---
title: "Scholia on Demosthenes: On the Treaty with Alexander"
title_greek: "Σχόλια εἰς Δημοσθένη, Περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν"
author: Demosthenes Scholia
eul_wid: vky-ar
eul_aid: vky
canonical: "https://eulogikon.org/works/demosthenes-scholia-text-treaty-with-alexander-vky-ar"
lang: grc
period: Late Antique
dialect: Mixed Dialects
content_hash: "sha256:e01c18c877206ef64b17e38e78eb78a06cfc82ea4d73e380dcd31cb44648c6e2"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Demosthenes: On the Treaty with Alexander

*Σχόλια εἰς Δημοσθένη, Περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν*

**Author:** Demosthenes Scholia

**eul_wid:** `vky-ar` · [HTML page](https://eulogikon.org/works/demosthenes-scholia-text-treaty-with-alexander-vky-ar)

## Text

Part of [Scholia on Demosthenes](/works/demosthenes-scholia-text-vky-aa)

ΠΕΡΙ ΤΩΝ ΠΡΟΣ ΑΛΕΞΑΝΔΡΟΝ ΣΥΝΘΗΚΩΝ

`17.1`

Τινὲς Ὑπερίδου λέγουσιν εἶναι τὸν λόγον καὶ οὐ Δημοσθένους.

`17.2`

Οὐκ ἔστιν ἄδηλον τοῖς φιλομαθέσιν ἐξ ὧν ἀνεγνώκασιν ὑπομνημάτων, ὅτι νοθεύεται ὁ ὑπὲρ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν καὶ νενόμισται εἶναι τοῦ Δημοσθένους ἀλλότριος, ὥσπερ καὶ ὁ ἕβδομος τῶν Φιλιππικῶν, ὃν ὑπὲρ Ἁλοννήσου τινὲς ἐπιγράφουσιν. ἀμφοτέρους γὰρ τούτους ἀναφέρουσιν εἰς Ἡγήσιππον τὸν Κρώβυλον ἐπικληθέντα, Τιμάρχου δὲ ἀγαθὸν φίλον. ἐπάγουσι δὲ ἐγκλήματα τῷ λόγῳ, πρῶτον μὲν ὅτι αἱ εἰσαγωγαὶ τῶν κεφαλαίων ὕπτιαι καὶ ἱστορικαί, οἷαι καὶ αἱ παρʼ Ἡροδότῳ ἔννοιαι, ἄλλο, ὅτι τοῦ πολιτικοῦ λόγου καὶ γοργότης καὶ τραχύτης καὶ τὰ τμητικά, ἐν τούτῳ δὲ πολὺ τὸ ἀναβεβλημένον, εἶτα οὐδὲ τὸ πνεῦμα φαμὲν Δημοσθενικόν, ἀλλʼ ἀσθενὲς καὶ ἄτονον καὶ ἀτελές. μέμφονται καὶ τῇ λέξει δικαίως· τὸ γὰρ «νεοπλούτου» καὶ «τυραννίζοντος» καὶ «βδελυρεύσεταί τις» καὶ ὅσα τοιαῦτα οὐ συνήθη Δημοσθένει. τό τε ἦθος τοῦ λόγου τὴν παρρησίαν οὐκ ἔχει καθαρὰν τὴν Δημοσθενικὴν οὐδὲ τὴν ἐπίπληξιν ἐκείνην καὶ τὴν ἐλευθερίαν τὴν ἐλεγκτικήν· ὅλον δὲ τὸ εἶδος τοῦ λόγου σχεδὸν ὑπὸ καλύμματι κεῖται, πολὺ τῆς Δημοσθενικῆς παρρησίας ἀποδέον. παρρησιάζεται γὰρ καὶ οὐ παρρησιάζεται καὶ παρακαλεῖ πρὸς πόλεμον καὶ δέδοικε τὸν περὶ τούτου λόγον, κατὰ μέσον φόβου καὶ θάρσους, οὔτε ὡς Δημοσθένης παρρησιαζόμενος οὔτε ὡς Δημοσθένης ὀκνῶν· ἐνδείκνυται μὲν γὰρ τὸ βούλεσθαι, ὥσπερ δὲ τὴν γλῶσσαν ἐμπεφραγμένος ὑπὸ τοῦ δέους τῶν συνθηκῶν ὑποκνεῖ, πλὴν εἰ μή τις αὐτὰ ταῦτα λέγοι τῆς ἐκείνου δεινότητος ἄντικρυς εἶναι. ἐπεὶ γὰρ ὁ τύραννος πρὸς ὅν ἐστιν ὁ λόγος φοβερός, καὶ τὸ τῶν Ἑλλήνων πέπτωκε φρόνημα, Ἀθηναῖοι δὲ  <span class="gap">…</span> μὴ δεδούλωνται σχεδόν, εἰκότως ταύτῃ τῇ μεθόδῳ κέχρηται καὶ βιάζεται πρὸς τὴν χρείαν τὴν δύναμιν. καὶ παρρησίας μὴ ἔχων καιρὸν ὅμως παρρησιάζεται καὶ νικᾷ τῇ τέχνῃ τὸν φόβον καὶ λαμβάνει παρὰ τοῦ λόγου τὴν παρρησίαν, μὴ ἔχων αὐτὴν ἐκ τῆς δυνάμεως. καὶ γὰρ ἐν τοῖς τελευταίοις τῶν Φιλιππικῶν, καίπερ οὐ τοσούτων φόβων ἐπηρτημένων, ὅμως ἐστὶ περὶ τὸν τοῦ πολέμου λόγον εὐλαβής, οὐ προπετῶς αὐτὸς ἀποφαινόμενος οὐδὲ εἰσηγούμενος ὡς δέον πολεμεῖν, ἀλλʼ ἀξιῶν ἐκ τῶν πραγμάτων σκοπεῖν εἴτε χρὴ καλεῖν τὰ τοιαῦτα εἰρήνης ἔργα εἴτε πολέμου. κἀν τούτῳ τῷ λόγῳ τοιαύτῃ μεθόδῳ χρώμενος φαίνεται. ὥστε κατὰ μὲν τὰς μεταχειρίσεις καὶ τὸ ὅλον ἦθος οὐκ ἄν τις αὐτὸν ἐκβάλοι, κατὰ δὲ τὴν λέξιν εἴ τις αὐτῷ καταμέμφοιτο, οὐκ ἂν εὕροι τις οὐδὲ τὸν Πλάτωνα οὐδὲ τοὺς κωμικοὺς οὐδὲ τοὺς συγγραφέας ἀνεπιλήπτους. μᾶλλον δὲ χρὴ λέγειν ὅτι καὶ ὀνοματοποιεῖν σύνηθες Ἀττικοῖς καὶ χρῆσθαι πρὸς τὰς ὑποκειμένας ὕλας τοῖς κεκρατηκόσιν ὀνόμασιν, οἷα πολλὰ παρὰ Μενάνδρῳ καὶ Ἀριστοφάνει καὶ τῷ παρὰ τὸν Ἀριστοφάνην ὑπειλημμένῳ ἀττικίζειν, τῷ Πλάτωνι. εἰ δʼ οὐ κατὰ τοὺς Ἀττικιστὰς προφέροι τις, δόξειε μὲν ἂν εἰκότως ἐγκαλεῖν, εἴποι δʼ ἄν τις ὅμως παρὰ τὸν καιρὸν καὶ τὴν ταχύτητα τοῦτο συμβῆναι. ὅτι δὲ οὐ διὰ γῆρας οὐδὲ διʼ ἀτονίαν λόγου τοῦτο συμβέβηκεν, εὔδηλον ἐκ τοῦ περὶ στεφάνου λόγου, ὃς πολὺ μεταγενέστερός ἐστι ταύτης τῆς δημηγορίας· ὁ μὲν γὰρ εἴρηται ἐν ἀρχῇ τῆς Ἀλεξάνδρου καταστάσεως, ὁ δὲ περὶ τοῦ στεφάνου λόγος Ἀλεξάνδρου ὄντος ἐν Ἰνδοῖς ἢ Πέρσαις.

Ἔστι δʼ οὖν ὁ λόγος πραγματικῆς στάσεως, κεφάλαιον ἔχων τὸ νόμιμον. τὸ γὰρ ῥητὸν δείκνυσι παραβεβασμένον· τοῦτο δέ ἐστιν αἱ πρὸς τοὺς Ἕλληνας Ἀλεξάνδρῳ συνθῆκαι. κινδυνεύει δὲ ὁ λόγος εἶναι ἐν σχήματι καὶ οὐκ ἐν σχήματι. ᾗ μὲν γὰρ ἀξιοῖ ταῖς συνθήκαις ἐμμένειν καὶ μηδὲν παραβαίνειν τῶν γεγραμμένων, σῴζει τὸ σχῆμα· τὸ γὰρ ἐναντίον κατασκευάζειν βούλεται καὶ πόλεμον κινεῖν κατὰ τῆς ἡσυχίας· τοῦτο δὲ ἴδιόν ἐστι τῶν κατὰ τὸ ἐναντίον ἐσχηματισμένων, τὸ τὰ ἐναντία κατασκευάζειν οἷς δοκοῦσι λέγειν· ὅπερ διὰ τοῦ λόγου τοῦδε σῳζόμενον φαίνεται· ᾗ δὲ αὖ πάλιν ἐκ τοῦ φανεροῦ πολλάκις ἀμύνεσθαι συμβουλεύει, διαφεύγει τὸ σχῆμα. βέλτιον οὖν λέγειν ἠθικῶς αὐτῷ προῆχθαι ὅσα δοκεῖ λέγεσθαι κατὰ σχῆμα. τοῦτο δὲ πέπονθε διὰ τὸ τοῦ πράγματος ἐπικίνδυνον· οὐ γὰρ δίδωσιν αὐτῇ τῇ ὑποθέσει σύμμετρον παρρησίαν ἡ τοῦ δήμου κατάπληξις καὶ τὸ τὸν Ἀλέξανδρον μεγάλα δύνασθαι καὶ τὸ καταπεπλῆχθαι τοὺς Ἕλληνας· ὅθεν καὶ ὁ λόγος περιδεὴς καὶ παρρησίας ἄμοιρος. ἐπειδὴ εἶχε πολλοὺς τοὺς ἀντιλέγοντας, εἰκότως πρὸς αὐτοὺς τὸ προοίμιον πεποίηται, ἅμα μὲν ἠθικῶς, ἅμα δὲ πληκτικῶς. τὸ δὲ ἑξῆς εὐθύς «ἤδη τις ἐρωτήσειεν, ὦ Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστα ἀγανακτήσετε, εἴ τις ἀναγκάζοι» ἀρχή ἐστι τοῦ νομίμου κεφαλαίου συνιστάντος λελύσθαι τὰς συνθήκας. χρὴ δὲ εἰδέναι ὅτι πολλάκις καὶ αὐτὰ τὰ προηγούμενα κεφάλαια ὑπʼ αὐτοῦ τοῦ λέγοντος πρωταγωνιστικῶς εἰσάγεται ὡς πρὸς ἀντίθεσιν, ὅταν ὁ ἀκροατὴς διακείμενος ἑτέρως τυγχάνῃ. αὐτίκα γοῦν τοῦ ἀκροατοῦ κἀνταῦθα νομίζοντος εἶναι κυρίας τὰς συνθήκας εὐθὺς ἀγωνιστικῶς εἰσάγει τὸ κεφάλαιον ἐκ παραδείγματος. καὶ ἐπειδὴ μηδὲν εἶχεν εἰπεῖν Ἀθηναίοις πρὸς Μεσσηνίους  <span class="gap">…</span> ἐλευθεροῦν ἀεὶ τῇ πόλει. εἰ τοίνυν τοῦτο πρῶτον τὸ κεφάλαιον, ἀντιπῖπτον ἔλυσε καὶ ἀντίθεσιν· ἀντιπῖπτον μὲν «ἀλλʼ οὐ παρʼ ἡμῖν ταῦτα γέγονεν, ὥστε οὐ χαλεπαίνειν δεῖ»· διόπερ ἔλυσεν εἰπών· «οὐ δὴ δεῖ, εἰ μέν τις ὑμᾶς ταῦτα βιάζοιτο, ἀγανακτεῖν, εἰ δὲ ἑτέρωθί που, μὴ χαλεπαίνειν ὁμοίως»· τὴν δὲ ἀντίθεσιν κατὰ διάνοιαν ἔλαβε· τὸ γὰρ ῥητόν, μὴ δεῖν τυραννεῖν τῶν πόλεων. εἰ δὲ δὴ κατὰ διάνοιαν εἰσῆκται «ἀλλὰ πρὸ τοῦ γενέσθαι τὰς συνθήκας ἐτυράννουν οἱ Φιλιάδου παῖδες Μεσσήνης», ταύτην ἔλυσεν ἐκ παραδείγματος κατὰ τὸ μαχόμενον «πῶς οὖν κατελύοντο οἱ ἐκ Λέσβου τύραννοι, ἐξ Ἀντίσσης καὶ Ἐρέσου, καὶ ταῦτα πρὸ τῶν συνθηκῶν τυραννοῦντες;»· μάχεται γὰρ τὸ καταλύειν τῷ καθιστάναι. εἶτα ἀλλήλοις τῇ ἀπορίᾳ  <span class="gap">…</span> ὅτι γέγραπται «αὐτονόμους καὶ ἐλευθέρους εἶναι τοὺς Ἕλληνας».

Δεύτερον κεφάλαιον τῶν ἐγκλημάτων ἐπάγει τῷ Μακεδόνι τὸ καταλελυκέναι Πελληναίων τὸν δῆμον, πόλεως Ἀχαϊκῆς μιᾶς τῶν ἐν Πελοποννήσῳ, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκαταστῆσαι. πρὸς δὲ τοῦτο ἀντίθεσιν μὲν φέρουσαν εἰς αὐτὸ τὸ πρᾶγμα τέθεικεν οὐδεμίαν, ἁπλῶς δὲ ὥσπερ κοινωνοῦσαν «ἀλλʼ ἐμμένωμεν ταῖς συνθήκαις», οὔτε ἀνατρέπουσάν τι τοῦ ἐγκλήματος οὔτε εἰς αὐτὸ φέρουσαν. λύων τοίνυν καταδρομῇ κέχρηται κατὰ τῶν ῥητόρων οὐ μικρᾷ· κέχρηται δὲ καὶ ἑτέρᾳ καταδρομῇ τῶν συνεδρευόντων καὶ τεταγμένων ἐπὶ τῇ φυλακῇ τῶν κοινῶν ὡς παρορώντων τὰ γινόμενα. τρίτον ἔγκλημά ἐστιν, ὅτι τῶν συνθηκῶν προταττουσῶν μὴ ἔχειν «φυγάδας ὁρμήσαντας ὅπλα ἐπιφέρειν ἐπὶ πολέμῳ ἐπὶ μηδεμίαν τῶν μετεχουσῶν τῆς εἰρήνης» Ἀλέξανδρος «τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγε». πρὸς τοῦτο ὁμοίως οὐδεμίαν ἀνθυποφορὰν οὐδὲ ἀντίστασιν ἐκόμισεν ἢ τὴν αὐτὴν ὁμοίως, ὅτι ἀγανακτήσουσιν οἱ Ἕλληνες καὶ δόξομεν αἴτιοι γίγνεσθαι τοῦ λύεσθαι τὰς συνθήκας.

Τέταρτον ἐπὶ τούτοις ἔγκλημά ἐστιν, ὅτι παρὰ τὰς συνθήκας «ἅπαντα τὰ ἐκ τοῦ Πόντου πλοῖα κατήγαγον οἱ Μακεδόνες εἰς Τένεδον καὶ οὐ πρότερον ἀφεῖσαν πρὶν ἑκατὸν ναῦς πληρῶσαι ψηφίσασθαι καὶ στρατηγὸν ἐπʼ αὐταῖς τάξαι Μενεσθέα». τὸ μὲν οὖν ἑκατὸν ναῦς ψηφίσασθαι τοὺς Ἀθηναίους ἔνδειξιν ἔχει τοῦ δυνατοῦ· πρὸς δὲ τὸ ἔγκλημα ἀντίστασιν ἐκόμισεν «ἀλλʼ ἐπαύσαντο τούτου τοῦ ἀδικήματος» καὶ δευτέραν ἀντίστασιν «ἀλλʼ ἀσθενὴς ἡ πόλις». τὴν μὲν οὖν προτέραν ἔλυσε μεταληπτικῶς «οὐκ ἐπαύσαντο ἀδικοῦντες ἤδη καὶ οὐκ ἠδίκησαν», τὴν δὲ δευτέραν ἐκ τοῦ μαχομένου, ὅτι «πῶς ἀνυπόστατον τὴν πόλιν εἶναι φαμὲν διακελευόμενοι ταῖς συνθήκαις ἐμμένειν;» οὐ γὰρ ἀκόλουθόν ἐστι πῇ μὲν ἀσθένειαν τῆς πόλεως κατηγορεῖν, πῇ δὲ βοηθεῖν ἀξιοῦν ὡς δυνατὴν διαφυλάττειν τὰ δίκαια.

Ἐπὶ τούτοις πέμπτον ἔγκλημά ἐστιν, ὅτι πλεῦσαι ἐτόλμησαν Μακεδόνες εἰς τὸν Πειραιᾶ, καὶ τοῦτο ἀντέθηκεν ἐκ τῆς πηλικότητος, ὅτι «μικρὸν τὸ γεγονός· μιᾷ γὰρ τριήρει εἰσέπλευσαν καὶ τοῦτο οὐκ ἂν εἴποι τις ἔγκλημα». ταύτην ἔλυσεν ἀπὸ τοῦ τρόπου, ὅτι ἀπόπειρα τὸ γινόμενον ἦν καὶ παράδυσις κατὰ μικρὸν καὶ ἐθισμὸς τοῦ τὴν πόλιν ἀνέχεσθαι τοὺς τοιούτους εἴσπλους. καὶ ἑτέρα λύσις, τὸν τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα ξύλα ναυπηγήσιμα αἰτεῖν εἰς κατασκευὴν μικρῶν πλοίων, εἰ συνεχωρήσαμεν αὐτῷ ποιεῖν, καὶ τριήρη ἂν ἐναυπηγήσατο· ἐν ᾧ καὶ ἀντιπῖπτον κατὰ ἀναίρεσιν εἰσήγαγεν «οὐ γὰρ δὴ φήσειέ τις ἂν ἀφθονίαν εἶναι ξύλων ἐν τῇ Ἀττικῇ, σπανίζειν δὲ τὴν Μακεδονίαν, ὅθεν ἔξεστιν εὐτελέστατα τοῖς βουλομένοις ὠνεῖσθαι». εἶθʼ ὅτι ἐφʼ ἡμῖν ἐστὶ καὶ μὴ ἀνέχεσθαι, τῶν συνθηκῶν καὶ τὸ ῥητὸν παρέχεται, ἐν ᾧ γέγραπται «ἂν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν», ὡς τοῦ ῥητοῦ καὶ τῶν συνθηκῶν ἐπιτρεπουσῶν, εἰ βούλοιτό τις μηδαμῶς Ἀλεξάνδρῳ ἀκολουθεῖν. τοῦτο τὸ ῥητὸν δύναται καὶ πόλεμον ἀπειλεῖν τοῖς παραβαίνειν ἐθέλουσιν· ὁ δὲ πρὸς τὸ χρήσιμον τὸ οἰκεῖον λαβὼν πολλὰ μὲν ὑπέμνησε τῶν προγόνων τῆς δόξης, πολλὰ δὲ τοῦ πρέποντος. εἶτα κατεπαγγέλλεται γράψαι, εἰ ἐπιτρέποιεν, ψήφισμα περὶ πολέμου.

`17.3`

βδελυρεύσεται σημείωσαι τὸ βδελυρεύεται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vky-ar`.
