---
title: Historical Fragments
title_greek: Ἀποσπάσματα
author: Diyllus of Athens
eul_wid: fyg-aa
eul_aid: fyg
canonical: "https://eulogikon.org/works/diyllus-athens-historical-fragments-fyg-aa"
period: Classical
dialect: Attic (frg)
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Historical Fragments

*Ἀποσπάσματα*

**Author:** Diyllus of Athens

**eul_wid:** `fyg-aa` · [HTML page](https://eulogikon.org/works/diyllus-athens-historical-fragments-fyg-aa)

## Text

### t1-3

ΙΣΤΟΡΙΑΙ.

### 1

Plutarch. De Herodoti mal. c. 26: (Ἡρόδοτος) τὴν διαβολὴν ... ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρ’ αὐτῶν ... Ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν, Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν.

### 2.(t)

[ΤΡΙΤΗ ΣΥΝΤΑΞΙΣ.] Harpocratio: Ἀριστίων· Ὑπερίδης Κατὰ Δημοσθένους. Οὗτος Σάμιος μέν ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλλός φησιν, ἐκ μειρακυλλίου δ’ ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ’ ὑπ’ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν εʹ τῶν Περὶ Ἀλέξανδρον.

### 3.(t)

E LIBRO NONO.

### 3.(t)

Athenaeus IV: Δίυλλος δ’ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησὶν, ὡς Κάσσανδρος ἐκ Βοιωτίας ἐπανιὼν, καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαῖς, καὶ μετ’ αὐτῶν τὴν Κύνναν, τὴν Εὐρυδίκης μητέρα, καὶ τοῖς ἄλλοις τιμήσας, οἷς προσήκει, καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν.

### t4-5

DUBIA.

### 4

Athenaeus XIII: Δημήτριος δὲ ὁ Φαληρεὺς, Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς, ἡδέως δι’ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος· ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος.

### 5

Etym. M.: [ Κόμαν α] παρὰ τὸ κόμη γίνεται θηλυκὸν κομάνη· τὸ οὐδέτερον, κόμανον, καὶ τὰ Κόμανα· λέγεται γὰρ τὸν Ἀγαμέμνονος υἱὸν Ὀρέστην φεύγοντα μετὰ τῆς ἀδελφῆς ἐκεῖσε τὴν κόμην ἀποκεί ρασθαι. Πόλις Κόμανα Θύιλλις· μεθερμηνεύεται σύ σκια κατὰ τὴν Ἰώνων φωνήν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: fyg-aa`.
