---
title: Fragments on the Planets
title_greek: Ἀποσπάσματα περὶ Πλανητῶν
author: Dorotheus of Sidon
eul_wid: ogk-aa
eul_aid: ogk
canonical: "https://eulogikon.org/works/dorotheus-sidon-planets-ogk-aa"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on the Planets

*Ἀποσπάσματα περὶ Πλανητῶν*

**Author:** Dorotheus of Sidon

**eul_wid:** `ogk-aa` · [HTML page](https://eulogikon.org/works/dorotheus-sidon-planets-ogk-aa)

## Text

### 1

Ἑπτὰ πολυπλανέες κατ’ Ὀλύμπιον ἀστέρες οὐδόν εἱλεῦνται, μετὰ τοῖσιν ἀεὶ δ’ ἐπινήσεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. οἱ δ’ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δ’ ἐν ἡμῖν Μήνη Ζεὺς Ἄρης Παφίη Κρόνος Ἥλιος Ἑρμῆς· τοὔνεκ’ ἀπ’ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ γέλωτα χόλον γένεσιν λόγον ὕπνον ὄρεξιν.

*[crux: τοῖσιν ἀεὶ δ’ ἐπινήσεται]*

### 2

δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς 〈δ’〉 ἡ γένεσις, λόγος Ἑρμῆς, θυμὸς Ἄρης, Μήνη δ’ ἄρ’ ὕπνος, Κυθέρεια δ’ ὄρεξις, Ἠέλιός τε γέλως· τούτῳ γὰρ ἅπασα δικαίως καὶ θνητὴ διάνοια γελᾷ καὶ κόσμος ἀπείρων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ogk-aa`.
