κάραν Ἰούδασ“

### ε 1210

Ἔνυστρον · ζήτει

### ν 194

νυώ · ὁ πόλεμος· παρὰ τὸ ἐναΰειν, ὅ ἐστι βοᾶν

### ε 1211

Ἐνυώ · παρὰ τὸ ἐναΰειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν. τινὲς δὲ παρὰ τὸ ἔνω, ὅ ἐστι φονεύω, ἔνθεν καὶ αὐτοέντης· παρ’ αὐτὸ δὲ καὶ ὁ Ἐνυάλιος

### ε 1212

Ἕνωσις · διὰ τὸ εἰς ἓν συνωθεῖσθαι τὰ πράγματα

### ε 1213

Ἕξ · διὰ τὸ ἔξωθεν εἶ ναι τῶν πέντε

### ε 1214

Ἐξαίρετος · εὐειδ ήσ καλό σ πρόκ ριτοσ λίαν ἐπίλεκτος

### ε 1215

Ἐξαιρέτως · πλεί ω πάντων. Νικήτου

### ε 1216

Ἐξαιρουμένους · τὸ θέμα ἐξαιρῶ ἐξαιροῦμαι

### ε 1217

Ἐξαίσιον · παρὰ τὸ καθῆκον γε νό μενον μέγα, ἢ οὐκ ἀ γ αθόν

### ε 1218

Ἐξαίσιον · ποτὲ μὲν δηλοῖ τὸ μέγα ποτὲ δὲ τὸ ἄδικον, τὸ ἔξω τοῦ πρέποντος

### ε 1219

Ἐξαίσιον · τὸ ἄδι κον τὸ ἔξω τῆς αἴσης ἤγουν μοίρας, καὶ τὸ μέγα

### α 2256

αίφνης · ἐκ τοῦ φαίνω ἀφανής, καὶ ἐξ αὐτοῦ ἄ φνης καὶ ἐξαίφνης

### ε 1220

Ἐξακεύμενον · ἐξιώμενον· παρὰ τὸ ἀκέω ῥῆμα. κατὰ τὸν παρατατικὸν Ἰωνικῶς ἀπὸ τοῦ αὐτοῦ ἤρξατο στοιχείου

### ε 1221

Ἐξαλαπάξαι · εἰς τὸ Ἀλαπάζοντα

### ε 1222

Ἐξαλαπάξαι Α · πορ θ ῆσαι. παρὰ τὸν λ ά παθον· ἔστι βοτάνη κενωτική, καθαρτικὴ γαστρός, καὶ γίνεται παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ πάθος, παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη. ἐκ τούτου γίνεται λαπάζω καὶ πλεονασμῷ τοῦ α ἀλαπάζω καὶ ἐξαλαπάξαι

### ε 1223

Ἐξαμείβεο · παράλλαξον, ἀποδίδου

### ε 1224

Ἐξανθήσουσιν · ἐκ τοῦ ἀνθῶ· τοῦτο παρὰ τὸ ἄνθος· τοῦτο δὲ παρὰ τὸ ἄνω θέειν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1225

Ἐξάπινα · ἐκ τοῦ ἄφν ω ἄφινα καὶ ἄπινα · τὸ δὲ ἄφνω ἐκ τοῦ ἀφανής, ἀφανῶς καὶ κατὰ συ γκοπὴν ἄφνω καὶ ἐξ αίφνησ ἐξ αὐ τ οῦ καὶ διὰ τῆς αι διφθόγγου. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1226

Ἐξάπινα · ἐπίρρημα· γίνεται δὲ παρὰ τὸ ἀφανής ἄφινα καὶ ἄπινα

### ε 1227

Ἐξαπιναίως · ἐκ τοῦ ἐξάπινα, ὃ σημαίνει τὸ εὐθέως

### ε 1228

Ἐξαρτῶ · τὸ κρεμῶ· καὶ ἐξαρτήσαντες, τὸ κρεμάσαντες· ἐξ οὗ καὶ ἐξάρτια τὰ βαστάζοντα σχοινία τὴν ὀθόνην τοῦ πλοίου. καὶ ἐξαρτίζω, τὸ τελειῶ, καὶ ἐξαρτίσαντες, τὸ τελειώσαντες, ἐξ οὗ καὶ ἄρτιον, τὸ τέλειον

### ε 1229

Ἑξάς · οἱονεὶ ἐξισάς· παρὰ τὸ ἐξισοῦσθαι τοῖς οἰκείοις μέρεσιν· εἴρηται γὰρ ὅτι ὁ ἓξ τέλειός ἐστι, διότι ἴσος ἐστὶ πᾶσι τοῖς ἑαυτοῦ μέρεσι· τὸ ἥμισυ γ, τὸ τρίτον β καὶ τὸ ἕκτον α συντεθέντα τὸν ἓξ ἀποτελεῖ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1230

Ἐξεῖρψε σκνίψ · ἐκ τοῦ ἕρπω ἕρψω εἷρψα εἷρψε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1231

Ἐξελοῦ με · παρὰ τὸ ἕλω, τὸ λαμβάνω, ὁ μέλλων ἑλῶ, ὁ δεύτερος ἀόριστος εἷλον καὶ ὁ μέσος ἀόριστος εἱλόμην καὶ τὸ προστακτικὸν ἑλοῦ καὶ ἐξελοῦ. Ὁμήρου

### ε 1232

Ἐξ Ἐρέβευς Θ · ἐκ τοῦ Ἐρέβους, ὅ ἐστι τοῦ σκότους· ἔστι δὲ ὁ πρὸ τοῦ Ταρτάρου τόπος. καὶ εἰς τὸ Ἔρεβος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1233

Ἐξερευνησάτω · τὸ θέμα ἐξερευνῶ· γίνεται παρὰ τὴν ἔρευναν· τοῦτο παρὰ τὸ ἐρῶ, τὸ ἐρευνῶ, ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐρωτῶ, καὶ τὸ εὐνή, ὃ σημαίνει τὴν διατριβήν· καὶ γὰρ ὁ ἐρευνῶν ἐπὶ πολὺ ἐρωτῶν ἐνδιατρίβει

### ε 1234

Ἐξ ἐρημέων · ἐξ ἐρήμων· Ἰωνικῶς, ὥσπερ αὐτῶν αὐτέων. εἰ δὲ διὰ τῆς αι γράφεται τὸ με ἔστι κτητικόν

### ε 1235

Ἐξ ἔρον ἕντο · ζήτει. Ὁμήρου

### ε 1236

Ἐξ ἔρον ἕντο Α · ἔστι πτώσεως αἰτιατικῆς· κλίνεται δὲ οὕτως, ὁ ἔρος τοῦ ἔρου. τὸ δὲ ἕντο σημαίνει τὸ ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα, ὅ ἐστιν ἐκορέσθησαν. τὸ δὲ ἕντο γέγονεν ἀπὸ τοῦ ἵημι, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἦν, ὁ μέσος ἕμην ἕμ εθα ἕσθ ε ἕν το. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1237

Ἐξετινάχθην · ἐκ τοῦ τινάσσω· τοῦ το ἐκ τοῦ ἰνάσσω· τοῦτο παρὰ τὸ ἴς ἰνός. οὐ γάρ ἐστιν ἀπὸ τοῦ τείνω

### ε 1238

Ἑξήκοντα · ἐκ τοῦ ἕξ γέγονε ἑξάκις, καὶ ἐκ τοῦ ἑξάκις ἑξήκοντα Δωρικῶς τοῦ α εἰς η τραπέντος

### ε 1239

Ἐξήλειψα · ἠφάνισα

### ε 1240

Ἐξηρεύξατο · ζήτει

### ε 1241

Ἐξίτηλον · τὸ ἐκβεβηκὸς καὶ ἀλλοῖον, ὅθεν καὶ ὤκειλεν

### ε 1242

Ἐξίτηλος · ἐκ τοῦ ἴημι, τὸ πορεύομαι, ἐν πλεονασμῷ τοῦ τ καὶ ἀποβολῇ τῆς μι συλλαβῆς καὶ προσθέσει τοῦ λος γίνεται ἐξίτηλος. ἢ ἐκ τοῦ ἔξωθεν τοῦ θάλλειν ἐξίθηλος, καὶ τροπῇ τοῦ θ εἰς τ ἐξίτηλος. σημαίνει δὲ τὸν ἀμαυρὸν καὶ ἀφανῆ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1243

Ἐξιχνίασας · ἐκ τοῦ ἐξιχνιάζω· τοῦτο ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ ἰχνιάζω· τοῦτο παρὰ τὸ ἴχνος· τοῦτο παρὰ τὸ ἱκνοῦμαι

### ε 1244

Ἐξκέπτωρ · νοτάριος

### ε 1245

Ἐξκούβιτος · ἐξ οὗ ἡ ζωή· βῖτα γὰρ ἡ ζωή

### ο 425

ουσᾶτος · παρῃ τη μένος· ἔστι δὲ ῥῆμα συλλογιστικόν

### ε 1246

Ἐξόδιον · οἱονεὶ ἐξόβιον, ἔξω παρερχόμενον τοῦ βίου

### ε 1247

Ἔξοδος · διὰ τὸ εἶναι ἔξω τῆς ὁδοῦ, ἤγουν ἔξω τοῦ βίου

### ε 1248

Ἐξοιστρημένου · ἠρεθισμένου ἐν κακοῖς· παρὰ τὸ οἰστρῶ ῥῆμα τὸ σημαῖνον τὸ ἐρεθίζω, ἔνθεν καὶ οἶστρος

### ε 1249

Ἐξολοθρεύσει · ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ ὀλοθρεύω· τοῦτο παρὰ τὸ ὄλεθρος· τοῦτο παρὰ τὸ ὅλως θραύειν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1250

Ἐξολοθρεύω · ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ ὄλεθρος· τοῦτο παρὰ τὸ ὅλος καὶ τὸ θραύω

### ε 1251

Ἐξοστρακισθείη · ἐξορισθ είη· τὸ παλαιὸν γάρ, φησίν, ἐν ὀστράκῳ αἱ ἐξορίαι γραφόμεναι τοῖς ὑπεροριζομένοις ἐδίδοντο, ὅθεν καὶ ὀστρακίδ ης ὁ ἔξορος ἤκουεν

### ε 1252

Ἐξουδένωμα · ἔστι δείς καὶ μετὰ τῆς οὔ ἀρνήσεως οὐδείς, ἐξ αὐτοῦ παράγωγον οὐδενῶ οὐδενώσω οὐδένωκα οὐδένωμαι, καὶ ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα ἐξουδένωμα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1253

Ἐξουδένωται · ἐκ τοῦ οὐδείς οὐδενός γίνεται ῥῆμα περισπώμενον οὐδενῶ οὐδενώσω οὐδένωκα οὐδένωμαι οὐδένωται καὶ ἐξουδένωται

### ε 1254

Ἐξουθένημα · ἔστιν εἷς καὶ σημαίνει τὸν ἀριθμόν, καὶ μετὰ τῆς οὔ ἀρνήσεως καὶ τοῦ τέ συνδέσμου γίνεται οὐτεείς, καὶ ἐν συγκοπῇ οὐτείς· καὶ κλίνεται οὐτείς οὐτενός, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ γίνεται οὐθενός· καὶ γίνεται ῥῆμα ἐξ αὐτοῦ παράγωγον οὐθενῶ οὐθενήσω, ὁ παθητικὸς παρακείμενος οὐθένημαι, οὐθένημα καὶ ἡ ἔξ ἐξουθένημα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1255

Ἐξουθενῶ · ἐκ τῆς οὔ ἀρνήσεως καὶ τοῦ τέ συνδέσμου καὶ τοῦ εἷς ἑνός γίνεται οὐτενῶ, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ οὐθενῶ καὶ ἐξουθενῶ. οὐδὲν καὶ οὐθὲν διαφέρει. εἰς τὸ ο στοιχεῖον

### ε 1256

Ἔξοχος · παρὰ τὸ ἐξέχω ἔξοχος καὶ οὐδέτερον ἔξοχον καὶ ἔξοχα καὶ ἀποβολῇ τῆς ἔξ ὄχα, ἔνθεν τὸ ὄχ’ ἄριστοσ“, ὡσ κατ αι γί σ αἰ γίς, εὐηνορέα ἠνορέα. οὕτως Ἡρωδιανόσ

### ε 1257

Ἐξπλωράτωρες · κατάσκοποι

### ε 1258

Ἐξσκουλκεῦσαι · παρακροάσασθαι

### ε 1259

Ἐξῴδηκεν · οἰδῶ, οἰδήσω, ᾤδηκα

### ε 1260

Ἐξώκειλα · ὀκέλλω, ὁ μέλλων ὀκελῶ, ὁ ἀόριστος ὤκειλα καὶ μετὰ τῆς ἔξ προθέσεως ἐξώκειλα

### ε 1261

Ἐξωμίς · Ἀττικὸν τὸ λεξείδιον· σημαίνει δὲ χιτῶνα ἐλευθέριον οὐκ ἐπισκεπάζοντα τοὺς βραχίονας

### ε 1262

Ἐξώρουσεν · ἐξώρμησεν· παρὰ τὸ ὄρω ῥῆμα τὸ σημαῖνον τὸ ὁρμῶ. πόθεν τὸ Ἐξώρουσεν; ἀπὸ τοῦ ὀρούω ὀρούσω, ὁ ἀόριστος ὤρουσα ὤρουσας ὤρουσεν καὶ ἐξώρουσεν

### ε 1263

Ἐξωτέρω · ἔξω ἐξ ωτέρω

### ε 1264

Ἐοικώς Α · παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, ἢ εἴδω γίνεται ὁ παρακείμενος οἶκα, καὶ ἐν πλεονασμῷ τοῦ ε ἔοικα, καὶ μετοχὴ ἐοικώς. πόθεν τὸ Ἔοργα; ἀπὸ τοῦ ῥέζω ῥέξω, ἔρρογα ὁ μέσος παρακείμενος, καὶ ἐν ὑπερβιβασμῷ ἔοργα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1265

Ἑορτάζω · ἐκ τοῦ ἑορτή· τοῦτο παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ

### ε 1266

Ἑορτάζω · ἑώρταζον

### ε 1267

Ἑορτάζω · τὸ ορ μικρόν. ἑώρταζον δὲ τὸ ωρ μέγα

### ε 1268

Ἑορτή · ἀπὸ τοῦ ἑόν τοῦ σημαίνοντος τὸ ἀγαθόν καὶ τοῦ ὄρω τοῦ σημαίνοντος τὸ ἐγείρομαι· ἑορτή γὰρ ἀπὸ τοῦ εἰς τὸ ἀγαθὸν ἡμᾶς ἐγείρειν

### ε 1269

Ἑορτή · παρὰ τὸ ἑόν, ὃ σημαίνει τὸ ἀγαθόν, καὶ τὸ ὀρούω, τὸ ὁρμῶ· καὶ Ὅμηρος θ θεοὶ δωτῆρες ἑάων“

### ε 1270

Ἑορτή · παρὰ τὸ ἐρᾶν αὐτῆς· ἢ παρὰ τὸ ἔρωτι παρωνύμως ἐρωτή καὶ ἑορτή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1271

Ἐπάγην · ἐκ τοῦ πήσσω, τὸ πηγνύω, ὁ δεύτερος ἀόριστος ἔπαγον καὶ ὁ παθητικὸς ἐπάγην

### ε 1272

Ἐπαγωγὴ ἀπαγωγῆς διαφέρει· ζήτει

### ε 1273

Ἐπαίνει · ἐγκλίσεως προστακτικῆς· τὸ θέμα ἐπαινέω ἐπαινῶ, ὁ παρατατικὸς ἐπῄνεον ἐπῄνουν, τὸ τρίτον ἐπῄνεε ἐπῄνει, τὸ προστακτικὸν ἐπαίνεε ἐπαίνει

### ε 1274

Ἔπαινος · ἐκ τῆς ἐπί προθέσεως καὶ τοῦ αἶνος

### ε 1275

Ἔπαινος · ἐπὶ βραχύ· ἐγκώμιον ἐπὶ πολύ

### ε 1276

Ἐπαινῶ · λέγω· ἐπαινῶ, συγκατατίθεμαι

### ο 426

οἱ κυνηγέται· ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. ἐντεῦθεν καὶ ἡ ναῦς ἡ γαλέα ἐπακτρία καὶ ἐπακτροκέλλης ἐν συνθέσει

### ε 1277

Ἔπαλξις · ἐφ’ ᾗ βεβηκότες τῇ ἀλκῇ χρώμεθα

### ξ 46

ξις · ἐφ’ ἧς ἀλέγουσι τοὺς ἐπιό ντας. Γεωργίου

### ε 1278

Ἐπαλξίτης · λίθος ὁ ὢν ἐπάνω τῆς ἐπάλξεως· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τοῦ Ἀσκα λωνί τησ

### α 2257

ανιτέον · ἐκ τοῦ εἶ μι, τὸ πορεύομαι, τὸ δεύτερον. ἰτέον καὶ ἐπα νι τέον

### ε 1279

Ἐπαρήγων · ζήτει

### ο 427

ο · ἐκ τοῦ παρρησιάζω· τοῦτο παρὰ τὸ παρρησία· τοῦτο παρὰ τὸ ῥῆσις, ῥη σί α καὶ παρρησία, οἱονεὶ παντορησία τις οὖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### π 705

παυλις · ἐκ τοῦ αὐλή· τοῦτο ἐκ τοῦ αὐλίζω

### ε 1280

Ἐπαυτοφῶρος · ὁ φανερός, ἢ ὁ πόρνος φανερῶς καταληφθεὶς ὑπεύθυνος γενόμενος ἢ καταφανής· σημαίνει δὲ δύο, τὸν κλέψαντα καὶ τὸν πορνεύσαντα καὶ κρατηθέντα

### ε 1281

Ἐπαυτοφώρῳ · σημαίνει τὸν ἐπὶ τῇ αὐτῇ τῇ κλοπῇ καταληφθέντα

### ε 1282

ἐκ τοῦ ἐπιβλ έπω · τοῦτο παρὰ τὸ βάλλειν τοὺς ὦπας. Γεωργίου

### ε 1283

Ἐπεί · διὰ τῆς ει · ἀπὸ γὰρ τοῦ εἴ συνδέσμου γέγονεν καὶ τῆς ἐπί προθέσεως. ἱστέον δὲ ὅτι, ἡνίκα τὸ ἐπεί χρονικόν ἐστιν, ἔστιν ἐπίρρημα, οἷον α πλάγχθη, ἐπεὶ Τροίησ“ ἀντὶ τοῦ ἀφ’ οὗ καὶ πάλιν Γ αὐτὰρ ἐπεὶ κόσμηθ εν “ ἀντὶ τοῦ ὅταν· ἡνίκα δὲ καὶ αἰτιολογικῶς παραλαμβάνεται, σύνδεσμός ἐστιν οἷον ἐπεὶ ἡμέρα ἐστὶ φῶς ἐστιν“

### ε 1284

Ἐπεί · ἐπίρρημα χρονικὸν ἀντὶ τοῦ ἀφ’ οὗ

### ε 1285

Ἐπεί · σύνδεσμος παρασυναπτικὸς δηλῶν τὸ ἐπειδή. Γεωργίου

### ε 1286

Ἐπείγω · διὰ τῆς ει · ἀντιπαράκειται γὰρ αὐτῷ τὸ οἴγω

### ε 1287

Ἐπειγωλή · ἡ ἔπειξις. Γεωργίου

### ε 1288

Ἐπειός · τὰ διὰ τοῦ ειος κύρια ὀξύτονα τρισύλλαβα διὰ τῆς ει γράφεται, οἷον Πηνειός Ὀλμειός

### ε 1289

Ἔπειραν Α · σημαίνει τὸ ἐπερόν ησαν · ἔστι τὸ θέμα αὐτοῦ πείρω, ὁ μέλλων περῶ

### ε 1290

Ἔπειτα · ἔστιν εἶτα, μετὰ τῆς ἐπί προθέσεως ἐπίειτα, καὶ κατὰ κρᾶσιν ἔπειτα

### ε 1291

Ἔπειτα · τῇ ἐπί τὸ εἶτα προσετέθη· ἡ ἐπί πρόθεσις· λο ιπὸν γέγονεν ἐπίειτα, καὶ κατὰ κρᾶσιν ἔπειτα καὶ ἐτελέσθη σύνδεσμος

### ε 1292

Ἐπέραστος · ἐράσμιος, πολυπόθητος, πάνυ ἀγαπώμενος· ἐρᾶν γὰρ τὸ ἐπιθυμεῖν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1293

Ἐπερρίφην · οἱ μὲν ἐκ τοῦ ῥίπτω ῥίψω ἔρριφα ἔρριμμαι ἐρρίφ θ ην καὶ ἀποβολῇ τοῦ θ ἐρρίφην· οἱ δὲ ἀπὸ τοῦ ἔρριφον δευτέρου ἀορίστου καὶ τὸ παθητικὸν ἐρρίφην

### ε 1294

Ἐπεσβόλος · ὁ λοίδορος, ὁ τοῖς ἔπεσι βάλλων

### ε 1295

Ἐπεσβόλος · ὁ φλύαρος καὶ λοίδορος, ὁ διὰ τῶν ἐπῶν λωβῶν, τουτέστιν ὑβρίζων, ἐπεσλῶβος καὶ κατὰ ἐναλλαγὴν ἐπεσβόλος

### ε 1296

Ἐπεσκεμμένοι · σκέπτω ῥῆμα

### ε 1297

Ἐπεσπῶντο · ἐπισπῶμαι, τὸ δέχομαι· ἐκ τοῦ ἕπω, τὸ ἀκολουθῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1298

Ἐπεστηρίχθην · ἐκ τοῦ στηρίζω στηρίξω ἐστήριχα ἐστήριγμαι ἐστηρίχθην. τὸ δὲ στηρίζω ἐκ τοῦ ἵστημι στήσω

### ε 1299

Ἐπέτειον · ἐκ τοῦ ἔτος ἔτειον καὶ ἐ πέ τει ον

### ε 1300

Ἐπέτειος · ἐπὶ τοῦ νῦν ἔτους· ἐπέτος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρόν· οὐχὶ διὰ τοῦ φ ἀλλὰ διὰ τοῦ π ὥς φησι Πίνδαρος καὶ Δημοσθένης

### ε 1301

Ἐπήβολος · ὁ ἐπιτυγχάνων ἢ ἐπιτυχεῖν μέλλων· βολεῖν γὰρ τὸ ἐπιτυγχάνειν

### ν 195

νίδες ε · αἱ πλατεῖ αι σαν ί δες, οἷον ἐπιτενεῖς οὖσαι, κρόκης τάξιν ἐπέχουσαι. ἔστι δὲ παρὰ τὸ ἐνέγκω ῥῆμα καὶ ἤν ε γκον, Ε ἀλλ ά μ’ ὑ πή νεγ καν τα χέες πόδεσ“· παρὰ τὸ ἐνέγκω ποδηνεκέσ“ ἐστιν· ἐνέγκω οὖν ἐνεγκίς καὶ ἐπενεγκίς καὶ ἐπηνεγκίς τροπῇ τοῦ ε εἰς η τὸ παρατεταμένον καὶ δ ιελ ηλυθὸς καὶ μα κρὸν ξύλον· ὑπερ θέσει καὶ μεταθέσει τοῦ ν καὶ τοῦ ε ἐπηγκενίς, ἡ μακρὰ σανίς

### ε 1302

Ἐπήγω · βαστῶ. ἐπείγω δὲ

### η 296

ηλυγάζοντες · ἐκ τοῦ ἠλύγη, ὃ σημαίνει τὴν σκό τωσιν

### ε 1303

Ἐπηλυδῶντες · ῥῆμα ἐπηλυδῶ· ἐκ τοῦ ἐλεύθω γίνεται ἤλυσις καὶ ἐπήλυσις, ταχήλυσις, προσήλυσις· ἔπιλυς δὲ ὁ ἔχων ἰλύν

### ε 1304

Ἔπηλυς · παρὰ τὴν ἐπί πρόθεσιν καὶ τὸ ἠλύθω ῥῆμα, ὃ σημαίνει τὸ ἔρχομαι ἀπὸ ξένης, ἐπίηλυς καὶ ἔπηλυς, ὁ ξένος. καὶ εἰς τὸ Νέηλυς

### ε 1305

Ἐπ’ ἤματι · ἐν ἡμέρᾳ

### ε 1306

Ἐπήν · ἐπειδάν ἢ προσῆν

### ε 1307

Ἐπήρεια · κυρίως ἡ ἐν τῷ πολέμῳ καταδρομή· Ἄρης γὰρ ὁ πόλεμος· καὶ ἡ ἐμπειρία· λέγεται καὶ ἡ ζημία

### ε 1308

Ἐπήτης · ὁ λόγιος· παρὰ τὸ ἔπω ἔπης καὶ ἐπήτης

### ε 1309

Ἐπητύος φ ·. παρὰ τὸ ἔπος ἐπητύς

### ε 1310

Ἐπῆχθαι · ἐκ τοῦ ἄγω

### ε 1311

Ἐπίβασιν · βάδισιν

### ε 1312

Ἐπιβάτης · ἐπὶ ἅρματος· ἀναβάτης ἐπὶ ἵππου

### ε 1313

Ἐπιβιβᾷ · δευτέρας συζυγίας τῶν περισπωμένων· τὸ θέμα· βιβῶ βιβᾷς βιβᾷ καὶ ἐπιβιβᾷ

### ε 1314

Ἐπιβολή · ὁμιλία, συνήθεια, πρόστιμον, ζημία, προ σ θήκη

### ι 326

ἶκον · τὸν ἐπίκοινον καὶ ἀμέριστον, ὅταν μὴ μερίσῃ κληρονόμος· κυρίως δὲ ὁ ἐξ ἴσου καταλειφθεὶς δύο τισίν

### ε 1315

έζοντο · ἐβαροῦντο, ἐδαμάζοντο. Γεωργίου

### ε 1316

Ἐπιείκεια· διὰ τῆς

### κ 947

κατὰ τὴν προπαραλήγουσαν καὶ τὴν παραλήγουσαν· παρὰ γὰρ τὸ εἴκω ἐστί, τὸ ὑποχωρῶ· καὶ γὰρ ὁ ἐπιεικὴς εὐχερῶς ὑπ οχωρεῖ. τὸ δὲ εἴκω δέδεικται ὀξύτονον

### ε 1317

Ἐπιεικής · οἱ μὲν ἐπεοικώς, οἱ δὲ ἐπιεικτικός

### ε 1318

Ἐπίκλοπον · παραλογιστικόν· καὶ γὰρ ὁ κλέπτης παραλογιζόμενος κλέπτει. σημαίνει δὲ καὶ τὸν ἐπιθυμητήν· καὶ γὰρ ὁ κλέπτης ἐπιθυμίᾳ τῶν ἀλλοτρίων τοῦτο πράττει

### ε 1319

Ἐπικουρεῖν · ἡ ἐπί πρόθεσις τὸ δέον δηλοῖ· ἐπικουρεῖν, τὸ ποιεῖν τὸ προσῆκον τοῖς κούροις, ὡς καὶ τὸ Δ αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο ὁπλότεροι“. καὶ ὁπλότεροι, οἱ ὅπλα βαστάζειν δυνάμενοι· ἡ γὰρ προβεβηκυῖα ἡλικία τούτου ἀπολέλυται, ὡς παρ’ Ὁμήρῳ Γ γήραϊ δὴ πολέμοιο πεπαυμένοι“. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ προθέσεων

### ε 1320

Ἐπικύλλωμα · τὸ μετὰ τὴν τῶν ἄρτων διάρτησιν περισσευόμενον· κόλλιξ γὰρ ὁ ἄρτος, ὅθεν καὶ τὸ ἰατρικὸν κολλύριον· ἀπὸ τοῦ κολοβός. καλοῦσι δὲ κύλληστιν τὸν ὑποξίζοντα ἄρτον Αἰγύπτιοι

### ε 1321

Ἐπικυνεῖν · ἔστι τὸ ἐπὶ τοῦ στόματος φιλεῖν. λέγειν δὲ ἐπὶ κύλων κάλλιον· κύλοι γὰρ τὰ βλέφαρα, ὅθεν καὶ κυλοιδιᾶν λέγεται τὸ ἐπῆρθαι τοὺς ὀφθαλμούς, ἀπὸ τοῦ ἐπὶ πολὺ καθεύδοντας οἰδεῖν τοὺς ὀφθαλμούς. καὶ Χρύσιππος γράφει· Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ ω «ἀνδρῶν ὄμματα θέλγει»· Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας οὐ διὰ τὸ καθεύδειν, ὡς Ὅμηρος η «ὅτε μνησαίατο κοίτου», οὐχ ὅτι ὀνειροπομπὸς ἦν, ἀλλ’ ὅτι ὕ πνου ἡδέος αἴτιος.“ ὅθεν ἐπισκύνιον τὸ ν περὶ τῶν κύλων τόπον καλοῦμεν

### ε 1322

Ἐπιλελῆσθαι · παρὰ τὸ λήθω

### ε 1323

Ἐπιλήσῃ · ζήτει

### ε 1324

Ἐπιληψία · νόσος· διὰ τὸ ἐπιλαμβάνεσθαι καὶ κρατεῖσθαι αὐτὴν τὰς αἰσθήσεις. ἐκάλεσαν δὲ αὐτὸ τοῦτο ἱερὰν νόσον διὰ τὸ ἱερὸν καὶ τίμιον εἶναι τὸν ἐγκέφαλον· ἄλλοι δὲ Ἡρακλείαν νόσον διὰ τὸ ἰσχυρὸν καὶ δυσμετάθετον τοῦ πάθους

### ε 1325

Ἐπιλίζουσιν ς · ἐπιμωκῶσιν, ἐμπαίζουσιν, ἢ τοῖς ὄμμασι διανεύουσιν· ἔνθεν καὶ πτίλλος ὁ πεπονθὼς τοὺς ἴλλους, ὅ ἐστι τοὺς ὀφθαλμούς

### ε 1326

Ἐπιλυγίζειν · ἐπικαλύπτειν· οἱ γὰρ Ἀττικοὶ ἠλύγην καλοῦσι τὴν σκοτίαν. τινὲς δὲ ἀπὸ τῶν λύγων· διὰ γὰρ τούτων πλέκοντες σχοίνους πλέκουσιν

### μ 389

μαχεία διαφέρει· ἐπιμαχ ία ἐστὶν ἀντὶ τοῦ ἀμύνασθαι εἰσ ὀργὴν καὶ οὐ τὸ αἰδεῖσθαι καὶ ὀκνεῖν· συμμαχεία δὲ τὸ συνασπίζειν πολεμουμένοις

### ε 1327

Ἐπιμίξ · παρὰ τὸ μίγω ῥῆμα μίξω μίξ ἐπιμίξ, ὡσ δά κ ω δάξω δάξ ὀδ άξ, ἀ λλ άσσω ἀλλάξω ἀλλάξ ἐναλλάξ. ταῦτα ὡς ἐπιρρ ήματα ὀξύνεται· εἰ γὰρ ἐβαρύνετο, ὡς ὀνόματα ἐκλίνετο

### ε 1328

Ἐπιμύω · καμμύω· ἐκ τῆς ἐπί προθέσεως καὶ τὸ μύω. ἐπιμύσας τοὺς ὀφθαλμούσ“

### ε 1329

Ἐπινέμησις · καλεῖται Ἑλληνιστὶ ἡ κατὰ τὸν Σεπτέμβριον μῆνα ἀρχὴ τοῦ ἐνιαυτοῦ διὰ τὸ μερίζεσθαι τοῖς στρατιώταις τὸν φόρον κατὰ τοῦτον τὸν μῆνα· ἐκ τοῦ διανέμεσθαι γὰρ τοῖς ὑπηκόοις τοὺς φόρους τὴν ἐπωνυμίαν ἔσχεν ἡ τοῦ ἐνιαυτοῦ περίοδος ἐπινέμησις

### ε 1330

Ἐπιορκεῖν ·. καὶ δηλοῖ τὸ ὑπεράνω τῶν ὅρκων γίνεσθαι καὶ ὑπερβαίνειν αὐτούς

### ε 1331

Ἐπίπλους · ἀπὸ τοῦ ἐπιπλεῖν καὶ ἐξεπιπολῆς εἶναι τῶν σαρκῶν. σημαίνει δὲ τὴν τζ ήπ αν τῆς κοιλίασ

### ε 1332

Ἐπιρρήδην · παρὰ τὸν ῥήσω μέλλοντα, ὡς τμής τμήσω τμήδην γὰρ τὸ πορεύομαι

### ε 1333

Ἐπίρρησις · ὁ ψόγος καὶ ἡ κατηγορία

### ε 1334

Ἐπίρρητος μισθός Φ · ζήτει

### ε 1335

Ἐπίρροθος Δ · ὁ ἐπιρρωννύων καὶ ἐπι κελεύων· ἀπὸ μεταφορᾶσ τῶν ἐν θήρᾳ κυνῶν ἐπιρρωννυμένων ὑπὸ τῶν θηρ ατῶν, ὅθεν ἐπίρροθος καὶ ἐπιτάρροθος πλεονασμῷ τῆσ ταρ συλλαβῆς. παρὰ τὸ ῥόθος καὶ ῥοθῶ ῥῆμα, τὸ παρορμῶ, ἐπίρροθος, ὁ ἐν τῷ βοηθεῖν καὶ πρόθυμος καὶ παρορμῶν

### ε 1336

Ἐπίσιον · διὰ τοῦ ι τὰ δύο· καὶ γὰρ ἀπὸ τοῦ πάσιον τοῦ σημαίνοντος τὸ ξηρὸν γέγονεν ἐπίσιον. καὶ ἄλλως· παρὰ τὸ εἰσιέν αι ἐστίν

### ε 1337

Ἐπίσιον · τὰ δύο διὰ τοῦ ι. περὶ δὲ τοῦ τα σία ὁ λ όγος. σημαίνει δὲ τὸ ἐφήβαιον· καὶ γὰρ ἀπὸ τοῦ τὰ σία τοῦ σημαίνοντος τὰ ξηρὰ γέγονεν ἐπίσιον· καὶ γὰρ τὸ ἐφήβαιον ξηρότερόν ἐστι. τινὲς δὲ διὰ τῆς ει γράφοντες λέγουσιν ὅτι παρὰ τὸ εἰσιέναι

### ε 1338

Ἐπισκοπή · πρόνοια

### ε 1339

Ἐπισκύσαι · σκύζω, τὸ ὀργίζομαι· ἐξ αὐτοῦ σκύσαι καὶ ἐπισκύσαι

### ε 1340

Ἐπίσπω · τὸ ἀκολουθῶ, δοτικῇ· ἐπισπῶ δὲ καὶ ἐπισπῶμαι, τὸ ἀπογεύομαι, αἰτιατικῇ

### ε 1341

ἐπισκῆψαι διαφέρει · ἐπιστεῖλαι μὲν διὰ γραμμάτων ἐπισκῆψαι δὲ διὰ λόγων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1342

Ἐπίστευσα · ἐκ τοῦ πιστεύω· τοῦτο παρὰ τὸ πίστις· τοῦτο παρὰ τὸ ἵστημι τοῦτο παρὰ τὸ πείθω

### ε 1343

Ἐπιστήμη · ὡς εἰς ἐπίστασιν ἄγουσα τὸν νοῦν, φησὶν ὁ Πορφύριος ἐν Κρατύλῳ

### δ 653

διὰ τὸ ἐν πλά τει τηρεῖν τὸν τόπον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1344

Ἐπίστρεψον · ἐκ τοῦ ἐπιστρέφ ω ἐπέστρεφα, ἐπέστραμμ αι ἐπεστράφην. ἰστέ ον δὲ ὅτι ὁ παθητικὸς ἀόριστος ἀεὶ φυλάττει τὴν παραλήγουσαν τοῦ παθητικοῦ π αρακειμένου πλὴν τῶν παρὰ τὸ αἱρῶ περισπώμενον, ὡς εἴρηται

### ε 1345

Ἐπιτάφιος λόγος · ὁ ἐπάνω τοῦ τάφου λεγόμενος ἐγκωμιαστικὸς παρ’ αὐτῇ τῇ ταφῇ

### ε 1346

Ἐπιτήδειος · ἔστι ῥῆμα δέω, ὃ σημαίνει τὸ φοβοῦμαι, ἐξ οὗ γέγονεν ὄνομα ῥηματικὸν δέος, ἐξ οὗ ἀδεής, ὁ μὴ φοβούμενος· καὶ ἐκ τοῦ ἀδεής γέγονεν ἄδεια καὶ ἄδειος, καὶ ἐν πλεονασμῷ τοῦ τ τάδειος, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιτάδειος, καὶ ἐκτάσει τοῦ α εἰς η ἐπιτήδειος

### ε 1347

Ἐπιτήδειος · εὔκαιρος, ἀγαθός, δεξιός καὶ συνήθης. ἐπιτηδείως, εὐκαίρως. ἐπι τή δεια πρέποντα. ἐπ ιτηδεύει, ποιεῖ, τεχνάζ εται. ἐξεπίτηδες, ἐπιτηδευμένως ἢ ἑκουσίως. ἔστι δὲ τοῦτο τὸ ὄνομα τριγενές, ὁ ἐπιτήδειος ἡ ἐπιτηδεία τὸ ἐπιτή δειον

### ε 1348

Ἐπιτηδείῳ εἰπεῖν · ἱκανῷ

### ε 1349

Ἐπιτηδής · ἔστιν ἔτης, ὃ σημαίνει τὸν συνήθη, ἀπὸ τοῦ ἔθος γεγενημένον· ἐτητής ἐν παραγωγῇ καὶ ἐτηδής, καὶ ἐν συνθέσει ἐπι ετηδής, καὶ ἀποβολῇ τοῦ ε ἐπιτηδής, καὶ ἐπιτήδειος ἐξ αὐτοῦ. ἢ παρὰ τὸ ἥδω, τὸ τέρπω καὶ εὐφραίνω, ῥηματικὸν ἡδής καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιηδής καὶ προσθέσει τοῦ τ ἐπιτηδής καὶ ἐπιτήδειος ἀπ’ αὐτοῦ

### ε 1350

Ἐπιτηδής · ὁ ἐπιτηδευτής· σημαίνει καὶ τὸν ἄφοβον

### ε 1351

ἐπίτιμον διαφέρει· ἐπιτίμιον μὲν γὰρ ἡ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον· ὥστε οὐ δεῖ λέγειν ἐξέτι σε τὸ ἐπίτιμον“, ἀλ λὰ τὸ ἐπιτίμιον

### ε 1352

Ἐπιτίμιον · τὸ ἐπὶ τιμῇ ὂν ἢ ὑπάρχον. ἢ παρὰ τὸ καταργεῖν ἤτοι κρα τεῖν καὶ δεσμ εῖν

### ε 1353

Ἐπιτοαυτό · ἐπίρρημα τοπικὸν ἢ ἀθροίσεως καὶ συλλήψεως· ἐπί πρόθεσις, τό ἄρθρον, αὐτό ἀντωνυμία οὐδετέρα

### τ 282

τολή · φαῦσις, ἀνατολή ἄστρου

### ε 1354

Ἐπίτροπος · χηρωστής. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1355

Ἐπὶ τῶν ποταμῶν · ποταμός παρὰ τὸ πότιμον ὕδωρ ἔχειν. ἡ ἐπί πρόθεσις μετὰ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς συντάσσεται

### ε 1356

Ἐπιωγαί ε · οἱ συγκλεισμοί· ἀπὸ τοῦ ἐποῖξαι, ὅ ἐστι συγκλεῖσαι, ἐπιωγή, ἡ σκέπη

### ε 1357

ἐκ τοῦ ἰωγή, ὁ ὑψηλὸς τόπος, λέγεται

### κ 948

κατεπλάγην διαφέρει· ἐπλήγην ἐπὶ σώματος, ἐπλάγην καὶ κατεπ λάγην ἐπὶ ψυχῆσ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1358

Ἐπλήσθημεν · ἀπὸ τοῦ πλήθω· τὸ πρῶτον πρόσωπον ἐπλήσθην. διαφέρει τὸ ἐπλήσθη τοῦ ἐπλειστηρίασεν· τὸ μὲν γὰρ ἐπλήσθη ἀπὸ τοῦ πλήθω, τὸ δὲ πλειστηριῶ ἀπὸ τοῦ πλειστήριος. τοῦτο παρὰ τὸ πλεῖστος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1359

Ἐπολυώρησας · ἐκ τοῦ πολύ καὶ τοῦ ὠρῶ, τὸ φυλάσσω, γίνεται πολυωρῶ πολυωρήσω

### ε 1360

Ἐποπτεία · καὶ ἐποψειασμός

### κ 949

κυρίως μὲν τὸ ἑξ άμετρον· ἀπὸ τοῦ ἔπ ει ν ὅ ἐστι λέγειν

### ε 1361

Ἑπταπέκτιος · ἡ βαθεῖαν ἔχουσα κόμην, ἡ δ υ ναμένη ἑπτάκις τμ ηθῆναι · πέξαι γὰρ τὸ κεῖραι ἢ κτενίσαι

### ε 1362

Ἑπτάσ · οἱονεὶ σεπτάς, παρὰ τὸ σεβάσμιον καὶ τίμιον· ὁ γὰρ ἑπτὰ ἀριθμὸς τίμιός ἐστιν, ὅθεν καὶ ἑπτὰ ἡμέ ραι τῆς ἑβδομάδος καὶ ἑπτὰ οὐρανοὶ καὶ ἑπτὰ οἱ λεγόμενοι πλανῆτες καὶ ἑπτὰ φωνήεντα. ζήτει

### ε 1363

ἐπίσπω · τὸ ἀκολουθῶ. εἷπον παρατατικός

### ε 1364

Ἐπώνυμον ἐπιθέτου διαφέρει· ὅτι τὸ μὲν ἐπίθετον ἐπὶ ψόγου κεῖται πολλάκις, τὸ δὲ ἐπώνυμον ἐπ’ ἐγκωμίου

### ε 1365

Ἐπώνυμον · παρὰ τὴν ἐπί πρόθεσιν καὶ τὸ ὄνομα γίνεται ἐπιόνυμον καὶ ἐπώνυμον. σημαίνει δὲ ὄνομα ἔχον δύο ὀνόματα, ἓν κύριον καὶ ἓν ἐπίθετον, οἱονεὶ τὸ ἐκ τοῦ συμβεβηκότος καλούμενον

### η 297

ἡ γῆ· ἐκ τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ

### ε 1366

Ἔραν · τὴν γῆν· ὅτι ἐνερρίζωται. ἢ οὕτω καλοῦσιν παρὰ τὸ ἐρίσαι, τὸ περὶ ἴσης γῆς φιλονεικῆσαι, καὶ Ὅμηρος Μ ὥ τ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσησ“

### ε 1367

Ἐρᾶν ·. Ὅμηρος Ξ ὡς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ“· πρὸς τὴν Ἥραν φησὶν ὁ Ζεὺς παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος λ ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ’ Ὀδυσσεῦ, σή τ’ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα“

### ε 1368

Ἐρᾶν · πρῶτον ἐπὶ τῆς γῆς ἐρρέθη, ἀφ’ οὗ ἔρα, ἡ γῆ, καὶ ἐρωῆσαι, τὸ τῆς γῆς ὑποχωρῆσαι. καὶ εἰς τὸ Ἐρωήσει

### ε 1369

Ἔρανος · ἀπὸ τοῦ συνερᾶν καὶ ἐπιθυμεῖν συνεισφέρειν τι τοῖς φίλοις καὶ εὐωχεῖσθαι

### η 298

ἡ ἐκ πολλῶν εἰς ἓν συνα γ ομένη εὐω χί α

### ε 1370

Ἐρασῖνοσ ·. διὰ τοῦ ι τῷ λόγῳ τοῦ Ἐρυθῖνος. Γεωργίου

### ε 1371

Ἐρατεινός · διὰ τῆς ει διφθόγγου πρῶτ ον μὲν ὅτι ἐρατ ενν όσ λέγ ουσιν οἱ Αἰολεῖς, ὥσπερ ποθ εινόσ πο θενν ός, δεύτερον δὲ τῷ λόγ ῳ τῶν εἰσ νο σ ὀ ξυτόνων τῶν εἰρημένων ἐν τῷ Αἰπεινόσ

### ρ 120

ργω · σημαίνει δύο· τὸ κωλύω, ὃ καὶ εἵργω λέγεται, ἐξ οὗ καὶ εἱρκτή· καὶ ἔργω, τὸ παχύνω, ἐξ οὗ καὶ ἔρξαι, τὸ παχῦναι

### ε 1372

Ἕρδω · σημαίνει β· τὸ ποτίζω, οὗ ὁ μέλλων ἕρσω, ἐξ οὗ ἕρσαι αἱ δρόσοι, αἱ ἐν τῷ ἕρσει τῆς γῆς ἀντὶ τοῦ ἐν τῇ δρόσῳ καὶ πιότητι· καὶ ἔρδω, τὸ πράττω, ὅπερ γέγονε παρὰ τὸ ῥέζω, ὥσπερ Ὅμηρος Δ ἔρξον ὅπως ἐθέλεισ“

### ε 1373

Ἐρεβοδιφῶ · τὸ Χάος ζητῶ

### σ 447

σκότος· ὁ πρὸ τ οῦ Ταρτάρ ου τόπος

### ε 1374

Ἐρεείνω · τὸ λέγω, ὡς φαείνω, τὸ λάμπω· ἐρεείνω, τὸ ἐρωτῶ, παρὰ τὸ ἐρῶ, τὸ λέγω· μέλλοντα οὐκ ἔχουσιν, ἀλλ’ ἄχρι τοῦ παρατατικοῦ κλίνονται. Γεωργίου

### ε 1375

Ἐρείκω · τὸ σχίζω· διὰ τῆς ει ἐφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω

### ε 1376

Ἐρεμβούς δ · τοὺς Τρωγλοδύτας· παρὰ τὸ εἰς τὴν ἔραν δύνειν. οἱ δὲ τοὺς Ἰνδούς· παρὰ τὸ Ἔρεβος· μέλανες γάρ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1377

Ἐρεύγεται · ἐκ τοῦ ἐρεύγω· τοῦτο παρὰ τὸ ἔρα, ὃ σημαίνει τὴν γῆν· ἢ παρὰ τὸ ἐρεύθω, τὸ βλάπτω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1378

Ἐρευνῶ · ἐκ τοῦ ἔρευνα. καὶ εἰς τὸ Ἐξερευνῶ

### ε 1379

Ἐρεχθεύς η · ὁ καὶ Ἐριχθόνιος· ἀπὸ τοῦ ἐσπάρθαι εἰς τὴν ἔραν, ὅ ἐστι τὴν γῆν

### ε 1380

Ἐρημαῖοσ ·. διὰ τοῦ ι γράφεται, χωρὶς τῶν παρὰ τὸ σῆμα καὶ φήμη καὶ σχῆμα συγκειμένων, ὡς ἔχει τὸ εὔσημος εὔφημος βλάσφημος εὔσχημος, καὶ τοῦ ἔρημος. τὸ μαι δίφθογγον· τὰ γὰρ διὰ τοῦ αιος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς ἔχοντα τὸν τόνον διὰ τῆς αι διφθόγγου γράφεται, οἷον ἀγοραῖος Ἀθηναῖος κορυφαῖος Ἀριδαῖος, οἷς ὅμοιον καὶ τὸ ὑμέναιος κατὰ γραφὴν καὶ οὐχὶ κατὰ τόνον. οὕτως καὶ ἐρημαῖος

### ε 1381

Ἐρηρεισμένον · ἐρείδω, τὸ ἐπιστηρίζω, ὁ μέλλων ἐρείσω, ὁ παρακείμενος ἤρεικα

### ε 1382

Ἐρητύω · ἐκ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν, ἐρατ ύω καὶ ἐρητύω

### ε 1383

Ἐριβώλακι Α · παρὰ τὸ βῶλος καὶ τὸ ἐρί τὸ ἐπιτατικὸν μόριον

### ε 1384

Ἐρίγδουπος · ὁ μεγάλους ψόφους ποιῶν διὰ τῶν βροντῶν, ἢ ὁ μεγαλόηχος διὰ τὰς βροντάς· γίνεται δὲ παρὰ τὸ ἐρί ἐπιτατικὸν μόριον καὶ τὸ δουπῶ ῥῆμα, ὃ σημαίνει τὸ κτυπῶ· πλεονάζει δὲ τὸ γ

### ε 1385

Ἐρίζειν · κυρίως τὸ περὶ τῆς γῆς διαφέρεσθαι· ἀπὸ τῆς ἔρας, ὅθεν καὶ ἔριθοι, οἱ θερισταί. αἱ δὲ ἔριθοι ἀπὸ τῶν ἐρίων. ἢ φιλόνεικοι, ἀπὸ τῆς ἔριδος

### ε 1386

Ἐριθεία · ἡ μισθοφορία ἤτοι ἡ τῆς γερδίας δουλεία· καὶ ἐριθία ὁ ζῆλος

### ε 1387

Ἔριθος · ὁ ἐργάτης, ὁ τὴν γῆν μισθοῦ ἐργα ζόμενος· κυρίως δὲ καὶ ἐπὶ γυναικῶν ἂν λέγοιτο τῶν τὰ ἔρια ἐργ αζομένων. Γεωργίου

### ε 1388

Ἔριθος · σημαίνει τὸν ἐρ γ άτην καὶ τὴν γυ ναῖκα τὴν ἐργαζο μένην τὰ ἔ ρια. καὶ ἡν ίκα μὲν σημαίνει τὸν ἐργάτην, γίνεται ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν· γέγονεν ἔραθος καὶ τροπῇ τοῦ α εἰς ι ἔριθος. ἡνίκα δὲ σημαίνει τὴν γυναῖκα τὴν τὰ ἔρια ἐργαζομένην, γίνεται ἀπὸ τοῦ ἔριον ἔριθος. ἰστέον δὲ ὅτι φησὶν ὁ Ὦρος ὅμοιον εἶναι κατὰ τὴν γραφὴν καὶ τὸ λέκι θος· σημαίνει δὲ τὸν κρόκ ον τοῦ ὠοῦ. τὸ δὲ ἔριθος ὁ τεχνικὸς Ἀλεξίων διὰ τῆς ει διφθόγγου γράφει, ἡ δὲ παράδοσις διὰ τοῦ ι

### ε 1389

Ἐρικυδέα · ζήτει

### ε 1390

Ἐρινεόν · σῦκον· ἀπὸ τοῦ Ἐρινεοῦ τῆς Θετταλί ασ ὅπου πρῶτον ὤφθη

### ε 1391

Ἐρινύες · παρὰ τὸ ἐρευνᾶν. οἱ δὲ παρὰ τὴν ἔριν, ὅτι δυσμενεῖς ἕως τέλος εἰσίν. οἱ δὲ παρὰ τὴν ἔραν· γηγενεῖς γάρ εἰσιν ὡς καὶ οἱ Γίγαντες· λέγονται γὰρ παρὰ τὸν τῆς γῆς σταλαγμὸν γεγενῆσθαι, ὡς Ἡσίοδος ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα· περιπλομένων δ’ ἐνιαυτῶν γείνατ’ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντασ“. Ὁμήρου

### ε 1392

Ἐρινύες Ι · χθόνιοι δαίμονες τιμωροὶ τῶν πατρικῶν ἀσεβημάτων, ὧν τὰ ὀνόματα Ἀλεκτώ Τισιφόνη Μέγαιρα· εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι. Σελεύκου

### ε 1393

Ἔριον · ὅτι τῷ ἔαρι κείρονται τὰ πρόβατα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1394

Ἔριον · παρὰ τὸ εἶρος· καὶ Ὅμηρος, δ ἰοδνεφὲς εἶρος ἔχουσα“· τοῦτο παρὰ τὸ εἴρω, τὸ συμπλέκω, ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ

### ε 1395

Ἔριον · τὸ ρι ι. διφορεῖται. δηλοῖ δὲ τὸ παρὰ τοῖς ἀρχαίοις λεγόμενον εἴριον

### ε 1396

Ἐριούνιος · ὁ μεγαλωφελής· ὀνῆσαι γὰρ τὸ ὠφελῆσαι. οἱ δὲ χθόνιον ἀπὸ τῆς ἔρας

### ε 1397

Ἐριπεῖν · τὸ ἐπὶ τῆς ἔρας πεσεῖν. ταύτῃ δὲ καὶ ἐρίπια λέγεται καὶ ἤρια τὰ τῆς γῆς χώματα, καὶ ὁ Ο Ἀΐδης ἐνέροισιν ἀνάσσων“ ἤγουν κρατῶν τῶν ἐν τῇ ἔρᾳ νεκρῶν

### ε 1398

Ἐρίπναι · οἱ σηραγγώδεις καὶ παρατεταμένοι τόποι, δι’ ὧν μεγάλαι πνοαὶ εἰσδύνουσιν. Γεωργίου

### ι 327

ἰστέον δὲ ὅτι ὁ Δίδυμος τὸ ἐρίπω καὶ ἐρίπια, ὃ σημαίνει τοὺς πεπτωκότας τόπους, ἔλεγεν γράφεσθαι διὰ τοῦ ι ἐπειδὴ παρὰ τὸ ἐρίπνη εἰσίν, ὅπερ σημαίνει τὴν μεγάλως περιπνε ο μένην. τὸ δὲ ἐρίνπη διὰ τοῦ ι ἐπειδὴ παρὰ τὸ ἐρί ἐστίν· τὸ δὲ ἐρί ἐπιτατικὸν ἐπίρρημα. ὁ δὲ Φιλόξενος λέγει, ὥς φησιν ὁ τεχνικός ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡς καὶ ὁ Δίδυμός φησιν. εἰπὼν δὲ ὤφειλεν“ ἐδήλωσεν οὐ διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τῆς ει. ἔστι δὲ παρὰ τὸ ἔρα τὸ σημαῖνον τὴν γῆν ἐράπτω καὶ ἐρέπτω καὶ πλεονασμῷ τοῦ ι ἐρείπτω καὶ κατὰ ἀποβολὴν τοῦ τ ἐρείπω. ἰστέον δὲ ὅτι τὸ ἐρείπω καὶ ἐνεργητικὸν σημαίνει καὶ παθητικόν

### ε 1399

Ἐρίπω · ῥῆμα· σημαίνει δύο· τὸ πίπτω, ὡς τὸ ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἢ ἀχερωΐσ“· σημαίνει καὶ τὸ καταβάλλω, Ο ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων“

### ε 1400

Ἔρις · ἔριδος· ἡ διὰ λόγων φιλονεικία καὶ ἡ ἐπὶ τῷ τρέχειν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1401

Ἐρισταί · ἐκ τοῦ ἐρίζω· ἡ εὐθεῖα ἐριστήσ καὶ οἱ ἐρισταί

### ε 1402

Ἔριφοσ ·. σημαίνει δὲ δύο· τὸ ἐρίφιον τῶν αἰγῶν καὶ τὸν ἀστέρα

### ε 1403

Ἔριφος · ὁ μικρὸς αἴξ· παρὰ τὸ ἔαρ καὶ τὸ φῶ ῥῆμα, τὸ φαίνω, ὁ ἐν τῷ ἔαρι φαινόμενος· ὁ οὖν πρόϊμος χίμαρος, ὁ ἐν χειμῶνι τεχθείς· ἐάριφος καὶ ἔριφος κατὰ συγκοπήν, ὡς τὸ ἄργυφος, τοῦ φῶ ἐγκειμένου

### ε 1404

Ἐριχθόνιος · ὁ Ἑρμῆς· συντέθειται ἡ λέξις· ὥσπερ γὰρ λέγομεν φθινόπωρον καὶ μετόπωρον καὶ πάλιν φθινομετόπωρον καὶ ὡς συνομήλικες, οὕτως Ἐριούνιος Ἑρμῆς καὶ χθόνιος Ἑρμῆς καὶ Ἐριχθόνιος

### ε 1405

Ἐριχθόνιος · ὅτι ἡ Ἀθηνᾶ ἐρίῳ τὸν θορὸν Ἡφαίστου ἀποκαταμάξασα ἔρριψεν. οἱ δέ, ὅτι ἔρις ἦν Ἡφαίστου καὶ Ἀθηνᾶς, ὅθεν ἡ γονὴ προσεχύθη. οἱ δέ, ὅτι ἔρρηξε τὴν γῆν ὁ θορός· ἔστι δὲ τῆς γῆς παῖς

### ε 1406

Ἕρμαιον · τὸ κοινῶς λεγόμενον εὕρημα· ἀπὸ τοῦ Ἑρμῆς ἕρμαιος καὶ τὸ οὐδέτερον ἕρμαιον

### ε 1407

Ἑρμαῖος λόφος π · τόπου ὄνομα· εἰώθεισαν γὰρ οἱ παλαιοὶ σωροὺς ἐκ λίθων ποιεῖν, οὓς ἐκάλουν ἑρμαῖα

### ε 1408

Ἑρμηνεία. εἴρηται δὲ παρὰ τὸ Ἑρμῆς

### ε 1409

Ἑρμηνεύς · παρὰ τὸ Ἑρμῆς, ὃ σημαίνει τὸν τοῦ λόγου ἔφορον· τοῦτο παρὰ τὸ ἐρῶ, τὸ λέγω

### ε 1410

Ἑρμῆς · ὄνομα κύριον· παιδευτὴς λόγων

### ε 1411

Ἑρμῆς · ὅτι μέγιστόν ἐστιν πρὸς τὸν βίον ἕρμα· περιποιεῖ γὰρ πλοῦτον. ζήτει

### ο 428

ὅτι μέγιστόν ἐστιν ἕρμα τῶν περὶ τ ὸν βίον· περιποιεῖ γὰρ πλοῦτον· διά τε τοῦτο καὶ τὰ ἀπὸ τῆς τύχης ἀγα θὰ καὶ τὰ κέρδη ἕρμαια καλεῖται. ἢ παρὰ τὴν ἑρμηνείαν τὴν διὰ τοῦ λόγου τῶν ψυχικ ῶν διανοιῶν καὶ λό γω ν, ἧς ἐστιν εὑρετ ής

### ν 196

νες · ο ἱ κλινόποδες, οἱονεὶ ἕρματα ὄντες. τάχα δὲ καὶ τετράγωνα ἦσαν. ἢ εὕρημα· ἀπὸ τῆς ἑρμηνείας γὰρ εὑρήθη ἡ οἴκησισ ὅθεν κοινὸς Ἑρ μῆσ κ οινὴ εὕρεσις

### ε 1412

Ἑρμίς · ὁ ποὺς τῆς κλίνης· ἀπὸ τοῦ ἐνείρεσθαι τῷ ἐνηλάτῳ. ἢ παρὰ τὸ Ἑρμᾶς ἔχειν· ο ἱ ζ ω γράφοι μὲν γὰρ ἔγραφον τὸν Ἑρμῆν ἐν ταῖς κλίναις ὡς ἔφορον ὀνείρων, ἵνα ἀγ αθοὺς ὀνείρους πέμπῃ. Γεωργίου

### ε 1413

Ἑρμίς · σημαίνει κραβάττου πόδα· καὶ γράφεται διὰ τοῦ ι ἐπειδὴ τὰ εἰς ις δικατάληκτα διὰ τοῦ ι γράφεται, οἷον Ἐλευσίς Ἐλευσίν. οὕτως καὶ ἑρμίς ἑρμίν διὰ τοῦ ι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1414

Ἑρμωνιείμ · τὸ μω μέγα, τὸ νι ι τὸ ειμ δίφθογγον. τὰ εἰς ειμ λήγοντα ὀνόματα βάρβαρά τε καὶ ἐθνικὰ ὀξύνεται καὶ διὰ τῆς ει διφθόγγου γράφεται, οἷον Ἑρμωνιείμ Ἐλιακείμ Ἰωακείμ Σενναχηρείμ, πλὴν τοῦ Βενιαμίν

### ε 1415

Ἐρόμενος · ἐρωτῶν. ἐρώμενος δὲ ἐπιθυμῶν. ἐρείομεν ἐρωτῶμεν

### ε 1416

Ἔρον · τὸν ἔρωτα· αἰτιατική. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1417

Ἑρπετά · παρὰ τὸ ἕρπω ἑρπετήσω ἑρπητόν καὶ ἑρπετ όν. Ὠρίωνος

### ε 1418

Ἑρπετόν · διὰ τὸ ἕρπειν, ἤγουν σύρεσθαι· ἢ παρὰ τὸ σύρεσθαι πάνυ

### ε 1419

Ἑρπετόν · παρὰ τὸ ἐριπεῖν, τὸ καταπεσεῖν· τὸ μὴ ὀρθὸν περιπατοῦν· κυρίως γὰρ λέγεται ἐπὶ τῶν συρογάστρων ζώων

### ε 1420

Ἕρπυλος · παρὰ τὸ ἕρπειν ἐν τῷ αὐξάνεσθαι

### ε 1421

Ἐρρέθη · πόθεν; ἀπὸ τοῦ ῥῶ

### ε 1422

Ἕρσαι · δρόσοι· παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι

### ρ 121

ρσήεις · ὁ ἐν ὕδατι πεπνιγμένος· ἀπὸ τοῦ εἴρ γ ειν καὶ ἐπέχειν τῶν ἀναπνοῶν, ὅθεν καὶ εἱρκτή ἀπὸ τοῦ ἕρκος εἶναι

### ε 1423

ἐρίμυκος · ὁ φωνητικός. Γεωργίου

### ε 1424

Ἐρυθῖνοι · ὄνομα πόλεως· διὰ τοῦ ι. κανών· τὰ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μ ὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τοῦ ι διὰ τοῦ ι γράφεται καὶ προπερισπᾶται, οἷον Σαβῖνος Μαρτῖνος Ἐρυθῖνος καὶ ἐκεῖθεν Ἐρυθῖνοι. τὸ δὲ καρκίνος παροξύτονον

### ε 1425

Ἔρυμα · τεῖχος πρὸς φυλακὴν πόλεων πεποιημένον

### ε 1426

Ἐρύμανθος · ὄρος Ἀρκαδίας καὶ ποταμός, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος. ἐν τούτοις δὲ λέων οὐ γίνεται

### ε 1427

Ἐρυμνὸς τόπος · ἰσχυρός

### ε 1428

Ἐρυμνὸς τόπος · ἰσχυρὸς καὶ σκοτεινός

### ε 1429

Ἐρυσίβη · Δημήτηρ παρὰ Γοργονίοις· ἔστι δὲ πρὸς τῷ Ἕρμῳ ποταμῷ. καλοῦσι δὲ οὕτω τὴν τοῖς στάχυσιν ἐπανθοῦσαν ὠ χρίαν καὶ συγκονοῦσαν τοὺς κ αρ πούς, ἥν τινες αἰθαλίδα καλοῦ σι

### ε 1430

Ἐρυσίβη · τὸ ἐκ τοῦ ἀέρος ἐπιγινόμενον φθαρτικὸν τῶν καρπῶν· ἀερυσγίνη τις οὖσα, ἡ ἐκ τοῦ ἀέρος γινομένη. ἢ παρὰ τὸ ἐρύειν καὶ σίνεσθαι, ἡ ἐπισκηπτομένη νόσος. τῶν καρπῶν. Ὁμήρου

### ε 1431

Ἔρχεσθον Α · ἀπέρχεσθε· δυϊκῶς

### ε 1432

Ἐρῶ · σημαίνει τὸ ἐρωτῶ καὶ συντάσσεται αἰτιατικῇ, ἐξ οὗ ἠρόμην καὶ ἠρώτων· σημαίνει καὶ τὸ λαλήσω καὶ συντάσσεται δοτικῇ· τὸ ἐπιθυμῶ καὶ συντάσσεται γενικῇ· ἔρρω δέ, τὸ φθείρω, μετὰ αἰτιατικῆς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1433

Ἐρῶ · σημαίνει γ· τὸ λέγω, ὡς τὸ ἄλλο δέ τοι ἐρέω“, καὶ τὸ ἐρωτῶ, Η πάντων γὰρ Ἀργείων ἐρέων γενεήν τε τόκον τε“, καὶ τὸ ζητῶ, ὡς τὸ φ στὰς ἐρέων Ὀδυσσῆϊ συνήντετο“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1434

Ἐρῳδιός · παρὰ τὸ ἕλος ἐλωδιός καὶ ἐρῳδιός· ἔστι δὲ ὄρνεον, φιλεῖ δὲ τοῖς ἑλώδεσι τόποις διατρίβειν

### ε 1435

Ἐρώεις · ὁ ὑποχωρῶν. καὶ ἐρόεις, ὁ ποθῶν

### ε 1436

Ἐρωή · ἡ ὁρμή· ἔστι δὲ παρὰ τὸν ῥῶ ἐνεστῶτα πλεονασμῷ τοῦ ε

### ε 1437

Ἐρωή · ἡ ὑπο χώρησις. καὶ ἐ ρωή, ἡ ἐπιθυμία. Ὁμήρου

### ε 1438

Ἐρωήσει Α · δεῖ γινώσκειν ὅτι τὸ ἐρωήσει σημαίνει τὸ περιρρυήσεται τῷ δόρατι. ἔστι μέλλοντος πρώτου συζυγίας πρώτης τῶν περισπωμένων ἐρωῶ ἐρωήσω

### π 706

πόθος διαφέρει· ἔρως μὲν γὰρ τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων. Ὠρίωνος

### ε 1439

Ἔρως · παρὰ τὸ ἐρᾶσθαι, ἤγουν ἐπιθυμεῖν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1440

Ἐσάπησαν · ἐκ τοῦ σή πω σήψω, ὁ δεύτερος ἀόριστος ἔσαπον, ἐσάπην ὁ παθητικός, ἐσάπησαν τὸ τρίτον τῶν πληθυντικῶν. τὸ δὲ σήπω παρὰ τὸ σή ς, ὃ σημαίνει τὸν σκώληκα καὶ κλίνεται σητός· τοῦτο παρὰ τὸ σῶ. τὸ κινῶ, ὁ μέλλων σήσω, ἀποβολῇ τοῦ ω σήσ

### ε 1441

Ἐσθής · τὸ ἱμάτιον· παρὰ τὸ ἕω, τὸ ἐνδύομαι

### ε 1442

ἐσθής · τὸ ε ψιλὸν διὰ τὴν ἐπιφορὰν τῶν συμφώνων. σεσημείωται τὸ αἰσθάνομαι

### ε 1443

Ἐσθλά · τὰ ἀγαθά, εἰς ἃ θέλει τις ἐλθεῖν

### ε 1444

Ἔσθος · τὸ ἱμάτιον· παρὰ τὸν ἕσω μέλλοντα. παρὰ δὲ τὸ ἔσθος ἐσθής. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ι 328

ισεν · ἐκ τοῦ καρπός καρπίζω καὶ σκορπίζω· ἐκ μεταφορᾶς τοῦ σίτου εἴρηται. καὶ τί μετέχει; ἐπειδὴ ὁ γεωργὸς ἐκ τοῦ κόλπου σκορπίζει τὰ σπέρματα

### ε 1445

Ἐσμέν · ῥῆμα πληθυντικὸν πρώτου προσώπου. τῶν ἑνικῶν ἀριθμοῦ ἑνικοῦ συζυγίας πρώτης τῶν εἰς μι χρόνου ἀορίστου προστακτικόν

### ε 1446

Ἑσμός · κυρίως ἐπὶ τοῦ σμήνους τῶν μελισσῶν· παρὰ τὸ τὴν ἕσιν ὁμοῦ ποιεῖν καὶ μὴ διεστάναι ἀπ’ ἀλλήλων, διὸ καὶ Ὅμηροσ Β με λισσάων ἁδινάων “, παρὰ τὸ ἅδην καὶ ἀθρόως πέτεσθαι ἤτοι ἀγεληστί, διὸ καὶ τὸ Β βοτρυδὸν δὲ πέτονται“. οὕτω Βησαντῖνος . καταχρηστικῶς δὲ καὶ τὸ πλῆθος. ἑσμὸς δὲ ὑπὸ Ταναγραί ων καὶ ἡ γεννῶσα καλεῖται. καὶ εἰς τὸ Ἐσσήν

### ε 1447

Ἑσμός · σημαίνει πληθύν, ὄχλον, συναθροισμόν, ὁδόν, δεσμόν

### ε 1448

Ἑσμός · τὸ πλῆθος τῶν μελισσῶν· παρὰ τὸ ἕπεσθαι ἀλλήλαις. ἢ παρὰ τὴν ἕσιν· ὡς γὰρ τίθημι θήσω θ εσμόσ δίδημι δήσω δεσμός, οὕτως ἵημι ἥσω ἑσμός

### ε 1449

Ἐς νέωτα · ἐκ τοῦ ἤεωσ καὶ τοῦ ἄγω, τὸ λάμπω

### ε 1450

Ἔσο μὲν καθὸ γίνου. ἔσω δὲ

### ε 1451

Ἔσοπτρον · ἐκ τῆς εἴσ προθέσεως καὶ τοῦ ὄπτω, τὸ βλέπω. Σελεύκου. Ἑσπέρα· ἀπὸ τοῦ ἔσω περᾶν πάντα τὰ ζῶα καὶ καθεύδειν, καὶ Σαπφώ ἕσπερε, πάντα φέρων, ὅσα φαίνολις ἐσκέδας’ αὔωσ“. οἱ δὲ ὅτι εἰς πέρας ἐλήλυθεν ἡ ἡμέρα, ἢ ὅτι ἕπεται τῇ τοῦ ἡλίου αὐγῇ

### ε 1452

Ἑσπέρα · ἀπὸ τοῦ πέρας εἶναι τῆς ἕσω, τουτέστι τῆς ἡμέρας· ἢ ἀπὸ τοῦ ἔσω ἡμᾶς περᾶν. Σαπφώ φησιν. ζήτει

### ε 1453

Ἑσπέρα · παρὰ τὸ ἔσω φέρειν, ἐσωφέρα τις οὖσα καὶ ἑσπέρα· ἢ παρὰ τὸ ἔσω περᾶν

### ε 1454

Ἑσπέρα · τῆς ἑῴας πλήρωμα

### ο 429

ὀψὲ διαφέρει· ἑσπέρασ μὲν γάρ ἐστι δυομένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθ’ ὅντινα οὖν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ὀψὲ τῆς ἡμέρας

### ε 1455

Ἕσπερος · εἴτε ὁ καιρὸς εἴτε ὁ ἀστήρ· παρὰ τὸ ἔσω ποιεῖν περᾶν τὰ ζῶα καὶ ἀναπαύεσθαι· ἢ ὁ τὸ πέρας τῆς ἕω φέρων

### ε 1456

Ἕσπερος · ὁ ἀστήρ, ἐξ οὗ καὶ ἡ ἑσπέρα. ἀρσενικῶς

### ε 1457

Ἑσπόμεθα · ἔστιν ἐνεστῶτος παθητικοῦ· τὸ θέμα ἕπω, τὸ ἀκολουθῶ, καὶ ὁ παθητικὸς ἕπομαι, καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἑπόμεθα καὶ κατὰ πλεονασμὸν τοῦ ς ἑσπόμεθα

### ε 1458

Ἐσσήν · ὁ βασιλεύς· ἀπὸ μεταφορᾶς τοῦ μελισσῶν βασιλέως, ὃς εἴρηται ἐσσὴν ἀπὸ τοῦ ἔσω ἐνέζεσθαι ἀεί. Ἰωνικὴ δέ ἐστιν ἡ λέξις καὶ σημαίνει τὸν πρόβουλον παρὰ τὸ ἕζεσθαι, ἵν’ ᾖ ἑζὴν καὶ ἐσσήν, ὁ προκαθή μενοσ · ἢ ὄσσην, ὁ ὀσσεύων καὶ περισκοπῶν τὰ τῆς πόλεως· ἢ ὁ κτίστης, παρὰ τὸ ἕσσα καὶ ἵδρυσα, ὅθεν Ὅμηρος ζ εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφ ηστάων“· ἢ ὁ ἡσσῶν τοὺς ὑπ’ αὐτὸν ἀρχομένους καὶ ἥττονας ποιῶν· ἢ ὁ ἥττονας ἔχων τοὺς ὑφ’ ἑαυτὸν καὶ συστολῇ τοῦ η εἰς ε ἐσσήν

### ε 1459

Ἐσσήν · ὁ βασιλεύς· παρὰ τὸ ὄσσειν, ὁ βλέπων πάντας

### ε 1460

Ἐσσί · ζήτει

### ε 1461

Ἔσσυται Α · ἔστι παθητικοῦ παρακειμένου τῶν εἰς μι · ἔστι γὰρ τὸ ῥῆμα αὐτοῦ σῶ, τὸ σημαῖνον τὸ ὁρμῶ· ἐκ τούτου παράγωγον σύω καὶ ἐκ τοῦ σύω σῦμι, ὁ μέλλων σύσω, ὁ παρακείμενος σέσυκα, ὁ παθητικὸς σέσυμαι καὶ τὸ τρίτον σέσυται καὶ ἐν ὑπερθέσει τοῦ ε ἔσσυται. πάλιν ἐκ τοῦ σῶ γίνεται παράγωγον σεύω, ὁ ἐνεστὼς παθητικὸς σεύομαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν Γ σεύονται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί“

### ε 1462

Ἔσται διαφέρει τοῦ γενήσεται · τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς ἔσται γέρων ὅδε“· τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος, ὡς γενήσεται παῖσ“

### ε 1463

Ἔσται τοῦ γενήσεται διαφέρει· ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον ὁ νέος πρεσβύτης ἔσται· τῷ δ’ ἀτέκνῳ παῖδες γενήσονται“

### ε 1464

ἕστηκα διαφέρει· ἕστηκα μὲν ἐγώ, ἕστακα δὲ σέ

### ε 1465

Ἑστία · ἡ θεός· παρὰ τὸ εἵσασθαι, ὅ ἐστι ἱδρύσασθαι· αὕτη γὰρ πρῶτον οἶκον συνέστησεν. ἢ ὅτι πανταχοῦ ἵδρυται καὶ τιμᾶται. ἢ ὅτι τὰ ἀγάλματα αὐτῆς ἱδρύοντο καθήμενα, παρὰ τὸ ἧσθαι. ἢ παρὰ τὸ ἑστάναι, ὅ ἐστιν ἐν ἐνὶ τόπῳ ἱδρῦσθαι· καὶ τοὺς οἴκους γὰρ πάλαι ἑστίας ἐκάλουν, Ὅμηρος ξ ἑστίη τ’ Ὀδυσσῆος ἀμύμονος.“ καὶ ἡ εὐωχία δὲ ἑστία λέγεται διὰ τὸ συνέχειν καὶ ἱδρύειν τὰ σώματα πάντα. ἀπὸ μὲν τοῦ ἵζω ἱστία, ἀπὸ δὲ τοῦ ἕζω ἑστία

### ε 1466

Ἑστία · πολλὰ σημαίνει· τὴν οἰκίαν, τὸ πῦρ καὶ τὸν τόπον, ὅπου τὸ πῦρ, καὶ τὴν πυρὰν καὶ τὸν βωμὸν καὶ τὸν κυτρόπουν καὶ πυροστάτην

### δ 654

δαιτυμὼν διαφέρει· ἑστιάτωρ μὲν γὰρ ὁ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμ ενοι

### ε 1467

Ἐστόν Α · ἔστι δυ ϊκὸν ἐστόν ἐστόν

### ε 1468

Ἐστόρεσεν γ · ἔστρωσεν, γαλήνην ἐποίησεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1469

Ἔστω · ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, γίνεται παράγωγον εἰμί, καὶ τὸ προστακτικὸν ἔθι, τὸ τρίτον ἔτω καὶ πλεονασμῷ τοῦ ς ἔστω, καὶ ὤφειλε τρα πῆ ναι τὸ ε εἰς ι · λέγει γὰρ ὁ κανών ὅτι τὸ ε ἡνίκα πλεονάσῃ σύμφωνον τρέπεται εἰς ι οἷον τέκω τίκτω· ἀλλ’ ἵ να μ ὴ συνεμ πέσῃ τῷ ἴστω, τὸ γινω σκέ τω

### ε 1470

Ἕστωρ · ἕστορος· πάσσαλος

### ε 1471

Ἐσχάρα · καὶ ὅπου ὀπτῶ σιν

### ε 1472

Ἐσχατιά · ἢ ὁ ἀγρὸς ἢ τὸ ἔσχατον τοῦ ἀγροῦ

### ε 1473

Ἑταιρεία · ἡ τάξις ἡ πολιτική· ἑταιρία δὲ ἡ φιλία

### ε 1474

Ἑταῖροι · οἱ σύμπλοοι καὶ συνναῦται

### ε 1475

Ἑταῖροσ · σημαίνει τρία· τὸν ἴδιον, τὸν φίλον καὶ τὸν ἀλλότριον. καὶ τὰ μὲν δύο διὰ τῆς αι τὸ δὲ ἓν διὰ τοῦ ε

### ε 1476

Ἕταρος · ὁ φίλος

### ε 1477

Ἐτεκτήνατο · τεκταίνω, τὸ κατασκευάζω, ὁ μέλλων τεκτανῶ· ζήτει κανόνα· ὁ ἀόριστος ἐτέκτανα καὶ Ἰωνικῶς ἐτέκτηνα, ὁ μέσος ἀόριστος ἐτεκτην άμην ἐτεκτήνα το · Ε ὃς Ἀλεξάν δρῳ ἐτεκτήνατο“

### ε 1478

Ἐτεόν · τὸ ἀληθές· ἀπὸ τοῦ εἰμί ὁ μέλλων ἔσω καὶ ἔσομαι, καὶ ὡς θήσω θετός, οὕτως ἔσω ἐτός καὶ πλεονασμῷ τοῦ ε ἐτεός· τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγός

### α 2258

ἄλλος διαφέρει· ἕτερος μὲν γὰρ ἐπὶ δύο, ἄλλος δὲ ἐπὶ πολλῶν

### μ 390

μονόφθαλμος διαφέρει· ἑτερόφθαλμος μὲν γάρ ἐστιν ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἔχων, ὡς ὁ Κύκλωψ

### ε 1479

Ἔτης · ὁ πολίτης· ἀπὸ τοῦ ἔθους ἢ τῆς συνηθείας, ὅθεν καὶ ἑταῖρος παρῆκται, ὡς καὶ ξένος ὁ ἐκτὸς ἑνότητος ὤν. Ἡσιόδου Ἐτησίαι· μετὰ πεντήκοντα ἡμέρας τῆς τροπῆς τοῦ θέρους πνέουσιν οἱ ἐτήσιοι ἄνεμοι, ὅτε ὁ ἥλιος ᾖ ἐν λέοντι. Ἕλληνες δὲ ὅτε ἐν καρκίνῳ τὸν ἥλιόν φασιν εἶναι, Αἰγύπτιοι δὲ ἐν κριῷ

### ε 1480

Ἔτνος · τὸ ἐρ ειχθὲν καὶ συγκοπ ὲν καὶ ἑψηθὲν ὄσπριον· ἀπὸ τοῦ ἐρείκω, τὸ σχίζω. Ὁμήρου

### ε 1481

Ἑτοιμάσατε Α · παρὰ τὸ ἕτοιμος. τοῦτο δὲ ἡνίκα δηλοῖ τὸ ἡτοιμασμένον, διὰ διφθόγγου γράφεται καὶ δασύνεται· ἡνίκα δὲ τὸ ἀληθές, ψιλοῦται καὶ διὰ τοῦ υ γράφεται, οἷον δ ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμόσ“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1482

Ἑτοίμη · ἐκ τοῦ ἕτοιμος· τοῦτο ἐκ τοῦ οἶμα καὶ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἔθοιμος καὶ ἕτοιμος. διαφέρει οἶμα καὶ οἴμη· οἶμα μὲν σημαίνει τὸ ὅρμ ημα καὶ Ὅμηρος Π οἶμα λέοντος ἔχων“, τὸ δὲ οἴμη σημαίνει τὴν ᾠδήν. Πόθεν

### ε 1483

ἔτυμον ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, γίνεται ἔτυον καὶ πλεονασμῷ τοῦ μ ἔτυμον. Ὁμήρου

### ε 1484

Ἐτώσιον ἄχθος ἀρούρης Σ · μάταιον βάρος τῆς ἠροτριασμένης γῆς

### ε 1485

Ἐτώσιον · τὸ μάταιον· ἐκ τοῦ ἀήτης ἀητῶν ἀητώσιον καὶ ἀφαιρέσει τοῦ α ἠτώσιον καὶ ἐν συστολῇ ἐτώσιον

### ε 1486

Ἐτώσιος · ἀήτης, ὁ ἄνεμος, ἀητῶν ἡ πληθυντικὴ γενική, ἀποβολῇ λοιπὸν τοῦ α καὶ τροπῇ τοῦ η εἰς ε ἐτῶν καὶ ἐτώσιος. γίνεται δὲ παραγωγὴ ἀπὸ γενικῆς πληθυντικῆς διὰ τοῦ ιος οἷον ἀνέμων ἀνεμώλιος· ἡ δὲ Ἑλίκη καὶ πληθυντικῶς λέγεται, ὡς Θῆβαι, ἔνθεν Υ Ἑλικώνιον ἀμφὶ ἄνακτα“. ὁ δὲ Φιλόξενος καὶ Τρύφων φασίν· ἐτός, ὁ ἀληθής, ὅθεν ἐτεός καὶ ἐτώσιος κατὰ ἀντίφρασιν ὁ μάταιος, ὥσπερ τὸ πλησίον, τὸ ἐγγύς, κατὰ ἀντίφρασιν γίνεται πλήν, τὸ χωριστικὸν ἐπίρρημα, οἷον «πλὴν Ἀπολλωνίου, πλὴν Διδύμου» ἀντὶ τοῦ χωρίσ“. ὁ δὲ Ἡρωδιανὸς συγκατατίθεται πρώτῃ ἐτυμολογίᾳ οὕτως λέγων τὸ παρ’ Ὁμήρῳ Γ ἐτώσιόν τινες οἴονται παρὰ τὸ ἐτῶν ἐτώσιος· ἀλλὰ μάχεται ὁ νοῦς. οἱ δὲ οὕτως· ἀητῶν ἀητώσιος, συστολῇ ἀετώσιον παρ’ Ἰβύκῳ · τοῦτο ἀφαιρέσει ἐτώσιον. ἢ οὕτως· ἐτός ἄετος ἀέτων ἀετώσιος, ὁ μὴ ἀληθὴς ἀλλὰ μάταιοσ“

### ε 1487

Εὖ · ἐπίρρημα μεσότητος, ἐπιτάσεως καὶ στερήσεως

### ε 1488

Εὖ · ὃ σημαίνει τὸ καλῶς, Α εὖ δ’ οἴκαδ’ ἱκέσθαι“, παρὰ τὸ ἐύς ὄνομα, Ψ θεράπων ἐὺς Ἰδομενῆοσ“· ὡς γὰρ ἀπὸ τοῦ ταχύς ἐπίρρημα ταχύ καὶ ὄνομα τὸ ταχὺ παιδίον“, εὐρύς εὐρύ, ὡς τὸ Ε εὐρὺ ῥέειν Πυλίων διὰ γαίησ“, οὕτως καὶ ἐΰς ἐΰ καὶ ἐν συναιρέσει εὖ. καὶ ὤφειλεν κατὰ τὸν λόγον τῆς συναιρέσεως ὀξύνεσθαι, ὅτι ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς ὀξεῖαν καὶ οὐχὶ εἰς περισπωμένην μεθίσταται· περιεσπάσθη δὲ κατὰ τοῦτον τὸν λόγον οὐχ ὑγιῶς· δοκεῖ δὲ περισπᾶσθαι, καθότι πᾶσα δίφθογγος μετὰ τοῦ υ ἐπὶ τέλους κειμένη ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται. σεσημείωται τρία, τὸ ἰδού ἰού οὔ

### ε 1489

Εὐαγγέλιον · ἀγαθῆς ἀγγελίας δῶρον

### ε 1490

Εὔἁδεν · ἤρεσεν· τὴν πρώτην συλλαβὴν ψιλωτέον, τὴν δευτέραν δασυντέον

### ε 1491

Εὔαδεν · ἤρεσκεν· ἐκ τοῦ ἥδω ὁ δεύτερος ἀόριστος ἅδον ἅδες ἅδε πλεονασμῷ τοῦ ε κατ’ ἀρχήν. ἢ παρὰ τὸ ἧδον ἧδες ἧδε διαλύσει τοῦ η εἰς ε καὶ α. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1492

Εὐαρεστήσω · ἐκ τοῦ εὐάρεστος· τοῦτο παρὰ τὸ ἀρῶ ἀρέσω ἀρεστός καὶ εὐάρεστος· τοῦτο παρὰ τὴν ἀράν, ὃ σημαίνει τὴν εὐχήν. πόσα σημαίνει ἀρά β· τὴν εὐχήν, ὡς τὸ Ο ἀράων ἀΐων“, καὶ τὴν βλάβην, Σ ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλ κτῆρα γενέσθαι“

### ε 1493

Εὐαρεστῶ · ἐκ τοῦ ἀρετῶ γίνεται κατὰ πλεονασμὸν τοῦ ς. τοῦτο παρὰ τὸ ἀρετή· τοῦτο δὲ παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἐρατή καὶ ὑπερβιβασμῷ ἀρετή

### ε 1494

Εὔβοια · νῆσος

### ε 1495

Εὔβοια · νῆσος ἀπαντικρὺ τῆς Ἀττικῆς. Σελεύκου

### ε 1496

Εὔβοια · ὅτι λευκοὺς καὶ καλοὺς βοῦς ἔχει. Ὅμηρος δὲ Ἄβαντας αὐτοὺς καλεῖ Β ὡς καὶ τοὺς ἐξ Ἰλίου οὐκ Ἰλιεῖς ἀλλὰ Τρῶας, καὶ τοὺς ἐκ Ζελείας Τρῶας Β

### ε 1497

Εὐβοϊκὸν νόμισμα · ἐπειδὴ Φείδων ὁ Ἀργείων βασιλεὺς ἐν Εὐβοίᾳ χωρίῳ τοῦ Ἄργους πρῶτον ἔκοψεν χρυσοῦν νόμισμα· ὠνόμασε δὲ τὸ χωρίον ἀπὸ Εὐβοίας τροφοῦ τῆς Ἥρας

### ε 1498

Εὐδαιμονῶ · σημαίνει τὸ καλῶς γινώσκω πάντα, τὸ καλῶς πιστεύω, τὸ καλῶς κατασκευάζω, τὸ καλῶς ζῶ, τὸ εὐτυχῶς, τὸ δαψιλῶς τρέφομαι καὶ πλουσίως· ἐξ οὗ καὶ εὐδαιμονία ἡ εὐτυχία καὶ ὁ πλοῦτος. δεισιδαιμονία δὲ ἡ φοβοθεΐα ἢ τὸ δεδιέναι τοὺς δαίμονας

### ε 1499

Εὐδία · συγκοπῇ, εὐοδία τις οὖσα

### α 2259

ἄνθινα · ἐκ τοῦ εὐδία εὐδιανός καὶ εὐδιηνός

### ε 1500

Ἐΰδμητον · ἐΰτυκτον

### ε 1501

Εὐδόκησεν · ἠθέλησεν, ἐπεθύμησεν, ἠράσθη

### ε 1502

Εὐδοκία · βούλησις, γνώμη καὶ προαίρεσις

### ε 1503

Εὐέκτης · ὁ πλούσιος· ἔστι δὲ ῥηματικὸν κατὰ σύνθεσιν· ἀπὸ γὰρ τοῦ ἔχω ἔκτης, ὡς ψάλλω ψάλτης, τρώγω τρώκτης, καὶ εὐέκτης

### ε 1504

Εὐεργεσία · ἐπὶ μεγάλοις. χάρις ἐπὶ μικροῖς

### ε 1505

Εὐεστώ · ἡ εὐθηνία· ἢ ὅτι ἀπὸ τοῦ εὖ καὶ τοῦ ἔτους, ἢ ὅτι τὰ πρὸς τροφὴν ἐπιδαψιλεύει τοῖς οἴκοις

### ε 1506

Εὔζωμον · παρὰ τὸ εἶναι εὔσωμον. Γεωργίου

### ε 1507

Εὐηνίνη Ι · ἡ τοῦ Εὐήνου θυγάτηρ

### ε 1508

Εὐθηνία · ἀπὸ τοῦ εὐθύς καὶ τοῦ ἡνίον

### ε 1509

Εὐθηνία · παρὰ τὸ εὐθηνός· τοῦτο παρὰ τὸ εὖ μόριον καὶ τὸ θύνω, τὸ ὁρμῶ, ἢ ἐκ τοῦ θά λλω

### τ 283

τὸ ν ἀντὶ τοῦ λ εὐθηλία, ὡς καὶ γαλαθηνόν ἀντὶ τοῦ γαλα θηλόν

### τ 284

των · ἐκ τοῦ εὐθηνῶ· τοῦτο ἐκ τοῦ εὐθηνός· τοῦτο ἐκ τοῦ θάλλω, τὸ αὐξάνω

### ε 1510

Εὔθυνος · ὁ ὑπεύθυνος

### ε 1511

Εὐθύνω · σημαίνει ζ· εὐθύνω τὸ ἐξισῶ καὶ κανονίζω, ἐξ οὗ καὶ εὐθύτης καὶ εὐθύνατε τὴν ὁδὸν κυρίου“ καὶ κατεύθυνον τὴν ὁδόν“ καὶ κατευθυντήρ· εὐθύνω, τὸ ὁμο ιῶ, ἐξ οὗ καὶ εὐθύτης, ἡ ὁμοιότης· εὐθύνω, τὸ ἐλέγχω, ἐξ οὗ καὶ εὐθύνη, ἡ ἔλεγξις· εὐθύνω, τὸ κρίνω, ἐξ οὗ καὶ εὐθύνη, ἡ κρίσις· εὐθύνω, τὸ τιμωρῶ, ἐξ οὗ καὶ εὐθύνη, ἡ τιμωρία· εὐθύνω, τὸ καταδικάζω, ἐξ οὗ καὶ εὐθύνη, ἡ καταδίκη· εὐθύνω, τὸ ἀπολογοῦμαι, ἐξ οὗ καὶ εὐθύνη, ἡ ἀπολογία. ἐκ τούτου τοῦ ῥήματος γίνεται ὄνομα μετοχικὸν τριγενὲς ὁ εὐθύνων ἀρσενικόν, θηλυκὸν ἡ εὐθύνουσα, τὸ οὐδέτερον τὸ εὐθῦνον. ἔστι καὶ ἕτερον ῥῆμα περισπώμενον εὐθηνῶ, ὅπερ διὰ τοῦ η γράφεται· ἡ μετοχὴ ὁ εὐθηνῶν ἡ εὐθηνοῦσα τὸ εὐθηνοῦν· σημαίνει δὲ τὸ πλῆθοσ καὶ τὸ β άροσ ἤτοι τὸ καλῶς διακεῖ σθαι

### ε 1512

Εὐθύνω · τὸ χρεωστῶ, ἐξ οὗ καὶ εὐθύνη, ἡ ὀφειλή

### ε 1513

Εὐθύς · τὸ χρονικόν· εὐθύ δὲ τὸ τοπικόν

### ε 1514

Εὐθύς · τὸ χρονικόν· εὐθύ δὲ τὸ τοπικόν. ζήτει τὸ εὐθύς ἔμπροσθεν

### ε 1515

εὐθύ · καὶ ὡς ὄνομα καὶ ὡς ἐπίρρημα εὑρίσκεται· παρὰ τὸ εὖ μόριον καὶ τὸ θύω, τὸ ὁρμῶ. ταὐτὸν οὖν τὸ θύνω καὶ θύω. παρὰ οὖν τὸ εὖ καὶ τὸ θύω εὐθύω, ὁ μέλλων εὐθύσω, ἀποβολῇ τοῦ ω εὐθύς, ὡς δώσω δώς. τὸ δὲ εὐθύω σημαίνει τὸ καλῶς ὁρμ ῶ τουτέστιν ὀρθῶς, καὶ τὸ εὐθύ τὸ παραχρῆμα καὶ τὸ ταχύ

### ε 1516

εὐθέως διαφέρει· εὐθὺς μὲν γάρ ἐστιν ὁ κανών, εὐθὺ δὲ τοῦ γυμνασίου ἀντὶ τοῦ κατ’ εὐθεῖαν τοῦ γυμνασίου ἢ εὐθὺ τὸ κανόνιον, τὸ δὲ εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει. τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθύς ἀντὶ τοῦ χρονικοῦ χρῆσθαι. φασὶ γοῦν κατὰ λέξιν· τινὲς δὲ τὸ μὲν εὐθύ λέγουσιν ἐπί τινος εὐθέως, οἷον. ἐὰν μὲν ᾖ θηλυκὸν τὸ ὄνομα, «ἡ εὐθεῖα ὁδός, ἡ εὐθεῖα βακτηρία», ἐὰν δὲ ἄρρεν, «εὐθὺς ὁ κανών», ἐὰν δὲ οὐδέτερον, «εὐθὺ τὸ ξύλον». οἱ δὲ ἀρχαῖοι ἐνίοτε τὸ εὐθύ ἐτίθεσαν τὸ ἐφ’ ὁδοῦ τῆς τ ει νούσης ἐπί τι νοσ τόπου, οἷ ον «εὐθὺ τῆς στο ᾶ ς», «ε ὐθὺ τῶν ἀρ ωμάτων ». τὸ δὲ κατὰ τοὺς χρόνουσ οὐ λέγεται, ἀλλ’ εὐθύς, οἷον «γήμαντος αὐτοῦ δ’ εὐθ ὺς ἔσο μ’ ἐλεύθερ ος» καὶ «ὡ ς τοῦ το δ’ εἶδεν, εὐ θὺς ἦν τἄνω κάτω »“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1517

Εὐίλατος · παρὰ τὸ εὖ μόριον καὶ τὸ ἱλατός· τοῦτο παρὰ τὸ ἵλημι, τὸ συγχωρῶ, ἐξ οὗ καὶ τὸ ἵλαθι θεοφόρε“. ἵλημι ἵλαμαι ἵλαται καὶ ἐξ αὐτοῦ ἱλατός καὶ εὐΐλατος

### ε 1518

Εὔκαιρος · ὁ ἐπιτήδειος

### ε 1519

Εὔκηλος · ὁ ἥσυχος· ἐκ τοῦ ἑκών, τὸ θέλων. Γεωργίου

### ε 1520

Εὐκολίνη · ἡ Ἑκάτη· κατὰ ἀντίφρασιν, οἱονεὶ ἡ μὴ οὖσα εὐχερής· ἔχ ω δὲ τὴν χρῆσιν παρὰ Καλλ ι μάχῳ, οἷον χαῖρε Εὐκολίνη“. γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τοῦ Εὐηνίνη

### ε 1521

Εὐλάβεια · παρὰ τὸ εὖ καὶ τὸ λήβω, τὸ λαμβάνω, ἡ τὸ καλὸν λαμβάνουσα. εὐλαβείας εἴδη δύο, αἰδὼς καὶ ἁγνεία· αἰδὼς μὲν εὐ λάβεια ὀρθοῦ λόγου, ἁγνεί α δὲ τῶν περὶ θ εὸν ἁμαρτημά τ ων

### ε 1522

Εὐλαβής · ὁ εὖ τῶν πραγμάτων ἐπιλαμβανόμενος· ἢ καὶ ὁ εἰς τὸ λαβ εῖν ἐπιτήδειος, οἷον εὐλαβὴς μάχαι ρα καὶ εὐλαβὴς λίθος· τινὲς δὲ τὸν δειλόν. καὶ δειλὸς μὲν ὁ κακ ὸσ καὶ δείλαιος ὁμοίως, εὐλαβὴς δὲ ὁ εὖ προσλαμβά νων τὸ μ έ λλον, δυσχε ρὴς δὲ ὁ δύσ λη πτος ἀπὸ τῶν χει ρῶν

### ε 1523

Εὐλογημένος · κεχαριτωμένοσ. εὐλόγ ησον, κεχα ρίτωσ ον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1524

Εὐλογήσαι · ἐγκλίσεως εὐκτικῆς· εἰ γὰρ ἦν ἀπαρέμφατον, προπεριεσπᾶτο ἄν

### ε 1525

Εὐλογία · παρὰ τὸ εὐλογῶ· τοῦτο παρὰ τὸ εὔλογος· τοῦτο παρὰ τὸ εὖ μόριον καὶ τὸ λόγος. τὸ δὲ εὖ παρὰ τὸ ἐΰς, ὃ σημαίνει τὸν ἀγαθόν, τὸ οὐδέτερον τὸ ἐΰ καὶ κράσει εὖ. τὸ δὲ λόγος παρὰ τὸ λῶ, τὸ θέλω· ἃ γὰρ θέλει τις, ταῦτα καὶ λαλεῖ

### ε 1526

Εὔμαιοσ ·. Φιλοίτιος δὲ Ὀδυσσέως δοῦλος ἀπὸ τῆς πρὸς αὐτὸν φιλίας

### ε 1527

Εὐμενίδες · αἱ Ἐρινύες, ὅτι πεμφθεῖσαι κατὰ Ἡρακλέους ἐπραΰνθησαν

### ε 1528

Εὐνάζω · τὸ κοιτάζω

### ε 1529

Εὖ ναιεταώσας Β · καλῶς οἰκουμένας

### ε 1530

Εὐνάς Α · τὰς ἀγκύρας· παρὰ τὸ εὐνάζειν καὶ ποιεῖν τὴν ναῦν χαλᾶσθαι εἰς τὸ ὕδωρ καὶ ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ· τὴν κοίτην, ὡς ὅταν λέγῃ Ι εὐνῇ ἐνὶ μαλακῇ“· τὴν ἄγκυραν, ὡς νῦν Α ἐκ δ’ εὐνὰς ἔβαλον“· τὴν διατριβήν, ὡς τὸ Β ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάσ“

### ε 1531

Εὐνή · κοίτη, μονή, γυνή, ὅθεν εὐνοῦχος

### ε 1532

Εὖνις · ἐπιδεής, ὀρφανός, καὶ ἡ γυνή

### ε 1533

Εὖνις · ὁ χῆρος καὶ ἔρημος, ὅ ἐστιν εὐναζόμενος. ἢ παρὰ τὸ ἑνός γίνεται εὖνις, ὁ μεμονωμένος

### ε 1534

Εὐνοῦχοι · οἱ τὴν εὐνὴν ἔχοντες, ὡς γεοῦχοι. εὐνούχους δὲ Σοφοκλῆς καὶ τοὺς ὀφθαλμοὺς τοὺς εὐν ῆ ς καὶ ὕπνου μὴ μετέχοντας, τουτέστι τηροῦντας· οὐχ ὅπου λαμπάδες εὐνούχοισιν ὄμμασιν“

### ε 1535

Εὐνοῦχος · παρὰ τὸ εὐνὴν ἔχειν καὶ ἐπιμελεῖσθαι· ἔχ ειν γὰρ τὸ φυλάττειν, Ὅ μηρος δ ὅς μοι κῆπον ἔχει πολυδένδρεον“. ὁ δὲ εὐνοῦχος παρὰ τὸ εὖ τοῦ νοῦ ἔχειν ἐστερημένον τοῦ μίγεσθαι καὶ τῶν ἀφροδισίων, ἅπερ Ἀθην αῖοι ἀνόητα ἐκάλουν · Ἀριστοφάνης ὕπνου τ’ ἀπέχεσθαι καὶ τῶν ἀνοήτων πάντων“. Γεωργίου

### ε 1536

Εὐπάτειρα · διὰ τῆς ει τῷ λόγῳ τῶν διὰ τοῦ ειρα προπαροξυτόνων

### ε 1537

Εὐπερίστατον · παρὰ τὸ εὖ καὶ τὸ πέρας, ἀντὶ τοῦ ταχέως τρεπόμενον

### ε 1538

Εὐπινής · εὐειδής· πίνος γὰρ τὸ εἶδος

### ε 1539

Εὐρεῖα · διὰ τῆς ει · εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι εὐρέα. ζήτει

### ε 1540

Εὐριπίδης · διὰ τοῦ ι · ὁ δὲ λόγος περὶ τῆς ρι συλλαβῆς, ἡ γὰρ πι συλλαβὴ βραχεῖά ἐστι· διὰ τοῦ ι δὲ γράφεται, ἐπειδὴ παρὰ τὸν Εὔριπόν φασι γ εννηθῆναι αὐτόν. Γεωργίου

### ε 1541

Εὔριπος · διὰ τοῦ ι παρὰ γὰρ τὸ ῥιπίζω Εὔριπος, οἱονεὶ ὁ εὐχερῶς ῥιπιζόμενος καὶ ἐπιφερόμενος. ἢ παρὰ τὸ εὐρὺ Εὔρυ ποσ καὶ Εὔριποσ τροπῇ τοῦ υ εἰς ι οἱονεὶ ὁ πλατὺς κατὰ ἀντίφρασιν, ὁ μὴ ὢν πλατύς· καὶ γὰρ ὁ Εὔριπος πέλαγος στενόν ἐστι μεταξὺ τῆς Εὐβοίας καὶ τῆς Ἀττικῆς, ὅπερ ἑπτάκις τῆς καθ’ ἡμέραν μεταλλάττει τὴν ἰδίαν κίνησιν. τὰ λοιπὰ ἐγράφη

### ε 1542

Εὔριπος · οὕτως λέγεται ὁ πορθμὸς ὁ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Εὐβοίας παρὰ τὸ εὐρίπιστον καὶ ἀβούλευτον ἐκ τοῦ μὴ ἔχειν βάθος ὑδάτων· ἢ πέλαγος στενόν, ἢ τόπος ὑδατώδης μεταξὺ δύο γαιῶν. Πόθεν

### ε 1543

Εὔριπος παρὰ τὸ εὐρύ Εὔρυπος καὶ Εὔριποσ κατὰ ἀντίφρασιν καὶ τροπῇ τοῦ υ εἰς τὸ ι ὁ μὴ ὢν εὐρὺς ἀλλὰ στενός

### ε 1544

Εὑρίσκω · τὸ ρι ι · διὰ τί; ἐπεὶ τῶν εἰσ σκω ῥημάτων πέφυκε τὸ η τρέπεσθαι εἰς ι πλὴν τοῦ μνήσκω καὶ θνήσκω καὶ ἀλδήσκω καὶ κικλήσκω

### ε 1545

Εὗρον · ἀορίστου δευτέρου τρίτου προσώπου τῶν πληθυντικῶν

### ε 1546

Εὐρόνοτος · ὅτι μέσος εὔρου καὶ νότου ἐστί

### ε 1547

Εὖρος · ἄνεμος· ἀπὸ τοῦ πλάτους πνεῖ τοῦ κύκλου. Σελεύκου

### ε 1548

Εὖρος· ὁ ἀπηλιώτης ἄνεμος, ὁ τῆς θερμασίας ποιητικὸσ ἄνεμος· εὐρὼς γὰρ ὁ ἱδρώς. οἱ δέ, ὅτι κατὰ πλάτος τοῦ κόσμου τείνει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1549

Εὐρύχωρος · παρὰ τὸ εὐρύ καὶ τὸ χῶρος· τὸ δὲ εὐρύ παρὰ τὸ εὖ μόριον καὶ τὸ ὀρούω, τὸ ὁρμῶ· τὸ δὲ χῶρος παρὰ τὸ χῶ, τὸ χωρῶ

### ο 430

ὄνομα κύριον· διὰ τῆς ει διφθόγγου τῷ λόγω τῶν διὰ τοῦ εια προ π αροξυτόνων· δεύτερον δέ, ὅτι τὰ διὰ τοῦ εια παρώνυμα θηλυκὰ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἠριγενής ἠριγένεια, ἱππόδασυς ἱπποδάσεια

### ε 1550

Εὐρώπη · Ἀσία μὲν ἀπὸ τοῦ ἆσσον εἶναι τοῖς ἀπ’ Εὐρώπην ἰοῦσιν· Εὐρώπη δὲ ἀπὸ τοῦ εὔρους ὠνομάσθη· ἔστι ἡ χώρα τῆς δύσεως

### ε 1551

Εὐρώπη · ὄνομα κύριον θυγατρὸς τοῦ Ἀγήνορος, ἀφ’ ἧς ὁ Ἀγήνωρ βασιλεύσας τῆς Θρᾴκης προσηγόρευσεν ἐκείνην τὴν χώραν Εὐρώπην καὶ ἐκεῖνα τὰ μέρη εἰς ὄνομα αὐτῆς Εὐρ ώπια. λέγουσι δὲ ταύτην ὑπέρκαλλον οὖσαν καὶ μεγαλόφθαλμον καὶ διὰ τοῦτο διὰ τοῦ ω μεγάλου γράφουσιν

### ε 1552

Εὔρωστος · ἐκ τοῦ ῥῶ, τὸ ὑγιαίνω

### ε 1553

Εὐρωτιῶν · ἐκ τοῦ εὐρώς εὐρῶτος

### ε 1554

Εὐρωτιῶντα · σαπέντα· ἔστι αὔρα, ἡ νοτίς, καὶ ἐξ αὐτοῦ αὐρώς καὶ τροπῇ τοῦ α εἰς ε εὐρώς εὐρῶτος εὐρωτιῶ καὶ τὸν εὐρωτιῶντα σῖτον“

### ε 1555

Ἐΰς Β · ὁ καλός· κατὰ Αἰολεῖς. πάϊσ“ παῖς, ὁμοίως

### ε 1556

Ἐΰς πάϊς · ἰδίωμα Αἰολίδος τὸ ἐΰς καὶ τὸ πάϊς κατὰ διαίρεσιν ἐκφωνούμενα, ἀλλ’ οὐ κατὰ κρᾶσιν· τὸ γὰρ ἐΰς εὔς ἐστι καὶ τὸ πάϊς παῖς, καὶ σημαίνει ὁ ἀγαθὸς παῖς· καὶ τὸ οὐδέτερον ἐΰ καὶ κράσει εὖ

### ε 1557

Εὗσαι τὸ χοιριδίον · οἱ οὕτω λέγοντες ἁμαρτάνουσιν· δεῖ γὰρ θῦσαι λέγειν. καὶ παρ’ Ὁμήρῳ εἰ δὲ κακῶς γέγραπται β σιάλους τε εὕοντας ἐν αὐλῇ“. Γεωργίου

### ε 1558

Εὐσέβεια · τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων

### ε 1559

Εὔσπλαγχνοσ ·. εὔσπλαγχνος. σπλάγχνα δὲ διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν καὶ ἐφάπτεσθαι ἀλλήλων

### ε 1560

Εὐστάθεια · ἡ καρτερία καὶ παγ ιότησ

### ε 1561

Εὐτελής · τὸ τέλος πολλὰ σημαίνει καὶ τὴν δαπά νην ἀφ’ οὗ τὴν πολυτέλει άν φασιν, καὶ εὐ τελεῖς τινας τοὺς μὴ ἐπὶ πολὺ χαίρον τασ ταῖς δαπάναις καὶ τὸ τελωνικὸν τέλος σύνηθες λέγειν ἐστί. καὶ εἰς τὸ Τέλοσ

### ε 1562

Εὐτράπελος · ὁ μετὰ σεμνότητος χαριέντως λέγων· παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον

### ε 1563

Εὐφραίνειν · τὸ μετὰ ὠφελείας ψυχαγωγεῖν· τέρπειν δὲ τὸ μετὰ πάσης. πόθεν Εὐφρανθήτω; ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ φρήν εὐφραίνω

### ε 1564

Εὐχή · παρὰ τὸ εὖ ἔχειν, ἡ τοῦ εὖ ἔχειν αἴτησις ἤγουν καλῶς· τὸ γὰρ εὖ μόριον ἀεὶ καὶ διὰ παντὸς ἀντὶ καλοῦ παραλαμβάνεται, πλὴν τοῦ εὐώνυμος. εὐχὴ δὲ καὶ προσευχὴ διαφέρει· εὐχὴ λέγεται. ζήτει

### ε 1565

Εὔχομαι · σημαίνει τρία· τὸ λεγόμενον ἁπλῶς, ὡς τὸ ω εὔχετο δ’ ἐξ Ἰθάκης γένος ἔμμεναι“· τὸ καυχῶμαι, ὡς τὸ Ε ὅς μ’ ἔβαλεν φθάμενος καὶ ἐπεύχεται“· σημαίνει καὶ τὸ εὔχομαι καὶ ἱκετεύω, ὡς τὸ Δ Α εὔχετο δ’ Ἀπόλλωνι ἄνακτι λυκηγενέϊ κλυτοτόξῳ“

### ε 1566

Εὐχωλή · ἐγράφη

### ε 1567

Εὐχωλῆς Α · παραγωγῆς ὁ τρόπος· παρὰ τὸ εὔχομαι εὐχωλή, ὥσπερ παύσω παυσωλή, τέρπω τερπωλή. τὸ δὲ ω μέγα κατὰ τὴν παραγωγήν

### ε 1568

Εὐωχία · παρὰ τὸ εὖ ἔχειν, ὅτε ἐπὶ τὰς τῶν θεῶν παραγίνονται τιμάς. βέλτιον δὲ ἀπὸ τοῦ τὴν ὀχήν, τουτέστι τὴν τροφήν, ἡμῖν εὖ ἔχειν· καὶ γὰρ ἡ παροχὴ ὅτι πολλὴ ὀχὴ πρόκειται. κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω εὐωχία

### ε 1569

Εὐωχία · πολλοὶ προ θέντες εὐωχίασ“· κατ’ ἐπαύξησιν τοῦ ο εἰς ω εὐωχία

### η 299

ἡ ἀπὸ τοῦ ἐλάττονος ἐπὶ μ εῖ ζ ον ῦ ἐλάττονος ἐπὶ μ εῖ ζ ον δικαστήριον φυγὴ καὶ μετάθεσις. καλεῖται δὲ καὶ ἔκκλητος παρὰ τὸ ἐκκαλεῖσθαι καὶ παραιτεῖσθαι καὶ φεύγειν τὸ πρῶτον καὶ ἔλαττον δικαστήριον

### ε 1570

Ἐφέτης · ὁ δικαστής

### ε 1571

Ἐφετμέων Α · τουτέστιν ἐντολῶν· ἔστι γενικὴ τῶν πληθυντικῶν κατὰ πλεονασμὸν τοῦ ε. κλίνεται δὲ οὕτως· ἡ ἐφετμή, τῆς ἐφετμῆς, ἡ γενικὴ τῶν πληθυντικῶν ἐφετμῶν καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐφετμέων

### ε 1572

Ἔφη · ἀπὸ τοῦ φημί· δεύτερος ἀόριστος

### ε 1573

Ἐφημέροις · διὰ τὸ εὐμετάβλητον πρὸς τὴν ἑκάστης ἡμέρας κατάστασιν· Ὅμηρος ς τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε“

### ε 1574

Ἑφθός · ὀπτὸν μέν ἐστι τὸ ἀμέσως τῷ πυρὶ ὁμιλοῦν, ἑφθὸν δὲ τὸ μεθ’ ὕδατος ἑψημένον

### ε 1575

Ἐφθός · ὀπτὸν μέν ἐστι τὸ ἀμέσως τῷ πυρὶ ὁμιλοῦν, ἑφθὸν δὲ τὸ μεθ’ ὕδατος ἑψημένον

### ε 1576

Ἐφίεσθαι · ἐκ τοῦ ἵημι τὸ π αθητικὸν ἵεμαι ἵεσαι ἵεται, τὸ ἀπαρέμφατον ἐφιέσθαι

### ε 1577

Ἐφικέσθαι · ἐκ τοῦ ἵκω ἱκέσθαι καὶ ἐφικέσθαι, τὸ καταλαβεῖν, ἐξ οὗ ἐφικτόν καὶ ἀνεφικτόν καὶ δυσεφικτόν

### ε 1578

Ἐφόλκιον · πηδ ά λιον· ἀπὸ τοῦ ἐφέλκεσθαι τὴν ναῦν ἢ ἐφέλκεσθαι ὑπὸ τῆς νεώς. Χοιροβοσκοῦ

### ε 1579

Ἐφύχθη · ῥῆμα παθητικοῦ ἀορίστου β· ὁ παθητικὸς παρακείμενος πέφευγμαι πέφευκται καὶ πεφευγμένος, καὶ ποιητικῶς πεφυγμένος πεφυγμένοι κατὰ ἄ στ υ “, ἡ τοῦ ἐνεργητικοῦ παρακειμένου μετοχὴ ὁ πεφ ευγώσ τοῦ πεφευγ ότος, ἡ αἰτιατικὴ τὸν πεφευγότα

### ε 1580

Ἐχέγγυον · ἡ ἀ σφάλεια, τὸ ἐ γγύημα· ἤ τοι ἔχον ἐγγύην

### ε 1581

Ἐχέτλη · τὸ κράτημα τοῦ ἀρότρου· παρὰ τὸ ἔχω, τὸ κρατῶ, καὶ τὸ τλῶ, τὸ βαστάζω

### ε 1582

Ἔχης · ἔχης· ἔχητος· ὁ πλούσιος. τινὲς δὲ καὶ εἶ δοσ ὄφεως

### ε 1583

Ἐχθές · ὁ Ἀπολλώνιος παρὰ τὸ ἐκτὸς τοῦ χρόνου γεγονὸς κατάστημα ἐκτές, εἶτα τῶν ψιλῶν εἰς δασέα μεταπεσόντων ἐχθές· καθὼς ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τοῦ ἔχθοσ· τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸς ἡ μῶν τοιοῦτον

### ι 329

ιστος · παρὰ τὸ ἔ χ θος

### ε 1584

Ἐχθρός · παρὰ τὸ ἔχεσθαι τοῦ θρεῖν ἤτοι συλλαλεῖν· ἢ παρὰ τὸ ἔχεσ θαι ὑπὸ τῆς φθορᾶς. Γεωργίου

### ε 1585

Ἐχῖνος · διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινος προπερισπωμένων. τὸ δὲ ἐχῖνος πολλὰ σημαίνει· τὸν θαλάσσιον ἐχῖνον καὶ τὸν χερσαῖον, τὸν λεγόμενον ἀκανθόχοιρον· ἔστι δὲ καὶ εἶδος χύτρας καὶ λέβητος καὶ μέρος γαστρὸς καὶ πόλις. ἢ παρὰ τὸ ἔχειν πολὺν ἐχῖνον, ἢ παρὰ τὸ ἐνέχεσθαι πλησίον ἀλλήλων, ἢ ἐπεὶ

### ε 1586

Ἐχῖνος · χερσαῖον ζῶον· καὶ ἡ παροιμία πολλ’ οἶδ’ ἀλώπηξ· ἀλλ’ ἐχῖνος ἓν μέγα“· εἴρηται παρὰ τὸ ἔχειν· ἐν γὰρ τῷ ἀλέξα σθαι τὸν ἐπερχόμενον συνειλούμενον τὸν τῶν ἀκανθῶν περίβολον προβάλλεται ὡ ς ἔρυμα. ἐχῖνος δὲ καὶ ἡ γαστὴρ ὅ ν τε μά λιστα βοῶν ποθέουσιν ἐχῖνο ι “· καὶ αὐτὴ δὲ παρὰ τὸ ἔχειν ἐν αὑτῇ τὴν τροφήν. καὶ ὁ λέ βησ ὁμοίως ἐχῖν ος· Κα λλίμαχος ἄξονται δ’ οὐχ ἵππον ἀέθλιον, οὐ μὲν ἐχῖνον βουδόκον“ ἀντὶ τοῦ λέ βητα. τὸν δὲ θαλάσσιον ὁμοίως ἀπὸ τοῦ ἔχειν ἐν ἑαυτῷ ἀφανῶν τῶν σαρκῶν οὐσῶν· ἢ ἐχῖνος κατὰ ἀντίφρασιν ἀπὸ τοῦ μὴ δύνασθαι ἔχεσθαι διὰ τὰς ἀκάνθας, ὅ ἐστιν ἀκράτητοσ

### ε 1587

Ἔχις · ὁ τῶν ἐχιδνῶν ἄρρην

### ε 1588

Ἔχματα · κωλύματα, οἱονεὶ ἐχέματα· ἐρείσματα, ἐμφράγματα, στηρίγματα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1589

Ἐχόμενα · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ παραπλησίως· ἐκ τοῦ ἔχω, τὸ πλησιάζω, ἐχόμενα τρίβου σκάνδαλα“. ἔχω σημαίνει ιγ

### ε 1590

Ἐχόμενοι · ἀντὶ τοῦ κρατοῦντες

### ε 1591

Ἐχόμενος · περιπατῶν ἢ κρατῶν

### ε 1592

Ἐχυρόν · διὰ τοῦ ε ψιλοῦ· παρὰ γὰρ τὸ ὀχυρόν

### ε 1593

Ἔχω · τὸ κρατῶ καὶ κατέχω, ἐξ οὗ καὶ ἔχειν, τὸ κρατεῖν, καὶ εἴχετο τῆς ὁδοῦ“ ἀντὶ τοῦ ἐκρά τει · ἔχω, τὸ οἰκῶ, ἐξ οὗ καὶ ἔχειν, τὸ οἰκεῖν, καὶ ἔχοντες, οἰκοῦντες· ἔχω, τὸ ἐλαύνω, ἐξ οὗ καὶ ἔχειν, τὸ ἐλαύνειν, καὶ εἴχετο ὁμοίως· ἔχω, τὸ φυλάσσω καὶ φροντίζω, ἐξ οὗ καὶ ἔχου, μεταποιοῦ, φρόντιζε, μιμνήσκου· ἔχω, τὸ γαμῶ, ἐξ οὗ καὶ ἔχειν, τὸ γαμεῖν, καὶ εἴχετο, ἐγαμεῖτο, ὡς καὶ ἐχομένη, γαμουμένη εἴχετο

### ε 1594

Ἑψήσω · ἕψιον· ἕψημα

### ε 1595

Ἔψια · τὰ ἀπὸ λόγων ἔχοντα παίγνια· οἷον ἔπια, παρὰ τὸ ἔπη. καὶ Φιλέψιος δασυνομένη μὲν φιλοπαίγμων ἐστί, ψιλουμένη δὲ φιλόλογος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1596

Ἐψώμισεν · ἐκ τοῦ ψωμίζω· τοῦτο παρὰ τὸ ψωμός· τοῦτο παρὰ τὸ ψῶ, τὸ κόπτω, ὁ εἰς μικρὰ κεκομμένος

### ω 121

ω · σημαίνει ζ. ζήτει

### ε 1597

Ἕω · τὸ καθέζομαι· ζήτει εἰς τὸ ε τοῦ ἀλφαβήτου εἰς τὸ τέλος τοῦ βιβλίου

### ε 1598

Ἑωλοκρασία · ὅταν ἐν συμποσίῳ πινόντων ἀνδρῶν καὶ καθευδόντων ἐνίων ἄλλ οι τὴν τρυγίαν περιχέωσιν

### ε 1599

Ἕωλον · ἀργόν, ἄπρακτον, χθεσινόν, ἀκάθαρτον

### ε 1600

Ἕωλος · ὁ χθεσινός· ἐκ τοῦ ἕως, ὃ σημαίνει τὴν ἡμέραν, καὶ τὸ λύω· ὁ ὑπὸ πολλῶν ἡμερῶν λυθείς

### ε 1601

Ἕωλοσ ·. Αἴολος κύριον καὶ αἰόλος ὁ ποικίλος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1602

Ἕως οὗ ἀνταποδῷς μοι · τὸ ἕως οὗ μετὰ τῆς οὐ ἀρνήσεως εὑρισκόμενον ὑποτάσσει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου

### ε 1603

Ἕως οὗ ἐπιστρέψῃ · ὑποτακτικόν· τὸ ἕως ἐπίρρημα ἀναφορικὸν μετὰ τῆς οὐ ἀρνήσεως εὑρισκόμενον ὑποτάσσει. Ζ

### θ 282

θέου · πάνυ θαυμαστοῦ· ζα σημεῖον ἐπιτάσεως· ζάθεος θεῖος ἢ ἄγαν θαυμαστός. ζαθέως ἐπίρρημα

### ζ 72

Ζάλη · ἡ ταραχὴ τῆς θαλάσσης ἢ τοῦ ἀέρος· παρὰ τὸ ζα καὶ τὴν ἄελλαν

### ζ 73

Ζαχρειῶν Ε · σφοδρῶς πνεόντων. καὶ ζάχρειον τὸ σφοδρόν

### ζ 74

Ζαχρήεις · ζαχρήεντος· ὁ βίαιος καὶ σφοδρός

### ζ 75

Ζάω · τὸ ζῶ, ἐξ οὗ τὸ προστακτικὸν ζῆ καὶ κατ’ ἐπέκτασιν ζῆθι

### ζ 76

Ζάω · τὸ καθεύδω, οὗ ὁ μέλλων ζάσω, ἀντὶ τοῦ καθευδήσω

### β 412

βράζει · ἐπὶ ὕδατος βράζοντος κυρίως. τὸ δὲ ζέειν καὶ ἐπὶ ἀνθρώπου, οἷον ζέοντι πόθῳ“. θερμαίνει ἐπὶ ἡλίου τοῦ θερμαίνοντος πάντα

### ζ 77

Ζειαί · αἱ ὄλυραι, αἱ τοῦ ζῆν αἴτιαι, ὡς παρὰ τὸ ζέω ζεαί καὶ ζειαί

### ζ 78

Ζειαί · διὰ διφθόγγου· ζεαὶ γάρ. οὕτως λέγονται αἱ κριθαί, ἐπειδὴ αἴτιαι τῆς ζωῆς ἐγένοντο

### τ 285

Τριακονταέτης ἐπὶ μὲν τοῦ καιροῦ καὶ τοῦ χρόνου, βαρύνεται. ἐπὶ δὲ τοῦ μετέχοντος τοῦ χρόνου, ὀξύνεται. πενταετὲς παιδίον λέγομεν, καὶ πενταετὴς ἄνθρωπος

### τ 286

Τριπλοῦς ἀπὸ συναιρέσεώς ἐστι, ἀπὸ τοῦ διπλόος καὶ τριπλόος, ἀπὸ τοῦ δὶς παρήχθη καὶ τοῦ τρὶς ἐπιῤῥήματος, τὸ δὲ διπλοῦς καὶ τριπλοῦς οὐκ εἰσι σύνθεται, ἀλλ’ ἁπλᾶ. ζήτει

### τ 287

Τρισκαίδεκα ἰστέον ὅτι τὸ δισχίλιοι καὶ δισμύριοι, ὡς ἔχοντα τὸ ς, ἐν παραθέσει ἔστι· τὸ γὰρ δὶς καὶ τρὶς ἐν τῇ συνθέσει, ἀποβάλλουσι τὸ ς, οἷον, δίμηνος, δίπηχυς, τρίπηχυς. σεσημείωται τὸ δισθένεες, κρὶ τρίσφυλος, παρὰ Νικάνδρῳ· ἔστι δὲ εἶδος βοτάνης, καὶ τρισόζυος παρ’ Αἰσχύλῳ· καὶ πῶς τὸ τρισκαίδεκα ἐν συνθέσει ἐστι καὶ οὐκ ἀποβάλλει τὸ ς; ὅτι οὐκ ἐγένετο ἀπὸ τρὶς τοῦ ἐπιῤῥήματος ἡ σύνθεσις, ἀλλὰ ἀπὸ τοῦ τρεῖς ὀνόματος, ὡς δηλοῖ ἡ σημασία. καὶ γὰρ τὸ τρὶς ἐπίῤῥημα, τὸ τρισσὸν δηλοῖ, οἷον, τρὶς ἔγραψα, ἀντὶ τοῦ ἐκ τρίτου· εἰ οὖν τὸ τρισκαίδεκα ἀπὸ τοῦ τρὶς ἐπιῤῥήματος συνεθέτη, ἔμελλε δηλοῦν τὸ τρίτας δεκάδας, ὅπερ ἔστι τριάκοντα, ἀλλὰ τοῦτο, τὸ δέκα καὶ τρία σημαίνει

### τ 288

Τριστάσας τοὺς παρὰ χεῖρα τοῦ βασιλέως, οἷον τοὺς ἔχοντας τὰς λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα

### τ 289

Τρίτον ἡμίδραγμον τὰς δύο ἥμισυ δραγμὰς ὀνομάζουσιν οἱ παλαιοί

### υ 136

Ὑπομασχάλης τὸ ὄνομα κεῖται παρὰ τοῖς ῥήτορσιν. ὅταν μὲν ἑνικῶς λέγωσιν, οὕτως αὐτὸ πάντες τάσσουσι μετὰ τῆς προθέσεως· ὅταν δὲ πληθυντικῶς οὐ μεγάλας λέγουσιν, ἀλλὰ μασχάλας

### υ 137

Ὑπόβολον ὑποκείμενον πρὸς δάνειον καὶ τόκον, Φερεκράτης εἶπεν, οὐχ ὁρᾶς τὴν οἰκίαν τὴν πολυτίωνος κειμένην ὑπόβολον

### φ 258

Φύτλη ὡς ζεύγω ζεύγλη, τρώξω τρώγλη, οὕτω φύω, φύσω, φύτλη

### φ 259

Φυτόσκαφος καὶ φυτοσκάφος διαφέρει. προπαροξυτόνως, ἡ ὑπὸ τὰ φυτὰ ἐσκαμμένη γῆ, παροξυτόνως δὲ, ὁ τὰ φυτὰ περισκέπτων γεωργός

### υ 138

Ὑποβολιμαῖος ὑποβαλλόμενοι, καὶ οἱ ποιηταὶ, ἤτοι ὡς ἐπὶ τῶν χαμαιῤῥίφων παιδίων, ἅπερ ἑαυταῖς ὑποβάλλουσιν αἱ γυναῖκες

### π 707

Πρωτότοκος καὶ πρωτοτόκος· τὰ εἰς ος σύνθετα εἰς ἐνεργείαν καὶ εἰς πάθος ἀναλυόμενα δύο τόνους ἐπιδέχονται· καὶ εἰ μὲν εἰς ἐνέργειαν διαλύονται, παροξύνονται· εἰ δὲ εἰς πάθος προπαροξύνονται· οἷον, λιθοβόλος καὶ λιθόβολος, καρατομένος καὶ καρατόμενος, ὑδροφόρος καὶ ὑδρόφορος· καὶ λιθοβόλος μέν ἐστιν, ὁ λίθους βάλλων, λιθόβολος δὲ ὁ βαλλόμενος λίθοις· τὸ οὖν πρωτοτόκος, ἡνίκα μὲν παροξύνεται, εἰς ἐνέργειαν ἀναλύεται, καὶ σημαίνει τὴν ἐν πρώτοις τεκοῦσαν, καί ἐστι μόνου θηλυκοῦ γένους. ἡνίκα δὲ προπαροξύνεται, εἰς πάθος ἀναλύεται, καὶ σημαίνει τὸ πρῶτον τεχθὲν παιδίον, καί ἔστι δύο γενῶν κοινὸν, καὶ γὰρ ὁ πρωτότοκος καὶ ἡ πρωτότοκος, τίκτεται γὰρ καὶ ἀνὴρ καὶ γυνή. τὸ δὲ παροξύτονον, ἐνέργειαν δηλοῦν, μόνον ἔστι θηλυκὸν, κωλύει γὰρ τὸ σημαινόμενον ἀρσενικὸν αὐτὸ εἶναι, οὐ γὰρ τίκτει ἀνήρ. καὶ πάλιν πολύτοκος καὶ πολυτόκος. πολυτόκος μὲν σημαίνει τὸν πολλὰ γεννῶντα, πολύτοκος δὲ ὁ πρὸ πολλῶν γεννώμενος

### π 708

Παραστάται ὑπ’ ἑνικῶν καλοῦνται αἱ γόνιμοι φλέβες, καὶ τῇ γεννήσει παρεστῶτες

### ν 197

Νεπὼς παρὰ τὸ πῶμι πώσω, ὃ σημαίνει τὸ πίνω, ἀποβολῇ τοῦ ω, καὶ μετὰ τῆς νε στερήσεως, Νέπως· ἄνυδρον γὰρ τὸ ὄρος ἐκεῖνο

### θ 283

Θρησκεία παρὰ τὴν τῶν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον, καὶ τὴν Ὀρφέως ἱερουργίαν· οὗτοι γὰρ ἐξεῦρον τὴν περὶ τὸ θεῖον εὔνοιαν· ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι, ὅ ἐστιν ἐξευμενίζεσθαι

### η 300

Ἤγαγον δευτέρου ἀορίστου, ἀπὸ τοῦ ἄγω, ὁ β ἀόριστος ἄγον, καὶ κατ’ ἀναδιπλασιασμὸν ἄγαγον καὶ ἤγαγον. ζήτει

### κ 950

Κρόνος ὅτι τὸν κρόνον, φασὶν, ἐκ τοῦ κρᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων, καὶ μίξαντα τὸ θηλὺ τῷ ἄῤῥενι. Χρύσιππος δὲ φησὶν, ὅτι καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν· τὴν ἔκκρισιν τούτων, κρίνον ὠνομάσθαι. τὰ δὲ περὶ τὴν ἐκτομὴν, ἔνιοι οὔτως ἀναλύουσι· ὅτι τῆς οὐρανοῦ καὶ γῆς μίξεως γινομένης, ἐζωογονεῖτο πολλὰ, εἶτα τοῦ Κρόνου, ἤτοι τοῦ χρόνου ἕκαστα διακρίναντος, καὶ τῶν γεννηθέντων ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζωογονοῦντα, ἐκτεμεῖσθαι τὸν οὐρανὸν εἴρηται. ἄλλοι δέ φασιν, αὐτὸν Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος τῶν θεῶν εἰς κρίσιν ἐπέβαλε. νομίζεται δὲ παῖς οὐρανοῦ καὶ γῆς, ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὸ γῆς καὶ ὑπὲρ γῆν ἄστρων ὁ χρόνος γίνεται· διὰ γὰρ τούτων καὶ ἡμερονύκτιον, καὶ μῆνα, καὶ καιρὸν διορίζομεν. καταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται, τῷ χρόνῳ πάλιν συνδιαφθείρεται. οὕτως ἔγω Φώτιος ὁ πατριάρχης

### υ 139

Ὑφελτρεύουσι σημαίνει δὲ τὸ καλλύνουσι. Λυκόφρων

### ο 431

Ὀφιακῶν ὁ παρὰ τὸ φύσει γέγονε φύσικος, μάντις, μαντικὸς, οὕτω καὶ ὄφις, ὀφικὸς, καὶ πλεονασμῷ, τοῦ α, ὀφιακὸς, συνεξέδραμε γὰρ τῷ θηριακός

### π 709

Πρασίαι τετραγῶνα τινὰ σχήματα ἐν τῇ γῆ, ἂ ποιοῦσι σχολὴν οἱ κηπωροὶ, οἱονεὶ περασίαι τινὲς οὖσαι, παρὰ τὸ περατοῦσθαι, κατὰ συγκοπὴν πρασίαι

### π 710

Πρεσβήϊον πρεσβειῶν ἄριστον, λέγει δὲ τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον

### π 711

Πραιτώριον παρὰ τὸ πράττω πρατώριον, ὅπου τὰ πραττόμενα ὡροῦνται, ὅ ἐστι φυλάσσονται, καὶ ἐξανύονται. εἶτα πλεονασμῷ τοῦ ἰῶτα

### σ 448

Σωρὸς ὀξυτόνως· τὰ εἰς ρος λήγοντα δισύλλαβα, τῷ ω, παραληγόμενα, μὴ ὄντα ἐπιθετικὰ βαρυτονεῖται. ὦρος, δῶρος, χῶρος, φλῶρος, βῶρος· σεσημείωται τὸ σωρὸς ὀξυνόμενον· τὰ δὲ ὀξύτονα ἐπιθετικά εἰσιν, οἷον χλωρὸς, ψωρὸς, μωρός

### σ 449

Σορὸς ἡ τῶν λειψάνων, παρὰ τὸ σεσηρέναι τὰ σώματα ἐν αὐτῇ. ἢ παρὰ τὸ εἴργω τὸ κωλύω, σορὸς ἡ κωλυτική

### σ 450

Σῴζω ὥσπερ παρὰ τὸ ἕω, τοῦ σημαίνοντος τὸ καθέζομαι, γίνεται ἕζω, οὕτω καὶ ἀπὸ τοῦ σῶον, ὃ σημαίνει τὸ ὑγιὲς, γίνεται σῴζω· καὶ οὐκ ἔδει ἔχειν τὸ ἰῶτα. ἡ μέντοι παράδοσις ἔχει τὸ ἰῶτα, ἔφοσον ἔχει τὸ ζ· καί ἐστιν εἰπεῖν, ὅτι, ὥσπερ ἀπὸ τοῦ ἄνθρωπος γίνεται ἀνθρωπίζω, καὶ λέπος λεπίζω, οὕτω καὶ ἀπὸ τοῦ σῶος γίνεται σωΐζω, καὶ κατὰ συναίρεσιν σῴζω

### σ 451

στὰξ καὶ πλεονασμῷ τοῦ ρ καὶ γ

### σ 452

στρὰγξ ἡ ἐπισχεθεῖσα ῥύσις

### τ 290

Τοῦ νεήλυδος ὁ κανών· τὰ εἰς υς σύνθετα, εἰ μὲν ἀπὸ ἁπλῶν εἰς υς ληγόντων συντίθενται, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον, βραχὺς, τρίβραχυς, τριβράχεος, ὀφρὺς ὀφρύος, λευκόφρυς, λευκόφρυος. εἰ δὲ ἀπὸ ῥημάτων εἰσὶ συντιθέμενα, διὰ τοῦ δος κλίνεται, οἷον, ἔπηλυς ἐπήλυδος, νέηλυς νεήλυδος, ταῦτα γὰρ οὐκ ἀπὸ ἁπλῶν εἰς υς ληγόντων συντίθενται, ἀλλ’ ἀπὸ τοῦ ἐλεύθω ῥήματος

### κ 951

Κρὰς πόθεν γίνεται; παρὰ τὸ κρῶ τὸ τελειῶ. πῶς κλίνεται; τῆς κρατός· τὰ εἰς ας, ὀξύτονα μονοσύλλαβα κύριά εἰσι, καὶ διὰ τοῦ ντ, κλίνεται· οἷον ζὰς ζαντὸς, πρὰς πραντός. τὸ δὲ κρὰς προσηγορικὸν, ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν

### ι 330

Ἰστέον ὅτι ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν ὀνομάτων, ἡνίκα λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, προσθέσει τῆς σι συλλαβῆς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν παρὰ τοῖς Ἴωσι καὶ ποιηταῖς. οἷον, Αἴαντες Αἰάντεσσι, γυναῖκες γυναίκεσσιν· ἐπὶ δὲ οὐδετέρων, ἐπειδὴ ου λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, ἀπὸ τῆς γενικῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε, οἷον, στόματος στομάτεσσι, δέπαος, δεπάεσσι

### α 2260

Αἱ εἰς φωνῆεν λήγουσαι προθέσεις ἐὰν συντεθῶσι μετ’ ἑτέρας συλλαβῆς, τῆς ἀπὸ τοῦ ρ, ἀρχομένης, πλεονάζουσι καὶ ἕτερον ρ, οἷον, ἐπίῤῥημα, ἀνάῤῥησις· ὅσα δὲ μέρη λόγου καθ’ ἑαυτὰ σημαίνει, ταῦτα καὶ ἀπὸ τοῦ ρ, ἀρχόμενα, καὶ λέξεσι συντιθέμενα οὐ πλεονάζει καὶ ἕτερον ρ· οἷον, χρυσορήμων, χρυσόρειθος· ὅσα οὐ σημαίνει, ἀλλὰ συσσημαίνει, ταῦτα συντιθέμενα πλεονάζουσι καὶ ἕτερον ρ, οἷον σύῤῥοια

### τ 291

Τῆς γυναικὸς ὁ κανών· τὰ εἰς ξ λήγοντα μονοσύλλαβα, ἢ δισύλλαβα, ἔχοντα πρὸ τοῦ ξ δίφθογγον, ἀπὸ συμφώνου ἀρχόμενα, διὰ τοῦ κ, κλίνεται· οἷον, γραὶξ γραικὸς, γλαὺξ γλαυκός· σεσημείωται τὸ αἲξ αἰγὸς διὰ τοῦ γ, κλινόμενον, ἐπειδὴ ἀπὸ φωνήεντος ἤρξατο

### τ 292

Τέλος πέφυκε ναὶ ἀληθῶς ῥημάτων Μηνὸς Φευρουαρίου ΙΗ ἡμέρᾳ δ, τῆς ἰνδικτίωνος · ἔτους ωα

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xib-aa`.
