---
title: "Orations: Oration 65 (On Fortune 3)"
title_greek: "Λόγοι, Περὶ τύχης, τρίτος"
author: Dio Chrysostom of Prusa
eul_wid: okq-cp
eul_aid: okq
canonical: "https://eulogikon.org/works/dio-chrysostom-orations-oration-65-okq-cp"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:0c2ffe89ac082da76f7dfeb2f462a0d8454a6e1590d5f49dc3f1ce4391775ef1"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orations: Oration 65 (On Fortune 3)

*Λόγοι, Περὶ τύχης, τρίτος*

**Author:** Dio Chrysostom of Prusa

**eul_wid:** `okq-cp` · [HTML page](https://eulogikon.org/works/dio-chrysostom-orations-oration-65-okq-cp)

## Text

Part of [Orations](/works/dio-chrysostom-orations-okq-ac)

`65`

ΠΕΡΙ ΤΥΧΗΣ ΤΡΙΤΟΣ

`65.1–65.7`

Οἱ σφόδρα τῇ τύχῃ πεπιστευκότες καὶ τῇ παρουσίᾳ ταύτης ἐπαιρόμενοι δοκοῦσί μοι κάλλιστα συνηγορεῖν αὐτῇ καὶ παρασκευάζειν ὅπως ἐπειδὰν μεταπέσῃ, μηδεὶς αὐτῇ μέμφηται. τοὐναντίον γὰρ ἅπαντες τῇ βαρύτητι τῶν εὐτυχούντων δυσχεραίνοντες καὶ τὴν ὕβριν αὐτῶν μεμισηκότες ὅταν καταλίπῃ τινὰ αὐτῶν, ἐπαινοῦσι καί φασι δικαίαν αὐτοῖς γεγονέναι τὴν μεταβολήν. δεῖ δὲ τοὺς νοῦν ἔχοντας οὕτως χρῆσθαι τοῖς αὐτομάτοις ἀγαθοῖς ὥστε ὑπαρχόντων μὲν αὐτῶν μηδένα ἐγκαλεῖν, ἐὰν δὲ παύσηταί ποτε, μηδένα ἐφήδεσθαι. τῷ παντὶ γὰρ κρεῖττόν ἐστιν ἐνδεῶς πράττοντα ἀγαπᾶσθαι καὶ δοκεῖν πᾶσι παρὰ τὴν ἀξίαν ἀπαλλάττειν ἢ τοὐναντίον εὐτυχοῦντα μισεῖσθαι καὶ προσέτι καὶ τῇ τύχῃ γίγνεσθαι βλασφημίας αἴτιον, ὡς τοὺς πονηροὺς ἀντὶ τῶν χρηστῶν εὐεργετεῖν προαιρουμένῃ. οἱ μὲν οὖν πολλοὶ τῶν ἀνθρώπων τοὺς βαρέως χρωμένους τοῖς ἐκ τῆς τύχης ὑπάρχουσι πονηροὺς μὲν εἶναί φασι καὶ τῶν ἀγαθῶν ἀναξίους, οὐ μὴν ἀτυχεῖς γε εἰώθασι λέγειν· ἐμοὶ δὲ τοὐναντίον οὗτοι δοκοῦσι πάντων ἀτυχέστατοι καθεστηκέναι. τὸ γὰρ ἐκ τῶν νομιζομένων ἀγαθῶν μηδενὸς χρηστοῦ, βλασφημίας δὲ καὶ μίσους ἀπολαύειν πρὸς τῷ τὴν αὑτοῦ κακίαν γνωριμωτέραν πᾶσι ποιεῖν, πῶς οὐχὶ μεγάλη καὶ φανερὰ δυστυχία; διόπερ οἶμαι τοῖς ἀνοήτοις λυσιτελεῖ τῷ παντὶ μᾶλλον ἐνδεῶς πράττειν καὶ μήτε ἐξουσίας μήτε πλούτου μήτε τῶν τοιούτων μηδενὸς τυγχάνειν. ταπεινοὶ μὲν γὰρ ὄντες λανθάνειν τοὺς πολλοὺς ἔμελλον, ὁποῖοι κατὰ τρόπον ὑπάρχουσιν, ἀρθέντες δὲ ὑπὸ τῆς τύχης ἐπίσημον τὴν πονηρίαν ἔσχον. ὥσπερ οὖν τοῖς τὸ σῶμα φαύλως διακειμένοις βέλτιον καθʼ αὑτοὺς ἀποδύεσθαι καὶ μηδέποτε εἰς τὸ κοινόν, ὅπως μηδένα ἔχωσι τῆς περὶ τοῦτο αἰσχύνης μάρτυρα· τὸν αὐτὸν οἶμαι τρόπον, οἷς συμβέβηκε τὴν ψυχὴν ἀγεννῆ καὶ μοχθηρὰν ὑπάρχειν, λυσιτελὲς ἂν εἴη δήπου ἐν ἀγνοίᾳ τοῦ βίου καὶ σκότει τῆς τύχης διατελεῖν. **—**

ἀδίκως μοι δοκοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων τῆς τύχης κατηγορεῖν, ὡς οὐδὲν ἐχούσης βέβαιον οὐδὲ πιστόν, ἀλλὰ ταχὺ δὴ μάλα, οἷς ἂν παρῇ, τούτους καταλειπούσης καὶ μεθισταμένης πρὸς ἑτέρους. εἰ μὲν γὰρ καλῶς ἦν ἰδεῖν χρωμένους ὡς τὸ πολὺ τοῖς παρʼ αὐτῆς ἀγαθοῖς τοὺς λαμβάνοντας καὶ μὴ τοὐναντίον εὐθὺς ὕβρεως καὶ μισανθρωπίας καὶ θρασύτητος ἐμπιμπλαμένους, οὐκ ἂν ὀρθῶς ἐποίει μὴ τοῖς αὐτοῖς παραμένουσα· νῦν δὲ οἶμαι προαιρεῖται μὲν εὐεργετεῖν ἕκαστον ὡς χρηστὸν καὶ τῶν παρʼ αὐτῆς δωρεῶν ἄξιον, ἐπειδὰν δὲ φαῦλον αἴσθηται καὶ ταπεινόν, καταισχύνοντα τὴν εὔνοιαν τὴν παρʼ αὐτῆς, εἰκότως ἀφίσταται καὶ ζητεῖ πάλιν ἄλλον, ἐὰν ἄρα ἐπιεικέστερον εὑρεῖν δύνηται. πονηρῶν δὲ τῶν πλείστων ὑπαρχόντων καὶ τῆς ἀνθρωπίνης φύσεως σπανίως τινὰ φερούσης ἐπιτήδειον εὖ πράττειν, ἐξ ἀνάγκης συνεχεῖς ποιεῖται τὰς μεταβολάς, πολὺ δὲ μᾶλλον διὰ τὴν ἡμετέραν ἢ τὴν αὑτῆς φύσιν. ἔστι δὲ ἄτοπον, εἴ τις αὐτὸς μὲν οὐ δύναται φέρειν ἐνίους τῶν εὐτυχούντων, ἀλλὰ μικρὸν χρόνον ὁμιλήσας ἀφίσταται, καὶ μᾶλλον αἱρεῖται τὴν αὑτοῦ πενίαν ὅπως ἂν ἐνδέχηται φέρειν ἢ φορτικῶν καὶ ἀνοήτων ἀνέχεσθαι τρόπων· τὴν δὲ τύχην, θεὸν οὖσαν, ἀξιοῖ τοῖς αὐτοῖς τούτοις συζῆν ἄχρι παντὸς καὶ πολλάκις ὑβριζομένην ὕβρεις δεινὰς παραμένειν ἀνδραπόδῳ μηδενὸς ἀξίῳ. παρὰ γὰρ τῶν πλουσίων εἰς μὲν τοὺς συμβιοῦντας ἀνθρώπους ἡ ὕβρις ἐστὶ λοιδορία, προπηλακισμός, κατάγελως, τὸ πληγῆναι πολλάκις, εἰς δὲ τὴν τύχην αὐτὴν ὑπερηφανία, βαρύτης, μικρολογία. **—**

ἀδικώτατά μοι δοκοῦσιν ἐγκαλεῖν οἱ πολλοὶ τῇ τύχῃ. νῦν μὲν γὰρ αὐτὴν αἰτιῶνται, φάσκοντες ἄπιστον εἶναι καὶ μηδὲν ἔχειν βέβαιον. εἰ δʼ ἀεὶ τοῖς αὐτοῖς παρέμενεν, οὐκ ἔστιν ὅπως οὐχὶ τῷ παντὶ μείζονος καὶ δικαιοτέρας ἐτύγχανε κατηγορίας. ὅπου γὰρ νῦν ὁρᾶτε τοὺς εὖ πράττοντας οὕτως ὄντας πονηροὺς καὶ βαρεῖς, καὶ ταῦτα τοῦ μέλλοντος ὑπάρχοντος ἀδήλου, πόσης ἂν οἴεσθε αὐτοὺς ὑπερηφανίας καὶ σκαιότητος εἶναι μεστούς, εἰ καθόλου μὴ τὴν ἐλπίδα τῆς μεταβολῆς ὑφεωρῶντο;

`65.8–65.9`

φασὶ πολλοὶ τὴν τύχην ἄκριτον εἶναι καὶ πονηροῖς ἀνθρώποις προσμένειν, τῶν χρηστῶν δὲ ἀμελεῖν, ὅταν ὁρῶσι τοὺς ἠξιωμένους τῶν παρʼ ἐκείνης ἀγαθῶν βαρεῖς ὄντας καὶ δυσχρήστους καὶ ἀγεννεῖς. δοκεῖ δέ μοι ἡ τύχη πρὸς αὐτοὺς δίκαια ἂν εἰπεῖν ὅτι φύσει φιλάνθρωπος οὖσα ἀεί τισι πάρεστιν ἡμῶν, οὐχ αἱρουμένη τοὺς ἀξίους οὐδὲ τοὺς πονηρούς, ἀεὶ δὲ οἵοις ἂν αὐτοῖς παραγένηται, τοιούτους αὐτοὺς ὄντας ἐξελέγχεσθαι. δεῖν οὖν τὴν αὑτῶν αἰτιᾶσθαι φύσιν, μὴ τὴν ἐκείνης, ὅτι τοιοῦτοι καθεστήκασιν, ὥστε ὁ μὲν ἐνδεῶς ἔτι πράττων ἄξιος εἶναι δοκεῖ βέλτιον ἀπαλλάττειν, ὅτῳ δʼ ἂν ὑπάρξῃ τὰ παρʼ αὐτῆς ἀγαθά, εὐθὺς μοχθηρὸς πέφηνεν. ἔστι γὰρ ὅμοιον ὥσπερ εἴ τις, ἀγγείων πολλῶν ὄντων, μηδενὸς δὲ ὑγιοῦς, τὸν εἰς αὐτὰ ἐγχέοντα ψέγοι βλέπων ῥέον ἀεὶ τὸ πληρούμενον. εἴποι γὰρ ἄν, Ἀλλʼ ἔστι πάντα τοιαῦτα· ἕως δʼ ἂν ᾖ κενά, λανθάνει.

`65.10–65.12`

θαυμάζω πῶς ποτε οἱ πολλοὶ τὴν τύχην φασὶν ἐπικίνδυνον εἶναι καὶ μηδὲν τῶν παρʼ αὐτῆς ὑπάρχειν βέβαιον. ἐκείνη γὰρ ἐπειδάν τινι δῷ τὰ παρʼ αὑτῆς ἀγαθά — ταῦτα δʼ ἐστὶ χρήματα, ἰσχύς, δόξα, τιμαί — τούτοις οὐδένα κωλύει χρῆσθαι κατὰ τρόπον καὶ νὴ Δία γε εἰς τἀσφαλὲς αὑτοῖς κατατίθεσθαι, λέγω δὲ οὐκ εἰς τὴν οἰκίαν ἔνδον οὐδʼ εἰς τὸ ταμιεῖον οὐδὲ κλεῖς ἐφιστάντας καὶ μοχλούς — οὐ φυλάττεται γὰρ ὑπὸ τούτων οὐδὲν τῶν παρʼ αὐτῆς — ἀλλʼ εἰς εὔνοιαν ἀνθρώπων, πατρίδος εὐεργεσίαν, φίλων βοήθειαν. οὐκοῦν οὐδέποτε οὐδὲν ἀφείλετο ἡ τύχη τούς γε ἅπαξ κτησαμένους τῶν οὕτως ἀποκειμένων. οὗτοι γάρ εἰσι θησαυροὶ βέβαιοι καὶ πᾶσι φανεροὶ τῶν αὐτομάτως περιγιγνομένων. ἐὰν δέ τις λαβὼν ῥίψῃ ἢ καὶ νὴ Δία κακῶς θῇ, θύραις καὶ κλεισὶ πιστεύων, οὐκέτʼ οἶμαι διʼ ἐκείνην ἀπόλλυνται. σφόδρα δὲ καὶ τοῦτο ἄτοπον· πρὸς γὰρ τῷ πολλὰ βλασφημεῖν διὰ λόγων κατὰ τῆς τύχης ἔτι καὶ πλάσται καὶ γραφεῖς αὐτὴν λοιδοροῦσιν, οἱ μὲν ὡς μαινομένην καὶ διαρρίπτουσαν γράφοντες, οἱ δὲ ἐπὶ σφαίρας βεβηκυῖαν, ὡς οὐκ ἀσφαλῶς οὐδὲ ἀκινδύνως ἐρηρεισμένην, δέον ἡμᾶς αὐτοὺς τοιούτους πλάττειν καὶ γράφειν τοὺς ἐμπλήκτως καὶ κακῶς πᾶσι χρωμένους καὶ μὰ Δία γε οὐκ ἐπὶ σφαίρας, ἀλλʼ ἐπʼ ἀνοίας ἑστηκότας, καὶ μὴ μάτην τῇ τύχῃ μέμφεσθαι.

`65.13–65.14`

περὶ πάντων μέν, ὡς εἰπεῖν, οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ὀρθῶς ὑπολαμβάνουσι, μάλιστα δὲ τὴν ὑπὲρ τῆς τύχης δόξαν ψευδῆ καὶ πεπλανημένην ἔχουσιν. φασὶ γὰρ αὐτὴν διδόναι μὲν τοῖς ἀνθρώποις τἀγαθά, ῥᾳδίως δὲ ἀφαιρεῖσθαι· καὶ διὰ τοῦτο ὡς ἄπιστον βλασφημοῦσι καὶ φθονεράν. ἐγὼ δὲ οὐ διδόναι φημὶ τὴν τύχην τούτων οὐδέν, ὧν οἱ πολλοὶ νομίζουσιν. ᾧ γὰρ κύριος ἕκαστος γίγνεται τῶν ὑπαρχόντων καὶ διʼ οὗ μόνου κεκτῆσθαι τἀγαθὰ ἀσφαλῶς ἔστιν, οὐ δίδωσιν αὐτοῖς μετὰ τῶν χρημάτων καὶ τῆς δόξης καὶ τῆς δυνάμεως. τοῦτο δέ ἐστιν οὗ χωρὶς οὐκ ἔστιν οὐδὲ τῶν ἄλλων ἔχειν οὐδέν, οἴεσθαι μέντοι καὶ ἀπατᾶσθαι. καθάπερ οὖν οὐδὲ ἡμεῖς, ὅταν εἰς τὴν οἰκίαν τινὰ εἰσαγάγωμεν ἢ τὸ χωρίον ἢ σκεύη τινὰ παράσχωμεν, εὐθὺς κύριον ἐκείνων τοῦτον ἀπεδείξαμεν, ἂν μὴ προσῇ τὸ μετὰ ἀσφαλείας τινὸς καὶ γράμματος, οὕτω καὶ ἡ τύχη κύριον οὐδένα ποιεῖ τῶν ὑφʼ αὑτῆς διδομένων, ἐὰν μὴ προσῇ τὸ μετὰ νοῦ καὶ φρονήσεως τινὰ λαμβάνειν.

`65.15`

οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων εἰώθασιν εὐδαιμονίζειν εὐθὺς οἷς ἂν ὁρῶσι τὰ παρὰ τῆς τύχης ὑπάρχοντα, ὥσπερ τοῖς πλέουσι συνήδονται πνεῦμα ὁρῶντες ἐπέχον, οὐκ εἰδότες οὔτʼ εἰ φορὸν αὐτοῖς τοῦτό ἐστιν οὔτʼ εἰ κυβερνήτην ἔχουσιν ἔμπειρον. ἐγὼ δʼ οἶμαι τότε δεῖν μακαρίους κρίνειν τοὺς ἐν ἀφθόνοις ὄντας τοῖς παρὰ τῆς τύχης, ὅταν αὐτοῖς καὶ τὸ φρονεῖν παρῇ. καθʼ αὑτὰ γὰρ ταῦτα δηλονότι εἰ τοῖς ἀνοήτοις γένοιτο κινδύνου καὶ δυστυχίας αἴτια.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: okq-cp`.
