---
title: Praise of a Smyrnaean Professor Teaching at Berytus University
title_greek: Ἐγκώμιον Σμυρναίου Καθηγητοῦ ἐν Βηρύτῳ
author: Epic Work  Anonymous
eul_wid: kjq-aa
eul_aid: kjq
canonical: "https://eulogikon.org/works/epic-anon-smyrnaean-professor-berytus-kjq-aa"
period: Hellenistic
dialect: Epic (Homeric) (frg)
domain: Epic
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Praise of a Smyrnaean Professor Teaching at Berytus University

*Ἐγκώμιον Σμυρναίου Καθηγητοῦ ἐν Βηρύτῳ*

**Author:** Epic Work  Anonymous

**eul_wid:** `kjq-aa` · [HTML page](https://eulogikon.org/works/epic-anon-smyrnaean-professor-berytus-kjq-aa)

## Text

### unit_1

καίτοι .[] εἰ γὰρ τρ[] ὅμως [...... τ]ῆς φύσεως τ[] λυπη[σό]μεσθα μὴ βλέποντες ἐνθ[άδε] τὸν το[ῦ θε]άτρου δεσπότην, τὸν ῥήτο[ρα,] οὗ χ[ωρὶς] οὐδεὶς σύλλογος ἐγεγόν[ει] ποτέ, δι’ ὅν τε δεῦρο συνελέγημεν πολλάκις. ὑ[με]ῖς τε πάντες ὑποθέσεως ἄλλης ὅρον [ο]ὐκ ἂν προθύμως ἡδέως τ’ ἠκ[ού]ετε, εἰ μὴ τὸν ἄνδρα [τ]ουτονὶ τεθνηκότ[α] λόγοις [ἐτί]μων, οἷς ἐτ[ί]μα πολλάκις ἄλλ[ο]υς [ἐκ]εῖνος· καὶ γὰρ ἦν δεινὸς λέγειν. οὐκ ἴστε, πρῴην πῶς ἑτέραν ᾑρημένος [ὁ]δὸν τραπέσθαι τ[..]να τῆς εὐφ[η]μίας δασκεν .θηνκα[...]ψευ[.]αμμα[] [] [] [] ἐπαινετέον δὲ τῶν μαθητῶν τὸν χορόν εὐγνωμοσύνης τῆς ἀμφὶ τὸν διδάσκαλον. ἄλλως γὰρ αὐτὸν οὐκ ἔχοντες εἰσορᾶν [ἔσ]τησαν ἐν γραφαῖσιν εἰκόνων δύο,

### unit_2

[ὧ]ν τ[ὴ]ν μὲν ἠργάσαντο παῖδες ζω[γ]ρά[φων,] [ἣ] δ’ [ἦ]ν ἐν ἑκάστῳ κατὰ φύσιν γεγραμμένη [ἐ]ν τῇ δ[ι]ανοίᾳ. νῦν δ’ ἐγὼ ταύτην τρίτην [ἔ]μπνουν ἀναθήσω καὶ λαλοῦσαν εἰκόνα, οὔτοι διατήξας κηρόν, ἀλλ’ ε[ἰ]πὼν ἔπη. ἐὰν δὲ δόξω τῷ πάθει νικώμενος [π]ολλαῖς ἐπαίνων ἐμπεσεῖν ὑπερβολαῖς [τι]μῶν τὸν ἄνδρα, μηδὲ εἷς βασκαινέτω· [φ]θόνος γὰρ οὐδείς, φησί που Δημοσθένης [ἐκ] τοῦ παλαιοῦ συγγραφέως ἀποσπάσας, [πρὸς τ]οὺς θανόντας τοῖς ἔτι ζῶσιν τέως. [καὶ νῦ]ν ἰά[μ]βων κωμικῶν πεπαυμέν[ος] [ἡρῷ’ ἔπη τ]ὸ λοιπὸν εἰσκυκλήσομ[αι.] [] [] [] [] [] [] το [........... π]εριδέξι[] Βη[ρυτῷ .....] ἀγαλλομένηι [] νῦ[ν ..... ῥητῆρ]ος ἐυγλώσσοιο θανόντος ε[ὐεπίης τε λόγ]ων, οὓς ἐς χθόνα πᾶσαν ἴα[λλεν] ι[............] μέγα φρονέοι πολί[ε]σσι π[........ π]ερικ[α]λλὲς ἑὸν φαίνουσα πρό[σωπον] α[.......]νος· ἀτὰρ Ἀτθίδος εἶπε καμού[ση]ς [............]μίαν γλήνην ὀλέσασα [............]σιν ἐπ’ ὄφρυσι π[έ]πλον ἐρύσσει [............]λ[.] σὲ δ’ οὐ τόσον εἵλετο πένθος οὐδ’ [ὅτε σὸν κατὰ κύκ]λον ὑπώκλασε γαῖα χανο[ῦσα]

### unit_3

καὶ σέο πάντα τίναξε θεμείλια· σοῖς δ’ ἐπὶ λαοῖς πολλοῖς ἔπλεο τύμβος ἐρικλαύτοισι πεσοῦσα· ὡς ὁπότ’ [ἀγγ]ελίη χαλεπὴ σέο τύψεν ἀκουάς [δῖον ἐς] Ἕρμον ἰοῦσα νεοκτιμένη[ς] ἀπὸ Ῥώμης [κλεινοτάτο]υ ναετῆρος ἀπαγγέλλουσα τελευτήν. [τοῦ γὰρ θε]σπέσιον κλέος ἤραο, τῷ ἐπὶ μούν[ῳ] [πρόσ]θε μέγα φρονέεσκες ἐν ἀντολίηι περ ἐόντι ἀλλοδαπὴν ἀνὰ γα[ῖ]αν· ἐπεί καὶ τοῖο ἕκητι εἰσέτ’ ἀριστοτόκον σε βροτοὶ καλέεσκον ἅπαντες. τρεῖς γὰρ σεῖο γένοντο περικληέστατοι υἷες, εἷς μὲν ἀοιδοπόλος, δύο δὲ ῥητῆρες ἀγαυοί. ἦ τοι ὃ μὲν φίλος υἱὸς ἐυρρείταο Μέλητος [κῆρ]υξ ἀθανάτων τε καὶ ἀνδρῶν θεῖος Ὅμηρος, [Ἴλι]ον ὅστις ἔθηκεν ὑπ’ ὀφθαλμοῖσιν ἁπάν[των] [πλ]αγκτοσύνην τ’ Ὀδυσῆος ἰδεῖν ὑποφ[ή]τ[ορι Μούσῃ,] [οἳ] δὲ δύω ῥητῆρες Ἀριστείδης τε καὶ α[ὐτός,] [πάντα μάλ’ ἀ]λλήλοισιν ὁμοίιοι, ἶσα δὲ [δῶρα] [Ἀτθίδος ἀμφ]οτέροισι, δι’ ἧς ῥέεν ὡ[ς μέλι φωνή.] [ἀμφοτέρους δ’] ἐσιδοῦσα θεὰ θάμα[]

### unit_4

[] [] [] ἢ ποτ[αμοῦ .....]ο[ς] ἐυρρόου [..]ο[] ὕ[δωρ] εἰς ἑὸν ἦτορ ἀπειρέσιον [] ἢ [καὶ ἀ]π οὐρανίης ἐσκέπτετο [] ι.....αν θεσμούς τε καὶ ἤθε[] μ[ούσαι]ς εὐφραδέεσσι Πλατώνια [] ἀ[λλά ο]ἱ οὐ τάδε πάντα κακὴν ἀπέερ[γε τελευτήν,] [ο]ὐδ’ ὁ πολὺς γλώσσης ῥόος ἤρκεσεν [ὥστ’ ἀπαμῦναι] μοῖραν νηλεόθυμον ἀμειδέ[ος Αἰδωνῆος,] ἀλλά ἑ χαλκ[εί]η θανάτ[ου] κοίμ[ησεν ἀνάγκη] Κ[ωνστ]αντινιάδος νεο[θή]λε[ο]ς [ἐν χθονὶ Ῥώμης.] τὸ[ν] δὲ πόλις βασιλῆος ἐμύρ[α]τ[ο νεκρὸν ἰδοῦσα] ἀχνυμένη, πᾶσαι δὲ γόῳ πλήμυρον ἀ[γυι]α[ί,] τοῖον ἐπεὶ σίγησε λιγὺ στόμα, τοῦ κλέος εὐρύ τηλόθεν α[ἰ]ὲν ἄκουσε, λ[ι]λαίετο δ’ ἐγγ[ὺς] ἀκούειν φθεγγομένου, καὶ ἔμελλεν ἀκούεμ[εν]· ἦ[λθε γὰρ αὐτός] Θρηικίην ποτὶ γαῖα[ν], ἑὸν χρέος ὥς κε [τελέσσῃ·] τὸν δὲ μετὰ χρειὼ ζαθέη πόλις αὖ[θι κατασχεῖν] ἤθελε παρπεπιθ[ο]ῦσα, νέων ἵνα πῶυ [νομεύσῃ,] ἀνθρώπων εὐη[γ]ε[ν]έων ἀγανόφ[ρ]ονας υἷα[ς,] οἵ μιν ναιετάουσιν, ἀπειρεσίαις ἐνὶ τιμαῖς πολλοὺς κυδιόωντες ἀριζήλοισι θοώκοις. ἀλλὰ τά γ’ οὐκ ἐτε[λεῖ]το· τὸ καὶ νέκυν ἀνδρὸς ἰδοῦσ[α] ἡ πάρος αἰὲν ἄδακρυς ἐδάκρυσεν τότε Ῥώμη,

### unit_5

Θρηικίαι δὲ γόων ἁλιμυρέες ἔκλυον ἀκταί [μυρία] κοπτόμεναι{ς} ῥοθίῳ πλήσσοντ[ι θ]αλάσ[σης] [κλυζομένης] παρὰ θῖνα ῥοώδεος Ἑλλ[ησ]πόντου. [ὥς ποτ’ Ὀ]λυμπιάδες κοῦραι Διὸς ἐννέα Μοῦσα[ι] [πενθάδε]ς ἀμφὶ Θέτιν Νηρηίδα κωκύεσκον [υἱέα Μυρμ]ιδόνων ἡγήτορα δα[κρυχέουσαι] []νηυ· .[.....]ε[]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: kjq-aa`.
