---
title: "Scholia on Demosthenes: On Organization"
title_greek: "Σχόλια εἰς Δημοσθένη, Περὶ συντάξεως"
author: Demosthenes Scholia
eul_wid: vky-an
eul_aid: vky
canonical: "https://eulogikon.org/works/demosthenes-scholia-text-on-organization-vky-an"
lang: grc
period: Late Antique
dialect: Mixed Dialects
content_hash: "sha256:90eaf2bbd968dd8930074828565c58d1a62bc38db87e4548e5b36433187dba6d"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Demosthenes: On Organization

*Σχόλια εἰς Δημοσθένη, Περὶ συντάξεως*

**Author:** Demosthenes Scholia

**eul_wid:** `vky-an` · [HTML page](https://eulogikon.org/works/demosthenes-scholia-text-on-organization-vky-an)

## Text

Part of [Scholia on Demosthenes](/works/demosthenes-scholia-text-vky-aa)

ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ

`13.1`

Ὁ περὶ συντάξεως λόγος οὐκ ἔχει μὲν προφανῆ τὸν χρόνον, εἰκάσειε δʼ ἄν τις αὐτὸν εἰρῆσθαι πρὸ τῶν Φιλιππικῶν, ἀφεστηκότων μὲν ἤδη τῶν συμμάχων, Ῥοδίων δὲ ὀλιγαρχουμένων. ὥστε, ὅσοι συντάττουσιν αὐτὸν τοῖς Φιλιππικοῖς, ἠγνοήκασι παντελῶς ὅτι τῶν Φιλιππικῶν ἐστὶ προγενέστερος. ἔοικε δέ τις Εὐβούλου νενικηκέναι γνώμη τὰ στρατιωτικὰ θεωρικαὶ γενέσθαι. μεθʼ ἣν ἐπιχειροτονίαν οὐκέτι μὲν ἀντιλέγειν δύναται τῷ λαμβάνειν, συντρέχων δὲ ταῖς διανομαῖς εἰσηγεῖται δεῖν ἐκκλησίαν γενέσθαι καὶ ἐν ἐκείνῃ κυρῶσαι ἅπερ ἀξιοῖ καὶ αὐτός. ἀξιοῖ δὲ προστεθῆναι τῷ λαμβάνειν τάξιν τοῦ πράττειν τινὰ τὰ δέοντα. οὐκ ἔστι δὲ ἡ περὶ τούτου προκειμένη συμβουλὴ νῦν ἐντελής, ἀλλʼ εἰσήγησις μόνη καὶ προτροπή τισιν ἐν ἑτέρᾳ ἐκκλησίᾳ τὴν τούτων τάξιν κυρώσουσιν. ἀξιοῖ δὲ καὶ τοὺς καιροὺς διαταχθῆναι, τόν τε τοῦ πολέμου καὶ τὸν τῆς εἰρήνης· καὶ τὰ κεφάλαια δὲ περὶ ὧν αὐτοὺς δεῖ βουλεύσασθαι προτίθησι νῦν καὶ προαναφωνεῖ. τὸ δὲ σύμπαν ἐστὶν ὥστε διὰ παντὸς μὲν λαμβάνειν αὐτούς, λαμβάνοντας δέ, ὡς ἔφη, μηδενὸς τῶν πρακτέων ἀμελεῖν μηδὲ ῥαθυμεῖν ὅτου καιρὸς εἴη. ἐπειδὴ γὰρ οὐκ ἔσχεν ἀντειπεῖν κρατούσῃ Εὐβούλου τῇ γνώμῃ περὶ τοῦ λαμβάνειν, ἦλθε λοιπὸν ἐφʼ ἑτέραν ὁδὸν διʼ ἧς προστίθησι καὶ αὐτὸς τὴν ἑαυτοῦ γνώμην, τὸ δεῖν πράττειν διʼ αὐτῆς εἰσηγούμενος. καὶ ἡ μὲν ὑπόθεσις καὶ ὁ σκοπὸς τοῦ λόγου τοῦτον ἔχει τὸν τρόπον, οὔτε δὲ περὶ πολέμου πρόκειται συμβουλή τις οὔτε περὶ τοῦ δεῖν ἄγειν εἰρήνην ἡ σκέψις πάνυ, ἀλλʼ ἔστιν, ὡς ἔφην, εἰσήγησις ἀξιοῦντος προστιθέναι τῇ κεκρατηκυίᾳ γνώμῃ περὶ τοῦ λαμβάνειν τὸ πράττειν τὰ δέοντα, χρωμένους ἀφορμῇ ταύτῃ. παρὰ τῶν τῆς πόλεως Εὐβούλου μικρὰ δεδωκότος καὶ πρὸς χρόνον ῥητὸν τῶν πανηγύρεων, οὗτος καὶ διὰ παντὸς δίδωσι καὶ πλείονα, εἰ μόνον ἐθέλοιεν διὰ τοῦτο λαμβάνειν, ἵνα καὶ τὰ δέοντα πράττοιεν.

Τὸ δὲ πρῶτον κεφάλαιον τοῦ λόγου, εἰ μὲν ἐντελῆ τὴν ἐργασίαν εἶχε τοῦ πῶς χρὴ λαμβάνειν πεζοὺς καὶ ἱππέας καὶ τριηρίτας καὶ πότε καὶ πῶς δεῖ συντετάχθαι, ἀπεφήνατο ἄν τις εἰκότως θαρρῶν εἶναι τὸ δυνατόν· ἐπεὶ δὲ οὐ περὶ τούτων νῦν ὁ λόγος ἐστίν, ἀλλʼ ἁπλῆ τις εἰσήγησις περὶ τοῦ καταδέξασθαι λόγον περὶ τούτων καὶ προθεῖναι τὴν γνώμην τῷ συμβουλεύοντι, εἰκότως ἄν τις ἀποφήναιτο τοῦ συμφέροντος εἶναι. ὅθεν δὴ τὸ συμφέρον ἀποφαντικῶς φαμὲν τὸν λόγον ἔχειν κατὰ τὸ πρῶτον κεφάλαιον, εἰσηγουμένου τοῦ ῥήτορος συμφέρον εἶναι περὶ τῆς παρασκευῆς βουλεύεσθαι, ὡς περιεκτικὸν μὲν εἶναι τὸ συμφέρον, περιεχόμενον δὲ τὸ δυνατόν· πάντες γὰρ οἱ περὶ τοῦ δυνατοῦ λόγοι καὶ πᾶσαι δὲ αἱ ἀποδείξεις ἀπὸ τοῦ συμφέροντος ἔχουσι τὰς κατασκευάς.

Ἀρκτέον δὲ λέγειν ἄνωθεν. τὸ τοίνυν προοίμιον ἐρρητόρευται αὐτῷ κατὰ τὸν τρόπον τοῦ ὑπὲρ Μεγαλοπολιτῶν καὶ περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν· καὶ γὰρ ἐν ἐκείνοις προστιθέμενος θατέρῳ μέρει προσποιεῖται μηδετέρῳ συναγορεύειν, ἀλλʼ ἀεὶ τὸ μέσον ζητεῖν, τοῦτο δέ ἐστι τὸ τῆς πόλεως συμφέρον· εἰ γὰρ μήτε τοῖσδε μήτε ἐκείνοις συναγορεύειν ἐπαγγέλλεται, δῆλον ὅτι τοῦ κοινῇ λυσιτελοῦντος εἵνεκα παρεληλυθὼς ἐπὶ τὸ βῆμα φανήσεται. ὅθεν δὴ καὶ τοῖς ἀποτρέπουσι προστίθεται, οὐχ ἁπλῶς δὲ προστίθεται, ἀλλὰ μετὰ τοῦ ἀποδεικνύναι τοῦτο λυσιτελοῦν τῇ πόλει καὶ χρήσιμον. ὅσοι μὲν γὰρ θατέρῳ μέρει συνίστανται, αὐτοῦ τοῦ μέρους τὸ λυσιτελὲς μόνον ζητοῦντες, οὗτοι παντελῶς δοκοῦσιν ἀμελεῖν τοῦ κοινῇ συμφέροντος εἰρημένου, ὅπερ κἀν τούτῳ καὶ ἐν ἐκείνοις διαπραττόμενος φαίνεται. τοιοῦτόν ἐστι τὸ λεγόμενον παρʼ αὐτοῦ κατʼ Αἰσχίνου ἐν τῷ περὶ τῆς παραπρεσβείας λόγῳ, ὅτι βουλευομένης τῆς πόλεως περὶ τοῦ πότερον δεῖ Φίλιππον Ἀμφικτύονα ἐγγράφειν ἢ μή, ὁ μὲν Αἰσχίνης οὐδὲν τῶν συμφερόντων οὐδὲ τῶν βλαπτόντων τὴν πόλιν σκοπούμενος οὕτω συνηγόρει τῷ Μακεδόνι, δηλονότι ἐγκωμιάζων ἢ καὶ φοβῶν τοὺς ἀκούοντας ἢ τὸ δίκαιον προτείνων, ὅτι ἄτοπον τῶν ἄλλων ἄξιον αὐτὸν νομιζόντων ἡμᾶς μόνους ἀνθίστασθαι. ὁ δὲ Δημοσθένης εἰς τὴν αὐτὴν ὑπόθεσιν καθεὶς τοῦ μὲν εἰπεῖν τι περὶ Φιλίππου καλὸν ἢ αἰσχρὸν ἤ τι τοιοῦτον οἷον Αἰσχίνης παντελῶς ἀπέχεται, αὐτὸ δὲ τὸ τῆς πόλεως συμφέρον σκοπούμενος ἀπέδειξεν ὡς ἀλυσιτελὲς ἐναντιοῦσθαι τῇ τῶν Ἑλλήνων γνώμῃ. εἰ μὲν οὖν κἀνταῦθα τὰς γνώμας τὰς τῶν ἀπόρων ἀποδεξάμενος ἐποιεῖτο τὸν λόγον, εἰκότως ἄν τις αὐτὸν ἔφη τῆς ἐκείνων μερίδος ἀκριβῶς εἶναι. ἐπειδὴ δὲ τὸ μὲν κατʼ ἐκείνους σιωπᾷ, φησὶ δὲ συμφέρειν τῇ πόλει τὸ τοὺς λαμβάνοντας καὶ ποιεῖν τι τῶν δεόντων, εἰκότως ἂν δοκοίη τοῦ μὲν χαρίζεσθαι τοῖς διανεμομένοις καθεστηκέναι πόρρῳ, τοῦ δὲ τῇ πόλει λυσιτελοῦντος ἀντέχεσθαι. καὶ ταῦτα λέγων τοῖς ἀπόροις οὐ ταὐτὰ λέγειν δοκεῖ· οἱ μὲν γὰρ ὡς ἴδιον συμφέρον ἢ βλάβος ἐγύμναζον, ὁ δὲ τὸ κατʼ ἐκείνους παρεὶς τὸ τῇ πόλει συμφέρον εἰσηγεῖσθαι κατεπαγγέλλεται. εἰδὼς δὲ ἑαυτῷ τὸν λόγον ἐπικίνδυνον ὄντα καὶ σφαλερὸν τῷ τοὺς ἀκούοντας μὴ ῥᾳδίως παραδέχεσθαι ταύτην τὴν γνώμην, ἠθικῶς εἰσηγεῖται, ἀξιῶν ἐκκλησίαν ἀποδοῦναι περὶ τούτου, ἵνα καὶ λέγῃ καὶ λέγων δοκῇ μὴ λέγειν· ᾗ μὲν γὰρ οὐκ ἀποφαίνεται, πόρρω καθέστηκεν τοῦ προσκρούειν· ᾗ δὲ οὐ σεσίγηκε, ταύτῃ παρῄνεσεν.

Ἀπαλλαγεὶς δὲ τοῦ προοιμίου τὸν σκοπὸν ἀθρόως εἶπε, τῆς εἰσηγήσεως ἐντεῦθεν ἀρξάμενος· «ἐγὼ δέ φημι δεῖν — καί μοι μὴ θορυβήσητε ἐφʼ ᾧ μέλλω λέγειν —», καὶ ἔστι τοῦτο τοῦ συμφέροντος κεφαλαίου ἐπιβολή. εἶτα ἀντέπεσεν εὐθὺς τῇ ἐπιβολῇ «καὶ τίνος ἕνεκα βουλευσόμεθα περὶ παρασκευῆς πολέμου καὶ συντάξεως;» ἵνʼ οὖν τὸ λυποῦν διαλύσῃ, ἀπέδωκε τὴν αἰτίαν εὐθὺς εἰπών· «ἵνα, ὦ Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας διʼ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα πυνθάνησθε τί πράττει» ἀντὶ τοῦ ἵνα στρατευόμενοι τῶν ἀγαθῶν μεταλαμβάνητε. καὶ αἱ κατασκευαὶ μὲν ἀπὸ τοῦ δυνατοῦ· οὐ μὴν τὸ δυνατόν ἐστι κεφάλαιον, ἀλλʼ ἔστι τὸ συμφέρον, ὡς ἔφαμεν. ὅτι γὰρ χρὴ περὶ τοῦ δυνατοῦ βουλεύσασθαι, τοῦτο αὐτοῖς ὑποτίθεται, ὡς τὴν μὲν παροῦσαν ὑποθήκην τοῦ συμφέροντος εἶναι, τὸ δὲ γενησόμενον περὶ τούτων ὧν κρίνουσι τοῦ δυνατοῦ. εἶτα ὑπόνοιαν εὐθὺς ἄλλην ἀναιρεῖ ὅτι «ἀλλʼ ἀρκέσει τῶν ξένων ἡ δύναμις». ἐπαγαγὼν πρὸς αὐτὴν τηλαυγῶς· «στρατεύεσθαι δὲ ἑαυτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν», καὶ ἕτερον, ὅτι δεῖ «τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι κατεσκευασμένην». καὶ τὴν αἰτίαν εὐθὺς προστίθησι διʼ ἣν ἀναγκαῖον εἶναι τῆς πόλεως τὴν δύναμιν· «ἵνα εὐπορῆτε» φησὶ «καὶ τὰ δέοντα ποιῆτε». εἶτα καταλέγει τὰ συμφέροντα, ὅσα συμβήσεται στρατευομένων αὐτῶν. εἶτα πάλιν διαιρεῖ δίχα τὴν αἰτίαν καὶ τὴν ἀνάγκην τοῦ δεῖν αὐτοὺς στρατεύεσθαι, πρῶτον μὲν εἰς τοὺς ξένους καὶ τοὺς στρατηγούς, ἵνα μὴ κακῶς ποιῶσι τοὺς συμμάχους μηδὲ αὐτοὶ παρʼ ὑμῖν κρίνωνται, εἰς ἕτερον δέ, ἵνα τῶν Ἑλλήνων ἄρχητε, φησίν· οὐ γὰρ οἷόν τε εἶναι τῆς μὲν ἡγεμονίας ἀντιποιεῖσθαι, μηδαμῶς δὲ δύναμιν οἰκείαν ἐκπέμπειν. εἶθʼ ἵνα δείξῃ ὅτι πολλὰ ἄτοπα παρὰ τὴν ἀπουσίαν αὐτῶν συμβαίνει, τὰς συμφορὰς καταριθμεῖται τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, Μυτιληναίων καὶ Ῥοδίων, ὧν ἀναγκαῖόν φησιν αὐτοὺς προεστάναι. εἶτα ἐπειδήπερ ἐμνημόνευσε Ῥοδίων, ἔλαβεν ἀντιπῖπτον ἐκ τῆς ἐργασίας «ἀλλʼ ἐχθροί γε ἡμῖν Ῥόδιοι, φαίη τις ἄν». εἰ μὲν οὖν πρὸς ὅλον τὸ κεφάλαιον ἢ πρὸς τὸ πλεῖστον μέρος οὕτως ἀνθυπήγαγεν· «ἀλλʼ οὐδὲν ἡμῖν προσῆκε προΐστασθαι τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων· λελυπήκασι γὰρ ἡμᾶς ἀποστάντες», ἀντίθεσις ἂν ἦν ἀπὸ τοῦ συμφέροντος πρὸς ἅπαν ἀνθισταμένη τὸ κεφάλαιον· ἐπειδὴ δὲ ἰδικῶς περὶ Ῥοδίων εἴρηται, ἀντιπῖπτον αὐτὸ χρὴ νομίζειν εἶναι. σκοπὸς δὲ αὐτῷ καὶ τοὺς Ῥοδίους ἐλευθερῶσαι. διόπερ προαναφωνεῖ καὶ προδιοικεῖται τὸν λόγον. ὅτι δʼ οὖν οὐκ ἔστιν ἀντίθεσις, δῆλον αὐτίκα. οὐδὲ ἐπέμεινε τῇ λύσει, ἀναδραμὼν εὐθὺς πάλιν ἐπὶ τὸν περὶ συντάξεως λόγον. δοκοῦσι δὲ μάλιστα ὑπὸ Ῥοδίων ἠδικῆσθαι ἰσχυσάντων τε κατὰ θάλατταν καὶ πεισάντων τοὺς ἄλλους ἀποστῆναι συμμάχους.

Μετὰ ταῦτα ἐπήγαγεν ὅτι διειλέχθη καὶ περὶ τούτων πολλάκις, πρὸς ὅπερ ἔοικεν ἀντιπεσεῖν ὑπόνοιά τις αὐτῷ τοῦ ἀσυμφόρου ὅτι «οὐ λυσιτελεῖ γὰρ ἡ συμβούλευσις καὶ διὰ τοῦτο οὐ πειθόμεθα». ὅθεν καὶ ἐπήνεγκε δυσχεραίνων «ὃ δή μοι πάντων πλείστην ἀθυμίαν παρέσχεν, ἅπαντʼ ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποτρέπομαι, ὅτι πολλῶν καὶ μεγάλων καὶ καλῶν ὄντων ὧν συμβουλεύω, τῶν μὲν ἄλλων οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν δʼ ὀβολοῖν πάντες», αἰνιττόμενος ὅτι πρὸς τὴν αὐτοῦ βουλὴν δυσχεραίνουσι, μᾶλλον δὲ οὐδὲ ἐθέλουσι μεμνῆσθαι, λαμβάνειν μὲν ἐσπουδακότας, πράττειν δέ τι τῶν ἀναγκαίων οὐ προαιρουμένους. εἶτα συγκρίνει τὴν ἑαυτοῦ συμβουλὴν ὡς ἐν συμφέροντι κεφαλαίῳ πρὸς τὸ ἀπὸ τῶν διαδόσεων καὶ διανομῶν κέρδος, ὁμοῦ μὲν κάλλος ἀμύθητον προστιθεὶς τῷ λόγῳ, ὁμοῦ δὲ αὔξων ἐκ τῆς συγκρίσεως τὴν εἰσήγησιν. πάρεστι δὲ οὐδὲν ἧττον ἐκ τῶν λεγομένων ἀθρῆσαι, ὅτι πρὸς ἀντιπίπτοντα ἀπήντηκε τὸν λόγον, ὅτι «ἀρκέσει τὸ λαμβάνειν μόνον· σὺ δὲ ἐργώδη καὶ ἀσύμφορα συμβουλεύεις». μετὰ ταῦτʼ ἄλλην ὑπόνοιαν ἀνῄρηκε τοιαύτην· «ἀλλʼ ὅταν ἀνάγκη γένηται καὶ χρεία τούτων, τότε περὶ παρασκευῆς βουλευσόμεθα». ταύτην οὐκ ἔθηκε μέν, ἔλυσε δὲ ἐπενεγκών· «ἂν μὲν ὑμεῖς νῦν πεισθῆτε τούτων καιρὸν εἶναι, ὅταν αὐτῶν εἰς χρείαν ἔλθητε, ἕτοιμα ὑπάρξει· ἂν δʼ ἀκαιρίαν ἡγησάμενοι παρίδητε, ὅταν δέῃ χρῆσθαι, τότε ἀναγκασθήσεσθε παρασκευάζεσθαι».

Ἄχρι μὲν δὴ τούτου πεπλήρωται αὐτῷ τὸ κεφάλαιον τῆς εἰσηγήσεως, ὃ διὰ τοῦ συμφέροντος συμπεραίνεται. εἰσβάλλει δὲ λοιπὸν εἰς τὸ δίκαιον, σύγκρισιν ἔχον τῶν ἑαυτοῦ πολιτευμάτων καὶ τῶν ἀντιτεταγμένων καὶ ἀντιπολιτευομένων αὐτῷ ὡς ἐν παρεκβάσει, βουλόμενος διʼ αὐτῆς συστῆσαι ὅτι ἄριστα συμβεβούλευκε. καὶ γὰρ καὶ ἐν τῷ κατὰ Μειδίου λόγῳ, βουλόμενος αὐξῆσαι τὴν κατηγορίαν ταῖς κατὰ Μειδίου διαβολαῖς, πλείονας ἀνήλωκε λόγους ἐν τῇ παρεκβάσει ἢ τοῖς ἀγωνιστικοῖς. οὑτωσὶ δὲ κἀνταῦθα, βουλόμενος συστῆσαι τὴν εἰσήγησιν, διαβάλλει τὰς τῶν ἄλλων ῥητόρων πολιτείας ὡς πονηράς. καὶ δίχα διαιρεῖ τὸν περὶ ἐκείνων λόγον, εἰς ἓν μὲν ὅτι περὶ μικρὰ καὶ φαῦλα διατελοῦσι σπουδάζοντες, εἰς ἕτερον δὲ ὅτι πεπείκασι τὴν πόλιν νομίζειν ἐν τοῖς δικαστηρίοις τὴν σωτηρίαν τῆς δημοκρατίας εἶναι. οὗτοι δὲ ἦσαν οἱ τοῖς εὐπόροις ἐπιβουλεύοντες καὶ τὰς οὐσίας αὐτῶν δημεύεσθαι παρασκευάζοντες. τούτων δὲ ἁπάντων κατηγορήσας ὡς κακῶς πολιτευομένων συνίστησι τὴν ἑαυτοῦ πολιτείαν, καὶ περὶ οἷα καὶ τίνα ἐσπούδακεν αὐτός, ὅτι περὶ μεγάλων ἀκούειν συνεθίζει τὸν δῆμον, συνιστὰς διὰ τούτων ὅτι μόνος καὶ μάλιστα πολιτευόμενος αὐτὸς τυγχάνει, τάχα πρὸς τὸν Εὔβουλον διὰ τούτων ἀποτεινόμενος καὶ τὴν ἑαυτοῦ πολιτείαν πρὸς τὴν ἐκείνου συγκρίνων καὶ δεικνὺς πολλῷ τῷ μέσῳ διαφέρουσαν τὴν ἑαυτοῦ· καὶ οὐ πρὸς τὸν Εὔβουλον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας ὅσοι τὴν αὐτὴν ἐκείνῳ πολιτείαν ἀνῄρηνται. εἶτα καὶ τὴν αἰτίαν προστίθησι διʼ ἣν ἐκεῖνοι μὲν τοῦτον τὸν τρόπον, αὐτὸς δὲ οὐ τὸν αὐτὸν πολιτεύεται. ταῦτα δὲ ἂν εἴη σύστασις ποιότητος, ἣ θεωρεῖται περὶ τὸ δίκαιον. διὸ προσποιεῖται ταῦτα λέγειν χαλεπαίνων καὶ ἀχθόμενος ὅτι νενίκηκεν ἀλυσιτελὴς Εὐβούλου γνώμη, διδοῦσα τὰ κοινὰ τῷ δήμῳ σχολάζοντι καὶ εἰς ῥαθυμίαν ἐκκαλουμένη μᾶλλον.

Ὅθεν καὶ ἡ ἀντεξέτασις ἑτέρα γίνεται τῆς τῶν προγόνων πολιτείας, ἣν διῴκουν ἄνδρες ἀγαθοὶ οἷος αὐτός, καὶ τῆς νυνὶ καθεστηκυίας, εἰς οἷα οἱ δημαγωγοῦντες ἐπὶ τοῦ παρόντος προήχασι τὴν πόλιν. εἰκότως δὲ πλεῖστος ὁ περὶ τούτων λόγος· ἐπειδὴ γὰρ ὁρᾷ τὴν πολιτείαν καινοτομουμένην, εἰκότως πλεῖστα περὶ τῆς πολιτείας διαλέγεται, τῇ μὲν ἐπαινῶν τῇ δὲ μεμφόμενος, μονονουχὶ τὸν Περικλέα μιμούμενος. πρῶτος γὰρ ἐκεῖνος ἔταξε μισθοφορὰν καὶ ἔδωκε τῷ δήμῳ στρατευομένῳ· καὶ αὐτὸς δὲ βούλεται διδόναι καὶ προκαλεῖται πράττειν ἃ δεῖ. δύο τοίνυν εἰσὶν ἐν τῇ παρεκβάσει μέγισται συγκρίσεις ἤτοι ἀντεξετάσεις, μία μὲν τῆς ἑαυτοῦ πολιτείας πρὸς τὴν τῶν ἀντιπολιτευομένων, ἑτέρα δὲ τῆς ὅλης πολιτείας τῆς νῦν πρὸς τὴν πάλαι. ταύτην δὲ δίχα διαιρεῖ, εἴς τε τὰς νῦν καθεστηκυίας τιμὰς τῶν στρατηγῶν καὶ εἰς τὰς τιμὰς τῶν προτέρων. καὶ τὸ ἄλλο εἶδος τῆς πολιτείας ἅπαν καὶ αὐτὸ εἰς τρία διῄρηκε, εἰς τὸ κοινὸν τῆς πόλεως  <span class="gap">…</span> εἰς τὰ ἴδια αὐτῶν τῶν δημαγωγῶν. πᾶσαν τοίνυν, ὡς ἔφαμεν, τὴν πολιτείαν ἀντεξετάζει τὴν τῶν προγόνων, καὶ πρῶτον μὲν τὸν αὐτὸν τρόπον ὅνπερ ἐν τῷ κατὰ Ἀριστοκράτους. τοῦτο δὲ τὸ μέρος ἔχεται τοῦ περὶ τῶν ῥητόρων λόγου. δείκνυσι γὰρ ὅπως ἐκεῖνοι μὲν συμμέτρως ἐτίμων τοὺς τότε στρατηγούς, ὅπως δὲ οἱ νῦν πολιτευόμενοι τοὺς στρατηγούς, ὅτι μὴ στρατεύεται ἡ πόλις, οὐδένα ὅρον οὐδὲ μέτρον ὁρίζοντες, ἀεὶ δὲ ὑπερβολὰς προστιθέντες. εἰ δὲ ὁ δῆμος ἐστρατεύετο, οὐκ ἂν οὕτως ὑπερβαλλόντως τοὺς στρατηγοῦντας ἐθαύμαζε. μετὰ ταῦτα ἐπὶ δεύτερον μέρος τῆς αὐτῆς ἔρχεται, συγκρίνων τὴν παροῦσαν σύμπασαν τῇ παλαιᾷ συμπάσῃ. διαιρεῖ δὲ τὴν πολιτείαν εἰς τρία, καθάπερ ἐν τῷ τρίτῳ τῶν Ὀλυνθιακῶν, εἰς τὸ κατὰ τοὺς Ἕλληνας, ὅπως μὲν αὐτῶν προειστήκεισαν οἱ πρόγονοι, ὅπως δὲ οἱ νῦν, εἰς τὸ κατὰ τὴν πόλιν, ὅπως ἐκεῖνοι μὲν οἰκοδομήμασι καὶ ἱερῶν κατασκευαῖς πᾶσαν ἐκόσμησαν, οἱ δὲ νῦν κρήνας καὶ λήρους κατασκευάζουσιν, εἰς τρίτον, ὃ περιέχει τοῦ βίου τῶν πολιτευομένων ἀντεξέτασιν, ὅπως μὲν ἐν τοῖς ἰδίοις ἐκεῖνοι μέτριοι καὶ δημοτικοὶ τὰς οἰκίας ὁμοίως τοῖς ἀπόροις κατεσκευασμένοι, ὅπως δὲ οἱ νῦν μεγαλοπρεπεῖς καὶ ὑπερβαλλούσας τινὰς τῶν δημοσίων οἰκοδομημάτων. καὶ τὴν αἰτίαν προστίθησιν, ὅτι οἱ μὲν ἐφείδοντο τῶν κοινῶν, οἱ δὲ τὰ τῆς πόλεως νοσφίζονται, διὰ τούτων ἔπαινον ἑαυτῷ κατασκευάζων καὶ ὅτι ἄμεινον ἐκείνων πολιτευόμενος ἀεὶ τὸ κοινῇ συμφέρον, οὐ τὸ ἰδίᾳ κερδαίνειν ὁρῶν. εἶτα τούτων ἀπαλλαττόμενος ἀνακεφαλαιοῦται ἀπὸ τοῦ ἐνδόξου, ὅτι πρέπον Ἀθηναίοις ἄρχειν· ἀπὸ τοῦ αἰσχροῦ, ὅτι αἰσχρὸν προέσθαι τοὺς φίλους καὶ τοὺς συμμάχους· ἀπὸ τοῦ ἀναγκαίου, ὅτι οὐχ οἷόν τε προεστηκότας τῶν Ἑλλήνων ἀναχωρεῖν τῆς τάξεως· ἀπὸ τοῦ αἰτίου, ὅτι ἡμεῖς τοῦ καλοὺς καὶ πονηροὺς εἶναι τοὺς πολιτευομένους αἴτιοι, λέγειν αὐτοὺς τὸ πρὸς ἡδονὴν συνεθίζοντες.

Ὡς δὲ συντόμως εἰπεῖν, τριμερὴς ὁ περὶ συντάξεως λόγος κατὰ τὴν πρώτην τῶν μερῶν τομήν. καὶ ἓν μὲν αὐτοῦ μέρος ἐστὶ περιεκτικὸν τοῦ συμφέροντος, ἐν ᾧ ποιεῖται τὴν εἰσήγησιν περὶ τοῦ δύναμιν κατασκευάσαι τῇ πόλει. ἐν δὲ τούτῳ τὸ μὲν συμφέρον φαμὲν εἶναι τὸ προηγούμενον, περιεχόμενον δὲ τὸ δυνατόν. δεύτερον μέρος ἐστὶ τοῦ λόγου παρέκβασις τὸ δίκαιον περιέχουσα, ἐν ᾧ μέμψις καὶ κατηγορία τῶν κακῶς πολιτευομένων ῥητόρων, ὅτι συνεθίζουσι τὴν πόλιν ἀργεῖν καὶ τὰ οὐ δέοντα πράττειν, ἀλλὰ ξένοις ἐπιτρέπειν καὶ στρατηγοῖς ὀλίγοις τῶν πραγμάτων τὰ ἀναγκαιότατα, καὶ δέον προεστάναι τῶν Ἑλλήνων τὴν πόλιν κωλύουσιν· ἐν ᾧ καὶ ἀντεξετάσεις τῆς ἑαυτοῦ πολιτείας πρὸς τὴν ἐκείνων εἰσήγησιν· ἃ καὶ κατασκευαστικὰ τυγχάνει τοῦ δεῖν πεισθῆναι οἷς αὐτὸς εἰσηγεῖται, ἀλλὰ μὴ οἷς αὐτοὶ λέγουσι. τρίτον μέρος τοῦ λόγου δευτέρα παρέκβασις περιεκτικὴ τοῦ συμφέροντος, ἐν ᾧ τῆς παρούσης πολιτείας ἀντεξέτασιν πρὸς τὴν παλαιὰν ποιεῖται, ἀποδεικνὺς πολλῷ διαφέρουσαν τὴν ἀρχαίαν τῆς νυνὶ καθεστηκυίας. καὶ τὸ μὲν πρῶτον μέρος καλῶς ἔχει λέγειν περιεκτικὸν εἶναι τοῦ κεφαλαίου τῆς εἰσηγήσεως, τὸ δὲ δεύτερον παρέκβασιν, καὶ τὸ τρίτον δὲ καὶ αὐτὸ παρέκβασιν μὲν εἶναι, διαφέρουσαν δὲ τῆς προτέρας· ὥστε δύο παρεκβάσεις ἔχειν τὸν λόγον, μίαν μὲν περιεκτικὴν τῆς ἀντεξετάσεως τῶν ἀντιδημαγωγούντων, αὐτοῦ τε λέγω Δημοσθένους καὶ τῶν πρὸς ἐκεῖνον, δευτέραν δὲ τῆς καθεστηκυίας πολιτείας πρὸς τὴν παλαιὰν πολιτείαν ἣν διῄρηκε. τὰ τελευταῖα δὲ τοῦ λόγου ἀνακεφαλαίωσιν ἔχει συντετμημένην εἰς ἃ πρὸ βραχέος διαιροῦντες τὸν λόγον κατετέμομεν τὰ ἐπιχειρήματα, καταριθμούμενοι καὶ ὑποδεικνύντες ὅθεν εἴληπται τῶν τόπων ἕκαστος.

`13.2`

τὸν ὀπισθόδομον οἶκος ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς, ἐν ᾧ ἀπετίθεντο τὰ χρήματα, ἢ ἐν τῇ ἀκροπόλει τόπος, ἔνθα τὸ δημόσιον ἀργύριον ἀπέκειτο καὶ ὁ φόρος.

`13.3a`

πενέσταις πενέσται παρὰ Θετταλοῖς καλοῦνται, ὅπερ παρὰ Λακεδαιμονίοις οἱ Εἵλωτες· καλοῦνται δὲ καὶ Θετταλικέται.

`13.3b`

ἢ πενέσταις ὑπηκόοις ἢ δούλοις ἤτοι θητεύουσιν.

`13.4`

φθόρους ἀνθρώπους φθορᾶς ἀξίους.

`13.5`

ἀλλὰ νὴ Δία σημείωσαι, ταῦτα ἐκ τοῦ τρίτου τῶν Ὀλυνθιακῶν.

`13.6`

ἀκολούθους παραπλησίους.

`13.7`

πεπολίτευσθε ἀνενδεῶς προέστητε.

`13.8`

βουλομένους ἀντὶ τοῦ βούλεσθαι, ἢ λείπει τὸ «εἶναι».

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vky-an`.
