---
title: "Scholia on Demosthenes: Against Aristocrates"
title_greek: "Σχόλια εἰς Δημοσθένη, Κατὰ Ἀριστοκράτους"
author: Demosthenes Scholia
eul_wid: vky-ax
eul_aid: vky
canonical: "https://eulogikon.org/works/demosthenes-scholia-text-against-aristocrates-vky-ax"
lang: grc
period: Late Antique
dialect: Mixed Dialects
content_hash: "sha256:512232eddaebf8a1445ae854e4445d19549ce89dc1f38b031e03d6cd5c957b4d"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Demosthenes: Against Aristocrates

*Σχόλια εἰς Δημοσθένη, Κατὰ Ἀριστοκράτους*

**Author:** Demosthenes Scholia

**eul_wid:** `vky-ax` · [HTML page](https://eulogikon.org/works/demosthenes-scholia-text-against-aristocrates-vky-ax)

## Text

Part of [Scholia on Demosthenes](/works/demosthenes-scholia-text-vky-aa)

ΚΑΤΑ ΑΡΙΣΤΟΚΡΑΤΟΥΣ

`23.1`

Διπλοῦς ὁ λόγος, καθάπερ καὶ ὁ κατὰ Τιμοκράτους. ἔχει γὰρ διπλῆν ὑπόθεσιν τὴν τῶν παρανόμων τὴν κρινομένην, ἔχει δὲ καὶ ἑτέραν ἐπεισενηνεγμένην τὴν κατὰ τὴν Χερρόνησον. ἔστι δέ, ὡς ἂν εἴποι τις κατὰ τὴν ὁμοιότητα, ἀνταγώνισμα ὁ παρὼν λόγος τῷ περὶ τοῦ στεφάνου λόγῳ. ἀλλʼ ἐκεῖ μὲν ὅτι ἄξιός ἐστι τῆς δωρεᾶς ὁ Δημοσθένης ἀγωνίζεται Κτησιφῶν, ἐνταῦθα δὲ Εὐθυκλῆς Ἀριστοκράτην ἐγράψατο, φάσκων παράνομον εἶναι τὸ ψήφισμα καὶ ὅτι «οὐκ ἄξιός ἐστι τῆς δωρεᾶς ὁ Χαρίδημος». δηλοῦται δὲ ἡ στάσις ὅτι πραγματική ἐστιν ἔγγραφος, εἰ δεῖ κυρωθῆναι τὸ ψήφισμα ἢ μή.

Εἰσὶ δὲ τοῦ λόγου κεφάλαια τρία, τὸ δίκαιον, τὸ νόμιμον καὶ τὸ συμφέρον· καὶ τὸ μὲν δίκαιον καὶ νόμιμον ἐνέπεσε κυρίως ἐκ τῆς ὕλης τῶν πραγμάτων, τὸ δὲ συμφέρον ἐκ περινοίας τοῦ ῥήτορος. καὶ κατηγορεῖ τῷ μὲν νομίμῳ κατὰ τοῦτον τὸν τρόπον, ὅτι «δέκα νόμους παρέβη, ὧν οἱ μὲν ἑπτὰ φονικοί, οἱ δὲ τρεῖς πολιτικοί», τῷ δὲ δικαίῳ, ὅτι «πολλάκις ὁ Χαρίδημος ἠδίκησε τὴν πόλιν, καὶ οὐ δίκαιον δοῦναι αὐτῷ τὴν τοιαύτην δωρεάν». τίθησι δὲ καὶ τὸ συμφέρον ἐκ περινοίας τοῦ ῥήτορος οὕτως, ὅτι «σκοπήσατε ποίῳ τρόπῳ παρελήφθη καὶ ποίῳ ἐδόθη ἡ Χερρόνησος»· δῆλον ὅτι ἐλήφθη τοῦ Κότυος μὲν βασιλεύοντος, ἐδόθη δὲ μερισθείσης τῆς βασιλείας εἰς τρεῖς. νῦν οὖν ὑμῶν παρεχόντων τῷ Χαριδήμῳ τὴν τοιαύτην δωρεάν, ἐὰν βουληθῇ ὁ Κερσοβλέπτης τοῖς ἄλλοις πολεμῆσαι βασιλεῦσιν, οὐχ ἕξει τὸν ἐναντιούμενον· ὁ γὰρ Ἀθηνόδωρος Ἀθηναῖος ὢν οὐκ ἐθελήσει φονεῦσαι τὸν Χαρίδημον διὰ τοὺς Ἀθηναίους· πάλιν ὁ Σίμων καὶ ὁ Βιάνωρ, σύμμαχοι ὄντες ἤτοι πολῖται, οὐδʼ αὐτοὶ ἐθελήσουσι Χαρίδημον διαχρήσασθαι. ἐὰν δʼ οὗτοι μὴ ἐναντιωθῶσι τοῦ Χαριδήμου στρατηγοῦντος τῷ Κερσοβλέπτῃ, ἐρημωθέντων τῶν ἄλλων βασιλέων καὶ φονευομένων, γενήσεται μονοκράτωρ ὁ Κερσοβλέπτης καὶ οὐδὲν αὐτὸν κωλύσει λαβεῖν τὴν Χερρόνησον. οὐκ ἔστιν οὖν τοῦτο τὸ κεφάλαιον ἐκ τῆς ὕλης τῶν πραγμάτων κυρίως, ἀλλὰ τοῦ φεύγοντός ἐστι λέγοντος ὅτι «συμφέρει ὑμῖν τὸ λαβεῖν τὴν Ἀμφίπολιν» καὶ πολλὰ τοιαῦτα. ὅτι δὲ ἐκ περιεργίας τοῦ ῥήτορος ἐνέπεσε τὸ κεφάλαιον, δῆλον ἐκ τοῦ κατὰ Κτησιφῶντος Αἰσχίνου. τοιαύτης γὰρ οὔσης κἀκεῖ τῆς ὑποθέσεως, ὁ μὲν Αἰσχίνης διὰ πενίαν συνέσεως καὶ δεινότητος ἔνδειαν οὐκ εὐπόρησε θεῖναι τὸ συμφέρον, ἀλλὰ τὴν ἁπλῆν ἠγωνίσατο ὡς ἁπλούστερος· ὁ δὲ Δημοσθένης ὡς Δημοσθένης καὶ ἔξωθεν προσεπενόησεν ἐκ τῆς τέχνης καὶ τῆς δεινότητος συμμαχίαν λαβεῖν· διὰ τοῦτο καὶ τρίτον κεφάλαιον ἐκίνησεν ἐν τῷ λόγῳ τὸ συμφέρον.

Προοίμια δὲ τοῦ λόγου ἐστὶ τρία, τὸ μὲν πρῶτον ἐκ τοῦ πράγματος, ὅτι «μεγάλα τὴν πόλιν ἀδικουμένην ὁρῶν τὸν ἀγῶνα τοῦτον ἐνεστησάμην»· ἐν ᾧ καὶ τὴν ἔχθραν τὴν πρὸς Χαρίδημον μὲν κρύπτει, ἔχειν δὲ ἀηδῶς πρὸς τὸν Ἀριστοκράτην διορίζεται, ἐξ οὗ βλαβήσεσθαι ἔμελλεν οὐδέν· ἐπειδὴ γὰρ ὁ μὲν προφανὴς ἀγὼν πρὸς Ἀριστοκράτην, ὁ δὲ κρυπτόμενος πρὸς Χαρίδημον, διὰ τοῦτο τὸ μὲν κρυπτὸν ὡς ἀνύποπτον ἐᾷ, περὶ δὲ τοῦ ἐμφανοῦς διαλέγεται. τὸ δὲ δεύτερον ἐκ προσώπου τοῦ λέγοντος εἴληπται· «ἐπειδήπερ ἰδιώτης τυγχάνων πρᾶγμα τηλικοῦτον δείξειν ἐπαγγέλλομαι, προσήκει πάντας ὑμᾶς συναγωνίσασθαί μοι»· τοῦτο δέ φησι διὰ τὸ φοβεῖσθαι, ὅτι ἰδιώτης τυγχάνων πρὸς δημαγωγοὺς καὶ στρατηγὸν ἀγωνίζεται· πόρρωθεν γὰρ αὐτῷ τὸ ἀνύποπτον κατασκευάζει διὰ τῆς δοκούσης ἁπλότητος. τὸ δὲ τρίτον ἀπὸ προσώπου τοῦ Χαριδήμου, διʼ ὅνπερ ὁ λόγος· δέδοται γὰρ ἡμῖν θεώρημα λύειν τὰ ἀντιπίπτοντα πάντα ἀπὸ τῆς ἀξίας, ἐπειδὴ κατὰ ἐνδόξου προσώπου τοὺς λόγους ποιούμεθα· τοῦτο καὶ Ἀριστείδης ἐν τῷ Περικλεῖ πεποίηκεν. ἔστι δʼ ἐν μέσῳ τοῦ προοιμίου τοῦ τρίτου συστροφή τις ἐνθυμηματική «εἰ μὲν δὴ τοῦτο μέγιστον Ἀριστοκράτης» καὶ τὰ ἑξῆς. ἐπειδὴ γὰρ κατʼ ἀρχὰς τοῦ προοιμίου διέβαλε τὴν ὑπόληψιν Χαριδήμου, ἐφοβήθη μὴ τὴν ἐξ ἀκολουθίας ἀπόδειξιν τῆς δυσνοίας ὁ ἀκροατὴς ζητήσῃ, ἣν ἔλυσε νῦν μὲν σπεύδειν ἐπὶ τὸ κατὰ Χερρόνησον προσποιησάμενος, ὕστερον δʼ ἐρεῖν τὴν δύσνοιαν ἐπαγγειλάμενος. ἐπειδὴ δὲ ἔμελλεν ὁ ἀκροατὴς θαυμάζειν «τί δήποτε ψηφίσματος κατηγορίαν ποιούμενος παρανόμου, Χερρονήσου κατὰ τοὺς ἀγῶνας μέμνηται;» ἐν καταστάσει προκατατίθησι τὸν ἀκροατὴν οἰκείαν ἀπολαμβάνειν τῷ ἀγῶνι τὴν μνήμην τῆς Χερρονήσου, ὅλον τὸν ἀγῶνα διʼ αὐτῆς διαβάλλων καὶ ὕποπτον καθιστάς. καὶ ἔστιν ὥσπερ προκατασκευὴ τοῦ συμφέροντος. ἡ κατάστασις δὲ λαμβάνεται ποτὲ μὲν ἐκ γνώμης, ποτὲ δὲ ἐκ διηγήσεως. ἐπειδὴ δʼ ἔμελλεν ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς Χερρονήσου ἐπιζητεῖν εὐθὺς τὰς ἐντελεστέρας ἀποδείξεις, διὰ τοῦτο φεύγων, εἶτα μὴ προσποιούμενος φεύγειν, δίδωσιν αἵρεσιν, πότερόν ποτε τὸ νόμιμον ἀκοῦσαι βούλονται πρῶτον ἢ τὸ δίκαιον ἢ τὸ συμφέρον. ἐπειδὴ γὰρ ἦν αὐτῷ ἰσχυρὸν τὸ νόμιμον καὶ οἰκειότερον μᾶλλον τῇ γραφῇ, διὰ τοῦτο καὶ ἀναγκαῖον ἡγήσατο τούτῳ πρώτῳ χρήσασθαι. ἀμέλει γοῦν ὡς οὐκ ἀντειπόντος τοῦ ἀκροατοῦ ἢ ἐπιζητήσαντος κατὰ τὴν ἐπαγγελίαν τῆς γραφῆς, εἶπε «περὶ τοῦ νομίμου βούλεσθε πρῶτον; τοῦτο ἐροῦμεν»· καὶ ἐπειδὴ ἔμελλεν ἀντιπίπτειν ἐκ τοῦ νόμου ὅτι «ξένος Χαρίδημος καὶ διὰ τοῦτο ἐγράφη τιμή τις αὐτῷ ἰδίᾳ ἐν τῷ ψηφίσματι» — ὁ γὰρ κατὰ τῶν φονικῶν θεσμὸς κατὰ τῶν πολιτῶν ἐδόκει κεῖσθαι —, διὰ τοῦτο ἐδεήθη πρὸς τὴν λύσιν τοῦ ἀντικειμένου προκατασκευῆς, συνεθίζων τὸν ἀκροατὴν ὅτι πολίτης καὶ ὑπὲρ πολίτου ὁ λόγος, τῷ μὲν δοκεῖν χαριζόμενος αὐτῷ τὴν ἐκ τῆς μετουσίας τιμήν, τῇ δὲ ἀληθείᾳ τὸ κεφάλαιον ποιῶν ἰσχυρότερον· ὅσῳ γὰρ ὡς ὑπὲρ πολίτου, τοσούτῳ μᾶλλον ἀγανακτήσουσιν οἱ ἀκούοντες, εἰ πολίτῃ μετέχοντι τῆς ἐκ τῶν νόμων ἐπικουρίας ξένην τις ἔγραψε δωρεάν.

`23.2`

μηδεὶς ὑμῶν διαλύεται τὴν ἔχθραν ὁ κατήγορος.

`23.3`

μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ὅρα ὅπως ἐν ἀρχῇ τοῦ λόγου ὡς ἐπιεικὴς ἐπὶ μικροῖς ἁμαρτήμασιν οὐκ ἄν ποτε προελθεῖν εἰς τὴν κατηγορίαν διισχυρίζεται· τοῦτο γάρ ἐστιν ἐν ᾧ λέγει «μηδὲ μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα»· τὸ γὰρ «φαῦλον» ἐνταῦθα ἐπὶ τοῦ εὐτελοῦς καὶ μικροῦ κεῖται, διὸ καὶ καλῶς ἐπήγαγεν αὐτῷ τὸ «ἁμάρτημα», τῷ ὀνόματι δεικνὺς τὸ εὐκαταφρόνητον.

`23.4a`

ἀλλʼ εἴπερ ἄρα ὀρθῶς ἐγώ, φησίν, ὁ ἰδιώτης εἰ μὴ σφάλλομαι λογισμῷ τοῦ πρέποντος.

`23.4b`

διπλασιασμὸς κώλου.

`23.5`

καὶ μὴ παρακρουσθέντας ἃ γὰρ μὴ πόλεμος ἀφαιρεῖται, φησί, ταῦτα ῥήτωρ ὢν ἅπαντα τοῖς πολεμίοις χαρίζεται. διὰ δὲ τοῦ «πάλιν» ἀναμιμνήσκει τῆς ἐπὶ Κότυος ἐπηρείας, ἡνίκα τὴν Χερρόνησον ἥρπασεν.

`23.6`

εἰκότως δʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι ἠθικὸν σφόδρα τουτὶ τὸ προοίμιον ἐκ προσώπου τοῦ λέγοντος, ὅτιπερ ἰδιώτης καθέστηκε καὶ μέλλει πρὸς δημαγωγοὺς καὶ στρατηγὸν ἀγωνίζεσθαι. ὁ δὲ νοῦς τοιοῦτος· «εὐλογώτερον ἄν, οἶμαι, τὰς ἀκοὰς παράσχοιτε, ἐπειδήπερ δυναστείαν οὔτε ἀπὸ τῶν κοινῶν τῆς διοικήσεως ἔχων οὔτε ἀπὸ τῆς τῶν λόγων δεινότητος ἐπαγγέλλομαι τοσοῦτον κακὸν ἀναστεῖλαι».

`23.7`

ὅσον ἐστὶν ἐν ὑμῖν ἤτοι ὅσον δύνασθε.

`23.8`

οὐδὲ σκοπεῖν ἐπέρχεται ἐπιτιμήσαντι τρόπον τινὰ ἀντέπιπτε «πῶς οὖν λέγεις καὶ ἀπαντᾷς εἰς τὸ δημόσιον καίτοι ἀπράγμων ὢν ὡς ὁμολογεῖς;» διόπερ ἐδεήθη καὶ ὅρκου σφοδροτέρου.

`23.9`

οὐκ ἀγνοῶ μὲν οὖν λύσις ἐστὶν ἀναγκαίως ἐνταῦθα τοῦ ἀντιπίπτοντος ἐκ τῆς τοῦ Χαριδήμου ποιότητος καὶ τῆς ἀξίας· διὸ καὶ τὸ «οἴονται» κείμενον διαβάλλει τὴν κρίσιν, καὶ τὸ «εὐεργέτην νομίσαι τῆς πόλεως» βαρὺ καὶ οὐ φορητόν. τῆς τηλικαύτης καὶ ὄντως ἐνδόξου πόλεως ἄνδρα οὕτως εὐτελῆ καλεῖν εὐεργέτην, ἣν καὶ θεοὺς ἴσμεν εὐεργετήσασαν καὶ ὑποδεξαμένην καὶ κρίνασαν, αἰσχρόν.

`23.10`

δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν ἵνα, ἐὰν μὴ πείσῃ, τῆς ἑαυτοῦ τὸ αἴτιον ἀδυναμίας φανῇ, μὴ τῆς τῶν πραγμάτων ἀσθενείας.

`23.11`

οἴομαι δείξειν τό «οἴομαι» πρὸς τὴν ἰδιωτείαν ἀκόλουθον· τὸ δὲ «δείξειν» καὶ τὰ ἑξῆς εἰρημένα τῷ θαρρεῖν τοῖς πράγμασιν ἁρμόττει.

`23.12`

εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι τοῦτό τινες, ὑπὸ τοῦ σχήματος καὶ τῆς ἁρμονίας ἀπατηθέντες, τέταρτον ᾠήθησαν προοίμιον· ἔστι δὲ συστροφή τις ἐνθυμηματικὴ τὴν αἰτίαν ἔχουσα τοιαύτην· ἐπειδὴ γὰρ τὸν Χαρίδημον ἐν τῇ προτάσει τοῦ προοιμίου διαβέβληκεν, ἐνεχώρει δὲ τοὺς ὑπὲρ αὐτοῦ ῥήτορας εὐθὺς ἀπαιτῆσαι τὴν ἀπόδειξιν «πῶς ἐγένετο δύσνους;», ἀνεβάλλετο τὴν περὶ τούτου τέως πίστιν, κατεπείγειν τὸ περὶ τὴν Χερρόνησον ὑποκρινόμενος, τῷ μείζονι τὸ ἔλαττον ὑποκλέπτων· διὸ καὶ εἶπεν «ἀνάγκη δὲ πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι» καὶ ἑξῆς, ὡς ἀνάγκης ἐπιτεθείσης φαίνοιτο λέγων, οὐ πρὸς ἀπέχθειαν. ἔστι δὲ τοῦτο τὸ νόημα προκαταρκτικόν, «εἰπεῖν καὶ δεῖξαι· οὕτως ἄρα ἡ χρεία κατεπείγει». καὶ ἐν καταστάσει γὰρ μερικῶς ἀγωνιστέον καὶ δεικτέον.

`23.13a`

ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι ἐγκατάσκευός ἐστιν ἡ διήγησις· λέγει γὰρ οὕτως ὁ τεχνικός· «ὅταν σύντομος ᾖ καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ, ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν, εἰς κατασκευὴν βοηθουμένη.»

`23.13b`

ἔστι ... Ἀθηναῖοι ἡ κατάστασις ἐντεῦθεν ἀπὸ λογισμοῦ τοῦ συμφέροντος.

`23.14`

θεραπεύειν τὸ θεραπεύεσθαι τὴν πόλιν παρὰ τῶν βασιλέων.

`23.15`

τοῦτο τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλόμενοί τινες παῦσαι οὐ μόνον τὸν Ἀριστοκράτην, ἀλλὰ καὶ ἄλλους τινὰς ὑπαινίττεται· διὰ δὲ ἀπέχθειαν παραιτεῖται τοὺς ἄλλους λέγειν.

`23.16`

ἀγώγιμον οἱ μὲν εἰρήκασιν ἐπὶ κρίσει· ὁ δὲ ῥήτωρ ἐκ τῆς ἀσαφείας εἰς ὃ ἐβούλετο μετήγαγεν, «ἐπὶ θανάτῳ» λέγων. ζητήσειε δʼ ἄν τις «τίνος χάριν τῆς καταστάσεως ἁπλουστάτης οὔσης κατὰ φύσιν καὶ ἀκατασκεύου ὁ ῥήτωρ ταύτην ἐναγώνιον εἰργάσατο;» φαμὲν ὅτι «ἐπειδὴ περὶ μελλόντων ἔλεγεν — εἴπομεν γὰρ ὅτι ἐκ τοῦ συμφέροντος ἐγένετο —, τὸ δὲ μέλλον ἐν ἀδήλῳ τὴν φύσιν ἔχει σαθρὸν δὴ ὑπάρχον καὶ ἐν ἀφανεῖ τυγχάνον, διʼ ἀποδείξεως πειρᾶται τοῦτο δεικνύειν καὶ τὸ ἀληθὲς εὑρίσκειν».

`23.17`

οὐ τοίνυν ἐκ τούτων μόνον δῆλον ἀπόδειξις τῶν εἰρημένων. τὴν μὲν οὖν κατάστασιν διʼ ἐνθυμημάτων ἐπεραίωσε, ταύτην δὲ τὴν ἀπόδειξιν ἀπʼ αὐτοῦ τοῦ ψηφίσματος.

`23.18`

καὶ παραβὰς τὸ τί πράττοντα τὸ ἀσαφὲς μερικῶς ἐξετάζει, ἀναφέρεται δὲ εἰς τὸ συμφέρον. τὸ γὰρ ἀσαφὲς βλάβην κομίζει, ὅπερ ἴδιον τοῦ συμφέροντος.

`23.19`

κατὰ τούτων ἢ κατὰ τούτων τῶν ἐχθρῶν.

`23.20`

ὧν μὲν τοίνυν ἕνεκεν ἐρρήθη τὸ προβούλευμα συμπέρασμα τῆς καταστάσεως. εἰ δέ τις ζητήσειε «πῶς τὴν τῶν κεφαλαίων τάξιν ἤμειψε; κατὰ φύσιν γὰρ τὸ δίκαιον τοῦ συμφέροντος προτέτακται, ὅτι τὸ μὲν περὶ τῶν παρεληλυθότων, τὸ δὲ περὶ τῶν μελλόντων· τί δὴ παρέλιπε τὸ τῇ φύσει πρῶτον;» ἐροῦμεν ὅτι τὸ μὲν τῇ φύσει πρῶτον δίκαιον ἐν ᾧ ἦν ὁ βίος αὑτοῦ τετήρηκεν ὕστερον, ἵνα ὁ ἀκροατὴς ἀκούων τὰς πράξεις αὐτοῦ καὶ ἀγανακτήσας ἐνέγκῃ τὴν ψῆφον, τὸ δὲ νόμιμον προτέτακται, ἐπειδήπερ αὐτῷ πολὺ ἰσχύει. ἔστι γὰρ αὐτοῦ τεχνικὸν παράγγελμα, τὰ ἰσχυρὰ προτάττειν καὶ μὴ τῇ τάξει ἕπεσθαι, ἀλλʼ ὡς ἔχει καλῶς.

`23.21`

δίκαιον δʼ ἐστὶν προκατασκευή.

`23.22`

ὑπεσχημένον τρία ἐπιδείξειν πῶς μηδὲν ἐπαγγειλάμενος φησὶν «ὑπεσχημένον»; φαμὲν ὅτι ἐν τῇ γραφῇ εἶπεν ὅτι «κατηγοροῦμεν τοῦ ψηφίσματος ὡς παρανόμου, ὡς ἀδίκου, ὡς ἀσυμφόρου». τὰ οὖν ἐν τῇ γραφῇ ἐπῆλθεν. ὡς δὲ ὁ λόγος ἔχει τὰ κεφάλαια, οὕτως ἐκτέθειται, οὐχ ὡς ἡ τάξις ἀπαιτεῖ, διʼ ὃν προείπομεν λόγον.

`23.23`

τρίτον δὲ ὡς ἀνάξιός ἐστι τὸ δίκαιον· τὸ γὰρ «ἀνάξιος» εἰς τοῦτο ἀναφέρεται.

`23.24`

αἵρεσιν ὑμῖν δοῦναι ἐπειδὴ γὰρ ἀπῄτει ἐκ τῆς καταστάσεως διδαχθεὶς ὁ ἀκροατὴς τὸ συμφέρον, οὐκ ἐβούλετο δὲ αὐτοῖς τοῦτο πρῶτον εἰπεῖν, ὡς εἴπομεν, διὰ τὴν οἰκονομίαν, δίδωσιν αὐτοῖς αἵρεσιν, καὶ ἐνδοὺς τὴν σκέψιν ἁρπάζει τὴν ἐπίκρισιν, ἵνα δόξῃ ἕπεσθαι αὐτοῖς καὶ κατὰ ἀνάγκην τοῦτο ποιεῖν καὶ τῷ πόθῳ ἐκείνων ἐξακολουθεῖν.

`23.25`

ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί κυρίως ἐφʼ ἑκάστου κεφαλαίου τὸ ῥῆμα ἔχεις· ἐπὶ μὲν τῶν νόμων τὸ «λέγω» ὡς ἁπλοῦ τοῦ νόμου τυγχάνοντος, ἐπὶ δὲ τοῦ δικαίου τῶν ἀδικημάτων τὸ «ἐλέγχω», ἐπὶ δὲ τοῦ συμφέροντος τὸ «ἐξετάσω»· λογισμῷ γὰρ τὸ μέλλον εὑρίσκεται.

`23.26`

ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι ἐπειδὴ γὰρ τρία ἦν κεφάλαια, ἐπιτεινομένους καὶ μακροὺς ὑπέφαινε τοὺς λόγους· διὰ τοῦτο παραμυθεῖται αὐτοὺς λέγων «βραχεῖς ἔσονται οἱ λόγοι».

`23.27`

καὶ τραύματος ἐκ προνοίας ἐξέτασις ἐντεῦθεν τοῦ νομίμου καὶ παράθεσις τιθεμένων τῶν νόμων καὶ τοῦ ψηφίσματος.

`23.28`

εἰ σκέψαισθε ἐν τίνι τάξει προθεραπεία. ἐπειδὴ γὰρ ἔδει τῶν νόμων μνησθῆναι, οἳ περὶ τῶν πολιτῶν προστάττουσι, ξένος δὲ οὗτος ἦν, ἵνα μὴ ἀντιπέσῃ αὐτῷ «ἀλλʼ οὗτος ξένος, οἱ δὲ νόμοι περὶ πολιτῶν διαλέγονται», προοικονομεῖ τοῦτο καὶ ποιεῖ αὐτὸν πολίτην, ἵνα οὕτως αὐτὸν ἐξετάσῃ.

`23.29`

τὴν γὰρ τοῦ δήμου δωρεὰν κολακεύει τὸν δῆμον· ἅμα δὲ καὶ δείκνυσιν ὡς οὐκ ἐχθρὸς αὐτῷ, ὥσπερ καὶ ἐν προοιμίοις εἴρηκε «μηδεμιᾶς ἰδίας ἔχθρας». «εἰ γὰρ ἦν» φησίν «ἐχθρός, οὐκ ἂν πολίτην αὐτὸν πεποίηκα». οὐδὲν δὲ κωλύει ἐν οἷς χρεία καὶ ἐπαινεῖν τὸν ἐχθρόν, ἵνα ἀνύωμεν ἕτερον ὃ βουλόμεθα.

`23.30`

ἃ δʼ οὐδʼ ἡμῖν τοῖς γένει πολίταις καλῶς τὸ «παρὰ τοὺς νόμους». ἵνα γὰρ μή τις εἴπῃ «ἀλλʼ, εἰ πλεῖστα εὐεργετήκει, ὀφείλει καὶ πλειόνων τιμῶν τυγχάνειν» διὰ τοῦτο «παρὰ τοὺς νόμους»· οὐδὲ γὰρ παρὰ τούτους πράττειν καλόν.

`23.31`

καὶ τὰ τοιαῦτα πάντα παραιτεῖται λέγειν τὰ εἴδη τῶν κακουργιῶν ἢ διὰ τὸ δύσφημον ἢ ἵνα μὴ δοκῇ διὰ τὸ πράττειν εἰδέναι.

`23.32`

πρὸ μὲν τοῦ κρίσιν γενέσθαι ὅτι τὸ πρὸ τῆς κρίσεως λέγεται αἰτία· ὅτι τὸ μετὰ τὸν ἔλεγχον ἀδίκημα.

`23.33`

καὶ μὴν ἔν γε τῷ ποιεῖν ἀγώγιμον τῷ ἀγωγίμῳ πανταχοῦ σοφίζεται.

`23.34`

μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ εἰς ἔλεον ἤγαγε τὸν λόγον, ἵνα δείξῃ τὴν ἀδικίαν ἐκείνου.

`23.35`

τούτων οὐδέτερον ποιεῖν ἀντὶ τοῦ «ἕτερον δὲ παρὰ ταῦτα μὴ ποιεῖν».

`23.36`

καὶ μὴ νομίσητε εὔηθες τὸ ἐρώτημα ἐπειδὴ ἀπαιτεῖ αὐτὸν περὶ τῶν μελλόντων ἀποκρίνασθαι, ὅσον δὲ εἰς ἀτοπίαν ἄγει τὸν λόγον, πλέον τοῦ Ἀριστοκράτους καθάπτεται. τὸ δʼ «ἢ καὶ ἄλλως πως τελευτήσει» ἤτοι ἰδίῳ θανάτῳ.

`23.37`

τίνα γάρ σοι λέλοιπεν ὅρον τῷ γράμματι τούτῳ τῷ ψηφίσματι. διασύρει δὲ «γράμμα» προσειπών, καὶ τό γε «τούτῳ» προσθεὶς οἷον τῷ ἀτόπῳ.

`23.38`

ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον ἔθος τῷ Δημοσθένει κατασκευάζειν οὐκ ἐξ ὧν λέγει, ἵνα μὴ δόξῃ διὰ τὸ ἴδιον συμφέρον ἐκ δεινότητος ποιεῖν τοῦτο, ἀλλʼ ἐξ ἑτέρων, ἵνα ἡ φύσις οὕτως ἔχειν δόξῃ τοῦ πράγματος.

`23.39`

φέρε, ἂν δέ τι συμβῇ τοιοῦτον ἀντιπίπτοντος λύσις ἐκ τῆς ποιότητος τοῦ Χαριδήμου. ἐπειδὴ γὰρ ἰδιωτῶν μᾶλλον ἢ στρατηγῶν τὸ μοιχεύειν, διὰ τοῦτο καὶ ἰδιώτην αὐτὸν ποιεῖ.

`23.40`

ἤδη τῳ καὶ ἄλλῳ ἵνα μή τις εἴπῃ «ἀλλʼ οὐκ ἀπαλλαγήσεται τῆς στρατηγίας», ὁ δὲ εἶπεν, ὅπερ καὶ ἄλλῳ συνέβη στρατηγῷ τυγχάνοντι, ἵνα τῷ κοινῷ βεβαιώσῃ τὸ ἴδιον.

`23.41`

εἶτʼ οὐ δεινόν, ὦ γῆ καὶ θεοί σχετλιασμὸς ἐν καιρῷ. καλὸν γὰρ ἐν τῇ ὑπερβολῇ τῶν δεινῶν ἐπικαλεῖσθαι τοὺς κρείττονας.

`23.42`

οὓς παραγεγράμμεθα παρεσημειωσάμεθα. τὸ γὰρ σχῆμα περιληπτικόν. ὅταν γὰρ πλειόνων εὐπορῶμεν, τότε τούτῳ τῷ σχήματι χρώμεθα.

`23.43`

προστεταγμένα τοῖς νόμοις παρὰ τῶν νόμων ταχθέντα. συμπέρασμα δὲ λοιπὸν τοῦ νόμου καὶ μετʼ αὐξήσεως τῶν εἰρημένων τὸ συμπέρασμα. ζητήσειε δʼ ἄν τις «πῶς ἐξετάζων τὸ νόμιμον κεφάλαιον οὐχ ὑφʼ ἓν αὐτὸ ἐργάζεται, ἀλλὰ καὶ μερίζει εἰς δύο καὶ παρεμβάλλει ἕτερα, οὐκ εἰωθὼς οὐδαμῇ τοῦτο ποιεῖν, ἀλλὰ διόλου πᾶν οὗ ἂν ἄρξηται κεφαλαίου, ἕως ἂν τελεσθῇ, ἐξεργάζεσθαι;» φαμὲν οὖν ὅτι, ἐπειδὴ καὶ τὸ ψήφισμα οὐχ ὑφʼ ἓν ἐξήτασεν, ἀλλὰ κατὰ μέρος, πρὸς μὲν τὸ ἐξετασθὲν μέρος τοὺς νόμους οὓς παρέβη τέθεικε, πρὸς δὲ τὸ ἑξῆς πάλιν ὁμοίως προσφέρει τοὺς νόμους· καὶ εἰκότως οὐδὲν ἄλλο παρενέβαλεν ἐκτὸς τοῦ κεφαλαίου, ἀλλὰ καὶ τῶν ἐθῶν. εἰς δύο γὰρ τέμνεται τὸ νόμιμον, εἴς τε ἄγραφον καὶ νόμιμον ἔγγραφον, ἵνα δόξῃ ὅλον ἓν εἶναι.

`23.44`

βούλομαι δʼ εἰπεῖν διὰ βραχέων τί τὸ χρήσιμον περὶ τῶν δικαστηρίων λέγει τῶν νόμων προεξητασμένων; ἐπειδὴ ἔθει πολλοὶ κεκράτηνται νόμοι, βουλόμενος ἐπιδεῖξαι, ὅτι πάντες εἰσὶ κύριοι, ἐξετάζει τὰ δικαστήρια, δεικνὺς κατὰ τούτους πάντα συγκροτούμενα.

`23.45`

ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα ἐπροοιμιάσατο περὶ τοῦ ἔθους πρότερον, ἵνα οὕτως περὶ τοῦ προοιμίου ἑξῆς ἀντιπέσῃ· «ἀλλὰ ταῦτα τὰ ἔθη παρὰ τοὺς πολίτας ἐστίν»· ὅθεν ἐπήγαγεν εὐθύς· «ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα πολίτην». ἡ μὲν οὖν πρώτη τοῦ νομίμου παντὸς λύσις, ὅτι «ξένος Χαρίδημος»· ἡ δὲ δευτέρα κατὰ τὸ ἔθος ἐν τῷ νομίμῳ, ὅτι «πολίτην μὲν αὐτὸν ἐποιησάμεθα· οὐ μὴν οὐδὲ τῶν ἀπορρήτων οὐδὲ τῶν ἱερῶν καὶ τῶν ὁσίων αὐτῷ μεταδεδώκαμεν, ἴδια γὰρ ταῦτα τῶν ἐγχωρίων ἐστίν».

`23.46`

ἐν μόνῳ τούτῳ τῷ δικαστηρίῳ σημείωσαι, περὶ τοῦ ἐν Ἀρείῳ πάγῳ δικαστηρίου.

`23.47`

εἴθʼ ἥρωες εἴτε θεοὶ οὐ γὰρ διαβεβαιοῦται «τίς ἦν», ὡς τὸ πιθανὸν τῷ λόγῳ σώσηται, ὥσπερ καὶ ἐν τούτῳ τῷ λόγῳ εἴρηται ἀλλαχοῦ «εὕρημα μὲν καὶ δῶρον θεῶν».

`23.48`

τούτων τῶν ἐν τοῖς δικαστηρίοις.

`23.49`

τρίτον δʼ ἕτερον σημειωτέον τὸ «ἕτερον» ἐπὶ τοῦ τρίτου λεχθέν· οὐ καλῶς δὲ εἶπεν· ἐπὶ γὰρ δυοῖν μόνον λεκτέον «ἕτερον», ἐπὶ δὲ τριῶν «ἄλλο». οὐκοῦν σπανίως εἴρηκε τοῦτο, καὶ οὐ χρὴ κακόζηλον ὂν μιμεῖσθαι.

`23.50`

δοκοῦσι γάρ μοι σημείωσαι, περὶ δικαίου φόνου.

`23.51`

ἀποφυγγάνει ἀθῳοῦται.

`23.52`

ἆρά τις ἡμῖν ἔτι λοιπός ἐστι πρὸς τὸν γραμματέα φησίν. ἵνα γὰρ μὴ δοκῇ κακουργεῖν ὡς προμελετήσας, τούτου χάριν προσποιεῖται τὴν ἄγνοιαν, ἵνα ἅπερ τοῖς νόμοις ἐπάγει δοκῇ παραχρῆμα εὑρίσκειν.

`23.53`

βούλομαι τοίνυν καὶ ἓν ἢ δύο ψηφίσματα πληρωθέντος τοῦ μέρους τοῦ νομίμου ἐπάγει πάλιν ἕτερον ἔθος, προηγούμενον καὶ τοῦτο ὡς νόμιμον. τὸ γὰρ ἔθος τοῦ νομίμου κεφαλαίου μέρος παρὰ τοῖς τεχνίταις νενόμισται· διʼ οὗ πιστοῦται τὸ πάντας ἠκολουθηκέναι κατὰ τοῦτο τὸ ἔθος τῷ τῶν νόμων βουλήματι ἐν ταῖς δόσεσι τῶν δωρεῶν. λαμβάνει δὲ τὴν ἀρχὴν τὸ ἔθος ἀπὸ τούτου· «βούλομαι τοίνυν ὑμῖν καὶ ἓν ἢ δύο ψηφίσματα» καὶ ἑξῆς. πληρώσας δὲ καὶ τὸ ἔθος, διʼ οὗ τὸ νόμιμον ἐβεβαίωσε, τίθησι λοιπὸν τὰς ἀντιθέσεις τὰς ἐκ τοῦ νομίμου· πρῶτον μὲν τὴν ἀπὸ τοῦ ῥητοῦ. γέγραφε γὰρ ὁ Ἀριστοκράτης «ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω». κατηγόρησε δὲ Δημοσθένης ἤτοι Εὐθυκλῆς, ὡς ἐλλιπῶς ἔγραψε καὶ ἀσαφῶς, μὴ προσθεὶς ποῦ καὶ ἐπὶ τίνι ἀγώγιμος. πρὸς τοῦτο ἀντίθεσιν ἐκ τῆς διανοίας ἀνθυποτείνεται Ἀριστοκράτης, λέγων ἐπὶ κρίσιν γεγραφηκέναι ἄγεσθαι τὸν ἀνδροφόνον κατὰ τὸ ἑπόμενον. ὁ Δημοσθένης δὲ τοῦτο οὐ δέχεται τὸ κατὰ διάνοιαν ὡς ἑπόμενον, φάσκων μηδὲ γεγραφέναι διαρρήδην ἐπὶ κρίσιν ἄγεσθαι τὸν ἀνδροφόνον ἀγώγιμον· καὶ ἡ ἐξέτασις αὐτῷ τῶν νόμων γέγονεν ὑπὲρ τῶν ἀνδροφόνων μᾶλλον. αἰτιᾶται δὲ ἐλλιπῶς ἔχειν τὸ ψήφισμα κατὰ μέρη δύο· ἓν μὲν ὅτι γράψας «ἀγώγιμον», ἔπειθʼ ὅτι γράψας «ἐὰν δέ τις πόλις ἀφέληται ἢ ἰδιώτης, ἔκσπονδος ἔστω» οὐ προσέγραψε πάλιν, διὰ τί ἔκσπονδος, δέον προσγράψαι ὅτι «εἰ μὴ ἐκδίδωσιν ἐπὶ κρίσιν», ἑξῆς ἔθηκεν ἀντίθεσιν «ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν, ὁ νόμος δὲ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα». ἰστέον δὲ ὅτι τῶν προσταττομένων καὶ κυρουμένων ὑπὸ τῆς βουλῆς ψηφισμάτων τὰ μὲν ἄχρι αὐτῆς ἵστατο τῆς βουλῆς, τὰ δὲ καὶ εἰς τὸν δῆμον ἐπέμπετο. ὅσα μὲν οὖν ἴδια τῆς βουλῆς ψηφίσματα ἦν, ταῦτʼ ἦν ἐπέτεια καὶ συνανῃρεῖτο τῇ βουλῇ μετὰ ἐνιαυτὸν παυομένῃ· ὅσα δὲ ἀπὸ τῆς βουλῆς ἔδει πρὸς τὸν δῆμον πεμφθῆναι καὶ τὸ κῦρος παρʼ αὐτοῦ λαβεῖν, ταῦτα οὐκ ἦν ἐπέτεια. τὸ τοίνυν γραφὲν Ἀριστοκράτει ψήφισμα ἐκυρώθη μὲν ὑπὸ τῆς βουλῆς, ἔδει δὲ αὐτὸ κυρωθῆναι καὶ ὑπὸ τοῦ δήμου· τῆς δὲ γραφῆς δοθείσης μετέωρον ἔμεινε. σοφιζόμενος δὲ ὁ ῥήτωρ φησὶν αὐτὸ ἄκυρον εἶναι, προβούλευμα γὰρ εἶναι. ὅτι μὲν οὖν προβούλευμά ἐστιν, ἀληθές· ὅτι δὲ καὶ ἄκυρον, οὐκ ἀληθές. τὸ δὲ «ἄκυρον» διχῶς λέγεται· ἤτοι γὰρ τὸ παντελῶς ἀνῃρημένον καὶ διαγεγραμμένον ἢ τὸ ὀφεῖλον μὲν κυρωθῆναι, οὐδέπω δὲ κυρωθέν. ταύτην τὴν ὁμωνυμίαν λαβὼν εἰς χορηγίαν σοφίσματος ἐθάρρησεν εἰπεῖν ἄκυρον εἶναι τὸ ψήφισμα. εἶτα τὴν εἰδικὴν πρότασιν προτάξας τῇ καθόλου κατασκευάζειν πειρᾶται, λέγων «ὁ νόμος δὲ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα». ἡ μὲν οὖν καθόλου πρότασις ἀληθής· ἐνιαύσια γὰρ ὡς ἀληθῶς τῆς βουλῆς τὰ ψηφίσματα. τὸ δὲ «ἄκυρόν ἐστι τὸ ψήφισμα» ὁμωνύμως ἐδείκνυμεν· «προβούλευμα γάρ ἐστιν» ὁμοίως ὁμώνυμον, ὡς πάντα τὰ εἰσιόντα εἰς τὴν βουλὴν ψηφίσματα.

`23.54`

οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι ἀντίθεσις ἀπὸ τοῦ νομίμου ἐκ τῆς διανοίας τοῦ ῥήτορος. ἐπειδὴ γὰρ αὐτὸς ὡς ἐφʼ ὁμολογουμένοις ἔλαβεν αὐτὸν ἀγώγιμον ἐπὶ θανάτῳ, ὁ δὲ Ἀριστοκράτης ἔφασκεν «οὔκ, ἀλλʼ ἐπὶ κρίσει», λύει τὴν ἀντίθεσιν ἀπαντήσας αὐτῷ ἐκ τοῦ ἑτέρου μέρους τοῦ ψηφίσματος, ὅτι «καὶ τὸν ἀφελόντα τὰ ἐπέτεια τοῦ φόνου καὶ τοῦτον ἔκσπονδόν φησιν εἶναι, οὔκ, ἐὰν μὴ παράσχῃ ἐπὶ κρίσιν, ἀλλὰ κἂν δικαίως ἀφέλῃ». ἐπειδὴ δὲ οὐκ εἶχεν ἀπὸ τῆς γνώμης τοῦ Ἀριστοκράτους λῦσαι καὶ στοχάσασθαι τῆς ἐκείνου προαιρέσεως, ἀπὸ τοῦ ἑτέρου ῥητοῦ λέλυκεν οὗ αὐτὸς γέγραφεν.

`23.55`

ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν ἄλλη ἀντίθεσις ὡς ἀπὸ Ἀριστοκράτους· ἔστι δὲ ὑπὸ τοῦ ῥήτορος πεπλασμένη — ὥσπερ ἂν οὐδεὶς ἑκὼν ὁμολογήσειεν ἀδικεῖν —, ἵνα τῇ οἰκείᾳ γλώττῃ καταγνωσθῇ ὥσπερ ἡττημένος ἀπὸ τῶν πρώτων, ὁμολογῶν ἄκυρον εἶναι τὸ ψήφισμα, πῶς ἀκυροῦν τὸ προβούλευμα σοφίζεται. οὐ γὰρ πάντα ἐπαινεῖ αὐτοῦ· ἀλλʼ ἃ μὲν ἡ βουλὴ ἐκύρου χωρὶς τοῦ δήμου, ἕως ἦρχεν, ἐπεκράτει καὶ ἦν ὄντως ἐπέτεια· τὰ δὲ ὑπὸ τοῦ δήμου γιγνόμενα καὶ πλείονα μένει χρόνον, ἐπειδήπερ τὰ προβουλεύματα τῆς βουλῆς οὐκ εἰσήγετο εἰς τὸν δῆμον, ἀλλʼ ἦν κύρια καὶ χωρὶς τοῦ δήμου, ἦν δὲ ἐπέτεια ἀντὶ τοῦ «ἐπʼ ἐνιαυτόν». ὡς πρὸς τὴν βουλὴν δὲ ἔλαβεν ὅτι «οὐκ ἦν κύριον καὶ μή πως εἰσαχθῇ εἰς τὸν δῆμον»· τὸ δʼ ὅτι «ἐπέτεια», ὡς πρὸς τὰ ψηφίσματα τοῦ δήμου, ἐψεύσατο. ἄκυρον μὲν γὰρ διὰ τὸ μήπω κυρῶσαι τὸν δῆμον, οὐ μὴν ἄκυρον πάντῃ ὡς ἐνιαύσιον· παραμένει γὰρ πολλάκις καὶ πολὺν χρόνον.

`23.56`

οὐ τοίνυν οὐδʼ ἐκεῖνό με ἀντίθεσις πάλιν ἀπὸ τοῦ ἔθους. ἔστι γὰρ διχῶς τὸ νόμιμον, καὶ ἔγγραφον καὶ ἄγραφον· καὶ ἔνθα ἂν εὑρίσκηται τά τε ἔγγραφα καὶ τὰ ἄγραφα νόμιμα, πάντως πρῶτα ἔσται τὰ ἔγγραφα καθόλου· ὡς δὲ πανταχοῦ εἴωθε ποιεῖν ὁ ῥήτωρ, ἐν τῇ θέσει τὴν ἀντίθεσιν διαβάλλει, ἵνα σαθρὰν ἀποδείξῃ αὐτὴν τῷ ἔχοντι. «ἁπλῆν» δὲ ἀντὶ τοῦ «ἄνευ δόλου, καθαράν, δικαίαν». «παραγωγὰς» δὲ ἀπάτας παρὰ τὸ παράγειν ἐκ τῆς ἀληθείας τὴν γνώμην.

`23.57`

οὐκ ἄρʼ εὐορκοῦσι θεραπεία τοῦ μὴ συγκρούειν τοῖς δικασταῖς. ἐπειδὴ γὰρ ἀπέδειξε κεκυρωμένα τινὰ παρανόμως — τοῦτο δʼ ἦν ἀπὸ τῶν δικαστῶν —, λύει τὸ ἔγκλημα ἀγνοίᾳ τὴν συγγνώμην δωρούμενος.

`23.58`

ἡ δὲ τῆς γνώμης δόξα ἡ ὑπόνοια καὶ τὸ οὕτως ὡς ἔφησαν νομίσαι δίκαιον· πρὸς εὐκρίνειαν δὲ τοῦ λόγου ὁρίζεται «τί τὸ ἐπιορκῆσαι», ἵνα εὐμαθέστερον τὸν ἀκροατὴν ἐργάσηται.

`23.59`

εἰ γὰρ ἠγνόησέ τι τὴν γὰρ ἄγνοιαν μέρος συγγνώμης οἱ παλαιοὶ ἐποιοῦντο.

`23.60`

μηδὲ ὡς ἕτεροι δικάσαντες ἐξαπατηθέντες.

`23.61`

οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἔθος πᾶσι τοῖς παλαιοῖς ἐπὶ τῶν αὐτῶν νοημάτων καὶ τοῖς αὐτοῖς κεχρῆσθαι ῥήμασιν, ἵνα μὴ δοκοῖεν ἀπειρόκαλοι εἶναι ἐναλλαγῇ τῆς φύσεως. εἶπεν οὖν καὶ ἐν τῷ κατὰ Ἀνδροτίωνος τὸ αὐτό.

`23.62`

ἤδη δέ τινʼ εἶδον, ὦ ἄνδρες Ἀθηναῖοι τοῦ συμφέροντος ἐντεῦθεν ἀναίρεσις, ὅτι «οὐδὲ συμφέρει, ἵνα μὴ διὰ τὸ χρήσιμον κυρώσητε».

`23.63`

ἵνα δὲ μὴ πάνυ θαυμάζῃ ἀντιπῖπτον λύει· εἶπε γὰρ ἄν τις «ἀλλʼ οὐ διαμένει τὰ γεγραμμένα ἐν τῷ ψηφίσματι»· οὐ γὰρ οὕτως ἰσχύει. ὁ δὲ κατασκευάζει ὅτι «πολλὰ δύναιτο τὸ ψήφισμα ἐκ παραδειγμάτων».

`23.64`

ἂν οὖν εἴπωσιν ἡμῖν ἐπειδὴ γὰρ ὁ λόγος θρασύτερος, ἄλλῳ περιάπτει προσώπῳ, ἵνα μὴ αὐτὸς ἀφʼ ἑαυτοῦ ταῦτα λέγειν δοκῇ, ἕτερος δὲ εἴη ὁ φθεγγόμενος.

`23.65a`

ἀκούω τοίνυν αὐτὸν πρότασις.

`23.65b`

ἀκούω ... αὐτὸν ἀντίθεσις, ὅτι «οὐ βουλήσεται τὰ ἐπιβλαβῆ, ἀλλὰ τὰ ὠφέλιμα». κατεσκεύασε δὲ τὴν ἀντίθεσιν ἀπό τε γνώμης τοῦ Κερσοβλέπτου καὶ τῆς τῶν προσόδων ποσότητος. οὐκοῦν δυνήσεται μὲν τὴν γνώμην λῦσαι τῇ κατὰ τῶν τυράννων διαβολῇ καὶ τῷ τὸ ἦθος εἶναι τοῦ Χαριδήμου βάρβαρον, τὴν δὲ ποσότητα ἀπὸ τῆς ὑπαρχούσης φύσει τοῖς τυράννοις πλεονεξίας.

`23.66`

ὃν καὶ πρότερόν ποτε Ἀριστόμαχος ὥσπερ οἱ φιλιππίζοντες τὰ τοῦ Φιλίππου, οὕτω καὶ οὗτος τὰ τῶν Θρᾳκῶν ἐφρόνει. τὴν δὲ ἀντίθεσιν ἐκ τοῦ προσώπου τοῦ Ἀριστομάχου σαθροτέραν ἀποδείκνυσι, κατασκευάσας αὐτήν. ὅταν γὰρ ᾖ δύσλυτος ἡ ἀντίθεσις, τῷ δοκεῖν κατασκευάζομεν, ἵνα λύσεως ἀφορμὰς ἐντεῦθεν πορισώμεθα.

`23.67`

οὐκ ἔστιν ὑποφορά.

`23.68a`

ἐγὼ δʼ οὐκ ἀπορῶ μὲν εἰπεῖν ἡ λύσις ἐντεῦθεν, οὐκ ἀκόλουθος δὲ τῇ ἀντιθέσει. ἐπειδὴ δὲ ἐκεῖνοι ἔφασαν μὴ βούλεσθαι ἂν αὐτόν, ἐκ λογισμῶν τινῶν πρὸς τοῦτο ἀπήντησε, τὸ θέλειν ἢ μὴ τῇ κατὰ τῶν τυράννων διαβολῇ λύσας καὶ τῷ τὸν Χαρίδημον εἶναι τὸ ἦθος βάρβαρον. τὴν δὲ ποσότητα ἀπὸ τῆς ἐν τῇ φύσει τῶν δυναστευόντων πλεονεξίας ἐκ παραδειγμάτων καὶ παραθέσεως αὐτὴν λύει.

`23.68b`

ἀντιπρότασις.

`23.69`

ἴστε δήπου λύσις.

`23.70`

τοῦ μὲν ἡγουμένου κατασκευάσας μερικῶς ἐκ τῶν παραδειγμάτων λοιπὸν ἐκ τῶν καθόλου συμπεραίνει τὸν λόγον. τὸ οὖν εὐτυχεῖν προηγεῖται, ἐπειδὴ ἐκ θεῶν τις αὐτὸ κέκτηται.

`23.71`

καὶ τί δεῖ Φίλιππον λέγειν ἀποδείξας ὅτι εὐτυχία οὐ μετὰ τοῦ εὖ φρονεῖν παραγίνεται διὰ τοῦ Φιλίππου, ἵνα μή τις εἴποι «ἀλλὰ Μακεδὼν καὶ ἅμα ἡ τούτου γνώμη αἰτία τυγχάνει», διὰ τοῦτο ἐκ τῶν προσεχῶν, ἐκ τοῦ Κότυος. «μάλιστα γὰρ εἰς αὐτόν»· τινὰ γὰρ αἰχμάλωτον ἐν τῷ πότῳ εἰσήγαγεν, ἐπιθεὶς αὐτῷ τῆς Πολιάδος τοὔνομα καὶ ὑβρίζων αἰσχρῶς ὡς δὴ τοὺς Ἀθηναίους ὑβρίζων. σωφρόνως δὲ εἶπεν ὁ ῥήτωρ «εἰς αὐτὸν ὑβρίζων»· εἰς θεοὺς γὰρ ἁμαρτάνων ἑαυτὸν ἔβλαπτεν.

`23.72`

ὅτι τοίνυν ὅλως οὐδʼ ὑγιαινόντων τοῦ συμφέροντος λογισμός. τὸ γὰρ ἄδοξον καὶ ἔνδοξον εἰς τοῦτο ἀναφέρεται· διχῶς γὰρ τὸ συμφέρον, τὸ μὲν ἐκ τῶν πραγμάτων, τὸ δὲ ἐκ τῆς δόξης. τοῦτο οὖν ἐκ τῆς δόξης, ὅτι χωρὶς τοῦ βλάπτειν τὰ πράγματα καὶ τὴν ὑπόληψιν λυμαίνεται.

`23.73`

καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἡ ἀντίθεσις στοχαστική· «ἀλλʼ οὐκ ἂν ἕλοιτο ἀδικῆσαι τοὺς τιμῶντας καὶ χρυσοῖς στεφάνοις αὐτὸν στεφανώσαντας». ἀλλʼ εἰ καὶ θείημεν τὸν Χαρίδημον καὶ γεγενῆσθαι περὶ ἡμᾶς σπουδαῖον καὶ εἶναι καὶ ἔσεσθαι καὶ μηδέποτε ἄλλην γνώμην ἢ ταύτην σχήσειν, οὐδὲν μᾶλλον ἔχει ταῦτα αὐτῷ καλῶς ψηφίσασθαι.

`23.74`

ἀλλʼ ἄχρι τούτου καὶ φιλεῖν, οἶμαι εἰρηκὼς τὸ κατὰ μέρος ἐπήγαγε τὸ καθόλου· καὶ τοῖς παραδείγμασι πείσας, τῷ ἐνθυμήματι καθόλου ὄντι βεβαιοῖ τὰ λεχθέντα. ἐπειδὴ δὲ παλαιῶν πραγμάτων ἦν μνησθεὶς καὶ διὰ τὸν χρόνον ἔσβεστο ἡ μνήμη, διὰ τοῦ Φιλίππου τοῖς νεωτέροις πράγμασιν αὐτοὺς εἰς πίστιν ἄγει. «καιρὸν» δὲ τὸ μέτρον· μέτρον γὰρ τὸν καιρὸν πολλάκις λέγομεν.

`23.75`

ἀλλʼ ὡς οὐδὲ πιστὸς εἰς τὸν ἔπειτα χρόνον τὸ μέλλον στοχαστικῶς πιστοῦται. ἐπεὶ γὰρ τὸ συμφέρον ἐν τῷ μέλλοντι, ἀφανὲς δέ, διὰ τοῦτο ἐκ τῶν πραχθέντων τὴν πίστιν δίδωσιν.

`23.76`

Ἄντισσαν πόλις Λέσβου.

`23.77`

καὶ γὰρ ἐκεῖνο νομίζω λογισμὸς ἐκ τοῦ συμφέροντος.

`23.78`

ἔστι γὰρ φίλων ἀγαθῶν ἐνθυμήματι καθολικῷ τὰ λεχθέντα ἐπισφραγίζεται.

`23.79`

ὡς εἰ καὶ βάρβαρος καὶ ἄπιστος ἀντιπῖπτον λύει «ἀλλʼ οὐκ ἀδικήσει Χαρίδημον, εἰ καὶ βάρβαρος». λύει δὲ αὐτὸ ἐκ τοῦ παραδείγματος.

`23.80`

καὶ μὴν εἰ μήτε φύσει πιστὸς ὁ Κερσοβλέπτης συλλογὴ τῶν εἰρημένων. διαφέρει δὲ τῆς ἀνακεφαλαιώσεως ἡ συλλογή, ὅτι ἡ μὲν ἀνακεφαλαίωσις πάντων τῶν ἐπικαίρων ἔχει τὴν ὑπόμνησιν, ἡ δὲ συλλογὴ τῶν ἀρτίως λεχθέντων μόνον.

`23.81`

ὅτι τοίνυν ἄνευ διττὸν τὸ συμφέρον, τό τε ἐν πράξεσι καὶ τὸ ἐν δόξῃ.

`23.82`

ὅτι πάντες οἱ ξεναγοῦντες ξενικὰ στρατεύματα ἔχοντες. πάντως δὲ τῷ καθολικῷ παραδείγματι κέχρηται, ἵνα μὴ ὡς ἐχθρὸς ὢν αὐτοῦ δόξῃ διαβάλλειν αὐτόν.

`23.83`

ἄρχειν ζητοῦσιν ἵνα καὶ φοβήσῃ τοὺς ἄρχοντας, ὅτι ἕτεροι τὴν ἡγεμονίαν ἁρπάσαι φαντάζονται.

`23.84`

πῶς γὰρ οὐκ αἰσχρὸν ἐπιχείρημα ἐκ τοῦ ἐλάττονος. «εἰ γὰρ» φησί «κατηγορεῖς τῶν ἐλάττω πλημμελούντων, πῶς μείζονα αὐτὸς ἐτάζων οὐκ εἶ μεμπτότερος;»

`23.85`

καὶ γεγονός τι πρᾶγμα τοῦτο ἐκ τῆς τοῦ ὁμοίου παραθέσεως.

`23.86a`

βούλομαι τοίνυν ἤδη τοῦ δικαίου μέρος αἱ πράξεις, ὅπερ μετὰ τὸ νόμιμον καὶ τὰ ἔθη τάξαι δέον· ἀλλʼ ἐπειδὴ ᾔδει τὸ τοῦ Χαριδήμου πρόσωπον ἐπὶ τὸ βέλτιον ὑπειλημμένον, τὸ συμφέρον προτάξας ἀνάγκην εἶναι δεῖν ἐπέθηκε καὶ τούτων ἀκούειν ἀνέχεσθαι· πρὸ γὰρ τοῦ συμφέροντος ἀπίθανος ἂν ἦν κατὰ τοῦ Χαριδήμου λέγων.

`23.86b`

βούλομαι ... ἤδη ἐξέτασις λοιπὸν τοῦ δικαίου. διὰ τί δὲ ἐν τῷ τέλει ἔταξεν αὐτό; λέγομεν ὅτι, ἐπειδὴ ὑπείληπτο ὡς εὔνους, βουλόμενος λύειν ταύτην τὴν ὑπόνοιαν, ἵνα ὁ ἀκροατὴς ἀνιστάμενος μὴ ἐπιλάθηται ὧν ἀρτίως ἤκουσεν. εἰ γὰρ ἐξ ἀρχῆς ἦν γιγνόμενον, οὐκ ἂν ὁμοίως ὑπὸ τῶν δικαστῶν ἠκούετο, ἐναντιουμένων αὐτῶν τῇ γνώμῃ, ὡς οὐκ ὢν τοιοῦτος οἷος νομίζεται. ἀλλʼ ἐνδέδωκεν αὐτοῖς καὶ πείσας ἐν τοῖς πρώτοις εὐμαρέστερον τούτου δέξασθαι πεποίηκε τὴν ἐξέτασιν. ἤρξατο μὲν οὖν ἐκ προοιμίου. τίθησι δʼ εὐθὺς ἀνθυποφορὰν πρὸ τοῦ κεφαλαίου ὑπιδόμενος αὐτοῦ τὸ ἀπίθανον· «ἀλλʼ εἰ τοιοῦτος ἦν, οὐκ ἂν πολίτην αὐτὸν ἐποιησάμεθα, οὐδʼ ἂν χρυσῷ στεφάνῳ ἐστεφανώσαμεν». ἔθος δὲ τῷ Δημοσθένει μετὰ τὴν εἴσοδον τῶν κεφαλαίων τιθέναι ἀντιθέσεις, ὡς κἀνταῦθα πεποίηκεν, ἵνα ἀκολούθως μετὰ τὴν ἐπαγγελίαν τοῦ δείξειν αὐτὸν πονηρὸν ἀντιπέσοι· «πῶς οὖν ἔλαθε τοιοῦτος ὤν, ἡνίκα ἐστεφανοῦτο καὶ ἐπῃνεῖτο καὶ πολιτείας ἐτύγχανε;» καὶ ἡ λύσις μεταστατική· «διὰ τοὺς παρʼ ἡμῖν ῥήτορας». ὑπτιότητος δὲ περιπιπτούσης ἐν τοῖς διηγήμασι διὰ τὸ περὶ πάλαι γεγονότων ἀδικημάτων λέγειν, ἵνα μὴ τὸν λόγον ἱστορικὸν ἐργάσηται, τοῖς σχήμασι καὶ ταῖς τομαῖς, ταῖς τε ἐξαλλαγαῖς καὶ ταῖς ἀποστάσεσι καὶ ταῖς παραλείψεσι, παραμυθεῖται τὸ ὕπτιον. πανταχοῦ δὲ συμπλέκει τὰ πρόσωπα, τό τε τοῦ Χαριδήμου καὶ τοῦ Κερσοβλέπτου, ἵνα γένηται πίστις τῆς διαβολῆς· τὸ ἕτερον τοῦ ἑτέρου συστατικόν, τοῦ μὲν Χαριδήμου Κερσοβλέπτης, τοῦ δὲ Κερσοβλέπτου Χαρίδημος· καὶ Χαρίδημος μὲν ὅτι, ὡς Ἀθηναίων εἷς ὤν, «οἰκεῖος ἦν καὶ εὔνους ἐκείνῳ καὶ τῆς παρανοίας τῆς Κερσοβλέπτου προσθήκη», Κερσοβλέπτης δὲ ὅτι «πονηρὸς καὶ βάρβαρος καὶ τὸ σύμπαν πλεονέκτης καὶ τύραννος».

`23.87`

εἰ τὰ τηλικαῦτα οὕτως ἐξηπάτησθε ἀκόλουθον ἦν εἰπεῖν ὅτι «δείξω οὐκ ὄντα εὔνουν εἰς ὑμᾶς αὐτόν, ἀλλʼ ἐξαπατηθέντες ὑμεῖς ἐνομίσατε αὐτὸν τοιοῦτον». ἐπειδήπερ οὖν τραχὺ τὸ λέγειν «ἐξηπάτησθε», καὶ αὐτὸς λοιπὸν ἐπιβεβαιῶν τὸ λεγόμενον «εἰκότως» φησίν «ἐξηπάτησθε». ἐπιτιμήσας δὲ λύει τὴν αἰτίαν λέγων τῆς ἀπάτης· προθεραπεία δὲ τοῦ δικαίου.

`23.88`

ὅσα μὲν δὴ στρατιώτης ἀρχὴ τοῦ δικαίου.

`23.89`

ὃν ἀκριβῶς ᾔδει ἵνα γὰρ μὴ ἀντείπῃ «ἀλλὰ πρὸς φίλον ηὐτομόλησεν», ὁ δὲ καὶ «ἐχθρὸν» προσέθηκε.

`23.90`

πολλαχόσε ἄλλοσε μισθῶσαι ἵνα μὴ ἀντιπέσῃ ὅτι «δικαίως πρὸς τοῦτον ἑαυτὸν ἐμίσθωσεν· οὐ γὰρ ἧκεν ἀλλαχοῦ, χρείαν δὲ εἶχεν ὁ στρατηγὸς χρημάτων», διὰ τοῦτο εἶπεν «ἐνῆν ἀλλαχοῦ μισθοῦν, ἀλλʼ οὐκ ἠβουλήθη».

`23.91`

μᾶλλον δʼ οὐχὶ πρὸς ὑμᾶς ἵνα δόξῃ ἀποσχεδιάζειν καὶ μὴ κακουργεῖν, ὑποκρίνεται ἄγνοιαν. δέον γὰρ εἰπεῖν «ἔπεμψε πρὸς τὸν δεῖνα», ὁ δὲ εἶπε «πρὸς ὑμᾶς», ἵνα αὐτοὺς ἐπιλάβηται. τῇ γὰρ ἀληθείᾳ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς Κηφισόδοτον τὴν ἐπιστολὴν ἔπεμψεν. οὗτος δὲ ἦν στρατηγὸς Ἀθηναίων, ἐχθρὸς δὲ Ἰφικράτους καὶ Κότυος.

`23.92`

ὡς ὑμῖν ἀπʼ ἀρχῆς κέχρηται ἐπειδὴ γὰρ πολλάκις διὰ χρείαν τινὲς καὶ οἷς οὐ βούλονται ἐναντιοῦνται καὶ ποσῶς ἔχει τὸ τοιοῦτον συγγνώμην, λέγει «ἐξ ἀρχῆς καὶ μέχρι νῦν κακόνους».

`23.93`

ὀλιγωρήσας τῶν ὅρκων πλήττει τοὺς Ἀθηναίους λέγων «εἰ τῶν θεῶν κατεφρόνησε, πόσῳ μᾶλλον ὑμῶν τῶν φίλων;»

`23.94`

εἴτʼ αὐτὸς συνιείς ποιήσας ὃ ἐβούλετο συντρέχει, ἵνα μὴ φιλονεικῶν οἴηται μωρίᾳ τοῦτο ποιεῖν· σιωπᾷ δέ, ἵνα μὴ τραχύτερος εἶναι δοκῇ.

`23.95`

ἐκ γὰρ Ἀβύδου Σηστός.

`23.96`

τὸ πρῶτον ἠδίκει Κηφισόδοτον συλλογὴ τῶν εἰρημένων ἄνω καὶ κάτω· διὰ γὰρ τῶν δύο ἀρχῶν καὶ τὸ μέσον συμπεριλαμβάνεται. δηλοῖ δὲ καὶ τὸ πανταχοῦ.

`23.97`

τῷ τόπῳ τῆς Εὐβοίας ὥσπερ καταντικρὺ τῆς Βοιωτίας νῆσος τυγχάνει καὶ χρησιμεύει πρὸς τὴν κτῆσιν τῆς Βοιωτίας τῷ βουλομένῳ ὑφʼ ἑαυτὸν ἔχειν αὐτήν — εἰσὶ γὰρ καταντιπέραν ἀλλήλων ἡ μὲν νῆσος, ἡ δὲ ἤπειρος —, οὕτω καὶ τῷ βουλομένῳ Χερρόνησον ἔχειν ἡ Καρδιανῶν πόλις λυσιτελεῖ· διὰ γὰρ αὐτῆς ἀπὸ τῆς Θρᾴκης βαδίζειν ἔστιν ἐπὶ τὴν Χερρόνησον· ἡ δὲ ἔκφρασις ἐξ ὁμοίου παραθέσεως καὶ ἀπὸ γνωρίμου τόπου τὸ ἄγνωστον.

`23.98`

ἔστι τοίνυν τις αὐτοῖς τοιοῦτος λόγος ἀντιπῖπτον ἀπὸ τοῦ συμφέροντος. μετέβη γὰρ πάλιν ἐφʼ ἑτέραν ἀντίθεσιν· πάλιν δὲ κἀνταῦθα συζυγίαν τῶν προσώπων ποιεῖται. μέγα γὰρ αὐτῷ συμβάλλεται πρὸς σύστασιν τῶν οἰκείων λογισμῶν ἡ ἀθρόα τῶν προσώπων παράληψις. γίνεται γὰρ τοῦ ἑτέρου τὸ ἕτερον ἐλεγκτικόν. ἐγκατάσκευος δὲ ἡ ἀντίθεσις, ἵνα ἐκ τῆς κατασκευῆς τὴν λύσιν λάβῃ. περὶ γὰρ συμμαχίας καὶ βοηθείας ἡ κατασκευή· λόγος δὲ αὐτοῦ ἀντίρρησις.

`23.99`

ἐγὼ δʼ ἡγοῦμαι τοῦτον τὸν λόγον ἐκ διαφορᾶς ἡ λύσις κατὰ ἀντιπαράστασιν. λέγει γὰρ «ἐκινδύνευσεν ὁ Κερσοβλέπτης καὶ Χαρίδημος πολεμίων ἐπιόντων· εἶτα ἐγράφετε βοήθειαν αὐτῷ· ἐγὼ δὲ ἐκώλυον ἀναλογιζόμενος καὶ φέρων εἰς μέσον ὅσα ἡμᾶς ἠδίκησεν». εὔκαιρον ἂν ἦν ἀπολογούμενον φάσκειν ὡς οὐ δεῖ μνησικακεῖν. «τινὲς δὲ τοιούτου μὲν μηδενὸς ὄντος κινδύνου, βουλόμενοι δὲ μείζω ποιῆσαι, αὐξῆσαι δὲ αὐτὸν σπουδάζοντες, ἄδειαν καὶ ἐξουσίαν τοῦ πράττειν τοῖς ἐκείνου στρατηγοῖς παρʼ ὑμῶν πραγματεύονται.» τὸ δὲ πληθυντικῶς εἰπεῖν «τοὺς ἐκείνου στρατηγούς», καίτοι γε ἑνὸς ὄντος τοῦ Χαριδήμου, χαλεπὴν ἐμποιεῖ τὴν ὑπόνοιαν.

`23.100`

ὁ μὲν ἕνεκα τοῦ κακόν τι ποιεῖν ὁρίζεται λοιπὸν «τί ἐστι τὸ μνησικακεῖν» καὶ φησὶν ὅτι ὁ ἐρωτῶν τὰ τινὸς ἀδικήματα, ὥστε τι βλάπτειν καὶ ἀμύνεσθαι αὐτόν, μνησικακεῖ, ὁ δὲ μνημονεύων οὐκ ἐπὶ τῷ κακοποιεῖν, ἀλλʼ ἐπὶ τῷ φυλάξασθαι τὴν ὁμοίαν πεῖραν, σωφρονεῖ.

`23.101`

ἴσως τοίνυν καὶ τοιαύτην τινὰ ἐροῦσιν ὑπόνοιαν ἀντίθεσις πάλιν ἀπὸ τοῦ συμφέροντος, ἐχομένη τῆς προτέρας ἀντιθέσεως. ἐπῆκται δὲ τοῦτον τὸν τρόπον. ἄνω γὰρ εἰπὼν ὡς «οὐ δεῖ μνησικακεῖν, εἰ καί ποτε ἠδίκησε», νῦν προστίθησιν ὅτι «καὶ ἄλλως εὖ ποιεῖν ὑμᾶς νυνὶ προῄρηται». ἵνα δὲ μὴ τῷ τῆς εὐποιίας δελεασθῶσιν οἱ ἀκούοντες τοῖς ὀνόμασι καὶ ταῖς λέξεσιν, ὅρα πῶς διαβέβληκεν αὐτά. πρῶτον μὲν «ἴσως» εἰπὼν καὶ διστάζοντα ποιήσας, εἶτα καὶ «ὑπόνοιαν», οὐ πιστὸν φήσας εἶναι τὸ πρᾶγμα· καὶ τὸ «ὡρμηκότα» δὲ ἄλογον καὶ εὐμετακίνητον γνώμην ἐμφαίνει. οἱ γὰρ μὴ κρίναντες καὶ μελετήσαντες, ἀλλʼ ἐκ προπετείας ὁρμήσαντες, ἀθρόως καὶ μεταβάλλονται. οὐ μὴν ἀλλὰ καὶ τοῦ βουλομένου τι ποιεῖν ἀγαθὸν συνέστειλε τὴν ἐλπίδα· οὐ γὰρ εἶπεν «ἀγαθὰ πολλά», ἀλλὰ «τι ἀγαθόν».

`23.102`

ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, θεάσασθε καλῶς αὐτοὺς εἰς κοινωνίαν ἄγει τῶν λογισμῶν καὶ οὐκ αὐτὸς ἰδίᾳ τὰ δοκοῦντα ἀποφαίνεται. ἀνυστικώτερον μὲν γὰρ τοῦτο, φιλονεικότερον δέ.

`23.103`

ἐπειδὴ δὲ καὶ φενακίζων ἐκ τοῦ ἐναντίου λοιπόν. εἰ γὰρ καὶ μεγάλα ἐπιδείξεται ἀγαθά, οὐδʼ οὕτως ἐπιορκητέον· πόσῳ γε μᾶλλον ἀπατῶντι καὶ μηδὲν ἀληθὲς πράττοντι ἢ λέγοντι μὴ προσεκτέον. ὠφελήσει γὰρ τὸ καταψηφίζεσθαι οὕτως· ἢ γὰρ ἀποστήσεται τοῦ ἀπατᾶν, μαθὼν ὡς λαθεῖν οὐ δυνήσεται, ἢ τῇ ἀληθείᾳ πρὸς ὑμᾶς οἰκείως ἂν διατεθείη.

`23.104`

ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι πλείστην οἰκειότητα ἔχει πρὸς τὴν ὑπόθεσιν ἡ παρέκβασις, τοῖς παραδείγμασι τοῖς ἐπὶ τῶν προγόνων χρωμένη. διδάσκει γὰρ μὴ δεῖν τοσαύτας παρέχειν δωρεὰς «καὶ ὅσοι πολῖται τύχοιεν ὄντες καὶ ὅσοι ξένοι», ἵνα ἐξ ἀμφοτέρων δείξῃ τὸ μὴ δοῦναι καλόν. ἐν οἵᾳ γὰρ αὐτὸν μερίδι τάξεις, ἁμαρτάνεις διδούς.

`23.105`

πρῶτον μὲν τοίνυν ἐκεῖνοι Θεμιστοκλέα προέταξε τὸ τῶν πολιτῶν ἀναγκαίως μέρος καὶ τάγμα ὡς προτιμότερον.

`23.106`

οὐκ ἄρα τοῖς ἑαυτοὺς ἀγαθόν τι ποιοῦσιν ἵνα μή τις ὑπολάβοι λέγειν αὐτὸν ἀχαρίστους εἶναι τοὺς προγόνους, θαρσῶν ἀπαντᾷ· εἶτα κρατύνει τῇ κατασκευῇ τὸ ῥηθὲν καὶ φοβούμενος τοὺς ἀπιστοῦντας ἐφέλκεται εἰς συγκατάθεσιν εἰπὼν «σωφρονοῦσιν ἀνθρώποις» καὶ πρὸς ἀλήθειαν βελτίοσιν οὖσι ταῦτα ἀρέσκειν μᾶλλον ἢ χαλκῆν εἰκόνα καὶ τὰς λοιπὰς δωρεάς.

`23.107`

τὰς δὲ τῶν ξένων πῶς πληρώσας τὸ περὶ τῶν πολιτῶν μέρος καὶ δείξας ἐν αὐτῷ πολλὴν οὖσαν τῶν νῦν πρὸς τὰ παλαιὰ διαφορὰν ἐπάγει τοὺς ξένους.

`23.108`

Ἀριοβαρζάνην ἐκεῖνον τὴν πίστιν τῶν εἰρημένων ἐκ παραδειγμάτων ἔδειξεν. Ἀριοβαρζάνην τὸν Πέρσην τιμήσαντες οὐκ ἔστησαν μέχρι τούτου τὴν χάριν, ἀλλὰ καὶ Φιλίσκον καὶ Ἀγαυόν. ἀπορῶν δὲ πρᾶξιν ἄτοπον εἰπεῖν αὐτῶν, ἀπὸ τῆς γνώμης διαβέβληκε «μισαθηναιοτάτους» εἰπών.

`23.109`

πάλιν Τιμοθέου ἑτέρα παραδείγματος ἀπόδειξις, ὅτι διʼ αὐτὸν τετίμηται Φρασιηρίδης καὶ Πολυσθένης, ὧν ἡ διαβολὴ καὶ ἀπὸ τύχης — «οὐδὲ ἐλευθέρους» — καὶ ἀπὸ τρόπου — «ὀλεθρίους».

`23.110`

ἀλλὰ καὶ τοῦτʼ ἐξελήλυθεν ἐκ τῆς πόλεως σφόδρα ἐμφαντικῶς εἶπεν, οἱονεὶ «ἀπεδήμησε καὶ κατέλειψε τὴν πόλιν»· λέγω δὲ τοὺς ἁμαρτάνοντας κολάζειν· εἶτα πάλιν παράθεσις καὶ περὶ τούτου τῶν προγόνων, ὡς καὶ περὶ τοῦ τιμᾶν ἐποίησεν ἀνωτέρω.

`23.111`

ἐπιχειροῦσι ἐπιχειρῶ, δοτικῇ.

`23.112`

καίτοι πηλίκον τί ποτʼ ἂν στενάξαιεν ἐντεῦθεν λοιπὸν οἰκεῖος τῆς ὑποθέσεως ἐπίλογος μετὰ βαρύτητος καὶ σφοδρότητος ἐν τύπῳ ἐλεεινολογίας.

`23.113`

ἀλλʼ οὐ τοῦτʼ ἐστὶ τὸ δεινόν τὸ σχῆμα ἐπανάληψις ἐπὶ διαβολῇ προσώπου.

`23.114`

πῶς γὰρ οὐκ αἰσχρὸν Αἰγινήτας μὲν τὸ ἐπιχείρημα ἀπὸ τῶν προσόδων καὶ τοῦ ἀδόξου.

`23.115`

ὅτι τί; ποίας ἔλαβε ναῦς; τῆς ποιότητος τοῦ Χαριδήμου διαβολή. «ποίας γὰρ ἔλαβε ναῦς» καὶ τὰ ἑξῆς. τρίτον δὲ μέρος εἴργασται τῆς ἀνακεφαλαιώσεως ἐπιλογικόν, ἐν ᾧ τῶν εἰρημένων ἐν τῷ νομίμῳ συντόμως ἀναμιμνήσκει τοὺς δικαστάς, ὥστε φέρειν εὐθὺς τὴν ψῆφον οὐκ ἐπιλελησμένους.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vky-ax`.
