---
title: Proverbs Epitome
title_greek: Παροιμίαι
author: Diogenianus of Heraclea Pontica
eul_wid: pdm-aa
eul_aid: pdm
canonical: "https://eulogikon.org/works/diogenianus-heraclea-proverbs-pdm-aa"
period: Roman
dialect: Koine
domain: Grammar
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Proverbs Epitome

*Παροιμίαι*

**Author:** Diogenianus of Heraclea Pontica

**eul_wid:** `pdm-aa` · [HTML page](https://eulogikon.org/works/diogenianus-heraclea-proverbs-pdm-aa)

## Text

### t 1

ΠΑΡΟΙΜΙΑΙ ΔΗΜΩΔΕΙΣ ΑΠΟ ΤΗΣ ΔΙΟΓΕΝΙΑΝΟΥ ΣΥΝΑΓΩΓΗΣ. ΕΙΣΙ ΔΕ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ. ΑΡΧΗ ΤΟΥ Α.

### 1 1

Ἀβυδηνὸν ἐπιφόρημα : ἐπὶ τῶν ἀηδῶν τάττεται ἡ παροιμία. Τινὲς δέ φασιν ἀπὸ τοῦ ἐξ αὐτῶν συκοφαντεῖσθαι τοὺς ξένους. ἐντεῦθεν Ἀριστοφάνης τὸν συκοφάντην Ἀβυδηνοκόμον ἐκάλεσεν. Ἅβρωνος βίος : ἐπὶ τῶν πολυτελῶν ἡ παροιμία.

### 1 2

Ἅβρων γὰρ ἐγένετο πλούσιός τις καὶ ἁβροδίαιτος ἀνήρ. Ἀγορὰ Κερκώπων : ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων ἡ παροιμία.

### 1 3

Κέρκωπες γάρ τινες ἐγένοντο ἐν Ἐφέσῳ ἀπατεῶνες ἄνθρωποι, οἵτινες καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. Ἀγαθὴ καὶ μᾶζα με τ ’ ἄρτον : ἡ παροιμία, φησίν, ἐπὶ τῶν ἐκ δευτέρου τισὶ διδόντων τάττεται.

### 1 5

Ἀγαμέμνονος θυσία : ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν· Ἀγαμέμνονα γὰρ ἐν Τροίᾳ θύοντα ἔφυγεν ἡ βοῦς καὶ μόλις ληφθεῖσα ἤχθη εἰς θυσίαν. Ἀγαθώνειος αὔλησις : ἀγαθὴ καὶ μέση καὶ καλή· Ἀγάθων γάρ τις δόκιμος εἰς αὐλητικήν.

### 1 7

Ἀγέλαστος πέτρα : αὕτη ἐστὶν ἐν τῇ Ἀττικῇ· ἐφ’ ἣν ἐκάθισεν ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει. εἴληπται δὲ ἡ παροιμία ἐπὶ τῶν λύπης προξένων ὄντων. Ἀγαθῶν θάλασσα : αὕτη ἡ παροιμία ἐπὶ πλήθους ἀγαθῶν λέγεται.

### 1 8

ὡς τὸ ἀγαθῶν θησαυρὸς καὶ ἀγαθῶν μυρμηκι ά . Ἀγαθοὶ δ ’ ἀριδάκρυες ἄνδρες : ἡ παροιμία ἐπὶ τῶν εἰς ἔλεον ῥεπόντων.

### 1 10

Ἁγνότερος πηδαλίου : ἐπὶ τῶν ἁγνῶς βεβιωκότων· καθὸ ἐν θαλάττῃ ὂν διὰ παντὸς τὸ πηδάλιον ἁγνὸν εἶναι δοκεῖ. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος : ὑποθετικὴ παροιμία.

### 1 11

ὅτι οὐδὲν χρὴ καταφρονεῖν τῶν προὔργου ἢ ἰδιωτῶν. Ἀδώνιδος κῆπος : ἐπὶ τῶν ἀώρων καὶ ὀλιγοχρονίων καὶ ἀνάνδρων.

*[crux: ἰδιωτῶν]*

### 1 12

Ἄδωνις γὰρ νέος τις εὐειδὴς οὐδὲν ἀπονάμενος τοῦ κάλλους. Ἢ ὅτι κῆπον λιθώδη κτησάμενος οὐκ ἀπέλαυσε τούτου. Ἀδεὲς δέος : ἐπὶ τῶν μάτην φοβουμένων.

### 1 14

Αἰγιαλῷ λαλεῖς : ἐπὶ τῶν ἀνηκουστούντων· ὡς καί· Ἀνέμῳ διαλέγ ῃ . Αἰθέρα νήνεμον αἱρήσεις : ἐπὶ τῶν μάτην πονούντων ἐπ’ ἀνηνύτοις, ὡς καί· Ἄμμον μετρεῖς · καί· Ἀστέρας ἀριθμεῖ ς .

### 1 16

Ἄϊδος κυνῆ : ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων· τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν. Αἰάντειος γέλως : ἐπὶ τῶν παραφρόνως γελώντων.

### 1 18

Ἀνίπτοις χερσίν : ἐπὶ τῶν βεβήλως ἱερουργούντων. Αἰθίοπα σμήχειν : ἐπὶ τῶν μάτην πονούντων.

### 1 20

Αἰσώπειον αἷμα : ἐπὶ τῶν δυσαπονίπτοις καὶ κακοῖς ὀνείδεσι συνεχομένων. Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι : ἐπὶ τῶν μηδενὸς ἀξίων καὶ εὐτελῶν.

### 1 22

Ἀκάνθιος τέττιξ : ἐπὶ τῶν ἀμούσων· παρόσον οὗτοι οὐκ ᾄδουσιν. Ἀκεσίας ἰάσατο : ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων.

### 1 24

Ἀκκίζεται : ἤγουν παραφρονεῖ, μωραίνει. Εἴρηται δὲ ἀπὸ ἱστορίας τοιαύτης. Ἀκκὼ γυνὴ Ἀθηναία ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥν φασι τῇ ἑαυτῆς εἰκόνι κατοπτριζομένην διαλέγεσθαι. Ὅθεν καὶ τὸ ἀκκίζεσθα ι . Ἀκίνητα κινεῖς : καθ’ ὑπερβολὴν, ὅτι μὴ δεῖ κινεῖν μὴ βωμοὺς, μὴ τάφους, μὴ ὅρους.

### 1 26

Ἀκεσσαίου καὶ Ἑλικῶνος ἔργα : ἐπὶ τῶν θαύματος ἀξίων. οὗτοι γὰρ τῇ Ἀθηνᾷ πέπλον ἐδημιούργησαν. Ἄκρον λάβε καὶ μέσον ἕξεις : ἐπὶ τῶν δυσφορούντων καὶ δυσνοήτων.

*[crux: καὶ]*

### 1 28

Ἀκόνην σιτίζεις : ἐπὶ τῶν πολλῇ τροφῇ χρωμένων καὶ μηδὲν εἰς τὸ σῶμα ἐπιδιδόντων. Ἄκρῳ ἅψασθαι δακτύλῳ : ἐπὶ τῶν οὐδὲν ἀκριβῶς ἠσκημένων.

### 1 30

Ἄλλοι κάμον , ἄλλοι ὤναντο : ἐπὶ τῶν παρ’ ἐλπίδα κληρονομησάντων τὰ ἀλλότρια. Ἄλλο γλαὺξ , ἄλλο κορώνη φθέγγεται : ἐπὶ τῶν τοῖς κρείττοσι ἐριζόντων.

### 1 32

Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα : ἐπὶ τῶν ἐξαπατᾶν τοὺς ὁμοίους ἐπιχειρούντων. Ἄλλα μὲν Λεύκωνος ὄνος φέρει , ἄλλα δὲ Λεύκων : ἐπὶ τῶν ἀσυμφώνους τοῖς ἔργοις τοὺς λόγους παρεχομένων.

### 1 34

Ἄλλην μὲν ἐξηντλοῦμεν , ἡ δ ’ ἐπεισρέει : ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων. Ἐπειδὴ γὰρ τῆς νεὼς ῥεούσης ἐξαντλοῦσι τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ, πλέον δ’ εἰσρέει, μάτην πονεῖν οἱ ναῦται δοκοῦσιν. Ἀμεινόνων οἰωνῶν τυχεῖν : ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ ἐρχομένων.

### 1 36

Ἅ μ ’ ἔπος ἅ μ ’ ἔργον : ἐπὶ τῶν ταχέων καὶ ὀξέων εἴληπται. Ἀμουσότερος Λειβηθρίων : ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων.

### 1 37

Λειβήθριοι γὰρ ἔθνος Πιερικὸν οὔτε μέλους οὔτε ποιήματος ἔννοιαν λαμβάνον· λέγεται δὲ ἀμουσότατον, ἐπειδὴ παρ’ αὐτοῖς ὁ τοῦ Ὀρφέως γέγονε θάνατος. Ἄμμον μετρεῖν : ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνεφίκτων.

### 1 39

Ἅ μ ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις : ἐπὶ τῶν εὐεργετουμένων καὶ παραχρῆμα τῆς χάριτος ἐπιλαθομένων. Ἂν μὴ παρῇ κρέας , τάριχος στέργεται : ὑποθετική· παρεγγυᾷ ἡ παροιμία, ὅτι χρὴ τοῖς παροῦσιν ἀρκεῖσθαι.

### 1 41

Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον : ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν , ἀλ λ ’ αὐτὸς ἐξελθὼν ἐπρίατο : ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων, παρόσον Κροῖσος ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον.

### 1 43

Ἀντὶ πέρκης σκορπίον : ἐπὶ τῶν αἱρουμένων τὰ χείρω τῶν βελτιόνων. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία : ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων.

### 1 45

Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι : ἐπὶ τῶν ἀφίλων. Ἄνθρωπος ἀνθρώπου δαιμόνιον : ἐπὶ τῶν ἀπροσδοκήτως ὑπὸ ἀνθρώπων σωζομένων· καὶ ἐπὶ τῶν διά τινος εὐδαιμονούντων, ὡσανεὶ ἔλεγεν· ἄνθρωπος τῷ ἀνθρώπῳ θέσει θεὸς γίνεται.

### 1 47

Ἀνέμου παιδίον : ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. Ἀντιπελαργεῖν : ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων.

### 1 48

οἱ γὰρ πελαργοὶ γεγηρακότας τοὺς ἑαυτῶν γονεῖς γηροτροφοῦσι, τὰ τροφεῖα ἀπονέμοντες. Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος : ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἀφικομένων.

### 1 50

Ἀμφοτέραις ἀντλεῖν : ἐπὶ τῶν σπουδαίως τι ποιούντων. Ἀνέμους γεωργεῖν : ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μεταλαμβανόντων.

### 1 52

Ἄνθρακες ὁ θησαυρός : ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων καὶ ἐν ἄλλοις ἐντυχόντων· μέμνηται ταύτης Λουκιανός. Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος : ἐπὶ τῶν αἰδημόνων καὶ εὐγενῶν· παρόσον οἱ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας ἀσπίδας φοροῦντες πομπεύουσιν.

### 1 54

Ἄξιος τριχός : [ Ἀπὸ ὄνων ἐ φ ’ ἵππου ς] : ἐπὶ τῶν ἀπὸ μικρῶν πρὸς μείζω χωρούντων.

### 1 56

Ἀ φ ’ ἵππων ἐ π ’ ὄνους : ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς ἄσεμνα χωρούντων. Ἀπήντησε κεραυνοῦ βολὴ πρὸς ὑπέρτατον ἄτης : ἐπὶ τῶν ἄξια πασχόντων ὧν ἔδρασαν.

### 1 58

Ἅπερ τὴν γλαῦκα θηρᾶν : ἐπὶ τῶν εὐτελές τι ζητούντων· παρόσον ἡ γλαὺξ μικρὰ θηρᾷ. Ἁλώνητον ἀνδράποδον : οἷον βαρβαρικὸν καὶ εὐτελές· εἰς τὴν μεσόγειαν γὰρ ἀναβαίνοντες οἱ ἔμποροι ἐκόμιζον ἅλας, ἀνθ’ ὧν τοὺς οἰκέτας ἐλάμβανον· ὅθεν ὁ Κωμικός· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένο ς .

### 1 60

Αἱ Χάρητος ὑποσχέσεις : ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προχείρως πολλὰ καὶ τῷ τυχόντι ἐπαγγελλόμενος. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει : ὡς τό· Παθὼν δέ τε νήπιος ἔγν ω .

### 1 61

Ἁλιεὺς γὰρ, ὥς φασι, τοὺς ἁλισκομένους τῷ λίνῳ ἰχθῦς μετεχειρίζετο καί ποτε πληγεὶς ὑπὸ σκορπίου ἔφη, Νοῦν οἴσ ω . Ἡ παροιμία ἐπὶ τοῖς σφαλεῖσι καὶ τότε διορθουμένοις. Αἲξ Σκυρία : Χρύσιππός φησιν ἐπὶ τῶν τὰς χάριτας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν, ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ. [5]

### 1 62

ἄλλοι δέ φασιν ἐπὶ τῶν ὀνησιφόρων λέγεσθαι διὰ τὸ πολὺ γάλα φέρειν τὰς Σκυρίας αἶγας· ἄμεινον δὲ τὸ πρῶτον. Ἀθηνᾷ τὸν αἴλουρον : ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττω τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα· ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλοι. [5]

### 1 64

Ἀφύας εἰς πῦρ : ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων· παρόσον ἀφύαι τάχιστα ἕψονται. Ἀετὸν κάνθαρος μαιεύεται : τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσι.

### 1 65

Εἴληπται ἡ παροιμία ἐπὶ τῶν περιπιπτόντων τοῖς παρ’ αὐτῶν ἀδικηθεῖσι καὶ κατ’ ἀξίαν τιμωρουμένων. Ἀγρὸς ἡ πόλις : ἐπὶ τῶν παρανομούντων.

### 1 66

Ἐπίχαρμος· Ἀγρὸν τὴν πόλιν ποιοῦσι ν . Αἱ Οἰδίποδος ἀραί : ἐπὶ τῶν δυστυχῶν.

### 1 68

Αἱ λαχάνων προσθῆκαι : ἐπὶ τῶν μηδὲν συντελούντων ἢ ὠφελησάντων. Αἰδὼς ἐν ὀφθαλμοῖς : ἢ ὅτι οἱ τοὺς ὀφθαλμοὺς κεκακωμένοι οὐκ αἰδοῦνται, ἢ ὅτι τοὺς παρόντας αἰδοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας.

### 1 70

Ἀγνοεῖ δ ’ ἀράχνη παῖδας ὡς παιδεύεται · θρέψασα γὰρ τέθνηκε πρὸς τοῦ φιλτάτου : ἐπὶ τῶν ἀπὸ τῶν ἰδίων τέκνων κινδυνευόντων ἡ παροιμία. Ἀκαρπότερος ἀγρίππου : ἐπὶ τῶν μάτην πενομένων· Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦσι λεπτόφυλλον οὖσαν καὶ [μὴ] πλέον αὐξανομένην πηγάνου.

### 1 72

Ἄρτι Μῦς πίσσης γεύεται : Μῦς ὄνομά [ἐστιν] Ταραντίνου τοῦ πύκτου, ὃς κατὰ τὴν ἑνδεκάτην ἐπὶ ταῖς ἑκατὸν [Ὀλυμπιάδα] Ὀλυμπιάσιν ἐνίκησε πολλὰς πληγὰς λαβὼν ὑπὸ τῶν ἀνταγωνιστῶν. καί τις διηγούμενος περὶ αὐτοῦ ἔλεγεν· Ὅσα ἔπαθεν ὁ Μῦς ἐν τῇ Πίσσῃ. Οἱ δέ φασιν ὅτι μῦς τὸ ζῷον ἐμπεσὼν εἰς τὴν πίσσαν καὶ ἀνελθεῖν μὴ δυνάμενος δεινά τε πάθη ἔχει καὶ τέλος ἀποθνήσκει. Ἀρκαδίην μ ’ αἰτεῖς : αὕτη τάττεται ἐπὶ τῶν μεγάλα, οὐ μὴν συμφέροντα αἰτούντων. [5]

### 1 74

Ἀπὸ κώπης ἐπὶ βῆμα : ἐπὶ τῶν ἀθρόως τοῖς μεγίστοις ἐπιχειρούντων. Ἀλώπηξ τὸν βοῦν ἐλαύνει : ἐπὶ τῶν μὴ κατὰ λόγον ἀποβαινόντων.

### 1 76

Ἀπὸ τῶν οἰκείων ἄρχεσθαι : ἐπὶ τῶν ἐπιχειρούντων ἀπὸ τῶν οἰκείων βλάπτειν καὶ τοὺς ἑτέρους. Ἀν τ ’ ἀγαθῶν ἀγαθίδες : ἐπὶ τῶν εὖ πασχόντων ἀνθ’ ὧν προευηργέτησαν.

### 1 78

Ἀπὸ μηχανῆς θεὸς ἀναφανείς : ἐπὶ τῶν φαινομένων ἀπροσδοκήτως εἰς σωτηρίαν. Ἀπόλογος Ἀλκίνου : ἐπὶ τῶν φλυάρων καὶ μακρὸν ἀποτεινόντων λόγον.

### 1 80

Ἀπὸ πέντε ἅλλεσθαι πετρῶν εἰς σκυτάλην : ἐπὶ τῶν δι’ ἃ πάσχουσιν αἱρουμένων μᾶλλον ἑαυτοὺς ἐμβαλεῖν εἴς τινα χείρονα ἢ δύσκολα. Ἅπας ἐχῖνος τραχύς : ἐπὶ τῶν δυσκόλων καὶ δυστρόπων.

### 1 82

Ἀργύρου κρῆναι λαλοῦσιν : ἐπὶ τῶν ἀπαιδεύτων μὲν, διὰ πλοῦτον δὲ παῤῥησιαζομένων. Ἀρχὴ δέ τοι ἥμισυ παντός : τινὲς μὲν τὴν παροιμίαν ἔταξαν ἐπὶ τῶν εἴς τι προκοπτόντων.

### 1 83

Κλέαρχος δὲ αὐτὴν ἐντεῦθέν φησιν εἰρῆσθαι· παρὰ Λακεδαιμονίοις τῶν παίδων ὁ πρεσβύτερος τὴν βασιλείαν διεδέχετο τοῦ πατρὸς τελευτήσαντος. Ἀργείᾳ οὖν τῇ Ἀριστοδήμου γυναικὶ γεγόνασι δίδυμοι καὶ τοῦ ἀνδρὸς τελευτήσαντος βουλομένη ἄμφω τοὺς παῖδας βασιλεύειν, Προκλέα καὶ Εὐρυσθέα, οὐκ εἰδέναι ἔφασκεν, ὁπότερος αὐτῶν πρεσβύτερος εἴη· εἶτα ἐρωτηθεὶς ὁ θεὸς εἶπεν· ἀρχὴ παντὸς ἥμισυ · δηλῶν ὅτι ἄμφω δεῖ βασιλεύειν, μετέχειν δὲ ἑκάτερον τῆς ἀρχῆς. Ἀσκὸν δαίρειν : ἐπὶ τῶν ἀνοήτως σφόδρα τι ποιούντων· ἢ ἐπὶ τῶν ὑπερβολικῶς αἰκιζομένων τινάς. [10]

### 1 85

Ἄτης λόφος : ἐπὶ τῶν σφόδρα συμφοραῖς ἐνεσχημένων καὶ καθ’ ὑπερβολήν. Ἀττικὸς μάρτυς : ἐπὶ τοῦ πιστοτάτου καὶ ἀληθεστάτου· παρόσον οἱ Ἀθηναῖοι ἀληθεῖς.

### 1 87

Ἀτενὲς ὁρᾷ ὥσπερ ἡ αἲξ τὴν θάλασσαν : ἐπὶ τῶν φιληδόνων· ὥσπερ ἡ αἲξ τὴν θάλασσαν. Ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσιν : ἐπὶ τῶν τὰ ἀναγκαῖα παραλειπόντων, τὰ περιττὰ δὲ προτιμώντων.

### 1 89

Ἀφροδίτῃ ὗν τέθυκεν : ἐπὶ τῶν ἀχαρίστων καὶ ἀνεπαφροδίτων, παρόσον Ἀφροδίτῃ ὗς οὐ θύεται. Ἀχαρνικοὶ ὄνοι : ἐπὶ τῶν νωθρῶν καὶ μεγάλων.

### 1 91

Ἀδελφὸς ἀνδρὶ παρείη : ὅτι προτιμητέον τοὺς οἰκείους ἐπὶ βοήθειαν. Αὐλητοῦ βίον ζῇς : ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων· παρόσον ἐπιτηροῦντες οἱ αὐληταὶ τοὺς θύοντας ἐξ εὐτελείας ἔζων· ἐντεῦθεν εἴληπται ἡ παροιμία ἐπὶ τῶν παρασίτων.

### 1 93

Αὐτὸς αὑτὸν οὐ τρέφων κύνας τρέφει : ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν ἐπαγγελλομένων. Αὐτὸς ἔφα : ἐπὶ τῶν ἀναφερόντων ἐπί τινα πίστεως ἄξιον.

### 1 95

Ἀποτίσεις χοῖρε γίγαρτα : οἷον ὧν κατέφαγες, ἀποδώσεις πλείονα. Ἐπὶ τῶν σὺν τοῖς ἀλλοτρίοις οἷς ἥρπασαν καὶ τὰ ἴδια προσζημιουμένων καὶ ἀκουσίως αὐτὰ καταβαλλομένων. Ἀτταγᾶς Νουμηνίῳ συνῆλθε : μέμνηται ταύτης τῆς παροιμίας ὁ λογοθέτης ἐν ταῖς αὐτοῦ μεταφράσεσιν εἰς τὸν βίον τοῦ ἁγίου Στεφάνου τοῦ νέου.

### 1 96

Ἐξ ἱστορίας τοιαύτης. Ἀτταγᾶς τις Θετταλὸς καὶ Νουμήνιος Κορίνθιος διαβόητοι ἐπὶ κακίᾳ γενόμενοι φιλίαν πρὸς ἀλλήλους ἐσπείσαντο· εἴληπται οὖν ἡ παροιμία ἐπὶ δύο πονηρῶν συνελεύσει. Αἵδου πρωκτῷ περιπέσοις : ἐπὶ τῶν καταρωμένων τινί. [5]

### 1 98t

ΑΡΧΗ ΤΟΥ Β. Βάτραχος Σερίφιος : ἐπὶ τῶν ἀφώνων· παρόσον οἱ ἐν Σερίφῳ τῇ νήσῳ βάτραχοι κομισθέντες εἰς Σκῦρον οὐ φθέγγονται.

### 1 99

Βυζίνη παῤῥησία : ἐπὶ τῶν σφόδρα πεπαῤῥησιασμένων· ἀπὸ Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παῤῥησίας ἀεὶ διαλεγομένου. Βίος ἐξηυλημένος : ἐπὶ τῶν ἀχρήστων· ἀπὸ μεταφορᾶς τῶν αὐλῶν, οἳ ὅταν συντριβῶσιν, ἐξηυλῆσθαι λέγεται· ἔνθεν καί· Νοῦς παρεξηυλημένο ς .

### 2 1

Βοιώτιον οὖς : ἐπὶ τῶν ἀναισθήτων καὶ ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἐσκώπτοντο οἱ Βοιωτοί. Βοῦν ἐπὶ γλώσσης : ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι· εἴληπται δὲ καὶ ἐπὶ τῶν διὰ δωροδοκίας ἡσυχαζόντων.

### 2 3

Βαλὼν φεύξεσθαι οἴε ι ; ἐπὶ τῶν κακόν τι δρασάντων καὶ οἰομένων ἐκφυγεῖν. Βάλ λ ’ ἐς ὕδωρ : ἐπὶ τῶν ὀλέθρου ἀξίων· οἷον καταπόντισον· τοιοῦτον καὶ τό· βάλ λ ’ ἐς κόρακα ς , βάλ λ ’ ἐς φθόρον · τὸ δὲ βάλ λ ’ ἐς μακαρίαν ἐπὶ καλῷ.

### 2 5

Βοῦς ἐπὶ σωρῷ : ἐπὶ τῶν ἡδυπαθούντων ταττομένη. Βοῦς ὑπὸ ζυγόν : ἐπὶ τῶν ἀεὶ μοχθούντων.

### 2 7

Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων οὔπο θ ’ εὑρήσεις ποτόν : ἡ παροιμία ἐπὶ τῶν τὰ κάλλιστα τοῖς αἰσχίστοις μιγνύντων. Βατράχοις οἰνοχοεῖς : πρὸς τοὺς παρέχοντας ταῦτα, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες.

### 2 9

Βατράχῳ ὕδωρ , καί, Γαλῇ στέαρ : ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. ΑΡΧΗ ΤΟΥ Γ.

### 2 10

Γνῶθι σαυτόν : ἀπόφθεγμά ἐστι Σόλωνος· τάττεται δὲ ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. Γραῦς βακχεύει : ἐπὶ τῶν παρὰ καιρόν τι ποιούντων· νέαις γὰρ πρέπει τὸ βακχεύειν, ἤγουν τὸ χορεύειν.

### 2 12

Γέλως συγκρούσιος : ἐπὶ τῶν ἀκόσμως καὶ ἀτάκτως βιούντων· τινὲς γὰρ ἀτάκτως γελῶντες τὰς χεῖρας συγκρούουσι. Γλαῦξ εἰς Ἀθήνας : ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων· ἐπειδὴ τὸ ζῷον πάνυ ἐγχωριάζει Ἀθήναις.

### 2 14

Γῇ οὐρανὸν συνάπτειν , καί, Γῇ θάλασσαν ἀναμιγνύναι : ἐπὶ τῶν σφόδρα ὀργιζομένων ἀμφότερα. Γάλα ὀρνίθων : ἡ παροιμία παρ’ Ἀριστοφάνει καὶ Εὐπόλιδι· ἐπὶ τῶν σπανίων καὶ βιαζομένων ἐκ κενῶν ἔχειν τι καὶ ἐξ ἐνδεῶν αἱρεῖν.

### 2 16

Γλυκὺς ἀπείρῳ πόλεμος : ἐπὶ τῶν ὑπὸ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κινδύνους. Γλυκε ῖ ’ ὀπώρα φύλακος ἐκλελοιπότος : ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων.

### 2 18

Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει : ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. Γυμνότερος παττάλου : ἐπὶ τῶν σφόδρα ἀπόρων.

### 2 20

Γύγου δακτύλιος : ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύγης γὰρ βουκόλος ὢν γῆς ὑπὸ σεισμοῦ ῥαγείσης νεκρὸν εὑρὼν φοροῦντα δακτύλιον καὶ τοῦτον περιελόμενος φύσιν ἔχοντα ὥστε κατὰ τὰς στροφὰς τῆς σφενδόνης ὁρᾶσθαι καὶ μὴ ὅταν βούληται, εἶχε παρ’ ἑαυτῷ· μεθ’ οὗ καὶ κτείνας τὸν πρὸ αὐτοῦ ἐβασίλευεν Ἰνδῶν. Γύργαθον φυσᾷς : ἐπὶ τῶν μάτην πονούντων. [5]

### 2 22

Γενναῖος εἶ ἐκ βαλαντίου : ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων. Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται : ἐπὶ τῶν διὰ πλήθους χρόνου μὴ περιπιπτόντων ἢ νικωμένων ἀπάτῃ.

### 2 24

Γλῶσσα ποῦ πορεύ ῃ , πόλιν ἀνορθώσουσα καὶ πόλιν ἀναστρέψουσα : ἐπὶ τῶν διὰ λόγου ἢ ὠφελούντων ἢ βλαπτόντων. Γέρων βοῦς ἀπένθητος δόμοισιν : ἐπὶ τῶν καθ’ ὥραν τελευτησάντων.

### 2 26

Γὺψ κόρακα ἐγγυᾶται : ἐπὶ τῶν ὁμονοούντων ἐπὶ κακίᾳ. Γέλως βάραθρον καὶ γέρουσι καὶ νέοι ς .

### 2 28t

ΑΡΧΗ ΤΟΥ Δ. Δαφνίνην φορῶ βακτηρίαν : τοῦτο λέγειν εἰώθασιν οἱ ὑπό τινος ἐπιβουλευόμενοι καὶ τοῦ ἐπιβούλου περιγινόμενοι· παρόσον ἀλεξιφάρμακον ἡ δάφνη.

### 2 29

Δ ι ’ ὀξείας δραμεῖν : ἐπὶ τῶν κινδυνευόντων· ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. Δίκην ὑφέξει , κἂν ὄνος δάκῃ κύνα : ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων.

### 2 31

Δὶς παῖδες οἱ γέροντες : ἐπὶ τῶν ὑπὸ γήρως εὐηθεστέρων. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν ἐγκρούειν λίθον : ἐπὶ τῶν δευτέρως τοῖς αὐτοῖς περιπιπτόντων.

### 2 33

Δειλὸν ὁ πλοῦτος : ἐπειδὴ οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται. Δεξιὸν εἰς ὑπόδημα , ἀριστερὸν εἰς ποδάνιπτρον : ἐπὶ τῶν ἁρμοδίως κεχρημένων τοῖς πράγμασι.

### 2 35

Δίκης δικαιότερος : ἐπὶ τῶν ἄγαν δικαίων. Δαιδάλου ποιήματα : ἐπὶ τῶν παραδόξων ἔργων· οἱ δὲ ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας.

### 2 37

Δαιδάλου πτερά : ἐπὶ τῶν δι’ ἀπορίαν προσθήκῃ παρελκούσῃ χρωμένων. Δέχεται καὶ βῶλον Ἀλήτης : ἐπὶ τῶν μηδὲν ἀποσειομένων.

### 2 38

Ἀλήτην γάρ φασι φεύγοντα ἐκ Κορίνθου βουκόλου τινὸς ἀπαντήσαντος αἰτῆσαι τροφὴν κἀκεῖνον φάσκειν ὡς οὐκ ἔχει, ἄραντα δὲ βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα, τὸν δὲ εἰπεῖν· δέχεται καὶ βῶλον Ἀλήτη ς . Δικαιότερος σταχάνης : σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν· ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. [5]

### 2 40

Δικτύῳ ἄνεμον θηρᾶν : ἐπὶ τῶν μάτην πονούντων. Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι : ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γενομένων.

### 2 42

Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην : ἐπὶ τῶν φιλονεικούντων καὶ συμπλεκόντων μάχας καὶ κρίσεις. Δελφῖνα νήχεσθαι διδάσκεις : ἐπὶ τῶν παιδοτριβούντων τινὰς ἐν ἐκείνοις οἷς ἤσκηνται ἤγουν ἐδιδάχθησαν.

### 2 44

Δελφῖνα πρὸς οὐραῖον δεῖς : ἐπὶ τοῦ ἀδυνάτου, διὰ τοῦ εὐκίνητον εἶναι· λέγεται δὲ πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ παρ’ ἄλλου διδόμενα ἢ ἃ ἔχουσι. Δεύτερος πλοῦς : ταύτην τὴν παροιμίαν σαφῆ ποιεῖ Φιλήμων · πλοῦς δεύτερός ἐστι δήπου λεγόμενος, Ἂν ἀποτύχῃ ** τοῦ οὐρίου καὶ κώπαις πλεῖ· οἷον δευτέρα γνώμη καὶ πρᾶξι ς .

*[crux: δεύτερός]*

### 2 45

Ἡ μεταφορὰ ἀπὸ τῶν ναυτιλλομένων. ΑΡΧΗ ΤΟΥ Ε.

### 2 46

Ἐν νυκτὶ βουλήν : ἐπὶ τῶν ἀσφαλῶς βουλευομένων. παρόσον ἡ νὺξ ἡσυχίαν ἄγει. Ἔσχατος Μυσῶν : ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων.

### 2 48

Ἐνδυμίωνος ὕπνον καθεύδεις : ἐπὶ τῶν ὑπνηλῶν· ἐπειδὴ ἔν τινι πόλει τῆς Καρίας ὁ Ὕπνος ἐρασθεὶς παιδός τινος Ἐνδυμίωνος καλουμένου ἔτι καὶ νῦν αὐτὸν λέγεται κατέχειν κοιμώμενον. Ἐπιμενίδου ὕπνον : παρόσον αὐτὸς πεντήκοντα ἔτη ἐκάθευδεν ἢ ἑπτά.

### 2 50

Ἐς Τροφωνίου μεμάντευται : ἐπὶ τῶν σκυθρώπων καὶ ἀγελάστων. Ἐγκιλικίζεται : κακοηθεύεται, κακοποιεῖ· διαβεβόηνται γὰρ ἐπὶ πονηρίᾳ οἱ Κίλικες· ἐντεῦθεν λέγεται καὶ ἐγκεκιλικισμένος αἰσχρῶς.

### 2 52

Εἷς ἀνὴρ οὐδεὶς ἀνήρ : παρόσον ὑφ’ ἑνὸς ἀνδρὸς οὐδὲν κατορθοῦται. Εἰς ἀρχαίας φάτνας : ἐπὶ τῶν ἀπολαύσεώς τινος ἐκπεσόντων, εἶτα πάλιν ἐπὶ τὴν ἀρχαίαν παλινδρομησάντων διαίταν.

### 2 54

Εἰς μελίττας ἐκώμασας : ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως. Εἰς πάγας ὁ λύκος : ἐπὶ τῶν εἰς προὖπτον κίνδυνον ἡκόντων.

### 2 56

Ἐκ δυοῖν τρία βλέπεις : τοῦτο λέγεται ἐπὶ τῶν διὰ γῆρας ἢ ἄλλο τι πάθος οὐκ ὀξυδορκούντων οὐδὲ εἰλικρινεῖς ἐχόντων τὰς αἰσθήσεις. Ἐκπερδικίσαι : τὸ διολισθῆσαι καὶ ἀποδρᾶναι· ἀπὸ μεταφορᾶς τῶν περδίκων, ὅτι πανοῦργον τὸ ζῷον καὶ διαδιδράσκον τοὺς θηρευτάς.

### 2 58

Εἰ μὴ δύναιο βοῦν , ἔλαυνε ὄνον : ἐπὶ τῶν καταραττόντων ὃ κατὰ δύναμιν ἔχουσιν. Εἰς ὕδωρ σπείρεις : ἐπὶ τῶν μάτην πονούντων.

*[crux: ὃ]*

### 2 59

Ἴσον τό· Κα θ ’ ὕδατος γράφει ς . Εἴη μοι τὰ μεταξὺ Κορίνθου καὶ Σικυῶνος : ἐπὶ τῶν τὰ κάλλιστα καὶ λυσιτελέστατα ἑαυτοῖς εὐχομένων.

### 2 60

Ἐπειδὴ μεταξὺ τῶν εἰρημένων πόλεων εὐφορώταται χῶραι εἰσίν. Εἰς πῦρ ξαίνεις : ἐπὶ τῶν μάτην πονούντων κακοπαθείᾳ, ὁμοία τῇ λεγούσῃ· Κατὰ πετρῶν σπείρεις · καὶ Εἰς οὐρανὸν τοξεύεις · καὶ Νεφέλας ξαίνεις · καὶ Τὸν λέοντα ξυρᾷ ς .

### 2 62

Ἐκτὸς πηλοῦ τοὺς πόδας ἔχεις : ἐπὶ τῶν ἔξω κινδύνου καθεστώτων· ἴσον τῷ· Ἔξω βελῶν ** ἑαυτὸν ποιεῖς. Ἐκ τριχὸς κρέμαται : ἐπὶ τῶν σφόδρα κινδυνευόντων· ὡς· Ἐπὶ ξυροῦ ἵσταται ἀκμῆ ς .

### 2 64

Ἐλέφαντος διαφέρεις οὐδέν : ἐπὶ τῶν ἀναισθήτων· παρόσον καὶ τὸ ζῷον τοιοῦτον. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν : ἐπὶ τῶν τὰς πρώτας μὲν μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ εὐθέως τῶν μειζόνων· ὡς εἴ τις μανθάνει κεραμεύειν πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πράττειν, πίθον ἐγχειροίη ποιεῖν. [5]

### 2 65

Δικαίαρχος δὲ ἕτερόν τι φησὶ τὴν παροιμίαν δηλοῦν· οἱονεὶ τὴν μελέτην ἐν τῷ ὁμοίῳ ποιεῖσθαι, ὡς κυβερνήτης ἐπὶ νηὸς καὶ ἡνίοχος ἐφ’ ἵππων. Ἐλέφας μῦν οὐχ ἁλίσκει : ἐπὶ τῶν τὰ μικρὰ καὶ φαῦλα ὑπερορώντων.

### 2 67

Ἐλέφαντα ἐκ μυίας : ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγάλα ποιούντων. Ἐλεύθεραι αἶγες ἀρότρων : ἐπὶ τῶν βάρους τινὸς ἢ κακοῦ λυτρουμένων.

### 2 69

Ἐν σκότῳ ὀρχεῖσθαι : ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανές. Ἐν θέρει τὴν χλαῖναν τρίβεις : ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.

### 2 71

Ἐν μέλιτι σαυτὸν καταπλάττεις : ἐπὶ τῶν ἡδυπάθειαν μεταδιωκόντων. Ἐνδύεταί μοι τὴν λεοντῆν : ἐπὶ τῶν μεγάλοις ἐπιχειρούντων πράγμασιν· ἐκ μεταφορᾶς τοῦ Ἡρακλέους.

### 2 73

Ἐρήμην ἁλῶναι : αὕτη ἡ παροιμία λέγεται ὅταν μὴ ἀπαντήσας ὁ ἀντίδικος ἐπὶ τὴν κρίσιν καταδικασθῇ. Ἔκκλητοι δίκαι : αἱ περὶ ξένης λεγόμεναι [καὶ] οὐκ ἐν τῇ πόλει.

### 2 75

Ἑτερομόλιος δίκη λέγεται εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. Ἐξετρίβη δίκην πίτυος : ἐπὶ τῶν παντελῶς ἀφανισθέντων.

### 2 77

Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν : ἀποτρεπτικὴ τοῦ θαλαττοπλεῖν. Ἐπὶ ἐσπαρμένοις σπείρεις : ἐπὶ τοῖς ὑπὸ ἄλλων πονηθεῖσιν αὐτὸς σεμνύνῃ.

### 2 79t

ΑΡΧΗ ΤΟΥ Ζ. Ζῇ χύτρα ζῇ φιλία : ἐπὶ τῶν διὰ τοῦ δείπνου συνιόντων εἰς φιλίαν.

### 2 80

Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών : πρὸς τοὺς ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένους. Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν , ἀλ λ ’ ὡς δυνάμεθα : ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων.

### 2 82t

ΑΡΧΗ ΤΟΥ Η. Ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν : τῆς χελώνης ὀλίγα μὲν κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει· ὅθεν ἡ παροιμία ὑποτίθησιν ἢ μηδόλως ἀπάρξασθαι πρᾶγμά τι, ἢ ἀπαρξαμένου τούτου μὴ ἀτελὲς ἐᾶν, ἀλλὰ καὶ τέλος ἐπιτιθέναι. [5]

### 2 82

Ἕτεροι δέ φασιν εἰρῆσθαι ἐπὶ τῶν ἀποδύντων μὲν πράγματα, συστρατευομένων δέ. Μέμνηται δὲ ταύτης Τερψίων. Ἡ κύων ἐν τῇ φάτνῃ : πρὸς τοὺς μήτε αὐτοὺς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων οὔτε αὐτὴ κριθὰς ἐσθίει, καὶ τὸν ἵππον κωλύει.

### 2 84

Ἡ Φανίου θύρα : ὁ Φάνιος, ὡς φασίν, ἐγένετο ὀβολοστάτης, ἄλλως δὲ τυφλός· ὑπανοίγοντος δὲ τοῦ παιδὸς αὐτοῦ τὰ ταμιεῖα καὶ τὴν θύραν, ἣν ἐκεῖνος ἰσχυρὰν ἐνόμιζεν εἶναι, οὕτως ἀπώλλυε τὰ φυλαττόμενα χρήματα· ἐντεῦθεν τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν, ἀλλ’ εἰκῇ καὶ μάτην τὴν θύραν θαῤῥούντων. Καὶ ἄλλως· Ἡ Φάνου θύρα · τὸν Φάνον φασὶν ὡς μοιχευομένης τῆς αὐτοῦ γυναικὸς, ἐπειδὴ ᾔσθετο, θύραν ἐργάσασθαι τοιαύτην, ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι, τῆς δὲ ἀπὸ τῆς στέγης δεχομένης τὸν μοιχὸν, χλευάζοντας τοὺς γείτονας λέγειν, Ἡ Φάνου θύρα · ἐπὶ τῶν μάτην τῇ φυλακῇ πεποιθότων. Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι : ἡ παροιμία παρὰ Φερεκράτει· κεῖται δὲ ἐπὶ τῶν κινδυνευόντων· τὸ μὲν γὰρ τρὶς ἓξ τὴν παντελῆ νίκην δηλοῖ, τὸ δὲ τρεῖς κύβοι τὴν ἧτταν. [10]

### 2 85

Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις, καὶ οὐχ, ὡς νῦν, δύο. Ἡ συκάμινος συκαμίνῳ ῥύπτεται : πρὸς τοὺς ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ** . [5]

### 2 87

Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρεῖ : ἐπὶ τῶν δεικνύντων ἀπὸ μικρῶν πράξεων τὸ ἦθος. Ἧλιξ ἥλικα τέρπει , γέροντα δὲ γέρων : καί· Ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ἐς τὸν ὅμοιον : αὕτη ἐπὶ τῶν παραπλησίων τίθεται.

### 2 89

Ἢ μύρμηξ ἢ κάμηλος : ἐπὶ τῶν ἀνίσων καὶ ἀνομοίων, ὥς φησι ** . Λουκιανὸς ἐν νεκυικοῖς διαλόγοις. ΑΡΧΗ ΤΟΥ Θ.

*[crux: διαλόγοις]*

### 2 90

Θάσος ἀγαθῶν : ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. Θεὸς ἡ Ἀναίδεια : ἐπὶ τῶν δι’ ἀναισχυντίαν τινὰ ὠφελουμένων.

### 2 92t

ΑΡΧΗ ΤΟΥ Ι. Ἱερὰ συμβουλὴ ἐστίν : ἡ παροιμία ἐπὶ τοῦ δεῖν συμβουλεύειν καθαρῶς.

### 2 93

Ἰλιὰς κακῶν : ἐπὶ πλήθους μεγάλων κακῶν. Ἰσότης φιλότης : ἡ παροιμία γνωμικὴ, δηλοῦσα ὡς ἰσότης τὴν φιλίαν συνέχει.

### 2 95

Ἰστίᾳ θύει : ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. Ἱππέας εἰς πεδίον προκαλεῖ : ἐπὶ τῶν ἐρεθιζόντων τοὺς περί τι εὐδοκιμοῦντας καὶ τῶν ἐριζόντων περί τι αὐτοῖς.

### 2 97t

ΑΡΧΗ ΤΟΥ Κ. Κανθάρου σοφώτερος : ἡ παροιμία ἐπὶ τῶν σφόδρα πανούργων καὶ πονηρῶν· ἐπειδή τις Ἀθήνησι Κάνθαρος καλούμενος ἐπὶ πονηρία καὶ προδοσίᾳ θάνατον κατεδικάσθη.

### 2 98

Καρικὸν θῦμα : ἐπὶ τῶν ἄσαρκα μέλη θυόντων· οἱ γὰρ Κᾶρες κύνα ἱερουργοῦσι. Καπνίας ποιητής : ὁ μηδὲν λαμπρὸν γράφων.

### 2 99

Λέγεται δὲ καὶ· Οἶνος καπνία ς , ὁ κεκαπνισμένος· καί· Κάπνιος ἄμπελο ς , ἡ μέλαινα. Κερκωπίζειν : ἐπὶ τῶν κολακευόντων· ἀπὸ μεταφορᾶς τῶν σαινόντων τῇ κέρκῳ ζῴων· ἄμεινον δὲ ἀπὸ τῶν Κερκώπων, οὓς περὶ Λυδίαν ἱστοροῦσι ἀηδεῖς σφόδρα καὶ ἀπατηλοὺς γενέσθαι· παρ’ ὃ καὶ ἀπολιθωθῆναι αὐτούς.

### 3 1

Κεστρεὺς νηστεύει : ἐπὶ τῶν πάνυ λαιμάργων· λέγεται δὲ καὶ ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἀποφερομένων. Ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος τῆς σαρκοφαγίας ἀπέχεται, νέμεται δὲ τὴν ἰλύν. Κιλίκιοι τράγοι : οἱ δασεῖς· τοιοῦτοι γὰρ οἱ ἐν Κιλικίᾳ γίνονται τράγοι· ὅθεν καὶ τὰ ἐκ τῶν τριχῶν συντιθέμενα παρ’ ἡμῖν Κιλίκια λέγονται. [5]

### 3 3

Κύων ἐπὶ δεσμά : ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων, ἴση τῇ· Βοῦς ἐπὶ δεσμ ά . Κέρδων γαμεῖ : παρὰ τὸ ὄνομα εἴρηται ἐπὶ τῶν διὰ κέρδος αἱρουμένων τὸν γάμον.

### 3 5

Κνίδιον κόκκον ψύχειν : ἐπὶ τῶν μηδὲν ἀνυόντων· ὁ γὰρ κνίδιος κόκκος φύσει θερμαντικὸς ὢν ἐκ τοῦ ψύχεσθαι οὐδὲν τῆς θερμότητος μεταβάλλεται. ΑΡΧΗ ΤΟΥ Λ.

### 3 6

Λαγωὸς καθεύδει : ἡ παροιμία ἐπὶ τῶν προσποιουμένων τι δρᾶν καὶ οὐκ ἐξ ἀληθείας πραττόντων. Λύκου πτερά : ἐπὶ τῶν ἀδυνάτων λέγεται, ὅταν μέχρι τῶν λόγων ὁ φόβος ᾖ.

### 3 7

Πῶς γὰρ ἂν πτηνὸν γένοιτο λύκος; Λαγὼς περὶ τῶν κρεῶν : ἐπὶ τῶν κινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων.

### 3 9

Λευκὴ στάθμη : ἐπὶ τῶν μηδὲν συνιέντων· ἐν γὰρ τοῖς λευκοῖς λίθοις αἱ λευκαὶ στάθμαι, ἤγουν τὰ τεκτονικὰ σπαρτία, οὐδὲν δύνανται δεικνύναι, καθάπερ [αἱ διὰ] τῆς μίλτου. Λημᾶν χύτραις ἢ κολοκύνταις : ἐπὶ τῶν ἄγαν ἀμβλυωπούντων.

### 3 11

Λύκος πρὸ βοῆς σπεύδει : ἐπὶ τῶν ὑπερσπευδόντων λέγεται, ἐπεὶ καὶ ὁ λύκος πρὸ βοῆς φεύγει ἁρπάσας. Λύχνον ἐν μεσημβρίᾳ ἅπτειν : ἐπὶ τῶν ἀκαίρως τι ποιούντων.

### 3 13

Λύδιον ἅρμα : ἐπὶ τῶν ἐρίζειν ἐθελόντων καὶ μὴ δυναμένων τοῦ ἀνταγωνιστοῦ ἀφικέσθαι· παρῆκται δὲ ἡ παροιμία ἀπὸ τῶν Λυδίων ἁρμάτων ὡς ταχυτάτων ὄντων καὶ μὴ δυναμένων φθασθῆναι. Ἄλλοι δὲ ὅτι ἀπὸ τοῦ Πελοπίου ἅρματος ἠκούσθη ἡ παροιμία· τινὲς γὰρ λέγουσι, ὅτι ὁ Πέλοψ Λύδιος ἦν καὶ οὐχὶ Φρύξ· τῷ γοῦν ἰδίῳ ἅρματι ἐνίκησε τὸν Οἰνόμαον, καὶ ἔκτοτε ἡ παροιμία· Θέειν παρὰ Λύδιον ἅρμ α . ΑΡΧΗ ΤΟΥ Μ. [5]

### 3 14

Μηδικὴ τράπεζα : ἐπὶ τῶν εὐπόρων. Μία λόχμη οὐ τρέφει δύο ἐριθάκους : ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων.

### 3 15

Ἐρίθακός ἐστι μονῆρες ὄρνεον καὶ μονότροπον. Μυσῶν λεία : ἐπὶ τῶν κακῶς διαρπαζομένων· οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο, ἕως ἦσαν ἄναρχοι.

### 3 16

Καὶ ἐκεῖθεν ἡ παροιμία. Μῦς λευκός : ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ ἀφροδίσια· ἐπειδὴ οἱ κατοικίδιοι μύες καὶ μάλιστα οἱ λευκοὶ περὶ τὰς ὀχείας κεκίνηνται.

### 3 18

Μήτε νεῖν μήτε γράμματα : ἡ παροιμία ἐπὶ τῶν τὰ πάντα ἀμαθῶν· οἱ γὰρ Ἀθηναῖοι εὐθὺς ἐκ παίδων κολυμβᾶν καὶ γράμματα ἐδιδάσκοντο. Μέχρι τῶν ἀμφωτίδων : ἐπὶ τῶν ἄγαν πεπληρωμένων, [ἀντὶ τοῦ] μέχρι τῶν ὤτων.

### 3 20

Μέλιτος μυελός : ἐπὶ τῶν ἄγαν ἡδέων. Μεμαγμένη μᾶζα : ἐπὶ τῶν ἑτοίμων ἀγαθῶν.

### 3 22

Μείζονα βοᾷ χλωρᾶς δάφνης καιομένης : ἐπὶ τοῦ μεγάλα βοῶντος. Μὴ κινεῖν κακὸν εὖ κείμενον : ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων.

### 3 24

Μηδὲν κατὰ βοὸς εὔξῃ : παραινεῖ μὴ πάντα ἐπ’ εὐχαῖς ποιεῖσθαι καὶ ταῖς παρὰ θεοῦ ἐλπίσιν, ἀλλὰ πράττειν δεῖ καὶ δι’ ἑαυτῶν. Μηδὲ μέλι μηδὲ μέλισσα : ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι φαῦλον μετὰ ἀγαθῶν.

### 3 26

Μὴ πρὸς λέοντα δορκὰς ἅπτεται μάχης : ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. Μήλῳ βάλλειν : ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς.

*[crux: μάχη]*

### 3 28

Μὴ μάχαιραν αἶρε θῆλυ : ἐπὶ τῶν ἀδυνατούντων ἐπικουρεῖν. Μίδας ὄνου ὦτα ἔχει : ὅτι ὁ Μίδας ὠτακουστὰς εἶχε πολλούς, ὡς μηδὲν αὐτὸν λανθάνειν.

### 3 29

Εὔανδρος δὲ Φρυγίας χωρίον ὄνου ὦτα καλούμενον λέγει ὑπὸ Μίδου ληφθῆναι. Μέλιτι καταπάττων ἑαυτόν : ἐπὶ τοῦ μαλακίᾳ καλλωπιζομένου.

### 3 31t

ΑΡΧΗ ΤΟΥ Ν. Νῷ πείθου : τοῦτο ὅμοιον εἶναί φασι τῷ· Ἕπου θε ῷ .

### 3 32

Νύκτα δασεῖαν : τὴν χειμερινὴν καλεῖ ** παρόσον πλείοσι σκέπονται. Νεβρῷ ἱππεύειν : ἡ παροιμία ἐπὶ τῶν βραδέως τι ἐργαζομένων.

*[crux: σκέπονται]*

### 3 34

Νεκρῷ πρὸς οὖς διαλέγεσθαι : ἐπὶ τοῦ ἀναισθήτου καὶ μὴ ἐπαΐοντος. Νεφέλας ξαίνειν : ἐπὶ ματαίου καὶ ἀδυνάτου.

### 3 36

Νοῶ τὸν ξένον : ἐπὶ τῶν ὑφορωμένων τινά. Νικᾷ τὸν ὀνηλάτην : πρὸς τὸν μὴ βουλόμενον ἀποστῆναί τινος, ἀλλ’ ἑαυτὸν προϊέμενον εἰς ἀπώλειαν.

### 3 38

Νῦν ὀσπρίων ἄμητος : ἐπὶ τῶν καθ’ ὥραν ἕκαστα πράττειν φιλούντων. Νῦν εἰς χώραν ἦλθες : ἐπὶ τῶν πρότερον μὴ ἀνεχομένων ἐλθεῖν ὅπου δεῖ, ὕστερον δὲ αὐτοματούντων.

### 3 40t

ΑΡΧΗ ΤΟΥ Ξ. Ξύλῳ ἐφέλκει ν , κώνειον πιεῖν ἢ προδόντα τὴν ναῦν ὅτι τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι : ἐπὶ ζημίας κεῖνται καὶ προστιμήματος.

### 3 41t

ΑΡΧΗ ΤΟΥ Ο. Ὁ Κρὴς τὴν θάλασσαν : ἐπὶ τῶν ἐν οἷς διαφέρουσι ταῦτα φεύγειν προσποιουμένων.

### 3 42

Ὁ νεβρὸς τὸν λέοντα : ἐπὶ τῶν ἀδυνάτων εἴληπται. Ὄνου σκιά : ἐπὶ τῶν εὐτελῶν καὶ οὐδενὸς λόγου ἀξίων, ἐξ αἰτίας τοιαύτης· ἐμισθώσατό τις ὄνον ἀπιὼν εἰς Δελφούς.

### 3 43

καὶ ὡς καῦμα κατέλαβεν, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου ὑπέδυ ὁ μισθωσάμενος· ὁ δὲ μισθώσας αὐτῷ διεμάχετο λέγων ὅτι, τὸν ὄνον σοι ἐμίσθωσα, οὐχὶ τὴν σκιὰν αὐτοῦ. Ἐντεῦθεν εἴ τις περὶ εὐτελῶν ἐφιλονείκει πρός τινα, ἔλεγε περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. Οὐδὲν Ἡρακλῆς πρὸς δύο : ἐπὶ τοῦ πάνυ μὲν δυνατοῦ, ὥστε καὶ πλείστοις συμπλέκεσθαι, μετὰ δὲ τὴν συμβολὴν ὑπὸ δύο ἡττωμένου. [5]

### 3 44

φασὶ γὰρ τὸν Ἡρακλέα θέντα τὸν Ὀλυμπιακὸν ἀγῶνα πιστεύσαντά τε τῇ ἑαυτοῦ δυνάμει τῇ δευτέρᾳ πενταετηρίᾳ πρὸς δύο πυκτεύσαντα ἡττηθῆναι, τῇ προτέρᾳ δύο ἀποκτείναντα, Κτέατον καὶ Εὔρυτον. Οὔ θ ’ ὕεται οὔ θ ’ ἡλιοῦται : ἐπὶ τῶν ἔξω πάσης φροντίδος καθεστώτων. [5]

### 3 46

Οὐ δ ’ ἴκταρ βάλλειν : σημαίνει τὸ ἐγγύς· τουτέστιν, οὐδὲ ἐγγὺς ἐστίν. Ὁ παῖς τὸν κρύσταλλον : ἐπὶ τῶν μήτε κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων.

### 3 48

Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν : ἐν τοῖς τραχέσι καὶ δυσβάτοις τόποις οἱ ἔλαφοι παρατρίβοντες τὰ κέρατα πρὸς τοὺς θάμνους ἀποβάλλουσιν αὐτά. Ὅθεν ἡ παροιμία ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων. Ὄρτυξ ἔσωσε Ἡρακλῆ τὸν καρτερόν : αὕτη παρ’ οὐδενὶ τῶν ἀρχαίων ἐστί· λέγεται δὲ ἐπὶ τῶν σωζομένων παρ’ ὧν οὐκ ἤλπισαν.

### 3 49

φησὶ γὰρ Εὔδοξος, Ἡρακλέα τὸν Τύριον ὑπὸ Τυφῶνος διαφθαρῆναι, τὸν δὲ Ἰόλαον ἅπαντα πράττοντα ὑπὲρ τοῦ ἀναστῆναι τὸν ἥρωα, ὄρτυγα ᾧ ἔχαιρεν Ἡρακλῆς ζῶντα καῦσαι· ἐκ ταύτης δὲ τῆς κνίσσης ἀναβιῶναι τὸν Ἡρακλέα. Οὐδὲ πυρφόρος ἐλείφθη : ἡ παροιμία ἐπὶ τῶν μεγάλων κινδύνων τάττεται, ἐπειδὴ πάσης πολεμικῆς παρασκευῆς ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδον καὶ στέμματα· ἦν δὲ νόμος τούτου μόνου φείδεσθαι τοὺς πολεμίους· ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔσχεν ἡ παροιμία. [5]

### 3 51

Οἵαπερ ἡ δέσποινα , τοία χἠ κύων : παροιμία λέγουσα ὅτι ὁποία δέσποινα, τοιαύτη καὶ ἡ θεραπαινίς· τοῦτο δ’ ἂν εἴπῃς καὶ ἐπ’ ἀνδρῶν. Ὁ ἐν Σίδῃ μοι λιμὴν γέγονεν : ἐπὶ τῶν δεινῶν καὶ ἀνηνύτων λέγεται, ὁμοία τῇ λεγούσῃ· Πλίνθον πλύνει ς .

### 3 52

διότι ὁ ἐν Σίδῃ λιμὴν καθαιρόμενος ὑπὸ πνευμάτων τε καὶ κυμάτων πάλιν πληροῦται, καὶ ἄλλως ἐνορμισθῆναι χαλεπός. Ὁμοιότερος σύκου : τοῦτο παραπαίζεται διὰ τὴν ἐμφέρειαν τῶν σύκων πρὸς ἄλληλα. [5]

### 3 54

Ὀστράκου μεταπεσόντος : ἐπὶ τῶν ἀπροφασίστως μεταβαλλομένων ἀπὸ τῶν πρώην αὐτοῖς πρεσβευομένων. Οὐμάλα σικίων εἰς ἀγοράν : ἐπὶ τῶν διὰ γῆρας ὀκνηρῶν.

*[crux: εἰς]*

### 3 56t

ΑΡΧΗ ΤΟΥ Π. Πρεσβύτερος Κόδρου : ἐπὶ τῶν παλαιῶν καὶ πολυχρονίων· ἀπὸ βασιλέως Ἀθηναίου Κόδρου, ὃς δοκεῖ πρεσβύτατος καὶ εὐγενέστατος γεγενῆσθαι.

### 3 57

Πρὸς λέοντα δορκὰς ἅπτεται μάχης : ἐπὶ τῶν κρείττοσιν ἐριζόντων. Πρωκτὸς λουτροῦ περιγίνεται : ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλ’ ἡ κοιλία αὐτῷ ἐπιφέρηται.

### 3 58

λέγεται ἡ παροιμία ἐπὶ τῶν ἀνωφελῶς πραττομένων. Πενία δὲ σοφίαν ἔλαχε : παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν.

### 3 60

Πεύκης τρόπον : ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων. παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Πτωχοῦ πήρα οὐ πίμπλαται : ἐπὶ τῶν ἀπλήστων· πτωχῶν γὰρ οἶκοι ἀεὶ κενοί.

### 3 62

Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις : ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. Πρότερον χελώνη παραδραμεῖται δασύποδα : ἐπὶ τῶν ἄγαν ἀδυνάτων.

### 3 64

Πράγμα τ ’ ἐξ ἀπραξίας : ἐπὶ τῶν παρὰ δόξαν καὶ ἐλπίδα συμβαινόντων. Πρὸς σῆμα μητρυιᾶς κλαίει : ἐπὶ τοῦ ἀφροντίστου ἢ προσποιουμένου.

### 3 66

Πράσου φύλλῳ τὸ τῶν ἐρώντων βαλάντιον δέδεται : ἐπὶ τῶν δι’ ἔρωτα πολλὰ ἀναλισκόντων καὶ ἀσωτευομένων, παρόσον ἀσθενές ἐστι τὸ τοῦ πράσου φύλλον καὶ οὐδὲ μικρὸν ἀντέχει. Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί : ἐπὶ τῶν κατωφερῶν πρὸς τὰ ἀφροδίσια.

### 3 68

Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατακαίριον εἶπε : ἡ διάνοια φανερά. Πόλ λ ’ οἶ δ ’ ἀλώπηξ , ἀλ λ ’ ἐχῖνος ἓν μέγα : ἐπὶ τῶν περιφρονούντων.

### 3 70

Πρὸς κώρυκον γυμνάζεσθαι : ἐπὶ τῶν διακενῆς μοχθούντων. Πέτρας σπείρειν : ἐπὶ τῶν πολλὰ καμνόντων καὶ μηδὲν ἀνύσαι δυναμένων.

### 3 72t

ΑΡΧΗ ΤΟΥ Ρ. Ῥόδιοι τὴν θυσίαν : ἐπὶ τῶν ἐν τοῖς ἱεροῖς βλασφημούντων.

### 3 73

Ῥιγοῖ κακῶς ἀριστήσας : ἐπὶ τῶν προφασιζομένων καὶ μετὰ τὴν ἀνάπαυσιν βραδέως ἐρχομένων ἐπὶ τὸ ἔργον. Ῥαδαμάνθυος κρίσις : ἐπὶ τῶν ἐπὶ δικαιοσύνῃ μαρτυρουμένων.

### 3 75t

ΑΡΧΗ ΤΟΓ Σ. Σαρδώνιος γέλως : ἐπὶ τῶν κακῶς γελώντων.

### 3 76t

ΑΡΧΗ ΤΟΥ Τ. Τὸ Μηλιακὸν πλοῖον : ἐπὶ τῶν ἄγαν ῥυέντων.

### 3 77

Τὸ Αἰσώπειον αἷμα : αὕτη λέγεται κατὰ τῶν δυσαπονίπτοις ὀνείδεσι περιπεπτωκότων· τοῖς γὰρ Δελφοῖς ἀνελοῦσι τὸν Αἴσωπον συνέβη τὸ δαιμόνιον χαλεπῆναι. Τήνια κακά : ἐπὶ τῶν ἄγαν δυσχερῶν.

### 3 78

ὅτι ἐν Τήνῳ τῇ νήσῳ ὄφεις πικροί. Τυφλότερος ἀσπάλακος : ὅτι τὸ ζῷον οὐκ ἔχει ὀφθαλμούς· φασὶ δὲ αὐτὸ ὑπὸ τῆς γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς· ἔχει γὰρ ὀδόντας μιαρωτάτους καὶ ῥύγχος ὡς γαλῆς καὶ πόδας ὡς ἄρκτου.

### 3 80

Τὰ Φρυνίχου παλαίσματα : ἐπὶ τῶν φρονίμως καὶ συνετῶς σοφιζομένων. ΑΡΧΗ ΤΟΥ Υ.

### 3 81

Ὑπέρου περιτροπή : ἐπὶ τῶν τὰ πάντα κινούντων καὶ μηδὲν περαινόντων. ἴση τῇ· Χύτραν ποικίλλεις Ὑπερδεᾶ δῆμον : τὸν ὑπερβαλλόντως ἐνδεᾶ, ἐλλιπῆ ὄχλον.

### 3 83

Ὑπερπαίειν : τὸ ὑπερβαίνειν. Ὑπερεκπίπτειν : ἤγουν ὑπερβάλλειν.

### 3 85

Ὕδωρ παραῤῥεῖ : ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ ἐπικείμενον· μετενήνεκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς εἰς πλοῖα ῥέοντα ἐμβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ. ΑΡΧΗ ΤΟΥ Φ.

### 3 86

Φόνου πτερόν : [τὸν] διὰ τῶν ὀϊστῶν πτερόεντα φόνον λέγει· ἢ τὸν ταχύν. βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν θάνατον. Φαλάριδος ἀρχή : ἐπὶ τῶν ὠμῶς τῇ ἀδικίᾳ χρωμένων.

### 3 88

Φαλακρὸς κτένα : ἐπὶ τῶν εἰς μηδέν τι συντελούντων· ὅμοιον ταύτης τῆς παροιμίας καὶ τὸ λέγειν· Εὐνοῦχος παλλακίδ α , ὁ κωφὸς αὐλητή ν , κάτοπτρον ὁ τυφλό ς , ὁ ἠπειρώτης κώπη ν , ὁ κυβερνήτης ἄροτρον · πάντα γὰρ ταῦτα ὅμοια. Φώκου ἔρανος : ἡ παροιμία ἐπὶ τῶν ἀλυσιτελῶς ἐράνους ποριζόντων. [5]

### 3 89

Φῶκος γὰρ ἐσφάγη ἔχων θυγατέρα ὡραίαν παρὰ τῶν μνηστευομένων· συναγαγὼν [γὰρ] ἔρανον ἐκδώσειν ἔλεγε τὴν θυγατέρα, ᾧ ἂν ὁ θεὸς συμβουλεύῃ· οἱ δὲ ὑπὸ ὀργῆς κινηθέντες ἀναιροῦσι τὸν Φῶκον. ΑΡΧΗ ΤΟΥ Χ. [5]

### 3 90

Χάραξ τὴν ἄμπελον : ὅταν ὑπὸ σώζοντος τὸ σωζόμενον παθῇ. Ἀριστοφάνης· Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελο ν . Χαρώνειος θύρα : μία τοῦ νομοφυλακείου θύρα, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θάνατον ἐξάγονται.

### 3 92

Χθόνια λουτρά : τὰ τοῖς νεκροῖς ἐπιφερόμενα· ἐκόμιζον γὰρ ἐπὶ τὰς ταφὰς λουτρά. Χαλκιδίζειν : ἐπὶ τῶν γλισχρευομένων· οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο.

### 3 94

Χαλεπὸν χορίου κύνα γεύειν : τὸ ἔλυτρον τοῦ ἐμβρύου χόριον καλεῖται, οἱ δὲ κύνες γευσάμενοι τούτου καὶ τοῖς ἐμβρύοις ἐπιβουλεύουσι διὰ τὸ λίχνον. Ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς ἀπολαυόντων καὶ χωρούντων εἰς μείζονα. ΑΡΧΗ ΤΟΥ Ψ.

### 3 95

Ψιττακὸς Ἰνδέστιος : ἐπὶ τῶν μιμουμένων τινάς· τοιοῦτον γὰρ τὸ ὄρνεον ὥστε ἀνθρωπίνην προΐεσθαι φωνήν. Ψεδνὴ λάχνη : ἐπὶ τῶν ἀνοήτων· ἢ ἐπὶ τῶν λειῶν καὶ μαδαρῶν.

*[crux: Ἰνδέστιο]*

### 3 97t

ΑΡΧΗ ΤΟΥ Ω. Ὠσὶν ἑστῶσιν : ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαί τι τὰ ὦτα ηὐτρεπισμένα ἐχόντων, μὴ θελόντων δὲ δέχεσθαι δι’ αὐτῶν , ἃ μὴ προσῆκον.

### 3 98

Ὥσπερ Χαλκιδικὴ τέτοκεν ἡ γυνή : ἐπὶ τῶν πολλὰς θυγατέρας τικτουσῶν γυναικῶν. Ἄξιος τριχός : ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων.

### 3 100

Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν : ἐπὶ τῶν ἀπὸ μικρῶν εἰς μείζω χωρούντων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pdm-aa`.
