---
title: Fragments on Icarus and Wine
title_greek: Ἀποσπάσματα περὶ Ἰκάρου καὶ Οἴνου
author: Eparchides of Oineis
eul_wid: cmq-aa
eul_aid: cmq
canonical: "https://eulogikon.org/works/eparchides-oineis-icarus-wine-cmq-aa"
period: Classical
dialect: Attic
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Icarus and Wine

*Ἀποσπάσματα περὶ Ἰκάρου καὶ Οἴνου*

**Author:** Eparchides of Oineis

**eul_wid:** `cmq-aa` · [HTML page](https://eulogikon.org/works/eparchides-oineis-icarus-wine-cmq-aa)

## Text

### 1a

Athenaeus II: Ἐπαρχίδης Εὐριπίδην φησὶ, τὸν ποιητὴν, ἐπιδημῆσαι τῇ Ἰκάρῳ, καὶ, γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγροὺς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύ κητας, καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων, ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα· Ὦ, τὸν ἀγήραντον πόλον αἰθέρος, ἥλιε, τέμνων, ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους ἐν ταὐτῷ φέγγει μοιριδίῳ φθιμένους.

### 1b

Idem I: Γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδη ς , ὁ Πράμνιος. Ἔστι δὲ οὗτος γένος τι οἴνου· καὶ ἔστιν οὗτος οὔτε γλυκὺς οὔτε παχὺς, ἀλλ’ αὐστηρὸς καὶ σκληρὸς, καὶ δύναμιν ἔχων διαφέρου σαν ... Ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα, διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχινάδες ἀπὸ τῶν ἐχίνων, καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν, etc ... Προσαγορεύεται δὲ, φησὶν Ἐπαρχίδης, ἡ ἄμπελος ἡ τὸν Ἰκάριον Πράμνιον φέ ρουσα ὑπὸ τῶν ξένων μὲν ἱερ ὰ, ὑπὸ δὲ τῶν Οἰνοαίων Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cmq-aa`.
