---
title: Lament for Baukis
title_greek: Ἀποσπάσματα
author: Erinna of Telos
eul_wid: grm-ab
eul_aid: grm
canonical: "https://eulogikon.org/works/erinna-telos-lament-baukis-grm-ab"
period: Classical
dialect: Doric (frg)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lament for Baukis

*Ἀποσπάσματα*

**Author:** Erinna of Telos

**eul_wid:** `grm-ab` · [HTML page](https://eulogikon.org/works/erinna-telos-lament-baukis-grm-ab)

## Text

### book 1a

τουτόθεν εἰς Ἀίδαν κενεὰ διανήχεται ἀχώ· σιγὰ δ’ ἐν νεκύεσσι, τὸ δὲ σκότος ὄσσε κατέρρει

### book 1b.1

col I huius columnae perierunt sex uersus.[ln_1][].κ[ ] [–⏔ –⏔ –⏔ –⏔ – ] ἐοίσ[α]ς [–⏔ –⏔ –⏔ –⏔ – ]ε κώρας [–⏔ –⏔ –⏔ –⏔ – ]σι νύμφαι·[ln_5][–⏔ –⏔ –⏔ –⏔ – ] χελύνναν [–⏔ –⏔ –⏔ –⏔ – σ]ελάννα· [–⏔ –⏔ –⏔ –⏔ – χε]λύννα· [–⏔ –⏔ –⏔ –⏔ – ]τε λῆσ[] [–⏔ –⏔ –⏔ –⏔ – ]ώικει·[ln_10][–⏔ –⏔ –⏔ –⏔ – ]α φύλλοις [–⏔ –⏔ –⏔ –⏔ – μ]αλάσσει· [–⏔ –⏔ –⏔ –⏔ – σε]λάνναν [–⏔ –⏔ –⏔ –⏔ ἀμ]νίδα πέξα[ι] [–⏔ –⏔ –⏔ –⏔ ἐς βαθ]|ὺ κῦμα[ln_15n]col. II[ln_15][λε]υκᾶν μαινομέν[οισιν ἐσάλατο π]οσσὶν ἀφ’ ἵ[π]πω[ν]·‘ ‘[..]λισχω‘ μέγ’ ἄϋσα· φ[ –⏔ –] χελύννα [ἁλ]λομένα μεγάλας [μαλακὸν

### book 1b.2

περὶ] χορτίον αὐλᾶς. [τα]ῦτά τῠ, Βαυκὶ τάλαι[να, βαρὺ στονα]χεῖσα γόημ[ι]· [τα]ῦτά μοι ἐν κρα[δίαι ⏔ –⏔] παίχνια κεῖται[ln_20]θέρμ’ ἔτι· τῆν[α δὲ τοῖσιν ἀθ]ύρομες ἄνθρακες ἤδη, δαγύ[δ]ων

### book 1b.3

τε χ[ –⏔ – ]ίδες ἐν θαλάμοισι νύμ[φαι]σιν [⏔ –⏔ – ]έες· ἅ τε πὸτ ὄρθρον μάτηρ ἀε[ίδοισα –⏔ ]οισιν ἐρείθοις τήνας ἦλθ[ε –⏔ – μέ]να ἀμφ’ ἁλίπαστον,

### book 1b.1

[ln_25]ἇι μικρᾶι

### book 1b.2

στ[ ⏔ –⏔ – ]ν φόβον ἄ̄γαγε Μο[ρ]μώ, [τᾶ]ς ἐν μὲν κο[ρυφᾶι μεγάλ’ ὤ]ατα, ποσσὶ δὲ φοιτῆι [τέ]τρ[α]σιν· ἐκ δ’ [ἑτέρας ἑτέραν] μετεβάλλετ’ ὀπωπάν. ἁνίκα δ’ ἐς [λ]έχος [ἀνδρὸς ἔβας, τ]όκα πάντ’ ἐλέλασο, ἅσς’ ἔτι νηπιάσα[σα] τ[εᾶς

### book 1b.3

παρὰ] ματρὸς ἄκουσας,[ln_30][Β]αυκὶ φίλα· λάθα[ν...] ε[ (–)⏔ –] Ἀφρο[δ]ίτα. τῷ τῠ κατακλαίοισα

### book 1b.4

τα[ –⏔ – ].... λείπω· οὐ [γ]άρ μοι πόδες [ἐντὶ λιπῆν] ἄπο δῶμα βέβαλοι, οὐδ’ ἐσιδῆν

### book 1b.5

φαέε[σσι θέλω νέ]κυν, οὐδὲ γοᾶσαι γυμναῖσιν

### book 1b.6

χαίταισιν, [ἐπεὶ φο]ινίκεος αἰδώς[ln_35n]col. III[ln_35]δρύπτε[ι] μ’ ἀμφι[χ]υ[θεῖσα –⏔ – –] αἰε[ὶ] δὲ προπάροιθ[ε –⏔ – –] ἐννεα[και]δέκατος [⏔ –⏔ – ἐνιαυτός] Ἠρίννα[ι τ]ε φίλᾱι π[ ⏔ –⏔ – –] ἀλακάταν ἐ[σ]ορεῖ[σα –⏔ – –][ln_40]γνῶθ’ ὅτι

### book 1b.7

τοι κ[ ⏔ –⏔ –⏔ – –] ἀμφ[έ]λικες γελ[ –⏔ –⏔ – –].

### book 1b.1

ταῦτ’ αἰδώς μ’ [⏔ –⏔ –⏔ – –] παρθε[ν]ίοισι[ –⏔ –⏔ – –] δερκομένα δ’ ἐγ[ () –⏔ –⏔ – –][ln_45]καὶ χαίταν αν[ () –⏔ –⏔ – –] πραϋλόγοι

### book 1b.2

πο[λιαί, ταὶ γήραος ἄνθεα θνατοῖσ]· τῷ τῠ, φίλα, φο[ () –⏔ –⏔ – –] Βαυκί, κατακλα[ί –⏔ –⏔ – –], ἃν

### book 1b.3

φλόγα μιν τ[ ⏔ –⏔ –⏔ – –] ὠρυγᾶς ἀΐοισα ο[ () –⏔ – –]. ὦ πολλὰν Ὑμέν[αιε –⏔ – –] πολλὰ δ’ ἐπιψαύ[οισα –⏔ – –] [π]άνθ’ ἑνός, ὦ Ὑμ[έναιε, –⏔ – –] αἰαῖ, Βαυκὶ τάλαιν[α, –⏔ – –].

### book 2.1

[ln_1]Πομπίλε, ναύταισιν πέμπων

### book 2.2

πλόον εὔπλοον, ἰχθύ, πομπεύσαις

### book 2.3

πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν.

### book 3.1

Ἐξ ἀταλᾶν

### book 3.2

χειρῶν τάδε γράμματα, λῶιστε

### book 3.3

Προμαθεῦ, [para]ἐντὶ καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν. ταύταν γοῦν ἐτύμως τὰν

### book 3.4

παρθένον ὅστις ἔγραψεν, [para]αἰ καὐδὰν

### book 3.5

ποτέθηκ’, ἦς κ’ Ἀγαθαρχὶς ὅλα.

### book 4.1

Νύμφας Βαυκίδος εἰμί. πολυκλαύταν δὲ παρέρπων [para]στάλαν τῶι κατὰ γᾶς

### book 4.2

τοῦτο λέγοις Ἀίδαι· ‘βάσκανος ἔσς’, Ἀίδα.‘ τὰ δέ τοι καλὰ σάμαθ’ ὁρῶντι [para]ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,[ln_5]ὡς τὰν

### book 4.3

παῖδ’, ὑμέναιος ἐφ’ αἷς ἀείδετο

### book 4.4

πεύκαις, [para]τᾶσδ’ ἐπὶ καδεστὰς ἔφλεγε

### book 4.5

πυρκαϊᾶς. καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδάν [para]ἐς θρήνων γοερὸν

### book 4.6

φθέγμα μεθαρμόσαο.

### book 5.1

Στᾶλαι καὶ σειρῆνες ἐμαὶ καὶ πένθιμε κρωσσέ, ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν

### book 5.2

σποδιάν, τοῖς ἐμὸν ἐρχομένοισι

### book 5.3

παρ’ ἠρίον εἴπατε

### book 5.4

χαίρειν, [para]αἴτ’ ἀστοὶ τελέθωντ’, αἴθ’ ἑτεροπτόλιες.[ln_5]χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό· [para]χὤτι

### book 5.5

πατήρ μ’ ἐκάλει Βαυκίδα, χὤτι γένος

### book 5.6

Τηλία, ὡς εἰδῶντι, καὶ ὅττι μοι ἁ συνεταιρίς Ἤρινν’ ἐν τύμβωι γράμμ’ ἐχάραξε τόδε.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: grm-ab`.
