---
title: "Orations: Oration 73 (On Faith)"
title_greek: "Λόγοι, Περὶ πίστεως"
author: Dio Chrysostom of Prusa
eul_wid: okq-cx
eul_aid: okq
canonical: "https://eulogikon.org/works/dio-chrysostom-orations-oration-73-okq-cx"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:4475f374b357a18c1ad0c27668fd9dcd1357faba51bf0288d1694114c7170dbe"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations: Oration 73 (On Faith)

*Λόγοι, Περὶ πίστεως*

**Author:** Dio Chrysostom of Prusa

**eul_wid:** `okq-cx` · [HTML page](https://eulogikon.org/works/dio-chrysostom-orations-oration-73-okq-cx)

## Text

Part of [Orations](/works/dio-chrysostom-orations-okq-ac)

`73`

ΠΕΡΙ ΠΙΣΤΕΩΣ

`73.1–73.4`

Ἆρά γε τὸ πιστεύεσθαι τοῖς πιστευομένοις ἀγαθόν ἐστι καὶ τοιοῦτον οἷον τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ τιμᾶσθαι τοῖς τιμωμένοις καὶ ὑγιαίνουσι καὶ πλουτοῦσιν, αὐτοῖς ἐκείνοις τινὰ φέρον ὠφέλειαν; λέγω δὲ οἷον εἴ τις δημοσίᾳ τύχοι πιστευόμενος ὑπὸ τῆς αὑτοῦ πόλεως ἢ ἑτέρας στρατιὰν ἢ χρήματα ἢ τείχη, καθάπερ ἤδη πολλοὶ τὰ τοιαῦτα ἐπετράπησαν, οἱ δὲ καὶ αὐτὰς τὰς πόλεις μετὰ παίδων καὶ γυναικῶν εἰρήνης τε οὔσης καὶ πολέμου καταλαβόντος ἐνίοτε, καὶ νὴ Δία εἴ τις ὑπʼ ἀνδρὸς βασιλέως ἢ τυράννου πιστεύοιτο χρυσίον ἢ ἀργύριον ἢ ναῦς ἢ ὅπλα ἢ ἀκρόπολιν ἢ ξύμπασαν τὴν ἀρχήν, ὥσπερ Λεπτίνης μὲν παρὰ τοῦ ἀδελφοῦ πολλάκις Συρακούσας παρέλαβε, Φίλιστος δὲ παρὰ τοῦ νεωτέρου Διονυσίου, μάγοι δὲ παρὰ Καμβύσου τὰ Περσῶν βασίλεια, ὅτε εἰς Αἴγυπτον ἐστρατεύετο, παρὰ δὲ Δαρείου Μιθράνης τὴν Σάρδεων ἀκρόπολιν, Περσαῖος δὲ παρὰ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, πολὺ δὲ τούτων πρότερον Ἀτρεὺς παρʼ Εὐρυσθέως τὸ Ἄργος, ὅτε Εὐρυσθεὺς ἐπʼ Ἀθήνας ἐστρατεύετο, οὐκ ἐκδιδόντων Ἀθηναίων τοὺς Ἡρακλέους παῖδας· ὁ δὲ υἱὸς αὐτοῦ ὁ Ἀγαμέμνων, ἡνίκα ἐπὶ Τροίαν ἔπλει, μουσικῷ ἀνδρὶ ἐπίστευσε τὴν γυναῖκα καὶ τὴν οἰκίαν—τούτους ἅπαντας φῶμεν τοὺς πιστευομένους ἀγαθόν τι ἀπολαύειν καὶ αὐτοὺς τῆς πίστεως; καὶ αὖ τοὺς ὑπὸ τῶν ἰδιωτῶν πιστευομένους ἢ γυναῖκας ἢ παῖδας ἢ τὴν οὐσίαν, καθάπερ οἶμαι πολλοὶ ἐπιτρόπους καὶ κηδεμόνας καταλείπουσιν, οἱ μὲν ἀποδημοῦντες, οἱ δὲ ἀποθνήσκοντες, οἱ δὲ παρακαταθήκας διδόασιν ἄνευ μαρτύρων, οὐ δεδιότες μὴ ἀφαιρεθῶσιν, ἔνιοι δὲ τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν κληρονόμους οὓς αὐτοὶ βούλονται, ἑτέρους καταλείπουσιν, ἐντειλάμενοι τὰ χρήματα ἀποδοῦναι τοῖς αὑτῶν ἐπιτηδείοις—τούτοις δὴ πᾶσι λυσιτελεῖν φῶμεν τὸ πρᾶγμα καὶ τὴν δόξαν, ἣν ἔχοντες περὶ αὐτῶν ἐπιτρέπουσιν αὐτοῖς οἱ τὰ σφέτερα ἐπιτρέποντες, μάλιστα δὲ τοῖς τελευταίοις τοῖς παρανόμως πιστεύεσθαι δοκοῦσιν· ἢ τοὐναντίον χαλεπὸν εἶναι τὸ τοιοῦτον καὶ πολλῆς ἀσχολίας καὶ φροντίδων αἴτιον, ἐνίοτέ γε μὴν καὶ κινδύνων τῶν μεγίστων;

`73.5–73.9`

ἔξεστι δὲ σκοπεῖν εὐθὺς ἀπὸ τῶν δοκούντων εἶναι μεγίστων· οὗτοι γὰρ τῶν μὲν ἰδίων ἐξ ἀνάγκης ἀμελοῦσι καὶ χρημάτων καὶ τέκνων, προσέχουσι δὲ τοῖς κοινοῖς καὶ ἐπὶ τούτων εἰσί· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐπιβουλευόντων ταῖς πόλεσιν ἢ πολεμίων ἢ πολιτῶν τινων ἀπόλλυνται, πολλάκις δὲ ὑπʼ αὐτῶν τῶν πόλεων ἀδίκως διαβληθέντες. οἱ μὲν γὰρ οὐσίας ἀφῃρέθησαν, τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς· οἱ δὲ ἐξέπεσον ἐκ τῶν πατρίδων, οἱ δὲ καὶ ἀπέθανον· ὥσπερ οὖν λέγουσι Περικλέα μὲν ἁλῶναι κλοπῆς παρὰ Ἀθηναίοις τὸν κάλλιστα καὶ ἄριστα προστάντα τῆς πόλεως, Θεμιστοκλέα δὲ ἐκπεσεῖν ὡς προδιδόντα, ὃς παραλαβὼν αὐτοὺς οὐ δυναμένους τὸ ἔδαφος τῆς πατρίδος οἰκεῖν, ἀλλὰ παραχωροῦντας τοῖς πολεμίοις αὐτοῦ τοῦ ἄστεος καὶ τῶν ἱερῶν, οὐ μόνον ταῦτα πάντα ἀπέδωκεν, ἀλλʼ ἔτι καὶ τῶν Ἑλλήνων ἡγεμόνας ἐποίησεν, ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην. Μιλτιάδης δὲ ὁ πρῶτος νικήσας τοὺς βαρβάρους μετὰ μόνων τῶν πολιτῶν καὶ τὸ Περσῶν φρόνημα καθελών, ὃ πρότερον εἶχον ὡς ἁπάντων ἀνθρώπων κρείττους ὄντες, οὗτος μετʼ οὐ πολὺν χρόνον εἰς τὸ δεσμωτήριον ὑπʼ αὐτῶν ἐνέπεσε, καὶ προσέτι ὁ υἱὸς αὐτοῦ Κίμων ἄτιμος ἦν ἂν τὸν ἅπαντα χρόνον, εἰ μὴ τὴν ἀδελφὴν Ἐλπινίκην ἐξέδωκεν ἀνδρὶ ταπεινῷ χρήματα ἔχοντι, ὃς ὑπὲρ αὐτοῦ τὴν ζημίαν κατέβαλε τὰ πεντήκοντα τάλαντα. καίτοι Κίμων ὕστερον Ἀθηναίοις Κύπρον ἐκτήσατο καὶ πεζῇ ἅμα καὶ ναυσὶν ἐνίκησε τοὺς βαρβάρους περὶ Παμφυλίαν· ἀλλʼ ὅμως τὸν τοιοῦτον αὐτὸν ὄντα καὶ τοιούτου πατρός, εἰ μὴ χρημάτων εὐπόρησεν, ἄτιμον ἂν εἴων ἐν τῇ πόλει. Φωκίωνα δὲ ὕστερον τὸν ὑπὲρ ὀγδοήκοντα ἔτη βιώσαντα, τούτων δὲ τὰ πλείω στρατηγήσαντα καὶ τὴν πόλιν διαφυλάξαντα ἐν τοῖς χαλεπωτάτοις καιροῖς καὶ χρηστὸν ὑπʼ αὐτῶν ἐκείνων ὀνομασθέντα, τοῦτον οὐκ ἤρκεσεν αὐτοῖς ἀποκτεῖναι μόνον, ἀλλʼ οὐδὲ νεκρὸν εἴασαν ἐν τῇ Ἀττικῇ, ἀλλʼ ὑπὲρ τοὺς ὅρους ἐξέβαλον. Νικίας δὲ ὁ Νικηράτου, ἐπιστάμενος τὴν ἐν Σικελίᾳ στρατείαν οἵα ἔσοιτο καὶ ἀπὸ τοῦ θεοῦ καὶ τῷ λογίζεσθαι, ὅμως ἠναγκάσθη στρατεύσασθαι νοσῶν διὰ τὴν πίστιν ταύτην. καὶ εἰ μὲν ἀποβαλὼν τὴν στρατιὰν ἢ μέρος αὐτῆς αὐτὸς γοῦν ἐσώθη, δῆλον ὅτι οἴκοι ἀφικόμενος ἀπολώλει ἄν. ἐπεὶ δὲ τοῦτο εἰδὼς προσελιπάρει πάντα τρόπον, ληφθεὶς ὑπὸ τῶν πολεμίων τοῦτο ἔπαθεν. καὶ ταῦτα ἐμοὶ περὶ μιᾶς πόλεως εἴρηται καὶ τῶν ἐν μιᾷ πόλει πολιτευομένων, οὐδὲ τούτων ἁπάντων. τοὺς δὲ παρὰ τοῖς τυράννοις δοκοῦντας πιστοὺς εἰ ἐπεξίοιμι οἵων δὴ τετυχήκασι, πολλῶν ἂν ἴσως μοι δεήσαι πάνυ ἡμερῶν. σχεδὸν γὰρ τό γε σωθῆναι ἐκείνους ἀδύνατόν ἐστιν. οἳ μὲν γὰρ ἂν παράσχωσι καθʼ αὑτῶν αἰτίαν, ὡς ἀδικήσαντες, διὰ τοῦτο ἀπόλλυνται καὶ οὐκ ἔστιν οὐδεμιᾶς συγγνώμης τυχεῖν· οἳ δʼ ἂν ἄνδρες ἀγαθοὶ φανῶσι καὶ διαφυλάττειν δυνάμενοι τὰ πιστευθέντα, παραχρῆμα μὲν τιμῆς τινος ἔτυχον, μετʼ οὐ πολὺ δὲ ἀπόλλυνται φθονούμενοι καὶ ὑποπτευόμενοι. οὐ γὰρ δοκεῖ λυσιτελεῖν τοῖς μονάρχοις οὐδένʼ ἄνδρα ἀγαθὸν εἶναι παρʼ αὐτοῖς οὐδʼ εὐδοκιμοῦντα φαίνεσθαι παρὰ τῷ πλήθει. αἱ δὲ παρὰ τῶν ἰδιωτῶν πίστεις κινδύνους μὲν ἥττους ἴσως ἔχουσιν, ὅτι καὶ τὰ πράγματα ἐλάττω ἐστίν, ἀσχολίαν δὲ μυρίαν καὶ πόνους, καὶ πολλάκις οὐδὲ χάρις οὐδʼ ἡτισοῦν συνέπεται. πολλάκις δὲ συμβαίνει παρʼ αὐτῶν τῶν εὖ παθόντων αἰτίαν ἔχειν, ὡς οὐ δικαίως οὐδὲ καθαρῶς ἅπαντα ἀποδόντας.

`73.10`

τί δὴ βουλόμενος ταῦτα ἐγὼ διῆλθον; οὐ γὰρ δὴ νουθετῶν σε τοιαύτην νουθεσίαν οὐδὲ ἀποτρέπων τοῦ πιστὸν εἶναι. πολὺ γὰρ ἂν εἴην τοῦ Ζήθου φαυλότερος τοιαῦτα ἐπιτιμῶν, ὡς ἐκεῖνος ἐνουθέτει τὸν ἀδελφόν, οὐκ ἀξιῶν φιλοσοφεῖν αὐτὸν οὐδὲ περὶ μουσικὴν διατρίβειν, ἐάσαντα τὴν τῶν ἰδίων ἐπιμέλειαν· ἔφη δὲ αὐτὸν ἄτοπόν τινα καὶ ἀσύμφορον μοῦσαν εἰσάγειν. ὥσπερ ἂν τυχὸν εἴποι τις καὶ σὲ τοιαύτην προῃρῆσθαι πρᾶξιν, οὐκ ἀργὸν οὐδὲ φίλοινον οὐδαμῶς, χρημάτων μέντοι τῶν αὑτοῦ ἀτημελῆ ἴσως· καὶ νὴ Δία λέγοι ἂν καὶ τόδε τὸ ἔπος·

  
ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: okq-cx`.
