---
title: "Scholia on Demosthenes: Reply to Philip's Letter"
title_greek: "Σχόλια εἰς Δημοσθένη, Πρὸς τὴν ἐπιστολὴν τὴν Φιλίππου"
author: Demosthenes Scholia
eul_wid: vky-al
eul_aid: vky
canonical: "https://eulogikon.org/works/demosthenes-scholia-text-reply-to-philips-letter-vky-al"
lang: grc
period: Late Antique
dialect: Mixed Dialects
content_hash: "sha256:33f227854f3a1513b07cda773fd945ae0bbb6cf16a2dec1e6c00aae7fb4fe584"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Demosthenes: Reply to Philip's Letter

*Σχόλια εἰς Δημοσθένη, Πρὸς τὴν ἐπιστολὴν τὴν Φιλίππου*

**Author:** Demosthenes Scholia

**eul_wid:** `vky-al` · [HTML page](https://eulogikon.org/works/demosthenes-scholia-text-reply-to-philips-letter-vky-al)

## Text

Part of [Scholia on Demosthenes](/works/demosthenes-scholia-text-vky-aa)

ΠΡΟΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ ΤΗΝ ΦΙΛΙΠΠΟΥ

`11.1`

ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην Σηλυβρίαν ἐπολιόρκει Φίλιππος, πόλιν τῶν ἐπὶ Θρᾴκης· Ἀθηναῖοι δὲ ἀπέστειλαν ἐν τῷ καιρῷ τούτῳ σιτηγήσοντα αὐτοῖς πλοῖα· καὶ ὑπονοήσας Φίλιππος μὴ ἐπὶ σιτηγίᾳ πεπομφέναι τὰ πλοῖα, ἀλλʼ ἐπὶ συμμαχίᾳ Σηλυβριανῶν, ἔλαβε ταῦτα τὰ πλοῖα καὶ γέγραφεν Ἀθηναίοις ἐπιστολήν, αἰτιώμενος ὅτι βοηθοῖεν Σηλυβριανοῖς οὐ συμπεριειλημμένοις ταῖς συνθήκαις, καὶ παρʼ αὐτοῖς εἶναι τὸ λελύσθαι τὴν εἰρήνην, ἀπειλῶν τε ἀμυνεῖσθαι αὐτοὺς παντὶ σθένει. ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης ὁ Δημοσθένης προτρέπει φανερῶς ἐπὶ τὸν πόλεμον ὡς τοῦ Φιλίππου δεδωκότος τὸ σύνθημα. ἔοικε δὲ προτροπῇ τινι ἐπὶ στρατοπέδου λεγομένῃ μᾶλλον ἢ δημηγορίᾳ. καὶ περιέχει κεφάλαια τρία, τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατόν. καὶ λαμβάνει τὸ μὲν δίκαιον εἰς κατασκευὴν τοῦ δυνατοῦ· τὸ δὲ δυνατὸν καινοτέρᾳ μεθόδῳ μετακεχείρισται καὶ ἀγωνιστικωτέρῳ τρόπῳ συμπέπλεκται· οὐ γὰρ ἰδίᾳ μὲν περὶ τῆς πόλεως εἴρηκεν, ἰδίᾳ δὲ περὶ Φιλίππου, ἀλλʼ εἰς ταὐτὸν ἥνωκε καὶ συνήγαγεν ἄμφω τὰ μέρη τοῦ δυνατοῦ καὶ τοιαύτῃ μὲν μεθόδῳ περὶ τοῦτο κέχρηται, περιττότερόν τι νῦν ἢ ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν προσεξευρὼν καὶ διδοὺς χρῆσιν ἀμφοτέρων τῶν μεθόδων. ἐκεῖ μὲν γὰρ ἦν ἑκάτερον καὶ λόγος περὶ ἑκάστου κεχωρισμένος ἁπλοῦς, ἐνταῦθα δὲ διπλοῦν τὸ εἶδος, κατὰ τὸ αὐτὸ συμπεπλεγμένων τῶν δύο δυνατῶν, καὶ λέλυκεν ἐν τούτῳ ἀνθυποφορὰν καὶ ἀντίθεσιν· τὴν μὲν ἀπὸ τῆς ἐργασίας κατασκευὴν καὶ ἀπόδειξιν, ὡς ἐξ ὁμολογουμένων δὲ εἰλημμένην, ὡς παραβεβηκότος τὴν εἰρήνην Φιλίππου, ἑτέραν δὲ τοῦ δυνατοῦ κατασκευάζοντος, ὡς χρὴ μηδαμῶς ὀρρωδεῖν τὸν πόλεμον.

Εἰσέβαλε δὲ μετὰ τὸ προοίμιον εἰς τὴν ἐργασίαν τοῦ νομίμου κεφαλαίου, ὃ δὴ λαμβάνει πρὸς ἀπόδειξιν τοῦ δυνατοῦ ἀπὸ ταύτης τῆς λέξεως στοχαστικῶς· «πρῶτον μὲν γὰρ εἰκός, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ἡμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούς». τοῦτο δὲ ὑπάρχει κατασκευὴ τοῦ δυνατοῦ ἀπὸ τοῦ νομίμου λαμβάνουσα τὴν σύστασιν, ὥστε τὸ μὲν δυνατὸν εἶναι τὸ κατασκευαζόμενον, διὰ δὲ τοῦ νομίμου τὰς ἀποδείξεις αὐτοῦ συμπεραίνεσθαι. νόμιμον δέ ἐστι τὸ ἔγγραφον δίκαιον. παρατηρητέον δὲ κἀκεῖνο, ὅτι αἱ αὐταὶ ἀποδείξεις εἰσὶ πολλαχοῦ, τοῦτο μὲν τοῦ δυνατοῦ τῶν Ἀθηναίων, τοῦτο δὲ τοῦ δυνατοῦ τοῦ Φιλίππου, πῇ μὲν μεμιγμέναι, πῇ δὲ κεχωρισμέναι. ἡ πρώτη γοῦν ἔννοια διπλῆ καὶ τὴν καθαίρεσιν παριστᾶσα τοῦ Φιλίππου δυνατοῦ καὶ τὴν αὔξησιν τοῦ δυνατοῦ τῶν Ἀθηναίων. ἡ δὲ δευτέρα ἔννοια, ἧς ἡ ἀρχὴ· «ἔπειθʼ οἷς πρότερον ηὐξήθη, φενακίζων ἀεί τινας καὶ μεγάλα ἐπαγγειλάμενος εὐεργετήσειν» μέχρι τοῦ «ἅπαντας ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν», μᾶλλον μὲν ἔχει τὴν ἀπόδειξιν τῆς καθαιρέσεως τοῦ δυνατοῦ τοῦ Μακεδόνος, συνθεωρεῖται δὲ καὶ τὸ δυνατὸν τῶν Ἀθηναίων. ἡ δὲ τρίτη ἔννοια «ἔτι τοίνυν — οὔτε γὰρ σμικρόν — οἱ κατὰ τὴν Ἀσίαν σατράπαι» τοῖν δυοῖν ἐστιν ἀποδεικτική, πλέον μὲν ἔχουσα τὸ ἀποδεικτικὸν τοῦ δυνατοῦ τῶν Ἀθηναίων, συνθεωρουμένη δὲ καὶ τὴν τοῦ Φιλίππου καθαίρεσιν. ἡ δὲ τετάρτη ἔννοια «πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν οὐκ ἐρῶ μὲν» εἴληπται καὶ αὐτὴ ἀπὸ τοῦ ἀδίκου πρὸς τὴν αὐτὴν κατασκευὴν τῆς καθαιρέσεως Φιλίππου καὶ συστάσεως τῆς τῶν Ἀθηναίων ῥώμης. ἡ δὲ πέμπτη ἔννοια «καὶ πολλάκις εὑρίσκω λογιζόμενος» μονομερῶς καθαιρετικὴ τοῦ δυνατοῦ Φιλίππου, ἡ περὶ τῆς οἰκείας ἀρχῆς αὐτοῦ, ὑπὲρ ἧς τὸ θεώρημα ἡμῖν εἴρηται ἐν τῷ δευτέρῳ· διʼ ἣν αἰτίαν εἴρηκεν αὐτὴν «ἐν μὲν προσθήκης μέρει ῥοπὴν ἔχειν, αὐτὴν δὲ καθʼ αὑτὴν ἀσθενῆ»· τοῦτο γὰρ τεκμήριον τῆς ἀσθενείας αὐτῆς ἐστιν, αὐτὸ τὸ μετὰ πολλῶν μέν, κατὰ μόνας δὲ μὴ τολμᾶν στρατεύεσθαι. πρὸς τοῦτο ἀντέπεσεν ἀπὸ τῆς ἐργασίας αὐτῷ «ἀλλʼ εἰκὸς χαίροντας Μακεδόνας τοῖς γινομένοις προθύμως συμπράττειν Φιλίππῳ»· τοῦτο δὲ ἔλυσεν εἰπών· «μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν τόν τε Φίλιππόν τε καὶ τοὺς ἀρχομένους». ἕκτη ἡ περὶ τῶν ἡγεμόνων τῶν ξένων, καὶ αὐτὴ καθαιρετικὴ τοῦ δυνατοῦ τοῦ Φιλίππου. εἶτα ἐπειδήπερ παράδοξον ἔννοιαν εἶπε καὶ διὰ τοῦτο σχεδὸν ἀπίθανον ἐν τῷ περὶ τῶν ξένων λόγῳ, ὅτι τὰ μάλιστα σκορακίζονται, αὐτὸς ἑαυτοῦ ἐλάβετο καὶ ᾔσθετο τῆς παραδόξου ἐννοίας. ἔλυσε γοῦν εὐθέως εἰπών· «καὶ τούτοις οὐδʼ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειε», καὶ ἐπάγει διὰ τῶν ἑξῆς τὴν αἰτίαν. πρὸς ταῦτα τοίνυν ἅπαντα τὰ προειρημένα περὶ τοῦ δυνατοῦ ἀνθυποφορά τις ἀντέπεσε «πῶς οὖν, εἴπερ ἐστὶ τὰ τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῷ παραμένουσιν;» ἐκ γὰρ τῶν εἰρημένων ἁπάντων πρὸς καθαίρεσιν ἠθροίσθη τις αὐτῷ δόξα ἀπιθανότητος, ὅτι, εἰ ταῦτα ἦν ἀληθῆ, πάντως ἂν ἀπέστησαν. αὐτὸς δὲ καὶ ταύτην ἔλυσεν εἰπὼν ὅτι «τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις». ἀλλʼ ἡ ἀντίθεσις πρὸς τὸ δυνατὸν ἀντέπεσεν.

Ἐπειδὴ γὰρ πάντα τὰ μέρη τῆς δυνάμεως καθεῖλεν, ἐλείπετο δὲ τὸ ἀπὸ τῆς τύχης, ἐξ ἀντιθέσεως τοῦτʼ ἔλαβεν· «εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον ὁρῶν εὐτυχοῦντα φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμητον». πρὸς δὲ τοῦτο καὶ διὰ τοῦτο ἐγύμνασε καὶ οὐ καθεῖλεν, ἐπειδὴ πλεῖστα αὐτῷ συμβάλλεται· προκατασκευὴν γὰρ τοῦ δυνατοῦ τῶν Ἀθηναίων ἔχει. καὶ ἡ κατασκευὴ δὲ τῆς ἀντιθέσεως οὐκ ἔστιν αὐξητικὴ τοῦ δυνατοῦ τοῦ Φιλίππου, ἀλλʼ αὐτῆς τῆς δυνάμεως τῆς τύχης ἐστὶν αὐξητικὴ καὶ τῆς παρὰ τοῦ δαιμονίου ῥοπῆς. διὰ τοῦτο δὲ τὴν τύχην ηὔξησε καὶ τὴν παρʼ ἐκείνης ῥοπήν, ἵνα μᾶλλον τὸ τῶν Ἀθηναίων δυνατὸν αὔξησιν λάβῃ· ὅσῳ γὰρ ἂν αὐξηθῇ τὰ τῆς τύχης καὶ ὅσῳ ἂν ἀποδειχθῇ μετὰ τῶν Ἀθηναίων ἡ τύχη, τοσούτῳ μᾶλλον καὶ τὸ τῶν Ἀθηναίων δυνατὸν ἰσχυρότερον φανεῖται. πρὸς τοῦτον οὖν τὸν περὶ τῆς τύχης λόγον, ἐν ᾧ ἀποδείκνυται ὅτι ἡ Ἀθηναίων πόλις εὐτυχεστέρα, ἀντέπεσεν ἀνθυποφορά «τί ποτʼ οὖν ἐκεῖνος ἐν τῷ προτέρῳ πολέμῳ πλείω κατώρθωσεν ἡμῶν;» ταύτην ἔλυσε τῷ συμφέροντι, τῆς ῥαθυμίας κατηγορῶν καὶ τῆς δεινῆς ἀργίας καὶ ἐκλύσεως, ἣν ἐπιδείκνυνται ἐν τοῖς πράγμασι μέλλοντες καὶ καθήμενοι καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι. εἶτα ἐτρέψατο ἐπὶ τὸ αἰσχρὸν καὶ τὸ ἄδοξον, μέρη τοῦ συμφέροντος, εἰ δὲ βούλει τοῦ ἀσυμφόρου· «καίτοι τί γένοιτʼ ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων καὶ τολμῶν ἐπιστολὰς πέμπειν τοιαύτας οἵας ἠκούσατε μικρῷ πρότερον;» εἶτα ἐπάνεισιν ἐπὶ τὸ δυνατόν, πάλιν τιθεὶς τὴν πρώτην λύσιν τῆς ἀνθυποφορᾶς, καὶ τὴν αἰτίαν ἀποδίδωσι διʼ ἣν ἐκεῖνος μὲν κατορθοῖ, ἡ πόλις δὲ οὐδαμῶς· καὶ τόπον ποιεῖται κατὰ τῶν ῥητόρων, ἐνδεικνύμενος ὅτι διὰ τούτους ἐκεῖνος κατορθοῖ, ἡ πόλις δὲ οὐδὲν τῶν ἐκείνου πραγμάτων στασιάζειν παρασκευάζει. εἶτα πληρώσας τὰς λύσεις τῆς ἀνθυποφορᾶς, ἃς εἴληφεν ἐκ τοῦ συμφέροντος καὶ τοῦ δυνατοῦ, καὶ εὐλαβηθεὶς μὴ πάλιν ἐπὶ τὴν εἰρήνην δράμωσιν Ἀθηναῖοι καὶ πρεσβείαις πειράσωνται διαλῦσαι τὰ παρακεκινημένα, ὑπετέμετο καὶ ταύτην τὴν ἔννοιαν εἰπών· «ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, χρὴ λαβόντας ἔννοιαν, καὶ λογισαμένους ὅτι οὐδὲ ἐφʼ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρήνην· ἤδη γὰρ ἐκεῖνος καὶ προσηγόρευκεν ὁ Φίλιππος τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε». ταῦτα γάρ ἐστιν ἀπομαχομένου πρὸς ἐκείνην τὴν ἔννοιαν, ὅτι ἴσως οὐδέπω λέλυται ἡ εἰρήνη καὶ δυνατόν ἐστι διαλῦσαι τὰς ὑποψίας ταύτας. ἐπήγαγε δὲ ἐπὶ τὸ δυνατὸν εἰπών· «μηδενὸς μὲν φείδεσθαι μήτε τῶν δημοσίων μήτε τῶν ἰδίων». εἶτα ἑτέραν ἐπὶ τούτοις ἐπιλογικὴν ὑπόνοιαν ἀνῄρηκεν «ἀλλὰ δυνησόμεθα διὰ τῶν ξένων αὐτὸν ἀμύνασθαι». ταύτην μὴ θεὶς ἔλυσεν εἰπών· «μὴ γὰρ ὑπολάβῃ τις ὑμῶν, διʼ ὧν ἐγένετο τὰ πράγματα χείρω τῆς πόλεως, διὰ τούτων αὐτὰ πάλιν ἀναλήψεσθαι», καὶ ἕτερον ἐν ᾧ καὶ τὴν ἀντίθεσιν ἐπεσημήνατο «μηδὲ νομίσητε, ἀθυμούντων ὑμῶν ὥσπερ πρότερον, ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγωνιεῖσθαι προθύμως». τοῦτο γάρ ἐστιν ἐνδεικτικὸν τῆς ἀντιθέσεως ὅτι «ἀλλὰ δυνησόμεθα διὰ τῶν ξένων ἀδικοῦντα αὐτὸν κωλῦσαι», ἣν ἐκ προλήψεως ἔλυσε, καὶ ἐπισημαινόμενος πάλιν οὐδὲν ἧττον λύει, καὶ συνάπτει τοὺς ἐπιλόγους ἀπὸ τοῦ αἰσχροῦ ἐπιχειρῶν, ἀπὸ τῆς τῶν προγόνων κρίσεως, ἀπὸ τῆς τοῦ πολεμίου κρίσεως, ἀπὸ τῆς ποιότητος τῆς πόλεως, ἀπὸ τοῦ μεγέθους τῶν ἔργων καὶ τῶν κατορθωμάτων τῶν προγονικῶν, ἅπερ ἂν εἴη τοῦ ἐνδόξου. καὶ ταῦτα μὲν ἀπὸ τοῦ συμφέροντος εἰς τὸν ἐπίλογον· ὁ γὰρ τοῦ αἰσχροῦ καὶ τοῦ ἐνδόξου καὶ τοῦ πρέποντος τόπος καὶ τοῦ καλοῦ ἴδιος ἂν εἴη τοῦ συμφέροντος. εἶτα ἀπὸ τοῦ δυνατοῦ πάλιν ἐπιλογίζεται «χρῆναι πάντας παρασκευάζεσθαι μὲν πρὸς τὸν πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας μὴ λόγοις, ἀλλʼ ἔργοις». εἶτʼ ἐπειδήπερ ἀντέπεσεν «ἀλλὰ πολλάκις παρακαλέσαντες οὐκ ἐπείσαμεν», ἔλυσε καὶ τοῦτο εἰπὼν αὐτοὺς αἰτίους εἶναι, πρεσβευομένους μὲν καὶ τηνάλλως λέγοντας, δεικνύντας δὲ πράξεως μηδὲν ἔργον· εἰωθέναι δὲ ἅπαντας τοῖς ἔργοις μᾶλλον ἢ τοῖς λόγοις προσέχειν καὶ μάλιστα τῶν ἐξηπατηκότων λόγοις πολλάκις.

`11.2`

ὅτι μὲν μεστὸν παραμυθίας τὸ προοίμιον.

`11.3`

πᾶσιν ὑμῖν καλῶς τὸ «ὑμῖν», ὡς ἂν εἰ ἔλεγεν «ἐμοὶ γὰρ καὶ πάλαι φανερὸν ἦν».

`11.4`

ἐπειδὴ κατασκευὴ τῆς προτάσεως.

`11.5`

Φαρσαλίοις Ἅλον παρέδωκε Ἅλος καὶ Φάρσαλος δύο πόλεις Θετταλικαί. αὗται πρὸς ἑαυτὰς ἐστασίαζον, καὶ οἱ μὲν Ἅλιοι φίλοι ὑπῆρχον τοῖς Ἀθηναίοις, οἱ δὲ Φαρσάλιοι τῷ Φιλίππῳ. χειρωσάμενος δὲ τοὺς Ἁλίους Φίλιππος παρέδωκε τοῖς Φαρσαλίοις τοῖς φίλοις αὑτοῦ. ἰστέον δὲ ὅτι βουλόμενος εἰπεῖν ὁ ῥήτωρ ἅπερ ἠδίκησεν αὐτοὺς ὁ Φίλιππος μετὰ τὴν εἰρήνην, οὐ κατὰ τάξιν κέχρηται, ἀλλʼ ἀδιαφόρως· πρῶτον γὰρ ἐγένετο τὸ κατὰ Θρᾴκην, εἶτα τὰ περὶ Ἅλου καὶ Φαρσάλου καὶ ὕστερον τὸ περὶ Φωκέας.

`11.6`

αἰτίας οὐκ οὔσας οἷον περὶ Διοπείθους, λέγων ὅτι ἀδικεῖ τὴν εἰρήνην πολεμῶν, καὶ περὶ Φωκέων, ὅτι ἱερόσυλοί εἰσι, καὶ περὶ Ἁλίων, ὅτι τοὺς Φαρσαλίους ἀδικοῦσι.

`11.7`

τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ συμπέρασμα τοῦ προοιμίου. εὐθὺς δὲ ἀπʼ αὐτοῦ εἰσβολὴ τοῦ δυνατοῦ κεφαλαίου.

`11.8a`

ὀρρωδεῖν τὸ φοβεῖσθαι· εἴρηται δὲ ἀπὸ τοῦ ὀρροῦ καὶ τοῦ δέους· ὀρρὸς δὲ λέγεται ἡ πυγὴ τῶν ὀρνίθων· ὅθεν καὶ ὀρροπύγιον. ἐπειδὴ οὖν συμβαίνει ταῖς ὄρνισιν ἐν τῷ φοβεῖσθαι ἀποπατεῖν καὶ τὸν ὀρρὸν ἀπὸ τοῦ δέους ἐπείγεσθαι πρὸς τὸ ἀφοδεῦσαι, διὰ τοῦτο εἴρηται τὸ φοβεῖσθαι ὀρρωδεῖν.

`11.8b`

λέγεται δὲ καὶ ἀρρωδεῖν.

`11.9`

τοὺς θεοὺς οὐκ ἔχων δεῖξαι δύναμιν ὑπάρχουσαν ἐπὶ τοὺς θεοὺς καταφεύγει, λέγων αὐτοὺς συμμαχεῖν Ἀθηναίοις διὰ τὸ μισεῖν Φίλιππον. εἶτα ἐπειδὴ ἄδηλον ἦν εἰ ἐμίσουν αὐτόν, ἐπήγαγε τὴν ἐπιορκίαν, κατασκευάζων ἐκ τούτων ὡς τοῖς τοιούτοις πολέμιοι ἀεὶ καθεστᾶσιν οἱ θεοί.

`11.10`

ἀπὸ τῶν Περινθίων Πέρινθος πόλις Θρᾴκης, ἥτις νῦν καλεῖται Ἡράκλεια, οὐ πολὺ ἀπέχουσα τοῦ Βυζαντίου· διὸ εὐθὺς συνῆψε τούτοις τὸ Βυζάντιον.

`11.11`

ὑποπτεύεται ἐπειδὴ ἐδόκουν τέως εἶναι φίλοι οἱ Θηβαῖοι, ὑποψίαν ἐπʼ αὐτῶν εἶπεν· ἡ δὲ ὑποψία πόλεμον πάλιν ὠδίνει κατὰ γνώμην.

`11.12`

Νίκαιαν ἰστέον ὅτι πολὺ ἀφέστηκε τῶν Θηβαίων αὕτη· ἐν γὰρ ταῖς Πύλαις κεῖται. καλεῖ δὲ αὐτὴν Θηβαίων, ἐπειδὴ ἄποικος ἦν αὐτῶν.

`11.13`

κατέχων ὡς ἐπὶ τυράννου ἡ λέξις.

`11.14`

ὧν, ὦ ἄνδρες Ἀθηναῖοι ἐπίλογος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vky-al`.
