---
title: "Scholia on Demosthenes: Against Leptines"
title_greek: "Σχόλια εἰς Δημοσθένη, Πρὸς Λεπτίνην"
author: Demosthenes Scholia
eul_wid: vky-au
eul_aid: vky
canonical: "https://eulogikon.org/works/demosthenes-scholia-text-against-leptines-vky-au"
lang: grc
period: Late Antique
dialect: Mixed Dialects
content_hash: "sha256:de7d803079cc8cd81f0822c918afb5e91ee3166d91edb814071e9f15982fdd3e"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Demosthenes: Against Leptines

*Σχόλια εἰς Δημοσθένη, Πρὸς Λεπτίνην*

**Author:** Demosthenes Scholia

**eul_wid:** `vky-au` · [HTML page](https://eulogikon.org/works/demosthenes-scholia-text-against-leptines-vky-au)

## Text

Part of [Scholia on Demosthenes](/works/demosthenes-scholia-text-vky-aa)

ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ

`20.1`

Ἄνδρες δικασταί πᾶσα δευτερολογία ἐπʼ ἔλαττον ἀσχολεῖται περὶ τὰς προοιμιακὰς ἐννοίας· ἐπιεικῶς γὰρ τὰ λυποῦντα θεραπεύεται παρὰ τῶν λαγχανόντων τοῦ λέγειν τὴν πρώτην χώραν. τῶν δὲ δευτερολογιῶν ἐστὶ διαφορά· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἐπίλογοι μόνον, ὥσπερ οἱ κατὰ Ἀριστογείτονος, πρωταγωνιστοῦντος Λυκούργου καὶ μικρά, μᾶλλον δὲ οὐδὲν καταλιπόντος εἰς ἀπόδειξιν τῶν πραγμάτων τῷ ῥήτορι· αἱ δὲ ἐπʼ ἔλαττον μὲν ἔχουσι τὸν ἀγῶνα, ὥσπερ ὁ κατὰ Ἀνδροτίωνος διὰ τὸ μὴ πολὺ διαφέρειν κατὰ τὴν ἐν τοῖς λόγοις ὑπόληψιν Διοδώρου Εὐκτήμονα· ἡ δὲ νῦν ἐξεταζομένην δευτερολογία σχεδὸν τὰ ἀναγκαιότατα τοῦ ἀγῶνος συμπεριλαβοῦσα ἔχει, ὡς δείκνυται ἐκ τῆς ἐργασίας. διὰ ταύτην τὴν αἰτίαν βραχὺ καὶ τὸ προοίμιον ὃ καὶ ἐμφαντικὸν γέγονε τῶν ἀναγκαιοτάτων δύο κεφαλαίων, τοῦ τε συμφέροντος καὶ τοῦ δικαίου, ἃ δὴ καὶ κατωνόμασε· τὸ γὰρ δίκαιον διὰ τῆς συνηγορίας τῆς ὑπὲρ Χαβρίου παιδὸς δεδήλωκεν. ἐμνημόνευσε δὲ καὶ τοῦ νομίμου ἐν ταὐτῷ. διὰ μὲν οὖν τοῦ νόμου τὸ νόμιμον, διὰ δὲ τοῦ συμφέροντος τὸ λυσιτελοῦν τῇ πόλει, διὰ δὲ τοῦ Χαβρίου παιδὸς τὸ δίκαιον.

`20.2`

εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ἀπολαυέτω, φησί, τοῦ κοινῇ συμφέροντος καὶ ὁ παῖς τοῦ εὐεργέτου. ὀνίνησιν ἡ γραφὴ καὶ τὴν πόλιν ὅλην καὶ τοῦ στρατηγοῦ τὸν υἱόν. τὸν δὲ Χαβρίαν ὀνομάζει κρύπτων τοῦ παιδὸς τὴν προσηγορίαν, ἤτοι ὅτι νέος ἦν κομιδῇ καὶ οὐδὲν τέως πράξας οὐκ ἦν αἰδέσιμος τοῖς ἀκούουσι· καὶ εἰκότως αὐτὸν ἀπὸ τοῦ γεγεννηκότος κοσμεῖ, καθάπερ τινὰ κλῆρον φυλάττων τὸ γέρας αὐτῷ. πρέπον οὖν ἡγήσατο ἀπὸ τοῦ στρατηγήσαντος καὶ κεκοσμημένου ταῖς τιμαῖς παρὰ τῆς πόλεως καὶ ἐνδοξοτέρου τὴν συνηγορίαν ποιήσασθαι· διὰ γὰρ τὸν πατέρα καὶ ὁ παῖς λαβεῖν ἀγωνίζεται. ὅταν μὲν οὖν οἱ παῖδες ἐνδοξότεροι τῶν πατέρων ὦσιν, ἀπὸ τῶν παίδων πολλάκις ἐπὶ τοὺς πατέρας ἡ φιλοτιμία χωρεῖ· ὅταν δὲ οἱ πατέρες διδῶσι τοῖς παισὶ σεμνύνεσθαι, τότε ἀπὸ τῶν ἐνδόξων ἐπιχειρητέον. οὔπω γὰρ στρατηγὸς ὁ Κτήσιππος οὐδὲ λαμπρὸς ἐν κατορθώμασιν. εἰκότως οὖν ἀπʼ ἐκείνου μᾶλλον ἡ μνήμη· οὐ γὰρ ὅτι ἄσωτος ἦν ὁ παῖς, ὥς φασί τινες, ἔκρυψε τὴν προσηγορίαν. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὅλως ἦγεν εἰς ὄψιν· νῦν δὲ καὶ νομοθετεῖ καὶ παρέστηκε. καὶ πάντως ὄψις ἀκοῆς ἐναργεστέρα.

`20.3`

ὡμολόγησα τούτοις τοῖς περὶ τῆς ἀτελείας κινδυνεύουσιν ἤ, ὥς τινες, Κτησίππῳ καὶ Ἀφεψίωνι ἀντεισφέρουσι τὸν ἀμείνω νόμον. υἱὸς δὲ Βαθίππου ὁ Ἀφεψίων ἑλόμενος τὴν γραφὴν ὡς διάδοχος τοῦ πατρὸς εἶτα ἰδιώτης ὢν συνήγορον τὸν Φορμίωνα ἐκάλεσεν.

`20.4`

ὡς ἂν οἷός τε ὦ τὸ κατὰ δύναμιν εἰσφέρω, φησί· μὴ ζήτει τὸ πλέον.

`20.5a`

ἔστι δʼ οὐκ ἄδηλον, ὦ ἄνδρες Ἀθηναῖοι πρώτη ἀντίθεσις τοῦ δικαίου.

`20.5b`

ἀντίθεσις τοῦ δικαίου ἢ ἀντιπρότασις.

`20.5c`

ἔστι ... Ἀθηναῖοι τεχνικὸν θεώρημα παρέδωκεν ἡμῖν ὁ ῥήτωρ ἐν τῷ κατʼ Ἀνδροτίωνος, ἐν τῷ περὶ στεφάνου κἀνταῦθα. εὐθὺς γὰρ μετὰ τὰς προοιμιακὰς ἐννοίας ἄρχεται τῶν ἀντιθέσεων. διὰ μὲν δὴ ταύτην τὴν αἰτίαν ἐκ τῶν ἀντικειμένων ἄρχεται, δύο δὲ προκειμένων κεφαλαίων, τοῦ τε δικαίου καὶ τοῦ συμφέροντος, οὐκ ἐκ τοῦ συμφέροντος ἄρχεται, χωρεῖ δὲ μᾶλλον ἐπὶ τὸ δίκαιον, ὅτι λυπεῖ μᾶλλον αὐτὸν τὸ συμφέρον πλείστην ἰσχὺν παρέχον Λεπτίνῃ, συναγωνίζεται δὲ αὐτῷ τὸ δίκαιον. διὰ τοῦτο φυγὼν τὴν πρὸς ἐκεῖνο τὸ κεφάλαιον μάχην πλέκεται τὸ ὑπὲρ αὑτοῦ· καὶ οὐ διὰ τοῦτο μόνον τὸ θεώρημα, ἀλλὰ καὶ διʼ ἕτερον. ἐπειδὴ γὰρ ὁ νόμος αὐτὸς ὃν εἰσφέρει Δημοσθένης ὑπὲρ Κτησίππου καὶ Φορμίωνος τοῦτʼ ἐπαγγέλλεται τοῦ κρίσεις εἶναι κατὰ τῶν ἀναξίως δοκούντων εἰληφέναι δωρεάς, εὐθὺς ἐκ τῆς ἀντιθέσεως τὴν σύστασιν τοῦ νόμου προὔθηκεν, ἵνα μὴ φαίνηται αὐτὸς εἰσάγων τὸν νόμον, ἀλλὰ παρὰ Λεπτίνου φαίνηται τὸ περὶ αὐτὸν νομοθετεῖν ἀπαιτούμενος οὕτως. δοκῶν δὲ συντρέχειν δείκνυσιν ἄτοπον ὂν διὰ τοὺς ὀλίγους ἀναξίους ἀφαιρεῖσθαι τοὺς πλείονας. ὅταν γὰρ φιλονεικῇ δεῖν καὶ τοὺς ἀναξίους μὴ ἔχειν, τότε μάλιστα συνίστησι τοὺς δικαίως ἔχοντας δεῖν ἔχειν. δείκνυσι δὲ τὴν πόλιν μὴ περὶ τούτου τοῦ μέρους κινδυνεύουσαν μόνον, ἀλλὰ καὶ περὶ πάσης τῆς πολιτείας καὶ τῆς ἀξίας. σύνηθες γὰρ αὐτῷ ταράττειν τὸν ἀκροατήν, ἐν οἷς ἂν φοβῆται τὴν ὑπόθεσιν, καὶ μετάγειν ἐπὶ μείζονας καὶ παραδόξους φόβους, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὑπὲρ Χερρονήσου, ὡς ἐν τῷ περὶ εἰρήνης ὑπὲρ πολέμου κοινοῦ τῶν Ἑλλήνων, ὡς ἐν τῷ κατὰ Τιμοκράτους ὅτι ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου τίθεται καὶ οὐχ ὑπὲρ ὑμῶν ὁ νόμος, ἐκεῖ μὲν φαυλίζων τὴν προαίρεσιν, ἐνταῦθα δὲ ὑπὲρ τῶν κυριωτάτων φοβῶν.

`20.6`

κἄν τις ἄλλος ἴσως τοὺς συνηγόρους καὶ τοὺς συνδίκους λέγει.

`20.7`

εὑρομένους ἀτέλειαν περιποιήσαντας ἑαυτοῖς καὶ λαβόντας ἀφʼ ὧν ἐποίησαν. ἔθος δὲ ἦν παρὰ Ἀθηναίοις τοὺς εὐεργέτας τῆς πόλεως λαμβάνειν διαφόρους τιμάς, ἢ χαλκῆν εἰκόνα ἢ σίτησιν ἐν πρυτανείῳ ἢ ἀτέλειαν, ἀλλʼ οὐ πασῶν τῶν λειτουργιῶν· οὐδέποτε γὰρ ἐλάμβανον οὔτε τῶν τριηραρχιῶν οὔτε τῶν εἰσφορῶν τοῦ πολέμου ἀτέλειαν.

`20.8`

καὶ τούτῳ πλείστῳ κατʼ ἐπίκρισιν.

`20.9`

ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα τῆς τοῦ ῥητοῦ κατηγορίας ἀντιλαμβάνεται ὅτι διαβάλλων ὀλίγους βλάπτει τοὺς πάντας.

`20.10`

καὶ γὰρ εἴρηται τρόπον τινὰ ὑπὸ Φορμίωνος πάντως. καὶ ἵνα μὴ ὡς κατήγορος ὑποπτεύηται, προστίθησιν ὅτι «καὶ ὑμεῖς ἅπαντες, καὶ μὴ λέγοντος ἑτέρου, γνωρίζετε».

`20.11`

τῶν αὐτῶν ἠξίωσεν καὶ τούτους κατὰ συγχώρησιν συνδραμὼν συγκρούει τοῖς δικασταῖς τὸν Λεπτίνην, πόλεμον αὐτῷ πρὸς τοὺς καθημένους ἐγείρων. σύνηθες γὰρ αὐτῷ ταράττειν τὸν ἀκροατήν. ἐκ τούτων γὰρ εὔνουν, διὰ δὲ τὸ δέος ποιεῖ καὶ προσεκτικώτερον, περὶ πάσης τῆς πολιτείας ἐμβάλλων φροντίδας. οὐκέτι γὰρ πρὸς τὸ κέρδος ἀφορᾷ, ἀλλὰ ζητεῖ πρῶτον ὅπως ἂν φύγῃ τὴν ἐπιβουλὴν τῆς ἐξουσίας ἀποστερούμενος.

`20.12a`

ἐν μὲν γὰρ τῷ ἀναστρέφουσα περίοδος.

`20.12b`

τετράκωλος περίοδος.

`20.13`

οὕτω καὶ τὸν δῆμον ἀνάξιον ἡγεῖτο οὐ γὰρ ἐπʼ ἀμφοῖν, φησί, δυνήσεται προβάλλεσθαι τὸ ἀνάξιον, καὶ ἐπὶ τῶν εὐεργετῶν καὶ τοῦ δήμου. «ἀνάξιοί τινες, ὦ Λεπτίνη, τῶν εἰληφότων εἰσίν; ἔστω· δέχομαι τὴν ἀπολογίαν· στερισκέσθωσαν ὡς ἀνάξιοι. τί σοι καὶ κατὰ τοῦ δήμου τὴν τοιαύτην ὕβριν κεκίνηκεν; ἀφαιρῇ τῆς πατρίδος τὴν ἄδειαν, λύεις τὴν ἐξουσίαν τῆς πόλεως.»

`20.14a`

ἀλλά, νὴ Δίʼ, ἐκεῖνο ἂν ἴσως δευτέρα ἀντίθεσις· ἀνθυποφορά.

`20.14b`

ἀλλά ... ἴσως πολλή τις ἔμφασις καὶ δεινότης καὶ πολὺ τὸ πικρόν. μετενήνεκται γὰρ ὁ Λεπτίνης ἐφʼ ἕτερον ἀπὸ τοῦ συμφέροντος. οὐκέτι γὰρ ἵνα λειτουργήσωσιν οἱ πλουσιώτατοι, τέθεικε τὸν νόμον, ἀλλʼ ἵνα μὴ ἐξαπατᾶται ὁ δῆμος. ἵνα ὁ δῆμος, φησίν, ἀποστὰς τῆς περὶ τῶν λειτουργιῶν ζητήσεως κατίδῃ τοῦ ἀνδρὸς τὴν δυσμένειαν, καὶ ὡς ὀλιγαρχίαν προοιμιάζεται τοσούτων ἀγαθῶν αὐτοὺς ἀποστερεῖν ἐπειγόμενος. πεπανούργηται δὲ σφόδρα τῆς ἐπιχειρήσεως ἡ εἴσοδος. ἵνα γὰρ μὴ τῆς τῶν ἀπατώντων δεινότητος εἴη τὸ ἔγκλημα, ἀλλὰ τῆς τῶν ἀπατωμένων εὐηθείας σημεῖον ὑπάρχῃ τὸ ὄνειδος, ἐπὶ τὸν δῆμον μετέστησε «διὰ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι» φήσας. λύει δὲ τῷ ἐξ ἀκολουθίας ἀτόπῳ, τῷ κατʼ ἐρώτησιν ἐλέγχῳ τὴν πλῆξιν αὐξήσας. «τί οὖν κωλύει, φησί, πάντα ἀφῃρῆσθαι; οὐδὲν γάρ ἐστι τῶν πάντων, ἐν ᾧ τὸ ἀπατᾶσθαι πεφεύγαμεν.» ἰστέον δὲ ὅτι ἡ δευτέρα ἀντίθεσις ἀπὸ τῆς ἐργασίας ἀνέκυψε καὶ ἔστιν ἀνθυποφορά. διαφέρει δὲ ἀντίθεσις ἀνθυποφορᾶς τῷ τὴν μὲν ἐξ αὐτῶν ἀντικεῖσθαι τῶν πραγμάτων ἡμῖν, τὴν δὲ ἐκ τῆς ἐργασίας καὶ τῶν ἐπιχειρημάτων εὑρίσκεσθαι. ἡ μὲν οὖν προτέρα ἀντίθεσις αἰτιᾶται ὅτι ἀνάξιοί τινες εἰλήφασι, τούτους δὲ ὁ Δημοσθένους νόμος ἐκκρίνει· ἡ δὲ δευτέρα φησὶν ἐξαπατᾶσθαι τὸν δῆμον. διὰ τοῦτο δὲ ἐξ ἀντιθέσεως ἄρχεται, ἵνα τῷ μὲν δοκεῖν ἀντίθεσιν λύῃ, τῇ δʼ ἀληθείᾳ προκατασκευάσῃ τῷ ἑαυτοῦ νόμῳ τὴν εἴσοδον. ἃ γὰρ Λεπτίνης ἐν ταύταις μέμφεται, ἄντικρυς ὁ τοῦ Δημοσθένους λέλυκε νόμος· δοὺς γὰρ κρίσιν καὶ τοὺς ἀναξίους ἐκβαλὼν οὔτε τὸν δῆμον ἐξαπατᾶσθαι συγχωρεῖ καὶ τοὺς ἀναξίους ἐκβάλλει. οὐκ ἠδύνατο δὲ εὐθὺς ἀπὸ τῶν ἰδίων ἄρξασθαι κεφαλαίων μὴ προκατηγορήσας τοῦ Λεπτίνου νόμου.

`20.15`

τί οὖν κωλύει λύσις κατὰ συνδρομὴν ἐξ ἀντιπαραστάσεως.

`20.16a`

ἆρʼ οὖν θησόμεθα νόμον διὰ ταῦτα «καλόν γε. οὐ γὰρ θησόμεθα νόμον ἐπὶ καθαιρέσει τῶν νόμων. κινδυνεύει γάρ τις περὶ τοῦ παντὸς ἀπατώμενος· κόλαζε τὸν ἀπατῶντα, μὴ τὸν φενακιζόμενον τιμωροῦ». ἔχει δὲ ταῦτα τὴν ἀναφορὰν ἴσως πρὸς τοὺς δύο νόμους, τόν τε Λεπτίνου καὶ τὸν παρεισφερόμενον. ὁ μὲν γὰρ τοῦ Λεπτίνου ἁπλῶς ἀφαιρεῖται, ὁ δὲ ἀντεισφερόμενος διδάσκει τἀληθές, δικαστήριον καθίζων καὶ ἀτιμάζων τοὺς ἀπάτῃ εἰληφότας. Ἀψίνης δὲ καὶ Ἀσπάσιος κατὰ τὴν εἰς ἄτοπον ἀπαγωγὴν φασὶ τὸ ἐγχείρημα. ἡμεῖς δὲ λέγομεν ὅτι ἡ εἰς ἄτοπον ἀπαγωγὴ γίνεται, ὅταν ἐξ ἀνάγκης ἀκολουθῇ τὰ ἄτοπα τοῖς προηγουμένοις· ὅταν δὲ ἡ φύσις τῶν πραγμάτων μὴ τοιοῦτον δεικνύῃ τὸ γινόμενον, τηνικαῦτα οὐ ῥητέον τὴν εἰς ἄτοπον ἀπαγωγήν. ἐνταῦθα οὖν τὸ ἀκόλουθον ἔλαβεν ἀπὸ τοῦ ὁμοίου κατʼ ἐρώτησιν, οὐ μὴν ἀποδεικνύμενον διὰ τῶν ἑπομένων.

`20.16b`

ἐνταῦθα ἔλαβε τὸ ἀκόλουθον ἀπὸ τοῦ ὁμοίου κατʼ ἐρώτησιν, ἔπειτα ἀνέτρεψεν, ὡς ἔχειν μέν τι καὶ ἄτοπον τὴν ἐρώτησιν, οὐ μὴν ἀποδεικνύμενον διὰ τῶν ἐχομένων.

`20.17`

οὐ γάρ ἐσμεν ἀφαιρεθῆναι δίκαιοι ἐσχημάτισε πρὸς ἀμφοτέρους τοὺς νόμους τὴν ἔννοιαν, πρὸς μὲν τὸν τοῦ Λεπτίνου νόμον «τί ἀφαιρεῖται;» πρὸς δὲ τὸν οἰκεῖον «τί διδάσκει, πῶς ἂν ὁ δῆμος ἔτι μὴ ἀπατῷτο;». δείκνυσι γὰρ κρίνεσθαι δεῖν τοὺς εἰληφότας.

`20.18`

καὶ θέσθαι νόμον ὅρα πῶς ἐν τῷ δοκεῖν λύειν καὶ τίθησι συμπλέκων ὁμοῦ τὰ κεφάλαια, καὶ τὸ δίκαιον καὶ τὸ συμφέρον. ἔχεις γὰρ ἐν τούτοις ἀμφοτέρων τῶν νόμων εἰκόνας, τοῦ μὲν Λεπτίνου νόμου διὰ τῆς ἀφαιρέσεως, τοῦ δὲ Δημοσθένους διὰ τῆς τῶν ἀπατώντων τιμωρίας· ὁ μὲν γὰρ ἀφαιρεῖται τελέως ἅπαντας, ὁ δὲ τοὺς παρʼ ἀξίαν λαβόντας ἐξελεγχθέντας τιμωρεῖσθαι προστάττει.

`20.19`

πότερόν ποτε λυσιτελέστερον κατὰ παράθεσιν ἄλλος λογισμὸς ἐκ τοῦ καθʼ ἑκάτερον ἀποβαίνοντος, ἵνα δειχθῇ βέλτιον οὗ εἶπε Λεπτίνης ὡς φαῦλον, λέγω δὴ τὸ διδόναι τινὶ καὶ ἀναξίῳ τὸν δῆμον ἠπατημένον, καὶ ὅτι ἧττον αἰσχρὸν εἰς εὐήθειαν σκώπτεσθαι ἢ πονηρίαν.

`20.20`

ὅσῳ δὴ κρεῖττον εὐήθη δοκεῖν τέσσαρα τοῦ ἐνθυμήματος τὰ σχήματα· ἀποδεικτικὸν ἐλεγκτικὸν συλλογιστικὸν μικτόν. ἀποδεικτικόν ἐστι τὸ ἐξ ἀκολούθων κώλων τὴν ἐπαγωγὴν ἔχον, ὡς ὁ Δημοσθένης ὧδε «ὅσῳ δὲ κρεῖττον». ἐλεγκτικὸν δέ ἐστι τὸ ἐξ ἐναντίων κώλων συνιστάμενον, ὡς ἐν τῷ παραπρεσβείας «τὸ λαβεῖν οὖν τὰ διδόμενα ἔννομον εἶναι ὁμολογῶν». συλλογιστικὸν δέ ἐστι τὸ ἄλλο ἐξ ἄλλων ἀποδεικνῦον, ὥσπερ «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην»· μικτὸν δέ «ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας» καὶ τὰ ἑξῆς. ἀρετὴ δὲ ἐνθυμήματός ἐστι βραχύτης κώλων καὶ εὐρυθμία κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων.

`20.21a`

οὐ τοίνυν ἔμοιγε οὐδʼ ἐκεῖνο εὔλογον ἐπὶ τὴν ἐξ ἀρχῆς ἀντίθεσιν πάλιν ἐπανήγαγε τὸν λόγον. πῶς γὰρ ἀκόλουθον, φησί, τὴν αὐτὴν τοῖς τε κακοῖς μέμψιν καὶ κατὰ τῶν ἀμέμπτων καὶ ὄντως εὐεργετῶν προχωρεῖν; ἀποστερεῖ γὰρ καὶ τούτους κἀκείνους ὁμοίως. ἐξ οὗ πάντες ἔσονται πονηροὶ μηδεμίαν τιμὴν τῆς ἀρετῆς ἐχούσης. τὸν γὰρ ἐκ χάριτος μὴ δοκοῦντα εἶναι χρηστὸν οὐκ ἔνι δήπουθεν ἀτιμασθέντα γενέσθαι σπουδαῖον. ἐκαινοτόμησε δὲ τὴν μέθοδον· ἄνωθεν μὲν γὰρ ἐξήτασε τοὺς ἀναξίους καὶ τοὺς ἀξίους, ἐνταῦθα δὲ κατὰ μόνων τῶν ἀναξίων πληροῖ τὴν ἔννοιαν, ἀφελὼν μὲν τὴν τῶν ἀξίων ἐξέτασιν, τοὺς φαύλους δὲ αὐτοὺς καθʼ ἑαυτοὺς ἐξετάζων· καὶ γέγονεν ἡ ἔννοια συμπέρασμα τῶν ἀντιθέσεων ἀμφοτέρων.

`20.21b`

συγκρούσας ἱκανῶς διὰ τῶν προειρημένων καὶ τὴν ἀντίθεσιν Λεπτίνου καὶ τὴν γένεσιν τῆς ἀνθυποφορᾶς χρησίμως εὑρὼν καὶ προοικονομήσας διὰ τούτων τὴν οἰκείαν νομοθεσίαν, ἐπανήγαγεν ἐντεῦθεν ἐπὶ τὴν ἐξ ἀρχῆς ἀντίθεσιν. καινοτομεῖ δὲ τὴν μέθοδον κατὰ μόνων τῶν ἀναξίων πληρῶν τὴν ἔννοιαν. καὶ ἔστι συμπέρασμα τῶν ἀντιθέσεων ἀμφοτέρων.

`20.22a`

ἔτι τοίνυν κἀκεῖνʼ ἐνθυμεῖσθαι πληρώσας τὸ δίκαιον ἐντεῦθεν ἐννοίας ἄρχεται τοῦ συμφέροντος· σύνηθες γὰρ αὐτῷ προλύειν τὰς ἀντιθέσεις καὶ πρὸ τῶν θέσεων.

`20.22b`

ἔτι ... ἐνθυμεῖσθαι πληρώσας τὸ δίκαιον ἄρχεται τῆς ἐννοίας τοῦ συμφέροντος. ἐπεὶ δὲ οὔτε στρατηγοῦ οὔτε τεχνίτου πρὸς τὰ ἰσχυρὰ τῶν ἀντιτεταγμένων χωρεῖν, ἀλλὰ μεθοδεύειν ὡς ἔνι μάλιστα καὶ ταῖς μεταχειρίσεσι περιγίνεσθαι, κλέπτει ἐντεῦθεν ἤδη τὴν εἴσοδον, ἵνα λάθῃ τὸν ἀκροατὴν ἐπʼ αὐτὰ τὰ πράγματα ἀσθενῆ προγεγενημένα ἄγων, ἵνα, ὅταν ἡ ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος τεθῇ, ὁ ἀκροατὴς καταγνῷ τῆς ἀντιθέσεως ἐκ τῶν προειρημένων ἠγμένος. τοῦ γὰρ Λεπτίνου πειρωμένου λέγειν ὡς «αἱ λειτουργίαι νῦν μὲν εἰς πένητας ἀνθρώπους περιήκουσι, τότε δὲ λειτουργήσουσιν οἱ πλουσιώτατοι», προλύων καὶ προοικονομῶν δείκνυσιν, ὅτι οὔτε πολλοὺς περιποιήσει καὶ ὅτι ὁ νόμος ἔδωκεν αὐτοῖς τὴν ἀτέλειαν, ὥστε μηδὲν ἔχειν τοὺς ἀκούοντας εὑρίσκειν ἐκ τῆς ἀντιθέσεως ὄφελος.

`20.23`

ὥστε τὸν ἥμισυν ἔστʼ ἀτελὴς τοῦ χρόνου σμικρύνει τὸ γέρας καὶ εἰς εὐτέλειαν κατάγει τὴν σεμνὴν ὀνομαζομένην ἀτέλειαν, μέρος μὲν αὐτῆς καὶ τοῖς οὐκ οὖσιν εὐεργέταις διδούς, μικρὸν δʼ ἔτι λοιπὸν προστεθῆναι φάσκων τοῖς εὖ ποιήσασιν.

`20.24`

εἶθʼ ἧς πᾶσι μέτεστιν τὸ ἥμισυ εἰς αἰδῶ τῶν εἰληφότων τοὺς ἀκούοντας ἐκκαλεῖται, ἵνα τὴν ἀτοπίαν τῆς ἀφαιρέσεως δείξῃ. ἠθικῶς δὲ πρὸς τὸν Λεπτίνην διαλέγεται. πολύτροπος γὰρ ὁ ἀνὴρ καὶ πρὸς τὴν τῶν πραγμάτων φύσιν συμμεταβάλλεται. ὅταν μὲν γὰρ δέῃ συγκροῦσαι τῷ δήμῳ, τότε πικρῶς διαλέγεται, ὅταν δὲ πρὸς αὐτόν, τότε δῆθεν ὑφειμένως. καὶ πρὸς τοὺς ἀκροατὰς δὲ παραπλησίως, ἐπειδὴ εἰς αὐτοὺς ἥκει τὸ κεφάλαιον τῆς κρίσεως· καὶ βιάσασθαι μὲν οὐ δύναται, ἐκκαλέσασθαι δὲ εἰς αἰδῶ τῶν εἰληφότων βούλεται. οὕτω καὶ τὸ συμβουλευτικὸν ἐμπλέκεται πανταχοῦ καὶ μάλιστα ἐν τοῖς ἐγκωμίοις ἐν οἷς τὰ συμπεράσματα ἠθικά.

`20.25`

οὔτε γὰρ ἄλλως καλὸν οὔτε τῇ φύσει καλόν, φησίν, οὔτε τῷ ἤθει τῆς Ἀττικῆς ἁρμόττον. εἰ γὰρ μέλλομεν ὠφελεῖσθαι, ἀλλὰ τό γε ψεύδεσθαι ἀλυσιτελὲς εἰς δόξαν.

`20.26a`

πῶς γὰρ οὐκ αἰσχρὸν ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος, οὐκ ἀπήλλακται δὲ τοῦ ἤθους.

`20.26b`

πῶς ... αἰσχρὸν ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος διʼ οὗ αὔξει τὸ ὄνειδος. «πολιτείαν γὰρ ἀψευδῆ μέχρι καὶ τῶν ὠνίων διώκοντες, πῶς δολερῶς κατασκευάζετε τὰς τιμάς, ἐπὶ μὲν τῶν οὐκ ἐχόντων τι βλαβερὸν τὸ δεινὸν φυλαττόμενοι, ἐπὶ δὲ τοῦ ζημίας μεστοῦ τὴν πρᾶξιν τολμῶντες;»

`20.27a`

οὐ γάρ, εἰ μὴ χρήματα ἀπὸ τοῦ μείζονος ἐξ ἐνθυμήματος.

`20.27b`

οὐ ... χρήματα τοῦτο ἀπὸ τοῦ μείζονός ἐστι. φιλεῖ γὰρ ἀκολουθεῖν ἀλλήλοις ἄμφω τὰ ἐπιχειρήματα, τῷ μὲν ἀπὸ τοῦ ἐλάττονος τὸ ἀπὸ τοῦ μείζονος, κἀκείνῳ δὲ τοῦτο ὁμοίως. μὴ ἔχων δὲ ἀντιθεῖναι τῷ συμφέροντι ἕτερον συμφέρον ἐκ χρημάτων καὶ κέρδους, τὴν εὔκλειαν καὶ τὴν εὐδοξίαν τῷ τῶν χρημάτων κέρδει πειρᾶται ἀντιτιθέναι. δείξει δὲ μετὰ μικρὸν ὅτι οὐδὲ κέρδος προσγίνεται.

`20.28a`

ὅτι τοίνυν οὐδʼ ἐστὶν ὅλως ἄλλος τόπος εἰς τὸ αὐτὸ ἐπιχείρημα ἀπὸ τοῦ μείζονος ἐκ παραδείγματος.

`20.28b`

ὅτι ... ὅλως ἄλλος τόπος εἰς τὸ αὐτὸ ἐπιχείρημα ἀπὸ τοῦ μείζονος. ὅταν γὰρ πλειόνων εὐπορῇ τόπων, οὐ φείδεται. ἔστι δʼ ὁ μὲν πρότερος τόπος ἐξ ἐνθυμήματος, ὁ δὲ ἐντεῦθεν ἐκ παραδείγματος.

`20.29a`

λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι ἔστι μὲν τὸ παράδειγμα ἱστορικὸν πρὸς πίστιν τῶν προκειμένων εἰλημμένον· ὅσην δὲ ἔχει καὶ δεινότητα καὶ χάριν ἄξιον συνιδεῖν.

`20.29b`

πρόσωπον δὲ ἔλαβε τῶν τριάκοντα τῶν λελυπηκότων, ἵνα φαίνηται ἡ πόλις πολλάκις καὶ ὑπὲρ αὐτῶν τῶν πολεμίων αἱρουμένη προΐεσθαι. καὶ τὸ δριμὺ τοῦ ἐπιχειρήματος, ὅτι ἐδανείσαντο καὶ κατὰ τῆς πόλεως καὶ παρά τινων πολεμίων ἑτέρων ἐπὶ τοὺς ἐν Πειραιεῖ, τοῦτο δέ ἐστι κατὰ τῶν δημοτικῶν τῶν κατειληφότων τὸν Πειραιᾶ. καὶ προσέθηκε καὶ τὸν καιρὸν καὶ τὸν τόπον, ἵνα καὶ τὴν χρείαν δηλώσῃ, ὅτε ὑπὲρ τῆς ἐλευθερίας ὁ δῆμος ἐκ Πειραιῶς ἠγωνίζετο. οὕτω πανταχόθεν ἡ αὔξησις, ἐκ τῶν τόπων, ἐκ τοῦ προσώπου, ἐκ τῶν πράξεων.

`20.30`

ἐπειδὴ δὲ ἡ πόλις εἰς ἓν ἦλθε μιᾶς ἐγένετο γνώμης· διπλῆ γὰρ ἦν στασιάζουσα. ἔκρυψε δὲ τὰ δεινὰ τῶν γεγενημένων μὴ βουληθεὶς ἐμπομπεῦσαι ταῖς τῆς πόλεως συμφοραῖς — οὐδὲ γὰρ τοῦτο πρόκειται —, ἀλλʼ ἐπίδειξιν ποιήσασθαι βούλεται τοῦ τῆς πόλεως ἤθους καὶ ὅπως ἐν ἁπάσαις ἐστὶν ἀεὶ κρεῖττον χρημάτων. τὴν δὲ αἰτίαν εἴρηκε τοῦ μὴ ἐκ δέους παρεσχηκέναι τὸν δῆμον, ἀλλʼ ὅμως ἀδικηθεὶς καὶ τὴν ζημίαν αἱρεῖται. οὐ γὰρ ἀνάγκῃ καὶ φόβῳ φαίνεται ὁ δῆμος διδούς, ἀλλὰ προαιρέσει νικώμενος. εἰ γὰρ καθεστηκότων τῶν πραγμάτων ἀπῄτουν τὰ χρήματα, τίς ἦν ἀνάγκη τὸν δῆμον διδόναι μὴ ὀρρωδοῦντα; οὕτως οὐ χρημάτων πώποτε πλεονεκτεῖν, ἀλλὰ δόξης βούλεται.

`20.31`

καὶ τὰ πράγματα ἐκεῖνα κατέστη τὰ τραγικὰ καὶ φρικώδη καὶ τυραννικὰ ὧν εὐλαβοῦμαι τὴν μνήμην καὶ τὸν ζῆλον ἀπεύχομαι.

`20.32`

πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι ἁπλοῦν τὸν λόγον πεποίηκεν, ἵνα μὴ φαίνηται παρὰ Λακεδαιμονίων τις φόβος. ἐν ἤθει δὲ τὸ τοῦ λόγου «πέμψαντες ἀπῄτουν», ὥσπερ ἰδιωτῶν πρὸς ἰδιώτας ὄντος τοῦ συναλλάγματος.

`20.33`

λόγων δὲ γινομένων οὕτως ἡ πόλις ἦγεν ἄδειαν καὶ πόρρω τῶν φόβων ἦν. καὶ ἡ παρὰ τῶν δανεισαμένων δὲ αἰτία παντάπασιν ἀναιρεῖ τοῦ φόβου τὴν ὑπόνοιαν.

`20.34`

τοὺς ἐξ ἄστεος τοὺς τυραννικούς· αὐτοὶ γὰρ εἶχον τὸ ἄστυ. εἶτα ζημίας χρημάτων ἀνεχόμενοι ὑπὲρ τοῦ μὴ ψεύσασθαι, νῦν ἄνευ δαπάνης ψευσόμεθα; κἀκεῖ μὲν τοὺς ἀδικοῦντας προσέθηκεν, ἐνταῦθα δὲ τοὺς εὐεργέτας ὠνόμασε.

`20.35`

τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι οὕτως ὑπὲρ αὐτῶν ἐφοβοῦντο μᾶλλον καὶ ὁ δῆμος οὕτως αὐτοῖς φοβερός. οὐ γὰρ προσδοκῶντες παρὰ Λακεδαιμονίων τὴν συμμαχίαν ἠξίουν τὸν δῆμον πίστιν δοῦναι τῆς εἰς αὐτοὺς εὐνοίας τὴν καταβολὴν τοῦ δανείσματος.

`20.36`

φασὶ τὸν δῆμον ἑλέσθαι οὕτως ἐκ προαιρέσεως καὶ οὐ διὰ φόβον εἵλετο κοινωνεῖν τοῦ δανείσματος. διὰ δὲ τοῦ συνεισενεγκεῖν καὶ ἑλέσθαι τὴν ὑπερβάλλουσαν τοῦ δήμου προαίρεσιν ἐνέδειξε διὰ τῶν ὀνομάτων. οὐκ ἀνάγκης, φησίν, ἐπειγούσης οὐδεμιᾶς ὁ δῆμος εἰσήνεγκεν οἴκοθεν, οὐκ ἐξ ἀκροπόλεως ἐκ περιουσίας λαβών.

`20.37`

ὥστε μὴ λῦσαι τῶν ὡμολογημένων μηδέν ἵνα φαίνηται καὶ πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἑλκομένη χρησίμως ἡ ἔννοια· περὶ γὰρ τοῦ μὴ δεῖν λύειν τὰς δεδομένας δωρεὰς ὁ ἀγών.

`20.38a`

τὸ μὲν τοίνυν τῆς πόλεως ἦθος τὸ ἐπιχείρημα ἀπὸ τοῦ ἐναντίου. δείκνυσι δὲ ὅτι οὐ λυσιτελεῖ ὁ νόμος ὁ τὸ φυλακτήριον τῆς πόλεως διαφθείρων· καὶ διορίζεται ὅτι ἐν μὲν ταῖς δυναστείαις κολακείας ἆθλόν ἐστιν ἡ τιμή, ἐν δὲ ταῖς δημοκρατίαις καθαρεύει τοῦ αἰσχροῦ. κἀκεῖ μὲν ὁ φόβος μείζων τῆς χάριτος, παρʼ ὑμῖν δὲ ἡ δωρεὰ παντὸς δέους ἀπήλλακται.

`20.38b`

ἐκ τοῦ ἐναντίου.

`20.39`

τὸ δὲ τοῦ θέντος τὸν νόμον ὑφιεμένῳ ἔοικεν, οὐ μὴν ἀπήλλακται τοῦ πικρὸς εἶναι· οὔτε γὰρ τὸν ἔπαινον καθαρὸν ἀποδίδωσιν οὔτε ψέξαι τετόλμηκεν. οὕτω τὸ ἦθος τῷ πραγματικῷ συμπέπλεκται.

`20.40a`

νομίζω τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί ἐπιχείρημα ἀπὸ τοῦ ἴσου. ὅρα δὲ πῶς ἐφʼ ἑκάστῳ προοιμιάζεται.

`20.40b`

εἰ γὰρ καὶ διὰ μικρῶν τῶν ἐννοιῶν, ἀλλʼ οὖν γε ὅμως προοιμιάζεται. ἡ δὲ ἰσότης ὅτι «διδοῦμεν δωρεάς». καὶ αἱ λοιπαὶ δὲ πολιτεῖαι διδόασι καὶ τάχα διαφερούσας διδόασι τῇ τῶν χρημάτων περιουσίᾳ. ᾧ δὲ πλεονεκτεῖν δοκοῦμεν ἡμεῖς, τῇ πίστει λέγω, τοῦθʼ ὁ νόμος ἀφαιρεῖσθαι βιάζεται. ὁρᾷς ὅτι διὰ πάντων τούτων τῶν ἐπιχειρημάτων, κἂν δοκῇ τὸ δίκαιον ἐργάζεσθαι, πρὸς τὴν ἀντίθεσιν ἀγωνίζεται ὅτι «οὐ δεῖ τὰ δεδομένα ἀφαιρεῖσθαι, ἵνα, κἂν φαίνηται τὸ συμφέρον ἐπαγγελλόμενος ὁ Λεπτίνης, ἀλλʼ οὖν γε ὁ δῆμος διὰ τὸ εὔλογον ἀφίησι».

`20.41a`

τάχα τοίνυν ἴσως προανῄρηκεν ἐν ταῖς προκατασκευαῖς τῆς ἀντιθέσεως τὴν ἰσχύν· ἐξέλυσε δὲ πλέον τῷ δισταγμῷ αὐτήν, πρὸς δὲ καὶ κατακερματίσας εἰς μέρη πολλά. μέγα γὰρ εἰς καθαίρεσιν τὸ καταμερίσαι, εἴ γε καὶ ἀθροισμὸς ἐγείρει τὴν αὔξησιν. εἶτα κακουργεῖ τοῖς ὀνόμασιν, ἵνα δείξῃ τὸν Λεπτίνην ψευδόμενον. διαβολὴν γὰρ πρὸ τῆς ἀντιθέσεως κεκίνηκεν, ἵνʼ ὁ ἰσχυρότατος Λεπτίνου λόγος ὕποπτος γένηται καὶ ἡ εὕρεσις· ὁ γὰρ ἕτερα μὲν γράφων, ἕτερα δὲ φθεγγόμενος ἀνίσχυρος. τοῦ γὰρ Λεπτίνου λέγοντος ἐν τῷ νόμῳ διαρρήδην, ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσι, καὶ διὰ τοῦτο σημαίνοντος ὅτι πλούσιοι μὲν λειτουργοῦσιν ἴσως, οὐ μὴν οἱ πλουσιώτατοι διὰ τὸ τὰς ἀτελείας ἔχειν, τοῦθʼ ὁ ῥήτωρ μεταβαλὼν οὐ κατὰ τὸ ὑποκείμενον λέγει, «πένητας» ἀντὶ μέσως πλουσίων λαβὼν ἵνα φαίνηται τὴν ἰσχὺν ἐξελέγχων τοῦ νόμου, λέγω διὰ τῆς τῶν πενήτων προσηγορίας. ἐναντία γὰρ πρὸς τὸ συμφέρον εὑρίσκει, ἵνʼ ἐκ ταύτης τῆς ἐννοίας καὶ τῆς προσηγορίας ὁ ἀκροατὴς ψευδόμενον Λεπτίνην λάβῃ νῦν μὲν εἰς πένητας ἀνθρώπους τὰ τῶν λειτουργιῶν ἔρχεσθαι λέγοντα, νῦν δὲ λέγοντα πάλιν ὑπερθετικῶς, ὅπως ἂν οἱ πλουσιώτατοι. ἀντίκεινται γὰρ οὐκ ἀκολούθως αὑτοῖς ὅ τε πένης καὶ ὁ πλουσιώτατος, ἀλλʼ ὁ μὲν πένης πρὸς τὸν πλούσιον, ὁ δὲ πλούσιος πρὸς τὸν πλουσιώτατον. ἔστι τοίνυν ἡ ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος κεφαλαίου, καὶ ταύτῃ μάλιστα Λεπτίνης ἰσχύει, καὶ ἡ ταράττουσα μάλιστα τὸν Δημοσθένην τῶν ἀντιλογιῶν ἡ παροῦσά ἐστι. καὶ διὰ τοῦτο καὶ μεθόδοις πολλαῖς ἐχρήσατο, νῦν μὲν προλύων, νῦν δὲ προδιαβάλλων, νῦν δὲ τεχνικῶς τιθεὶς τὰ ὀνόματα. εἰ γὰρ ταύτην λύσειεν, ἰσχυρὰ τὰ λοιπὰ τοῦ λόγου. εἰς γὰρ τοῦτον τὸν λόγον καὶ ταύτην τὴν ὑπόσχεσιν ὁ ἀκροατὴς ἀπιδὼν ἐδέξατο τὸν νόμον, ἀλλʼ οὐχ, ὡς ᾠήθησάν τινες, ἐκείνην τὴν ἀντίθεσιν συνέχειν τὸν λόγον, ἣν πολλαχοῦ τίθησιν, ὅτι ἀνάξιοι πολλοὶ τῶν εἰληφότων τυγχάνουσιν. ἐκείνην μὲν γὰρ εἰσάγει τοῦ οἰκείου χρησίμου ἕνεκα, προοικονομῶν τὸν οἰκεῖον νόμον, ταύτην δὲ μόνην χαλεπὴν καὶ ἀνταγωνιζομένην ἔχει. διόπερ οὐκ ἐθάρρησεν αὐτὴν πρωταγωνιστοῦσαν θεῖναι.

`20.41b`

ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος κεφαλαίου, καὶ ταύτῃ μάλιστα Λεπτίνης ἰσχύει.

`20.42a`

ὡς αἱ λειτουργίαι λύει τῷ κατὰ συνδρομὴν θεωρήματι, ὅ ἐστι τῇ ἀντιπαραστάσει.

`20.42b`

ἡ δὲ λύσις αὐτῆς κατὰ συνδρομήν, ὅ ἐστι κατʼ ἀντιπαράστασιν.

`20.43`

ἔστι δὲ τοῦτο οὑτωσὶ μὲν ἀκοῦσαι οὐκ ἠδυνήθη τὸ ἰσχυρὸν εὐθὺς ἀφελέσθαι. συγκατατίθεται γοῦν καὶ αὐτὸς τοῖς λεγομένοις ὡς οὐκ ἔχων ῥᾳδίως ἀντιλέγειν ὅτι «μεταστήσονται εἰς τοὺς πλουσιωτάτους αἱ λειτουργίαι». οὕτω πιθανὸν ἐδόκει τι καὶ συμφέρον προτείνειν Λεπτίνης. διὸ καὶ μεθόδου δεῖται ἰσχυρᾶς πρὸς τὴν λύσιν. τίς οὖν ἡ μέθοδος; μερίζει τὰς λειτουργίας κατὰ πρόσωπον δίχα, τούς τε μετοίκους ἰδίᾳ καὶ τοὺς πολίτας τιθείς. μέγα γὰρ εἰς καθαίρεσιν ὁ τοῦ πλήθους μερισμός, ὥσπερ αὔξησιν ὁ ἀθροισμὸς περιέχει· ὥσπερ πάλιν ἐν ταῖς παραβολαῖς χρήσιμον ἡμῖν τὸ θεώρημα. καὶ γὰρ κἀκεῖ μερίζοντες τῶν πραγμάτων τὴν φύσιν μεγαλοποιεῖν δυνάμεθα, κἀνταῦθα δὲ μεριζόμενα τὰ τῶν λειτουργιῶν καθαίρεσιν φέρει. καὶ οὐδὲν κωλύει τὸ αὐτὸ θεώρημα καθαιρεῖν καὶ αὔξειν κατὰ διάφορον λόγον· καὶ γὰρ ἡ πηλικότης οἶδεν αὔξειν τε καὶ μειοῦν. λύει δὲ τῷ κατὰ συνδρομὴν θεωρήματι, ὅπερ καλοῦσιν ἀντιπαράστασιν. συγκατατιθέμενος γὰρ τοῖς λεγομένοις ὑπὸ Λεπτίνου βούλεται δῆθεν διὰ τοῦ μερισμοῦ τὴν ἀκρίβειαν τοῦ λόγου μαθεῖν, καὶ εἰ μὴ φαινόμενός ἐστιν, ἀλλʼ ἀληθὴς ὁ λόγος.

`20.44`

εἰσὶ γὰρ δήπου παρʼ ὑμῖν αἵ τε τῶν μετοίκων λειτουργίαι Ἀλέξανδρος μὲν ἐξηγούμενός φησιν ὅτι «ἔδει πανηγυριζούσης τῆς πόλεως μήτε τοὺς ξένους μήτε τοὺς μετοίκους πορρωτάτω τῶν ἀπολαύσεων καθεστάναι». ἐχορήγουν τοίνυν καὶ αὐτοὶ δηλονότι καὶ εἱστίων ἀλλήλους, ἵνα μηδεὶς ἄμοιρος ᾖ κατὰ τὴν πόλιν τῆς μετουσίας τῶν ἑορτῶν. δόξειε δʼ ἂν μᾶλλον ὁ Δημοσθένης, διὰ τῆς ἐπαγομένης ἐννοίας πρὸς τὴν ἀντίθεσιν ἀπαντῶν, ἰσχυροτέραν αὐτὴν ποιεῖν. τί γὰρ ἕτερον εἶπε Λεπτίνης ἢ ὅτι πολλοὶ τῶν μετοίκων καὶ τῶν πολιτῶν ἔξω λειτουργιῶν καθεστᾶσι τὴν ἀτέλειαν ἔχοντες; οὐ μὴν οὕτως ἔχει, ἀλλʼ εἰς τὸν μερισμὸν μεταβιβάζει τὸν ἀκροατήν, ἵνα καθʼ ἑκάτερον μέρος ἡ ἀπόδειξις εὐμαθεστέρα γένηται· εἶτα καὶ διὰ τῶν ξένων καὶ τῶν μετοίκων τὴν ἐκ περιουσίας λειτουργίαν δείκνυσι. ζητεῖ γὰρ ἡ πόλις οὐκ εἴ τις μέτοικος χορηγήσει, ἀλλʼ εἴ τις πολίτης τῇ πόλει.

`20.45`

ὧν ἑκατέρων ἐστὶ τοῖς εὑρημένοις ὡς ἀντικαταλλαξαμένης τῆς πόλεως πρὸς τοὺς εὐεργέτας τὴν χάριν. εὑρέσθαι γάρ ἐστι τὸ λαβεῖν ἀνθʼ ὧν τις ἔδωκε.

`20.46`

τῶν γὰρ εἰς τὸν πόλεμον δύο διὰ τῆς ἐννοίας ταύτης ἀνύει, ἓν μὲν ὅτι «οὐδεὶς ἀτελὴς τῶν εἰς τὸν πόλεμον, ὥστε χρησίμους φαίνεσθαι ταύτῃ τοὺς εἰληφότας τὴν ἀτέλειαν», περὶ ὧν ὁ πολὺς Λεπτίνου λόγος, ἕτερον δὲ ἵνα μή τις οἴηται τὰς λειτουργίας τὰς αὐτὰς εἶναι ταῖς εἰσφοραῖς καὶ τριηραρχίαις. τὸ δὲ «ἣν οὗτος ἀφαιρεῖται» τεθὲν τοῦ βιαίου καὶ τῆς ἀδικίας πλείστην ἔμφασιν ἔχει. ἀφαιρεῖται γάρ τις ἐκείνων ὧν μή ἐστι κύριος, οὐ κατὰ νόμον λαμβάνων, ἀλλὰ πολεμίων τρόπῳ χρώμενος.

`20.47`

οὐδʼ οὓς οὗτος ἔγραψε πρὸς σύστασιν τοῦ οἰκείου νόμου τοῦτό φησιν. εἰ γὰρ αὐτὸς ὁ Λεπτίνης τούτους ἀνῆκε τῷ νόμῳ, εὔδηλον ὡς οὐχὶ λειτουργίαι τῶν πολεμίων γίνονται.

`20.48`

οἱ μὲν τοίνυν πλουσιώτατοι λειτουργοῦντες ἀεὶ μερίσας τὰς λειτουργίας εἴς τε πολίτας καὶ τοὺς μετοίκους καὶ ταύτην κατʼ ἐρώτησιν ἐργασάμενος, ζητεῖ καθʼ ἑκάτερον μέρος πόσους εἰσποιεῖ Λεπτίνης καὶ πόσους τῶν πενήτων ἀφίησιν· εἶτʼ ἐπὶ τούτοις ἐξαιρεῖ τοὺς πάνυ πλουσιωτάτους ὡς ἀεὶ ταῖς τριηραρχίαις νενεμημένους. οὐκοῦν τὸ μέσον ὑπολειφθήσεται, τῶν πλουσιωτάτων ὑφῃρημένων. οὐκοῦν εὐθὺς ἐξελέγχει τοῦ νόμου τὸ πρῶτον νόημα, ἐν ᾧ τὸ μέγιστον τῆς ὅλης νομοθεσίας. λέγοντος γὰρ τοῦ Λεπτίνου «ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσιν», αὐτὸς ἀφαιρεῖται τοὺς πλουσιωτάτους νέμων ταῖς τριηραρχίαις, ὥστε εὐθὺς ἁλίσκεσθαι ψευδῆ τὸν Λεπτίνην. ἐκεῖ μὲν γὰρ ἀπαντῶν τῷ νόμῳ «ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσι» λέγει· «δείκνυσι δὲ ἡ πολιτεία ψεῦδος ὂν τὸ τοὺς πλουσιωτάτους λειτουργεῖν, νέμουσα ταῖς τριηραρχίαις αὐτούς· ὥστε πῶς ἂν οἱ πλουσιώτατοι λειτουργήσαιεν;» ἡ λύσις δὲ τῆς ἀντιθέσεως κατὰ μείωσιν γέγονε διὰ τὸ μὴ ἔχειν μὲν τὸν ῥήτορα ἀνατρεπτικὴν ἀντιλογίαν, βιάζεσθαι δὲ ὑπὸ τῆς φύσεως τῶν πραγμάτων εἰς τοῦτο καταφέρεσθαι. εἶτα καὶ τὴν βλάβην εὐθὺς τῇ λύσει συνάπτει προστιθεὶς τοὺς ἅπαντας ἀπίστους πρὸς αὐτοὺς μέλλοντας γίνεσθαι.

`20.49`

θήσω τοίνυν ἐγὼ μετὰ τὴν ἀναίρεσιν συνδρομή· ἐκ περιουσίας γὰρ ταῦτα λέγει λοιπόν.

`20.50`

φανήσεται γὰρ οὐδὲ πολλοῦ δεῖ ἀντὶ τοῦ «οὐδὲ αὐτῆς τῆς αἰσχύνης ἄξιον», οἷον οὐδὲ ἰσόρροπον τῆς αἰσχύνης, ἀλλʼ ἔλαττον κέρδος, ὥστε Λεπτίνης εἰς δόξαν ζημιῶν οὐδέπω φιλεῖ, ἀλλὰ πονηρεύεται.

`20.51`

πόσοι δή ποτʼ εἰσὶν ἀπὸ τοῦ «πόσοι» ἕως τοῦ «ἑστιάτορες» οὐδεμία στιγμὴ μεταξύ.

`20.52`

ἵνʼ οὖν τριάκοντα ἄνθρωποι ἢ πλείους οὐ λέγει «τῶν τριάκοντα πλείους», ἀλλʼ «ὅταν πολλοὺς δῶμεν ἐσομένους τριάκοντα».

`20.53`

ἄν περ ἡ πόλις ᾖ, πολλοὶ πολὺ τῷ φιλοπόλιδι καὶ τὸ ἀπὸ τῆς εὐνοίας ἦθος. οὐ γὰρ ἀφίησιν ἡ δεξιὰ τύχη τῆς πόλεως σπάνιν γενέσθαι λειτουργιῶν σῳζομένης τῆς πόλεως.

`20.54a`

εἶεν. εἰ δὲ δὴ τὰ μάλιστα ἄλλος τρόπος λύσεως ἐντεῦθεν, ὅτι βέλτιον εἰς συντέλειαν ἀγαγεῖν τὰς λειτουργίας. καὶ τῷ καθʼ ὑπόθεσιν κέχρηται σχήματι, ἵνʼ ἐκ περιουσίας καὶ τούτῳ χρώμενος φαίνηται. εἶτα συνάπτει πάλιν τῷ κατὰ μείωσιν συγκριτικῷ· ἀντεξετάζει γὰρ τὸν κατὰ συντέλειαν τρόπον τοῖς ἐπαγγέλμασιν.

`20.54b`

ἄλλος τρόπος λύσεως, καὶ τῷ καθʼ ὑπόθεσιν κέχρηται σχήματι ἐκ περιουσίας.

`20.55`

εἰς συντέλειαν ἀγαγεῖν ἄλλος τρόπος τὴν ἔνδειαν διορθούμενος κατὰ μετάληψιν, ὡς ἐν ταῖς τριηραρχίαις ποιῆσαι κἀν ταῖς χορηγίαις· καὶ τῇ παραθέσει τὸ βέλτιον εὑρίσκει. βέλτιον γὰρ τοῦτο, φησίν, ὅτι βραχύτητι τὴν αἴσθησιν ὑποκλέπτει.

`20.56a`

οὕτω τοίνυν τινές, ὦ Ἀθηναῖοι ἔπαινον ἔχει τῶν οἰκείων πίστεων, ὡς οὐδεὶς ἀναιρεῖν αὐτὰ ἰσχύει. μάχεται δὲ ἑτέρᾳ τινὶ ἀντιθέσει ὡς «ἄρα πλουτοῦσί τινες ἀτελείας ἐπειλημμένοι»· ἣν λύει κατʼ ἄμφω φιλανθρώπως καὶ δικαίως. «εἰ μὲν ἀδίκως καὶ κλέψαντες ἔχουσιν, ἔδει κατηγορεῖν· εἰ δὲ οὐδὲν παρανομήσαντες, συκοφαντεῖς τὴν μέμψιν ποιούμενος.» εἶτα ὡς «οὐδʼ ἔσεσθε εὐπορώτεροι» δείκνυσιν ἐκ τῆς ἀφαιρέσεως· τοῦτο γὰρ ἦν ἄλλο τῆς ἀντιθέσεως μέρος.

`20.56b`

ἄλλης ἀντιθέσεως ἅπτεται. ἔστι δὲ δηλαδὴ τοῦ αὐτοῦ κεφαλαίου. ἔστι δὲ κατὰ μείωσιν συγκριτικῶς.

`20.57`

ἰδίᾳ δέ τινες πλουτήσουσι καὶ τοῦτο πάλιν μερίζει. «ἰδίᾳ πλουτοῦσι γάρ· πῶς; πότερον ὑφῃρημένοι τὰ τῆς πόλεως ἢ ἀδικοῦντες οὐδένα; εἰ μὲν ὑφῃρημένοι, κατηγορεῖν καὶ ἀφαιρεῖσθαι δεῖ — καὶ γίνεται ἡ λύσις τούτου μεταληπτική· εἰ δὲ οὐδὲν ἀδικοῦντες, οὐ χρὴ βασκαίνειν.»

`20.58`

καὶ μὴν περὶ τοῦ γε μὴ εἶναι χρήματα ἐντεῦθεν ἐπὶ τὸ ἕτερον μέρος μεταβαίνει τῆς ἀντιθέσεως καὶ λύει τοῦτο κατὰ τρόπου διαφοράν. οὐ γὰρ ἐξ ὧν ἄν τις λειτουργήσειεν αἱ πρόσοδοι τῆς πόλεως αὔξονται, φησίν, ἀλλʼ ἑτέρωθεν ἔχει ταύτας ἡ πόλις. εἶτα εὐθὺς πάλιν μεταβαίνει ἐφʼ ἑτέραν λύσιν — ἔστι δὲ καὶ αὕτη κατὰ σύγκρισιν· «πότερον εὐδοξίαν αἱροῦνται μᾶλλον ἢ χρήματα;» λέγει δὲ τοῦτο πρὸς δῆμον φιλότιμον τῆς πατρίου μεγαλοφροσύνης γέμοντα. ὃ γὰρ ἰσχυρότατον ἀντιθεῖναι πρὸς τοὺς Λεπτίνου λόγους ἔχει, τοῦτό ἐστι τὸ τῆς εὐδοξίας διὰ τὸ ἦθος τῶν ἀκουόντων.

`20.59a`

χωρὶς δὲ τούτων, νυνὶ τῇ πόλει δυοῖν σύνηθες καὶ τούτῳ τὸν πλοῦτον ἀγαθὸν καλεῖν καὶ Ἰσοκράτει καὶ τοῖς παλαιοτάτοις. συγκρίνει δὲ τὸν πλοῦτον πρὸς εὔνοιαν. αἱ δὲ συγκρίσεις ἐξ ὁμογενῶν γίνονται. ἐὰν δέ τίς ποτε πολέμου καὶ εἰρήνης ἢ κακῶν καὶ ἀγαθῶν ἑτερογενῶν ὄντων δόξῃ ἀντεξετάσεις ποιεῖσθαι, οὐ φήσομεν εἶναι σύγκρισιν τὸ γινόμενον, ἀλλʼ ἀντεξέτασιν μόνον. ἔχουσι μὲν γὰρ αἱ συγκρίσεις καὶ ἀντεξετάσεις, οὐ μὴν αἱ ἀντεξετάσεις πανταχοῦ εἰσι συγκρίσεις. ἐνταῦθα δὲ σύγκρισιν εἶναι φήσομεν τὸ γινόμενον διὰ τὸ ὁμογενῆ τυγχάνειν τὰ ἀμφότερα. συγκρίνει δὲ τῷ πλούτῳ τὴν δόξαν πρὸς φιλότιμον δῆμον διαλεγόμενος· καὶ κρεῖττον δείκνυσι τὸ θαυμάζεσθαι. ἔχει δέ τινα κατὰ τὴν λέξιν ἀσάφειαν. οὐ γὰρ λέγει ὅτι «τῇ πόλει πρόσεστι δύο, καὶ ὁ πλοῦτος καὶ τὸ θαυμάζεσθαι» ἀλλὰ «δυοῖν ὄντοιν ἀγαθοῖν παρὰ πᾶσιν ἀνθρώποις, τῇ πόλει τὸ κρεῖττον ὑπάρχει».

`20.59b`

λύσις.

`20.60a`

εἰ δέ τις οἴεται δεῖν τοῦτο εἰς Λεπτίνην ἀπέρριψεν, ἠθικῶς μέν, οὐ μὴν πόρρω καὶ τὸ πικρὸν ἐνδείξασθαι. διαβάλλει γὰρ τὸν οὕτω διακείμενον, ὅταν τοιαῦτα ἄτοπα λέγῃ, διʼ ἑνὸς προσώπου παιδεύων τοὺς ἅπαντας. καίτοι τὸ ἑξῆς ἠθικώτερόν ἐστι τὸ «ἐγὼ μὲν γὰρ εὔχομαι τοῖς θεοῖς».

`20.60b`

ἠθικῶς.

`20.61`

ἐγὼ μὲν γὰρ ἠθικώτερον.

`20.62`

φέρε δὴ καὶ τὰς εὐπορίας ἥκει πάλιν ἐπὶ τὸ αὐτὸ μέρος τῆς ἀντιθέσεως· «εὐποροῦσί τινες· οὐκοῦν ὑπὲρ τῆς πόλεως τὸν πλοῦτον συλλέγουσιν ἔν τε ταῖς ἱερομηνίαις καὶ ταῖς πανηγύρεσιν». εἶτʼ ἐπιτίθησιν ὅτι «ἅπαντες εἰσφέρουσιν εἰς τὸν πόλεμον οἱ τὴν ἀτέλειαν εἰληφότες»· ἐξ οὗ καὶ ἡ σύγκρισις αὐτῷ συναύξεται καὶ τὸ τῇ πόλει τὸν πλοῦτον συλλέγεσθαι δείκνυται. εἶτα παρέχεται νόμον καὶ σοφίζεται περὶ αὐτόν. δύο γὰρ προτείνας τὸ μὲν ἕτερον ἀποδείκνυσι, τὸ δʼ ἕτερον συλλογίζεται. ὅτι μὲν γὰρ τριηραρχίας οὐδεὶς ἀτελής, συνομολογεῖται διὰ τοῦ νόμου· ὅτι δὲ καὶ εἰσφέρειν εἰώθασιν εἰς τὸν πόλεμον οἱ τὴν ἀτέλειαν ἔχοντες, συλλογίζεται ὡς ἐν εἴδει τῆς τοῦ συλλογισμοῦ ἐτάσεως. τὸ γὰρ μὴ γεγραμμένον εἰς ταὐτὸν τῷ ἐγγράφῳ συλλογίζεται, οὐδαμοῦ τοῦτο διδόντος τοῦ νόμου. τὴν δὲ πίστιν τοῦ λόγου προὔθηκε πρὸ τῆς ἐννοίας, εἰς τὴν μαρτυρίαν τῶν ἀκουόντων αὐτὴν ἀναγαγών. τί γάρ φησιν; «ἴστε δήπου τοῦθʼ ὅτι τῶν τριηραρχιῶν» καὶ ἑξῆς, ὡς τῆς μαρτυρίας ἀρκούσης αὐτῷ.

`20.63`

παρὰ μὲν γὰρ τὰς ἐπὶ τῶν χορηγιῶν δαπάνας καὶ χάριν ὁμολογεῖν πειρᾶται τοῖς πλουτοῦσι, τῇ παραθέσει τῶν καιρῶν τὴν προσθήκην ἐπινοῶν. «ἂν εὑρεθῇ» φησί «χορηγός, ψυχαγωγεῖ τοὺς θεωμένους ὑμᾶς ἐν βραχεῖ μορίῳ τῆς ἡμέρας· ἐν δὲ ταῖς τριηραρχίαις ἀντὶ τῆς ἡδονῆς ἡ σωτηρία καὶ οὐ κατὰ σμικρὸν μέρος, ἀλλʼ ὅλον τὸν χρόνον καὶ οὐκ ὀλίγοις ὑμῶν τοῖς ἐν τῷ θεάτρῳ φανεῖσιν, ἀλλὰ πάσῃ τῇ πόλει.»

`20.64`

καὶ δίδοτε ἐν τιμῆς μέρει τί κομπάζεις, φησίν, ὡς ἐν ταῖς δωρεαῖς τοὺς εὖ ποιοῦντας νικῶν; ματαίαν χαρίζῃ τιμήν· φιλότιμος εἶ κενῶς· κἂν μὴ δῷς, αὐτὸς ἔχω τριηραρχῶν τῆς χορηγίας ἀτέλειαν.

`20.65`

ὁρᾶθʼ ὡς σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι ἀναγινώσκει τὸν νόμον· διὸ εἴρηκεν ὡς οὐδεὶς τῶν πλουσίων τριηραρχίας ἀτελής, ἵνα γένηται φανερὸν ὡς οἱ πλουτοῦντες ἐκ τῶν ἀτελειῶν ἐποίουν συντελείας ἐν τοῖς πολέμοις, τριηραρχοῦντες δὲ οὐκέτι χορηγοῦσιν· οὐ γὰρ ἀμφότερα δύνανται.

`20.66`

διείρηκεν διαρρήδην εἶπεν.

`20.67`

τίνα οὖν ῥᾳστώνην τοῖς πολλοῖς ὅτε ἐθάρρησε τοῖς δικαίοις καὶ τοῖς εἰρημένοις, τότε πρὸς τὸν Λεπτίνην ἐλεγκτικῶς διαλέγεται. καὶ περὶ τίνος; περὶ τοῦ μὴ τοὺς πένητας ἀνάπαυλαν ἔχειν, ἵνʼ ὁ ἐλεγκτικὸς λόγος ἐπὶ τῶν πενήτων γενόμενος μᾶλλον ἀληθεύοντα δείξῃ τοῦτον, ψευδόμενον δὲ τὸν Λεπτίνην ἐλέγξῃ. ἐνδείκνυται γὰρ διὰ τοῦ «τίνα γὰρ ῥᾳστώνην» καὶ ἑξῆς ὅτι «τοὺς πολλοὺς ἀπατᾷς», ῥήμασι μόνοις τὴν ἀνάπαυλαν αὐτοῖς χαριζόμενος, ἕτερον ἀνθʼ ἑτέρου ποιῶν. ὁ μὲν γὰρ Λεπτίνης φησὶν «ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσιν», ὁ δὲ Δημοσθένης, ὡσανεὶ λέγοντος Λεπτίνου ὅτι «τοὺς πένητας ἀφίησι», οὕτω τὸν ἀγῶνα καὶ τὴν μάχην ποιεῖται. «ἐξαπατᾷς» φησι «τὸν δῆμον καὶ λόγους ἐπαγγέλλῃ μόνον τοῖς πένησι, κέρδος οὐδὲν περιποιῶν τοῖς πολλοῖς. «δοκεῖ δὲ διασύρειν καὶ εἰς ταπεινότητα κατάγειν τὸ ὑπὸ τοῦ νόμου δεικνύμενον.

`20.68a`

εἰ μιᾶς ἢ δυοῖν φυλαῖν ἕνα χορηγὸν τοῦτο ὡς ἀσαφὲς δῆθεν ζητεῖται· καὶ ἐξηγήσαντό τινες, ὅτι τοῖς Θαργηλίοις δυοῖν φυλαῖν εἷς μόνος καθίστατο χορηγός, τοῖς δὲ μεγάλοις Διονυσίοις Ἀνθεστηριῶνος μηνός, πλείονος αὐτῷ γινομένης τῆς δαπάνης, εἷς χορηγὸς ἑκάστης φυλῆς καθίστατο. ἐμοὶ δὲ δοκεῖ σοφιστικῶς εἰρῆσθαι σχήματι Θουκυδιδείῳ. εἶπε γὰρ ἐκεῖνος ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν «τήν τε γὰρ Ποτίδαιαν δίδραχμοι ὁπλῖται ἐφρούρουν· ἑαυτῷ γὰρ καὶ τῷ ὑπηρέτῃ δραχμὴν μισθὸν ἐλάμβανε». καὶ λείπει ἡ «πρὸς» πρόθεσις, ἵνα ᾖ «πρὸς δραχμὴν ἐλάμβανεν». οὕτω καὶ ἐνταῦθα εἰρῆσθαι χρή «εἰ μιᾶς ἢ δυοῖν φυλαῖν πρὸς ἕνα χορηγὸν καθίστησι». τίνος δʼ ἕνεκα οὕτως συνέστειλεν; ἵνα μηδὲ φαίνηται πολλῶν χορηγῶν εὐπορίαν εὑρίσκων Λεπτίνης.

`20.68b`

πρὸς ἕνα χορηγὸν καθίστησιν.

`20.69`

ὃς ἀνθʼ ἑνὸς ἄλλου τοῦτο ἅπαξ ὁ γὰρ ἅπαξ χορηγήσας δηλαδὴ ἀπαλλάξεται τοῦ χορηγεῖν. ἔστι δʼ ἄλλο μὲν χορηγία, ἄλλο δὲ εἰσφορὰ καὶ τριηραρχία. τριήραρχος μὲν γάρ ἐστιν ὁ ναῦν παρεχόμενος πολεμικὴν καὶ σκεύη τῇ νηὶ καὶ ὅσα τοιαῦτα, χορηγὸς δὲ ὁ τοῖς Διονυσίοις καὶ τοῖς Παναθηναίοις τῷ χορῷ τὴν τροφὴν παρέχων καὶ στεφάνους καὶ κόσμον καὶ ὅσα περὶ τὴν τοιαύτην πανήγυριν, ἑστιάτωρ δὲ ὁ τὴν φυλὴν εἰς δεῖπνα καλῶν, γυμνασίαρχος δὲ ὁ παρέχων τοὔλαιον τοῖς γυμναζομένοις — γυμνάσιον γὰρ τὴν παλαίστραν ἐκάλουν, καὶ κρατῆρας ἐνεπίμπλασαν τοῖς βουλομένοις δημοσίᾳ χρίεσθαι· εἰσφέρειν δὲ λέγουσιν εἰς τὸν πόλεμον, ὅταν ἔρανον διδῷ τις τοῖς ὑπὲρ τῆς πατρίδος παραταττομένοις. αὗται ἦσαν παρʼ αὐτοῖς αἱ λειτουργίαι, αἱ μὲν πρὸς εἰρήνην αἱ δὲ πρὸς πόλεμον.

`20.70`

τῆς δέ γʼ αἰσχύνης ὅλην ἀναπίμπλησι τὴν πόλιν «ὅτε τοίνυν τὸ μὲν χρήσιμον ἄπεστι, πληροῖς δὲ τῶν αἰσχίστων τὴν πόλιν, ἄφες· λυθήτω θᾶττον ὁ νόμος τῇ τῶν καθημένων ψήφῳ. καὶ σοὶ μὲν μέτεστι τῆς αἰτίας, ὁ δῆμος δὲ τῆς βλασφημίας ἐλεύθερος.» οὐκ ἀφίσταται δὲ τῆς ἐννοίας, πῆ μὲν τὸ ἔνδοξον κατασκευάζων, πῆ δὲ τοὐναντίον· ἐν ᾧ καὶ πλείοσι κέχρηται ὡς ἐν καταφορᾷ τοῖς ὀνόμασιν, αἰσχύνην καὶ ἀπιστίαν λέγων καὶ ἀδοξίαν.

`20.71`

οὐκοῦν ὅτε πολλῷ μείζονα βλάψει ὁμολογεῖ μὲν καὶ αὐτὸς ὠφέλειάν τινα συμβαίνειν παρὰ τοῦ νόμου, ἀλλὰ μείζω τῆς ὠφελείας ταύτης εἶναι τὴν βλάβην.

`20.72a`

ἔτι δʼ, ὦ ἄνδρες δικασταί, διὰ τὸ γεγράφθαι δοκεῖ τοῦ νομίμου κεφαλαίου εἶναι, οὐκ ἔστι δέ, ἀλλὰ τοῦ συμφέροντος μᾶλλον. ἔστι δὲ τὸ ἐπιχείρημα ἀπὸ τοῦ ἐλλείποντος ἢ ἀπὸ τοῦ ἀδιορίστου.

`20.72b`

ἔτι ... γεγράφθαι τοῦτό τινες οἴονται εἶναι τοῦ νομίμου κεφαλαίου· μᾶλλον δὲ ἀποφαίνειν ὁ ῥήτωρ πειρᾶται πολλὴν ἐσομένην σιτόδειαν καὶ βλάβην, ἐκ τῆς ἀσαφείας τὸ ἀποβαῖνον πολυπραγμονῶν. ἀεὶ γὰρ ὁ ῥήτωρ τὸ δοκοῦν ἀσαφὲς ἐπὶ τὸ συμφέρον ἀνάγει, τὴν ἀπʼ αὐτοῦ βλάβην δηλῶν.

`20.73`

μήτε τῶν ἰσοτελῶν μήτε τῶν ξένων ἰσοτελεῖς μὲν λέγει τοὺς ξένους τοὺς τετυχηκότας τῆς ἴσης τιμῆς τοῖς πολίταις. τέλος γὰρ καὶ τὴν τῶν ἀρχόντων τιμὴν ὀνομάζουσιν, ὥσπερ καὶ Θουκυδίδης λέγει Λακεδαιμονίων καταλέγων τὰ τέλη, τοὺς ἄρχοντας ὀνομάζων αὐτῶν. ξένους δὲ λέγει τοὺς οὐκ ἐγχωρίους. διὰ μὲν οὖν τῶν προειρημένων ἐπιχειρημάτων κατεσκεύασεν ὅτι οὐδὲν ὄφελος περιγίνεται τῇ πόλει κειμένου τοῦ νόμου, διὰ δὲ τοῦ παρόντος ἐπιχειρήματος ὅτι καὶ βλάπτεται ἡ πόλις. τί γὰρ ἂν καὶ γένοιτο μεῖζον βλάβος σιτοδείας; περὶ ἧς ὁ παρὼν αὐτῷ κεκίνηται λόγος.

`20.74`

μὴ διειρῆσθαι δὲ ὅτου ἀτελῆ τῷ ἐλλείποντι κέχρηται, «μὴ διειρῆσθαι» λέγων, τὸ ἀδιάκριτον τῆς λέξεως ἐπισημαινόμενος. πολλὰ δʼ ἐπισημαίνεται ὡς παραλελειμμένα καὶ ἀορίστως εἰρημένα τῷ νομοθέτῃ. πρῶτον δὲ ἐκεῖνο ὅτι «τῶν ξένων» εἰπὼν οὐκ ἐδήλωσε πότερον τῶν οἰκούντων Ἀθήνησιν ἢ περὶ τῶν ἀλλαχόθι, δεύτερον δὲ «ὅτου ἀτελῆ»· οὐ γὰρ εἶπε τὸ εἶδος τῆς ἀτελείας, χορηγίας ἤ τινος ἄλλου τέλους τοιούτου, τέλος λέγων κἀνταῦθα τὰς καταβολὰς καὶ τελωνείας τὰς παρὰ τῶν ἐμπόρων καὶ τὸ εἰς ὅπερ αὐτὸν δεῖ συντελεῖν χορηγοῦντα τῇ πόλει, ὡς καὶ περὶ τὸ τέλος εἶναι τὴν ἀσάφειαν. πῆ μὲν γὰρ τέλος λέγεται ἡ τελωνεία, πῆ δὲ καὶ τὸ λειτουργεῖν τῇ πόλει. ἐπεὶ οὖν συνέβαινε τὸν Λεύκωνα εἶναι ἀτελῆ, πῆ μὲν διὰ τὸν τιθέμενον πυρὸν ἐν τῷ Πειραιεῖ, πῆ δὲ τὸ μὴ χορηγεῖν ξένον ὄντα, αἰτιᾶται ὡς διδόντος τοῦ νόμου κατὰ τὴν ἀσάφειαν ταύτην καιρὸν τῷ βουλομένῳ καλεῖν εἰς χορηγίαν τὸν Λεύκωνα καὶ μὴν καὶ ἐπηρεάζειν εἰς τελωνείαν. ὅθεν καὶ ζητεῖ κατὰ ποῖον τέλος ὁ Λεπτίνης λέγει, πότερον κατὰ τὸ μηδένα ἀτελῆ τῶν χορηγιῶν τυγχάνειν ἢ κατὰ τὸ μὴ δεῖν αὐτὸν τελωνεῖσθαι, κατακλείων εἰς τὸ ἐξεῖναι τῷ βουλομένῳ τελώνῃ χορηγεῖν καὶ καλεῖν εἰς χορηγίαν τὸν Λεύκωνα. ἐχρήσατο δὲ καὶ τοῖς τρισὶν ὀνόμασι, τῷ τῶν πολιτῶν καὶ τῶν ἰσοτελῶν καὶ τῶν ξένων, τῷ τὸν Λεύκωνα τῶν τριῶν μετέχειν δυνάσθαι· πολίτης μὲν γάρ ἐστι τῇ ποιήσει, ἰσοτελὴς δὲ τῇ τιμῇ, ξένος δὲ τῷ μήτε γένει μήτε φύσει πολίτης εἶναι. λυπεῖ δὲ τούτῳ τῷ μέρει σφόδρα. τί γὰρ ἂν γένοιτο μεῖζον ταραχῆς αἴτιον τῇ πόλει τῆς σιτοδεία; ὅθεν καὶ εἰς τὸ τῆς βλάβης μέρος τοῦτο ἐξετάζει τὸ ἐπιχείρημα. ἵνα δὲ καὶ δοκῇ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἀνδρὸς μέλλοντος ἀποστερεῖν τῶν πυρῶν, τῇ πόλει δίδωσι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην τοῦ συμβησομένου περὶ τῆς πόλεως· εἶτα ποιεῖ πρεσβευόμενον καὶ μεμφόμενον καὶ ὀνειδίζοντα· εἶτα ἐπὶ τούτοις μόλις ἀφαιρούμενον ὥστε τὴν κατηγορίαν μηκέτι εἶναι τοῦ Λεύκωνος, ἀλλὰ τοῦ δήμου.

`20.75`

ἐν δὲ τῷ τῶν ξένων περὶ Λεύκωνος ἄρχοντος Βοσπόρου.

`20.76`

ἀφαιρεῖται καὶ Λεύκωνα τὸν ἄρχοντα Βοσπόρου ὁρᾷς ὅσην καὶ τὴν ἔμφασιν συνεισήνεγκεν; εἶτα προσθεὶς καὶ τὸ «Βοσπόρου» μονονοὺ βλέπειν αὐτοὺς ἐποίησε τοῦ σίτου τὰς ὁλκάδας μεστάς· ὥστε λιμοῦ παραίτιος ὁ Λεπτίνης γενήσεται διʼ ὧν ἀφαιρεῖται τῆς ἀτελείας τὸν ἄνθρωπον.

`20.77`

κατʼ οὐδέτερον δʼ αὐτῷ οὔτε ὡς πολίτῃ οὔτε ὡς ξένῳ· στερίσκονται γὰρ ἀμφότεροι.

`20.78`

ἴστε γὰρ δήπου τοῦθʼ αὔξει τὴν εὐεργεσίαν τοῦ Λεύκωνος ἐκ τῶν ἐναντίων τὴν σπάνιν προφέρων. ἐν γὰρ ταῖς ἐνδείαις καὶ τὰ μικρὰ τῶν κερδῶν μεγάλα εἶναι δοκεῖ. ὅταν δὲ καὶ τοῦτο μέγιστον ᾖ, ποίαν λοιπὸν ὑπολείπει τοῖς ἀκούουσιν ὑπερβολήν; εἶτα καὶ συγκρίνει τὸν ἀπὸ τοῦ Πόντου σῖτον πρὸς τὸν ἁπανταχόθεν αὐτοῖς κομιζόμενον.

`20.79`

οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον ἐπειδὴ καθαίρεσιν εἶδε παραπεμπομένην τῷ θεωρήματι — δοκεῖ γὰρ αὐτὸς μᾶλλον ὠφελεῖσθαι ὁ πέμπων τὸν σῖτον ἢ τὴν πόλιν ὠφελεῖν —, ἀνῄρηκε καὶ τοῦτο τὸ ἀντιπῖπτον καὶ ὑπετέμετο. ὡς γὰρ τῶν ἀκουόντων λεγόντων ὅτι «διὰ τὸ πλεῖστον γίνεσθαι σῖτον ἐν τοῖς τόποις τοῦτο ποιεῖ», κατὰ συνδρομὴν ἀνῄρηκε τῷ εἰπεῖν «οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον πλεῖστον ἔχειν τοῦτο γίνεται, ἀλλὰ καὶ διὰ τὸ ἀτέλειαν ὑμῖν αὐτὸν δεδωκέναι, διὰ τοῦτο προτιμᾷ τῶν ἄλλων ἐμπόρων τοὺς Ἀθηναίους.»

`20.80`

ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ συλλογίζεται τὸ κέρδος τῇ ποσότητι τὴν φιλοτιμίαν ἐγείρων, ἀπὸ τοῦ συνήθους καὶ τεταγμένου τέλους τὸ κέρδος δηλῶν.

`20.81`

τοῦτο δὲ ἡλίκον ἐστὶ τῇ πηλικότητι κέχρηται, ἵνα μὴ μόνον τοῖς πρὸ τοῦ πράγματος αὐξήσῃ, ἀλλὰ καὶ διʼ αὐτῆς τῆς ποσότητος· μέρος γὰρ καὶ τοῦτο τῆς πηλικότητος.

`20.82`

ἐμπόριον Θευδοσίαν τὸ μὲν ὄνομα τῷ ἐμπόρῳ ἢ ἀπὸ τῆς ἀδελφῆς ἢ ἀπὸ τῆς γαμετῆς· διαφωνεῖται γάρ. δείκνυσι δὲ καὶ οὕτω τὴν εὔνοιαν ὅτι ἁμιλλᾶται πρὸς ἑαυτὸν ἐν ταῖς εὐποιίας ὑμῶν· διὰ τοῦτο γὰρ αὔξει καὶ αὐτὸ τὸ ἐμπόριον, ἵνα μὴ φαύλη τις ἡ προσθήκη φανῇ.

`20.83`

ἀλλὰ προπέρυσι σιτοδείας τὴν μνήμην ἀνακαινίζει τὰ ἀρχαῖα παραδραμών· ἔτι γὰρ ἔχουσι τῆς εὐεργεσίας τὴν αἴσθησιν. ἴστε γὰρ δήπου τοῦτο, φησίν, ὅτι τῆς οἰκουμένης ἁπάσης τῷ λιμῷ πιεσθείσης μετέστησεν ὑμῖν τὴν τότε συμφορὰν τῆς σιτοδείας εἰς εὐπορίαν καὶ κόρον καὶ πλοῦτον. ἡκέτω Καλλισθένης μάρτυς ἀληθὴς τῆς φιλοτιμίας τῆς Λεύκωνος, λεγέτω τῶν ταλάντων τὸν ἀριθμὸν ὅσον τῇ πατρίδι περιεποίησε.

`20.84`

καὶ μηδʼ ἂν μεταδόξῃ εὐδιόρθωτα ποιεῖ τοῖς Ἀθηναίοις τὰ πλημμελήματα. ἥμαρτεν ὁ δῆμος κακῶς βουλευσάμενος; ἄφες· τῇ μετανοίᾳ λύσει τὰ πταίσματα.  <span class="gap">…</span> γέγραπται γὰρ ἐν τῷ νόμῳ «μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι».

`20.85`

καὶ ὑμῶν τοὺς παρʼ ἐκείνου σιτηγοὺς συναδικεῖς, Λεπτίν, τὴν πόλιν μετὰ τοῦ Λεύκωνος· πρὸς πολλοῖς γὰρ ἄλλοις βλάπτεις καὶ εἰς δόξαν· ἡ δὲ ζημία τῶν πραγμάτων παγχάλεπος.

`20.86`

εἶθʼ ὑμεῖς ἔτι σκοπεῖτε αὐξήσας τὴν κατηγορίαν παροξύνει πρὸς τὴν ἀναίρεσιν· οὐ δεῖ περὶ τῶν ὁμολογουμένων σκοπεῖν, φθασάτω τοὺς λόγους ἡ λύσις.

`20.87`

ἀνάγνωθι λαβὼν αὐτοῖς αὐτὰ τὰ ψηφίσματα ἵνα αἰσχυνθῶσιν ἐναντία τοῖς δεδογμένοις ποιεῖν. εἰπὼν δὲ τὰς εὐεργεσίας ἤδη τῷ λόγῳ βούλεται καὶ ἐγγράφως αὐτὰς ἀναγνῶναι.

`20.88`

ὡς μὲν εἰκότως ὅρα πῶς δριμέως ὡς μισθὸν κεκομισμένον Λεύκωνα δείκνυσιν — ἀνθʼ ὧν γὰρ δέδωκεν, ἀντὶ τούτου μετείληφε — καθαιρῶν ἐν τούτῳ τὸ περὶ τούτου φρόνημα τοῦ δήμου, μᾶλλον δὲ μαρτύριον μέγιστον παρεχόμενος διὰ τούτου, ὅτι μεγάλα εὐεργέτηται ὁ δῆμος.

`20.89`

ἀντιγράφους τὰ ἴσα ἐχούσας καὶ τὰ αὐτὰ βοώσας.

`20.90`

τὴν δʼ ἐν Πειραιεῖ διττῶς ἐκεῖνος, ἐπειδὴ καὶ ἐμπορίος δύο εὐποιεῖ. ἔπειτα τὸ αἰσχρὸν ἐπάγει καθʼ ὑπερβολήν· «νενίκηται ὑφʼ ἑνὸς ἀνδρὸς ὅλη πόλις εἰς πίστιν, ἡττήθη δῆμος αὐτόχθων εἰς εὐγνωμοσύνην τοῦ Λεύκωνος».

`20.91a`

τὴν δʼ ἐφʼ Ἱερῷ τόπος ἐστὶ περὶ τὸν Ἑλλήσποντον οὕτω καλούμενος διὰ τὸ τοὺς Μινύας ἱδρύσασθαι ἱερὸν τῶν θεῶν στελλομένους ἐπὶ τὸ χρυσόμαλλον δέρας.

`20.91b`

τὴν ... Ἱερῷ Ἱερὸν οὕτω καλούμενον διὰ τὸ τοὺς Μινύας ἱερὰ ἱδρύσασθαι τῶν ἡρώων στελλομένους ἐπὶ τὸ χρυσόμαλλον δέρας. τοῦτο δέ ἐστι τὸ κατὰ τὸ στόμα τοῦ Πόντου.

`20.92`

ὧν ἔχετε ἢ δεδώκατε συνθήκας σεμνὸν τῶν συνθηκῶν τὸ ὄνομα· διὸ καὶ ὁ παραβὰς ἐπονείδιστος.

`20.93`

ὃ πολὺ δεινότερον τοῦ καθελεῖν θέλεις κυρῶσαι, Λεπτίνη, τὸν νόμον; μικρὸν ἐπίσχες, ἄφες· καθελῶ τὰς στήλας, τὸν ἔγγραφόν μου καὶ δῆλον κατήγορον. αὗται κυροῦσι τὰς μέμψεις, βεβαιοῦσι τὰς διαβολὰς τὰς ματαίας ταυτασί, τὸν ἐπιλήσμονα τῶν εὐεργετῶν ἐξελέγχουσαι.

`20.94a`

φέρʼ, ἐὰν δὲ δὴ πέμψας ἐν καιρῷ κέχρηται τῇ πλάσει· ἐναργέστερος γὰρ ὁμοῦ καὶ ἐμψυχότερος ὁ λόγος γίνεται.

`20.94b`

χάριεν δὲ τὸ νόημα· μόνον γὰρ οὐχὶ διαδικασίαν πρὸς τὸν δῆμον καθίστησιν. εὐπρόσωπος δʼ οὗτος ὁ λόγος· οὐ γὰρ τῇ παρʼ ἑαυτοῦ συνηγορίᾳ, τοῖς δʼ ἑαυτοῦ δικαίοις νενικηκὼς ὁ Λεύκων φανεῖται.

`20.95`

ὁ τὸ ψήφισμα ὑπὲρ ὑμῶν γράφων ὁ τὴν ἀπόκρισιν ὑπὲρ ὑμῶν διδούς.

`20.96`

ὅτι νὴ Δία ἦσαν τῶν εὑρημένων τινὲς οὐκ ἐπιλέλησται τοῦ οἰκείου θεωρήματος, ἀλλʼ, ἵνα δῷ τῷ οἰκείῳ νόμῳ παρείσδυσιν, αὐτὸν τὸν δῆμον ὁμολογοῦντα ποιεῖ τὴν ἀντίθεσιν «νὴ Δίʼ ἦσάν τινες τῶν εὑρημένων», ὡς μηδενὸς ἄλλου λυποῦντος τὴν πόλιν ἢ τούτου, ἵνα ὁ νόμος τοῦ Δημοσθένους μετὰ μικρὸν ἀναγινωσκόμενος καὶ τοῦτο λύων φαίνηται.

`20.97`

καὶ γὰρ Ἀθηναίων τινὲς ἑτέρῳ μὲν περιάπτει τὴν βλασφημίαν· οὐ μὴν οὐδὲ ἐνταῦθα ταύτην ἀκόλαστον τίθησιν, ἀλλὰ προσέθηκεν εἰς θεραπείαν τινὰς εἰπὼν καὶ οὐ πάντας, καὶ ἴσως ἵνα καὶ τῷ ἐπιρρήματι καὶ τῷ δισταγμῷ μὴ πάντως ἀποφαίνηται κατὰ τῶν πολιτῶν ὅτι πονηροὶ τυγχάνουσι. καλῶς δὲ ἐπιμένει τῇ ἐξεργασίᾳ τοῦ πράγματος, ἵνʼ ἐναργέστερος αὐτοῖς ὁ ἔλεγχος γένηται καὶ διὰ βραχέων ἡ ἀντίθεσις ἀνῃρῆσθαι δοκῇ.

`20.98`

οὐ δικαιότερʼ ἡμῶν ἐρεῖ; ἔμοιγʼ οὖν δοκεῖ μετὰ τῶν κατηγορημένων καὶ αὐτὸς εὑρίσκεται καὶ συνομολογεῖ ὅτι ἀδικεῖται ὁ Λεύκων. εἶτα τοῖς κοινοῖς ἔθεσι καὶ λογισμοῖς ἐπικυροῖ τὸ ἐπιχείρημα, ὡς φιλοῦσιν ἅπαντες αἰδοῖ τῶν χρηστῶν φαύλους τινὰς ἀγαπᾶν μᾶλλον ἢ μίσει τῶν πονηρῶν καὶ τοὺς ἀγαθοὺς ἀποστρέφεσθαι.

`20.99`

παρὰ πᾶσι γὰρ ἀνθρώποις σημείωσαι, ὅμοιον τούτῳ τὸ τοῦ θεολόγου.

`20.100`

καὶ μὴν οὐδʼ ὅπως οὐκ ἀντιδώσει ἄχρι τούτων συμπερανάμενος τὸν λόγον τὸν περὶ τῆς τελωνείας μεταβέβηκεν ἐπὶ τὸ ὁμώνυμον. ὅτι γὰρ κατὰ τὸ πρότερον μέρος τὴν τελωνείαν ἐξήτασεν ἐκεῖθεν δῆλον· ἐλογίσατο γὰρ τίνα καρποῦται τέλη ἐκ τοῦ μὴ τελωνεῖσθαι. εἶτα ἔδειξεν αὐτοὺς ἀφαιρουμένους τὴν δωρεὰν τοῦ Λεύκωνος, εἶτα τὸν Λεύκωνα λοιπὸν ἀνταφαιρούμενον. οὐκοῦν τοῦτο περὶ τῆς τελωνείας εἴρηται. μεταβαίνει δὲ ἐφʼ ἕτερον τέλος καὶ τὴν ὁμωνυμίαν, λέγω δὲ τὸ κατὰ τὴν λειτουργίαν· καὶ τὸ ἐπιχείρημα διὰ τῆς διαβολῆς σημαίνει τὸ βούλημα.

`20.101`

καὶ μὴν οὐδʼ ὅπως ὡς κοινοτέρου τινὸς ἐπιχειρήματος ἀρχὴν ποιούμενος, λέγω δὴ τοῦ περὶ τῆς χορηγίας. διὰ τί δὲ οὐκ ἐκ τοῦ προδήλου καὶ προφανοῦς εἰσήγαγεν ὅτι «ἀντιδώσει τις», ἀλλʼ ἐκ τοῦ ἐναντίου κατὰ ἀναίρεσιν ὅτι «ἂν βουληθῇ τις ἀντιδοῦναι, οὐχ εὑρίσκω ὅπως λυθήσεται καὶ οὐκ ἀντιδώσει»; ὅτι τὸ μὲν ἐκ τοῦ προφανοῦς λέγειν οὐκ ἔστι πιθανόν, τὸ δὲ κατὰ ἀναίρεσιν σημαίνει τὴν τοῦ φιλονεικοῦντος προαίρεσιν. σχεδὸν γὰρ μιμεῖται τὸν τοῦ φιλονεικοῦντος τρόπον διὰ τῆς τοῦ ἐνθυμήματος μεταχειρίσεως.

`20.102`

ἐάν τις ἐπʼ αὐτὰ ἔλθῃ κατὰ τὴν ἀντίδοσιν, φησίν, ἐπιλάβηται.

`20.103`

ἔστι δʼ οὐ τὸ τῆς δαπάνης μέγιστον ἀπὸ τῆς περιουσίας καὶ δυναστείας τοῦ Λεύκωνος ἀντέπεσεν «ἀλλὰ πλούσιος ὢν οὐκ αἰσθάνεται τῆς δαπάνης»· ναί, ἀλλʼ ἡ ἀφαίρεσις ἐπονείδιστος.

`20.104a`

οὐ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ Λεύκων ἀδικηθεὶς τί δήποτε, ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζονα τρέπων τὸν λόγον, ἐνταῦθα τὸ ἐναντίον πεποίηκεν καὶ ἀπὸ τῶν μειζόνων ἐπὶ τὰ ἐλάττονα ἦλθε; λεκτέον ὅτι, ὃ μᾶλλον ἐτάραττε τοὺς ἀκούοντας, τοῦτο καὶ προὔταξε. ποθεῖ γὰρ ὁ δῆμος τὸν σῖτον καὶ στερισκόμενος ἄχθεται. ἀφʼ οὗ οὖν ἔμελλε πείθειν μᾶλλον, τούτου τὸν φόβον προὐβάλλετο.

`20.104b`

κῶλα ἐπιμελείας καὶ κάλλους ἐξ ἐπεμβολῆς πεπλεγμένα μετά τινος γοργότητος τῆς ὅλης διανοίας μὴ καθʼ ἕκαστον πληρουμένης.

`20.105`

ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησε θαῦμα πολὺ τῆς εὐεργεσίας τοῦ Λεύκωνος ποιησάμενος ἐνταῦθα καὶ οἶκτον ἐντίθησι τοῦ Ἐπικέρδους, τῇ μεταβολῇ τῆς τύχης τὴν πειθὼ προσαγόμενος. ὁ γὰρ πάλαι, φησίν, εὐημερῶν, ὁ τὴν Ἀθηναίων πόλιν εὐεργετεῖν ἀξιῶν, οὗτος νῦν ἐπίκουρον ἔχει τοῦ ζῆν τὴν ἀτέλειαν, βεβλημένος ὑπὸ τῆς τύχης. φασὶ γὰρ τοὺς παῖδας μεταστῆναι τοῦ Ἐπικέρδους ἀπὸ Κυρήνης Ἀθήναζε, καὶ διὰ τοῦτο λέγουσιν αὐτῷ εἰς δέον γεγονέναι τὸ παρʼ ὑμῶν δοθῆναι τὴν ἀτέλειαν. εἰκὸς γὰρ ἦν αὐτοὺς καὶ εἰς λειτουργίαν κληθῆναι παρόντας.

`20.106`

τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ἠρώτησε τοὺς Ἀθηναίους ὡς ποθοῦντας τὸν τοιοῦτον εὐεργέτην μαθεῖν, ἵνα θαρρῶν ἀποκρίνηται. Κυρήνη δὲ πόλις ἐστὶ Λιβύης, Λακεδαιμονίων ἄποικος· Ἐπικέρδης δὲ Κυρηναῖος, εὐεργέτης τοῦ δήμου κατὰ τὸν ἐν Σικελίᾳ καιρόν, ἰδὼν δὲ τῆς ἐπιδόσεως μικρὰν τὴν ποσότητα ηὔξησεν αὐτὴν πολλαχόθεν, πρῶτον μὲν τῷ συνδραμεῖν καὶ εἰπεῖν «οὐ τῷ μεγάλα καὶ θαυμάσια ἡλίκα δοῦναι», εἶτα τῷ καιρῷ καὶ τῇ γνώμῃ τοῦ δεδωκότος καὶ τῇ ποιότητι τῶν πεπονθότων καὶ τῷ φόβῳ τῶν ἀντικειμένων, καιρῷ μὲν ὅτε ἥττητο ἡ πόλις καὶ ἐν συμφοραῖς ἦν μεγάλαις, γνώμῃ δὲ ὅτι ἐκ προαιρέσεως καὶ ἐθελοντής, ποιότητι δὲ τῶν πεπονθότων ὅτι ἐν συμφορᾷ, φόβῳ δὲ τῶν ἀντικειμένων ὅτι ἐπεκράτουν Συρακούσιοι καὶ Λακεδαιμόνιοι, ὧν οὐκ ἐφοβήθη τοῦ φρονήματος τὸν ὄγκον. ἀλλὰ καὶ τῇ γειτνιάσει αὔξει, ὅτι παρʼ οἷς ἦν· καὶ γὰρ τοῦτο συντελεῖ πρὸς αὔξησιν. τὸ γὰρ παρόντα μὴ φοβηθῆναι τὸν κίνδυνον μηδὲ φιλοψυχῆσαι οὐ μικρὸν εἰς φιλοτιμίαν.

`20.107`

ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἰδὼν τὴν ὀλιγότητα τῆς ἐπιδόσεως ἐκ τοῦ κατὰ σύγκρισιν τόπου ηὔξησε. συνέκρινε γὰρ τὴν προαίρεσιν τῶν τε ἑκόντων εὐεργετούντων πρὸς τὴν τοῦ δικαίως ἀποδιδόντος ἐν καιρῷ χάριν· δείξας δὲ ἐνίους τῶν ἀνθρώπων μηδʼ ἐθελοντὰς ἀποδιδόναι ἐν ταῖς δυστυχίαις ἣν ὀφείλουσι χάριν, ηὔξησε τὴν τοῦ δεδωκότος προαίρεσιν ὅτι ἐθελοντὴς τοῖς δυστυχοῦσιν ἐπέδωκεν.

`20.108`

ὡς τὸ ψήφισμα τοῦτο δηλοῖ πιστοῦται διὰ τοῦ ψηφίσματος τοῦ Ἐπικέρδους τὴν εὔνοιαν, ἵνα μὴ δοκῇ χαρίζεσθαι τοῖς λόγοις.

`20.109a`

καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν οὐ μόνον ἐκ τῶν προειρημένων τόπων, ὡς ἔφαμεν, ηὔξησεν, ἀλλὰ καὶ ἐκ τοῦ κωλῦσαι τὸ συμβὰν αὐτοῖς, εἰ μὴ ἐπέδωκεν ἑκών. κωλύει γὰρ αὐτοὺς λιμῷ πάντας ἀποθανεῖν, προθύμως ἐπιδούς.

`20.109b`

οὐ μόνον ηὔξησεν ἀφʼ ὧν ἐποίησεν, ἀλλὰ καὶ ἐξ ὧν ἐκώλυσε τὸ συμβὰν κακὸν ἀφʼ ὧν ἐπέδωκε· διχῇ γὰρ τὸ συμφέρον ἢ κτήσει καλοῦ ἢ ἐπισχέσει βλάβης ὑπάρχει.

`20.110`

τάλαντον ἔδωκε μετὰ τὸ λαβεῖν, φησί, τὴν ἀτέλειαν ἐπὶ τοῖς πρότερον ἐπιδοθεῖσιν ἐν Σικελίᾳ, οὐχ, ὡς ἂν καταφρονήσας ὅτι περ ἅπαξ ἔτυχε τῆς τιμῆς, ἐπαύσατο τῆς κηδεμονίας, ἀλλὰ μηδενὸς αἰτήσαντος τὴν χρείαν ἰδὼν αὐθαίρετος ἐφιλοτιμήσατο, αὐτὸς προσεπινοήσας τὴν αὔξησιν.

`20.111`

σκέψασθε δὴ πρὸς Διὸς καὶ θεῶν εἰπὼν διὰ τῶν προειρημένων τὰς εὐεργεσίας καὶ εἰς ὅσον εἶχεν αὐξήσας ἐντεῦθεν ἐπενθυμεῖται τοῖς προειρημένοις. τοιοῦτος ὁ ῥήτωρ ἁπανταχοῦ μετὰ τὰ διηγήματα πάλιν ἐπενθυμούμενος. οὐχ ἁπλοῦν δέ ἐστι τὸ διήγημα ἐνταῦθα, ἀλλὰ δεικτικόν.

`20.112`

καὶ τὴν περὶ τούτων χάριν καὶ τῆς καλοκἀγαθίας ἐπίδειξις. «οὐ γὰρ ἐλπίδι τῆς ἀμοιβῆς εὖ ἐποίησεν — ἄδηλος γὰρ αὕτη —, ἀλλʼ εὐνοίᾳ καὶ φιλοστοργίᾳ τοὺς ἡττημένους ἀντὶ τῶν κεκρατηκότων ἠσπάσατο». καὶ οὐ μόνον νενικηκότας εἶπεν, ἀλλὰ καὶ παρʼ οἷς ἦν· ὅτι καὶ συνηθείας κατεφρόνησε καὶ φιλίας ἠμέλησε καὶ φοβεῖσθαι τοὺς κρατοῦντας οὐκ ἠνέσχετο, προθέμενος ἐν πᾶσιν ὑμᾶς.

`20.113a`

οὐδὲ γὰρ οὔσῃ χρώμενος φαίνεται ἡ ἀτέλεια διττή· ἢ γὰρ κατʼ ἐμπορίαν ἐστὶν ἢ κατὰ λειτουργίαν. οὔτε δὲ οἷόν τε λειτουργεῖν ξένον ὄντα καὶ Λιβύην οἰκοῦντα οὔτε μὴ ἐμπορευόμενον· οὐδὲ γὰρ ἐμπορευόμενος φαίνεται ὥσπερ ὁ Λεύκων, μὴ φερομένων αὐτῷ ἀπὸ Λιβύης φορτίων ἐξ ὧν κερδαίνειν ἔμελλε. καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν τελωνειῶν ἀπογραφῆς, ὅθεν εἶπε τεθαρρηκότως· «οὐδὲ γὰρ οὔσῃ χρώμενος φαίνεται»· οὐ φαίνεται γὰρ ἐν ταῖς τῶν ἐμπόρων ἀπογραφαῖς.

`20.113b`

ὁ μὲν Ζήνων λύων τὸ προκείμενόν φησι μὴ χρήσασθαι τῇ δωρεᾷ τὸν Ἐπικέρδην διὰ τὸ ἑκόντα ἐπιδοῦναι μνᾶς ἑκατόν· ἡμεῖς δέ φαμεν μὴ τοῦτο βούλεσθαι τὸν Δημοσθένην σημαίνειν· οὐδὲ γὰρ ἐπιδόσεως οὐδὲ φιλοτιμίας ἐστὶν ἀτέλεια, ἀλλὰ τῶν κατʼ ἀνάγκην γινομένων λειτουργιῶν. πῶς οὖν φαίνεται Ἐπικέρδης μὴ χρώμενος; οὐχ ὅτι ἐπιδέδωκεν, ἀλλὰ τῷ μηδʼ ἐμπορίαν ποιήσασθαι μηδὲ κληθῆναι εἰς λειτουργίαν μηδεπώποτε διὰ τὸ ἀπεῖναί τε φαίνεται τῇ δωρεᾷ μὴ χρήσασθαι· ὅτι γὰρ οὐκ ἂν ἐκλήθη ἀπὼν εἰς λειτουργίαν δῆλον ἐκ τῶν κατὰ Λεύκωνα. ἐκεῖ γάρ φησι χρήματα ὑπάρχειν τῷ Λεύκωνι ἐνταῦθα, ὧν λάβοιτο ἄν τις· Ἐπικέρδους δὲ μὴ ἔχοντος μηδεμίαν ἐμπορίαν ἐν τοῖς λιμέσι, πῶς ἄν τις λάβοιτο; τὸ οὖν «χρώμενος» ἀντὶ τοῦ χρησάμενος. οὐ γὰρ περὶ τῶν παίδων ἐνταῦθα τέως ὁ λόγος ἐστίν, ἀλλὰ περὶ τοῦ πατρός· ὅτι δὲ καὶ τὸ συντελεῖν εἰς πόλεμον οὐκ ἦν παράβασις ἀτελείας, δῆλον ἐκ τοῦ κατὰ Ἁρμόδιον καὶ Ἀριστογείτονα. καὶ γὰρ εἰληφότες ἀτέλειαν ὅμως ἐχορήγουν εἰς πόλεμον· ὥστε, εἰ Ἐπικέρδης εἰς πόλεμον ἐπιδέδωκεν, οὐ δήπου διὰ τοῦτο τὴν δωρεὰν ἀνῄρηκεν, ἀλλὰ καὶ αὐτὸς παρέχεται νόμον τοιοῦτον τὸν κελεύοντα μηδένα ἀτελῆ εἶναι τῶν εἰς τὸν πόλεμον.

`20.114`

οὓς ἥκιστα προσῆκεν οὓς οὐδαμῶς ἀδικεῖν ἐχρῆν.

`20.115`

ἀλλὰ τὴν προθυμίαν καὶ τὸ αὐτὸν τῇ κρίσει τῶν πατέρων σεμνύνει τὸν ἄνθρωπον.

`20.116`

οἱ προϋπάρχοντες τῷ ποιεῖν εὖ οἱ τὴν ἀρχὴν τῆς εὐποιίας ποιησάμενοι. πλέον δὲ θαυμάσειεν ἄν τις τοὺς ἐν ταῖς χρείαις ὑπηρετήσαντας.

`20.117`

εἶτʼ οὐκ αἰσχυνόμεθα, ὦ ἄνδρες Ἀθηναῖοι χαριέντως τῷ «αἰσχυνοίμεθα» συνῆψεν εὐθὺς τὸ «ὦ ἄνδρες Ἀθηναῖοι», ἵνα τῇ ποιότητι τῆς πόλεως μεῖζον φανῇ τὸ αἰσχρόν.

`20.118`

μηδὲν ἔχοντες ἐγκαλέσαι δίδαξόν μέ τινα τῆς ἀφαιρέσεως ἀπολογίαν· προσέστω τις εὐπρόσωπος τόπος τῷ σφάλματι, ἂν καλέσῃ μέ τις τῶν παίδων ἀχάριστον. ποῖον ἔγκλημα προφέρων λύσω τὴν μέμψιν; τί πραχθὲν ὑπαίτιον ἐπενεγκὼν αὐτοῖς τὴν αἰσχύνην ἐκφεύξομαι;

`20.119`

οὐ γὰρ εἰ ἕτεροι μὲν ἦσαν τῇ τῆς ἀπαντήσεως περιτροπῇ τὴν γένεσιν τῆς ἀντιθέσεως ἀνεῖλε φάσκων «οὐκ ἀπολύει τοῦτο τῆς αἰσχύνης, ἀλλὰ προσθήκην ἀδοξίας ποιήσει· λυμαίνῃ τὴν τῶν προγόνων ψῆφον, λύεις προπετῶς ἃ ἐκεῖνοι κεκρίκασι». καὶ ἡ προσθήκη βεβαιοῖ τὴν ἀλήθειαν, ὅσῳ κρείττων ἡ τῶν ὁρώντων καὶ παρόντων μαρτυρία τοῦ τὴν γνῶσιν ἐξ ἀκοῆς εἰληφότος.

`20.120`

καὶ περὶ τῶν τοὺς τετρακοσίους ἐγένετο γάρ τις ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τετρακοσίων ὀλιγαρχία ἣν οἱ καταλύσαντες ἐτιμήθησαν.

`20.121`

χρησίμους αὑτοὺς παρασχόντων ἐπὶ τῶν τριάκοντα λέγοι ἄν· τότε γὰρ οἱ δημοτικοὶ μὴ φέροντες τὴν κακίαν τῶν τριάκοντα ἔφυγον καὶ οἱ ὑποδεξάμενοι ἐθαυμάσθησαν.

`20.122`

εἰ τοίνυν τις ὑμῶν ἐκεῖνο πέπεισται τὰς τῶν ἔξωθεν ἐπισωρεύσας εὐεργεσίας τὴν ἐκ τῆς ἀκολούθου νοήσεως ὑποβάλλει πρότασιν. ἐλέγομεν δὲ ὅτι τὸ κατὰ τὸν Ἐπικέρδην ἐπιχείρημα τῆς μελλούσης ἐστὶ βλάβης· τοῦτο τοίνυν ἐπισφραγίζεται κατὰ τὸ νῦν προκείμενον ἐννόημα. ἀντέπεσε γὰρ ἐκ τῶν λεγομένων «ἀλλʼ οὐκ ἂν δεηθείημεν τοῦ τὴν πόλιν εὐεργετήσοντος· οὐδὲ γάρ ἐστι πόλεμος». πρὸς ὅπερ ἀγωνιζόμενος λύει ἐκ τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως καὶ τῶν κοινῶν λογισμῶν, ὡς ἄδηλον τὸ μέλλον καὶ πάντα χρὴ προσδοκᾶν. οὕτως ἐπισφραγίζεται διὰ τούτων τὴν γενησομένην ἐκ τοῦ νόμου βλάβην, εἰ γένοιτο κύριος.

`20.123`

κἀγὼ συνεύχομαι τὴν ὑπερβολὴν τῆς εὐνοίας δηλοῖ, κοινωνῆσαι τῆς εὐχῆς οὐκ ὀκνῶν.

`20.124`

ᾧ μὴ λυθέντι δεήσει χρῆσθαι κυρίου ὄντος εἰκός ἐστι γενέσθαι καὶ χρείαν εὐεργετῶν· ἄγουσι γὰρ τὰς εὐδαιμονούσας πόλεις ἐπὶ τὸ χεῖρον οἱ πονηροὶ νόμοι· τοῖς μὲν γὰρ ἀγαθοῖς ἀνδράσι καὶ τοῖς ἀμείνοσι νόμοις ἀκολουθεῖ τὸ πράττειν καλῶς, τοῖς δὲ ἐναντίοις πρὸς τὸ φαῦλον ἡ μεταβολή.

`20.125`

ὑπέρρει κατὰ μικρὸν κατὰ μικρὸν ὑπεχώρει καὶ ἀπώλλυτο· ῥεῖν γὰρ τὸ φθείρεσθαι. ἐπεὶ καὶ οἱ ἄνθρωποι κτῶνται μὲν εὐβουλίᾳ τὰ χρήσιμα, ῥιπτοῦσι δʼ ἐξ ἀβουλίας τὰ κτώμενα.

`20.126`

ὃς καλῶς πράττουσαν τὴν πόλιν κατʼ ἀμφότερα δείκνυσιν ἄχρηστον καὶ ἀλυσιτελῆ τὸν νόμον. ἐν ἀσφαλείᾳ τε γὰρ ζῶσιν ἡμῖν ἡ τοῦ πράγματος ἀδοξία πρόσεστιν· ἑτέρου δέ τινος καὶ φαύλου συμβαίνοντος τὸν ἐπικουροῦντα οὐχ ἕξομεν.

`20.127a`

οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι ἄλλο ἐπιχείρημα τοῦ αὐτοῦ τόπου, διαφορὰν δὲ ἔχον οὐ μικράν. περὶ τῶν γὰρ εὐεργετῶν πάλιν μέλλει ποιεῖσθαι τὸν λόγον, δεικνὺς ὅσον βλάψει τὴν πόλιν καὶ ὅσων ἀποστερήσει εὐεργετῶν, εἰ καιρὸς γένοιτο· διαφέρει δὲ τοῦ περὶ Ἐπικέρδους ἐπιχειρήματος. ἐκεῖνο μὲν γὰρ ἴδιον, τοῦτο δὲ κοινόν· ὅτι καὶ πόλεις ὅλας τὰς ἑαυτῶν πατρίδας συμμάχους κατέστησαν τῷ δήμῳ. ἀπὸ γὰρ τοῦ κατὰ πρόσωπον μεταβέβηκεν ἐπὶ τὰς πόλεις, ἰδίᾳ μὲν θεὶς τὸν Λεύκωνα, ἰδίᾳ δὲ τὸν Ἐπικέρδην· μετὰ ταῦτα δὲ πλῆθος τῶν τὰς πατρίδας τὰς ἑαυτῶν παρασκευασάντων συμμαχεῖν τῷ δήμῳ. δύο δὲ ἀνύει διὰ τῶν τοιούτων ἐπιχειρημάτων, ἓν μὲν ὅτι «τῶν ἀτοπωτάτων ἐστὶν ἀποστερεῖν τοὺς εὐεργέτας», δεύτερον δὲ ὅτι «κωλύσομεν διʼ ὧν ἀποστεροῦμεν καὶ τοὺς βουλομένους εὐεργετεῖν».

`20.127b`

ἄλλο ἐπιχείρημα.

`20.128`

ἐπὶ τηλικούτων καὶ τοιούτων καιρῶν ἐν σιτοδείᾳ μὲν ὁ Λεύκων, ἐν συμφοραῖς δὲ ὁ Ἐπικέρδης. τελεία δʼ ἡ εὐεργεσία καὶ ἐν ἔργοις καὶ ἐν λόγοις.

`20.129`

ἃ παρʼ ὑμῶν τῶν πρεσβυτέρων ἱκανὸν ποιῆσαι τὴν πειθὼ τὸ λέγειν ὡς «ὑμεῖς με τὰ τοιαῦτα ἐδιδάξατε».

`20.130`

ἀλλʼ ὅθʼ ἡ μεγάλη μάχη περὶ ταύτης τῆς μάχης καὶ Ὑπερείδης εἴρηκεν ἐν τῷ πρὸς Διώνδαν, καὶ παρὰ Ἐφόρῳ δὲ καὶ Ἀνδροτίωνι ἱστορεῖται ὡς ἐνίκησαν τοὺς Ἀθηναίους Λακεδαιμόνιοι σφόδρα.

`20.131`

ἐπικηρυκεύεσθαι διὰ κηρύκων σπονδὰς περὶ εἰρήνης ποιήσασθαι.

`20.132`

καὶ τῆς παρόδου κρατοῦντας ὡς καὶ τὴν ἀναχώρησιν καὶ τὴν φυγὴν ἐπικίνδυνον εἶναι.

`20.133`

ἀλλὰ πλησίον ὄντων μεθʼ ὅπλων αὔξησιν ἔχει τῆς εὐνοίας· οὐκ ἔδεισαν τὸ πλῆθος, οὐ τὰ ὅπλα, οὐ τοὺς πολίτας ᾐσχύνθησαν, ἀλλὰ βιασάμενοι τοὺς ἔνδον, καταφρονήσαντες τῶν ἔξω, εἰσέφερον τὸ στράτευμα, τὸν μεθʼ ὑμῶν κίνδυνον τοῦ ζῆν ἀσφαλῶς προτιμήσαντες.

`20.134`

ἡ ἐπὶ Ἀνταλκίδου οὗτός ἐστιν ὁ τὴν αἰσχρὰν εἰρήνην πρὸς τὸν βασιλέα τὸν μέγαν σπεισάμενος ἐν ᾗ τοὺς ἐν τῇ Ἀσίᾳ κατοικοῦντας ἐκδότους τῷ βαρβάρῳ πεποίηκε. «τότε οὖν» φησίν «ἐφυγάδευσαν αὐτοὺς Λακεδαιμόνιοι, ὑμεῖς δὲ ὑπεδέξασθε καὶ προσηκόντως ἐστέρξατε κατὰ πάντα.»

`20.135`

εἴ τις ἀκούσειεν ὡς Ἀθηναῖοι σκοποῦσι σκέπτεταί τις ἤδη περὶ τῶν κεκυρωμένων πάλιν καὶ ἀναιρεῖ τῶν ἐψηφισμένων τὴν πίστιν· ἀλλότριον τῶν Ἀθηναίων τὸ νόημα, ξένον τῆς Ἀττικῆς τὸ ἐλάττωμα.

`20.136`

ἀνάγνωθι δέ μοι ἀναγινώσκει τὸ ψήφισμα, καταιδέσαι βουλόμενος.

`20.137`

καὶ διεξιόντος ἀκούσας οἱ γὰρ μὴ τῇ ὄψει μαθόντες παρὰ τῶν εἰδότων διηγουμένων τὴν γνῶσιν ἕξουσιν. ἆρʼ οὖν, φησίν, ὁ τοὺς καιροὺς ἐκείνους ἢ θέᾳ ἢ ἀκοῇ καταμαθὼν ἐξεταζέτω τὸ τοῦ νόμου τοῦ τοὺς σεσωκότας ὑβρίζοντος καὶ ἀποστεροῦντος τῆς χάριτος· οὐκοῦν ἔσται πάντως τῆς κακίας κατήγορος. μισῶ γὰρ φιλανθρωπίαν διὰ τὴν χρείαν συμβαίνουσαν. ὁ φιλότιμος ἐν ταῖς συμφοραῖς παρελθόντων τῶν δεινῶν καὶ τῆς εὐχῆς πληρωθείσης ἐπιλήσμων τῶν εὐεργεσιῶν καὶ ἀχάριστος.

`20.138`

νὴ Δία ἀνάξιοι γάρ τινες πληκτικῶς εἰσάγει διασύρων ὡς ὀχληρὸν καὶ βάσκανον, εἰ ἄνω καὶ κάτω τοῦτο καὶ οὐδὲν ἄλλο προΐσχετο. τὸ δὲ σύμπαν διὰ τὸν οἰκεῖον νόμον οὕτω μεθοδεύει, ἵνʼ ἐκ τῆς συνεχοῦς μνήμης ὁ δῆμος ἠγμένος τὸν ὑπὲρ τοῦ νόμου δέξηται λόγον. ἀπαγαγεῖν γὰρ ἀπὸ τοῦ Λεπτίνου νόμου καὶ τοῦ συμφέροντος τὸν ἀκροατὴν βουλόμενος μετατίθησιν αὐτοῦ τὴν διάνοιαν εἰς τὸ κατηγόρημα τῶν εἰληφότων ὡς εἶεν ἀνάξιοι. οὐ τοῦτο δὲ μόνον ἔλεγε Λεπτίνης ὅτι ἀνάξιοί εἰσιν, ἀλλʼ ὅτι καὶ οὔκ εἰσι λειτουργοί, δίκαιον δὲ τοὺς πλουσίους λειτουργεῖν. ὃ δὲ ὡς ἰσχυρὸν αὐτῷ δίδωσιν ἐν παντὶ τῷ νόμῳ, τοῦτο σαθρότατον δεικνύει καὶ ἄδικον διὰ τὸ μὴ ἐνίους, ἀλλὰ πάντας ἀδικεῖν. οὕτως ἡμᾶς ὁ ῥήτωρ ἐδίδαξε τὰ μὲν ἰσχυρὰ τῶν ἀντιδίκων παραλείπειν, μεθοδεύειν δὲ ἐφʼ ἕτερα τοὺς δικάζοντας.

`20.139a`

ἔπειτʼ ἐκεῖνο ἀγνοεῖν φήσομεν ταύτην τὴν ἀντίθεσιν λύει μεταληπτικῶς, πρῶτον μὲν ἀπὸ χρόνου, εἶτα ἀπὸ τρόπου· ἀπὸ χρόνου μὲν ὅτι «ὅταν διδῶμεν, τὴν ἀξίαν δεῖ σκοπεῖν, οὐ μετὰ ταῦτα», τρόπῳ δὲ ὅτι «οὐ τὸν αὐτὸν τρόπον ἐξεταστέον ἰδιώτῃ καὶ πόλει».

`20.139b`

ἔπειτʼ ... φήσομεν παραγραφικῷ λύει τὴν ἀντίθεσιν. ἐχρῆν σε, φησί, τοῦτο αὐτὸ ἐξετάζειν, ὅτε καὶ ἐτιμῶντο, εἰ ἄξιοί εἰσιν, οὐ νῦν μετὰ τὸ λαβεῖν, χρησάμενον λόγῳ εὐπροσώπῳ καὶ ἀπολογίαν ἔχοντι ὅτι ἀνάξιοι ἦσαν.

`20.140`

ἔργον ἀνθρώπων ἐστὶν ἀντὶ τοῦ «οὐ κακῶν, φρονίμων δέ».

`20.141`

τοῦτο δὲ δοκεῖ ὑμᾶς πεπονθέναι τὸ τῶν φθονούντων πάθος.

`20.142`

ἐγὼ γὰρ οὐ τὸν αὐτὸν τρόπον τὸ νόημα τοιοῦτον· ὅτι ἕκαστος τῶν ἀνθρώπων, ὅτε βούλεται δοῦναι θυγατέρα αὑτοῦ τινὶ ἢ λαβεῖν, ἐξετάζει πότερον ἄξιός ἐστιν ἢ οὔ, καὶ πῶς δοξάζουσι περὶ αὐτοῦ, καὶ πότερον νόμιμον ἢ οὔ, καὶ τὸ γένος καὶ τὸν βίον. ἐπὶ δὲ τῶν εὐεργετῶν οὐκέθʼ ὁμοίως, ἀλλὰ κἂν δυσγενὴς ᾖ, δέχονται παρὰ τὴν χρείαν τὴν πρᾶξιν ἀποδεχόμενοι, κἂν ὁποῖός τις ἂν ᾖ.

`20.143`

ὅταν μὲν οὖν εὖ πάσχειν δέῃ συμπέρασμα τοῦ ἐνθυμήματος. παρενέβαλε δὲ ταῦτα εἰς μέσον τοῦ μεμνῆσθαι τῶν εὐεργετῶν, ἵνα μὴ ὕπτιος καὶ προσκορὴς ὁ λόγος γένηται.

`20.144`

ἓν δὲ ἢ δύο δείξας ἔτι ψηφίσματα περὶ τῶν ξένων φησίν, ἐπειδὴ πάμπολλα ἐφεξῆς ἐρεῖ περὶ τῶν πολιτῶν ἐξετάζων.

`20.145`

τοῦτο μὲν τοίνυν Θασίους Θάσος καταντικρὺ τῆς Θρᾴκης, ὅπου ἦν καὶ τὰ μέταλλά ποτε τῶν Ἀθηναίων. ἐπανῆλθε δὲ εἰς τὰ ὁμογενῆ τῶν ἐπιχειρημάτων καὶ τὸ κατὰ Ἀρχέβιον δὲ καὶ Ἡρακλείδην τοῦ αὐτοῦ τόπου, οἵ, ὥς φασιν, οὐδὲ φαίνονται ἀτέλειαν εἰς τὰς Ἀθήνας ἔχοντες.

`20.146`

καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθʼ ὅπλων ὅτι οὐ λόγοις ἔπεισαν, ἀλλʼ ὅπλων ἐδεήθησαν πρὸς τὴν δίωξιν. Ἔκφαντος δὲ στρατηγὸς τῶν Θασίων· Θρασύβουλον δὲ τὸν Ἀθηναίων στρατηγὸν λέγει. τὸ δὲ «εἰσαγαγόντες» μετὰ τὴν μάχην λέγει.

`20.147`

ὥστε τὴν δεκάτην ἀποδόσθαι δεκάτην ἐκ τῶν φορτίων τῶν ἐμπόρων τοῦ Ἑλλησπόντου ἐλάμβανον. ἐπώλουν οὖν τὰ τέλη καὶ ἐποίουν χρημάτων εὐπορεῖν τὴν πόλιν. εἶτα τὸ χρήσιμον τῶν χρημάτων λέγει, ὅτι Λακεδαιμόνιοι ὁρῶντες ἐφοβήθησαν καὶ ὡς ἠθελήσαμεν ἐσπείσαντο. πρόξενοι δὲ λέγονται οἱ ἐν τοῖς ὁρίοις τοὺς ἐπιδημοῦντας δεχόμενοι, φίλοι τυγχάνοντες καὶ κοινῇ καὶ ἰδίᾳ.

`20.148`

προξενίαν ὑποδοχήν, προστασίαν.

`20.149`

ὡς συκοφαντούντων οὐκ ἐχόντων οὐδὲν ἀληθὲς ὡς πρὸς τὸ συμφέρον.

`20.150`

τούτων δʼ ἴσως ἔνιοι τῶν ἀνδρῶν ἐτεθνήκεσαν γάρ τινες· ἀλλʼ εἰ ἐκεῖνοι ἀπέθανον, αἱ εὐεργεσίαι οὐκ ἀπώλοντο. τινὲς δὲ καὶ ζῶσιν. ἔλεγε δʼ ὁ Λεπτίνης ὅτι «οἱ πλεῖστοι αὐτῶν τεθνήκασι καὶ οὐ πολλοὺς βλάψομεν», ὁ δὲ ἐκ περιτροπῆς αὐτὸ ἔλαβε καὶ λέγει «μᾶλλον ὀφείλομεν μὴ στερίσκειν αὐτοὺς διὰ τοὺς λοιπούς· διὰ γὰρ τοῦτο καὶ πάντας τιμῶντες ὀφθήσεσθε καὶ ἡ πόλις δόξει εἶναι καλή».

`20.151`

τὰς μὲν συμφορὰς θέλει εἰπεῖν ὅτι «εἰ ἔτυχε κινδυνεῦσαι καὶ ἀποθανεῖν τοὺς εὖ ποιήσαντας ὑμᾶς, καὶ δὴ ἀπώλοντο καὶ διὰ παντὸς ἐκέχρηντο τῇ συμφορᾷ». ἄδικον οὖν κινδυνεύειν μὲν ὡς ἐπὶ φανεροῖς, σωθέντας δὲ στερίσκεσθαι τῆς ἐλπίδος καὶ τῆς τιμῆς.

`20.152a`

πάνυ τοίνυν ἀχθοίμην ἄν ἐντεῦθεν προοιμιάζεται μέλλων ἑτέρας μερίδος ἄρχεσθαι τοῦ λόγου, τοῦ περὶ τῶν πολιτῶν δηλονότι.

`20.152b`

πάνυ ... ἄν ὡς φιλόπολις συνάχθεται, εἰ σπανίζει γενναίων ἀνδρῶν ἡ πόλις. ἄξιον δὲ τὸ ἦθος τῆς ἐννοίας ἄγασθαι. τὸ γὰρ «ἀχθοίμην ἂν» εἰπεῖν, «εἰ μὴ φαίνοιτο ἔχουσα ἰδίους εὐεργέτας ἡ πόλις», ἐνδεικνυμένου ἐστὶ τὴν εὔνοιαν ἣν ἔχει περὶ τὴν πόλιν, ἄλλως τε καὶ βαρυνομένου τὸ διάθεσιν ἔχειν αὐτοὺς τοὺς πολίτας, ὡς μηδὲ ἐθέλειν ὑπὲρ τῆς ἐνεγκούσης κινδυνεύειν.

`20.153`

καὶ γὰρ καὶ τἆλλα ἀγαθὰ τῆς αὐτῆς ἐστιν ἐννοίας κατασκευὴ τοῦ ῥήτορος. ἐπειδὴ δὲ συνέβαινε καὶ ἐν κακῇ πόλει ἕνα εἶναι ἄριστον, διὰ τοῦτο εἴρηκε «πλείστους»· «ἀρίστους» δὲ ἵνα τὸ μὲν ᾖ τοῦ πλήθους, τὸ δὲ τῆς ἀρετῆς.

`20.154`

πρῶτον μὲν τοίνυν Κόνωνα ἀπὸ τῶν ξένων ἀρξάμενος ἐπὶ τὸν περὶ τῶν πολιτῶν ἐλήλυθε λόγον, πρῶτον μὲν ἵνα δείξῃ τὸ πλῆθος τῶν οὐκ ἐγχωρίων εὐεργετῶν καὶ ὅσων ἐν χρείᾳ γέγονε ξένων ποτέ. εἷς δὲ τῶν δέκα στρατηγῶν ἐστιν οὗτος, Τιμοθέου πατήρ, οὗ μέμνηται καὶ ἐν τοῖς Φιλιππικοῖς. τί δήποτε δὲ τὸν Κόνωνα τοῦ Χαβρίου προέταξε; καίτοι περὶ ἐκείνου πᾶς ἦν ὁ λόγος αὐτῷ. λέγομεν δὲ ὅτι ὑπωπτεύετο ὡς διὰ τὸν υἱὸν αὐτοῦ ἠγωνίζετο καὶ οὐ διὰ τὸ συμφέρον τῆς πόλεως καὶ τῇ μητρί γε αὐτοῦ, ὥς φασι, συνῆν. ἵνα οὖν μὴ ἐπίτηδες δόξῃ καὶ ὥσπερ ἐκ συντάγματος αὐτὸν προφέρειν, ἀλλὰ διὰ τὴν πόλιν τὸν λόγον ποιεῖσθαι, τούτου χάριν τὸν Κόνωνα πρῶτον ἔθηκεν.

`20.155`

ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα καὶ τὸν τρόπον αὐτοῦ καὶ τὰς πράξεις διέρχεται. συμβαίνει γάρ τινα ἔχειν μὲν βίον καλόν, μηδὲν δὲ ἐπικεχειρηκέναι κοινόν· διὰ τοῦτο τὰ δύο ὁμοῦ ἔλαβεν, τὰς δύο ποιότητας ἐξετάζων ἐν τῷ αὐτῷ καὶ τοῦ προσώπου καὶ τῶν πραγμάτων. ἔστι μὲν γὰρ προσώπου κατηγοροῦντα μὴ μέμφεσθαι πρᾶξιν, ἔστι δὲ πράξεις ἀποδεχόμενον τὴν ποιότητα διαβάλλειν· νῦν δὲ ἐξ ἑκατέρων ἐργάζεται τἀνδρὶ τὸν ἔπαινον.

`20.156`

ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν πρεσβυτέρων. ἀλλʼ ἐπειδὴ ἔφη «ἀκοῦσαι» — ἡ ἀκοὴ δʼ οὐκ ἦν πιστή —, προσέθηκε τοὺς θεασαμένους ἀπαγγείλαντας.

`20.157`

ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης περὶ τὸ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου ἐν Ἀργινούσαις· ἔστι δὲ τῆς Λέσβου χωρίον οὗ μετὰ τῶν Λακεδαιμονίων Ἀθηναῖοι ἐπολέμησαν· καὶ δὴ συνέβη Ἀθηναίοις νικῆσαι· τῶν δὲ πεπτωκότων τὰ σώματα ἐκ τῆς θαλάττης Ἀθηναῖοι διὰ τὸν χειμῶνα ἀνελέσθαι οὐκ ἠδυνήθησαν· ἦσαν γὰρ ναυμαχήσαντες. οἱ οὖν συγγενεῖς τῶν πεσόντων ὑπό τινων συκοφαντῶν ἀναπεισθέντες προσῆλθον τῷ δήμῳ μελανειμονοῦντες καὶ ἐπεσπάσαντο εἰς εὔνοιαν. κατεψηφίσατο οὖν ὁ δῆμος τῶν δέκα στρατηγῶν τῶν μὲν φυγήν, τῶν δὲ θάνατον. καὶ οἱ μὲν πρὸ τῆς κρίσεως ἔφυγον εἰδότες τὸ ἐσόμενον αὐτῶν κακόν· ὧν ἦν Κόνων ὃς καὶ ἀπῆλθε πρὸς Εὐαγόραν τὸν τῆς Κύπρου ἄρχοντα. καὶ πεποίηκε τὸν Κόνωνα φίλον τῷ Περσῶν βασιλεῖ ὁ Εὐαγόρας· ἦν γὰρ ἔχων πρὸς αὐτὸν φιλίαν. τηνικαῦτα δὲ οἱ Λακεδαιμόνιοι σχολὴν ἄγοντες κακῶς ἐποίουν τὰ τοῦ βασιλέως· ὁ δὲ Κόνων καιροῦ λαβόμενος ἐπηγγείλατο περιγενέσθαι αὐτῶν, εἰ λάβοι παρʼ αὐτοῦ στράτευμα. καὶ δὴ λαβὼν καὶ συμβαλὼν ἐν Κνίδῳ τῆς Καρίας κατὰ Λακεδαιμονίων ἐνίκησε καὶ ἐπανῆλθεν εἰς τὰς Ἀθήνας οὐκ ἀποστραφεὶς καταγνούσας αὐτοῦ.

`20.158`

οὐδʼ ἡντινοῦν ἀφορμὴν λαβών μηδεμίαν, φησίν, ἀφορμὴν λαβὼν παρὰ τῆς πόλεως κατεναυμάχησε Λακεδαιμονίους στρατηγὸς ἀποδειχθεὶς παρὰ βασιλέως.

`20.159`

καὶ πρότερον τοῖς ἄλλοις ἐπιτάττοντας οὐκ εἶπεν «εἴθισεν ὑπακούειν ὑμῶν». καίτοι γε ἠκολούθει τῷ λέγειν «ἐπιτάττοντας τοῖς ἄλλοις» τὸ ὑφʼ ὑμῶν ἐπιτάττεσθαι· ἀλλʼ ἐπειδὴ τοῦτο οὐκ εἶχε παρὰ τῆς ἱστορίας, «εἴθισεν ἀκούειν ὑμῶν» εἶπεν· ἐπειδήπερ προσεδέξαντο τὸν περὶ τῆς εἰρήνης, ἐγίνετο πάλιν ὁ λόγος πρὸς Λακεδαιμονίους τῇ πόλει.

`20.160`

ἀνέστησε τὰ τείχη ἃ Λακεδαιμόνιοι κατέστρεψαν ταῖς Ἀθηναίων χερσὶν ἀναγκάσαντες, πάλαι Θεμιστοκλέους οἰκοδομήσαντος, ἐξ ἀρχῆς ἀνέστησε διὰ τοῦ Περσικοῦ κρατήσας στρατεύματος. «ἁρμοστὰς» δὲ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας τῶν Λακεδαιμονίων λέγει. ἁρμοσταὶ δὲ λέγονται, ὅτι ἁρμόζουσι τὰ ἤθη τῶν πολιτῶν τοῖς τῶν Λακεδαιμονίων. «νήσων» δὲ οὐ τῶν Κυκλάδων, ἀλλὰ καὶ ἄλλων.

`20.161`

καὶ γάρ τοι μόνῳ τῶν πάντων «μόνῳ» μετὰ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα.

`20.162`

ἐκείνῳ μὲν φιλοτιμίαι φιλοτιμεῖ τὴν κοινωνίαν, ἵνα ἀποστεροῦντες καὶ ἑαυτοὺς βλάπτωσιν.

`20.163`

ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται θέλει εἰπεῖν «πολίτης ἐάν τις ἄλλους εὖ ποιήσῃ, καὶ ἡ πόλις κοινωνεῖ τῶν κατορθωμάτων».

`20.164`

πρῶτον πάλιν μετʼ ἐκείνους.

`20.165`

ἐπετιμήθη ἐδοξάσθη.

`20.166`

ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν οὐ πάνυ γὰρ μέγιστον τὸν πολίτην τὴν πόλιν τιμᾶν· διὰ τοῦτο προσέθηκε τὸ «ὑπʼ ἄλλων».

`20.167`

οἳ δικαίως τί οὖν, εἰ φόβῳ αὐτὸν ἐτίμησαν ἢ ἀνάγκῃ; διὰ τοῦτο πρόσκειται τὸ «δικαίως», ἵνα ᾖ καθαρὰ ἡ φιλοτιμία.

`20.168`

τῆς δὲ παρʼ ἡμῶν μόνης τοῦτʼ ἀφαιρεθήσεται τὸ «ἀφαιρεθήσεται» δηλωτικόν ἐστι τοῦ μὴ πάσας ἀφαιρεῖσθαι τὰς δεδομένας τιμὰς τῷ Κόνωνι, ἀλλὰ τὴν ἀτέλειαν μόνην.

`20.169`

γνοίη δʼ ἄν τις εἰ παραθείη οὐχ ὅλον τὸν Θεμιστοκλέα παραβάλλει ὅλῳ τῷ Κόνωνι, ἀλλὰ τειχοποιίαν τῇ τειχοποιίᾳ. οὐκ ἀπὸ πάντων οὖν τῶν τόπων συγκρίνειν ἐπιχειρεῖ τῷ Θεμιστοκλεῖ τὸν Κόνωνα — οὐδὲ γὰρ αἱ πράξεις ἀμφοῖν παραπλήσιαι —, ἀλλὰ ἀπὸ τῆς τειχοποιίας μόνης· οὐδὲ γὰρ ἀναγκαῖόν ἐστιν ἐν ταῖς συγκρίσεσι πάντα πᾶσι παραβάλλειν. καὶ Ἰσοκράτης γὰρ ἐν τῷ τῆς Ἑλένης ἐγκωμίῳ συγκρίνων τὴν Ἑλένην τῷ Ἡρακλεῖ οὐκ ἀπὸ τῶν πράξεων αὐτὴν ἐγνώρισεν, ἀλλὰ τὴν ἰσχὺν καὶ τὴν ῥώμην μόνην ἀντέθηκε τῷ κάλλει. καὶ διδόασιν ἡμῖν οἱ παλαιοὶ θεωρήματα, μὴ φιλονεικεῖν πρὸς τὰ ἰσχυρὰ μηδὲ μάχεσθαι μηδὲ μὴν ὀκνεῖν ἀφʼ ἑνός τινος τῶν περὶ τὸ πρᾶγμα θεωρουμένων τὴν σύγκρισιν ἐργάζεσθαι. οὐ μέγεθος δὲ πρὸς τὸ μέγεθος τῶν τειχῶν συγκρίνει, ἀλλὰ τὸν τρόπον μόνον τῆς τειχοποιίας· παρέλιπε δὲ καὶ τὸν καιρόν, ἐν ᾧ πλείστη διαφορά. τότε μὲν γὰρ ἡγοῦντο πάντων Ἑλλήνων Λακεδαιμόνιοι, νυνὶ δὲ ἥττηντο περὶ Ῥόδον ὑπὸ τοῦ βασιλέως. ὥστε τὸν καιρὸν κλέψας, ἐν ᾧ τούτων ἑκάτερος τὴν πόλιν τειχίζειν ἔδοξεν, αὔξει τὸ κατὰ Κόνωνα.

`20.170`

λέγεται τοίνυν ἐκεῖνος τειχίζειν συντέμνει τὸ διήγημα θαυμαστῶς ἅτε δὴ παλαιὸν καὶ ἵνα ὑποκλέψῃ τῇ συντομίᾳ τοῦ Θεμιστοκλέους τὴν μνήμην.

`20.171`

καὶ πάντες ἴσως ἀκηκόατε ἴστε πῶς ἀνέστησεν ἀπάτῃ τὰ τείχη.

`20.172`

μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσῃ ἐπειδὴ τοῦ Θεμιστοκλέους αὐτὸν ἀποφαίνει κρείττονα, εἰκότως προθεραπεύει τῷ λόγῳ.

`20.173`

οὐδʼ ἔλαττον σχεῖν τῶν ῥητόρων οὔκουν, φησί, δίκαιον ἡττηθῆναι τὰς πράξεις αὐτοῦ τῷ λόγῳ τῶν συκοφαντῶν.

`20.174a`

εἶεν. ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου τὸ μὲν σχῆμα τῆς μεταβάσεως πάνυ θαυμαστόν. τὸ γὰρ μὴ ἐκ περιβολῆς μηδὲ πεφροντισμένως ποιήσασθαι τὴν ἀρχὴν ἀφείλετο τὴν ὑπόνοιαν τοῦ δοκεῖν πρὸς χάριν ὑπὲρ τοῦ Χαβρίου παιδὸς λέγειν. ἔστι δὲ ἠθικὴ ἡ διάνοια ὡς ἂν τοῦ πράγματος ἔχοντος τῆς ἀτοπίας τὸν ἔλεγχον, εἰ ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐηργετημένοι ἀφέλοιντο τὴν ἀτέλειαν· οὐ μὴν ἀλλὰ κἀκεῖνο ἄξιον κατιδεῖν, ὅτι πανταχοῦ τὸν παῖδα συμπλέκει τῷ τοῦ πατρὸς ὀνόματι καὶ τοῖς ἀπὸ τοῦ πατρὸς εἰς ἀπόδειξιν κέχρηται.

`20.174b`

εἶεν ... Χαβρίου ἀντὶ τοῦ «ἄγε δή, τί λείπεται τῷ λόγῳ, ἵνα ἐξ ἀνάγκης δόξῃ ἐπὶ τὸν Χαβρίαν ἔρχεσθαι καὶ οὐκ ἐκ προνοίας, ἀλλʼ ἑπόμενος τῷ λόγῳ;» ἀφείλετο γὰρ τὴν ὑπόνοιαν τοῦ δοκεῖν πρὸς χάριν ὑπὲρ τοῦ Χαβρίου παιδὸς λέγειν· πανταχοῦ δὲ τὸν παῖδα συμπλέκει τῷ τοῦ πατρὸς ὀνόματι καὶ τοῖς ἀπὸ τοῦ πατρὸς εἰς ἀπόδειξιν κέχρηται — δηλονότι διὰ τὸ τοῦ πατρὸς ἀξίωμα τὴν δωρεὰν ὁ παῖς ἔχειν δοκεῖ — δεικνὺς ἐκ τούτων τῆς ἀτοπίας τὸν ἔλεγχον, εἰ ἐπὶ τοσούτοις καὶ τηλικούτοις τοῖς εὐεργετημένοις ἀφέλοιντο τὴν ἀτέλειαν.

`20.175`

ἴστε μὲν οὖν ἴσως, καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου προκατέλαβε τὸν ἀκούοντα, μάρτυρα τῶν ἑαυτοῦ ποιησάμενος λόγων, ἵνα εἰσβάλλων εἰς τὰ τοῦ Χαβρίου ἐγκώμια μὴ χάριτι δοκῇ τὸν λόγον ποιεῖσθαι. συναγορεύσουσι δὲ καὶ αὐτοὶ ὅτι σπουδαῖος ἦν ὁ ἀνήρ, ἵνα καί, εἴ τι ἁμάρτημα περὶ τὸν παῖδα τυγχάνοι, μὴ τῆς τοῦ πατρὸς ἀγωγῆς τὸ κατηγόρημα γένηται. οὐκ ἀπολογεῖται δʼ ὑπὲρ τῆς ποιότητος τοῦ παιδός, ἵνα μὴ δοκῇ ὥσπερ κνίζειν εὐθὺς ἐν ἀρχῇ τοὺς ἀκούοντας· προϊόντος δὲ τοῦ λόγου τὴν ἀπολογίαν πεποίηται εἰπὼν «ἐν ὀρφανίᾳ τέθραπται διὰ τὴν τοῦ πατρὸς ἀναίρεσιν», ὡς εἶναι μεταστατικὴν τὴν ἀπολογίαν· εἰ γὰρ ὑπὲρ Ἀθηναίων ἀπώλετο, διὰ τὸν δῆμον ὁ παῖς τοιοῦτος γέγονε.

`20.176`

καὶ ὡς Γοργώπαν ἀπέκτεινεν στρατηγὸς Λακεδαιμονίων ὃν κτείνει Χαβρίας ἐν Αἰγίνῃ ἀπιὼν βοηθῆσαι Εὐαγόρᾳ.

`20.177`

ἐν Αἰγύπτῳ πρὸς τοὺς Πέρσας.

`20.178`

πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ἑκὼν ἡττᾶται, ἵνα νικήσῃ καθʼ ἕτερον.

`20.179`

ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ταὐτὰ λέγων ἑτέρῳ σχήματι προσποιεῖται ἄλλα διηγεῖσθαι.

`20.180`

μιᾶς δεούσας ὥστε πλήρεις εἶναι πρὸς ἀναπλήρωσιν.

`20.181`

εἷλε δὲ τῶν νήσων τούτων ὅτι καὶ ἐνίκησε καὶ ἔσωσεν.

`20.182`

ἐχθρῶς ἐχούσας τί γάρ, εἰ καὶ λόγοις ἐπείσθησαν, εἶτα μεταβάλλονται;

`20.183`

ἵνα δὲ μὴ λέγων παραλείπω τι ἔθος ἐστὶ τῷ ῥήτορι τοῖς ἰσχυροτέροις ἐνδιατρίβειν καὶ μὴ ῥᾳδίως αὐτῶν ἀπαλλάττεσθαι· ἵνα δὲ τὸν κόρον φεύγῃ, ἐξαλλάττειν εἴωθε τὰ σχήματα τῆς ἐννοίας. ἀναγινώσκει δὲ ἐξ ὑπομνήματος τὰς Χαβρίου πράξεις.

`20.184`

δοκεῖ τισὶν ὑμῶν, ὦ ἄνδρες δικασταί τῷ κατʼ ἐρώτησιν προῆχθαι τὸν ἔλεγχον τῆς ἀτοπίας ἐμφαίνει. ἠθικὴ δὲ κἀνταῦθα ἡ ἔννοια. δύο δὲ διὰ τῆς αὐτῆς ἐννοίας παρέστησε, πρῶτον μὲν τὴν εὔνοιαν, δεύτερον δὲ τὴν περὶ τοῦ παιδὸς ἀπολογίαν. ἐπειδὴ δὲ ἀντέπιπτεν ὅτι «ἑαυτὸν σῶσαι μὴ δυνηθεὶς Χαβρίας πῶς οἷός τε ἦν σῴζειν ἑτέρους;» ἰδὼν λυποῦσαν αὐτὸν τὴν ἔννοιαν ταύτην ὑποτέμνεται λέγων «ἡνίκα μὲν τὴν τοῦ σῴζειν ἀξίαν εἶχεν, αὐτὸς στρατηγὸς ἀφελὴς ἦν τοῖς συστρατευομένοις· ἡνίκα δὲ ἔδει, ὡς στρατιώτης παραταξάμενος ἐθελοντὴς ἔπεσεν ὑπὲρ τῆς πατρίδος».

`20.185`

ἐγὼ μὲν οὐκ σημείωσαι, ἐκ τοῦ ἐναντίου πλαστόν.

`20.186`

οὐ σκέψεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, λογιεῖσθαι τῷ μὲν δοκεῖν ὁ νόμος ἐστὶν ὁ κρινόμενος, τῇ δὲ ἀληθείᾳ ὁ τρόπος τῆς πόλεως βασανίζεται. σκέψαι γάρ, ὦ βέλτιστε, καὶ φρονῶν ἀνθρωπίνως ἀπόβλεψον εἰς τὸ μέλλον· ἂν ἐμπέσῃ τις χρεία, ποῦ τὸν εὐεργέτην ὀψόμεθα·

`20.187`

ὅρα δὴ καὶ σκόπει ὑποκρίνεται μὴ εὑρίσκειν τὸν γραμματέα, ἵνα δόξῃ αὐτοσχεδιάζειν ἃ λέγει καὶ μὴ ἐσκέφθαι.

`20.188`

οὓς νῦν οὗτοι μεμφόμενοι τουτέστι τοὺς ἀξίους τῆς δωρεᾶς.

`20.189`

ἔγωγε ἡγοῦμαι ὡς γὰρ ὁμολογούμενον αὐτὸ καὶ ἐψηφίζετε.

`20.190`

εἶθʼ οἷς διʼ ἐκεῖνον ἂν τότε τοῦτό φησι θέλων δεῖξαι ὅτι «εἰ διὰ τοὺς ἀξίους καὶ τοὺς μὴ ὄντας τοιούτους ἐτιμήσατε, διὰ τοὺς ἀναξίους νῦν τοὺς ἀξίους ἀφαιρήσετε».

`20.191`

οὓς μὲν τοίνυν ἀδικήσετε πληρώσας τὸν περὶ τῶν εὐεργετῶν σύμπαντα λόγον τῶν ἐπιλόγων ἅπτεται, ἐπιλόγων δὲ οὐ τῆς ὑποθέσεως πάσης, ἀλλὰ αὐτοῦ τοῦ μέρους.

`20.192`

σκοπεῖτε δὲ καὶ λογίσασθε ἐπίλογος τούτου τοῦ μέρους.

`20.193`

εἰ γὰρ ὧν ἔργῳ πεποίηκε συμπέρασμά ἐστι τῶν εἰρημένων.

`20.194`

ἂν ὑφʼ ἡμῶν μὴ καλῶς ῥηθῇ ὑπὸ τῶν συνηγόρων, φησίν. ἄτοπον οὖν, ὧν ὑμῖν δεδώκασι πείρᾳ τὴν γνῶσιν λαβόντες, ἂν μὴ κατὰ τοὺς λόγους δύνωνταί τινες ἀποδεῖξαι τοῖς κατορθώμασιν, ἧττα γενήσεται ὑμῖν.

`20.195a`

ἵνα τοίνυν εἰδῆτʼ ἀρχὴ τοῦ νομίμου κεφαλαίου.

`20.195b`

ἵνα ... εἰδῆτʼ ἐντεῦθεν πάλιν ἄρχεται τοῦ νομίμου κεφαλαίου ἀκολούθως ποιῶν· ἔδει γὰρ κατηγορῆσαι τοῦ νόμου τοῦ Λεπτίνου ὡς ἀδίκου καὶ ἀσυμφόρου, ἵνʼ οὕτως ἀντεισενεχθῇ ὁ αὐτοῦ ἐκ συγκρίσεως καὶ ἀντιπαραθέσεως.

`20.196`

ἀναγνώσεται τὸν νόμον ὑμῖν ὁ Σόλων προσέταξε τὸν λύοντά τινα τῶν κυρίων νόμων τιθέναι ἕτερον. ὅπου μὲν οὖν κύριος, ἀντεισφέρειν δεῖ, ὅπου δὲ οὐ, λύειν μόνον. ὁ νόμος δὲ ὃν εἰσέφερεν εἶχε τὰς δωρεὰς τὰς παλαιὰς κυρίας, καὶ εἰ ἀνάξιοί τινες ἦσαν ἐν τῷ δικάζεσθαι στερίσκεσθαι.

`20.197`

γράφεσθαι μέν, ἄν τίς τινα τῶν ὑπαρχόντων νόμων γραφὴ λέγεται κυρίως ἡ κατὰ τῶν νόμων κατηγορία. διδάσκει δὲ διὰ ταύτης τῆς διανοίας ὅτι χρὴ πρότερον δεικνύναι τοὺς παλαιοὺς νόμους οὐκ ἔχοντας κατά τι καλῶς, εἶτα ἀντεισφέρειν ἕτερον. τούτοις ἀκολουθήσας μετὰ τὴν κατηγορίαν τοῦ νόμου τοῦ Λεπτίνου τὴν ἀνάγνωσιν τοῦ οἰκείου παρέχεται, ἀλλὰ καὶ τὸν Σόλωνος νόμον ἀναγινώσκει, καθʼ ὃν δεῖ νομοθετεῖν, ὅτι ἐν τοῖς δικασταῖς νομοθετεῖν δεῖ, ὅτι πρὸ τῶν ἐπωνύμων ἐκτιθέναι, τὸν δὲ μὴ ταῦτα ποιοῦντα ὑπεύθυνον εἶναι γραφῇ. ἃ μὲν οὖν δεῖ ποιεῖν τὸν νομοθετοῦντα εἴρηκε, διὰ τούτου ἐπισημαινόμενος ὅτι οὐ δεῖ κυρωθῆναι αὐτοῦ τὸν νόμον, ἕως ἂν τὰ ἐκ τῶν νόμων γένηται· ἃ δὲ δεῖ πάσχειν τὸν παραβαίνοντα οὐ προσέθηκε διὰ τὸ μὴ ὑπεύθυνον εἶναι τῇ κατηγορίᾳ Λεπτίνην. μετὰ τοῦτο τίθησι τὸν νόμον τὸν τοῦ Λεπτίνου ἐπισημαινόμενος ὧν λαμβάνεται. εἶτα ἀναγινώσκει κατὰ τὸ συνεχὲς καὶ ἕτερον νόμον ἀρχαῖον ἐν ᾧ κεῖται τὰς δωρεὰς ἃς ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ᾧπερ ἐναντίος ἐστὶ ὁ τοῦ Λεπτίνου νόμος, εἶτα καὶ ἕτερον τὸν κελεύοντα ὑπεύθυνον εἶναι γραφῇ τὸν ἐναντίον εἰσφέροντα τοῖς ὑπάρχουσι νόμοις, ἵνα διὰ μὲν τούτου τὸν οἰκεῖον ἀκολούθως ἔχοντα δείξῃ καὶ ὅτι οὐκ ἐναντίος ἐστί, κατηγορεῖ δὲ τοῦ Λεπτίνου ὡς παραβεβηκότος.

`20.198`

οὐ γὰρ ᾤετο ὁ Σόλων τὴν γνώμην τοῦ νομοθέτου φησί. θεσμοθέται δὲ ἐκλέγονται ἓξ τοῦ ἐνιαυτοῦ, οἳ τῶν ἐννέα ἀρχόντων εἰσὶ διʼ ὧν τὰ πολλὰ διοικεῖται πράγματα. νομοθέται δὲ οἱ αἱρούμενοι δικασταὶ τὸν εἰσαγόμενον νόμον ἢ λύοντες ἢ κυροῦντες. οἱ θεσμοθέται οὖν τὸν ἐνιαυτὸν ἦρχον· δεύτερον δὲ ἐδοκιμάζοντο διὰ τὸ ἐκεῖθεν εἰς τὸν Ἄρειον πάγον ἀνέρχεσθαι, εἰ μή τις μεταξὺ διεβέβλητο· ἕως δὲ θανάτου ἔμενον οἱ Ἀρειοπαγῖται.

`20.199`

τοὺς δὲ νόμους αὐτούς, καθʼ οὓς καὶ τούτοις ἄρχειν ἄτοπον, φησί, τοὺς νομοθέτας πολλάκις βασανίζεσθαι καὶ δοκιμάζεσθαι, τοὺς δὲ νόμους, καθʼ οὕς εἰσι καὶ οὗτοι ἄρχοντες καὶ πάντες, ὡς ἔτυχε τίθεσθαι.

`20.200`

ἐπὶ καιροῦ τεθέντας πρὸς γὰρ τὴν χρείαν εἰσέφερον οἱ πολιτευόμενοι νόμους ἢ ἐν ὀξύτητι καιροῦ ὥστε λαθεῖν. ἀπὸ ἐλάττονος τὸ ἐπιχείρημα.

`20.201`

ὡς ἐγὼ πυνθάνομαι τὴν ἀρχὴν λέγει, καθʼ ὃν τρόπον  <span class="gap">…</span> τοῦτο ᾑροῦντο νομοθετεῖν. διὰ τοῦτο δὲ εἶπεν «ὡς ἐγὼ πυνθάνομαι», ἵνα φύγῃ τὸ συνειδέναι, τῇ ἀκοῇ δὲ τὴν γνῶσιν παραδίδωσι, καὶ ἵνα μὴ δόξῃ διαβάλλειν αὐτός.

`20.202`

τοσοῦτοι μὲν οἱ ἐναντίοι ὅτι δέ, φησί, τοσοῦτοι ἀντικείμενοί εἰσιν ὑμεῖς μαρτυρεῖτε· ἐξ ὑμῶν γὰρ νομοθέτας ἐκλέγεσθε καὶ μέχρι νῦν πέρας οὐκ ἔχει τὸ πρᾶγμα διὰ τὸ πλείστους εἶναι τοὺς ἐναντίους νόμους.

`20.203`

ψηφισμάτων σημείωσαι, περὶ νόμου καὶ ψηφίσματος.

`20.204`

συνίετε ὃν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι ἐξέτασις τοῦ νόμου, ἐπειδὴ καὶ περὶ αὐτοῦ ὁ λόγος ἦν.

`20.205`

πρῶτον μὲν παρʼ ὑμῖν ἐν τοῖς ὀμωμοκόσιν ὤμνυον γὰρ οἱ δικάζοντες. «πρῶτον» δὲ οὐ τῇ τάξει, ἀλλὰ τῷ ἀξιώματι καὶ τῷ κυροῦν· δεῖ γὰρ προαναγνωσθῆναι τῷ δήμῳ, ἔπειτα προτεθῆναι, εἶτα λαβεῖν τὸν γραμματέα καὶ μετὰ ταῦτα τοὺς δικάζοντας ἀκοῦσαι. πῶς οὖν εἶπε «πρῶτον παρʼ ὑμῖν»; οὐδεὶς γὰρ πρὸ αὐτῶν ἄλλος ἦν οὐδὲ ἐκύρουν τοὺς εἰσφερομένους νόμους εἰ μὴ οἱ νομοθέται, οἵτινες ἐκληροῦντο δοκιμάζειν τοὺς νόμους.

`20.206`

ἵνα εἷς ᾖ περὶ τῶν ὄντων ἑκάστου νόμος ἵνα μὴ περὶ ἑνὸς πράγματος δύο ἐναντίοι ἑαυτοῖς ὦσι νόμοι. αὐτὸ γὰρ τοῦτο, τὸ δύο νόμους περὶ ἑνὸς εἶναι πράγματος, ποιεῖ τοὺς ῥήτορας διὰ τούτου πλανᾶν τοὺς ἰδιώτας· ἑνὸς γὰρ ὄντος τοῦ νόμου οὐκ ἠδύναντο ἐξαπατᾶν τοσοῦτον.

`20.207`

πρόσθεν τῶν ἐπωνύμων ἀνδριάντες ἦσαν τῶν ἡρώων καὶ αἱ φυλαὶ ἐπώνυμοι ἦσαν — κατὰ δὲ πρόσταξιν Ἀπόλλωνος ἐγένοντο — παρʼ οἷς ὁ βουλόμενος νομοθετεῖν προετίθει, ἵνα πάντες Ἀθηναῖοι ἴδοιεν πότερον ἀρέσκει ἢ οὔ· ἐν ἐπισήμῳ δὲ τόπῳ εἱστήκεισαν.

`20.208`

τῶν ἐπωνύμων τῶν φυλῶν ἐπώνυμοι ἥρωες οἵπερ ἦσαν δέκα ὥσπερ Ἐρεχθεὺς Πανδίων.

`20.209`

τοῦτον δʼ ἐν ταῖς ἐκκλησίαις τῷ δήμῳ λέγει· ἐκεῖ γὰρ συνήγετο ὁ ὄχλος. τρεῖς δὲ ἐγίνοντο ἐκκλησίαι. ἀνεγινώσκετο οὖν τῷ δήμῳ ὁ νόμος, ἵνα πάντες ἀκούσωσι καὶ ὁ βουλόμενος ἀντείπῃ.

`20.210`

ταῦτα νομοθετῇ οὐχ ὅτι ἐν τῷ δήμῳ ἐνομοθέτουν, ἀλλʼ ἀντὶ τοῦ «νομοθετεῖσθαι ἐάσῃ». δύο δὲ παρανομιῶν τρόποι· εἷς μὲν περὶ τὸ πρόσωπον, ὅτε καὶ παρὰ τὸν ὡρισμένον χρόνον γράφεται, ἕτερος δέ, ὅταν αὐτὸς ὁ νόμος κακῶς ἔχῃ καὶ ἐναντίως τοῖς παλαιοῖς. τὸν οὖν κατὰ πρόσωπον τέως διεξέρχεται.

`20.211`

οὐδὲ γὰρ ἂν ὑμεῖς τότε ἐπείσθητε ἵνα καὶ εὐλόγως δόξωσιν ἠπατῆσθαι τοῦ Λεπτίνου λάθρα τεθεικότος αὐτὸν καὶ αὐτοῦ ᾖ μόνον τὸ ἔγκλημα.

`20.212`

ἡμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι τὰ δίκαια ἐγράψαμεν ἐν τῷ νόμῳ ἡμῶν, φησί, καὶ παρεισφέρομεν πολλῷ κρείττονα τούτων.

`20.213`

λαβὲ καὶ λέγε ἐπὶ τὸν νόμον ἦλθε πληρώσας τὸ κατὰ πρόσωπον.

`20.214`

πρῶτον μὲν ἃ τούτου τοῦ νόμου μέρη, οὐ γὰρ ὅλον· ἀλλὰ κακῶς ἔχοντα ἀντεισφέρει λύων, ἕτερα δὲ τιθείς.

`20.215`

τὰ δὲ ἑξῆς λέγε οὐκ αὐτοῦ τοῦ νόμου Λεπτίνου, ἀλλὰ μετὰ τὸν ἐκείνου τὰ ἐν τῷ ἑαυτοῦ λέγει ὁ Δημοσθένης.

`20.216`

προσέχετε, ὦ ἄνδρες δικασταί θαρρῶν παροξύνει αὐτοὺς ἀκριβῶς ἐπισκοπεῖν. ἦ γὰρ ἂν καὶ λαθεῖν ἐσπούδασε.

`20.217`

τοῦτο μέν ἐστιν ἐν τοῖς οὖσι νόμοις τὸ τοὺς εὐεργέτας ἔχειν τὰς δωρεάς.

`20.218`

πρὶν τοῦτον ἔλυσε τὸν ἐναντίον νόμον. «μαρτυρίαν» δὲ κατηγορίαν.

`20.219`

ἑτέρου κελεύοντος νόμου μὴ πρότερον τιθέναι νόμον πρὶν τὸν ἐναντίον λύσῃ.

`20.220`

καὶ κατʼ αὐτὸ τοῦτο θέλει εἰπεῖν «ἄξιος τιμωρίας». εἰ γὰρ καὶ ὁ νόμος ἦν καλός, τὸν ἐναντίον δʼ οὐκ ἔλυσε· κατʼ αὐτὸ τοῦτο παρανομεῖ.

`20.221a`

ἀλλʼ οὐκ ἐν ᾧ νῦν ὅδε Ἀφεψίων· οὕτω γὰρ βέλτιον. σαφὲς δὲ τοῦτο ἐν οἷς ἑξῆς ἐγγυητὴν δίδωσι Φορμίωνα τῆς νομοθεσίας, ὅτι ἀκύρους τὰς δωρεὰς λέγει ἃς ἔδωκεν ὁ δῆμος.

`20.221b`

ὁ Ἀφεψίων.

`20.222`

καὶ πρόφασις δικαία ἐν ᾧ γὰρ εἰσέφερον νόμῳ οἱ περὶ Δημοσθένην, τοὺς ἀναξίους δοκιμασθέντας ἀφαιρεῖσθαι, οὐ νόμῳ, ὡς οὗτος. οὐκ ἔμελλεν οὖν συμβλάπτεσθαι ἡ πόλις. ἡ γὰρ κρίσις τοὺς ἀναξίους ἀναξίους ἐστέρισκε τῆς ἀτελείας.

`20.223`

ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καταμανθάνετε ἀναγνοὺς τὸν οἰκεῖον νόμον ἐπιδείκνυσιν ὡς ἔστιν ἀκόλουθος τῷ πρὸ μικροῦ παρασχεθέντι νόμῳ· εἶτα τίθησιν ἀνθυποφορὰν πρὸς τὸν παρʼ αὑτοῦ εἰσαγόμενον νόμον. λέγει γὰρ ἐξ ἀπάτης γεγράφθαι τὸν νόμον, ὥς φησι Λεπτίνης, δεινότητι πολλῇ χρώμενος. ἵνα γὰρ τὸν ἀντίδικον καὶ αὐτὸν συνομολογοῦντα λάβῃ πρὸς τὸν ἔπαινον τοῦ νῦν ἀντεισφερομένου νόμου, τοῦτον τὸν τρόπον μετεχειρίσατο.

`20.224`

οὔτʼ, ἂν λέγῃ, δεῖξαι δυνήσεσθαι κἂν ἀναισχυντῇ, φησίν, οὐκ ἔχει ἀποδεῖξαι· ἡττᾶται γὰρ τῆς ἀληθείας.

`20.225`

ἃ δὲ πρὸς τοῖς θεσμοθέταις τοὺς εἰσάγοντας τὰς γραφὰς καὶ προδιαγινώσκοντας, ὅτε τὴν τῶν παρανόμων γραφὴν εἰσῆγον. λέγει οὖν τοὺς προαγῶνας· εἰώθασι γὰρ ἔξω τοῦ δικαστηρίου λέγειν πολλάκις τινά.

`20.226`

ἔφη γὰρ ἐξαπάτης ἀντίθεσις ἐκ τοῦ νομίμου, οὐ τῆς ὅλης ὕλης. ἡ μὲν γὰρ ἀντίθεσις ἐκ τῆς ὑποθέσεως πάντως ἐστίν, ἡ δὲ ὑποφορὰ μέση τῆς ἀντιθέσεως καὶ τοῦ ἀντιπίπτοντος· μετέχει γὰρ καὶ τῆς ὑποθέσεως καὶ τοῦ λόγου ἐξ οὗ τὸ ἀντιπῖπτον· τὸ γὰρ ἀντιπῖπτον τῇ ἐργασίᾳ τοῦ λόγου συμβαίνει, οὐκ ἐκ τῆς ὑποθέσεως, λέγω δὴ τῆς ὕλης. μέρος οὖν ἀμφότερα τῆς ἀντιθέσεως. τὸ δὲ «ἐξαπάτης» Ἀττικὸν ἀντὶ τοῦ ἀπάτης, πρὸς ἔμφασιν δὲ μείζονα ἡ πρόθεσις.

`20.227`

ἐγὼ δʼ, ὅτι μὲν τῇ ὑμετέρᾳ πάντως γὰρ λυθέντος ὁ εἰσφερόμενος ἐγίνετο κύριος. τοῦτο οὖν, φησί, κἂν ἡμεῖς μὴ θέλωμεν, ἔχοντος αὐτὸν ἤδη τοῦ γραμματέως, ὑμεῖς κυρώσετε. νόμος γὰρ ἦν πάντα τὸν εἰσφερόμενον ὅτι κάσιος τυχὸν ἢ ὃς δὲ κατηγορεῖ εὐδαίμονος, τὸν δὲ ἀντεισφέροντα τὸν νόμον. Λεπτίνης οὖν ἔλεγε δεδιέναι μὴ λυθέντος τοῦ νόμου, μὴ μεταγράψωσι τὸν ἑαυτῶν, ἴσως μὴ βουλόμενοι ἔχειν αὐτόν. ὁ δέ φησι «κἂν μὴ θέλωμεν, οὐ δυνησόμεθα»· εἰσῆκται γὰρ ἤδη διὰ τοῦ γραμματέως· ἄλλως τε καὶ νόμος ἦν, τὸν λύοντά τινα νόμον καὶ μὴ ἀντεισφέροντα κολάζεσθαι.

`20.228`

ἐγώ, Φορμίων ἐντεῦθεν δῆλον ὡς Ἀφεψίων ἐστὶν ὁ τὸν νόμον ἀντεισφέρων, ὡς καὶ ἄνω ἐπεσημηνάμην. εἰ γὰρ ἦν Φορμίων, οὐκ ἂν ὁ αὐτὸς καὶ ἐγγυητὴς ἐγίγνετο.

`20.229`

εἴ τινα βούλεται ἐγγυώμενον. θέλει δὲ εἰπεῖν «αὐτὸς δέξαι τὸν νόμον καὶ θὲς καὶ μὴ ἀμφίβαλλε ὡς ἡμεῖς οὐ θήσομεν».

`20.230`

ἔστι δὲ δήπου νόμος ὑμῖν ἵνα γὰρ μὴ εἴπῃ ὅτι «ἐγγυᾷ θεῖναι αὐτόν, οὐκ εἰσφέρεις δέ», λέγει ὅτι «ἀλλʼ εἰσὶ νόμοι οἱ τοὺς ἀπατῶντας κολάζοντες».

`20.231`

ταῦτα γραφόντων γραφέτωσαν ὡς ἐγγυώμεθα τοῖς ἄρχουσι τῶν ὑπηρετῶν ἐγγράφως.

`20.232`

ἐκεῖνό γε οὐ λόγος τὸ διὰ τοῦ θεῖναι τὸν Λεπτίνην τὸν νόμον, ἀλλʼ ἀλήθεια. ἢ «οὐ λόγος» ἀντὶ τοῦ «οὐ φροντίς».

`20.233`

αὐτὸς θέτω οὕτως ἐδέξαντό τινες ὅτι «ὑπεύθυνον ἑαυτὸν καταστήσας κυρωσάτω τὸν ἑαυτοῦ νόμον, εἰ θαρρεῖ αὐτῷ».

`20.234`

ἐμοὶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ ἠθικὸν μὲν τυγχάνει τὸ ἐννόημα, προσείληφε δὲ καὶ τὸ πικρόν. τὸ γὰρ μὴ ἀνεγνωκέναι λέγειν τοὺς Σόλωνος νόμους ἢ μὴ συνεῖναι οὐκ ἀπήλλακται τοῦ πληκτικοῦ.

`20.235`

καί μοι πρὸς Διὸς τῷ ἤθει δελεάζει αὐτόν.

`20.236`

ἢ οὐκ ἀνεγνωκέναι τοὺς Σόλωνος νόμους ἢ οὐ συνιέναι ἵνʼ ᾖ τὸ μὲν τῆς φύσεως, τὸ δὲ τῆς ῥαθυμίας. «ἢ γὰρ οὐκ ἀνέγνως διʼ ἀμέλειαν· εἰ δʼ ἀναγνοὺς οὐκ ἐνόησας, νωθὴς εἶ κατὰ φύσιν.»

`20.237`

ἐξεῖναι δοῦναι τὰ ἑαυτοῦ ἐπιχείρημα ἐκ τοῦ ἐλάττονος· ἰδίᾳ γὰρ ἕκαστος τοῦ κοινοῦ ἐλάττων. λέγει δὲ ὅτι «ἄτοπον, εἰ ὁ μὲν Σόλων ἐξουσίαν ἑνὶ ἑκάστῳ δέδωκε τῶν ἑαυτοῦ, σὺ δὲ τὴν πόλιν τὴν μείζονα στερίσκεις τῶν ἑαυτῆς».

`20.238`

οὐχ ἵνʼ ἀποστερήσῃ τοὺς ἐγγυτάτω γένει τῆς συγγενείας καὶ τοῦ κλήρου. ἐγίνετο γὰρ καὶ διὰ τῆς δόσεως τῶν χρημάτων σχεδὸν συγγενὴς τῇ γνώμῃ, εἴ γε καὶ μὴ τῷ γένει συναπτόμενοι φιλοτιμήσονται καὶ εὐεργετηθήσονται.

`20.239a`

καὶ μὴν κἀκεῖνος τῶν καλῶς δοκούντων περὶ τοῦ μὴ λέγειν κακῶς τὸν τεθνεῶτα.

`20.239b`

καὶ ... δοκούντων ὁ Σόλωνος νόμος ἀπηγόρευσε τοὺς τεθνεῶτας ἅπαντας λέγειν κακῶς, κἂν ἐρεθίζηταί τις ὑπὸ τῶν παίδων τοῦ τεθνηκότος ὑβριζόμενος. ὁ δέ φησιν «ἔργῳ σὺ κακῶς ποιεῖς. ἐκεῖνος μὲν γὰρ λόγῳ κωλύει, σὺ δὲ καὶ ἐν ἔργοις· κἀκεῖνος οὐ τοὺς φίλους, ἀλλʼ ἁπλῶς ἀπηγόρευσε μὴ δυσφημεῖν, σὺ δὲ καὶ τοὺς εὐεργέτας αὐτοὺς ἀδικεῖς». ἐπιχείρημα δέ ἐστι καὶ αὐτὸ ἐκ τοῦ ἐλάττονος.

`20.240`

ὧν οὐδὲν ἐκείνοις προσῆκεν τοῖς εὐεργέταις.

`20.241`

πάνυ τοίνυν σπουδῇ τις ἀπήγγειλεν ἀντίθεσίς ἐστιν ἐκ τοῦ ἔθους, ὅπερ ἐστὶν ἄγραφον νόμιμον· διαιρεῖται γὰρ τὸ νόμιμον εἰς ἄγραφον καὶ ἔγγραφον· ἐκ τοῦ οὖν ἀγράφου ἀντέπεσεν. ἐλέγομεν δὲ ἐξ ἀρχῆς διπλοῦν εἶναι αὐτὸ τὸ νόμιμον κατὰ τὸ εἶδος τῆς διπλῆς πραγματικῆς. οὐκοῦν τὸ διπλοῦν ἐδήλωσε διὰ τῆς ἀντεξετάσεως τῶν νόμων καὶ διὰ τῶν ἔξωθεν παραναγνωσθέντων ὡς οἱ μὲν κατηγοροῦσι τοῦ νόμου τοῦ Λεπτίνου, οἱ δὲ συμφωνοῦσι τῷ Δημοσθένει· δείκνυσι δὲ οὐδὲν ἧττον καὶ διὰ τῶν ἀντιθέσεων. τὴν μὲν γὰρ ὑπὲρ τοῦ οἰκείου νόμου κεκίνηκε, τὴν δὲ δευτέραν νῦν τὴν κατὰ τοῦ Λεπτίνου νόμου· ἔστι γὰρ ἀπὸ τοῦ νομίμου καὶ αὕτη «εἰ καὶ ξένα καὶ Λακωνικὰ καὶ Θηβαίων τὰ νόμιμα εἶναι δοκεῖ». θαυμαστὴ δὲ ἡ μέθοδος· ὥσπερ γὰρ ἐλεγχομένου Λεπτίνου καὶ μηδαμῶς εὐποροῦντος λυτικῶν παραδειγμάτων οὕτω μνήμην πεποίηται Λακωνικῶν καὶ Θηβαίων. ἡ δὲ λύσις ἐκ διαφορᾶς ὅτι «οὐχ ἡ αὐτὴ πολιτεία παρʼ ἡμῖν καὶ ἐκείνοις». εἰς δύο δὲ διεῖλε τὰς λύσεις, εἴς τε τὸ κατὰ Λακεδαιμονίους πρότερον, εἶτα εἰς τὸ κατὰ Θηβαίους δεύτερον. ἐπειδὴ γὰρ καὶ ἐν ταῖς λύσεσιν ἦν τις διαφορὰ περί τε τὰς πολιτείας καὶ τὰς ποιότητας τῶν προσώπων, ἠναγκάσθη καὶ διπλαῖς ταῖς διαφοραῖς χρῆσθαι, ἑτέρᾳ μὲν γὰρ ἐπὶ Λακεδαιμονίων, ἑτέρᾳ δὲ ἐπὶ Θηβαίων· καὶ τὸ οἰκεῖον ἀποδέδωκεν ἑκατέρᾳ ποιότητι. ἐοίκασι γὰρ πρὸς μὲν τοὺς Θηβαίους δυσμενῶς ἔχειν, πρὸς δὲ τοὺς Λακεδαιμονίους οἰκείως· ἀεὶ γὰρ καὶ τῶν καιρῶν καὶ τῶν προσώπων καὶ τῶν χρειῶν δεῖ στοχάζεσθαι. ἐπειδὴ Πλάτων καὶ ἄλλοι πολλοὶ καὶ τὴν ὀλιγαρχίαν καὶ τὴν πολιτείαν τὴν Λακεδαιμονίων τῆς δημοκρατίας προκρίνουσι, καὶ τῆς παρʼ ἑτέροις κρίσεως ἐμνημόνευσε, μάλιστα μὲν ἀποδείξας ἐν τοῖς πρώτοις καλλίστην τὴν δημοκρατίαν· εἶτα καὶ τὸ κατὰ συγχώρησιν, «εἰ ἄρα καὶ κατὰ τὸν λογισμὸν ἐκεῖνα φανείη βελτίω, ἀλλʼ οὖν γε τύχης ἕνεκα τὰ τῶν Ἀθηναίων κρείττω».

`20.242`

αὐτὸ γὰρ τοῦτο πρῶτον, ὃ νῦν οὗτοι ποιήσουσι συγκρουστικὸν νόημα· παροξύνει γὰρ τοὺς δικαστὰς διὰ τούτων ἐντεῦθεν, ἵνα βεβαιώσῃ ὅτι ἤκουσαν.

`20.243`

εἶτα καὶ Λακεδαιμόνιοι τῶν τοιούτων τῶν ἐθῶν τῶν παρʼ ἡμῖν καὶ τῆς πολιτείας. θέλει δὲ εἰπεῖν ὅτι «τιμῶσι μὲν καὶ Λακεδαιμόνιοι, οὐχ ὁμοίως δὲ ἡμῖν, ἐπειδὴ οὐδὲ ὁμοίως πολιτεύονται».

`20.244`

ἃς ἀπεύξαιτʼ ἂν τὰς παρʼ ἐκείνων τιμάς· σχεδὸν γὰρ τυραννὶς ἡ τιμή.

`20.245`

τὰς μὲν καθʼ ἕκαστον ἐάσω σοφίζεται πρὸς τὸ λυσιτελοῦν ἅπαντα· ἦσαν γὰρ καὶ παρʼ ἐκείνοις στέφανοι καὶ σιτήσεις, ὥσπερ καὶ παρʼ Ἀθηναίοις αὐτοῖς.

`20.246`

γερουσίαν ὄνομα ἀρχῆς παρὰ Λακεδαιμονίοις εἰς ἣν ἔρχονται οἱ καλῶς βιοῦντες καὶ γέροντες οἱ μετέχοντες ἀπὸ τοῦ τιμίου τῶν ἡλικιῶν.

`20.247`

παρασχὼν ἑαυτὸν οἷον χρὴ παρὰ Λακεδαιμονίοις ὡς πολιτεύονται.

`20.248`

δεσπότης ἐστὶ τῶν πολλῶν ἀντὶ τοῦ «ἄρχων» «δεσπότης» εἶπεν, ἐξ οὗ ἐμφαίνει δουλείαν. βαρὺ δὲ ὄνομα παρὰ Ἀθηναίοις ἡ δουλεία. ἐξ ἐλευθερίας γὰρ ἡ δημοκρατία γνωρίζεται.

`20.249`

μετὰ τῶν ὁμοίων μετὰ τῶν ἄλλων ἀρχόντων.

`20.250`

στέφανοι δὲ καὶ ἀτέλειαι οὐ τοὺς στεφάνους ἢ τὰς σιτήσεις ὁ Λεπτίνης ἐμέμφετο, ἀλλὰ τὴν ἀτέλειαν, ἵνα λυθῇ.

`20.251`

καὶ ταῦτʼ ἀμφότερα ὀρθῶς ἔχει καὶ τὰ παρʼ ἡμῖν καὶ τὰ ἐκείνων. πῶς δὲ διαβαλὼν ἄνω τὴν τῶν Λακεδαιμονίων πολιτείαν ἐνταῦθα ἐπαινεῖ; ἐκεῖ μὲν ὡς πρὸς τὴν ἑαυτοῦ συγκρίνων πολιτείαν διέβαλεν, ἐνταῦθα δὲ ὡς πρὸς τὴν αὐτῶν Λακεδαιμονίων ἐπαινεῖ. ἡ εὔνοια δέ, φησίν, ἐκεῖ ἐκ τοῦ εἶναι πάντας τοὺς ἄρχοντας ἴσους, ἐνταῦθα δὲ ἐκ τοῦ λαμβάνειν τοὺς ἀξίους τιμάς. οὐκοῦν ὁ τὰς τιμὰς ἀφαιρῶν, οὗτος ἀναιρεῖ τὴν πολιτείαν.

`20.252`

καὶ μὴν περὶ τοῦ γε μηδὲ Θηβαίους ζητήσειεν ἄν τις τίνος χάριν ἡ ἀντίθεσις εἶχε μετὰ τῶν Λακεδαιμονίων ὁμοῦ καὶ Θηβαίους, ἐν δὲ τῇ λύσει διῃρημένως λέγει· ὅτι διὰ τὴν τῶν προσώπων ποιότητα οὐκ ἠδύνατο ἐξετάζων ἀμφοτέρους εἰπεῖν.

`20.253`

ἀληθὲς οἶμαι οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ μετὰ τῆς ἀληθείας.

`20.254`

εἰ ἄρα εὔξασθαι δεῖ διʼ ὧν κατεύχεται τοὺς πολεμίους μὴ τιμᾶν τοὺς εὐεργέτας, διὰ τούτων τοὺς ὁμοφύλους προτρέπει φεύγειν τοῦτο, ποιεῖν δὲ τὸ ἕτερον. σφόδρα δὲ κακίζει τὴν φύσιν τοῦ πράγματος, ὅπου γε ἀμφιβάλλει καὶ ἐπὶ τῶν ἐχθρῶν εὔξασθαι συμβῆναι αὐτό. τηνικαῦτα δὲ ἐχθροὶ ἦσαν Θηβαῖοι ἐπὶ τῶν Φωκικῶν, ὅτε καὶ Φίλιππος ἦν ἔτι ταπεινός· μετὰ γὰρ τὰ Φωκικὰ ἔδοξαν καὶ φιλίαν τινὰ ἔχειν, ὅτε καὶ τὴν Ἐλάτειαν Φίλιππος κατείληφε τῆς Βοιωτίας καὶ Κορώνειαν καὶ Ὀρχομενὸν ἐξηνδραποδίσατο συγγενεῖς ὄντας.

`20.255`

λόγῳ μετὰ τῶν νόμων τὰ δίκαια ὅτι Θηβαῖοι μὲν ὅπλοις ἀπαιτοῦσι τὰς δίκας, ἡμεῖς δὲ λόγῳ καὶ τῷ δικαίῳ.

`20.256`

ἄμεινον ἐκείνων βέλτιον ἀεὶ ἐκείνων πράττετε κατὰ τὸ ἴδιον τῶν πολιτειῶν.

`20.257`

εἰ γὰρ καὶ κατὰ λογισμὸν θέλει εἰπεῖν «εἰ κατὰ τὸν κοινὸν λογισμὸν ὑπερβάλλει τὰ τῶν Λακεδαιμονίων — σχεδὸν γὰρ πάντες τιμῶσιν ὡς ἀριστοκρατίαν αὐτήν —, ἀλλʼ ἐπειδὴ ἡ τύχη ἡμῖν πλέον συναίρεται ἐν οἷς ἔχομεν». δεύτερος δὲ ὁ λογισμὸς τῆς εὐτυχίας ὡς καὶ ἐν τοῖς Φιλιππικοῖς φησι· χρηστέον ταύτῃ μᾶλλον.

`20.258`

παρὰ ταῦτα τὰ νόμιμα. ἐπειδὴ δὲ Πλάτων καὶ ἄλλοι τινὲς τῶν παλαιῶν προκρίνουσι τὴν ὀλιγαρχίαν τῶν Λακεδαιμονίων τῆς δημοκρατίας, διὰ τοῦτο ἐπὶ τὴν τύχην ἔδραμεν.

`20.259`

οὐδὲ διʼ ὧν μὲν ἐκεῖνοι μεγάλοι θέλει εἰπεῖν ὅτι «εἴ τις τὰ τῶν Λακεδαιμονίων ἄγοι ἐνταῦθα ἔθη διʼ ὧν ἐκεῖνοι τὴν ὀλιγαρχίαν συνέχουσιν, ἀποκτενεῖτε αὐτόν». ὑπερβατὸν δὲ τίθησι τὸ κῶλον.

`20.260`

κἂν ἀποκτεῖναι ἀντὶ τοῦ «καὶ ἀποκτεῖναι ἂν θέλειν τὸν μεταφέροντά τι τῶν ἐκεῖ ἐνταῦθα· εἶτα τὸν καταλύοντα διʼ ὧν ἡμῖν αὔξεται ἡ πολιτεία, λέγω δὲ τὸν τὴν δωρεὰν ἀφαιρούμενον διʼ ἧς ἁμιλλώμενοι αὔξουσιν αὐτήν, οὐ κολάζετε;»

`20.261a`

ἔστι τοίνυν τις πρόχειρος λόγος ἀντιθέσεις τοῦ ἔθους παραδειγματικαί.

`20.261b`

ἔστι ... λόγος μεταληπτικῷ κέχρηται πάλιν. ἡ δὲ ἀντίθεσις ἐκ τῶν ἐθῶν, οὐκέτι δὲ τῶν παρʼ ἄλλοις· ἔλυσε γὰρ ταύτην. «ἀλλὰ» φησίν «οὐ βούλει μιμεῖσθαι τοὺς Λακεδαιμονίους ἢ τοὺς Θηβαίους, ἀλλά γε τοὺς προγόνους.» λύει δὲ τὴν ἐκ τῶν ἐθῶν ἀντίθεσιν ἐνστάσει λέγων «οὐχ ἡγοῦμαι τοῦτον τὸν λόγον εἶναι δίκαιον λέγεσθαι οὐδὲ συμφέροντα». εἶτα συνίστησι διὰ τῶν ἑξῆς καὶ τῶν κατὰ Λυσίμαχον ὅτι ψευδὴς ὁ λόγος.

`20.262`

οὐδενὸς ἠξιοῦντο τοιούτου εἰσῆκται μὲν ἀφελῶς, κακούργως δὲ αὐτὸ ἔλαβεν· οὐδὲ γὰρ οὐδενὸς ἀπετύγχανον, ἀλλὰ τινῶν. ὁ δέ φησιν «οὐδενός», ἵνα δεινοποιήσῃ τὸ πρᾶγμα.

`20.263`

ἐν τοῖς Ἑρμαῖς ξύλα ἢ λίθοι τετράγωνοι ἦσαν ἔχοντες ὄψιν Ἑρμοῦ ἐπάνω, κάτω δὲ ἐν τῷ πλάτει τὰ ἐπιγράμματα.

`20.264`

τοῦθʼ ὑμῖν ἀναγνώσεται τὸ ἐπίγραμμα ἕως τούτων ἡ ἀντίθεσις.

`20.265`

ἐγὼ δʼ ἡγοῦμαι ἡ δὲ λύσις κατὰ ἔνστασιν.

`20.266`

εἰ μὲν γὰρ ἀναξίους εἶναί τις φήσει φησὶ γὰρ ὅτι οὐδὲ οἱ πρόγονοι ἐτίμων.

`20.267`

οὐδὲ ὀλίγου δεῖ πολλοῦ γε καὶ δεῖ· πάνυ, φησίν, ἀφέστηκεν.

`20.268`

ἐπὶ μὴ προσήκοντα πράγματα ἐπὶ μὴ ὄντα ἀληθῆ.

`20.269`

δυσχερεῖς ἀνάγκη φαίνεσθαι τοὺς λόγους ἀντὶ τοῦ «δυσφήμους καὶ κακούς». οὐχ εὑρίσκων γὰρ τῇ ἀληθείᾳ μάχεσθαι καταφεύγει καὶ εἰς ἔθη τινὰ καὶ τοὺς προγόνους οὓς διαβάλλει ψευδόμενος.

`20.270`

ὡς δὲ τἀληθὲς ἔχει ἦσαν πολλοὶ σπουδαῖοι, οὐχ ὥσπερ οὗτός φησι, μηδένα εἶναι· καὶ ἡ πόλις ἐτίμα τοὺς ἀγαθοὺς καὶ ἦν ἅμιλλα τῶν μὲν εὖ ποιούντων τῶν δὲ ἀμειβομένων.

`20.271`

αἱ μέντοι τιμαὶ καὶ τὰ ἄλλα πάντα ἵνα μὴ ἠμεῖφθαι τῷ χρόνῳ μόνη ἡ τιμὴ δόξῃ, ἀλλὰ καὶ πάντα τὰ πράγματα. θέλει δὲ εἰπεῖν ὅτι «καὶ τότε τοῖς ἔθεσιν ἐτίμων τοὺς εὐεργέτας· οὔπω δὲ ἦν τότε ἡ ἀτέλεια, ἕτεραι δὲ ἦσαν».

`20.272`

ὅτι φήσαιμʼ ἂν ἔγωγε ὃ λέγει τοιοῦτόν ἐστιν· «οὐκ ἦν» φησί «θελῆσαί τι καὶ μὴ λαβεῖν παρὰ τῆς πόλεως τὸν εὐεργέτην.»

`20.273`

ὅτι Λυσιμάχῳ δωρεὰν Ἀριστείδου τοῦ δικαίου ἦν υἱός, τοῦ δὲ πάππου εἶχε τὸ ὄνομα· δεδώκασι δὲ αὐτῷ ταύτην τὴν δωρεὰν διʼ ἐκεῖνον. ἐπειδὴ τοίνυν ὅσα ἐχαρίσαντο αὐτῷ ἥττω τῆς τοῦ ἀνδρὸς δόξης ἦν, ἵνα μὴ φανῇ ἡ πόλις μικρότερα τῶν εὐεργεσιῶν τιμῶσα τὸν υἱὸν αὐτοῦ, εἰσήγαγεν οὐδὲν εὖ ποιήσαντα τὴν πόλιν, ὡς κατὰ τὴν ἱστορίαν ἔχομεν, πλὴν ὅτι Ἀριστείδου ἦν υἱός· καὶ τοῦτο δὲ ἔκρυψεν, ἵνα μὴ πολλὰ πάνυ εὐεργετήσαντι δοκῇ ἡ πόλις τοσαῦτα δεδωκέναι.

`20.274`

καὶ τούτων ψήφισμά ἐστιν Ἀλκιβιάδου ἀξιοπίστου ἀνδρὸς καὶ οὐδὲν πρὸς χάριν ποιοῦντος. ἵνα γὰρ μὴ ἀντιπέσῃ «τί οὖν, εἰ ἀπατηθεὶς ὁ δῆμος ἐπείσθη δοῦναι ὑπό τινος μισθὸν λαβόντος;», διὰ τοῦτο προσέθηκε τὸν ἄνδρα τὸν μέγιστον καὶ μεγίστου φρονήματος, ὃς οὐκ ἂν ἔγραψε τοιοῦτον οὐ πεφυκὼς κολακεύειν, εἰ μὴ σφόδρα ἐθαύμασε τὰ ὑπʼ αὐτοῦ γενόμενα.

`20.275`

νῦν δʼ εὐπορήσει ὡς εὔνους ὢν ἐπηύξατο εὐπορεῖν τὴν πόλιν.

`20.276`

καίτοι τίνʼ οὐκ ἂν οἴεσθε τῶν ἐχόντων τὴν ἀτέλειαν, οὐχ ὅλον, ἀλλὰ τὸ τρίτον μέρος λαβεῖν, ἧς πού γε μείζονα ἐδωροῦντο.

`20.277`

ὅτι μὲν τοίνυν, ὦ Ἀθηναῖοι λύσας τῷ κατὰ ἔνστασιν λύει καὶ τῷ κατὰ ἀντιπαράστασιν ἐντεῦθεν ἀρξάμενος. ἐγύμνωσε δὲ ἐνταῦθα τὴν ἀντίθεσιν φανερώτερον.

`20.278`

ἕτερόν τι τοῦτʼ ἂν εἴη οὐχ ὅτι οὐκ ἐδίδοσαν, ἀλλʼ ὅτι κατʼ ἄλλον τρόπον· οὐ γὰρ ἔχεις δεῖξαι ὅτι οὐκ ἐτίμων παντάπασιν.

`20.279`

εἰ τοίνυν μήτε Λυσίμαχον ἐντεῦθεν ἤρξατο τῆς ἀντιπαραστάσεως· συντρέχει γὰρ αὐτῷ.

`20.280`

τί μᾶλλον οἷς ἔδομεν νῦν εἰ καὶ μηδένα ἐτίμησαν οἱ πρόγονοι κατά τι, νῦν δὲ οὖν ἀφαιρῇ δικαίως οὓς ἐτίμησας, πάλιν ὕστερον ἀφαιρούμενος. οἱ μὲν γὰρ πρόγονοι οὐ δεδώκασι καὶ συγγνώμης ἔχονται, ὑμεῖς δὲ δόντες μηδὲν ἀδικήσαντας ἀποστερεῖτε. ἵνα δὲ μὴ ἀντιπέσῃ «ἀλλʼ ἀφαιροῦμαι αὐτόν· κακὸς γὰρ ὤφθη περὶ τὸν εὐεργέτην», διὰ τοῦτο προαρπάζει καὶ λέγει «μηδὲν ἐγκαλοῦντες».

`20.281`

καίτοι τό γʼ αἰσχρὸν ὁμοίως εἰ καὶ μιμήσεσθε τοὺς προγόνους, ἁμαρτήσετε πάλιν· τὸ γὰρ αἰσχρὸν οὐκ ἀλλάττετε. κἂν ὦσιν ἐκεῖνοι οἱ προϋπάρξαντες, ὅμως συγχωρῶ ἑπομένους ὑμᾶς τοῖς προγόνοις  <span class="gap">…</span> τοιοῦτον ἔργον, ἀχαριστίας γνώρισμα, μὴ πρῶτοι, φησί, καταδείξητε.

`20.282`

ὅτι νῦν ὀμωμοκότες ἐνθυμεῖσθαι, φησίν, ὀφείλετε ὅτι δικάσειν ὠμόσατε κατὰ τοὺς Ἀθηναίων νόμους, οὐ κατὰ τοὺς τῶν Λακεδαιμονίων ἢ ἄλλων τινῶν.

`20.283`

οὐδʼ οἷς ποτὲ ἐχρήσανθʼ οἱ πρῶτοι καθʼ οὓς ἔλαβον, φησί, τουτέστι κατὰ τοὺς νῦν ὑπάρχοντας. πρώτους δὲ λέγει τῶν προγόνων τοὺς ἀρχαιοτάτους.

`20.284`

καὶ περὶ ὧν ἂν νόμοι μὴ ὦσιν ὅσα δὲ νόμοις οὐχ ὥρισται, ταῦτα κατὰ τὸν καιρὸν καὶ δίκαιον λογισμὸν ὠμόσατε δικάσειν.

`20.285`

τὸ τοίνυν τῆς γνώμης οἷον συνάψατε, φησί, τὸν νόμον Λεπτίνου τῷ κοινῷ δικαίῳ· εἰ δεῖ τοὺς εὐεργέτας τιμᾶν, ὁ κοινὸς λόγος σκοπείτω· ἀντεξετασάτω δὲ αὐτὸν τῷ ἀφαιρουμένῳ τοὺς εὐεργέτας νόμῳ τὴν ἀτέλειαν· δίκασον αὐτός. ἐπιψηφίζεται δὲ ἵνα γένηται ὁ ῥήτωρ κοινὴ τῆς φύσεως φωνή· τοῦτο γὰρ ἡ φύσις βούλεται ἡ κοινή, τὸ τιμᾶν τούτους.

`20.286`

ταῦτα τοίνυν αὐτοί γε ποιεῖτε τὰ ὁμολογούμενα καλὰ παρὰ πᾶσιν καὶ ἃ ἡ φύσις ἀπαιτεῖ. «αὐτοὶ» δὲ ἢ πρὸς διαστολὴν τοῦ Λεπτίνου ἢ ὅτι πλέον ἐχέτωσαν τῶν ἄλλων φρονήσεως οἱ Ἀθηναῖοι.

`20.287`

ὀργίζεσθε ἂν μή τις φῇ ποιεῖν μὴ δυσφήμως μνησθῆναι τῶν προγόνων ἵνα αὑτοῦ συστήσῃ τὸν λόγον· ὁ δὲ μεθοδεύει τοῦτο καλῶς καὶ ἐπὶ ἕτερον ἄγει.

`20.288a`

οἶμαι τοίνυν καὶ τοῦτον τὸν λόγον σημείωσαι, ἀντίθεσις.

`20.288b`

οἶμαι ... λόγον ἀπὸ τοῦ ῥητοῦ ἀντίθεσιν κεκίνηκεν «ἀλλʼ ἔξεστί σοι — φησίν — εἰκόνας διδόναι καὶ σίτησιν καὶ στεφάνους καὶ ἑρμᾶς καὶ ὅσα τοιαῦτα». λύει δὲ τῷ συμβησομένῳ κατὰ τὸ ἀκόλουθον· «εἰ ἄπιστον ἡ ἀτέλεια ἣν ἀφῃρήμεθα, ἄπιστοι δηλονότι καὶ αἱ λοιπαὶ δωρεαί». ἔπειτα ἄτοπον ὅτι τῶν αὐτῶν τιμῶν ἀξιοῦσι τοὺς μεγάλα καὶ μικρὰ τὴν πόλιν εὐεργετηκότας.

`20.289`

πλὴν τούτου πλὴν τῆς ἀτελείας. τοὺς ὄντας ἀξίους, φησίν, οὐ πάντα ἀφαιρεῖται ὁ νόμος.

`20.290a`

ὑπὲρ ὧν μὲν τῇ πόλει καταλιπεῖν ὥστε χαρίζεσθαι.

`20.290b`

τῷ συμβησομένῳ λύει.

`20.291`

καὶ τὰς ὑπολοίπους ἐάν τινα ἀφέλησθέ τι, καὶ αἱ λοιπαὶ ἄπιστοι γίνονται δωρεαί.

`20.292`

ἣν πρότερόν τισι δόντες οὐδεμία, φησί, πίστις τῶν δωρεῶν  <span class="gap">…</span> ἐὰν οὖν ἀφέλητε, καὶ τὴν πίστιν ἀπωλέσατε. οὐ γὰρ πιστευθήσῃ· ἠρνήσω γάρ.

`20.293`

ἔτι δʼ εἰ μηδὲν ἔμελλε θέλει εἰπεῖν ὅτι «εἰ καὶ τὸ προειρημένον οὐκ ἔβλαπτε — λέγω τὸ τῆς ἀπιστίας —, ἀλλὰ τὸ ἕτερον ὃ ποιήσει τὴν ἴσην δωρεὰν πᾶσι διδόναι τοῖς εὐεργέταις, ὅτι τὴν ἀτέλειαν ἀφῃρημένοι ἦσαν· ἢ γὰρ οὐ τιμῶσα τοὺς πάνυ ἀγαθοὺς ἀξίως — οὐ γὰρ ἦν τηλικαύτη δωρεὰ μετὰ τὴν ἀτέλειαν — ἀχάριστος ἐγίγνετο ἡ πόλις ἢ ὕβρισε τῷ ἴσῳ».

`20.294`

μεγάλων μὲν οὖν εὐεργεσιῶν θέλει εἰπεῖν «μὴ γένοιτο μεγάλων εὐεργετῶν χρῄζειν τὴν πόλιν»· διὰ γὰρ τῶν μεγάλων κακῶν οὗτοι γνωρίζονται, ὅτι χρεία ἐν τούτοις μεγίστων εὐεργετῶν· εἰ δὲ καὶ γένοιτο καιρός, οὐδεὶς ῥᾳδίως εὑρεθήσεται. δύο δὲ διὰ τούτου ἀνύει μεγάλα· καὶ φοβεῖ περὶ τοῦ μέλλοντος καὶ παραμυθεῖται λεληθότως ὅτι «οὐ πολλοῖς δώσετε· ἀφείλου γὰρ τὴν δωρεὰν διʼ ἧς πάντες ἡμιλλῶντο». δεῖ τοίνυν μεμερίσθαι τὰ τῶν τιμῶν, ἵνα μὴ ἴσας, ἀλλὰ διαφόρους, ἵνα ἕκαστος ἀξίως τιμᾶται.

`20.295`

ἀλλὰ μὴν ὑπὲρ ὧν γε οἱ ἔχοντες μετὰ τῆς ἀτελείας καὶ ἄλλας δωρεὰς ἀποστερούμενοι λέξουσιν ὅτι «εἴπερ τὰς ἄλλας ἡμῖν καταλίπῃς, καὶ τὴν ἀτέλειαν κατάλιπε· ὡς εὖ πεποιηκόσι γὰρ δέδωκας κἀκείνην καὶ ταύτας, οὐκοῦν ἀμφότερα κατάλιπε.»

`20.296`

οἱ δὲ φενακίζειν οἱ δὲ μόνον τὴν ἀτέλειαν εἰληφότες φάσκουσιν «ἀπατᾷ ὡς καταλείπει· οὐδὲ γὰρ ἡμῖν ἀφῆκεν· ἀφείλετο γὰρ ἣν μόνην εἴχομεν· ὥστε διʼ ἑτέρων ἑτέρους ἀδικεῖ.»

`20.297`

μὴ τοίνυν διὰ μὲν τοῦ τούτων κατηγορεῖν περὶ ὧν λέγει ὅτι ἀνάξιοί εἰσιν.

`20.298a`

ὃν τοίνυν κακουργότατον ἐπειδὴ πιθανώτατος ὁ περὶ τῶν ἱερῶν λόγος καὶ ἱκανὸς ἐπάγεσθαι, φθάσας διέβαλε «κακουργότατον» ὀνομάσας. ἔστι δὲ ἀπὸ τοῦ δικαίου ἡ ἀντίθεσις, εἴ γε τὸ δίκαιον γένος ὂν περιέχει καὶ τὰ περὶ τὸ θεῖον καὶ τὰ ἀνθρώπινα. διακρούει δὲ ἐν τῇ λύσει τὴν τῆς ἀντιθέσεως πανουργίαν. διαιρεῖ γὰρ τίνα μὲν χρὴ καλεῖν ἱερὰ ἀναλώματα, τίνας δὲ λειτουργίας. λεῖτον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ δημόσιον, ὅθεν λειτουργεῖν τὸ εἰς τὸ δημόσιον ἐργάζεσθαι ἔλεγον· ὅθεν καὶ λεία λέγεται ἡ παρὰ τῶν πολεμίων εἰς τὸ κοινὸν τῶν διαρπαζόντων ὠφέλεια. φάσκει δὲ δεινότατον εἶναι καὶ ἀδικώτατον τὸ ἀφαιρεθῆναι τὸ δεδομένον. οὐ γὰρ τὸ μὴ λειτουργεῖν δεινόν, ἀλλὰ τὸ τῶν δεδομένων ἀποστερεῖσθαι· καὶ ὅτι ἐπʼ ὀνόματι τῶν θεῶν τὸ δεινὸν ἐργάζονται, τοῦτό ἐστι τὸ δεινότατον. εἶτα ἐκ διαφορᾶς καὶ διαιρέσεως ἐντεῦθεν ἄρχεται, ὅτι οὐκ ἔστι τὸ αὐτὸ ἱερῶν ἀτέλειαν ἔχειν καὶ λειτουργιῶν. ἐν ᾧ καὶ τὸ συγκριτικὸν ἀπὸ τοῦ νόμου λαμβάνει ὡς ἕτερα μὲν γεγραφότος Λεπτίνου, ἕτερα δὲ λέγοντος· καὶ τὴν ἀπόδειξιν ἐκ τῶν γεγραμμένων παρὰ Λεπτίνου λαμβάνει· καὶ διὰ τοῦτο πάλιν ἐδεήθη τῆς ἀναγνώσεως τοῦ νῦν κατηγορουμένου νόμου. τὸ μὲν οὖν πρότερον δίκαιον τὴν ἀναφορὰν εἰς τοὺς εἰληφότας ἀδίκως ἔχει «τίνες εἰλήφασι καὶ οὔκ εἰσιν ἄξιοι τῆς δωρεᾶς», ἐνταῦθα δὲ ἕτερον δίκαιόν ἐστι τὸ πρὸς τὴν πόλιν τῶν λειτουργούντων· ὡς τὸ μὲν πρότερον δίκαιον περὶ τὴν ποιότητα τῶν εἰληφότων θεωρεῖσθαι, τὸ δὲ νῦν δίκαιον περὶ τὴν ποιότητα τῆς πόλεως.

`20.298b`

ἀντίθεσις.

`20.299`

ἐροῦσι γὰρ ὅτι ταῦτα ἱερῶν ἔστιν ἅπαντα ἀναλώματα λέγεται τὰ εἰς τὰ ἱερὰ ἀναλισκόμενα, τὰ δὲ ἄλλα, λειτουργίαι καὶ χορηγίαι, τρόπον τινὰ εἰς τοὺς θεοὺς ἀναλίσκονται. οὐδεὶς δὲ ἦν ἀτελὴς τούτων τῶν ἀναλωμάτων. διὰ τοῦτο σοφίζεται Λεπτίνης καί φησι μὴ δεῖν διδόναι ἀτέλειαν, τῶν ἱερῶν λέγων.

`20.300`

δεινὸν οὖν λύσις ἐκ περιτροπῆς.

`20.301`

ἐγὼ δὲ τὸ μέν τινας κατὰ συγχώρησιν λέγων συντρέχει διὰ τοὺς θεούς, ἵνα μὴ δόξῃ τραχύς. θέλει δὲ εἰπεῖν «εἰ καὶ ἱερῶν ὁ δῆμος ἀτέλειαν ἐθέλει διδόναι, οὐ χρὴ ἀντιλέγειν», ἐγγὺς θεῶν αὐτὸν ποιῶν.

`20.302`

εἰ γὰρ ἃ κατὰ μηδένα ἄλλον ἔχουσι τρόπον ἐπειδὴ γὰρ ἀνθρωπίνῳ λογισμῷ οὐ δύνανται δεῖξαι ὅτι καλὸν τοῦτο, καταφεύγουσιν ἐπὶ τοὺς θεούς, ἵνα αἰδοῖ τούτων νικήσωσιν.

`20.303`

οἷα μηδʼ ἂν ἐπʼ ἀνθρώπου πραχθέντα ὃ λέγει, τοιοῦτον ἂν εἴη· «ὁ πράττων ἐπὶ ὀνόματι τῶν θεῶν τι τοιαῦτα ὀφείλει ποιεῖν, ἵνα τὰ πραχθέντα μηδὲ ἐπὶ ἀνδρῶν πονηροτάτων οἷς ἔθος πλημμελεῖν ἔχοι λαβὴν διαβολῆς». τοιαῦτα δὲ Λεπτίνης εἴρηκεν ὡς ἀπὸ τῶν νόμων.

`20.304`

ὅτι δʼ οὐκ ἔστι λύσις ἐκ διαιρέσεως.

`20.305`

καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν εἰ ἀτελεῖς τοὺς ἀφʼ Ἁρμοδίου εἶπες, οὐδεὶς δʼ ἀτελὴς τῶν ἱερῶν ἀναλωμάτων, εἶπες δέ τινας εἶναι ἀτελεῖς, πῶς ἱεραὶ λειτουργίαι;

`20.306`

πρῶτον μὲν τῆς στήλης στήλη ξύλον ἢ λίθος τετράγωνος εἰς ὃν ἐγέγραπτο τὰ τῶν δωρεῶν.

`20.307`

ἀκούετε τῶν ἀντιγράφων κατασκευὴ ὅτι «οὔκ εἰσιν αἱ λειτουργίαι αὗται ἱεραί», ὡς Λεπτίνης σοφίζεται.

`20.308`

καλῶς καλῶς ἔχει, μὴ ἀναγίνωσκε πλείονα.

`20.309`

γράψας ὅπως ἂν οἱ πλούσιοι Λεπτίνης ἔγραψε διὰ τούτου τοῦ νόμου ἵνα λειτουργήσωσιν οἱ πλούσιοι.

`20.310`

μηδένα εἶναι προσέγραψεν εἰ οὖν ἱερῶν εἰσίν, οὐδεὶς δὲ ἀτελὴς τούτων, ἀφώρισας δὲ τοὺς ἀφʼ Ἁρμοδίου, οὐκ ἄρα ἱερά, ἀλλὰ ἐγκύκλια καὶ κοινά. τέλος δὲ τὸ ἀνάλωμα· τὸ ἀναλίσκειν δὲ εἰς τὰ ἱερὰ λειτουργεῖν ἐστίν.

`20.311`

ἡδέως δʼ ἂν ἔγωγε εἰς ἄπορον αὐτὸν ἄγει. «εἴ γε ἱεραὶ αὗται λειτουργίαι, οὐδεὶς δὲ ἐκτὸς τούτων, δέδωκας δὲ σὺ ἀτέλειαν, τίνος; εἰπέ.» συγκλείει γὰρ αὐτὸν ἐπάγων εἰς τὸ ἄπορον.

`20.312`

ἢ ἐκείνους τοὺς προγόνους τοὺς δεδωκότας.

`20.313`

τίνος; ἢ τοῦ μετοικίου; παίζει αὐτούς. τυραννοκτόνους, φησίν, οὐκ ἀπαιτοῦμεν μετοίκιον. γελοῖον δὲ τὸ τοιοῦτο.

`20.314`

ἐν ᾧ δὲ τοσούτῳ τὸ πλῆθος ὄντι ἐν ᾧ χρόνῳ, ἐκ τοῦ γενέσθαι τὸν Ἁρμόδιον. καὶ ὅμως οὐδεὶς ἐλειτούργει τούτων· ὥστε τούτων εἶχον ὧν σὺ λέγεις ἱερῶν ἀτέλειαν· καὶ μαρτυρεῖ πᾶς ὁ χρόνος τοῖς λόγοις.

`20.315`

οὔτʼ ἐνεχθεὶς αὐτοῖ ποτὲ προβληθεὶς χορηγεῖν ἀντιδέδωκεν ἐκείνοις τὴν ἑαυτοῦ οὐσίαν, ὥστε λειτουργεῖν· εἶχον γὰρ ἀτέλειαν.

`20.316`

οἷς οὐκ ἀκουστέον λεγομένοις ταῦτα οὐκ ἀκουστέον· ἂν τἀναντία λέγειν τούτοις τολμήσωσι, μὴ ἀκούετε.

`20.317a`

ἔτι τοίνυν ἴσως ἐπισύροντες ἀντὶ τοῦ «διασύροντες»

`20.317b`

ἀντίθεσις ἀπὸ τῆς ποιότητος τῶν εἰληφότων.

`20.317c`

ἔτι ... ἐπισύροντες τὸ μὲν «ἐπισύροντες» ἀντὶ τοῦ «διασύροντες». ἔστι δʼ ἡ ἀντίθεσις αὕτη πάλιν ἀπὸ τῆς ποιότητος τῶν εἰληφότων· διαφέρει δὲ τῷ κατʼ ἀρχὰς μὲν ἀορίστως τινὰς αἰτιᾶσθαι τῶν εἰληφότων, ἐνταῦθα δὲ κατʼ ὄνομα διαρρήδην προήχθη ὅτι Μεγαρεῖς καὶ Μεσσήνιοι, ὅπερ κατʼ εἶδός ἐστιν.

`20.318`

μαστιγίαι κακοὶ πονηροὶ μαστίγων ἄξιοι δοῦλοι, φησί, καὶ οὐδὲ οὗτοι χρηστοὶ ἀτέλειαν ἔχουσι. Λεπτίνης δὲ ἔλεγεν ὅτι καὶ δοῦλοι καὶ Μεσσήνιοι ἔχουσιν ἀτέλειαν. «ἐπισύροντες» δὲ οἷον εἰς ἔδαφος ἕλκοντες καὶ διαβάλλοντες, οὐδὲν ἀληθὲς λέγοντες. μέμνηται δὲ καὶ τῶν ὀνομάτων· οἶδε γὰρ ὅτι οὐ βλάπτει αὐτόν.

`20.319`

ὅταν ταῦτα ἡ λύσις κατὰ ἔνστασιν.

`20.320`

ὅτῳ μὴ ψήφισμα ἢ νόμος διὰ τοῦ νόμου ψήφισμα. ἐννόμως γὰρ ἐδίδου ψήφισμα τοῦ δήμου· ὅμοιον γὰρ τῷ νόμῳ.

`20.321a`

πρόξενοι προστάται πόλεως καὶ φροντισταί.

`20.321b`

πρόξενοι οἱ ὑποδεχόμενοι ἀλλήλους ἐν ταῖς ἑαυτῶν πόλεσιν. ἦσαν δὲ καὶ ἰδίᾳ καὶ κοινῇ.

`20.322`

εἰ μὴ μόνον ἐξαρκέσει τοῖς κατὰ δύο, φησίν, ἂν ἀδικηθείη Χαβρίας, ὅτι καὶ τῶν δούλων τινὰ αὐτῷ ἴσον ἐποιήσαντο πολίτην καταριθμεῖσθαι· καὶ ὅτι αὐτοῦ μὲν ὁ παῖς τὴν προξενίαν μένει ἔχων, οὗτος δὲ διὰ τοῦτον ἀφαιρεθήσεται τῆς ἀτελείας. ἦν δὲ αὐτοῦ ἀπελεύθερος ὁ Λυκίδας, ξενικῶν δὲ στρατευμάτων ἦν ἡγεμών· ὡς ἂν οὖν χρήσιμος οὗτος ἠξιώθη τῆς πολιτείας.

`20.323`

οὐ γάρ ἐστιν οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐχ ὅτι πρόξενος ὢν ἐτύγχανε τῆς δωρεᾶς — ἦσαν γὰρ καί τινες —, ἀλλʼ ὅτι ἄνευ ψηφισμάτων εἴληφε μηδείς.

`20.324a`

ὃ τοίνυν μάλιστα πάντων οἶμαι τρέπεται ἐπὶ τὸν ἐπίλογον ἐντεῦθεν πληρώσας τὸν ἀγῶνα. διαιρεῖ δὲ τὸν ἐπίλογον εἰς τὴν ποιότητα τῆς πόλεως ὅτι «οὐ πρὸς Ἀθηναίων καὶ τῆς ἐκείνων ἀξίας ἐστὶν ἀφαιρεῖσθαι τὰ δεδομένα», ὅσπερ ἐστὶ τόπος ἀπὸ τοῦ πρέποντος. γίνεται δὲ ἀπὸ τοῦ πρέποντος τόπος οὐχ ὅταν τὸ λαμπρὸν μόνον καὶ εὐπρεπὲς κατασκευάζωμεν, ἀλλὰ καὶ τὸ ἐναντίον, τουτέστι καὶ τὸ ἀπρεπὲς καὶ τὸ αἰσχρόν. ἕκαστος γὰρ τόπος ἑκατέρωθεν ἔχει τὴν γυμνασίαν. κἀνταῦθα γὰρ ἀπὸ τοῦ αἰσχροῦ καὶ τοῦ ἀπρεποῦς λαμβάνει τὸ ἐπιχείρημα. εἰς δὲ τοῦτο ἔλαβε τόπον πρῶτον μὲν ἐκεῖνον ὅτι «ἄτοπον τὸ δοκεῖν ἀπατᾶν τοὺς εὐεργέτας», δεύτερον δὲ τὸν ἀπὸ τοῦ μαχομένου ὅτι «τὸν ἀπατῶντα τὸν δῆμον κολάζετε, ἐὰν ὑποσχόμενός τι μὴ ποιήσῃ»· οὐκοῦν ὁμοίως αἰσχρὸν αὐτοὺς φαίνεσθαι παραβαίνοντας τὸν νόμον.

`20.324b`

ὃ ... οἶμαι ἐπίλογος· ὅτι εἰς πολλὰ μέρη διαιρεῖ τὸν ἐπίλογον, πρῶτον εἰς τὴν ποιότητα τῆς πόλεως, δεύτερον ἀπὸ τοῦ ἀπρεποῦς καὶ αἰσχροῦ καὶ ἀπʼ ἄλλων.

`20.325`

εἰ γάρ τις πάντα ὅσα Λεπτίνης ἐρεῖ κατὰ συνδρομὴν τοῦτό φησι κυρίου γενομένου τοῦ νόμου «καίτοι κύριός ἐστι καὶ λῦσαι αὐτὸν ζητοῦσιν»· ἀλλὰ καὶ λέγουσι μετὰ τὴν κρίσιν ταύτην ὅτι «εἰ καὶ ὁ νόμος καλός, φησίν, ἀλλʼ ὅμως ἐκεῖνο αἰσχρὸν ἔχει, ὅτι ἀπατεῶνας ὑμᾶς τῶν εὐεργετῶν ποιεῖ· ἀφαιρεῖ γὰρ τὴν δωρεάν».

`20.326`

ὅσῳ δʼ ὑμῖν αἴσχιον διὰ τὴν ποιότητα τῶν Ἀθηναίων. πρὸς ἄλλο δὲ καὶ ἄλλο ἔλαβε τὸν αὐτὸν νόμον, ἐκεῖ μὲν πρὸς τὴν ἐγγύην, ἐνταῦθα δὲ πρὸς τὴν ἀπάτην τῶν εὐεργετῶν.

`20.327`

εἶτʼ οὐκ αἰσχύνεσθʼ θαυμάσιον.

`20.328`

εἰ ἐφʼ ᾧ τοῖς ἄλλοις δεῖ μὲν γὰρ τὰ αἰσχρὰ φεύγειν, μάλιστα δὲ ἐκεῖνα ἃ αὐτὸς μὴ ποιεῖν παραινεῖς. οἶδας γὰρ αὐτὸς ὅτι πονηρά, διὸ καὶ κωλύεις· καὶ ἄλλως οὐκ ἐρεῖς ὡς οὐκ οἶδας· αὐτὸς γὰρ καὶ ἀπηγόρευσας.

`20.329`

ὅπως μηδὲν ὧν ἰδίᾳ φυλάξαισθʼ ἂν ἄτοπον γὰρ ἰδίᾳ μέν τι ποιεῖν φυλάττεσθαι ὡς κακόν, κοινῇ δὲ αὐτὸ ποιεῖν· ὅ τι δʼ ἄν τις δῷ τινὶ φίλῳ ἑκών, οὐκ ἀφαιρεῖται αὐτόν.

`20.330`

ἐφʼ οἷς εὕρετο ἔχειν μὴ ὄντα ἄξιον· διότι ἠξιώθη τὸ ἔχειν δωρεάν. ἡ δὲ σύνταξις· «ἐφʼ οἷς τὸ ἔχειν εὕρετο γράφεσθαι».

`20.331`

κατὰ τὸν νόμον κατὰ τὸν αὐτόν. ἦν γὰρ γεγραμμένον «τοὺς δὲ ἀναξίους κρίσει ἀφαιρεῖσθαι τὴν τιμήν, οὐ νόμῳ».

`20.332`

ἢ θέντας ὑμᾶς ἀκόλουθον ἦν εἰπεῖν «ἢ θέντων αὐτῶν»· ὁ δʼ εἶπεν «ἢ θέντας αὐτούς», ἵνʼ ᾖ πτῶσις ἀντὶ πτώσεως.

`20.333`

ὅταν πρῶτον γένωνται νομοθέται οἱ μέλλοντες εἰς ἄλλο δικαστήριον κυροῦν τὸν νόμον· νῦν γὰρ ἐδοκιμάζοντο ὑπευθύνους ποιήσαντες ἑαυτούς. ὡς ἀσαφὲς δὲ τοῦτο φαίνεται. λέγει δέ «ἐπειδὰν πρῶτον ἡ πόλις νομοθέτας καθίσῃ, τότε πρῶτον εἰσαχθήτω ὁ νόμος». ἔθος γὰρ ἦν τῇ πόλει, εἰ γένοιτο χρεία νομοθετεῖν, καθίζειν ἕξ, ὡς ἐν τῷ κατὰ Τιμοκράτους φησίν· ἀξιῶν οὖν εὐθὺς καὶ παραχρῆμα, εἰ κατʼ ἀρχὰς τοῦ ἔτους γένοιντο νομοθέται, τοῦτον εἰσάγεσθαι πρῶτον τὸν νόμον ἐν τοῖς πρώτοις νομοθέταις.

`20.334`

ἔστι δʼ ἑκάστῳ τις αὐτῶν, ὡς ἔοικεν, ἐχθρός ἐπειδὴ ἐδόκουν ὑπὲρ τοῦ κοινοῦ τεθεικέναι τὸν νόμον, ἵνα ἀνέλῃ τὴν ὑπόνοιαν ταύτην, διʼ ἑαυτούς φησι πεποιηκέναι τοῦτο, ἵνα ἀποστεροῦντες τοὺς ἔχοντας ἀτέλειαν τοὺς ἐχθροὺς ἀμύνωνται. ἦσαν γὰρ ἀτελεῖς ἐχθροί τε ἄλλων καὶ Λεπτίνου ἔχοντες ταύτην τὴν δωρεάν. καὶ διὰ τοῦ νόμου ἀμύνασθαι αὐτοὺς ζητοῦσι, φησί· καὶ ὃ αὐτὸς ᾑρήσατο κατὰ τῶν ἐχθρῶν, τοῦτο ὑμᾶς κατὰ τῶν εὐεργετῶν πείθει κατεργάσασθαι, τὸ μὴ διὰ κρίσεως, ἀλλὰ νόμῳ στερίσκειν. ἡ γὰρ κρίσις ηὕρισκε τὴν ἀλήθειαν. ἀντιπῖπτον δὲ ἐκ τῆς ἐργασίας ἀνακῦψαν τοῦτο τῇ προκειμένῃ ἐννοίᾳ ὑποτέμνεται· «ἀλλʼ οὐχ αἱροῦνταί τινες προσκρούειν καὶ κατηγορεῖν τῶν ἀναξίων». ἔλυσε δʼ εἰπών «ἀλλʼ εἰσί τινες αὐτῶν ἐχθροὶ τῶν τὰ μέγιστα δυναμένων ἐν τῇ πολιτείᾳ», ἵνα κἂν ἀντιπέσῃ «ἀσθενεῖς δὲ καὶ οὐχ οἷοί τε ἐξελέγχειν», προσέθηκε καὶ τὴν ποιότητα τῶν ἐχθρῶν.

`20.335`

διʼ ὑμῶν ἀθρόους διὰ τῶν εὖ πεπονθότων παρʼ αὐτῶν. «ἀθρόους» δὲ «πολλούς», ἵνα ᾖ κἀκ τοῦ πλήθους τὸ ἄτοπον, ὅτι «οὐδʼ ὀλίγους ἀδικήσετε, ἀλλὰ πολλούς». καὶ καιρὸν δέ, φησίν, εὑρίσκουσιν ἀμύνασθαι τοὺς ἐχθροὺς ἑαυτῶν, ἀπάγοντες αὐτοὺς διὰ τοῦ νόμου εἰς κρίσιν.

`20.336`

κατʼ ἄνδρα κριθέντας μὴ ἀθρόους, ἀλλὰ κατʼ ἄνδρα· καὶ κρίσει, μὴ νόμῳ.

`20.337`

ἐγὼ μὲν γὰρ ὑπολαμβάνω ἐντεῦθεν τὰ ἐπιλογικὰ δηλοῦται. τὰ γὰρ ἑκάστου κεφαλαίου ἰσχυρὰ συνάγει διʼ αὐτῶν τούτων τῶν περὶ Λεπτίνην· λέγει δὲ ὅτι καὶ οὕτω συμβαίνει, «εἴ γε ἀνάξιοι, διʼ ὑμῶν τῶν ἐχθρῶν ἀποστεροῖντο τῆς τιμῆς».

`20.338`

καὶ μὴν οὐδʼ ἐκείνου γε ἀποστατέον τοῦ λόγου ἐπαγωνίζεται πάλιν τῷ μεταληπτικῷ ἐκ περιουσίας ὅτι «οὐδὲ νῦν κρίνεσθαι δεῖ τοὺς ἔχοντας, ἀλλὰ πάλαι ἡνίκα ἐλάμβανον». ἂν δέ τις οἴηται ταῦτα μὴ προσήκειν τοῖς ἐπιλόγοις, ἴστωσαν ὅτι καὶ ἐν τοῖς ἐπιλόγοις οἱ παλαιοὶ ἀγωνίζονται πρὸς αὐτὰς τὰς προτάσεις τὰς ἐν αὐτοῖς κειμένας.

`20.339`

ὅτι τῆς μὲν ἀξίας παραγραφικὸν ἐκ τοῦ χρόνου. δισσῶς δὲ τοῦτο ποιεῖ· καὶ γὰρ καὶ κατὰ τὸ πρόσωπον αὐτὸ ποιεῖ· ὅτε μὲν γὰρ λέγει «ὅτε ἐδώκαμεν», τὸν χρόνον ἐμφαίνει, ὅτε δὲ «οὗτοι παρόντες», τὸ πρόσωπον.

`20.340`

ἦν δίκαιον τὴν ἐξέτασιν λαμβάνειν ἀντὶ τοῦ «ἔδει δοκιμάζειν αὐτοὺς τότε».

`20.341`

εἰ δʼ οὗτοι τοῦτο φήσουσιν ὅτι ἀνάξιοι, οὐδὲν κωλύει τῷ λόγῳ αὐτοὺς ἐπαγγέλλεσθαι.

`20.342`

παρʼ αὐτὰ τἀδικήματα ἀντὶ τοῦ «παραχρῆμα». τότε χρῆν αὐτούς, φησιν, ὅτε ἐλάμβανον, φαινομένους ἀναξίους κολάζεσθαι. ἢ «παρʼ αὐτά, ἂν δείξωσιν ὑμῖν», οἷον «προσφόρως τιμωρήσασθαι καὶ ἐγγὺς τῶν ἀδικημάτων τῆς φύσεως ἢ τοῦ χρόνου».

`20.343`

εἰ δὲ μηδενὸς ὄντος τοιούτου κατὰ τοὺς εὐεργέτας κακοῦ, μηδὲ ὀφθέντων ἀναξίων.

`20.344`

δόξετε φθονήσαντες τὸ ἐπιχείρημα τοιοῦτόν ἐστιν ὅτι «οὐ πρὸς Ἀθηναίων ἐστὶ τὸ δοκεῖν βασκαίνειν»· ἐν ᾧ καὶ τὸ πρέπον πάλιν κατὰ τὸ ἐναντίον ἐξετάζει ὅτι «ὑμεῖς τιμᾶτε τοὺς ἀξιονίκους τῶν ἀθλητῶν μεγίσταις τιμαῖς, ὑμᾶς δὲ τιμᾶτε τοὺς τεθνηκότας τοῖς ἐπιταφίοις»· οὕτω πόρρω καθέστηκε τῶν Ἀθηναίων ἡ πόλις τοῦ φθόνου.

`20.345`

ἔστι δὲ πάντα μὲν ὡς ἔπος εἰπεῖν θέλει εἰπεῖν ὅτι «καὶ κατὰ πάντα τὰ ὀνείδη καθαρὰ τυγχάνει ἡ πόλις καὶ πόρρω τούτων τῶν κακῶν, πολὺ δὲ πλέον τῶν ἄλλων τὸν φθόνον πέφευγε».

`20.346`

φύσει κακίας σημεῖόν ἐστιν ὁ φθόνος ὃ λέγει τοιοῦτόν ἐστιν ὅτι «ἐν ἄλλοις ἐάν τις ᾖ πρός τινα κακός, ἔχει τινὰ ἀπολογίαν φάσκων πεπονθέναι τι παρʼ ἐκείνου· ἐπὶ δὲ τοῦ φθόνου ἀσύγγνωστον τὸ πάθος· οὐ γὰρ ἐξ ὧν πάσχει λυπεῖται, ἀλλʼ εἰ ἄλλος τις εὖ πράττει, λυπεῖται καὶ ζημιοῦσθαι νομίζει». διὸ καὶ πεπονθότα αὐτόν φησι· τήκει γὰρ τοὺς ἔχοντας.

`20.347`

πρῶτον μὲν μόνοι «πρῶτον» εἶπεν ἀντὶ τοῦ «ἀφʼ οὗ ἐστέ, διʼ ὅλου τοῦ χρόνου».

`20.348`

ἐν οἷς κοσμεῖτε ἐφʼ οἷς λόγοις· λέγει δὲ ὅτι «τιμᾶτε τοὺς ἀνδρείους ἀποθνήσκοντας, οὐ καταφρονεῖτε· οὕτως οὔκ ἐστε φθονεροί».

`20.349`

τοὺς στεφανίτας τοὺς περιοδικοὺς καλουμένους λέγει· οἱ μὲν γὰρ τῶν ἀγώνων εἰσὶ στεφανῖται, οἱ δὲ ἀργυρῖται. δίδονται οὖν μέγισται δωρεαὶ καὶ μετὰ τὸν στέφανον. ἐπειδὴ γὰρ εἴρηκε περὶ τῶν πολεμικῶν τοὺς ἐπιταφίους, εἴρηκε καὶ τοὺς ἐπὶ τῇ εἰρήνῃ ἀγωνιζομένους· ἐστεφανοῦντο γὰρ οἱ νικῶντες ἐν τούτοις.

`20.350`

καὶ οὐχ ὅτι τῇ φύσει τούτων μέτεστιν οἱ ἀγαθοὶ ὀλίγοι ἀναγκαίως· κακοὶ γὰρ οἱ πολλοί. διὰ τῶν ὀλίγων οὖν τοὺς γενναίους σημαίνει. «τούτοις οὖν οὐ φθονεῖτε, ἀλλὰ καὶ συνήδεσθε, διʼ ὧν τιμᾶτε αὐτούς, εἰ καὶ ἀνόμοιοί εἰσι κατὰ φύσιν».

`20.351`

διὰ ταῦτα διὰ τὸ εἶναι αὐτοὺς γενναίους καὶ ὀλίγους.

`20.352`

οὐδεὶς πώποτε τὴν πόλιν ἡμῶν καὶ ἐν τῷ τιμᾶν μισεῖτε τὴν ἧτταν· τοιγάρτοι τῆς εὐεργεσίας μείζονα δωρεὰν δίδοτε. ὁ γὰρ ἐξ ἴσου τιμῶν χρέος, οὐ χάριν, παρέχει.

`20.353`

ἔστι τοίνυν ταῦτα πάντα, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιοσύνης πρὸς τὸ ἀντιδιδόναι τοῖς εὖ ποιοῦσι· δίκαιον γάρ. «ἀρετῆς» δὲ τῆς μεταδόσεως, «μεγαλοψυχίας» δὲ ἀντὶ τοῦ «μεγαλοδωρεᾶς», «εὐδοξίας» ἀντὶ τοῦ «ἔχειν δόξαν». «ἢ τοῦ τῆς πόλεως ἀξιώματος», οὐ τοῦ παρὰ τῆς τύχης οἷον εὐδαιμονίας, ἀλλὰ τοῦ τῆς ψυχῆς λέγει ἤθους· μεγαλόψυχοι γὰρ ἦσαν.

`20.354`

πολλὰ δὲ θαυμάζων Λεπτίνου ἀπὸ τῆς ποιότητος τῆς πόλεως μετέβη ἐπὶ τὴν ποιότητα Λεπτίνου, διαβολὴν ποιούμενος τοῦ τρόπου αὐτοῦ.

`20.355a`

ὥσπερ ἂν εἴ τις μεγάλας ἀντιστροφή· ὡς τὸ «ἂν μὲν ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δʼ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν.»

`20.355b`

ὥσπερ ... μεγάλας διʼ ὧν τις κολάζει σφόδρα τὸν μοιχὸν δείκνυσιν ὡς μισεῖ τὸ πρᾶγμα· οὐ γὰρ ὃ φιλεῖ τις, τοῦτο τιμωρεῖται. οὕτω καὶ ἀπὸ τοῦ ἐναντίου Λεπτίνης στερίσκων τοὺς εὐεργέτας τῶν τιμῶν δῆλός ἐστιν ὡς οὐ δύναταί τινας εὖ ποιεῖν. ἰδοὺ γὰρ καὶ νόμον τοιοῦτον τίθησι. τοῦτο οὖν, φησίν, ἠγνόησεν ὁ νομοθέτης καὶ ὃς ὤφειλεν ἁπάντων εἶναι σοφώτερος ὃ πάντες ἴσασιν ἀγνοεῖ. λέγω δὲ ὅτι «διʼ ὧν νομοθετεῖ ἐλέγχει τὴν γνώμην αὐτοῦ διὰ τοῦ νόμου. τοιγαροῦν βλάπτει τοὺς εὐεργέτας καὶ γυμνοῖ τὴν γνώμην διὰ τοῦ τιθέναι τοιοῦτον νόμον.»

`20.356`

αὐτὸς ἥμαρτεν ὑμεῖς δὲ ἔγνωτε. οὐκοῦν καὶ ἐπανορθώσασθε αὐτὸν καὶ γνῶτε λυομένου τοῦ νόμου τὸ σφάλμα. ἐὰν δὲ κυρωθῇ, οὐκ ἔχω ὅπως ἐπαινέσω· τῷ γὰρ κακῷ συναγωνίζεσθε.

`20.357`

ψέγειν δʼ οὐ βούλομαι καίτοι ἄξιον ὄντα. διὰ δὲ τοῦ ἤθους πλέον αὐτὸν κολάζει.

`20.358`

μήτʼ αὐτὸς δόξῃς βελτίων εἶναι οἷον «εἰ ὠφελεῖσθαι γοῦν ἕτερος ἔμελλε, φορητὸν ἂν ἦν τὸν ἄλλον ἁμαρτάνειν διὰ τὸν ἕτερον· ὅτε δὲ ἀμφότεροι βλάπτονται, φευκτὸν πάντῃ τὸ πρᾶγμα καθίσταται.»

`20.359`

ἐξῆλθον οἱ χρόνοι καθʼ οὓς ἐκινδύνευε κατηγορούμενος. κατʼ αὐτοῦ δὲ τοῦ νόμου, οὐ κατὰ σοῦ, ὁ κίνδυνος. καὶ πῶς ἠδύνατο κατηγορεῖν τοῦ μὴ κρινομένου; ἐντεῦθεν κεκώλυται τῆς συνήθους παρρησίας ὁ ῥήτωρ.

`20.360`

καίτοι καὶ τοῦτʼ ἀκούω σε λέγειν τὴν περιουσίαν τῶν δικαιωμάτων Λεπτίνου εἰς ἀλαζονείαν διέβαλε, μᾶλλον δὲ περιέτρεψε πικρῶς εἰς ὑπόνοιαν, καθαψάμενος ὡς ἂν διαλυσαμένου καὶ ἑκόντος ὑποβαλόντος τοὺς ἐπαγγειλαμένους τὴν κατηγορίαν.

`20.361`

ὅτι σε οὐ κατέστησαν εἰς κίνδυνον πάντως γὰρ εἰ ἐπεξῆλθον τότε οἱ κατηγορήσαντες, ἑάλως ἂν καὶ ἐκινδύνευες.

`20.362`

εἴ τις ἢ τετελεύτηκε τὸν Βάθιππον λέγει.

`20.363`

ἢ πεισθεὶς ὑπὸ σοῦ ἀργυρίῳ δηλονότι, καὶ διὰ τοῦτο ἀπέστη, οὐ διὰ τὸ μὴ δύνασθαι δεῖξαι κακῶς ἔχοντα τὸν νόμον.

`20.364`

ἢ καὶ ὅλως ὑπὸ σοῦ παρεσκευάσθη ὑπὸ σοῦ ἐπείσθη κατηγορῆσαι καὶ ἀποστῆναι, ἵνα δὴ ἔχῃς λέγειν ὅτι κατηγόρησάν τινες ἤδη, οὐδεὶς δὲ ἐνίκησεν, οὕτως ἄρα καλὸς ὁ νόμος.

`20.365`

ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλόν ἐπειδὴ καθήψατο αὐτοῦ, κέχρηται τῇ θεραπείᾳ.

`20.366`

ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι ἕπεται τῇ ποιότητι τοῦ προσώπου καὶ ἑτέρων προσώπων ποιότης. βούλεται γὰρ περιγράψασθαι τοὺς συνηγόρους τοῦ νόμου. ἔξεστι δὲ τοῦτο ποιεῖν, ὡς ἔοικε, καὶ ἐκβάλλειν τοὺς αἱρεθέντας ὑπὸ τοῦ δήμου, εἰ παρὰ τὸν νόμον λέγειν δοκοῖεν. πληρώσας δὲ τὸν περὶ ποιότητος τῶν προσώπων λόγον μεταβαίνει ἐπʼ ἄλλο μέρος τῶν ἐπιλόγων, ὅπερ ἐστὶν ἀπὸ τοῦ νομίμου. οἱ γὰρ ἐπίλογοι ἐκ τῶν τελικῶν κεφαλαίων λαμβάνονται. ἐνταῦθα τοίνυν προτερεῖ μὲν ὁ τοῦ δικαίου λόγος — ὅσα γὰρ περὶ τῆς ἀξίας τοῦ προσώπου διείλεκται, ταῦτα ἂν εἴη τοῦ δικαίου —, ἕπεται δὲ τὸ ἐκ τοῦ νομίμου.

`20.367`

καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἐκβολὴ τῶν συνηγόρων τοῦ Λεπτίνου· ἑκάστῳ δὲ οἰκείως ἀπαντᾷ.

`20.368`

οἱ νόμοι δʼ οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν παραγραφὴ τελεία τῆς εὐθυδικίας. οὐ περὶ τῶν αὐτῶν οὖν οὗτοι ἐδικάζοντο, ἵνα ἔχῃ πιθανῶς ἐκβάλλειν διὰ τοῦ νόμου τὴν εὐθυδικίαν. ὁ δὲ νόμος οὐ περὶ τῶν αὐτῶν. ἐπειδήπερ εἷς τῶν ἀποστερουμένων τὴν δωρεὰν ὁ Χαβρίας, ἤδη δὲ ἐδικάσατο πρὸς αὐτὸν ὁ Λεωδάμας καὶ ἡττήθη, διὰ τοῦτο τῷ Χαβρίᾳ καὶ τοὺς ἄλλους συλλαμβάνει καὶ ἐκβάλλει τὸν συνήγορον τοῦ νόμου λέγων «δὶς περὶ τῶν αὐτῶν οὐ δεῖ δικάζεσθαι».

`20.369a`

οὔτε διαδικασίαν διαδικασία ἡ ἐπίκρισις τοῦ ἐπιτηδείου πρὸς λειτουργίαν.

`20.369b`

οὔτε διαδικασίαν φιλονεικίαν ἁπλῶς καὶ ἀμφισβήτησιν τῶν δύο προσώπων.

`20.370`

εἰ τότε μὲν τὰ Χαβρίου παρʼ ὑμῖν ἔργα οἷον «εἰ Χαβρίας μόνος δικαζόμενος ἐνίκησε τὸν Λεωδάμαντα, νῦν προστεθέντες καὶ οἱ ἄλλοι εὐεργέται ἡττηθήσονται», τοῦτο δʼ ἄτοπον.

`20.371`

οὗτος εὕρετο τὴν δωρεὰν καὶ μὴν οὐκ εἴληφε τὴν δωρεὰν Ἀριστοφῶν, ἀλλὰ τῷ ἐθέλειν τὸν δῆμον δοῦναι τὴν δωρεὰν οὗτος λογίζεται καὶ λέγει «ἔλαβεν ὅσον εἰς τὴν προαίρεσιν τοῦ δήμου». ἔδωκε μὲν γὰρ ὁ δῆμος, οὗτος δὲ οὐκ ἠθέλησε, φησί, λαβεῖν ὡς εὔνους.

`20.372`

τοῖς ἐν Πειραιεῖ τοῖς δημοτικοῖς. καὶ οὗτος δὲ ὥσπερ Ἐπικέρδης δεδώκει τὰ πέντε τάλαντα χρῄζουσιν εἰς τὸν κατὰ τῶν τυράννων πόλεμον.

`20.373`

καὶ μὴν πρός γε Κηφισόδοτον ἑκάστῳ τὸ οἰκεῖον ἀποδίδωσι προσώπῳ· ἔτι δὲ ἔχεται τῆς ἐκβολῆς τῶν συνηγόρων.

`20.374`

εἰ γὰρ ἀπεχθάνεσθαι δεῖ τισιν οἷον «εἰ βεβούλησαί τινας λυπεῖν, ὅλως τοὺς ἀδικοῦντας ὀφείλεις, μὴ μέντοι τοὺς τὸ συμφέρον ποιοῦντας τῇ πόλει». καλὸν γὰρ τῇ δεινότητι εἰς τὸ χρήσιμον χρῆσθαι καὶ μὴ λυμαίνεσθαι τούτῳ τῷ τρόπῳ τοῖς πράγμασι.

`20.375`

πρὸς τοίνυν Δεινίαν· οὗτος ἴσως ἐρεῖ τὸ «ἴσως ἐρεῖ τριηραρχίας» δείκνυσιν ἢ ὅτι ὡς οὐκ ἔχων προσποιεῖται λέγειν ἢ ὅτι ζητεῖ λαβεῖν δωρεὰν διὰ τὸ συμφέρον τῆς πόλεως. ὁ δέ φησι «κάλλιόν ἐστι τῆς εὐεργεσίας σε δωρεὰν αἰτεῖν ἢ στερίσκειν ταύτης τοὺς εὐεργέτας»· ὕστερον μέντοι τιθεὶς τῇ τάξει ἀσθενέστερον πεποίηκεν.

`20.376`

εἰ πολλοῦ τῇ πόλει θαυμασιώτατον.

`20.377`

ὡς ἔμοιγε δοκεῖ ὡμολόγητο γάρ, καὶ διὰ τοῦτο οὐκ ἠναντιώθη, ἵνα μὴ δόξῃ τῇ ἀληθείᾳ μάχεσθαι.

`20.378`

ὃ δὲ δὴ μέγιστον ἁπάντων ὁμοῦ λειπόντων προσώπων ἡ παραγραφή.

`20.379`

οὐκ ἐπὶ τούτοις τεθεὶς οἷον «ἀορίστως ἐτέθη καὶ οὐκ ἐπίτηδες ἐπὶ τούτοις»· οὐ γὰρ ᾔδει ἐσομένοις αὐτούς.

`20.380`

ὥσπερ ἐργασία τις ᾖ «ἐργασία» διὰ τὸ κέρδος.

`20.381`

καὶ συκοφαντία ἀφορμὴ τοῦ κακῶς ποιεῖν αὐτούς.

`20.382`

συνδικῆσαι συμφωνῆσαι. σύνδικοι οἱ ἐν ταῖς δίκαις βοηθοί.

`20.383`

τοῖς ὑπάρχουσι νόμοις δεῖ πειθομένους εἰς τὸ ἄτοπον ἀπήγαγεν, ὅτι τοὺς συνεροῦντας νόμῳ πείθεσθαι καλὸν τοῖς ὑπάρχουσι καὶ μὴ παραβαίνειν αὐτούς. οὗτος ὁ νόμος ἐκέλευε μὴ δεύτερον συνδικεῖν. καὶ γὰρ ἅπαξ τοῦτο ποιήσας κωλύεται ἵνα μὴ διὰ τὸ κέρδος ψεύδεσθαι ἐπιχειρῶσιν· ὁ δὲ τὸ «μὴ ἐξεῖναι συνδικεῖν δεύτερον» καθόλου ἔλαβε καὶ οὕτως ἐκβάλλει. εἰ δέ τις ζητήσειε, πῶς τὸν νόμον ἐνταῦθα τέθεικε καὶ οὐκ ἐν τῇ ἐξετάσει τοῦ νομίμου, λέγομεν ὅτι οὐδὲ ἐνταῦθα ἐξήτασεν ὡς νόμιμον. ὅπου γὰρ τὸ νόμιμον κεφάλαιον, ἐξήτασται νόμῳ· ἐνταῦθα δὲ πρὸς τὸ διαβάλλειν μόνον τοῦτον εἴληφεν. ἔστι γὰρ ἐπιλογικὰ ὅλα.

`20.384`

γελοῖον «γέλοιος» ὁ καταγέλαστος· «γελοῖος» ὁ γελωτοποιός.

`20.385`

ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντας μὲν τοὺς νόμους περὶ τοῦ μέρους τῶν ἐπιλόγων λέγει, ὅπερ ἐστὶν ἀπὸ τοῦ νομίμου. καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐναντίου ὅτι «ἔθος ἡμῶν ἐχόντων τιμᾶν τοὺς εὐεργέτας οὗτος καὶ κολάζειν προστάττει»· ἐν ᾧ καὶ ἄλλο ἐστὶν ἐπιχείρημα ὅτι «εὐεργετεῖν μὲν ἔξεστι κατὰ τοὺς νόμους, αἰτεῖν δὲ χάριν οὐκ ἔξεστι κατὰ τὸν Λεπτίνου νόμον». εἶτα τῷ ἀτόπῳ «ἀλλὰ μνησθέντες τῶν καιρῶν παρʼ οὓς οἱ πεπονθότες εὖ». εἶτα τῷ ἀπὸ τοῦ μείζονος ὅτι «νὴ Δία τουτὶ τοιοῦτον ἐλπίζει πόρον». καὶ γίγνεται κατὰ τὴν πηλικότητα· ἴδιον γὰρ ταύτης καὶ μειοῦν καὶ αὔξειν. ἀλλʼ οὐκ ἔστι πόλεμος οὐδʼ ὁ καιρὸς φοβερός. διόπερ οὐδὲ μεγίστων εὐεργετημάτων ἡ πόλις δεῖται. ἐν ᾧ τὸ κατὰ τὴν ἧτταν Λακεδαιμονίων τὴν ἐν Λεύκτροις καὶ τὸ κατὰ Διονύσιον παράδειγμα ὅτι δεῖ ἀνθρώπους ὄντας προσδοκᾶν καὶ τὰ τοιαῦτα. μετὰ δὲ τὴν συμπλήρωσιν τούτων τῶν τόπων ἀντεξέτασιν πεποίηται καὶ ἀντιπαράθεσιν τῶν συμβησομένων ἐξ ἑκατέρου νόμου· ἧς παραθέσεως ἡ ἀρχὴ «σκέψασθε παρʼ ἄλληλα καὶ λογίσασθε παρʼ ὑμῖν αὐτοῖς».

`20.386`

ἓν ἑκάστῳ τίμημα ὑπάρχει ἀντὶ τοῦ «καταδίκη τοῖς κακουργοῦσι, μηδὲν πλέον». οἱ δὲ τὰς δωρεὰς αἰτοῦντες πλέον τῶν κακούργων κολάζονται, κἀκεῖ μέν, «ἐάν τις δικαίως ἀποκτείνῃ, ἐξέστω»· ἐνταῦθα δέ, «κἂν δικαίως τις αἰτήσῃ, κολαζέσθω».

`20.387`

ἄτιμος ἔστω, φησί, καὶ ἡ οὐσία δημοσία ἔστω ὁ «καὶ» σύνδεσμος ἀντὶ τοῦ «ἢ» διαζευκτικοῦ κεῖται, ἵνα ᾖ «ἄτιμος ἢ ἡ οὐσία δημοσία».

`20.388a`

εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγὰς ἔνδειξις ἀπολογία καὶ εἶδος κατηγορίας, ἀπαγωγὴ δὲ ἡ τῶν κακούργων πρὸς τοὺς ἕνδεκα παράδοσις. οἱ δὲ ἕνδεκα ἄρχοντες Ἀθήνησιν, οἷς παρεδίδοντο οἱ θανάτῳ καταδικασθέντες.

`20.388b`

εἶναι ... ἀπαγωγὰς ἔνδειξις ὄνομα δίκης κατὰ τῶν ἀτίμων καὶ ἀδικούντων, ἀπαγωγὴ δὲ κατὰ τῶν κλεπτῶν.

`20.389`

οὐκοῦν τρία τιμήματα ταῦτα σοφίζεται, τὸ ἓν τρία ποιῶν.

`20.390`

χέρνιβος οὐ τοῦ ὕδατος, ἀλλὰ τοῦ ἀγγείου.

`20.391`

εἶτα ἀποκτεῖναι μὲν δικαίως ἐπιχείρημα ἀπὸ τοῦ ἐναντίου κατʼ ἄμφω, καὶ ὅτι «ἔθους ὄντος τοὺς εὐεργέτας τιμᾶν, οὗτος καὶ κολάζειν προστάττει» καὶ ὅτι «ἀναιρεῖν ἔξεστι κατὰ τοὺς νόμους Λεπτίνου».

`20.392`

οὔτε δικαίως οὔθʼ ὁπωσοῦν τὸ μὲν ἐπὶ τοῦ δικαίου δῆλον, τὸ δὲ «οὔθʼ ὁπωσοῦν», ὡς ἐνίοτε τινῶν καὶ παρὰ τὸ δίκαιον διὰ τὸ συμφέρον αἰτούντων, ἀνάγκη δοῦναι διὰ τὸν κίνδυνον.

`20.393`

μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι δείξας τῇ παραθέσει τῶν δικαίων τὴν ἀτοπίαν τοῦ νόμου θαρσῶν ἀπαγορεύει λοιπόν. διὰ τοῦτο δὲ ἐγγὺς τοῦ «μηδαμῶς» τὸ ὄνομα κεῖται τῶν Ἀθηναίων, τῇ δόξῃ τῆς πόλεως ἐμφαίνων τοῦ πράγματος τὸ παράλογον.

`20.394`

μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν ἵνα μὴ ἔχωσι καταφυγεῖν εἰς ἀνάγκην, τῇ βουλήσει τὴν ἐξουσίαν πεποίηται. τῷ δὲ «δοκεῖν» παρὰ τοῖς ἄλλοις ἀνθρώποις πονηρὰν καθʼ αὑτῶν, φησί, μὴ κατασπείρετε δόξαν πονηρὰ βουληθέντες.

`20.395`

ἀλλʼ ἀναμνησθέντες τῶν καιρῶν ἄλλο ἐπιχείρημα ἀπὸ τοῦ ἴσου· εἶτα τὸ ἀπὸ τοῦ μείζονος προσέθηκε, κατὰ λόγον τῇ τάξει χρώμενος. ὁμοιοῖ γὰρ τοὺς εὐεργέτας περὶ ὧν ὁ λόγος Ἁρμοδίῳ καὶ Ἀριστογείτονι συλλογιζόμενος οὕτως· «ὁ εὖ ποιῶν τὸ κοινὸν ἐν κινδύνοις σῴζει τὴν πόλιν καὶ τὴν δημοκρατίαν, ὡς οἱ τοὺς τυράννους διαφθείραντες. οὐδὲν οὖν ἀπεικὸς ἐξισοῦσθαι αὐτοῖς καὶ κατὰ τὰς τιμάς». ταῦτα δὲ γέγραπται ὑπὸ Δημοφάντου ἐν στήλῃ, εἴρηται δὲ ὑπὸ τοῦ πρώτου ῥήτορος Φορμίωνος.

`20.396`

οὐ γὰρ ἔνεστιν εὐορκεῖν ἀποφαίνεται ἵνα μὴ μερισθῶσι τὴν γνώμην οἱ δικασταὶ ὡς «ἄρα ἔστιν εὐορκεῖν, κἂν ἕτερόν τι δράσωσιν».

`20.397`

οὐκ ἔνι τοῦτον ἔχειν καλῶς βουλόμενος αὐτοὺς τῷ ἀδήλῳ τοῦ μέλλοντος εἰς ἀγωνίαν καὶ ταραχὴν ἐμβαλεῖν συνάγει τοὺς δύο χρόνους κατὰ τὸν νόμον, ἀρχὴν αὑτῷ τοῦ πράγματος ἐντεῦθεν ποιούμενος. ἔστι δὲ ἀπὸ τοῦ νομίμου κεφαλαίου τὸ ἐννόημα. συντρέχει δὲ τῷ παρελθόντι δῆθεν, ἵνα μὴ δοκῶν ἄγαν φιλονεικεῖν ἔχῃ πειθομένους περὶ τοῦ μέλλοντος, λέγων «μηδʼ ἂν τοιοῦτοί τινες γένωνται;» διʼ ὧν γὰρ συνέδραμε τῇ ἀρετῇ αὐτῶν τὰ πρεσβεῖα δεδωκώς, διὰ τούτων ἀπαιτεῖ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις τὸ δίκαιον.

`20.398`

ὅτι, νὴ Δία, πόρρω τοῦ τι ἀλλʼ ἐρεῖ ὡς «οὐκ ἔστι πόλεμος οὐδὲ καιρὸς παρενοχλεῖ χαλεπὸς οὐδὲ κίνδυνος· ὅθεν οὐ δεῖται τοιούτων εὐεργετῶν ἡ πόλις.» βαρὺς ὁ λόγος· οὐ γὰρ εἶπε «πόρρω τοῦ τι παθεῖν ἐσμέν», ἀλλὰ «τοῦ ἐλπίζειν», ἵνα ἔχῃ λῦσαι τοῖς παραδείγμασι.

`20.399`

καὶ εἴημέν γε, ὦ ἄνδρες Ἀθηναῖοι ηὔξατο μὲν διὰ τὸ μέγεθος ὡς φιλόπολις, ἐμφαίνει δὲ ὅτι εὐχῆς, οὐ νόμου, δύναμις τὰ τῶν λογισμῶν ἐστί.

`20.400`

ἀλλὰ χρή γε ἀνθρώπους ὄντας μετὰ φιλοσοφίας τὰ ἐνθυμήματα καὶ ἀνθρωπίνων λογισμῶν, ὅταν αἰτοῦντες τὰ ἀγαθὰ καὶ περὶ τῶν ἐναντίων μὴ ἀπελπίζωμεν· νεμεσᾷ γὰρ ὁ δαίμων, ὅταν διατεθῶμεν ὡς οὐδέποτε φαῦλον πεισόμενοι.

`20.401`

προσδοκᾶν σημείωσαι ὅτι ἀδιαφόρως τῷ «προσδοκᾶν» καὶ τῷ «ἐλπίζειν» χρῆται.

`20.402`

πάντα ἀνθρώπινʼ τὸ μηδὲν ἀπελπίζειν, ὅτι τὰ ἀνθρώπινα εὐμετάβολα.

`20.403`

οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτε τοῦτο πρὸς τὸ ἄνω ἔχει τὴν ἀναφορὰν ἐν ᾧ ἔφη «πόρρω τοῦ τι τοιοῦτον ἐλπίζειν ἐσμέν», ἵνα ἀποκρίνηται «οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτε ἤλπιζον εἰς τοιαῦτα πράγματʼ ἀφίξεσθαι», ἃ οὐχ ἥρμοττε διὰ τὴν εὔνοιαν τῆς πατρίδος εὐθὺς ἀποκρίνασθαι διὰ τὸ δύσφημον. τοιγαροῦν παρεμβαλὼν ἠθικῶς τὰ πρῶτα τότε τὸ λυποῦν ἐπήγαγε λανθάνων· ἀναμιμνήσκει δὲ τῆς ἐν Λεύκτροις συμφορᾶς τῆς καθελούσης τὴν Σπάρτην καὶ τῶν κατὰ τοὺς Συρακοσίους· πανταχόθεν δὲ αὔξει καὶ τούτους, ἐπειδήπερ ἐπὶ Λακεδαιμονίων ὡς ὄντων γνωρίμων οὐκ ἐδέετο. ἡ δὲ αὔξησις ἀπὸ πολλῶν, ἀπὸ τοῦ λαμβάνειν φόρους ἀπὸ Καρχηδονίων, ἀπὸ τοῦ ἄρχειν τῶν περὶ αὐτούς, ἀπὸ τοῦ νικῆσαι συμμαχίᾳ τοὺς Ἀθηναίους. πρόσκειται δὲ καὶ τὸ «δημοκρατούμενοι», ἵνα τὸ ἀληθὲς τῆς μεταβολῆς καὶ τῆς τυραννίδος τὸ πταῖσμα ποιήσῃ σφοδρότερον. εἶτα ἐξάρας τὴν τῶν Συρακοσίων ἰσχὺν τὸν κεκρατηκότα λίαν ἠλάττωσε «γραμματέα καὶ ὑπηρέτην» προσειπών, ὀνόματα παρʼ Ἀθηναίοις ἀπερριμμένα. τοιγάρτοι καί, ὥς φασι, προσέθηκεν, ἵνʼ ὑπολάβοι τις τῶν διηγησαμένων ὑπάρξαι τὸ αἴτιον. εἴρηται δὲ ὑπό τινων ὡς οἱ παρὰ τοῖς Συρακοσίοις γραμματεῖς σεμνοί τέ εἰσι καὶ ἔνδοξοι καὶ οὐχ οἷον οἱ παρʼ Ἀθηναίοις· ὅθεν τὸ «ὑπηρέτης» συνέζευξεν, ἵνα εἰς ἔννοιαν τοῦ παρʼ αὐτοῖς γραμματέως ἀφίκωνται.

`20.404a`

οὐδέ γʼ ὁ νῦν ὢν Διονύσιος ἤλπισεν περὶ οὗ παροιμία «Διονύσιος ἐν Κορίνθῳ».

`20.404b`

οὐδέ ... ἤλπισεν υἱός ἐστιν ὁ δεύτερος· ὁ γὰρ πατὴρ αὐτοῦ Ἑρμοκράτους υἱὸς ἦν· Δίωνος δὲ ἀδελφὴν εἶχεν ὁ πρῶτος Διονύσιος γυναῖκα· οὐ μὴν ἐξ αὐτῆς ἦν ὁ δεύτερος Διονύσιος γεγονώς, ἀλλʼ ἐξ ἑτέρας γυναικὸς Λοκρίδος. ἐπεβούλευσεν οὖν τῷ Δίωνι ὡς συμπράττοντι τοῖς ἄλλοις, τοῖς ἀπὸ τῆς ἀδελφῆς αὐτοῦ παισί· καὶ δὴ ἔφυγεν ὁ Δίων καὶ ὁ υἱὸς αὐτοῦ κακῶς ἔπασχεν ὑπὸ Διονυσίου. ὑπὲρ τούτων ἀγανακτήσας ὁ Δίων ἀθρόως ἐπῆλθε λαθών.

`20.405`

πλοίῳ στρογγύλῳ φορτηγῷ δηλονότι· μακρὰ γὰρ τὰ πολεμικὰ ὀνομάζουσιν. ὅρα δὲ ὅσα πάλιν ἀντέθηκε, «τριήρεις πολλὰς καὶ ξένους καὶ πόλεις κεκτημένον», ὥστε μηδὲ τοὺς Ἀθηναίους, εἰ καὶ πολλὰ πρὸς δύναμιν κέκτηνται, περὶ τὴν ἀσφάλειαν θαρσεῖν.

`20.406`

ἀλλʼ οἶμαι τὸ μέλλον ἄδηλον μετὰ τὸν ἀπὸ τῶν παραδειγμάτων φόβον ἦλθεν ἐπὶ τὸ κοινὸν ἐνθύμημα λοιπόν, ᾧ πάντες ἄνθρωποι δουλεύουσιν· ὅθεν καὶ παραινεῖ φιλοσόφως μετριάζειν καὶ μὴ λέγειν ὡς πόρρω τοῦ ἐλπίζειν ἐσμὲν τὰ κακά.

`20.407`

σκέψασθε παρʼ ἄλληλα ἀντεξέτασιν ποιεῖται καὶ ἀντιπαράθεσιν τῶν ἀποβησομένων ἐξ ἑκατέρου μέρους, ἐάν τε λυθῇ ὁ νόμος, ἐάν τε κύριος γένηται· δεδωκὼς δὲ τὴν σκέψιν καὶ τὴν αἵρεσιν ὅμως πάλιν ἀφʼ ἑαυτοῦ διορίζεται καὶ πρὸς τὸ χρήσιμον διοικεῖται ἃ βούλεται.

`20.408`

οἱ μὲν ἄξιοι οὐκ ἐπήγαγε «τιμηθήσονται», ἀλλὰ «τὰ δίκαια ἕξουσιν».

`20.409`

εἰ δέ τίς ἐστιν ἀνάξιος ἐπειδὴ τοῦτο ἄνω καὶ κάτω προφέρει Λεπτίνης, οὐδʼ αὐτὸ ἀφῆκεν ἀδιόρθωτον. τὸ δὲ «ὡς ἔστω» τοιοῦτόν ἐστιν· «ἐγὼ μὲν οὐκ οἶμαί τινα εἶναι ἀνάξιον, ἔστω δὲ διὰ τὸ φάσκειν τούτους, ἵνα μὴ πάντῃ λυπήσωμεν».

`20.410`

δίκην, ἣν ἂν ὑμῖν δοκῇ, δώσει ἔχει μετὰ τοῦ δικαίου καὶ θεραπείαν ὁ λόγος, τὸ «ὑμῖν», μὴ τὸ Λεπτίνῃ δοκοῦν κυροῦσθαι. τοῦτο δὲ ὁ ἡμέτερος ὑμῖν χαρίζεται νόμος ὁ παρεισφερόμενος.

`20.411`

ἡ δὲ πόλις πιστὴ «πιστὴ» διὰ τὸ μὴ μεταβάλλεσθαι, «δικαία» διὰ τὴν ἀντίδοσιν, «ἀψευδὴς» διὰ τὸ μὴ ἠπατηκέναι τοὺς εὖ ποιήσαντας.

`20.412`

ἐὰν δὲ ἀποψηφίσησθε, ὃ μὴ ποιήσαιτε ἀπεύχεται γενέσθαι τὸ φαῦλον ὃ διαβάλλει καὶ βλάπτει τὴν πόλιν· εἶτα τὸ ἄτοπον ἐν ὑπερβολῇ «οὐχ ὅπως γε, ὡς ἄνω εἰρήκαμεν, οἱ ἀνάξιοι δίκας παρέξουσιν, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς συμφορῶν γενήσονται πρόξενοι». μετὰ ταῦτα μέγιστα ὀνείδη προσέσται τῇ πόλει καὶ φθόνου καὶ ἀπιστίας καὶ φαυλότητος.

`20.413`

οὐκοῦν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι εἰς ὄψιν αὐτοῖς ἄγων ἀμφότερα λέγει «τίς οὖν εὖ φρονῶν τάδε μὲν ἀφίησιν, αἱρεῖται δὲ τὰ χείρω;».

`20.414`

ὧν τοῖς βελτίοσι πειθόμενοι δόντες, φησί, τοῖς βελτίοσι τὰ νικητήρια καὶ μεθʼ ἡμῶν γενόμενοι πάντα κομιεῖσθε τὰ συμφέροντα καὶ νῦν καὶ εἰς ὕστερον.

`20.415`

ὅπως μὴ βιασθῆτε ἁμαρτεῖν φιλονείκους αὐτοὺς πρὸς τὸ μὴ εἴκειν καθίστησιν· οὐ γὰρ ἀνέξονται βιασθῆναι.

`20.416`

πολλὰ γὰρ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι θεραπεύει πρὸς τῷ τέλει τὸ δικαστήριον, μετάγων τὴν αἰτίαν τῶν ἁμαρτημάτων ἐπὶ τοὺς ῥήτορας· καὶ ἵνα μὴ εὐάλωτοι δόξωσιν εἶναι, πολλὰς τὰς ἀνάγκας τῆς ἀπάτης εἰργάσατο, «κραυγῆς καὶ βίας καὶ ἀναισχυντίας» εἰπών.

`20.417`

ὃ μὴ πάθητε νῦν κρατήσατε οὖν τούτων νῦν· οὐ γὰρ ἄξιον Ἀθηναίους ὄντας ἐν τοῖς οὕτω φανεροῖς ἀπατᾶσθαι.

`20.418`

ἀλλʼ ἃ δίκαια ἐγνώκατε ὑφαρπάζει τὴν ψῆφον ὡς ἤδη ἔχων αὐτὴν ἀπὸ τῆς διανοίας τῶν δικαστῶν· προσποιεῖται δὲ καὶ ὑπὲρ αὐτῶν φροντίζειν προσπαρεμβαλὼν τὸ «εὔορκον».

`20.419`

θαυμάζω δʼ ἔγωγε, εἰ τοῖς μὲν τὸ νόμισμα ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος· «εἰ γὰρ ἐπʼ ἐκείνῳ τῷ νομίσματι θάνατος ἡ ζημία, πῶς οὐ μισητέον πλέον τοὺς κίβδηλον τῆς πόλεως τὸ ἦθος δεικνύντας;» νόμισμα δὲ τὸ ἀργύριον, ὃ ἄν τις, φησί, παραχαράξῃ, κολάζεται. καὶ τοῦτο μὲν οὐ ποιεῖ κοινὴν βλάβην, ὅμως δʼ οἱ παραχαράσσοντες τιμωροῦνται. νόμους δὲ τὸν παραχαράσσοντα οὐ τιμωρούμεθα; οὐκοῦν κολαζέσθω. ἐπεχείρησε γὰρ διαφθεῖραι διὰ τοῦ νόμου τὴν πολιτείαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vky-au`.
