---
title: "Scholia on Demosthenes: On the Peace"
title_greek: "Σχόλια εἰς Δημοσθένη, Περὶ τῆς εἰρήνης"
author: Demosthenes Scholia
eul_wid: vky-af
eul_aid: vky
canonical: "https://eulogikon.org/works/demosthenes-scholia-text-on-the-peace-vky-af"
lang: grc
period: Late Antique
dialect: Mixed Dialects
content_hash: "sha256:736d062b926dc0292bd7d7ffdf9bb70397c60fb7a88eadae42ddf321523d0fc0"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Demosthenes: On the Peace

*Σχόλια εἰς Δημοσθένη, Περὶ τῆς εἰρήνης*

**Author:** Demosthenes Scholia

**eul_wid:** `vky-af` · [HTML page](https://eulogikon.org/works/demosthenes-scholia-text-on-the-peace-vky-af)

## Text

Part of [Scholia on Demosthenes](/works/demosthenes-scholia-text-vky-aa)

ΠΕΡΙ ΤΗΣ ΕΙΡΗΝΗΣ

Ὑπόθεσις τοῦ Περὶ τῆς εἰρήνης

Ὁ Φίλιππος μετὰ τὸ ἀνελεῖν τοὺς Φωκέας ἐν τῇ εἰρήνῃ πάρεδρος Ἀμφικτυόνων ἠβουλήθη γενέσθαι ὡς λείποντος τοῦ ἑνὸς ἔθνους Ἀμφικτυόνων πρὸς ἀναπλήρωσιν τῶν ιβʹ. τοῦτο ἐψηφίσαντο Θηβαῖοι καὶ Θετταλοὶ καὶ ἄλλοι τινές· ἀναγκαίως οὖν ἐχρῆν καὶ τοὺς Ἀθηναίους τούτοις συμψηφίσασθαι.

Ἀμφικτυονία δὲ τόπος ἐν τῇ Ἑλλάδι, κοινὸν τῶν Ἑλλήνων δικαστήριον. ὅτε γὰρ ἠδικοῦντό τινες τῶν Ἑλλήνων, ἀπῄεσαν ἐκεῖ· οὐ γὰρ παρὰ τοὺς ἀδικοῦντας καὶ ἀδικουμένους ἐχρῆν δικάζεσθαι. καὶ πάλιν, ὅτε περὶ κοινοῦ τινος ἐσκέπτοντο, ἐκεῖσε ἐβουλεύοντο. λέγουσι δὲ ὅτι ἐξ ἥρωός τινος ἔσχε τὸ ὄνομα. σκοπούντων οὖν Ἀθηναίων εἰ δεῖ δέξασθαι τὸν Φίλιππον εἰς τὴν Ἀμφικτυονίαν συμβουλεύει Δημοσθένης δεῖν δέχεσθαι διὰ τὸ μὴ κοινὸν ἄρασθαι πρὸς τοὺς Ἕλληνας πόλεμον· ἦσαν γὰρ ψηφισάμενοι πολλοὶ καὶ ἔμελλον συναγωνίσασθαι τῷ Φιλίππῳ ὀργιζόμενοι ὡς τῆς γνώμης αὐτῶν ἀναιρουμένης.

Τινὲς δὲ ἐνόθευσαν τοῦτον τὸν λόγον ὡς ἀνομοίαν ἔχοντα ὑπόθεσιν τῆς γνώμης αὐτοῦ, οὐ προσσχόντες ἀκριβῶς τῷ σκοπῷ τοῦ ῥήτορος. ἐπειδὴ γὰρ δοκεῖ ὑπὲρ Φιλίππου λέγειν, ὃ οὐδεπώποτε ὤφθη ποιήσας, ᾠήθησαν εἶναι αὐτοῦ τὸν λόγον ἀλλότριον. ἠγνόησαν δὲ ὡς ἔστι διαφόρως περὶ τοῦ αὐτοῦ χρήσασθαι πράγματος, τῆς προαιρέσεως οὐκ ἀλλαττομένης. οἷον λέγει τις ἐχθρὸν κακῶς καὶ λέγει τις κακῶς φίλον ἐπιτιμῶν· καὶ τὸ μὲν κακῶς ἐπʼ ἀμφοῖν, ἡ δὲ γνώμη διάφορος. οὕτω καὶ νῦν ὁ Δημοσθένης πεποίηκεν. λέγειν μὲν γὰρ ὑπὲρ Φιλίππου δοκεῖ, οὐ μετέστη δὲ τῆς προαιρέσεως, ἀλλὰ διὰ τὸ κοινὸν χρήσιμον οὕτω τὸν λόγον μετεχειρήσατο. τινὲς δὲ πραγματικῆς ἐγγράφου τοῦτον ἀπεφήναντο, λέγοντες ὡς περὶ εἰρήνης συμβουλεύει· ἔγγραφος δὲ ἡ εἰρήνη· ἔγγραφος ἄρα πραγματικὴ ἡ στάσις. φαίνονται δὲ ἀγνοήσαντες ὡς οὐ περὶ τῆς εἰρήνης λέγει νῦν οὐδὲ περὶ ταύτην ἠσχόληται, ἀλλʼ ὅτι συμφέρει δέξασθαι αὐτὸν καὶ μὴ πολεμεῖν, ὥστε εἶναι τὴν στάσιν πραγματικὴν ἄγραφον· ψιλὴ γὰρ ἡ παραίνεσις.

Τὸ δὲ προοίμιον, ἐπειδὴ ἐκ παραδόξων ἄρχεται — παρὰ γὰρ τὴν ἑαυτοῦ καὶ τὴν αὐτῶν γνώμην δοκεῖ λέγειν, εἴ γε περὶ εἰρήνης δοκεῖ λέγειν καὶ τρόπον τινὰ ὑπὲρ Φιλίππου —, οὐκ εὐθὺς τῆς ὑποθέσεως ἄρχεται, ἀλλὰ ταράττει πρῶτον, ἵνα ὡς ἐν τηλικαύτῃ ταραχῇ αὐτὸς συμβουλεύων ὥσπερ ἰατρὸς εὑρεθῇ κατὰ τοὺς λόγους γενέσθαι· δεῖ γάρ, ὅτε τι παράδοξον μέλλομεν λέγειν, μὴ εὐθὺς ἐκ τοῦ πράγματος ἄρχεσθαι, ἀλλὰ ταράττειν τὸν ἀκροατήν, ἵνα ῥᾷστον ἀποδέχηται, ὡς ἐν μεγίστῳ τυγχάνων φόβῳ, τοῦ συμβουλεύοντος καὶ ὁπωσοῦν ἔχουσαν τὴν παραίνεσιν. τὸ μὲν οὖν προοίμιον πολλὴν ταραχὴν ἐμποιεῖ τῷ ἀκροατῇ, ὡς ἔφαμεν, διὰ τὴν χρείαν· ἡ δὲ πρότασις διῃρημένη.

`5.1`

ὁρῶ πρότασις. τὸ προοίμιον ἐκ τοῦ πράγματος καὶ ἐκ τοῦ κατηγοροῦντος.

`5.2`

πολλὴν δυσκολίαν ἔχοντα δύσκολος αὐτῷ καὶ χαλεπὴ δοκεῖ τυγχάνειν ἡ παροῦσα ὑπόθεσις· εἰωθὼς γὰρ κατὰ Φιλίππου λέγειν ἀναγκάζεταί πως τῷ βουλήματι αὐτοῦ ἄκων συνηγορεῖν καὶ πείθειν τὴν πόλιν εἰρήνην ἄγειν, αὐτὸς εἰωθὼς συμβουλεύειν τὸν ἀδικοῦντα ἀμύνεσθαι. γέγονε δὲ τοῦτο αὐτῷ οὐ κατὰ προαίρεσιν, ἀλλὰ διʼ ἀνάγκην ἁπάντων τῶν Ἑλλήνων συνεληλυθότων καὶ ἐψηφισμένων Ἀμφικτύονα εἶναι τὸν Φίλιππον. οὓς δεδοικὼς συμβουλεύει τῇ πόλει φέρειν γενναίως διὰ τὸ αὐτῇ συμφέρειν τὸ συμβεβηκὸς Φωκεῦσι καὶ μὴ διὰ τοῦτο ἐναντιοῦσθαι πρὸς Φίλιππον. πρόκειται δὲ αὐτῷ μὴ ἐναντιωθῆναι τῷ δόγματι τῶν Ἀμφικτυόνων ἐψηφισμένων Ἀμφικτύονα εἶναι τὸν Φίλιππον. χρῆται οὖν τῷ δικαίῳ παραινῶν μὴ προτέρους παραβαίνειν εἰρήνην μηδὲ ὅρκους συγχεῖν· εἶτα γενναιότερον ἐπεξιὼν φόβον αὐτοῖς παρίστησιν ὅτι πρὸς ἅπαντας αὐτοῖς ἔσται τοὺς Ἕλληνας ἐναντιοῦσθαι.

`5.3a`

οὐ μόνον κατασκευή.

`5.3b`

κατασκευὴ τῆς προτάσεως διῃρημένη καὶ αὕτη· αἱ γὰρ κατασκευαὶ πῇ μὲν διῃρημέναι πῇ δὲ διεζευγμέναι λέγονται. διὰ τοῦ οὖν λέγειν «οὐ μόνον» μερίζει καὶ δείκνυσιν ὅτι κατʼ ἄλλο τι διαιρῶν καὶ οὐχ ὑφʼ ἓν λέγει τὴν κατασκευήν.

`5.4`

προεῖσθαι οὐ λέγει ὅτι «ὑμεῖς προδεδώκατε», ἀλλʼ αὐτὰ τὰ πράγματα προδέδονται.

`5.5`

προὔργου ἀντὶ τοῦ χρήσιμον καὶ συμφέρον.

`5.6`

εὖ λέγειν εὐλογεῖν.

`5.7`

κατὰ ταὐτὰ ἐκ παραλλήλου δηλοῖ τὸ «ὁμοῦ».

`5.8`

τὸ συμφέρον ἀντὶ τοῦ τὸ συμφέρον ὀφείλειν εἶναι πρὸ παντὸς ἔργον.

`5.9a`

δυσκόλου δευτέρα πρότασις.

`5.9b`

συμπέρασμα.

`5.10a`

οἱ μὲν γὰρ ἄλλοι κατασκευὴ τῆς δευτέρας προτάσεως.

`5.10b`

οἱ ... ἄλλοι τοῦτο δευτέρα κατασκευή.

`5.11`

ἐκ δὲ τούτου ἐκ τοῦ ἁμαρτάνειν ὑμᾶς.

`5.12`

παρὰ πάντα καθʼ ὃν ἐγὼ πολιτεύομαι χρόνον.

`5.13`

εὐδοκιμεῖν διὰ τὸ δοκεῖν ἀληθῆ λέγειν.

`5.14`

ἐκφεύγειν διὰ τὸ μὴ ποιεῖν ὑμᾶς τὰ δέοντα.

`5.15`

οὐ μὴν ἀλλὰ καίπερ συμπέρασμα τοῦ προοιμίου.

`5.16`

πεπεικὼς καλῶς τὸ «οἴομαι» ἐπήγαγε τοῦτο· οὐδεὶς γὰρ ἀμφιβάλλοντι ῥήτορι πείθεται.

`5.17a`

ἀκριβῶς δὲ εἰδὼς προοιμιακὰ νοήματα ταῦτα πρὸ τῆς ὑποθέσεως, οὐ τέλεια προοίμια ἀναιροῦντα τὸ φορτικόν· ἐπειδὴ γὰρ μέλλει ἑαυτὸν ἐγκωμιάζειν,  <span class="gap">…</span>

`5.17b`

ἀκριβῶς δὲ εἰδὼς δεύτερον προοίμιον.

`5.17c`

συμφέρον κεφάλαιον. ἡ δὲ σύνταξις οὕτως· ἀκριβῶς δὲ εἰδὼς τῶν λυσιτελούντων ὑπάρχον τοῦτο τὸ πρᾶγμα, οἷον τὸ λέγειν τινὰ καὶ περὶ ἑαυτοῦ καὶ περὶ ὧν εἶπέ ποτε καὶ συνεβούλευσεν, ὅτι τὸ ἐπαινεῖν ἑαυτὸν καὶ τοὺς ἑαυτοῦ λόγους, οὕτως ἐγὼ τοῦτο φορτικὸν ἡγοῦμαι ὥστε ἀνάγκην ἔχων νῦν ἐμαυτὸν ἐπαινεῖν ὅμως τοῦτο φεύγω ποιεῖν.

`5.18`

ἀνάγκην τὸ ἐπαινεῖν ἐμαυτὸν πρῶτον.

`5.19`

ἐγὼ ὦ Ἀθηναῖοι πρῶτον εἰδὼς τὸ χαλεπὸν τῆς ὑποθέσεως καὶ ὅτι δυσχερῶς οἱ ἀκούοντες προσήσονται, σύντασιν ποιεῖται τῶν οἰκείων λόγων ὡς μὴ ἁμαρτανόντων μηδέποτε μηδὲ διαπιπτόντων περὶ τὰς ὑποθέσεις· ὅσα γοῦν συμβουλεύσαντι αὐτῷ μὴ ἐπείσθησαν, ἀλλὰ διήμαρτον, ταῦτα ὑπέμνησεν, ἵνʼ ἐπιστρέψῃ πρὸς τὴν παροῦσαν ὑπόθεσιν καὶ καταναγκάσῃ πεισθῆναι.

`5.20`

ἔπειθόν τινες ὑμᾶς εἰς τοὺς ῥήτορας ἀποτείνεται τοὺς ἄλλους τοὺς προδότας.

`5.21`

Πλουτάρχῳ Πλούταρχος ἦν Ἐρετρίας τύραννος. τούτῳ ἐπανέστη Κλείταρχος καὶ ἅμα καὶ οἱ πολῖται συνεπέθεντο. ἔπεμψε πρὸς Ἀθηναίους συμμαχίαν αἰτῶν. ἀντεῖπε Δημοσθένης. μὴ πεισθέντες ἀπέστειλαν. μετεπέμψατο καὶ μισθοφόρους ξένους. διαλυσάμενος, ἀπαιτούντων αὐτὸν τῶν ξένων τὸν μισθόν, αὐτοῖς Ἀθηναίων λογάδας δήσας ἔδωκεν· οἱ δὲ Ἀθηναῖοι νʹ τάλαντα πέμψαντες ἐλύσαντο αὐτούς. διὸ καὶ δαπανηρὸν ἐκεῖνον τὸν πόλεμον εἴρηκεν, ἄδοξον δὲ ὅτι τυράννῳ βοηθεῖν ἤμελλον.

`5.22`

Νεοπτόλεμον ὁ Νεοπτόλεμος Σκύριος ἦν καὶ τραγῳδίας ὑπεκρίνατο. θέλει δὲ εἰπεῖν ὅτι «οὐκ ἠκούσατε τοῦ Νεοπτολέμου ὥσπερ ἐν θεάτρῳ διὰ τῆς φωνῆς κηλούμενοι. ἐχρῆν δὲ ὑμᾶς τὸ ἐναντίον, εἰ καὶ ἐν θεάτρῳ ἠκούσατε ἀμφοτέρων, μᾶλλον ἐμοὶ προσθέσθαι ὡς παραινοῦντι τὰ χρήσιμα. οὐκοῦν ἐμὸς ὁ τόπος, ἐμὴν εἶναι καὶ τὴν ψῆφον ἐχρῆν· ἐκκλησία γὰρ ἦν.» τὸ δὲ «θεᾶσθαι» παρατηρητέον· ἀρχαϊσμὸς γὰρ ἐπὶ τραγῳδῶν.

`5.23`

τὸν ὑποκριτὴν οἱ ἀρχαῖοι ὑποκριτὰς ἐκάλουν τοὺς νῦν τραγῳδοὺς λεγομένους τοὺς ποιητάς, οἷον τὸν Εὐριπίδην καὶ Ἀριστοφάνην, τοὺς δὲ νῦν ὑποκριτάς — οὗτοι δὲ ἦσαν δύο — τὸν μὲν δευτεραγωνιστὴν τὸν δὲ τριταγωνιστήν, αὐτοὺς δὲ τοὺς ποιητὰς τῶν δραμάτων τραγῳδοὺς καὶ τραγῳδοδιδασκάλους.

`5.24`

Θεσπιὰς καὶ Πλαταιὰς αὗται Βοιωτῶν αἱ πόλεις. ταύτας ὑπακούειν τοῖς Θηβαίοις μὴ βουλομένας καταλαβόντες ἐν σπονδαῖς κατέσκαψαν καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἐξήλασαν, καὶ τὰ χρήματα σὺν τῇ χώρᾳ αὐτῶν κατενείμαντο. ταῦτα δὲ λέγει τοῦ Αἰσχίνου καθαπτόμενος.

`5.25`

ἕτερον δὲ γενναίως τῷ μέρει τῆς προκατασκευῆς τῷ ἐκ τῆς τῶν οἰκείων λόγων συστάσεως ἐπεξελθὼν ἦλθε καὶ ἐφʼ ἑτέραν ῥητορείαν καὶ ποιεῖται σύστασιν τοῦ οἰκείου προσώπου, ὁποίαν ὁ ῥήτωρ ὁ Περικλῆς παρὰ Θουκυδίδῃ ποιεῖται, ὅτι καθαρὸς παντὸς λήμματος καὶ ἀδωροδοκήτως δημηγορεῖ καὶ διὰ τοῦτο τὸν λόγον ἐλεύθερον ἔχει, ἐνδεικνύμενος ὅτι πανταχοῦ τὸ τῆς πόλεως συμφέρον βούλεται, οὐ πρὸς ἀπέχθειαν οὐ πρὸς χάριν βλέπων. θαυμάσαι δʼ ἄξιον ὅτι τοιαύτην δημηγορίαν ποιούμενος οὐδαμοῦ τὸ τοῦ Φιλίππου συμφέρον φαίνεται λέγων, μᾶλλον δὲ οὐδὲ ἀφιστάμενος τοῦ θυμοῦ τοῦ πρὸς τὸν Φίλιππον, ἀλλὰ τὸ συμφέρον τῆς πόλεως σκοπῶν καὶ τοῦτο θηρεύων.

`5.26`

τρυτάνην τρυτάνη μέν ἐστι τὸ πᾶν ζύγιον, πλάστιγγες δὲ αὐτὰ τὰ πλατέα εἰς ὃ ἐμβάλλομεν τὸ σταθμώμενον.

`5.27`

οἴχεται φέρον πῶς «οἴχεται»; ἐπὶ θάτερα ἐπιβαρήσαντος τοῦ ἐπικειμένου. οὕτω καὶ τῇ γνώμῃ ἐὰν προσενέγκῃς ἀργύριον, οἴχεται φέρον ἑαυτῷ· οὐκοῦν ἕως μὲν ἀκλινής ἐστιν ὁ λογισμός, βλέπει τὰ χρήσιμα, βαρούμενος δὲ τῷ χρυσίῳ πλανᾶται καὶ διασφάλλεται.

`5.28`

ἓν ἀπὸ τοῦ «ἓν μὲν ἔγωγε» ἡ ἀρχὴ τοῦ κεφαλαίου· ἔστι δὲ τὸ συμφέρον μετὰ τοῦ δικαίου ἀναμεμιγμένον καὶ τοῦ δυνατοῦ.

`5.29`

ὑπάρχουσαν πανταχοῦ παρατηρητέον ὅτι λέγων μὴ δεῖν λύειν τὴν εἰρήνην οὐδαμοῦ Ἀμφικτύονα τὸν Φίλιππον ὀνομάζει γίνεσθαι, ἀλλὰ διὰ τοῦ μὴ λύειν κατασκευάζει τοῦτο. καὶ οὕτως λυπεῖ τοὺς Ἀθηναίους καὶ ἀνύει ὃ βούλεται.

`5.30`

θορυβήσῃ ἐπειδὴ ἤμελλον πολεμίους ὄντας τοὺς Θηβαίους ἀκούοντες Ἀθηναῖοι ταράττεσθαι, παρενέβαλε τὸ «μὴ θορυβηθῆτε»· ἥκιστα γὰρ πολεμοῦσι. «ἕτερος» γὰρ «καθεδεῖται»· ἐπικαθεσθήσεται, κρατήσει τῶν ἄθλων ὁ Φίλιππος.

`5.31`

οὐκ ἄχρι τῆς ἴσης ἕκαστος ἐστὶν εὔνους οἷον οὐκ ἐπʼ ἴσης βοηθοῦσιν Ἕλληνες καὶ κινδυνεύουσι καὶ ἀδικοῦσιν ὥστε καὶ κρατεῖν τῶν ἄλλων καὶ σῴζεσθαι· οὐχ ὁμοίως γὰρ εὐνοοῦσιν ἡμῖν πρὸς τὸ σωθῆναι καὶ πρὸς τὸ πλεονεκτῆσαι. οἶδα γὰρ ὅτι καὶ οἱ ἡμέτεροι σύμμαχοι καὶ οἱ Θηβαίων τοὺς μὲν ἐφʼ ὑμᾶς ἐρχομένους ἀμυνοῦνται, οὐ μὴν ἐπιστρατεύσουσιν.

`5.32`

τί οὖν ἡγοῦμαι φοβερόν; ἀντιθέσεως ἐμπιπτούσης ὅτι «ἡμεῖς τοὺς Ἕλληνας οὐδὲν ἠδικήσαμεν, ὥστε πῶς ἂν ἡμῖν πολεμήσαιεν;» ταύτην λέλυκεν ἐπαγαγὼν «εἰ γὰρ Ἀργεῖοι καὶ Μεσσήνιοι» καὶ ἑξῆς, τουτέστιν ἠδίκηνται μὲν ὑφʼ ἡμῶν οἱ Ἕλληνες οὐδέν, μνησικακοῦσι δὲ ἄλλως, Ἀργεῖοι μὲν καὶ Μεσσήνιοι καὶ Μεγαλοπολῖται διὰ τὴν πρὸς Λακεδαιμονίους ἐπικηρυκείαν, Θηβαῖοι δὲ ὅτι τοὺς παρʼ ἐκείνων φυγάδας σῴζομεν, Θετταλοὶ δὲ ὅτι τοὺς περιλελειμμένους σῴζειν ἐπιχειροῦμεν τῶν Φωκέων, Φίλιππος δὲ ὅτι κωλύομεν αὐτὸν κοινωνεῖν τῆς Ἀμφικτυονίας.

`5.33`

ἐπικηρυκείαν φιλίαν, ἐπειδὴ διὰ κηρύκων γίνεται.

`5.34`

ἴστε γὰρ δήπου ἀντέπιπτεν ἀντίθεσις ἀπὸ τῆς ἐργασίας κατὰ τὸ ἀκόλουθον ὅτι «οὐ συμφέρει τοῖς Ἕλλησιν ἡμᾶς ἀπολέσθαι», ἔλυσε δὲ καὶ τοῦτο εἰπών· «οὐδὲ γὰρ Θηβαίοις συνέφερεν αὐξηθῆναι τὸν Φίλιππον οὐδὲ Θετταλοῖς, ἀλλʼ ὅμως διὰ τὴν πρὸς Φωκέας φιλονεικίαν ἅπαντα ταῦτα ὑπέμειναν.» ὑποψίαν δὲ αὐτοῖς ἐμποιεῖ γενησομένου πολέμου, ὅπερ ἀπὸ τῆς λέξεώς ἐστι καταμαθεῖν τῆς «ἐπισπασθῶσι».

`5.35`

Φίλιππον τοίνυν ἀντέπιπτεν ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ «καὶ μὴν οὐ βοηθήσουσι Θηβαῖοι Φιλίππῳ ὑπόπτως ἔχοντες· οὐδὲ γὰρ ἑκὼν ἔδωκεν αὐτοῖς Ὀρχομενὸν καὶ Κορώνειαν», ἵνα τὸ λεγόμενον ᾖ τοιοῦτον· καὶ μὴν οὐ βοηθήσουσι Φιλίππῳ Θηβαῖοι· οὐδὲ γὰρ εὔνως διάκεινται πρὸς αὐτόν. αὕτη γάρ ἐστιν ἡ ἀπὸ τοῦ δυνατοῦ ἀντίθεσις. ταύτην ἔλυσε κατὰ ἀγανάκτησιν ὡς εὐήθει ἐπιτιμήσας, εἴ τις χρῷτο τούτῳ τῷ λόγῳ· ἐπειδὴ γὰρ τὸ δυνατὸν κατεσκεύασε τοῦ Φιλίππου ἰσχυρὸν ἐξ ἀρχῆς, αὕτη δὲ ἡ ἀντίθεσις ἀνατρέπειν ἐδόκει τὸ σύμπαν, διὰ τοῦτο καὶ «ἐρρῶσθαι» εἶπε τοῖς χρωμένοις τῷ λόγῳ· μὴ γὰρ εἶναι αὐτὸν ἰσχυρόν.

`5.36`

τὰ κελευόμενα ἑτέραν ἔθηκεν ἀντίθεσιν ἀπὸ τοῦ δικαίου καὶ τοῦ δυνατοῦ μικτήν· «πεισθῶμεν οὖν τοῖς ἐπιτάγμασιν φοβούμενοι Φίλιππον καὶ τοὺς Ἕλληνας;» ταύτην ἔλυσε κατʼ ἀναίρεσιν, φάσκων μὴ δεῖν μὲν φοβεῖσθαι, οὐ μὴν διὰ τοῦτο τὴν εἰρήνην λύειν· καὶ ἑτέρᾳ λύσει ἀπὸ τοῦ ἐνδόξου, ὅπερ ἐστὶ μέρος τοῦ συμφέροντος, «ἵνα μηδὲν ἀνάξιον πράξωμεν ἡμῶν αὐτῶν»· τοῦτο δέ ἐστιν, ἢν μὴ δόξωμεν εἶναι φθονεροί, ὅπερ ἀπὸ τοῦ ἐνδόξου ἐστίν, ἢ μὴ δόξωμεν εἶναι ἀνόητοι. εἶτα τῷ δικαίῳ πάλιν· «ἡμεῖς Θηβαίους ἔχειν ἐῶμεν Ὠρωπόν», ὅπερ ἐστὶ μέρος τοῦ δικαίου. πρὸς δὲ τὴν ἀντίθεσιν ἅμα ἐστὶ καὶ ἐπίλογος. ἄρχεται γὰρ ὁ ἐπίλογος ἀπὸ τοῦ «πρὸς δὲ τοὺς θρασέως ἅπαντα οἰομένους».

`5.37`

τὰ κελευόμενα ... ποιεῖν ἀνθυποφορά. φησίν· ὀφείλομεν πᾶσι τοῖς προσταττομένοις ὑπακούειν ὥσπερ καὶ νῦν. ἡ δὲ ἀνθυποφορὰ ἥττων μὲν ἀντιθέσεως, μείζων δὲ ἀντιπίπτοντος.

`5.38`

Καρδιανοὺς Καρδία πόλις Μιλησίων ἄποικος ἐν Χερρονήσῳ, ἥτις τοὔνομα ἔσχεν ἐντεῦθεν. Ἑρμοκράτους τοῦ Μιλησίου οἰκίζοντος αὐτὴν καὶ θύοντος κόραξ ἁρπάξας τοῦ ἱερείου τὴν καρδίαν ἀφῆκεν εἰς τὴν γῆν, καὶ διὰ τοῦτο κέκληται Καρδία. οὗτοι δὲ οἱ Καρδιανοὶ οὐκ ἐβούλοντο συντελεῖν μετὰ τῶν ἄλλων Χερρονησιτῶν καὶ ὑπακούειν Ἀθηναίοις, ἀλλὰ ἔφησαν ἔξω τῶν ὅρων εἶναι τῶν Ἀθηναίοις προσηκόντων. ἡ γὰρ Χερρόνησος Ἀθηναίων ἦν κτησαμένου αὐτὴν Μιλτιάδου τοῦ Κυψέλου.

`5.39`

τὸν Κᾶρα τὸν τῆς Καρίας λέγει σατράπην τὸν Μαύσωλον.

`5.40`

Βυζαντίους Βυζάντιόν ἐστιν ἡ νῦν Κωνσταντινούπολις. ἐκλήθη δὲ ἀπὸ Βύζαντός τινος Μεγαρέων ἡγησαμένου τῆς ἀποικίας. Μεγαρέων γὰρ ἄποικοι Βυζάντιοι.

`5.41`

πρὸς ἅπαντας τῶν μεγίστων, φησί, παρακεχωρηκότες διʼ ἐπιεικείας νυνὶ περὶ φαύλων καὶ σκιᾶς πολεμήσομεν;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vky-af`.
