---
title: Cynic Maxims on Aretē and Fortune
title_greek: Κυνικαὶ Γνῶμαι περὶ Ἀρετῆς καὶ Τύχης
author: Diogenes of Sinope
eul_wid: fak-aa
eul_aid: fak
canonical: "https://eulogikon.org/works/diogenes-sinope-cynic-maxims-on-arete-fortune-fak-aa"
lang: grc
period: Classical
dialect: Koine
domain: Philosophy
genre: Collection / Anthology
content_hash: "sha256:004483e52f704765de25b1cabbeba2bcb59720c7730e5205cfcc6fcc67896ae1"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Cynic Maxims on Aretē and Fortune

*Κυνικαὶ Γνῶμαι περὶ Ἀρετῆς καὶ Τύχης*

**Author:** Diogenes of Sinope

**eul_wid:** `fak-aa` · [HTML page](https://eulogikon.org/works/diogenes-sinope-cynic-maxims-on-arete-fortune-fak-aa)

## Text

`1`

ΑΤΡΕΥΣ

  

`1a`

ΑΧΙΛΛΕΥΣ

  

`1b`

ΕΛΕΝΗ

  

`1c`

ΗΡΑΚΛΗΣ

  

`1d`

ΘΥΕΣΤΗΣ

  

`1e`

ΜΗΔΕΙΑ

  

`1f`

ΟΙΔΙΠΟΥΣ

  

`1g`

ΧΡΥΣΙΠΠΟΣ

  

`1h`

οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης  

τρυφῆς ὑφʼ ἡδοναῖσι σαχθέντες κέαρ  

πονεῖν θέλοντες οὐδὲ βαιά  

`2`

θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον,  

ἧς μὴ παρούσης δυστυχοῦσιν αἱ φρένες  

`3`

**Ἡρακλῆς**

ὦ τλῆμον ἀρετή· λόγος ἄρʼ ἦσθʼ, ἐγὼ δέ σε  

ὡς ἔργον ἤσκουν, σὺ δʼ ἄρʼ ἐδούλευες τύχῃ,  

*ἀφεὶς τὴν*  

πλουτοποιὸν ἀδικίαν  

*καὶ τὴν*  

γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν  

`4`

ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,  

πτωχός, πλανήτης, βίον ἔχων ἐφήμερον  

`5`

ὅς με ῥάκη τʼ ἤμπισχε κἀξηνάγκασεν  

πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον  

`6`

ὅσοι δὲ φιλοσοφοῦντες ἐκμοχθοῦσί τι,  

ἐνταῦθʼ ὑπάρχει τῷ βίῳ γαστρὸς κρατεῖν·  

διδάσκαλος γὰρ ηὑτέλεια τῶν σοφῶν  

καὶ τῶν ἀρίστων γίγνεται βουλευμάτων  

`7`

ἐγὼ γάρ, εἰ νοῦν εἶχʼ ἔμʼ ὁ σπείρας πατήρ,  

ἠπιστάμην ἂν μουσικὴν παρεὶς πονεῖν,  

ὡς εὐτυχήσων καὶ κακῶς πράξων ποτέ.  

πρῶτον μέν, ἐξ ὧν πάντα γίγνεται βροτοῖς,  

εὔογκος εἶναι γαστρὶ μὴ πληρουμένῃ  

στέργειν θʼ ὑδρηροῖς ὥστε θὴρ ἀεὶ ποτοῖς,  

χειμῶνί τʼ ἀσκεῖν σῶμα θερμά θʼ ἡλίου  

τοξεύματʼ αἰνεῖν μὴ σκιατραφούμενος.  

νῦν δʼ οὐκ ἐθισθεὶς ταῦτʼ ἐπίσταμαι μὲν οὔ,  

φέρειν δʼ ἀνάγκη· τὸν γὰρ Ὀρφέα λαβών  

ἅπαν τε Μουσῶν ἐννεάφθογγον μέλος,  

οὐκ ἂν πίθοιμι γαστέρʼ, ἀλλὰ δεῖ βίου

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: fak-aa`.
