---
title: Cynic Maxims on Virtue and Fortune
title_greek: Ἀποσπάσματα
author: Diogenes of Sinope
eul_wid: fak-aa
eul_aid: fak
canonical: "https://eulogikon.org/works/diogenes-sinope-maxims-virtue-fortune-fak-aa"
period: Classical
dialect: Philosophical Koine
domain: Philosophy
format: Dialogue
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Cynic Maxims on Virtue and Fortune

*Ἀποσπάσματα*

**Author:** Diogenes of Sinope

**eul_wid:** `fak-aa` · [HTML page](https://eulogikon.org/works/diogenes-sinope-maxims-virtue-fortune-fak-aa)

## Text

### 3

ΑΤΡΕΥΣ ΑΧΙΛΛΕΥΣ ΕΛΕΝΗ ΗΡΑΚΛΗΣ ΘΥΕΣΤΗΣ ΜΗΔΕΙΑ ΟΙΔΙΠΟΥΣ ΧΡΥΣΙΠΠΟΣ οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης τρυφῆς ὑφ’ ἡδοναῖσι σαχθέντες κέαρ πονεῖν θέλοντες οὐδὲ βαιά –– θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον, ἧς μὴ παρούσης δυστυχοῦσιν αἱ φρένες DUBIA

### 7

**ΗΡΑΚΛΗΣ·**

ὦ τλῆμον ἀρετή· λόγος ἄρ’ ἦσθ’, ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν, σὺ δ’ ἄρ’ ἐδούλευες τύχῃ, ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος, πτωχός, πλανήτης, βίον ἔχων ἐφήμερον ὅς με ῥάκη τ’ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον ὅσοι δὲ φιλοσοφοῦντες ἐκμοχθοῦσί τι, ἐνταῦθ’ ὑπάρχει τῷ βίῳ γαστρὸς κρατεῖν· διδάσκαλος γὰρ ηὑτέλεια τῶν σοφῶν καὶ τῶν ἀρίστων γίγνεται βουλευμάτων ἐγὼ γάρ, εἰ νοῦν εἶχ’ ἔμ’ ὁ σπείρας πατήρ, ἠπιστάμην ἂν μουσικὴν παρεὶς πονεῖν, ὡς εὐτυχήσων καὶ κακῶς πράξων ποτέ. πρῶτον μέν, ἐξ ὧν πάντα γίγνεται βροτοῖς, εὔογκος εἶναι γαστρὶ μὴ πληρουμένῃ στέργειν θ’ ὑδρηροῖς ὥστε θὴρ ἀεὶ ποτοῖς, χειμῶνί τ’ ἀσκεῖν σῶμα θερμά θ’ ἡλίου τοξεύματ’ αἰνεῖν μὴ σκιατραφούμενος. νῦν δ’ οὐκ ἐθισθεὶς ταῦτ’ ἐπίσταμαι μὲν οὔ, φέρειν δ’ ἀνάγκη· τὸν γὰρ Ὀρφέα λαβών ἅπαν τε Μουσῶν ἐννεάφθογγον μέλος, οὐκ ἂν πίθοιμι γαστέρ’, ἀλλὰ δεῖ βίου

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: fak-aa`.
