---
title: "Scholia on Demosthenes: Against Androtion"
title_greek: "Σχόλια εἰς Δημοσθένη, Κατὰ Ἀνδροτίωνος"
author: Demosthenes Scholia
eul_wid: vky-aw
eul_aid: vky
canonical: "https://eulogikon.org/works/demosthenes-scholia-text-against-androtion-vky-aw"
lang: grc
period: Late Antique
dialect: Mixed Dialects
content_hash: "sha256:da8002770432c91815ad2e67522a9cff046613b598fff723d92310b521c926a8"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Demosthenes: Against Androtion

*Σχόλια εἰς Δημοσθένη, Κατὰ Ἀνδροτίωνος*

**Author:** Demosthenes Scholia

**eul_wid:** `vky-aw` · [HTML page](https://eulogikon.org/works/demosthenes-scholia-text-against-androtion-vky-aw)

## Text

Part of [Scholia on Demosthenes](/works/demosthenes-scholia-text-vky-aa)

ΚΑΤΑ ΑΝΔΡΟΤΙΩΝΟΣ

`22.1a`

Ὅπερ Εὐκτήμων ὁ λόγος μικτός ἐστιν, ἔκ τε τοῦ πραγματικοῦ καὶ τοῦ καταφορικοῦ συνειργασμένος· καὶ τὸ μὲν πραγματικὸν ἐν ταῖς μάχαις ταῖς περὶ τὸν νόμον ἔχει, τὸ δὲ καταφορικὸν ἐκ τῆς κατὰ τοῦ προσώπου κατηγορίας. ἵνα δὲ μὴ δόξῃ μόνος ὡς φιλοπράγμων κατηγορεῖν Διόδωρος, δείκνυσιν ὡς καὶ ἄλλον ἠδίκηκεν· προείρηκεν γὰρ Εὐκτήμων, καὶ ἔστι δευτερολογία τοῦ Διοδώρου ὁ λόγος, τῇ ἐξαγγελίᾳ καὶ τῇ τῶν ὀνομάτων συνθέσει σφόδρα εὔρυθμος ὢν ἅτε πρὸς Ἰσοκρατικὸν ἄνδρα συγκείμενος· πολλὰς γοῦν παρισώσεις καὶ ὁμοιοκαταλήξεις καὶ ὁμοιοτέλευτα παρέσπαρται· ἔχει δὲ προοίμιον ἐκ κατασκευῆς εἰλημμένον· μέλλων γὰρ καταφορᾷ χρῆσθαι καὶ ἐν τοῖς πραγματικοῖς καὶ ἐν τοῖς ἐξαγωνίοις προκατασκευάζει συγγνώμην αὐτῷ διὰ τοῦ προοιμίου ὥσπερ παραιτούμενος τὸν ἀκροατήν, εἰ μηδενὸς τῶν ἀπορρήτων φείσαιτο κατʼ ἀνδρὸς δεινὰ καὶ χαλεπὰ σκευωρησαμένου, ἵνʼ ὁ ἀκούων συγγνώμης ἄξια καὶ τὰ τῆς καταφορᾶς ὑπολάβοι, μειζόνων ὄντων ἐφʼ οἷς ἀλγεῖν ὁ λέγων δοκεῖ. διαιρεῖται τοίνυν κατὰ τὴν πρώτην τομὴν ἡ ἐργασία πᾶσα τοῦ λόγου εἴς τε τὸ πραγματικὸν καὶ τὸ ἐξαγώνιον, καὶ τὸ μὲν πραγματικὸν ἔχει τὸ νόμιμον διχῇ διῃρημένον, εἴς τε τὸ πρᾶγμα καὶ εἰς τὸ πρόσωπον· τὸ δὲ ἐξαγώνιον διμερές ἐστι· διῄρηται γὰρ εἴς τε τὸν περὶ τῆς εἰσπράξεως λόγον καὶ εἰς τὸν περὶ τῆς ἀναιρέσεως τῶν στεφάνων καὶ κατασκευῆς τῶν πομπείων. ὁ τοίνυν Δημοσθένης ἤτοι Διόδωρος ὁ τὸν λόγον ἐξειληφὼς ἰσχυρίζεται μὲν νόμοις τοῖς περὶ τὸ πρᾶγμα δύο, ἑνὶ μὲν τῷ προστάττοντι μηδαμῶς ἐξεῖναι στεφανοῦσθαι τὴν βουλήν, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, ἑτέρῳ δὲ τῷ κελεύοντι μηδὲν ἀπροβούλευτον ἐξεῖναι ἀναγνωσθῆναι τῷ δήμῳ ψήφισμα. ὁ δὲ Ἀνδροτίων ἰσχυρίζεται πρὸς ἀμφοτέρους τούτους ἔθει καὶ νόμῳ· νόμῳ μὲν πρὸς τὸν περὶ τῶν τριήρων νόμον, ἔθει δὲ πρὸς τὸ ἀπροβούλευτον· Δημοσθένους γὰρ φάσκοντος μηδαμῶς ἐξεῖναι εἰσφέρειν εἰς τὸν δῆμον ψήφισμα εἰ μὴ τῆς αὐτὸ προαναγνούσης βουλῆς καὶ τοῦτο καθόλου προτείναντος, Ἀνδροτίων λύει παρεχόμενος ἔθος ἴδιον περὶ τῶν στεφάνων τῶν διδομένων ταῖς βουλαῖς κεκρατηκός, καθʼ ὅ φησι κρατεῖσθαι τὸν δῆμον περὶ τοῦ στεφάνου τῆς βουλῆς καὶ γραφῆναι παραχρῆμα ἐν τῷ δήμῳ τὸ ψήφισμα. καὶ τοῦτο μὲν ἕν τι τῶν ζητημάτων ἐστίν, τὸ δὲ δεύτερον τοιοῦτον· Δημοσθένους παρεχομένου νόμον τὸν κελεύοντα μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτεῖν, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, Ἀνδροτίων πειρᾶται λύειν τὸν νόμον τοῦτον κατὰ ἀντινομίαν, παρεχόμενος ἕτερον νόμον τὸν κελεύοντα «ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶς, διδόναι τὸν δῆμον τὴν δωρεὰν αὐτῇ». τοῦτον δὲ τὸν τρόπον ἀντικεῖσθαι δυναμένου τοῦ παρʼ Ἀνδροτίωνος, ταράττων ὁ Δημοσθένης καὶ συγχέων ἐξεπίτηδες τὴν τάξιν, ἵνα τῷ τῆς ταραχῆς ἀσαφεῖ τὸν δικαστὴν παρακρούσηται, οὐκ ἄντικρυς εἰσάγει τὴν ἀκόλουθον τῶν νόμων μάχην, ἀλλʼ ἐναλλάττει τοὺς καιροὺς καὶ τὰς χρήσεις. Ἔτι τοίνυν εἰσὶν ἕτεροι δύο νόμοι, οἳ περὶ τὸ πρόσωπον μέν εἰσι, τὴν δὲ ἐξέτασιν δευτέραν ἔχουσιν. τούτων δὲ εἷς μὲν ὁ περὶ τῆς ἑταιρήσεως, ἕτερος δὲ ὁ περὶ τῶν ὀφλημάτων, παραγραφικὴν ἔχοντες δύναμιν· καθʼ ἑκάτερον γὰρ αὐτῶν ἀξιοῖ παραγράφεσθαι Διόδωρος Ἀνδροτίωνα ὡς μὴ ἐξὸν λέγειν αὐτῷ· τούτοις ἀντιτίθησι μεταληπτικῶς ἑτέρους ὁμοίως Ἀνδροτίων νόμους δύο, τῷ μὲν περὶ τῆς ἑταιρήσεως τὸν κελεύοντα ἐπὶ τῶν θεσμοθετῶν περὶ τῶν τοιούτων κατηγορεῖν, τῷ δὲ περὶ τῶν ὀφλημάτων τὸν προστάττοντα δεῖν ἐνδεικνύναι τοὺς βουλομένους κατηγορεῖν τινος ὡς ὀφείλοντος τῷ δημοσίῳ· ἔνδειξις γὰρ κατηγορίας ἐστὶν ὄνομα κατὰ πλειόνων μέν, μάλιστα δὲ κατὰ τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ πολιτεύεσθαι τολμώντων· ὡς τὰς μὲν προτάσεις τὰς παρὰ Δημοσθένους εἶναι παραγραφικάς, τὰς δὲ παρʼ Ἀνδροτίωνος ἀντιπροτάσεις μεταληπτικάς.

`22.1b`

ἡ στάσις τοῦ λόγου πραγματική· πᾶσα γὰρ κατηγορία νόμου ἢ ψηφίσματος ἤ τινος ἐγγράφου περὶ μέλλοντος ἔχουσα τὴν σκέψιν πραγματικὴν ποιεῖται τὴν στάσιν. βουλὴ οὖν ἐστιν ἐνταῦθα περὶ ἐκείνου τοῦ ψηφίσματος «τί ἄρα ἐκβήσεται ἐξ αὐτοῦ ὕστερον εἴτε ἀγαθὸν εἴτε καὶ ἄλλως;» ἔστι δὲ ὁ λόγος δευτερολογία· ὁ γὰρ Εὐκτήμων εἶπε πρῶτος, ἐν δευτέρῳ ὁ Διόδωρος λέγει. ὅθεν οὔτε προοίμιον ἔχει ὁ λόγος οὔτε διήγησιν διὰ τοιαύτην αἰτίαν, ἐπειδήπερ ἀεὶ τὸ προοίμιον ἕνεκα θεραπείας τῶν ἀκροατῶν λέγεται, ἡ δὲ διήγησις ἕνεκα τοῦ διδάξαι τοὺς ἀκούοντας, πῶς ἔχει τὸ τῆς ὑποθέσεως. τοῦ οὖν πρώτου λέγοντος ἤδη καὶ θεραπεύσαντος τοὺς ἀκροατὰς διὰ τῶν προοιμίων καὶ διδάξαντος τὸ πρᾶγμα διὰ τῆς καταστάσεως, περιττόν ἐστιν ἔτι τὸν δεύτερον λέγοντα αὐτὰ πάλιν εἰπεῖν. ἰστέον δὲ ὅτι δύο τρόποι εἰσὶ δευτερολογίας, ὅ τε ἐπὶ τῶν ἰδιωτικῶν ἀγώνων καὶ ὁ ἐπὶ τῶν δημοσίων. γίνεται δὲ ἑκάτερος οὕτως· ἐπὶ μὲν τῶν ἰδιωτικῶν ὁ εἷς κατηγορεῖ τῶν διωκόντων, εἶτα ὁ φεύγων ἀπολογεῖται, εἶτα πάλιν ὁ ἕτερος κατήγορος κατηγορεῖ, εἶτα ὁ φεύγων πάλιν ἀπολογεῖται καὶ πρὸς τοῦτον· ἐπὶ δὲ τῶν δημοσίων οἱ δύο ἐφεξῆς κατηγόρουν, εἶτα ὁ φεύγων πρὸς τὴν τῶν δύο κατηγορίαν ἀπελογεῖτο.

`22.1c`

ἡ στάσις πραγματική.

`22.1d`

ὅτι οὗτος ὁ λόγος μετὰ τοὺς Φιλιππικοὺς δεύτερός ἐστι τῶν δημοσίων.

`22.1e`

ὁμολογεῖ δὲ τὴν ἔχθραν ὁ κατηγορῶν ὡς προαδικηθεὶς τῇ κατηγορίᾳ ἀμυνόμενος.

`22.1f`

ὅπερ Εὐκτήμων ἵνα δὲ μὴ δόξῃ μόνος ὡς φιλοπράγμων κατηγορεῖν, δείκνυσιν ὡς καὶ ἄλλον ἠδίκηκε· προείρηκε γὰρ Εὐκτήμων, καὶ ἔστι δευτερολογία τοῦ Διοδώρου ὁ λόγος· ὅθεν καὶ ἡ κατάστασις ἐπιλέλοιπεν.

`22.1g`

κατὰ παράθεσιν δὲ προῆκται τὸ προοίμιον, ὅθεν ἐγένετο καὶ μακρότερον. συγκρίνει γὰρ τοῖς γενομένοις κατʼ Εὐκτήμονος, ἅπερ αὐτὸς ἠδίκηται.

`22.1h`

ἐνόμισάν τινες τοῦτο εἶναι προοίμιον· οὐκ ἔστι δὲ διʼ ἣν προείπαμεν αἰτίαν, ἀλλὰ προοιμιαστικῆς ἐννοίας, ἵνα μὴ ὥσπερ ἀποτόμως καὶ κατʼ ἄκρας εὐθὺς εἰσβάλῃ εἰς τὰ κεφάλαια καὶ τοὺς ἀγῶνας.

`22.2`

ἐὰν ἆρα οἷός τε ὦ μεστὴ ἤθους ἡ πρότασις· οὐ γὰρ εἶπε «θαρρῶ πάντως δίκην αὐτὸν εἰσπράξασθαι», ἀλλὰ «πειράσομαι, ἐὰν ἄρα οἷός τε ὦ».

`22.3a`

συμβέβηκε δέ, πολλὰ τοῦτο ἐνόμισάν τινες εἶναι διήγησιν· οὐκ ἔστι δέ, ἀλλʼ ὥσπερ παραδιηγηματικόν.

`22.3b`

συμβέβηκε ... πολλὰ εἰδέναι δὲ χρὴ ὅτι ἐν οἷς μὲν ἂν ἐγχωρῇ λανθάνειν, ἀρνησόμεθα τὸ διʼ ἔχθραν κατηγορεῖν· ἐν οἷς δὲ ἐπίδηλος ἡ δυσμένεια, τὸ ὁμολογεῖν πιθανώτερον, ἵνα μὴ ἁλῶμεν ἐν τοῖς φανεροῖς οὕτω ψευδόμενοι.

`22.3c`

λέγει οὖν «νομοθέτης μοι γέγονεν Εὐκτήμων· πείθομαι τῇ γνώμῃ· ζηλῶ τὸν διδάσκαλον».

`22.4a`

οὗτος μέν γε εἰς χρήματα ἐπειδὴ ὁ κλέπτων τὰ κοινὰ εἰς χρημάτων ζημίαν βλάπτεται καὶ τῆς οὐσίας ἐκπίπτει, διὰ τοῦτο οὕτως εἴρηκε «καὶ τὸ παρʼ ὑμῖν ἀδίκως ἐκπεσεῖν», ὅτι ἐκβέβληται τῆς ἀρχῆς καὶ τῆς ἀπαιτήσεως τῶν εἰσφορῶν· διὸ καὶ εἶπεν «ἀδίκως».

`22.4b`

καὶ φησὶν «οὗτος μὲν γὰρ εἰς χρήματα ἐπεβουλεύθη».

`22.5`

οὐδὲ εἷς οὐδὲ τῶν φίλων δηλονότι.

`22.6`

εἰ τὰ κατασκευασθέντα δείκνυσι τὴν συκοφαντίαν ἡ λέξις· κατασκευάζει γάρ τις τὰ μὴ ὄντα.

`22.7`

ἃ καὶ λέγειν ἂν ὅρα τὴν μέθοδον τοῦ «ἃ καὶ λέγειν ἄν». διʼ ὧν γὰρ ὀκνεῖ καὶ παραιτεῖται λέγειν, διὰ τούτων ὡς καθαρὸς ὑπάρχει βοᾷ. τὸ δὲ «πατέρα» καὶ τὰ ἑξῆς κατὰ μέρος δεῖ προφέρειν, ἵνα ἐμφαίνῃ τὴν ἀτοπίαν. τό τε γὰρ «ἐγὼ» καὶ τὸ «ἐμαυτοῦ» μάλιστα πολὺ σημαίνει τὸ σέβας· «οὐδὲ ἄλλου μὲν πατέρα τολμῶντος ἀποκτεῖναι τὸν ἐμαυτοῦ, πῶς ἂν ἄρα ἐμίσουν;» ἔχει γὰρ πολλὴν ἐπίτασιν τῆς αἰδοῦς.

`22.8`

καὶ κατασκευάσας ἀσεβείας τὸ μὲν «κατασκευάσας» ὕποπτον καὶ ὅμοιον τῷ προτέρῳ· τὸ δὲ περὶ τῆς ἀσεβείας τῆς εἰς τοὺς κατοιχομένους τοιοῦτον ἦν· οὐκ ἐδύνατο Ἀνδροτίων φόνου κατηγορίαν κατὰ τοῦ Διοδώρου ποιήσασθαι μὴ ὢν τοῦ πεφονευμένου συγγενής. αὐτοῖς γὰρ μόνοις ἐπιτρέπουσιν οἱ νόμοι. γράφεται οὖν τὸν ἀδελφὸν τοῦ ἀνῃρημένου θεῖον ὄντα τοῦ Διοδώρου ἀσεβείας, ὅτι συνδιατρίβει αὐτῷ διεφθαρκότι τὸν πατέρα, δέον ἐπεξελθεῖν ὑπὲρ ἀδελφοῦ τεθνηκότος.

`22.9`

ὃν εἰ συνέβη ὡς πολλῶν καὶ τοιούτων ἐν τοῖς δικαστηρίοις πιστευομένων, κἂν μὴ ᾖ ἀληθῆ.

`22.10`

οὐκ ἔστιν αὐτὸς δὲ ἐπικρίνει διὰ τοῦ «οὐκ ἔστιν» ὡς ἀποδεχόμενος τὰς πόλεις, εἰ μὴ δέξαιντο.

`22.11a`

ἐγὼ τοίνυν ἐπειδὴ ἁλόντος τοῦ θείου καὶ αὐτὸς ἔμελλεν ἔνοχος ἔσεσθαι, οὕτως εἴρηκε τὸ «ἐγὼ ἐκινδύνευον» ἢ ὅτι συνεπόνει τῷ θείῳ γέροντί τε ὄντι καὶ δεομένῳ συνηγόρου.

`22.11b`

ἐγὼ τοίνυν ἔμφασιν ἔχει τοῦτο, οἷον «ὁ ἰδιώτης καὶ ἄπειρος περιγέγονα τῷ δικαίῳ τοῦ τεχνίτου τούτου».

`22.12`

παρὰ μικρὸν σημειωτέον τὴν λέξιν, ὅτι ζήλῳ Θουκυδίδου μετερρυθμίσθη. κἀκεῖνος γὰρ εἶπεν «ἐνίκησεν παρὰ πολὺ» ἀντὶ τοῦ «κατὰ πολύ». οὕτω καὶ ἐνταῦθα ἡ «παρὰ» πρόθεσις ἀντὶ τοῦ «κατὰ» ἐστίν.

`22.13a`

τὸ πέμπτον μέρος Θεόφραστος ἐν τῷ περὶ νόμων φησὶν ὅτι «πεντακοσίων ὄντων τῶν δικαστῶν εἰ ἔλαβε τὸ πλέον μέρος τῶν ψήφων ὁ κατηγορούμενος, οὐδὲν ἔπασχε δεινόν, ἀλλʼ ἀπελύετο· εἰ δὲ ὁ κατήγορος μὴ μετέλαβε τὸ πέμπτον μέρος, ἀλλʼ οἱ πλεῖστοι τῷ φεύγοντι ἐψηφίσαντο, πρὸς τῷ ἡττηθῆναι τὴν δίκην τὸν κατήγορον καὶ ἐζημιοῦτο χιλίαις δραχμαῖς· εἰ δὲ μετέλαβε τὸ πέμπτον, ἡττᾶτο μέν, οὐ μὲν ἐζημιοῦτο.» ἐζητήθη δὲ «διὰ τί ὁ Ἀνδροτίων μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων οὐκ ἠτιμώθη, ἀλλὰ χρήματα ἔδωκε καὶ ταῦτα Λυσίου λέγοντος;» λέγομεν ὅτι ὁ ἐν τρισὶ δικαστηρίοις ἡττώμενος ἐν διαφόροις πράγμασιν οὕτως ὡς συκοφάντης ἠτιμοῦτο· ὁ δὲ ἐν ἑνί, ὥσπερ Ἀνδροτίων, ἐδίδου χιλίας, ὥς φησιν ὁ Γενέθλιος.

`22.13b`

τὸ ... μέρος οἱ μὴ μεταλαβόντες τὸ πέμπτον μέρος τῶν ψήφων κατετίθεσαν ἐπιτίμιον. Θεόφραστος ἱστορεῖ λέγων οὕτως· «Ἀθήνησιν οὖν ἐν τοῖς δημοσίοις ἀγῶσιν, ἐὰν μὴ μεταλάβῃ τις τὸ πέμπτον μέρος, χιλίας ἀποτίνει καὶ ἔτι πρόσεστί τις ἀτιμία οἷον τὸ ἐξεῖναι μήτε γράψασθαι παρανόμων μήτε φαίνειν μήτε ἐφηγεῖσθαι.»

`22.13c`

ἔθος ἦν παρὰ τοῖς Ἀθηναίοις τὰς δίκας γυμνάζεσθαι πρῶτον παρὰ διαιτηταῖς τισι πρὸ τοῦ εἰσελθεῖν εἰς τὸ δικαστήριον. τοῦτο δὲ ἐγίνετο, ἵνα μὴ συνεχῶς καθίζωσι δικαστήρια καὶ ἁπλῶς ἐνοχλῶσι τοῖς δικασταῖς. εἰ δὲ μὴ πέρας ἔσχε παρʼ ἐκείνοις, τότε εἰσῄει ἡ δίκη παρὰ τοῖς δικασταῖς. πάλιν δὲ καὶ διὰ ταύτην τὴν αἰτίαν πάντα ἐποίουν πρὸς τὸ μὴ καθίζειν δικαστήρια, ἵνα μὴ πολλὰ χρήματα ἀναλίσκειν ἡ πόλις ἀναγκάζηται. ἐλάμβανε γὰρ εἰς ἑκάστην τὴν δίκην ἀπὸ τῶν τῆς πόλεως μισθὸν ὑπὲρ τοῦ δικάσαι τριώβολον, ὡς ἔχομεν καὶ παρʼ Ἀριστοφάνει «φράτορας τριωβόλου».

`22.14`

καὶ τὸν ἄλλον χρόνον οἱονεὶ «ἀθάνατος ἔσομαι τῷ προηδικηκότι κατήγορος». διʼ ὧν δὲ σφοδρῶς ἀγανακτεῖ, διὰ τούτων τὸ μέγεθος ὧν ὑπέστη δηλοῖ. τὸ δὲ «μεθʼ ὑμῶν» οἷον «μετὰ τῶν ἠδικημένων».

`22.15`

καὶ περὶ μὲν τῶν ἰδίων ἐπειδὴ εἶπεν «ἃ παρέλιπεν Εὐκτήμων ἐρῶ», ἵνα μὴ ἀντιπέσῃ ὅτι «συνειδὼς ἄχρηστα παρέλιπεν», ἐπάγει ὅτι «ὠφέλιμά ἐστιν ὑμῖν ἀκοῦσαι».

`22.16a`

ἐγὼ γὰρ εἰ μὲν ἑώρων προοίμια καί τινες ἔννοιαι πρὸ τῶν ἀγώνων διαβάλλουσαι τὸν Ἀνδροτίωνα ὡς ἀπατᾶν θέλοντα, ἵνα μὴ δοκῇ αὐτὸς τοῦτο ποιεῖν ὃ μέμφεται, «οἶδα τὴν τέχνην, οὐκ ἀγνοῶ τὴν ἀπάτην ᾗ μέλλει χρῆσθαι· διὸ προδιδάσκω ἵνα φυλάξησθε.»

`22.16b`

ἐγὼ ... ἑώρων μετὰ τὸ προοίμιον ἄρχεται τῆς διαβολῆς τῶν Ἀνδροτίωνος λόγων. κατάστασιν γὰρ ὁ λόγος οὐκ ἔχει διὰ τὸ γνωρίζεσθαι τὴν ὑπόθεσιν τοῖς ἀκούουσιν.

`22.16c`

ἐγὼ ... ἑώρων ἄξιον δὲ ἐπισημήνασθαι περὶ τῆς διαβολῆς ταύτης, ὅτι μέλλων αὐτὸς σοφίζεσθαι τὸν ἀκροώμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος τὴν ἐναντίαν ὑπόληψιν ἐργάζεται. ἔχων γὰρ ἔνδοξον πρόσωπον καὶ γνώριμον ἐκ παιδείας τὸ ἀνταγωνιζόμενον, ἐξ αὐτοῦ λαβεῖν τὴν διαβολὴν ἐπεχείρησεν. ἀπάγων γὰρ τὸν ἀκροατὴν τῆς καθʼ ἑαυτοῦ ὑπονοίας τοῦτο ποιεῖ. τίς γὰρ οὐκ ἂν ὑπολάβοι τῶν ἀκροατῶν τὸν ἱκανώτερον εἰπεῖν μᾶλλον ἂν ἐξαπατῆσαι προελέσθαι ἢ τὸν ἄπειρον ἀγώνων καὶ λόγων;

`22.17`

ἁπλοῦν τὸ «ἁπλοῦν» τρία σημαίνει· ὡς ἐπὶ ἀριθμοῦ πρὸς ἀντιδιαστολὴν τοῦ διπλοῦ· καὶ ἁπλοῦν τὸ ἐκτὸς κακουργίας· πρὸς τούτοις σημαίνει καὶ τὸ σύντομον.

`22.18`

καὶ πάντα τὸν βίον ἐπὶ τὴν προαίρεσιν μετάγει τὴν διαβολὴν ἀποστήσας τῆς τέχνης. ὅλον γὰρ ἤλασε τὸν βίον εἰς τὸ κατορθῶσαι τῆς ἀπάτης τὴν τέχνην. ἔστι γὰρ καὶ οὗτος τῶν Ἰσοκράτους ἑταίρων ἐπίσημος.

`22.19a`

ἔστι γὰρ εἷς μὲν εἰσβάλλει λοιπὸν ἐντεῦθεν εἰς τοὺς ἀγῶνας καὶ τὸ νόμιμον κεφάλαιον.

`22.19b`

ἐντεῦθεν ἄρχεται τοῦ νομίμου κεφαλαίου.

`22.20a`

νόμος ἐστί, φησίν οὐχ ἡ φύσις τῶν πραγμάτων ταύτης προσδεῖται τῆς τάξεως, ἀλλʼ ἡ δεινότης τοῦ ῥήτορος τὴν οὖσαν ἰσχὺν παρεκίνησεν, ἄχρηστον ἐκ τῆς θέσεως ἀποδείξασα. οἷον «τί λέγω πρὸς τὸν ὑπὸ τοῦ Διοδώρου προτεινόμενον περὶ τῶν νεῶν νόμον; οὐκ ἐποιήσατο τὰς τριήρεις ἡ βουλή, τὴν δωρεὰν οὐ δύναται λαβεῖν.» ἀπαντᾷ ὁ Ἀνδροτίων εὐθὺς πρὸς τοῦτο, ὅτι νόμος ἐστὶν ἕτερος κελεύων «ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶς, διδόναι τὸν δῆμον τὴν χάριν», καὶ οὕτως ἔμελλεν ἰσόρροπος τῶν δύο νόμων ἡ μάχη γίγνεσθαι. διὰ τοῦτο προϋφαρπάσας ὁ ῥήτωρ ἄχρηστον τὴν μνήμην ἀπέφηνεν. ὅτι γὰρ μάτην ἐνταῦθα τέθειται καὶ διὰ τὴν εἰρημένην χρείαν, ἵνα μὴ ἀπαιτήσῃ δευτέραν ὁ ἀκροατὴς τοῦ νόμου διήγησιν, δῆλον ὅτι οὐδεμίαν ἀπάντησιν ἢ μάχην ἢ ἀντιλογίαν πεποίηται.

`22.20b`

νόμος ... φησὶν τοῦτό ἐστιν ὑφαρπάσαι τῶν ἀκροατῶν τὴν ὑπόθεσιν. τὸν γὰρ νόμον, ὃν ἂν εἰκότως ἀντέθηκεν Ἀνδροτίων τῷ παρὰ Δημοσθένους, μεταθεὶς ἀντεξετάζει πρὸς τὸ ἔθος, οὐ τῆς φύσεως τῶν πραγμάτων τοῦτο δεχομένης, ἀλλὰ τῆς τοῦ ῥήτορος βίας μετακινούσης τὴν τέχνην. ὅρα γὰρ ἐκ παραθέσεως καὶ τὸ σόφισμα. λεγέσθω δὲ ὁ παρὰ Δημοσθένους λόγος. νόμος ἐστὶν «ἐὰν μὴ ποιήσηται τὰς τριήρεις ἡ βουλή, μὴ λαμβάνειν τὸν στέφανον». οὐκοῦν τοῦτον Ἀνδροτίων λύει, ἀντιθεὶς καὶ αὐτὸς ἕτερον κελεύοντα «ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶς, διδόναι τὸν δῆμον τὴν δωρεὰν αὐτῇ». ἀλλʼ ἵνα μὴ ἰσόρροπος γένηται τῶν δύο νόμων ἡ μάχη, διὰ τοῦτο ἀναγκαίως τὴν τάξιν αὐτῶν παρεκίνησε, τὴν δεινότητα καὶ τὴν τέχνην ἀντιθεὶς τῇ τοῦ γράμματος ἰσχύι· διὰ τοῦτο αἱ προδιαβολαὶ κατὰ Ἀνδροτίωνος, ἵνα Ἀνδροτίων ὁ σοφιζόμενος, ἀλλὰ μὴ ὁ Δημοσθένης φαίνηται. ὅτι δὲ σοφίσματος ἕνεκεν τέθειται καὶ ἄχρι τῆς μνήμης μόνον ὁ νόμος, ἵνα μηδὲ δευτέραν ἐξέτασιν ὁ ἀκροατὴς ἐπιζητῇ τοῦ αὐτοῦ νόμου, δῆλον ἐκ τοῦ μηδεμίαν ἀπάντησιν μηδὲ ἀντιλογίαν μήτε μάχην ἰσχυρὰν αὐτῷ γεγενῆσθαι πρὸς αὐτὸν τὸν νόμον.

`22.21a`

ταῦτʼ ἐπήρετο σεσόφισται καὶ τοῦτο τὸ μέρος. αὐτὸν γὰρ τὸν Ἀνδροτίωνα ποιεῖ ὁμολογοῦντα ἐπερωτᾶσθαι τὸν δῆμον, ἵνα πρὸς τὴν ἑξῆς λύσιν τῆς ἀντιθέσεως αὐτῷ λυσιτελήσῃ, ὅπου λέγει «εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα», καὶ αὐτὸς ἑαυτῷ φαίνεται ὁ Ἀνδροτίων ἐναντιούμενος.

`22.21b`

ταῦτʼ ἐπήρετο δεύτερον μέρος τοῦτο τῆς ἀντιθέσεως. σεσόφισται δὲ οὐδὲν ἧττον ἢ τὸ πρότερον. αὐτὸν γὰρ τὸν Ἀνδροτίωνα ὁμολογοῦντα παρέχει ἐπηρωτῆσθαι τὸν δῆμον διαχειροτονίαν γεγενῆσθαι, ἵνα πάλιν τοῦτο τὸ μέρος τῆς ἀντιθέσεως πρὸς λύσιν ἑτέρας ἀντιθέσεως λάβῃ. μέλλει γὰρ ὕστερον τιθέναι «ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα», ἵνα φαίνηται Ἀνδροτίων ἐναντία λέγων αὐτὸς ἑαυτῷ, ἐνταῦθα μὲν ὅτι «ἐπηρώτησεν ὁ ἐπιστάτης», ἑτέρωθι δὲ πάλιν ὅτι «οὐκ ᾔτησεν». αὐτὸς γὰρ ἐξελεγχθήσεται ὑπὸ τῶν οἰκείων ῥημάτων ᾐτηκώς, εἴπερ ἡ ἐρώτησις τρόπον τινὰ καὶ αἴτησις. εἶτα ἡ λύσις ἐπῆκται οὐ πρός τι μέρος, ἀλλὰ πρὸς τὴν διάνοιαν ἅπασαν τῆς ἀντιθέσεως· «εἰ κατὰ τὸν νόμον ἔγραφες, ταύτῃ μᾶλλον ἐχρῆν αὐτὸ γενέσθαι τὸ προβούλευμα», ἵνα δοκῇ πρὸς τὸν νόμον ἀπαντῶν ἀποκλείειν Ἀνδροτίωνα μνήμης τοῦ νόμου δευτέρας. περιττὸς γὰρ δόξει τοῖς ἀκούουσιν, εἴπερ εἰς ἑτέραν χρείαν παραλαβὼν τὸν νόμον ἔτι μνησθείη τοῦ αὐτοῦ νόμου.

`22.22a`

ὁ ἐπιστάτης ταῦτα ἠρώτησε, φησίν, ὁ ἐπιστάτης. ἐπιστάτης δὲ λέγεται εἷς τῶν δέκα προέδρων. ἀφʼ ἑκάστης δὲ φυλῆς τῶν δέκα προεβάλλοντο πεντήκοντα ἄνδρες, καὶ ἐγίνοντο ὁμοῦ οἱ πάντες ἐνενήκοντα. εἶτα ἐκ τούτων τῶν ἐνενήκοντα ἐπληροῦτο ἡ βουλὴ τῶν ἐνενήκοντα. οἱ αὐτοὶ δὲ καὶ πρυτάνεις ἐγίνοντο, ἀεὶ τῶν πεντήκοντα ἀνδρῶν τῶν ἀφʼ ἑκάστης φυλῆς κλήρῳ κατὰ διαδοχὴν διοικούντων καθʼ ἕκαστον μῆνα, καὶ ἐλέγοντο οἱ πρυτάνεις κυρίως αὐτοὶ οἱ πεντήκοντα ἐν ἐκείνῳ τῷ μηνί, ἐν ᾧ ἐπρυτάνευον καὶ διῴκουν τὰ τῆς πόλεως. ἀπὸ δὲ τῶν πεντήκοντα πάλιν ὁ μείζων προεβάλλετο καὶ ἐκαλεῖτο πρόεδρος, ὡς εἶναι ἐκ τῶν δέκα φυλῶν δέκα προέδρους. τούτων δὲ τῶν προέδρων εἷς ἕκαστος αὐτῶν κατὰ διαδοχὴν καθʼ ἑκάστην ἡμέραν ἐγίνετο ἐπιστάτης.

`22.22b`

ἐπιστάτης ἄρχων τῶν πρυτάνεων, ὃς προσάγει τῷ δήμῳ τὰς κρίσεις καὶ δοκιμασίας τῶν κοινῶν.

`22.23`

διεχειροτόνησεν ἀντὶ τοῦ «ἐσκέψατο».

`22.24`

κατὰ γὰρ νόμον ἦν τοῦτο, ὡς οἶμαι, προστέθεικεν ὁ ῥήτωρ ὡς ὑπὸ τοῦ Ἀνδροτίωνος λεγόμενον, ἵνα εὐπορήσῃ τῆς λύσεως. φιλεῖ γὰρ τοῦτο ποιεῖν. ἡ μέντοι λέξις πρὸς ὅλην τείνει τὴν διάνοιαν οὕτως· «εἰ κατὰ νόμον ἔγραφες, ταύτῃ μᾶλλον ἐχρῆν γίνεσθαι προβούλευμα».

`22.25`

αὐτὸ τοὐναντίον τὸ σχῆμα περιτροπή.

`22.26a`

φήσει τοίνυν τοῦτον τὸν τρόπον ἔστι μὲν ὡς ἀπὸ ἔθους ἡ ἀντίθεσις. ἱκανῶς δὲ καὶ αὕτη διαβέβληται· τὸ γὰρ λέγειν «ἁπάσας» ἁπαξαπλῶς οὕτως «εἰληφέναι τὰς βουλὰς» ἀπίθανον τὸν λόγον ἐργάζεται, καὶ τὸ «οὐδεμιᾶς γεγενῆσθαι προβούλευμα πώποτε»· ἡ γὰρ ὑπερβολὴ τὴν ἀπιστίαν ἐργάζεται τοῖς ἀκούουσιν· ἡ δὲ λύσις συγκρίνει τὸ ἔθος τῷ νόμῳ καὶ δείκνυσι τὸ γραφὲν τῶν ἐθῶν ἰσχυρότερον.

`22.26b`

φήσει ... τρόπον σεσόφισται ἡ παροῦσα ἀντίθεσις· ἔχειν μέντοι ἀκολουθίαν δοκεῖ πρὸς τὴν ἑτέραν. ἐγκαλοῦντος γὰρ τοῦ Δημοσθένους «τί δήποτε ἀπροβούλευτον εἰσήνεγκας τὸ ψήφισμα;» ἀκολούθως ἀποκρίνεται Ἀνδροτίων «ἔθος ἐστὶ τοιοῦτον»· εἰς τὸ ἀπίθανον δὲ τρέπων τὸν λόγον, διοριστικώτερον αὐτὸν εἰσάγει λέγοντα «τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς», εἶτα προστιθέντα τὸ «καὶ οὐδεμιᾷ γεγενῆσθαι προβούλευμα πώποτε», ἵνα ὁ ἀκροατὴς ἐξ ὧν οἶδε τῷ λέγοντι μάχηται. τίς γὰρ ἂν Ἀνδροτίωνος ἀνάσχοιτο λέγοντος μηδεμιᾷ γεγενῆσθαι προβούλευμα ἐν τῷ παρεληλυθότι παντὶ χρόνῳ; οὐ γὰρ ἦν εἰκός, κειμένου νόμου ἀπροβούλευτον μηδὲν εἶναι ψήφισμα, πάσας τὰς βουλὰς ὅσα πώποτε εἰλήφασιν ἄνευ προβουλεύματος εἰληφέναι· αὐτὸς εἰδὼς πολλάκις καὶ προβουλεύματα γεγραμμένα. ἀλλʼ εἰ μὲν τέθεικε τὴν ἀντίθεσιν λέγουσαν μετὰ τῆς ἀληθείας τὸ «καί τινα εἰληφέναι βουλὴν ἤδη τοῦτον τὸν τρόπον», δύσλυτον ἂν αὐτὸς ἑαυτῷ κατασκεύασε τὴν ἀντίθεσιν. πῶς γὰρ ἂν ἔλυσεν; ἢ εἰ καὶ ἔλυσεν, οὐκ ἰσχυρῶς ἂν ἔλυσεν. ἐπεὶ δὲ τοῦτο ᾔδει συμβὰν ἐπί τινων βουλῶν, διὰ τοῦτο ἐφʼ ἅπαντα τὸν χρόνον ἤγαγε τὸν διορισμὸν καὶ ἐφʼ ἁπάσας βουλὰς λέγων «μηδεμιᾷ γεγενῆσθαι προβούλευμα πώποτε», ἵνʼ ἐκ τῆς τῶν ἀκροατῶν μαρτυρίας ἐλεγχθῇ τὸ ἀπίθανον. ὅθεν καὶ τεθάρρηκεν ἐν τῇ λύσει διορίσασθαι καὶ εἰπεῖν «ἐγὼ δὲ οἶμαι μὴ οὐχὶ λέγειν αὐτὸν ἀλήθειαν».

`22.27a`

ἐγὼ δʼ οἴομαι μὲν ἐνστάσει καὶ ἀντιπαραστάσει ἐνταῦθα κέχρηται, ἐνιστάμενος μὲν πρῶτον καὶ λέγων ὅτι «μάλιστα μὲν ψεύδεται· οὐδεμίαν γὰρ νομίζω βουλὴν ἀπροβουλεύτως ἐστεφανῶσθαι», εἶτα ἀντιπαραστάσει «εἰ δὲ καὶ δοίημεν τοῦτο ἀληθὲς εἶναι, ὡς σὺ λέγεις, οὐ καθʼ ὃ καὶ ἄλλοι ἡμάρτησαν πρῴην, ὀφείλεις καὶ σὺ ἀκολουθῆσαι τῇ ἐκείνων ἁμαρτίᾳ».

`22.27b`

ἐγὼ ... μὲν λύει ἀντιδιοριζόμενος.

`22.28`

οὐ μὴν ἐπειδὴ τοῦτο ᾔδει γεγενημένον ἐπί τινων βουλῶν καὶ ἤδη συμβεβηκὸς ἔθηκεν, ἐκ τῆς τῶν πραγμάτων φύσεως καταναγκασθεὶς συγκρίνει τὸ ἐπί τινων ἔθος ἐνταῦθα τῷ νόμῳ καὶ δείκνυσι τὸ γράμμα τῶν ἐθῶν ἰσχυρότερον, ὅτι, εἰ καὶ γέγονεν, οὐκ ὀρθῶς πεπραγμένον φαίνεται.

`22.29`

ὥσπερ γάρ, εἴ τις ἐκείνων προήλω στρογγύλον σχῆμα· τοῦτο κεῖται καὶ εἰς τὸν κατὰ Ἀριστοκράτους.

`22.30a`

περὶ τοίνυν τοῦ νόμου εἰσβολὴ εἰς τὸν δεύτερον νόμον τὸν περὶ τῶν νεῶν. ὁ νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν. ταύτῃ ἀκόλουθος ἦν ἐκείνη, ὥσπερ ἔφαμεν, ἡ λύσις, ἣν ἀπέρριψεν ἄνω ὁ ῥήτωρ, ὡς ἐπεσημηνάμεθα, ὅτι «νόμος ἐστὶ κελεύων, ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι» καὶ τὰ ἑξῆς. πεποίηκε δὲ τὸν Ἀνδροτίωνα ἐριστικώτερον ἐνταῦθα ἀπὸ τοῦ Δημοσθένους νόμου μαχόμενον, ἵνα ἀπαγάγῃ τὴν διάνοιαν καὶ τοῦ ἀντιδίκου καὶ τῶν ἀκροωμένων τῆς μνήμης τοῦ ἰσχυροτάτου νόμου. ἔστι τοίνυν τετραμερὴς ἡ ἀντίθεσις. ταύτης δὲ τὸ μὲν πρῶτον μέρος ἐστὶ κατὰ Ἀνδροτίωνος· ὁμολογεῖ γὰρ μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις. καίτοι γε ἀπίθανον εἶναι δοκεῖ τὸ τινὰ αὐτὸν καθʼ αὑτοῦ τὰ λυποῦντα λέγειν· ἀλλʼ ἐπειδήπερ ἠβουλήθη τὸ οἰκεῖον ἰσχυρὸν ὁμολογούμενον καταστῆσαι, διὰ τοῦτο τῇ μαρτυρίᾳ τοῦ ἀντιδίκου χρῆται. εἶτʼ, ἐπειδήπερ ἑώρα θαρροῦντα τὸν ἄνδρα τῇ τῶν λόγων τέχνῃ, ὄντα ἐριστικόν — τοῦτο γὰρ προδιαβάλλων τὸν ἄνδρα εἴρηκε —, διὰ τοῦτο οὐκ ἀπεικὸς ἡγήσατο περιθεῖναι αὐτῷ καὶ λόγους ὁμολογοῦντας, ἵνα φαίνηται δεινὸς εἰπεῖν ἐξ αὐτῶν τῶν ὁμολογουμένων δῆθεν περιγίνεσθαι φιλονεικῶν διὰ τὴν τέχνην. τὸ δὲ δεύτερον μέρος ἐστὶ «δοῦναι δέ γε οὐδαμοῦ, φησί, κωλύει τὸν δῆμον». τοῦτό ἐστιν ἐκ διανοίας τοῦ νόμου κατὰ τὸ παρειμένον, ᾧ χρώμενον ποιεῖ ἀντὶ τοῦ νόμου τὸν Ἀνδροτίωνα διὰ τὴν ἑαυτῷ προσοῦσαν τέχνην. σοφιστοῦ γὰρ τὰ μὲν κείμενα ἐᾶν, ἐκ δὲ τῶν μὴ κειμένων πειρᾶσθαι συλλογίζεσθαι. τὸ δὲ τρίτον μέρος ἐστὶν «ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ» καὶ τὰ ἑξῆς, τὸ δὲ τέταρτον «εἰ δὲ μὴ πεποίημαι μνείαν περὶ τῶν νεῶν» καὶ τὰ ἑξῆς.

Τὸ μὲν οὖν πρῶτον μέρος τῆς ἀντιθέσεως οὐ λύει· ὑπὲρ γὰρ ἑαυτοῦ καὶ οὐχ ὑπὲρ Ἀνδροτίωνος κεῖται. Ἀνδροτίωνος γὰρ ὁμολογοῦντος μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τί ἀντιλέγει πρὸς τοῦτο Δημοσθένης πλὴν ὅτι «ᾔτησε»; τοῦτο δὲ πειρᾶται ἐξ αὐτῶν πάλιν τῶν Ἀνδροτίωνος λόγων ἀποδεικνύναι, ὅπερ ἦν τρίτον τῆς ἀντιθέσεως μέρος ἐχόμενον τῆς πρώτης προτάσεως. τὸ γὰρ τρίτον μέρος ὥσπερ κατασκευὴ τῆς προτάσεώς ἐστι. τίς γὰρ ἡ πρότασις; «ὁ νόμος οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν»· ἡ δὲ τρίτη ἐστὶν «ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα». ταύτην τοίνυν τὴν πρότασιν πρώτην ἐπεχείρησε λῦσαι. λύει δὲ πρῶτον μὲν ἀπὸ τῆς ποιότητος ὅτι «οἱ πρόεδροι τῆς βουλῆς ἦσαν καὶ ὁ ἐπιψηφίζων ἐπιστάτης τῶν τότε βουλευσάντων ἦν», εἶτα συλλογιστικῶς «εἰ δὲ ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, δῆλοί εἰσι πραγματευσάμενοι τὴν δωρεάν», εἶτα ἀποδεικτικῶς ἐκ τῶν συμβεβηκότων «πρὸς τοίνυν τούτοις ἔστιν ἃ τοῦ Μειδίου κατηγοροῦντος», εἶτʼ ἐπειδὴ καὶ αὐτὰ τὰ συμβεβηκότα ἐδεῖτο ἑτέρας πίστεως, ἐκ τῆς μαρτυρίας τῶν ἀκροατῶν ἐπιστώσατο. πληρώσας δὲ ταύτην τὴν λύσιν ἐπανῆλθεν ἐπὶ τὸ δεύτερον μέρος τῆς ἀντιθέσεως, ὃ παρέλιπε μὲν διὰ τὸ συγγένειαν ἔχειν τὴν πρώτην πρότασιν τῆς ἀντιθέσεως πρὸς τὴν τρίτην, λύειν δὲ ἐνταῦθα πειρᾶται. ἔστι τοίνυν ἀρχὴ τῆς λύσεως τοῦ δευτέρου μέρους τῆς ἀντιθέσεως, «ὅτι δὲ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι» καὶ τὰ ἑξῆς. πρόσκειται μέντοι γε ἡ αἰτία, διʼ ἣν τὸ δεύτερον μέρος τῆς ἀντιθέσεως οὐ κατὰ τὴν οἰκείαν τάξιν ἔλυσεν, ἀλλὰ τὸ τρίτον πρῶτον. ἐπειδὴ γὰρ τὸ «μὴ ἐξεῖναι δοῦναι τὸν δῆμον τὴν δωρεὰν» οὐχ οἷός τε ἦν δεῖξαι μὴ πρότερον δείξας ὅτι «ᾔτησεν ἡ βουλή», διὰ τοῦτο πρῶτον συστήσας ὅτι «ᾔτησεν», ἐπήγαγε λοιπὸν τὸ «μὴ ἐξεῖναι», ὅτι «βιασθεὶς ἢ ἐξαπατηθεὶς ὁ δῆμος διὰ τῆς αἰτήσεως καὶ δέδωκε διὰ τοὺς αἰτήσαντας, οὐκ ἐξὸν διδόναι, καὶ οὐ διʼ αὐτὸν δεδωκώς».

`22.30b`

αὕτη ἡ πρότασις τῆς ἀντιθέσεως. ἔστι δὲ τετραμερὴς ἡ ἀντίθεσις.

`22.30c`

περὶ ... νόμου αὕτη ἡ παρὰ Δημοσθένους πρότασις. ἡ δὲ ἑπομένη ἀντιπρότασις, ἣ καὶ ἀντίθεσίς ἐστιν, ἐντεῦθεν ἄρχεται.

`22.31a`

ὁ νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν χρὴ δὲ εἰδέναι ὅτι, ὅταν τις αὐτὸς πρότερος παρέχηται λόγον, τούτῳ τὰ τῆς πίστεως δίχα διαιρεθήσεται· καὶ πρῶτον μὲν τὰς οἰκείας συστήσει προτάσεις, μετὰ ταῦτα δὲ τὰς λύσεις τὰς παρὰ τῶν ἀντιδίκων. μᾶλλον δὲ ἑτέρως εἴπωμεν. τετραπλῆ τις εὑρίσκεται ἡ τῶν ἀγώνων φύσις, ὅταν τις αὐτὸς πρῶτος ποιῆται τὸν λόγον. ἓν μὲν γάρ ἐστι μέρος προηγούμενον, ἐν ᾧ τις πειρᾶται τὰς οἰκείας προτάσεις συνιστάναι· ἕτερον δέ, ὅταν τὰ παρακολουθοῦντα ταύταις καὶ παρεπόμενα ὡς ἀπίθανα ἢ ὡς ἐναντία ἀναγκαζώμεθα διαλύειν, ὥστε ἰσχυρὰς γενέσθαι τὰς παρʼ ἡμῶν προτάσεις· καὶ τοῦτο γίνεται συστάσεως ἕνεκα τῶν ἡμετέρων λόγων. ἐνταῦθα δὲ ἡ πλείων μάχη πρὸς τὰ ἀντιπαρατεινόμενα παρὰ Ἀνδροτίωνος εἰς ἀναίρεσιν τῶν προηγουμένων. συναγωνίζεται οὖν τῷ Εὐκτήμονος λόγῳ· ὅταν γὰρ ἐκβάλλῃ τὰ πρὸς ἀναίρεσιν τῶν προηγουμένων παρὰ Ἀνδροτίωνος κομιζόμενα, ἄδηλος ἔσται ὑπὲρ τῶν οἰκείων προτάσεων διατεινόμενος.

`22.31b`

ἀντιπρότασις.

`22.32`

δοῦναι δέ γε τοῦτο ἐστὶ ἐκ διανοίας τοῦ νόμου κατὰ τὸ παρειμένον, ᾧ χρώμενον ποιεῖ ἀντὶ νόμου τὸν Ἀνδροτίωνα διὰ τὴν αὐτῷ προσοῦσαν τέχνην· σοφιστοῦ γὰρ τὸ τὰ μὲν κείμενα ἐᾶν, ἐκ δὲ τῶν μὴ κειμένων πειρᾶσθαι συλλογίζεσθαι.

`22.33a`

ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ ἐν τοῖς προάγουσιν ἔλεγε, «ταῦτʼ ἐπήρετο, φησίν, ὁ ἐπιστάτης» καὶ τὰ ἑξῆς. ἐνταῦθα δέ φησιν «εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα». πῶς γὰρ ἐνδέχεται τὸν ὁμολογήσαντα ἐπὶ τῆς προτέρας ἀντιθέσεως ὅτι «ἐπήρετο ὁ ἐπιστάτης καὶ διεχειροτόνησεν ὁ δῆμος» πάλιν ἐνταῦθα λέγειν «οὐκ ᾔτησα οὐδὲ παρὰ τὸν νόμον εἴρηκα»; δεινότητος οὖν τοῦτο τὸ δεῖγμα καὶ μεθόδου τῆς περὶ τὰς ἀντιθέσεις. διὰ τοῦτο τὴν μὲν μνήμην τοῦ ἰσχυροτάτου νόμου παρῆκεν. πεποίηκε δὲ Ἀνδροτίωνα ἐριστικώτερον ἀπὸ τοῦ Δημοσθένους νόμου μαχόμενον, ἵνα ἀπαγάγῃ τὴν διάνοιαν καὶ τοῦ ἀντιδίκου καὶ τῶν ἀκροωμένων τῆς μνήμης τῆς ἰσχυροτάτης τοῦ νόμου. ὁμολογοῦντα δὲ ἐνταῦθα ποιεῖ τὸν Ἀνδροτίωνα ὅτι «οὐκ ἔξεστιν αἰτεῖν», ἵνα τοῦτο ἀποδείξας ἕλῃ αὐτόν. καὶ ἔστι τὸ πρῶτον μέρος τῆς ἀντιθέσεως κατὰ τοῦ Ἀνδροτίωνος· ὁμολογεῖ γὰρ μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις. καίτοι γε ἀπίθανον εἶναι δοκεῖ τὸ τινὰ αὐτὸν καθʼ αὑτοῦ τὰ λυποῦντα λέγειν· ἀλλʼ ἐπειδήπερ ἐβουλήθη τὸ οἰκεῖον ἰσχυρὸν ὁμολογούμενον καταστῆσαι, διὰ τοῦτο τῇ μαρτυρίᾳ τοῦ ἀντιδίκου χρῆται. ἐπειδὴ γὰρ ἑώρα θαρροῦντα τὸν ἄνδρα τῇ τῶν λόγων τέχνῃ, ὄντα ἐριστικόν — τοῦτο γὰρ αὐτὸν προδιαβάλλων εἴρηκε —, διὰ τοῦτο οὐκ ἀπεικὸς ἡγήσατο παραθεῖναι αὐτῷ καὶ λόγους ὁμολογοῦντας, ἵνα φαίνηται ὁ δεινὸς εἰπεῖν ἐξ αὐτῶν τῶν ὁμολογουμένων περιγίγνεσθαι φιλονεικῶν διὰ τὴν τέχνην.

`22.33b`

ἐγὼ ... αἰτούσῃ εἴποι ἄν τις «τί γὰρ ἐν αὐτῷ ἦν τὸ δοῦναι;» λέγομεν ὅτι «ἔδωκα» λέγει ἀντὶ τοῦ «αἴτιος ἐγενόμην τοῦ δοῦναι τὸν δῆμον τῇ βουλῇ τὸν στέφανον αἰτούσῃ». ὅρα πῶς ἀφελῶς ἐνταῦθα περιέθηκε τὸ ῥῆμα τῷ Ἀνδροτίωνι τῷ εἰπεῖν ὅτι «αἰτούσῃ», ἵνα δόξῃ ὥσπερ ἐναντία ἑαυτῷ λέγειν ὁ Ἀνδροτίων ἐν οἷς λέγει μετὰ μικρὸν ὅτι «οὐκ ᾔτησα».

`22.34a`

εἰ δὲ μὴ πεποίημαι μνείαν τὸ ὅτι «ᾔτησε» πειρᾶται ἀποδεικνύναι, ὅπερ ἦν τρίτον τῆς ἀντιθέσεως μέρος. καὶ πρῶτον δείκνυσιν ἀπὸ τῆς ποιότητος.

`22.34b`

εἰ ... μνείαν Ἀνδροτίωνος ὁμολογοῦντος μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τί ἀντιλέγει πρὸς τοῦτο Δημοσθένης εἰ μὴ ὅτι «ᾔτησε»; διόπερ τὸ μὲν ὁμολογούμενον παρὰ Ἀνδροτίωνος ὡς ἀναμφισβήτητον παρῆκε, τὸ δὲ ὅτι «ᾔτησε» πειρᾶται ἐξ αὐτῶν πάλιν τῶν Ἀνδροτίωνος ῥημάτων ἀποδεικνύναι. ἦν μὲν οὖν ἡ πρώτη πρότασις «ὁ νόμος οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν»· ἡ δὲ τρίτη ἐστὶν «ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα». ταύτην τοίνυν τὴν πρότασιν πρῶτον ἐπεχείρησε λῦσαι. λύει δὲ πρῶτον μὲν ἀπὸ τῆς ποιότητος ὅτι «οἱ πρόεδροι τῆς βουλῆς ἦσαν καὶ ὁ ἐπιψηφίζων ἐπιστάτης τῶν τότε βουλευσάντων ἦν», εἶτα συλλογιστικῶς, «εἰ δὲ ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, δῆλοί εἰσι πραγματευσάμενοι τὴν δωρεάν». τοῦτο δὲ ἦν ὃ κατεσκεύασεν ἐν τῇ κατʼ ἀρχὰς ἀντιθέσει «ταῦτʼ ἐπήρετο λέγων ὁ ἐπιστάτης, διεχειροτόνησεν ὁ δῆμος».

`22.35`

ἔστι δὴ πρὸς ταῦτʼ ἀντιπρότασις.

`22.36`

διαχειροτονίαν διάσκεψιν συλλογιστικήν.

`22.37`

καίτοι τούς γε μὴ αἰτοῦντας συλλογιστικῶς ἀποφαίνει τὴν ἐρώτησιν ἀπὸ τοῦ τέλους. εἰ γὰρ τὸ αἰτῆσαι διὰ τὸ λαβεῖν γίνεται καὶ ἡ ἐρώτησις δὲ τούτου χάριν προῆκται, ὅμοιον ἄρα τῷ αἰτῆσαι τὸ ἐρωτῆσαι. εἰ τοίνυν τὸ αἰτῆσαι νόμος κωλύει, ὅμοιον ἄρα ὂν καὶ τὸ ἐρωτᾶν κεκώλυκε.

`22.38a`

πρὸς τοίνυν τούτοις ἐπειδὴ καὶ αὐτὰ τὰ συμβεβηκότα ἐδεῖτο ἑτέρας πίστεως, ἐκ τῆς μαρτυρίας τῶν ἀκροατῶν ἐπιστώσατο εἰπὼν «καὶ ταῦτα οὐ παρʼ ἐμοῦ δεῖ μανθάνειν τοὺς δικάζοντας ὑμᾶς» καὶ τὰ ἑξῆς. λύειν δὲ ἐνταῦθα πειρᾶται ὅτι «οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι ὁ νόμος μὴ ποιησαμένῃ τὰς ναῦς, καὶ τοῦτο ἐπιδείξω». ἐπειδὴ δὲ τὸ «δοῦναι οὐκ ἐξὸν τὸν δῆμον τὴν δωρεὰν» οὐχ οἷός τε ἦν δεῖξαι μὴ πρότερον δείξας ὅτι «ᾔτησεν ἡ βουλή», διὰ τοῦτο πρῶτον συστήσας ὅτι «ᾔτησεν», ἐπήγαγε λοιπὸν τὸ «μὴ ἐξεῖναι», ὅτι «βιασθεὶς καὶ ἐξαπατηθεὶς ὁ δῆμος διὰ τῆς αἰτήσεως καὶ δεδωκὼς διὰ τοὺς αἰτήσαντας, οὐκ ἐξὸν διδόναι, καὶ οὐ διʼ ἑαυτὸν δεδωκώς». ἀπόδειξις δὲ τοῦ αἰτῆσαι αὐτούς· εἰ γὰρ ἠξίωσεν ἡ βουλὴ μὴ ἀφαιρεθῆναι, ἠξίωσε πάντως λαβεῖν. διὸ καὶ τὸν πόθον αὐτῶν δηλῶν εἶπεν «ἀναπηδῶντες οὕτως ἐταράχθησαν, δεδιότες μὴ ἀφαιρεθῶσι τοῦ γέρως».

`22.38b`

ἀποδεικτικῶς ἀπὸ τῶν συμβεβηκότων.

`22.39a`

ὅτι δὲ οὐδὲ τὸν δῆμον ἄλλο μέρος τῆς ἀντιθέσεως ἔνθα εἶπε «δοῦναι δέ γε οὐδαμῶς κωλύει τὸν δῆμον». ἀναιρεῖ δὲ καὶ τοῦτο ἀναλόγως οὕτως· «εἰ ὁμολογεῖται ὅτι αἰτεῖν κεκώλυται, πολλῷ πλέον ἀπείρηται τὸ δοῦναι, ὃ τοῦ αἰτεῖν ἐστιν ἰσχυρότερον».

`22.39b`

πρὸς τὸ δεύτερον μέρος τῆς ἀντιθέσεως.

`22.40a`

τὰς τριήρεις οὐ πεποίησαι ἐνταῦθα λοιπὸν ἀναιρεῖ ἐκ περιουσίας ὅτι «καὶ ἐν τοῖς ἄλλοις εἰ καλῶς ἡ βουλὴ βουλεύσει, μὴ ποιήσεται δὲ τὰς τριήρεις, οὐ λήψεται τὸν στέφανον».

`22.40b`

τὰς ... πεποίησαι ἀποστροφὴ ὡς ἀπὸ τοῦ νομοθέτου· τὸ δὲ σχῆμα μάχη. τὸ δὲ «ὅπου δὲ αἰτεῖν οὐκ ἐᾷ», τοῦτο οὐκέτι ὡς ἀπὸ τοῦ νομοθέτου, ἀλλʼ ὡς ἀπʼ αὐτοῦ τοῦ ῥήτορος.

`22.41a`

ἄξιον τοίνυν, ὦ ἄνδρες τοῦτο τὸ ἐπιχείρημά ἐστι γνώμη νομοθέτου. ἐξετάζει γὰρ γνώμην τοῦ νομοθέτου, διʼ ἣν αἰτίαν καὶ τί σκοπῶν οὕτως ἔγραψε τὸν νόμον. οὐ γάρ ἐστι κεφάλαιον.

`22.41b`

ἄξιον ... ἄνδρες τοῦτό ἐστι πρὸς τὸ τέταρτον μέρος τῆς ἀντιθέσεως, «ἀλλʼ ἕτερʼ ἄττα λέγω, διʼ ἃ τὴν βουλὴν στεφανῶ». ἔστι δὲ τοῦτο τὸ μέρος τῆς ἀντιθέσεως ἄντικρυς πρὸς τὸν προκείμενον Ἀνδροτίωνος νόμον τὸν κελεύοντα «ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶς» καὶ τὰ ἑξῆς. ἀλλʼ ἐπειδὴ μέγιστα ἰσχύειν ἐδόκει τὸ γράμμα καὶ ἡ τοῦ νόμου φωνή, διὰ τοῦτο πρὸς τὸν Ἀνδροτίωνος λόγον μάχεται. οὐχ ὅμοιον γὰρ ἦν νόμον νόμῳ μάχεσθαι καὶ νόμον Ἀνδροτίωνος φωνῇ καὶ λόγῳ. τοῦ μὲν γὰρ ἡ ἰσχὺς ὁμοία, τοῦ δὲ ὁ λόγος πάμπολυ ἀσθενέστερος. ἡ δὲ λύσις ἀπὸ τοῦ συμφέροντος. ἔχει δὲ τὴν ἐργασίαν ἑκατέρωθεν, ἀπό τε τῶν ἐνδόξων καὶ τῶν ἐναντίων· ἐνδόξων μέν, λαμπρότητος καὶ κατορθωμάτων, ἐν οἷς ἡ χρεία τῶν τριήρων δέδεικται ὅση, ἀδόξων δέ, συμφορᾶς καὶ ἥττης τοῦ δήμου καὶ τῆς τῶν τριήρων σπάνεως.

`22.41c`

ἄξιον ... ἄνδρες θαυμάσαι δὲ ἄξιον τῆς δεινότητος τὴν ὑπερβολήν, ὅτι πρὸς τὸν νόμον ἀπαντῶν καὶ ἀγωνιζόμενος κρύπτει τὸν νόμον, πόρρω που κατατάξας αὐτὸν τοῦ παρόντος λόγου, ὅπως ὡς ἄοπλόν τινα καὶ ψιλὸν συμμάχων τὸν ἀντίδικον ἕλῃ. ὃ τοίνυν ὡς προηγούμενον κεφάλαιον ἦν Ἀνδροτίωνος, τοῦτο καθʼ ὑπερβολὴν καὶ ὡς μέρος ποιησάμενος λόγου καθεῖλε τῇ οἰκείᾳ μεταχειρίσει· καὶ οὐκ ἀνεῖλε μόνον, ἀλλὰ καὶ διέλυσε, δεῦρο μὲν θεὶς ψιλοὺς τοὺς λόγους, ἑτέρωθι δὲ μεταστήσας τὸν νόμον.

`22.41d`

πρὸς τὸ τέταρτον μέρος τῆς ἀντιθέσεως.

`22.42`

θάτερα ἀντὶ τοῦ φαῦλα.

`22.43`

ἵνα μηδὲν εἴπω φλαῦρον τὸ φιλόπολι δὲ τοῦ ἀνδρός ἐστι θαυμάζειν, ὅτι καὶ λόγῳ μόνον δυστυχεῖν τὴν πόλιν οὐ βούλεται.

`22.44`

εἰ βούλεσθε τὸ σχῆμα ἀποκοπή. λείπει γὰρ τὸ «ἀκούσατε».

`22.45`

τὰ προπύλαια καὶ τὸν παρθενῶνα προπύλαια λέγονται οἱ μέγιστοι πυλῶνες τῶν ἱερῶν. παρθενὼν ναὸς ἦν ἐν τῇ ἀκροπόλει παρθένου Ἀθηνᾶς περιέχων τὸ ἄγαλμα τῆς θεοῦ, ὅπερ ἐποίησεν ὁ Φειδίας ὁ ἀνδριαντοπλάστης ἐκ χρυσοῦ καὶ ἐλέφαντος. τρία γὰρ ἀγάλματα ἦν ἐν τῇ ἀκροπόλει τῆς Ἀθηνᾶς ἐν διαφόροις τόποις, ἓν μὲν ἐξ ἀρχῆς γενόμενον ἐξ ἐλαίας, ὅπερ ἐκαλεῖτο πολιάδος Ἀθηνᾶς διὰ τὸ αὐτῆς εἶναι τὴν πόλιν, δεύτερον δὲ τὸ ἀπὸ χαλκοῦ μόνου, ὅπερ ἐποίησαν νικήσαντες οἱ ἐν Μαραθῶνι — ἐκαλεῖτο δὲ τοῦτο προμάχου Ἀθηνᾶς —, τρίτον ἐποιήσαντο ἐκ χρυσοῦ καὶ ἐλέφαντος, ὡς πλουσιώτεροι γενόμενοι ἀπὸ τῆς ἐν Σαλαμῖνι νίκης, ὅσῳ καὶ μείζων ἡ νίκη· καὶ ἐκαλεῖτο τοῦτο παρθένου Ἀθηνᾶς.

`22.46`

πάντες δηλονότι ὡς παῖδες ὄντες καὶ ἀπόγονοι ἐκείνων τῶν ταῦτα πραξάντων.

`22.47`

εἶεν παρακελευσματικὸν τὸ σχῆμα ὡς ἀναμιμνησκομένου τὰ ἐφεξῆς, ἃ δόξει καὶ οὕτως σχεδιάζειν καὶ μὴ ἐσκεμμένως.

`22.48`

ἑωράκατε πάλιν λείπει τὸ «ἀκούσατε».

`22.49`

πόσα δεινὰ τὸ σχῆμα ὑπερβολὴ κατὰ παρένθεσιν.

`22.50`

παρέστησαν ἀντὶ τοῦ «ἐχειρώθησαν, ἑάλωσαν».

`22.51`

ναυτικὸν ἐν Αἰγὸς Ποταμῷ ἐπιθέμενος ὁ Λύσανδρος ἔλαβεν αὐτό, ὡς ἤδη ἔγνωμεν πᾶσαν τὴν ἱστορίαν ἐν τῷ Εὐαγόρᾳ Ἰσοκράτους. τότε γάρ ἐστιν, ὅτε καὶ ταῖς ἰδίαις χερσὶ κατηνάγκασεν ὁ Λύσανδρος τοὺς Ἀθηναίους κατασκάψαι τὰ ἴδια τείχη, καταλύσας αὐτῶν τὴν δύναμιν ἐν Αἰγὸς Ποταμῷ. καὶ οὕτω πέρας ἔσχεν ὁ Πελοποννησιακὸς ὁ καὶ Δεκελεικὸς λεγόμενος πόλεμος, καὶ οἱ Λακεδαιμόνιοι κατέστησαν τῶν τριάκοντα ὀλιγαρχίαν ἐν ταῖς Ἀθήναις, ἐξ αὐτῶν τῶν Ἀθηναίων τινὰς ὀλιγαρχίᾳ χαίροντας.

`22.52`

τὸν τελευταῖον ὁ γενόμενος περὶ Κέρκυραν, οὗ καὶ μέμνηται Ξενοφῶν ἐν τῇ ἑβδόμῃ τῶν Ἑλληνικῶν.

`22.53a`

ἀκούω δʼ αὐτὸν ἐπὶ μεταστατικὴν ἀντίθεσιν χωρεῖ. μετάστασις δέ ἐστιν, ὅταν ἐγκαλούμενός τις περί τινος ἐγκλήματος ὁμολογῇ μὲν τὸ ἁμάρτημα γεγενῆσθαι, μεταφέρῃ δὲ αὐτὸ εἰς ἄλλον, ἐλευθερῶν ἑαυτόν, ὥσπερ καὶ ἐνταῦθα εἰσάγει τὸν Ἀνδροτίωνα ἁμάρτημα μὲν γεγενῆσθαι τὸ μὴ ποιῆσαι τὰς τριήρεις ὁμολογοῦντα, μεταφέροντα δὲ τὴν αἰτίαν ἐπʼ ἄλλον τινά, λέγων δὲ τὸν ταμίαν, τὸν ὥσπερ ἀποδέκτην τῶν χρημάτων τῶν ἀναλισκομένων τοῖς κατασκευάζουσι τὰς τριήρεις, φάσκων αὐτὸν δεξάμενον τὰ χρήματα πεφευγέναι.

`22.53b`

ἀντίθεσις δικαιολογική, ὡς ἔχειν τὸν λόγον κεφάλαια δύο, τὸ νόμιμον καὶ τὸ δίκαιον. μεταστατικὴ δὲ ἡ ἀντίθεσις.

`22.53c`

ἀντίθεσις δικαιολογικὴ Ἀνδροτίωνος, ὡς ἔχειν τὸν λόγον κεφάλαια δύο, τὸ νόμιμον καὶ δίκαιον.

`22.53d`

ἀκούω δʼ αὐτὸν τινὲς δʼ ᾠήθησαν ἐκ δυοῖν στάσεων συνεστηκέναι τὴν ἀντίθεσιν, μεταστάσεως καὶ συγγνώμης. ἔοικε δὲ μεταστατικὴ τυγχάνειν μᾶλλον· καὶ γὰρ καὶ ἐν τῷ περὶ στεφάνου τὰ περὶ Χαιρώνειαν ἀναφέρων ἐπὶ τὴν τύχην οὐχὶ συγγνωμονικῶς, ἀλλὰ μεταστατικῶς ἔοικε τὰ λυποῦντα λύειν. ὅθεν χαρακτηρίζειν ἂν εἴη λοιπόν.

`22.53e`

ἀκούω δʼ αὐτὸν πρὸς μὲν τὰ προτεινόμενα παρὰ τοῦ Δημοσθένους οὐδένα λόγον ἡ ἀντίθεσις ἔχει, ὑπὲρ δὲ τοῦ Ἀνδροτίωνος ἔξωθεν τῶν προειρημένων πίστεων εἰσῆκται, σεσοφισμένη καὶ αὐτὴ τῶν προειρημένων οὐχ ἧττον· ὅρα γὰρ ὅτι καὶ ὁμολογεῖ διʼ αὐτῆς Ἀνδροτίων τὸ «δεῖν γίγνεσθαι τὰς ναῦς» καὶ τὸ «συμφορᾷ κεχρῆσθαι τὴν βουλὴν περιπεσοῦσαν ἀβουλήτως ἀνδρὸς πονηρίᾳ». ἡ δὲ ἀντίθεσίς ἐστι μεταστατική, τὴν αἰτίαν ἀπὸ τῆς βουλῆς ἐπὶ τὸν ταμίαν μετάγουσα.

`22.53f`

τί οὖν ἐστι μετάστασις καὶ τί συγγνώμη λέγειν ἂν εἴη λοιπόν. ὅσα μὲν οὖν αὐτοὶ φαινόμεθα ποιοῦντες, εἰδότες δὲ ὅτι ἄτοπα, ὅμως δὲ ποιοῦντες διʼ ἀνάγκην ἰσχυροτέραν ἢ καὶ κατὰ ἄγνοιαν ἄλλως ἢ διʼ εὐήθειαν, ταῦτα ἂν εἴη συγγνώμης· ὅσα δὲ φαινόμεθα μήτε ποιοῦντες μήτε πράττοντες τῷ κωλύεσθαι ὑπό τινος κρείττονος ἢ καὶ ἄλλου τινός, ταῦτα ἂν εἴη τῆς μεταστάσεως.

`22.54`

ἀποδρὰς ᾤχετο ἐκ παραλλήλου τὸ αὐτὸ σημαίνει. τὸ δὲ ἰδίωμα Ἀττικόν.

`22.55`

πένθʼ ἡμιτάλαντα ἀντὶ τοῦ πέντε παρὰ ἡμιτάλαντον, ὡς εἶναι τέτταρα καὶ ἥμισυ.

`22.56a`

καὶ τὸ πρᾶγμα ἀτύχημα πάλιν τοῦτο ὁ ῥήτωρ τῇ ἀντιθέσει προσέθηκεν, ἵνα ἐξ αὐτοῦ τὴν λύσιν ἐργάσηται λέγων «ἠγνόησας οὖν ὅτι συμφορᾶς οὐκ εἰσίν, ἀλλὰ κατορθωμάτων οἱ στέφανοι».

`22.56b`

καὶ ... ἀτύχημα ἡ λύσις ἠθικὴ μὲν ὡς ἐν χλευασμῷ, οὐδὲν δὲ ἧττον μεταληπτική.

`22.57`

οὔ φημι δίκαιον εἶναι πειρᾶται δεικνύναι τὸν ἀντίδικον λέγοντα αὐτῷ τἀναντία. συγκρίνει δὲ τήν τε ἐκ τοῦ νομίμου πάλαι ῥηθεῖσαν ἀντίθεσιν καὶ ταύτην. ἐν μὲν γὰρ ἐκείνῃ προείρηται κατὰ νόμον ἐστεφανῶσθαι τὴν βουλήν, ἐν ταύτῃ δὲ ὅτι «προείλετο μὲν ποιῆσαι τὰς ναῦς, ἐκωλύθη δὲ ἀποδράντος τοῦ τῶν τριηροποιῶν ταμίου». εἰκότως οὖν τὰς ἐναντιώσεις ἐθήρευσεν. ἔστι δὲ οὐδὲν ἧττον καὶ τοῦτο σόφισμα. τί γὰρ κωλύει τὸν Ἀνδροτίωνα ποτὲ μὲν δεικνύειν ὅτι «κατὰ τὸν νόμον εἴληφεν ἐφʼ ἑτέροις τὴν δωρεάν» καὶ πάλιν περὶ τῶν τριήρων οὔσης τῆς μάχης μεθιστάναι τὴν αἰτίαν ἐπὶ τὸν ταμίαν;

`22.58`

χωρὶς δὲ τούτων τῇ ἐκβάσει λέγει πάλιν, καὶ ἀνακτέον τὴν ἔκτασιν εἰς τὸ συμφέρον.

`22.59a`

καὶ δεῖ τοὺς ὀμωμοκότας πικρῶς «πικρῶς» ἐν τῷ κολάζειν, «ἁπλῶς» δὲ ἐν τῷ χωρὶς κακουργίας ἀκούειν.

`22.59b`

«πικρῶς» μὲν ἀντὶ τοῦ δικαίως, «ἁπλῶς» δὲ ἀντὶ τοῦ ἀπανουργεύτως.

`22.60`

ὅτι τοίνυν τετάρτῃ κέχρηται λύσει τῇ περιτροπῇ, οὐδὲν ἧττον καὶ ταύτῃ μεταστατικῇ.

`22.61`

ἀνελοῦσα γὰρ ἡ βουλὴ τὸν νόμον τοῦτον εἰ μὲν εἰς τὸ «τοῦτον» στίξομεν, ἔσται ὁ νοῦς τοιοῦτος· «ὑπερβᾶσα γὰρ ἡ βουλὴ τοῦτον τὸν νόμον τὸν οὐκ ἐῶντα, εἰ μὴ γένοιντο αἱ τριήρεις, τιμᾶσθαι, ἐχειροτόνησεν αὑτήν, ἀντὶ τοῦ ἐστεφάνωσεν ἑαυτήν». ἐὰν δὲ στίξωμεν ἄχρι τοῦ «τὸν νόμον», τοιοῦτόν ἐστι· «καταφρονήσασα ἡ βουλὴ τοῦ νόμου κελεύοντος γνώμῃ τοῦ δήμου χειροτονεῖσθαι τὸν ταμίαν, αὐτὴ ἑαυτῇ τοῦτον ἐχειροτόνησε, καθʼ ἑαυτήν φησί». καὶ ἔστιν αὕτη ἡ ἐξήγησις προσφυεστέρα μᾶλλον τῆς πρώτης, ὑπαιτίαν ποιοῦσα τὴν βουλήν.

`22.62a`

ἔτι τοίνυν ἐπιχειρεῖ λέγειν τὸ δίκαιον ἐνταῦθα πεπλήρωται κείμενον ἐν μέσῳ τῶν δύο μερῶν τοῦ νομίμου.

`22.62b`

τὸ δεύτερον μέρος τοῦ νομίμου ἐντεῦθεν ἄρχεται, ὃ μόνον θεωρεῖται περὶ τὸ πρόσωπον.

`22.62c`

ἔτι ... λέγειν τρίτος οὗτος νόμος ἄτιμον εἶναι λέγων τὸν Ἀνδροτίωνα ὡς ἡταιρηκότα, ὃν ἐκεῖνος κατὰ μετάληψιν ἀνατρέπειν πειρᾶται.

`22.62d`

ἔτι ... λέγειν ἡ πρότασις παραγραφική· «οὐκ ἐχρῆν σε ἡταιρηκότα γράφειν». ἡ δὲ πρὸς ταύτην ἀντίθεσις· «δυσφημεῖν προῄρησαι καὶ ὑβρίζειν, ὅταν ταῦτα λέγῃς, Διόδωρε· εἰ γὰρ ἐξελέγχειν εἶχες, ἔδει πρὸς τοὺς θεσμοθέτας ἀπαντᾶν καὶ παρʼ ἐκείνοις κατηγορεῖν».

`22.63`

περὶ χιλίων ἐκινδυνεύομεν δηλονότι δραχμῶν. ἐκράτησε γὰρ τοῦτο παρʼ Ἀθηναίοις, λέγεσθαι ἀπροσδιορίστως τοῦτο καὶ νοεῖσθαι.

`22.64`

καὶ ἐνοχλεῖν, οὐ δικασταῖς συγκρούει τρόπον τινὰ τοῖς δικασταῖς αὐτόν, εἴ γε παρʼ αὐτοῖς οὐκ ἀνέχεται κρίνεσθαι.

`22.65`

ἐγὼ δʼ οἶμαι δεῖν ὑμᾶς ἡ μὲν πρότασις τοῦ Δημοσθένους παραγραφική, ἡ δὲ ἀντίθεσις ἡ παρὰ Ἀνδροτίωνος μεταληπτική. ἡ δὲ λύσις τῆς ἀντιθέσεως ἡ παρὰ Δημοσθένους πάλιν μεταληπτική· ἡ γὰρ μετάληψις οὐκ ἀντιλήψει μόνον, ἀλλὰ καὶ μεταλήψει λύεται· εἰσάγει δὲ αὐτὴν ὁριστικῶς τεχνολογῶν περί τε λοιδορίας καὶ ἐλέγχου καὶ ὁριστικῶς περὶ ἑκατέρου διαλεγόμενος. σόφισμα δὲ τὸ γιγνόμενον· ἐπειδὴ γὰρ ἄντικρυς οὐχ ἔχει διελέγχειν οὐδὲ διαρρήδην δεικνύειν τοιοῦτον ὄντα τὸν Ἀνδροτίωνα, βούλεται διὰ τῶν σοφισμάτων δόξαν ἐλέγχων τοῖς ἀκούουσι παρασχεῖν. ὅ τι μὲν γάρ ἐστιν ἔλεγχος καὶ λοιδορία λέγει, ὅτι δὲ οὐκ ἐλέγχει τὸν Ἀνδροτίωνα δῆλον. ἐπάγει δὲ μετὰ ταῦτα καὶ ἐπαγγελίαν μεταληπτικὴν ἀπὸ τόπου καὶ χρόνου, «δείξομεν» λέγων «τότε, οὐχὶ νῦν, καὶ ἐπαγγελοῦμεν τὴν κατηγορίαν πρὸς τοὺς θεσμοθέτας». καὶ μεταβιβάζει τὸν ἔλεγχον ἐπὶ πρόσωπον ἀόριστον καὶ ἀπερίστατον, ἵνα τῷ δοκεῖν ἐγγὺς τῶν ἐλέγχων γινόμενος τὸν ἀκροατὴν συναρπάσῃ. εἶτα συλλογιστικῶς λύων ἐπάγει «εἰ μὲν γὰρ ἄλλον τινὰ ἀγῶνα ἀγωνιζομένου σοῦ ταῦτα κατηγοροῦμεν». ὁ δὲ συλλογισμὸς σεσόφισται. ἔδει γὰρ πρῶτον ἀποδεῖξαι, εἶτα συλλογίσασθαι. νῦν δὲ μὴ ἀποδείξας ὡς δεδειχὼς συλλογίζεται. εἶτα ἑτέραν ἐπάγει λύσιν μεταληπτικὴν «καὶ μὴν κἀκεῖνό γε δεῖ μαθεῖν ὑμᾶς, ὅτι ὁ τοὺς νόμους τιθεὶς τούτους Σόλων», ἐνδεικνύμενος διὰ ταύτης ὅτι πανταχοῦ κατηγορεῖν ἔξεστιν.

`22.66`

αἰτία μὲν γὰρ ἰστέον ὅτι τρία σημαίνει παρὰ τοῖς παλαιοῖς ἡ αἰτία· αὐτὴν τὴν αἰτίαν, ἣν νῦν λέγομεν ἀναπόδεικτον· αἰτίαν τὴν μέμψιν, ὅταν τις φίλον αἰτιᾶται ὡς κακῶς πεπραχότα· ἢ αἰτίαν τὴν πρόφασιν καὶ ἀφορμήν τινος γενομένην, ὡς ἐὰν εἴπωμεν ὅτι αἰτία τοῦ Τρωϊκοῦ πολέμου ἐγένετο ἡ ἁρπαγὴ τῆς Ἑλένης ἤ τι τοιοῦτο.

`22.67`

τεκμήρια τεκμήριόν ἐστι τὸ ἐπὶ πράγματος, οἷον «παρέστηκέ τις νεοσφαγεῖ σώματι ἐπʼ ἐρημίας καὶ ὑπονοεῖται ὡς φονεύς», εἰκὸς δὲ τὸ περὶ πρόσωπον, οἷον «εἰκὸς τὸν συνεχῶς καλλωπιζόμενον κίναιδον εἶναι».

`22.68`

ἢ τὰ εἰκότα ὅρα ὅπως πατὴρ ὑπάρχει τῆς τέχνης χαρακτῆρας ἡμῖν καταλιμπάνων, πόθεν ἂν γένοιτο ἐπὶ τῶν ἀδήλων ἡ πίστις. τὰ μὲν οὖν τεκμήρια τὰ ἀπὸ τῶν πραγμάτων ἂν εἴη σημεῖα· εἰκότα δὲ καλεῖ τὴν ἑκάστου προσώπου ποιότητα καὶ δόξαν.

`22.69`

ἃ δʼ οὗτος ποιεῖ εἴη ἂν ἐκεῖνα λέγων, ἅπερ ἀπαιτῶν τὰς εἰσφορὰς ὁ Ἀνδροτίων ἐλοιδορεῖτο, δούλους καλῶν καὶ ἐκ πορνῶν.

`22.70a`

προσῆκεν ἀπαγγέλλειν ἀπαγγελία ἐστὶ δίκη πρὸς δοκιμασίαν τοῦ βίου· καὶ ὁ Αἰσχίνης «ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν». συντρέχει δὲ ταῖς ἐπαγγελίαις λύων ὁ ῥήτωρ, φάσκων «καὶ τοῦτο ποιήσομεν»· οὐ γὰρ ἔνεστιν ἀναστρέψαι.

`22.70b`

προσῆκεν ἀπαγγέλλειν ἐπαγγελία δοκιμασία βίου.

`22.70c`

προσῆκεν ἀπαγγέλλειν κατηγορεῖν.

`22.71a`

εἰ μὲν γὰρ ἄλλον τινὰ εἰ μὲν γὰρ ἄλλο τι ἦν τὸ ἔγκλημα οἷον παραπρεσβείας ἢ ἑτέρου, οὐχ ὁμοίως εἶχε χώραν ἡ μνήμη· νῦν δὲ συμφωνεῖ ἀμφότερα. ἀκολουθεῖ γὰρ τῷ «γεγραφέναι παράνομα» τὸ «καὶ βεβιωκέναι παρανόμως».

`22.71b`

συλλογιστικῶς λύει.

`22.72a`

καὶ μὲν κἀκεῖνο ἔτι ἡ λύσις μεταληπτική.

`22.72b`

καὶ ... κἀκεῖνο αὕτη ἡ λύσις μεταληπτική. ἐνδείκνυται δὲ διὰ ταύτης ὅτι πανταχοῦ κατηγορεῖν ἔξεστι.

`22.72c`

δοκεῖ δέ μοι προφάσεις διὰ ταύτης αὑτῷ θηρεύειν, κατασκευάζων τὸ μὴ πάντως ἀνάγκην ἔχειν παρὰ τοῖς θεσμοθέταις κατηγορεῖν· καὶ ἵνα ἀξιόπιστος γένηται νομοθετῶν περὶ τούτου, ἀλλὰ μὴ φεύγειν ὑποληφθῇ, Σόλωνι περιτίθησι τὸν λόγον. ποιεῖ δὲ τοῦτο διʼ ἔνδειαν τῶν ἐλέγχων δηλονότι. ἀλλʼ ἐπειδήπερ εἰς τὸ ἔγκλημα ἐπηρέαστο μὲν αὐτὸς τοῦ φόνου τοῦ πατρός, ἐβούλετο δὲ ἀμύνεσθαι πικροτέρως διαβάλλων τὸν ἀντίδικον, διὰ τοῦτο προήχθη καὶ κατέχεε μὲν τὴν βλασφημίαν, φεύγειν δὲ πειρᾶται τὸν ἀγῶνα καὶ τὴν ἄντικρυς μάχην, μηδαμόθεν ἔχων ἐναργῆ τὴν ἀπόδειξιν. ὁρᾷς γοῦν ὅπως μετατιθεὶς εἰς ἄνδρα ἕτερον τὴν περὶ τούτου σύστασιν καὶ τὸν κίνδυνον εἰς τὸν αὐτὸν ἐκεῖνον μεθίστησι λέγων «παρʼ οὗ δίκην ἐστὶ λαβεῖν ὡς κινδύνου μεγίστου παρομαρτοῦντος τῷ μὴ ἐλέγχοντι». ὅθεν εὐλαβούμενος τὸν ἀγῶνα καὶ φεύγων προδήλως τὴν τῆς παραιτήσεως λύσιν τελευταίαν τέθεικεν, ἐνδεικνύμενος διʼ αὐτῆς μήτε ἀναγκαῖον ἐξελέγχειν μήτε παρὰ τῶν νόμων ὡρίσθαι τὴν περὶ τούτων ἀνάγκην.

`22.72d`

ἐν δὲ τῷ μέρει τούτῳ τῆς λύσεώς ἐστί τι τῶν ἀσαφῶν κατὰ τὴν ἐξαγγελίαν, μᾶλλον δὲ κατὰ τὴν ἱστορίαν τῆς πολιτείας, ἃ παρείληπται μὲν ὡς παράδειγμα, δεῖται δὲ τῆς διορθώσεως.

`22.73`

οὐχ ἑνὶ δέδωκε τρόπῳ σοφίζεται κἀν τούτοις ὁ ῥήτωρ, ἃ περὶ κλοπῆς εἴρηται μόνης καὶ ἱεροσυλίας, ὡς κατὰ πάντων κείμενα λέγων, ἵνα ἀπὸ τῶν ὁμολογουμένων καὶ τὸ ἀμφισβητούμενον συναχθῇ.

`22.74`

οἷον τῆς κλοπῆς ὡς ἂν εἰ ἔλεγεν «οἷον περὶ τῆς κλοπῆς διέλθωμεν, ὡς ὅτι πολλοὺς τρόπους δέδωκεν ὁ νομοθέτης περὶ ταύτης δικάσασθαι». ἰστέον δὲ ὅτι τῶν δυσχερεστάτων σφόδρα καὶ τῶν ἀσαφῶν τὸ χωρίον. οὐ γὰρ μόνον κατὰ τοῦτό ἐστι δυσχερές, διότι κατὰ λέξιν ἔχει τι ἀσαφὲς καὶ δοκοῦν ἀλλόκοτον, ἀλλʼ ὅτι καὶ πολλαὶ ἐξηγήσεις φέρονται περὶ αὐτοῦ ἀνοίας μεσταί, βουλομένου τοῦ ῥήτορος λέγειν περὶ ἰσχύος σωματικῆς ἐν τῷ λέγειν «ἔρρωσαι» — ἀντὶ τοῦ «ἰσχυρὸς εἶ τῷ σώματι» —, «ἄπαγε διὰ σαυτοῦ τὸν κλέπτην ἐν τῷ δεσμωτηρίῳ», εἶτα ἐπάγοντος «εἰ δὲ ἀσθενὴς εἶ, τοῖς ἄρχουσιν ἐφηγοῦ» — ἄρχοντες μὲν λέγονται πάντες οἱ μεταχειριζόμενοι ἀρχήν τινα· ὅμως ἀπροσδιορίστως ἄρχοντας ἐκάλουν τὴν ἀρχὴν τῶν δεσμοφυλάκων· αὕτη δὲ ἦν τὸν ἀριθμὸν ἕνδεκα ἀνδρῶν. λέγει οὖν ὅτι «εἰ μὴ ἰσχύεις σεαυτῷ ἀπαγαγεῖν τὸν κλέπτην, ὡς ἰσχυροτέρου ὄντος σοῦ ἐκείνου, ἐφηγοῦ», ὅ ἐστι «προηγοῦ τῆς ὁδοῦ τοῖς ἄρχουσι τοῖς ἕνδεκα καὶ δείκνυε αὐτοῖς τὸ οἴκημα ὅπου συνέκλεισας αὐτόν». «φοβῇ καὶ τοῦτο, ἵνα μὴ καὶ ἐν τῷ ὑφηγεῖσθαι τοῖς ἄρχουσιν, ἐὰν μὴ δυνηθῇς ἀποδεῖξαι, καταθῇς τὰς χιλίας; κατηγόρει αὐτοῦ ἐν τῷ δικαστηρίῳ ἢ γράφου», ὅ ἐστιν «ἐγγράφως αὐτοῦ κατηγόρει». «καταμέμφῃ σεαυτόν», ὅ ἐστιν «αἰτιᾷ σαυτὸν ὡς ἀτυχῆ καὶ μὴ ἔχοντα χρήματα πρὸς τὸ ἐκτῖσαι, ἐὰν μὴ ἀποδείξῃς;» «δικάζου κλοπῆς καὶ οὐχὶ κινδυνεύσεις». τὸ γὰρ δικάσασθαι παρὰ διαιτητῇ ἀκίνδυνον ἦν.

`22.75`

ἔρρωσαι καὶ σαυτῷ πιστεύεις τοῦτο εἴληφε παράδειγμα πρὸς τὴν προκειμένην ὑπόθεσιν. τὸ δὲ «ἔρρωσαι καὶ σαυτῷ πιστεύεις» οὐ περὶ τῶν δικαίων καὶ ἐνταῦθα λέγει — πόθεν; —, ἀλλὰ περὶ τῆς ῥώμης καὶ τῆς τοῦ σώματος ἰσχύος. ἀπάξει δὲ δηλονότι πρὸς τοὺς ἕνδεκα τοὺς ἐπὶ τῷ δεσμωτηρίῳ.

`22.76`

ἄπαγε ἀντὶ τοῦ «ἀπαγωγῇ χρῶ». ἀπαγωγὴ δέ ἐστιν ἡ τῶν κακούργων πρὸς τοὺς ἕνδεκα παράδοσις.

`22.77`

ἐφηγοῦ ὑπόδειξον τοῖς ἄρχουσιν.

`22.78`

γράφου πρὸς τοὺς θεσμοθέτας δηλονότι.

`22.79a`

οὐδέτερον βούλει τουτέστιν «οὔτε τὸν διαιτητὴν οὔτε τὴν πρὸς τοὺς ἕνδεκα ἄρχοντας ἀπαγωγήν. γράφου πρὸς τοὺς θεσμοθέτας· κατοκνεῖς καὶ τοῦτο; ἐφηγοῦ». εἰ δὲ παλιλλογήσας φαίνεται, οὐδὲν θαυμαστὸν καὶ διπλοῦν εἶναι τὸν λόγον. τὸ μὲν γὰρ πρῶτον μέρος ὡς παρὰ Σόλωνός ἐστιν, τὸ δὲ δεύτερον τὸ «οὐδέτερον βούλει τούτων» ὡς παρὰ Δημοσθένους εἰσῆκται, ἵνα φαίνηται συνῳδὰ τῆς τοῦ νομοθέτου φθεγγόμενος γνώμης.

`22.79b`

οὐδέτερον βούλει πάλιν κἀνταῦθα πολλή τίς ἐστιν ἀμφισβήτησις. ζητοῦσι γάρ τινες, πῶς τέτταρα πράγματα εἰπών, οἷον τὸ ἀπάγειν, τὸ ἐφηγεῖσθαι, τὸ γράφεσθαι, τὸ δικάζεσθαι πρὸς διαιτητήν, εἶπεν «οὐδέτερον», ἀεὶ τοῦ «οὐδετέρου» μὴ λεγομένου εἰ μὴ ἐπὶ δύο πραγμάτων, ὥσπερ λέγομεν τὸ «ἑκάτερον» καὶ τὸ «ἀμφότερον». οὐδὲν γὰρ τούτων δύναται ἐπὶ πολλῶν λέγεσθαι εἰ μὴ μόνον ἐπὶ δύο. ὅταν δὲ ἐπὶ πολλῶν θέλωμεν λέγειν, «ἕκαστος» λέγομεν. τί οὖν ἐροῦμεν πρὸς τοῦτο; φάσκομεν ὅτι μάλιστα μὲν Ἀττικόν ἐστι λέγειν οὐ μόνον ἐπὶ δύο, ἀλλὰ καὶ πολλῶν.

`22.80`

γράφου πάλιν κἀνταῦθα ζητῆσαι ἄξιον, πῶς εἰπὼν ἄνω τὸ «γράφου» καὶ τὸ «ἐφηγοῦ» ταῦτα πάλιν ἐπήνεγκεν. λέγομεν ὅτι εἰς δύο συνελθόντων τῶν ἄνω τῶν τεττάρων πραγμάτων, εἴς τε τὸ γράφεσθαι ἐν τῷ δικαστηρίῳ καὶ εἰς τοὺς δεσμοφύλακας, διδάξας ἄνω ὡς περὶ δύο ὄντων πραγμάτων κατὰ τὸ ἀληθές, ἐνταῦθα ὥσπερ ἀνακεφαλαιοῦται καὶ ἐρωτᾷ, ποῖον βούλεται τῶν ἤδη δύο εἰρημένων τὸ ἕτερον. δεῖ δὲ ἐν ὑπερβιβασμῷ αὐτὸ νοῆσαι· «οὐ βούλει δὲ τῶν δύο ὧν εἶπον τὸ ἕν, τὸ γράφεσθαι; οὐκοῦν ἑλοῦ τὸ ἐφηγεῖσθαι, τὸ ἕτερον. εἰ δὲ τοῦτο οὐ θέλεις, τὸ ἐφηγεῖσθαι, οὐκοῦν ἑλοῦ τὸ ἕτερον, τὸ γράφεσθαι».

`22.81a`

τῆς ἀσεβείας κατὰ ταῦτʼ ἔστʼ ἕτερον παράδειγμα.

`22.81b`

πληρώσας τὸ περὶ κλοπῆς παράδειγμα μετέρχεται καὶ ἐπὶ ἄλλο, εἰς τὸ περὶ τῆς ἀσεβείας κατὰ τὰ αὐτά. εἴποι ἄν τις «καίτοι οὐκ ἔστιν ὅμοια τὰ παραδείγματα, τὸ τῆς ἀσεβείας ὥσπερ τὸ τῆς κλοπῆς· οὐδὲ γὰρ ἔχει διαιτητὰς οὐδὲ τὸ ἐφηγεῖσθαι.» λέγομεν ὅτι «ὅμοια λέγει, καθὸ καὶ ἑκατέρῳ τρόπους δικῶν ἔχει διαφόρους».

`22.82a`

ἀπάγειν πάλιν ὡς ἐπί τινα ἀρχὴν τὸ «ἀπάγειν» λέγει. «γράφεσθαι» ὡς ἀσεβῆ καὶ ἱερόσυλον. «πρὸς τοὺς Εὐμολπίδας», ἵνα ἐκεῖ αὐτὸν γράψηται. «πρὸς τὸν βασιλέα»· ὁ γὰρ βασιλεὺς ἐπεμελεῖτο τῶν ἱερῶν πραγμάτων καὶ εἰσῆγε τὰς τῆς ἀσεβείας γραφὰς πρὸς τοὺς Εὐμολπίδας.

`22.82b`

ἀπάγειν δῆλον ὅτι πρὸς τοὺς ἕνδεκα· τὸ δὲ «γράφεσθαι» πρὸς τοὺς θεσμοθέτας, παρʼ ὧν εἰς τὸ δικαστήριον εἰσάγονται αἱ γραφαί.

`22.83`

δικάζεσθαι πρὸς Εὐμολπίδας τρίτον εἶδος τοῦτο δικαστηρίου. ἱερὸν δὲ γένος οἱ Εὐμολπίδαι, ἱερᾶται δὲ Ἐλευσῖνι, καὶ ἐπὶ τούτου πολλάκις ἐδικάζοντο ἀσεβείας οἱ βουλόμενοι.

`22.84`

φράζειν πρὸς τὸν βασιλέα ἵνα ὁ βασιλεὺς τὴν φάσιν λαβὼν — φάσις δὲ κατηγορίας ὄνομα — τοῖς θεσμοθέταις φανερὰν καταστήσῃ καὶ παρὰ τῶν θεσμοθετῶν γνωρισθῇ τοῖς δικάζουσι τὰ ἐγκλήματα. ὁ δὲ βασιλεὺς εἷς καὶ αὐτὸς ἄρχων κατʼ ἐνιαυτὸν τῶν ἐννέα καλουμένων, ὃς καὶ αὐτὸς ἐπιμελεῖται τῶν ἱερῶν.

`22.85`

περὶ τῶν ἄλλων ἁπάντων ἐπειδὴ οὐκ εἶχε καὶ περὶ τῆς ἑταιρήσεως τὰ αὐτὰ διαλεχθῆναι, συνήρπασε τῷ κοινῷ συλλογισμῷ καὶ σύμπαντα τὰ λοιπά.

`22.86a`

εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργος μεταληπτικόν. τούτῳ παραπλήσιον ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν «ἢ παρελθών τις ἐμοί, μᾶλλον δὲ ὑμῖν δειξάτω ἢ ὡς οὐκ ἀληθῆ ταῦτα λέγω ἢ ὡς οἱ τὰ πρῶτα ἐξηπατημένοι τὰ λοιπὰ πιστεύσουσιν».

`22.86b`

εἰ ... κακοῦργος ἐπάγει τὸ μεταληπτικόν, εἶτά τι καὶ καινὸν εἶδος πίστεως εἰσάγει Δημοσθένης ἀξιῶν παρὰ τοῦ ἀντιδίκου τὴν ἀπόδειξιν γίνεσθαι.

`22.87`

λαχεῖν ἀντὶ τοῦ κατηγορῆσαι λέγουσιν Ἀττικοί.

`22.88`

ἐπαγγελία ἀντὶ τοῦ κατηγορία.

`22.89a`

ἀλλʼ ἢ δεῖξον οὐ πεποιηκότα τὸ δὲ «εἰ μὴ πεποίηκας ταῦτα» ἔστιν οὐχ ὅτι «εἰ μὴ ἡταίρηκας», ἀλλʼ «εἰ μὴ γέγραφας ἡταιρηκὼς» ὡς τοῦ τῆς ἑταιρήσεως πράγματος ἐξεληλεγμένου. ἐρωτᾷ γὰρ ὃ μὴ ἀρνήσασθαι δύναται. οὐ γὰρ εἴωθεν ὁ Δημοσθένης ἐρωτᾶν τὰ ἀμφίβολα. τούτῳ δὲ τῷ «εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργός ἐστι» ὅμοιον ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν «ἢ παρελθών τις ἐμοί, μᾶλλον δʼ ὑμῖν δειξάτω».

`22.89b`

τὸ δὲ «εἰ μὴ πεποίηκε ταῦτα» οὐχ ὅτι «εἰ μὴ ἡταίρηκεν», ἀλλʼ «εἰ μὴ γέγραφεν ἡταιρηκὼς» ὡς τοῦ τῆς ἑταιρήσεως πράγματος ἐξεληλεγμένου, λειπομένου δὲ τοῦ παρὰ Ἀνδροτίωνος ἀποδειχθῆναι, εἰ μὴ γέγραφεν. ἐρωτᾷ γὰρ ὃ μὴ ἀρνήσασθαι δύναται. οὐ γὰρ εἴωθε Δημοσθένης ἐρωτᾶν τὰ ἀμφίβολα. ἐπεί τοι γε εἰ ἦν ἐρωτήσας, εἰ μὴ ἡταίρησεν, ἀντέπεσεν ἂν παρὰ Ἀνδροτίωνος ὅτι οὐχ ἡταίρηκε καὶ γέλως ἂν ἦν ἐρωτῶντος τὸν ἀντίδικον, εἴ γε ἠρώτα ὃ μὴ ἔμελλεν ὁμολογεῖν· ἀλλὰ «δεῖξον», φησίν, «εἰ μὴ παρὰ τοὺς νόμους γέγραφας»· ὅτι γὰρ ἡταίρηκε δέδεικται. τούτῳ τῷ σχήματι παραπλήσιόν ἐστι καὶ τὸ ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν εἰρημένον «ἢ παρελθών τις ἐμοί, μᾶλλον δʼ ὑμῖν δειξάτω ὡς οὐκ ἀληθῆ ταῦτα ἐγὼ λέγω»· εἰπὼν γὰρ ὅτι καταλυθήσεται αὐτίκα δὴ μάλα Φίλιππος, ἐπήγαγεν «ἢ παρελθών τις ἐμοί, μᾶλλον δὲ ὑμῖν δειξάτω ὡς οὐκ ἀληθῆ ταῦτα ἐγὼ λέγω». οὐ γὰρ εἶπε «δειξάτω εἰ μὴ καταλυθήσεται Φίλιππος» — τοῦτο γὰρ ἦν εὔηθες καὶ εἰπεῖν καὶ ἀκοῦσαι, ἀδήλων ὄντων τῶν ἐκβησομένων —, ἀλλὰ δειξάτω, φησίν, εἰ μὴ πολλοὺς ἐξηπάτηκεν. οὐ γὰρ τὸ συμπέρασμα ἠρώτησεν ὃ κατεσκεύασε βιαίως ἐκ τῶν οἰκείων προτάσεων, ἀλλὰ περὶ τῶν ἀποδεδειγμένων ἐλέγχων καὶ τῶν Φιλίππῳ πεπραγμένων ἃ φανερὰ καὶ ὁμολογούμενα τοῖς ἀκούουσιν ἐτύγχανεν. ἀσφαλῶς οὖν καὶ οὗτος τὸ μὲν τῆς κλοπῆς καὶ τῆς ἀσεβείας διαρρήδην εἴρηκεν, ἀορίστως δὲ τὰ λοιπά.

`22.90`

οὐ γὰρ ἔξεστί σοι δηλονότι τὸ γράφειν ὄντι ἡταιρηκότι.

`22.91a`

ἄξιον τοίνυν, ὦ ἄνδρες τὸ ἐπιχείρημα γνώμη νομοθέτου. δευτέραν γὰρ ἔταξε τὴν γνώμην τοῦ νομοθέτου ἐν τῷ λόγῳ τούτῳ.

`22.91b`

ἄξιον ... ἄνδρες ἄλλην ἀκόλουθον ἐπήγαγε λύσιν ἐκ διανοίας τοῦ νομοθέτου, καὶ αὐτὴν ἀποφυγὴν ἔχουσαν τῶν ἀποδείξεων. συστῆσαι γὰρ βούλεται διὰ τῆς διανοίας τοῦ Σόλωνος ὅτι «οὐδὲ ἐκεῖνος κολάζει οὐδὲ ἐλέγχει», δηλονότι πανταχόθεν πεῖσαι τοὺς ἀκούοντας προθυμούμενος σιγὴν ἐπιτάττειν Ἀνδροτίωνι, οὐχὶ δὲ καλεῖν εἰς δικαστήριον οὐδὲ τὸν κατήγορον ἀναγκάζειν πρὸς αὐτὸν διαγωνίζεσθαι περὶ τοῦ βίου, ἀλλὰ ἀναγκάζειν αὐτὸν σιωπᾶν. τοῦτο γὰρ βεβουλῆσθαι τὸν νομοθέτην διὰ τὴν πολιτείαν. ταῦτα δὲ τεκμήριά ἐστιν εὐσύνοπτα τοῦ μηδεμίαν ἀπόδειξιν ἔχειν τῆς ἑταιρήσεως.

`22.91c`

ἄξιον ... ἄνδρες λοιπὸν διʼ ὧν ἐξετάζει τοῦ νομοθέτου τὴν διάνοιαν ὁ ῥήτωρ, μεθοδεύει ἄτιμον ποιῆσαι τὸν Ἀνδροτίωνα, δεικνὺς ὅτι οὐδὲν μέγα ὥρισεν εἰς τιμωρίαν αὐτοῖς ὁ Σόλων οὐδὲ περὶ τούτου ἐσπούδασεν, ἀλλὰ τὸ σῷζον τὴν δημοκρατίαν ἐκύρωσεν. εἶτα κατασκευάζει τὸ ἐπιχείρημα οὕτως· «ἐν δημοκρατίᾳ ἰσονομία καὶ ἰσοτιμία, ὥστε καὶ τὸν πένητα καὶ δυσγενῆ καὶ εὐτελῆ παρρησιάζεσθαι κατὰ τῶν πλουσίων καὶ τῶν τὰ πρῶτα ἐχόντων· ἐν δὲ ὀλιγαρχίᾳ τοῖς διοικοῦσι τὰ κοινὰ καὶ ἄρχουσιν οὐδεὶς τῶν ἄλλων ἀντιβλέπειν ὡς δεσπόταις δυνήσεται». οὐκοῦν οἱ βεβιωκότες αἰσχρῶς τὸ ὀνειδίζεσθαι φοβούμενοι — τοῦτο γὰρ γένοιτʼ ἂν ἐν δημοκρατίᾳ διὰ τὸ ἰσότιμον — σπουδάσειαν κατὰ τὸ εἰκὸς εὑρεθέντες πολλοὶ ἢ πάντας ἀπεργάσασθαι πόρνους, οὕτω δημαγωγοῦντες αὐτούς, ἵνα τὸ ὅμοιον μὴ κακίζωσιν, ἢ μεταστῆσαι παντάπασι τὴν πολιτείαν, εἰδότες ὡς ὀλιγαρχίας γενομένης ἕξουσι τοῦ μὴ βλασφημεῖσθαι τὴν ἄδειαν.

`22.92`

ἀλλὰ ταῦτα ἀπεῖπεν ταράττει τὸν ἀκροατὴν τῷ κατασκευάζειν τὴν ὑπόνοιαν καταλύσεως τοῦ δήμου καὶ συγχεῖ καὶ ταράττει τῷ φόβῳ τοὺς ἀκούοντας, ἵνα ὥσπερ τῆς δημοκρατίας κινδυνευούσης ἐξωσθῇ τῆς πολιτείας ὁ Ἀνδροτίων. «ὁ Σόλων» φησίν «οὐκ ἐξήλεγξε τοὺς τοιούτους· οὐκοῦν οὐδὲ ὑμᾶς ἔλεγχον δεῖ ζητεῖν.» σοφίζεται δὲ ἐν τούτῳ. ὁ γὰρ νομοθέτης ἐκβάλλει τοὺς ἐξελεγχθέντας ἡταιρηκέναι καὶ διαλέγεται δηλονότι περὶ τῶν ἑαλωκότων.

`22.93`

δεινοὺς «δεινοὺς» μὲν δυνατοὺς ἐν τῷ λέγειν, «θρασεῖς» δὲ διὰ τὸν τρόπον. τὸ δὲ «τοιούτων ὀνειδῶν» οἵων μετέχει ὁ Ἀνδροτίων. τὸ δὲ «κἀκείνους» ἀντὶ τοῦ «ἡταιρηκότας».

`22.94a`

κἀκείνους ἤτοι καταλῦσαι τούτῳ τῷ ἐννοήματι ἀκόλουθον ἦν εὐθὺς ἐπάγειν «ἢ προάγειν ἂν ὡς πονηροτάτους, ἵνʼ ὡς ὁμοιότατοι σφίσιν ὦσιν». ὁ δὲ πρὸ τῆς ἐπαγωγῆς τὴν προτέραν πρότασιν κατεσκεύασεν. διὰ τί; ὅτι δύο προτάσεων οὐσῶν καὶ τῆς μὲν παραδόξου τυγχανούσης τῆς ὅτι «καταλῦσαί γʼ ἂν προέλοιντο τὸν δῆμον», τῆς δὲ ὅτι «προαγαγεῖν ἅπαντας ὁμοίους ἑαυτοῖς εἶναι» πιθανῆς ὑπαρχούσης, αὐτόθεν ἐδεήθη κατασκευάσαι τὴν προτέραν πρὸ τοῦ τὴν δευτέραν προτεῖναι. καθόλου γὰρ ἔγνωμεν δεῖν τὰς κατασκευὰς εὐθέως ἐπισυνάπτειν ταῖς ἀπιθάνοις λίαν καὶ παραδόξοις προτάσεσιν.

`22.94b`

κἀκείνους ... καταλῦσαι ὅτι καὶ τούτῳ τῷ ἐννοήματι ἀκόλουθον ἂν ἦν εἰπεῖν «ἢ προάγειν ὡς πονηροτάτους, ἵνʼ ὡς ὁμοιότατοι σφίσιν ὦσιν». ὁ δὲ πρὸ τῆς ἐπαγωγῆς τὴν προτέραν πρότασιν κατεσκεύασεν. δύο γὰρ προτάσεων οὐσῶν καὶ τῆς μὲν παραδόξου τυγχανούσης τῆς ἤτοι «καταλῦσαι ἂν προέλοιντο τὸν δῆμον», τῆς δὲ ὅτι «προαγαγεῖν ἅπαντας ὁμοίους αὑτοῖς εἶναι», τῆς παραδόξου προτάσεως τὴν ἴασιν ἐξεῦρε τὴν αἰτίαν προσθεὶς καὶ προωδοποίησε τὸ πιθανὸν τῇ δευτέρᾳ. πῶς; ὅτι γνοὺς ὁ ἀκροατὴς ἐκ τῆς κατασκευῆς διʼ ἣν αἰτίαν ἕλοιντο καταλῦσαι τὸν δῆμον, οὐκέτι ζητήσει κἀπὶ τῆς δευτέρας «τίνος ἂν ἕλοιντο ἕνεκα προάγειν αὑτοῖς ὁμοίους τοὺς πολίτας εἶναι», τὴν γνῶσιν ἔχων ἐκ τῶν προειρημένων ἀκριβῆ τῆς αἰτίας. τοῦτο δὲ ποιεῖ, ὅτι καθόλου ἔγνωμεν δεῖν τὰς κατασκευὰς εὐθέως ἐπισυνάπτειν ταῖς ἀπιθάνοις λίαν καὶ παραδόξοις προτάσεσιν.

`22.94c`

ἐνταῦθα δύο προτάσεις εἰσίν, ἡ μὲν παράδοξος ὅτι «καταλῦσαι προέλοιντο ἂν τὸν δῆμον», ἡ δὲ πιθανὴ ὅτι «προαγαγεῖν ἅπαντας ὁμοίους ἑαυτοῖς εἶναι». ὁ δὲ ῥήτωρ αὐτόθεν ἐδεήθη κατασκευάσαι τὴν πρότασιν πρὸ τοῦ τὴν δευτέραν προτεῖναι. καθόλου γὰρ δεῖ τὰς κατασκευὰς εὐθέως ἐπισυνάπτειν ταῖς ἀπιθάνοις καὶ παραδόξοις προτάσεσιν, ἵνα διὰ τῆς ἀποδείξεως τῆς προτέρας συναρπάσωμεν τὸν ἀκροατήν, ὡσπερεὶ πιθανῆς καὶ τῆς δευτέρας.

`22.95`

τοὺς ἄρχοντας οὐχ ἁπλῶς λέγει «ἄρχοντας», ἀλλὰ «τοὺς προϊσταμένους τῶν πραγμάτων καὶ τοὺς δυναμένους τι», ὥσπερ νῦν ὁ Ἀνδροτίων δυνατός ἐστιν ἐν τῇ βουλῇ.

`22.96`

ὀλιγωρήσας τοῦ συμβουλεύειν καὶ δημηγορεῖν, τοῦ νόμου αὐτὸν ἀπείργοντος.

`22.97a`

περὶ μὲν τοίνυν τοῦ νόμου ὁ περὶ ἐνδείξεως νόμος.

`22.97b`

περὶ ... νόμου ἐπὶ τὸν τέταρτον λοιπὸν ἀφίκετο νόμον, συντείνοντα μὲν καὶ αὐτὸν εἰς ἀτιμίαν, ἐκ δὲ τοῦ πατρῴου χρέους γινόμενον. σκεπτέον δὲ ὅτι πανταχῆ φησιν ὡς ὠφληκότος ἦν· τὸ δὲ νῦν ὀφείλειν ἔτι οὐ κατασκευάζει, ὡς εἶναι ὑπόνοιαν, μὴ ἄρα ἐκτέτισται. ἡ δὲ λύσις κἀνταῦθα μεταληπτική, ὡς ἐπὶ τῆς ἑταιρήσεως.

`22.97c`

περὶ ... νόμου ἡ μὲν πρότασις ὁμοίως κἀνταῦθα παραγραφική, «οὐκ ἔξεστι τῷ ἀτίμῳ γράφειν». ἡ δὲ ἀντίθεσις μεταληπτική, «οὐκ ἐνδείκνυταί με», φησίν. ἔνδειξις δέ ἐστιν ὄνομα δίκης κατὰ τῶν ὀφειλόντων μὲν τῇ πόλει, πολιτεύεσθαι δὲ διεγχειρούντων. λέγεται δὲ ἔνδειξις καὶ κατὰ τῶν ἀνδροφόνων, ὅταν κατίωσιν ὅποι μὴ ἔξεστιν, ὥς φησιν ἐν τῷ κατὰ Ἀριστοκράτους «κατὰ τῶν τοὺς φεύγοντας ἐνδεικνύντων». γίνεται δὲ ἔνδειξις καὶ κατὰ προδοτῶν· τοῦτο δὲ εἴρηται ἐν τῷ ἐνάτῳ τῶν Φιλιππικῶν· «ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξε τὸν Φιλιστίδην». ταύτης τῆς ἀντιθέσεως μεταληπτικῆς οὔσης καὶ ἡ λύσις ἐστὶ μεταληπτικὴ ἀπὸ χρόνου καὶ ἀπὸ τρόπου· ἀπὸ χρόνου μέν, «τότε ποιήσομεν, οὐ μὰ Δίʼ οὐχὶ νῦν», ἀπὸ τρόπου δέ, ὅτι «ἐνδείξομεν· νῦν γὰρ οὐκ ἐνδεικνύουσιν, ἀλλὰ παρανόμων γράφονται». διάφοροι δὲ οἱ τρόποι. εἶτα πάλιν ἀπαιτεῖ τὰς ἀποδείξεις παρὰ Ἀνδροτίωνος· καὶ ἡ ἐρώτησις ἰσχυρὰ μὲν καὶ πιθανή, σεσόφισται δέ. οὐ γάρ φησιν «ἀπόδειξον εἰ μὴ ὀφείλει ὁ πατήρ», ἀλλʼ «εἰ μὴ ὤφειλεν, εἰ μὴ ἀπέδρα ἐκ τοῦ δεσμωτηρίου», περὶ τῶν ὁμολογουμένων καὶ προδήλων τὴν πρόκλησιν ποιούμενος· οὔτε γὰρ ἀποδεῖξαι δύναται Ἀνδροτίων ὅτι μὴ ὤφειλεν ὁ πατήρ, οὔτε ὅτι οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου. εἰ δὲ ἠρώτα καὶ προὐκαλεῖτο λέγειν, εἰ μὴ ὀφείλει, τάχα ἂν Ἀνδροτίων ηὐπόρησεν ἀποκρίσεως.

`22.97d`

πρότασις παραγραφική.

`22.98`

ἐὰν φῇ δεῖν ἀντίθεσις μεταληπτικὴ ἣν λύει μεταληπτικῶς ἀπὸ χρόνου.

`22.99`

ἀλλʼ ὅταν ᾖ προσῆκον οἱ γὰρ νόμοι τὰ μείζονα τῶν ἀδικημάτων προεξετάζεσθαι βούλονται, μετὰ ταῦτα δὲ τὰ ἐλάττονα.

`22.100`

ὡς οὖν οὐκ ὦφλεν ἀνταπαιτεῖ τὰς ἀποδείξεις.

`22.101`

εἰσὶ δὲ καὶ περὶ τῶν ἄλλων πεπλήρωται μὲν ἄχρι τούτου τὸ νόμιμον, καὶ εἰσὶν οἱ σύμπαντες νόμοι ἑπτὰ καὶ ἔθος, τέτταρες μὲν τοῦ κατηγόρου, τρεῖς δὲ τοῦ φεύγοντος, καὶ σὺν τούτοις τὸ ἔθος. ἀντιθέσεις δὲ σύμπασαι τοῦ μὲν πράγματος τέτταρες, ἐνταῦθα δὲ τοῦ προσώπου δύο. μετὰ ταῦτα λοιπὸν εἰσάγει ἐπιλογικὴν ἀντίθεσιν ἀπὸ τοῦ δικαίου καὶ τῆς ἀξίας μετὰ τὸ ἐναντίον· «ἀλλὰ δόξετε καταισχύνειν ὑμῶν αὐτῶν τὸ μέρος, εἰ τὸν στέφανον ἀφαιρήσετε»· μέρος γὰρ ἡ βουλὴ τοῦ δήμου.

`22.102a`

ἔστι γὰρ εἷς πληρώσας τοὺς ἀγῶνας διὰ τῶν τεττάρων νόμων μετέρχεται ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους.

`22.102b`

ἀπὸ τοῦ πρέποντος.

`22.103a`

μὴ πεντακοσίους ὑμῶν ἀντίθεσις ὡς ἐπιλογικὴ μετέχουσά τινος ἔτι καὶ πίστεως καὶ μάχης· ἔοικε δὲ ἀπὸ τοῦ δικαίου εἰλῆφθαι, ὅτι οὐ δίκαιον τοσούτους τῶν Ἀθηναίων ἀτιμάζεσθαι.

`22.103b`

μὴ ... ὑμῶν ἐπιλογικὴ ἡ ἀντίθεσις ἀπὸ τοῦ δικαίου καὶ τῆς ἀξίας κατὰ τὸ ἐναντίον· «δόξετε καταισχύνειν ὑμῶν αὐτῶν τὸ μέρος, εἰ τὸν στέφανον ἀφαιρήσεσθε»· μέρος γὰρ ἡ βουλὴ τοῦ δήμου. ὅτι δέ ἐστιν ἐπιλογικὴ δῆλον. οὐ γὰρ ἀνατρέπει τὰ παρὰ τῶν ἀντιδίκων προτεινόμενα, ἀλλὰ δυσωπεῖν ἐπιχειρεῖ τοὺς ἀκούοντας. μέμικται δέ τι καὶ μεταστάσεως κατὰ τὴν ἀντίθεσιν· «ἐκείνων ὁ ἀγών, οὐκ ἐμός». τὸ μὲν οὖν «ἀφελέσθαι τὴν δωρεὰν» ἔνδειξίς ἐστι τοῦ τὴν δωρεὰν ἤδη δεδόσθαι, διʼ ἣν αἰτίαν ἐφάσκομεν μὴ δεδυνῆσθαι τὸν Διόδωρον κατʼ ἀρχὰς παραγράψασθαι Ἀνδροτίωνα· τὸ δὲ «μὴ ὀνείδει περιβαλεῖν» ἀπὸ τῆς ἀξίας εἴληπται, δυσωπητικῶς εἰσηγμένον. ἡ δὲ λύσις μεταληπτικὴ σύμπασα ἀπὸ τοῦ συμφέροντος. ἔστι γὰρ ὅτε ἑτέρου μὲν γένους ἡ ἀντίθεσις, ἑτέρου δὲ ἡ λύσις. μεταληπτικὴ δὲ οὖσα οὐδὲν ἧττόν ἐστι κατὰ ἀντιπαράστασιν.

`22.103c`

μὴ ... ὑμῶν τοῦτο τῆς μεταστάσεως. ἡ δὲ λύσις μεταληπτικὴ ἀπὸ τοῦ συμφέροντος. μεταληπτικὴ δὲ τυγχάνουσα οὐδὲν ἧττόν ἐστι κατὰ ἀντιπαράστασιν.

`22.104a`

εἰ δὲ τῷ τοῦτο ποιῆσαι πλείους ἢ μυρίους ἐπειδὴ τῷ πλήθει τῆς βουλῆς ἐπεχείρει δυσωπῆσαι τοὺς δικαστάς, ἀντέθηκεν τοῖς πεντακοσίοις βουλευταῖς τοὺς μυρίους.

`22.104b`

ἐπειδὴ διὰ τὸ πλῆθος τῆς βουλῆς δυσωπῆσαι τοὺς δικαστὰς ὁ Ἀνδροτίων ἐπεχείρει, ἀντιτίθησι καὶ αὐτὸς τῷ πλήθει ἕτερον πλῆθος πολὺ πλέον ἐκείνου, τοῖς πεντακοσίοις τοὺς μυρίους.

`22.105a`

τῷ γάρ ἐστιν ὄνειδος κατασκευάζει δριμέως εἰς ὀλίγους τὴν μέμψιν, ἵνα μὴ πᾶσαν λυπήσῃ τὴν βουλὴν τὸ βραχὺ μέρος αὐτῆς αἰτιώμενος.

`22.105b`

τοῦτο λοιπὸν ἐκ περιουσίας ἐπήνεγκε, τὸ συμφέρον τῆς πόλεως προκρίνων, ὡσανεὶ ἔλεγε κατʼ ἔνστασιν καὶ ἀντιπαράστασιν οὕτω· «μάλιστα μὲν οὔκ ἐστιν ὄνειδος τῇ βουλῇ, μόνῳ δὲ τῷ Ἀνδροτίωνι. εἰ δὲ καὶ δοίημεν, μὴ μόνῳ τῷ Ἀνδροτίωνι, ἀλλὰ καὶ πάσῃ τῇ βουλῇ, βέλτιόν ἐστι λυπῆσαι μίαν βουλὴν ἢ πᾶσαν βλάψαι τὴν πόλιν.»

`22.106`

σιωπῶντος ... γράφοντος ἀντὶ τοῦ «μὴ δημηγοροῦντος».

`22.107`

καταγνοῦσιν ἢ μὴ ἀντὶ τοῦ «ἐὰν μὴ καταγνῶτε αὐτῶν ὡς ἁμαρτόντων, ἀλλὰ ἀπογνῶτε τῶν κατηγορουμένων ὡς μὴ ἁμαρτησάντων».

`22.108`

ἐθάδων ἐθάδας ἐκάλουν τοὺς περὶ τὰ πράγματα σχολάζοντας καὶ κακουργοῦντας διὰ τὸ κερδαίνειν καὶ ἐργολαβεῖν.

`22.109a`

ὃ τοίνυν ἕτερον καὶ τοῦτο τὸ μέρος εἰς τὴν προειρημένην ἀντίθεσιν. τὸ γὰρ «συνηγορήσουσι τῇ βουλῇ καὶ βοηθήσουσι Φίλιππος καὶ Ἀντιγένης» οὐδὲν ἕτερον δύναται ἢ ὅτι «ταὐτὰ ἐροῦσιν Ἀνδροτίωνι», ὥστε καὶ ἐκ τούτων βεβαιοῦσθαι τὸ καὶ ἐπιλογικὴν τὴν προειρημένην ἀντίθεσιν εἶναι.

`22.109b`

ἐχώρισε δʼ ἀλλήλων τὰ πρόσωπα, ἵνʼ ἔχοι διαλεχθεὶς πρὸς τὰς διαφόρους ποιότητας εὐμαρέστερον λῦσαι αὐτὸ τὸ διὰ τῆς ἀξίας ἀντιπῖπτον ἑκάστου τῶν συνηγόρων. τὸ δὲ «συνερεῖ τῇ βουλῇ Φίλιππος καὶ Ἀντιγένης» ἔμφασιν ἔχει ὅτι «οὐκ ἔχουσι μὲν οὐδὲν εἰπεῖν δίκαιον ὑπὲρ τοῦ ψηφίσματος ἀναβαίνοντες, ἴσως δέ τι τῇ βουλῇ συναγορεῦσαι πειράσοιντο». εἰ δὲ εἰρήκει τῷ ψηφίσματι μέλλειν συναγορεύσειν αὐτούς, ταῖς αὐταῖς ἂν ἠγωνίσατο λύσεσιν, αἷς καὶ πρότερον ἐχρήσατο.

`22.110a`

ἴσως ἀναβήσεται οὐκ ἐκβολὴ συνηγόρων ἐστίν· οὐ γὰρ τῷ κρινομένῳ συναγορεύουσιν, ἀλλʼ ἑαυτοῖς. «ἀντιγραφεὺς» δέ ἐστιν ὄνομα ἀξιώματος ἀντιγράφοντος ὑπὲρ τῆς βουλῆς πρὸς τὸν δῆμον ἐν οἷς ἂν δέηται.

`22.110b`

ἴσως ἀναβήσεται καλῶς εἶπε τὸ «ἴσως» καὶ οὐ «πάντως», ἵνα ὥσπερ μέρος ἐπιεικείας αὐτοῖς μαρτυρήσας ἀποτρέψῃ αὐτοὺς τοῦ συνηγορεῖν.

`22.111`

διʼ ἑαυτῶν εἶχον ἤνυσε ἡ λέξις τὸ μῖσος. ὡς ἀνδραπόδοις ἐχρῶντο τοῖς ἄλλοις, ἑαυτοῖς τὸ κράτος φυλάσσοντες.

`22.112`

τὴν γραφὴν λέγει τὴν κατηγορίαν ἣν εἰσήλθομεν κατὰ τοῦ Ἀνδροτίωνος. «ἀπογνῶτε» λέγει ἐνταῦθα οὐχ ὥσπερ εἶπεν ἄνω «ἐὰν ἀποδέξησθε», ἀλλʼ ἀντὶ τοῦ «ἐὰν μὴ καταγνῶτε», εἰδὼς τὴν αὐτὴν λέξιν διττῶς λεγομένην καὶ μεθαρμοζομένην πρὸς τὸν νοῦν τοῦ λεγομένου. δέον εἰπεῖν «ἀπογνῶτε τῆς γραφῆς», «ἀπογνῶτε τὴν γραφὴν» Ἀττικῶς εἶπεν.

`22.113`

ὃς μὲν ἂν ὑμῖν ἀδικεῖν δοκῇ ὅρα σωφροσύνην μετὰ θυμοῦ σῳζομένην· οὐ γὰρ εὐθὺς τὴν τιμωρίαν ἐπήγαγεν, ἀλλὰ τὴν κρίσιν ἀφῆκε γενέσθαι πρότερον.

`22.114a`

ἔτι τοίνυν Ἀρχίαν οἶμαι τόπον ἀπένειμεν οἰκεῖον ἐν τοῖς ἐπιλόγοις Ἀρχίᾳ διὰ τὸ διάφορον τῆς ἀξίας. τὸ γὰρ «ὡς ἐπιεικῆ» δήλωσιν ἔχει μὲν τῆς ἀρετῆς τἀνδρὸς καὶ τῆς ὑπολήψεως, ἣν παρʼ Ἀθηναίοις κέκτηται. βούλεται μέντοι διὰ τῶν ἐγκωμίων καὶ τῆς ἀρετῆς τῆς μαρτυρίας τοῦ ἀνδρὸς βεβαιῶσαι τὴν κατὰ τῆς βουλῆς κατηγορίαν, διὰ δὲ τῶν αὐτῶν ἐπαίνων τῆς συνηγορίας ἀποτρέψαι τὸν ἄνδρα. διαλεκτικώτερος δὲ πρὸς αὐτὸν ὁ λόγος, ἐπειδὴ καὶ πεπαιδεῦσθαι καὶ φιλοσοφεῖν ὑπείληπται.

`22.114b`

ἔτι ... οἶμαι ἐχώρισε δὲ τοῦτον ἀπὸ τῶν ἄλλων, ἵνʼ ὡς ὄντα ἐπιεικῆ ταῖς ἀληθείαις μόνον ἐξελέγξῃ λαβών. ἐπειδὴ δὲ καὶ πεπαιδεῦσθαι καὶ φιλοσοφεῖν ὑπείληπται, συλλογιστικώτερον αὐτῷ διαλέγεται. τὸ δὲ «οἶμαι» τῷ «συνερεῖν» συναπτέον, ἵνʼ ᾖ ἀμφίβολον τὸ «ἐπιεικὴ ὢν συνερεῖ αὐτοῖς».

`22.114c`

ἔτι ... οἶμαι καὶ οὗτος τῶν συνηγόρων. ἐζήτησαν δέ τινες, διὰ τί μὴ καὶ τοῦτον ὠνόμασε μετὰ τῶν ἄλλων τριῶν. ἐπειδήπερ οὗτος ὁ Ἀρχίας ἐλέγετο εἶναι φιλόσοφος, ὡς μαρτυροῦσι καὶ πάντες οἱ ἐξηγησάμενοι καὶ αὐτὸς ὁ ῥήτωρ διὰ τοῦ ἐπαγαγεῖν «ὡς ἐπιεικῆ δεήσεσθαι»· φιλόσοφον γάρ ἐστι τὸ προβάλλεσθαι τὴν ἐπιείκειαν. ἐπειδὴ οὖν ἔμελλεν ὡς ἐκ φιλοσοφίας ὁρμώμενος συλλογιστικῶς κεχρῆσθαι τοῖς λόγοις, βούλεται ὁ ῥήτωρ ἀφορίσαι αὐτὸν τῶν ἄλλων, ἵνα σχολάσας πρὸς ἐκεῖνον καὶ αὐτὸς χρήσηται ταῖς πρεπούσαις κατασκευαῖς, ἵνα δείξῃ ὅτι καὶ ἐν τούτῳ αὐτοῦ περιγίνεται, ἐν ᾧ ἐκεῖνος μεγαλοφρονεῖ. κέχρηται οὖν εὐθὺς συλλογιζόμενος πρὸς αὐτὸν τῷ διλημμάτῳ σχήματι καὶ οὐχ ἁπλῶς διλημμάτῳ, ἀλλʼ ὥσπερ κατὰ διαίρεσιν. ἰστέον ὅτι καὶ φιλοσόφων λόγων ἐντὸς ἦν ὁ ῥήτωρ, ἀκροατὴς γεγονὼς Πλάτωνος.

`22.115a`

οἶμαι τοίνυν πάλιν ἐπιλογίζεται ἀπὸ τῆς τοῦ προσώπου ποιότητος.

`22.115b`

οἶμαι τοίνυν ἄχρι μὲν τούτων ἀπὸ τῆς διπλῆς ποιότητος τῆς τε βουλῆς καὶ τῶν συνηγορούντων προσώπων ὡς ἐν ἐπιλόγοις αὐτῷ προκεχώρηται, ἑξῆς δὲ ἐπιλογίζεται πάλιν ἀπὸ τῆς Ἀνδροτίωνος αὐτοῦ ποιότητος· εἰσῆκται δὲ ἐν ἀντιθέσεως εἴδει. «ἀλλὰ φθονοῦμαι» φησί «διὰ τὴν εὔνοιαν ἣν ἔχω περὶ τὴν πόλιν καὶ διὰ τὰς εἰσπράξεις ἃς ὑπὲρ ὑμῶν πεποίημαι.» ταύτην τὴν ἀντίθεσιν ἔλαβε μὲν ἀπὸ τῆς Ἀνδροτίωνος ποιότητος διὰ τὸ ὑπάρχειν Ἀνδροτίωνι δυσμένειαν πρὸς Εὐκτήμονα ὑπὲρ τῶν εἰσφορῶν· οὐ μὴν σαφῶς τὴν αἰτίαν ἐκτέθειται. λύει δὲ τὴν ἀντίθεσιν τοῦτο μὲν μεταληπτικῶς «οὐ περὶ τούτων δικάσειν ὀμωμόκατε, ἀλλʼ εἰ κατὰ τοὺς νόμους τὸ ψήφισμα εἶπε», κατὰ τὸ μαχόμενον δὲ «εἶθʼ ὅτι πάνδεινόν ἐστι κατηγορίαν ποιούμενον ὡς ἀδικοῦσί τινες τὴν πόλιν αὐτὸν ἀξιοῦν μειζόνων ὄντων ὧν ἀδικεῖ μὴ δοῦναι δίκην». τὸ δʼ αὐτὸ τοῦτο καὶ ἀπὸ τοῦ ἐναντίου λέγεται· εἶδος γὰρ τοῦ ἐναντίου καὶ τὸ μαχόμενον· εἶτα ἀπὸ συγκρίσεως λέγων «εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς νόμους καὶ τὸ εὐορκεῖν· εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος, δόξετε πᾶσιν τὰ χρήματα ταῦτʼ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι».

`22.115c`

οἶμαι τοίνυν ἐντεῦθεν φανερῶς οἱ ἐπίλογοι, ἀπὸ τοῦ προσώπου δὲ τοῦ ἰδίου· δεῖ γὰρ στοχάζεσθαι καὶ τὸν κατήγορον τῆς τοῦ φεύγοντος ποιότητος. οὔκουν ἐτόλμησε Ἀνδροτίων εἰπεῖν «ταῦτά μοι περιγέγονε καὶ τὴν κατηγορίαν συνεστήσατο Διόδωρος, ὅτι ὕβρισται παρʼ ἐμοῦ καὶ ἠδίκηται, φόνου μὲν ἐγκληθεὶς τοῦ πατρός, ἐξελεγχθεὶς δὲ οὐδαμῶς ἀνῃρηκέναι τὸν ἑαυτοῦ πατέρα». εὔηθες γὰρ ὡς ἀληθῶς Ἀνδροτίωνα καθʼ ἑαυτοῦ τούτοις κεχρῆσθαι τοῖς λόγοις, ἄλλως τε καὶ αὐτοῦ Διοδώρου εἰπόντος ἐν τῷ προοιμίῳ διὰ τοῦτο κατηγορεῖν, ἵνα ἀμύνηται τὸν σεσυκοφαντηκότα. διὰ τοῦτο ταύτην παραλιπὼν εἰκότως ἔθηκε τὴν ἀμφισβητήσιμον. τὸ γὰρ περὶ τῶν εἰσφορῶν λαμπρὸν μὲν ἦν Ἀνδροτίωνι, ὕποπτον δὲ τοῖς ἀκούουσιν. ὅθεν τὴν μὲν αἰτίαν τοῦ ἀγῶνος τὴν ἐκ τοῦ οἰκείου προσώπου σεσίγηκε· τὴν δὲ ἀπὸ τοῦ Εὐκτήμονος ἐμπίπτουσαν εἴληφεν. ἄλλως τε καὶ οἶδεν Ἀνδροτίωνα μέγιστον δοκοῦντα φρονεῖν ἐπὶ ταῖς εἰσπράξεσιν, ἵνʼ ὁ μὲν μεγαλαυχούμενος ταῖς εἰσπράξεσιν, ὁ δὲ καθαιρῶν φαίνηται.

`22.116`

αὐτὸν τὸν Ἀνδροτίωνα λέγει.

`22.117`

ὀλίγους εἶπε τοὺς πλουσίους, πρὸς ἀντιδιαστολὴν τῶν πενήτων.

`22.118`

τῶν μὴ τιθέντων τῶν μὴ καταβαλλομένων τὰ χρήματα.

`22.119`

ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι λύει τὴν ἀντίθεσιν μεταληπτικῶς.

`22.120`

εἰσφορὰν ὅτι τὸ εἰκοστὸν τῆς οὐσίας κατεβάλλοντο ἐν ταῖς εἰσφοραῖς οἱ Ἀθηναῖοι.

`22.121`

οὐδʼ εἰ φανερῶς εἶτα ἀπὸ συγκρίσεως. ἡ δὲ σύγκρισις πῶς; εἰ τοσούτου δεῖ τιμᾶσθαι τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν.

`22.122`

τὰς ἀπὸ Ναυσινίκου ὡσανεὶ ἔλεγεν ἐπὶ ταῖς εἰσφοραῖς ταῖς γενομέναις ἐπὶ Ναυσινίκου ἄρχοντος.

`22.123`

παρʼ ἴσως τὸ «παρὰ» ἀντὶ τοῦ «κατὰ» ἐστὶν ἐνταῦθα.

`22.124a`

βούλομαι δὲ καὶ τὰ πολιτεύματα παρέκβασις ἐντεῦθεν. παρεκβαίνειν γὰρ δοκεῖ τῆς ὑποθέσεως, λέγων ἅπερ πρῴην ἔπραξεν ὁ Ἀνδροτίων. ἔστι δὲ ἡ παρέκβασις καὶ αὐτὴ μέρος τῶν ἐπιλόγων.

`22.124b`

βούλομαι ... πολιτεύματα ἐντεῦθεν ἄρχεται ἡ παρέκβασις, δοκοῦσα μὲν κοινωνεῖν τοῖς ἀρτίως ἐξητασμένοις περὶ τῆς ποιότητος Ἀνδροτίωνος, πολὺ δὲ δήπου κεχωρισμένη. τὰ μὲν γὰρ τῆς ἀντιθέσεως τῆς ἀπὸ τῆς ποιότητος εἰς δυσώπησιν καὶ εἰς διαβολὴν τῆς κατηγορίας προτείνεται παρὰ Ἀνδροτίωνος, τὰ δὲ ἐντεῦθεν τοῦ κατηγόρου ἐστὶν ὡς προηγούμενόν τι κεφάλαιον, ὃ οὐ πρὸς ἀντίθεσιν τίθεται, ἄλλως δὲ ἔχει διαβολὴν τῆς ποιότητος ὥσπερ τι προηγούμενον κεφάλαιον εἰσαχθέν. καὶ ὁ μὲν Ἀνδροτίων διʼ ὧν ἔλεγε διέβαλλε τὴν κατηγορίαν, ὁ δὲ διὰ τῆς παρεκβάσεως ἀντιδιαβάλλει τὴν πολιτείαν.

`22.124c`

βούλομαι ... πολιτεύματα ἐπαγγέλλεται δύο πολιτεύματα ἐρεῖν ἃ συμπεριείληφε τῷ μὲν δοκεῖν ἁπλοῖς ὀνόμασι, τῇ δὲ ἀληθείᾳ πλείω σημαίνουσιν, ἢ κατὰ περιοχήν. περιοχὴ δέ ἐστι πλειόνων ἐνδόξων ἢ τῶν ἐναντίων ἐν πράξει μιᾷ ἀθροισμός. τὸ μὲν γὰρ «ἀναιδῆ» σημαντικόν ἐστι καὶ τῆς ἐν τῷ δήμῳ θρασύτητος ἣν ἐπεδείκνυτο εἰσπραττόμενος, σημαντικὸν δὲ καὶ τῶν δημηγοριῶν ἃς κατὰ τῶν ἀνακειμένων στεφάνων ἐδημηγόρει· τὸ δὲ τῆς «θρασύτητος» ἐμφανίζει μὲν τὴν κατὰ τοῦ δήμου γεγενημένην ὕβριν, πλήττει δὲ καὶ εἰς τὴν ἐκ τοῦ ἐμφανοῦς ἱεροσυλίαν· ὁ δὲ «κλέπτης» δύο κλοπῶν περιεκτικόν ἐστιν ὄνομα, τῆς τε ἀπὸ τῶν εἰσπράξεων καὶ στεφάνων· ὁ δὲ «ὑπερήφανος» δηλοῖ τὸν ὀλιγαρχικόν· μικρῷ γὰρ πρόσθεν διέβαλε τοὺς ἡταιρηκότας εἰς ὀλιγαρχίαν, ἵνα κἀνταῦθα διὰ τοῦ τρόπου τῆς πολιτείας τὴν ὑπόνοιαν ταύτην πιστούμενος φαίνηται.

`22.125a`

καὶ πρῶτον μέν, ἐφʼ ᾧ μέγιστον πέφυκε τὰ ἐγκώμια ὧν ἂν ἐθέλῃ διαβάλλειν εἰς κατηγορίαν περιτρέπειν καὶ τὰς ἐνδόξους πράξεις εἰς διαβολὴν καὶ ἐγκλήματα, ἵνα μὴ μόνον μὴ σεμνύνωνται, ἀλλὰ καὶ ὡς ὑπὲρ ἐγκλημάτων ἀπολογεῖσθαι καταναγκάζωνται· ποιεῖ δὲ τοῦτο ἐκ τῶν περιστατικῶν, ἀπὸ τῶν περὶ τοῦ πράγματος, ἀπὸ τῶν ἐν αὐτῷ τῷ πράγματι, ἀπὸ τοῦ τρόπου, ἀπὸ τῆς αἰτίας, ἀπὸ τῆς γνώμης.

`22.125b`

καὶ ... μέγιστον μέμνηται ἐνταῦθα Εὐκτήμονος φυλαξάμενος κατὰ τὴν ἀντίθεσιν τὴν ἐκ τοῦ προφανοῦς μάχην. ὅτε γὰρ ἐκίνει Ἀνδροτίων τὸν λόγον, ὅτι διὰ τὰς εἰσπράξεις ταῦτα αὐτῷ γέγονεν, ἐδύνατο μὲν ἐπιμνησθῆναι τοῦ κατὰ τὸν Εὐκτήμονα· οὐ μὴν εἴρηκεν, ἀλλʼ ἑκὼν παρῆκεν, ἵνα μὴ δοκῇ βεβαιοῦν τὴν παρὰ Ἀνδροτίωνος κινουμένην ὑπόνοιαν. οὐκοῦν οὐ τέθεικεν ἰδικῶς τὴν ἀντίθεσιν οὐδὲ εἶπεν ὅτι «μνησικακῶν Εὐκτήμων διὰ τὴν εἴσπραξιν τὴν κατηγορίαν ταύτην ἐνεστήσατο», ἀλλὰ καθόλου περὶ τῶν πολιτῶν, ἵνα συγκρούων αὐτὸν κἀκεῖ τῷ δήμῳ φαίνηται, ἐνταῦθα δὲ αὐτὸς ἐφʼ ἑαυτοῦ τὴν εἴσπραξιν ἐξετάζων καιρὸν σχῇ μνησθῆναι καὶ τοῦ Εὐκτήμονος. τὸ μὲν γὰρ ἐκ μάχης ἔχει τὴν ὑποψίαν· τὸ δὲ καθαρεῦον τῆς ὑποψίας, ὅταν αὐτὸ καθʼ αὑτὸ ἐξετάζηται, φέρει πλείω διαβολὴν τοῖς φεύγουσιν. ὑπέσχετο μὲν οὖν τὸν Εὐκτήμονα δείξειν «ἔχοντα τὰς ὑμετέρας εἰσφοράς», οὐ μὴν ἀπέδειξεν.

`22.126`

εἰσφορὰς κατασκευὴ τῆς ἑορτῆς.

`22.127a`

καταλύσας ψηφίσματι διὰ τοῦ ψηφίσματος παύσας τὴν ἀρχὴν τὴν κλήρῳ συμβᾶσαν.

`22.127b`

οὐκ εἶπεν «ἐλέγξας», ἀλλὰ «καταλύσας» ὡς ἐπὶ τυράννου.

`22.128`

κλήρῳ τὴν ἐζήτησάν τινες, τί δήποτε ὥσπερ ἐπαινεῖ τὴν κληρωτὴν ἀρχὴν καίτοι τῆς δοκιμαστῆς ἀμείνονος οὔσης. λέγομεν ὅτι, ἐάν τις κατὰ τὸ ἀληθὲς σκοπήσῃ, εὑρήσει τὴν κληρωτὴν βελτίονα τῆς δοκιμαστῆς, καθὸ ἡ κληρωτὴ καὶ δοκιμαστή, ἡ δὲ δοκιμαστὴ μόνον ἦν δοκιμαστή. εἰ γάρ τις ἀπὸ κλήρου ἐγένετο ἄρχων, ἀνάγκη ἦν που καὶ δοκιμάζεσθαι, εἰ ἄξιός ἐστι τοῦ ἄρχειν· εἰ δὲ ᾑρέθη καὶ ἐχειροτονήθη ἀπὸ μόνης δοκιμασίας, οὐ χρεία ἦν ἔτι τοῦ κλήρου.

`22.129`

παρέδυ τὸ «παρέδυ» ὡς ἐπὶ κακούργου τινὸς καὶ λῃστοῦ εἶπεν.

`22.130`

δημηγορίας δʼ ἐπὶ τούτοις ποιούμενος ἐνταῦθα ἡ ἀναίδεια καὶ τὸ θράσος. εἶτα ἐπήγαγε τὸ μεταληπτικὸν ὡς πρὸς ἀντιπῖπτον. «οὐκ ἐχρῆν εἰσπράττειν», φήσειεν ἄν τις· καὶ μάλα ἐχρῆν, ἀλλʼ ὡς οἱ νόμοι προστάττουσιν. εἶτα ἕτερον ἀντιπῖπτον μεταληπτικόν, «ἀλλὰ φιλανθρωπότεροι τῆς χρείας καὶ τῶν καιρῶν ἦσαν οἱ νόμοι».

`22.131`

πομπεῖα ἀπὸ τοῦ πομπεύειν, θυμιατήρια καί τινα τοιαῦτα.

`22.132`

κατέχων ἀντὶ τοῦ «ἰσχύων».

`22.133a`

καὶ διὰ τὸν καιρὸν ἀντὶ τοῦ «διὰ τὸν πόλεμον».

`22.133b`

καὶ ... καιρὸν ἢ γὰρ «διὰ τὸν καιρὸν ὅστις ἦν τότε καιρός» — πόλεμος γὰρ ἦν καὶ χρεία χρημάτων — ἢ «διὰ τὸν καιρὸν» μέση, καὶ ἐπακτέον ἑξῆς «ὅσην τότε ἔχων ἐξουσίαν», ἀντὶ τοῦ «πολλήν».

`22.134`

ὅσην ἀντὶ τοῦ πολλήν.

`22.135`

ἠργολάβει τοῦτο μετὰ τῆς αἰσχύνης καὶ συγκρουστικόν.

`22.136a`

τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν τὸ μὲν ἐπιχείρημα δοκεῖ πως ἐναντίον εἶναι τῷ κατὰ Τιμοκράτους· ἐνταῦθα μὲν γὰρ τὴν πραότητα θαυμάζει, ἐκεῖ δὲ τὴν φιλανθρωπίαν ἐκβάλλει. τοῦ συμφέροντος δὲ ἀεὶ πανταχοῦ γινόμενος λέγει ἃ λέγει· καὶ γὰρ ἐνταῦθα μὲν αἰτιᾶται τὴν τοῦ Ἀνδροτίωνος πονηρίαν καὶ τὴν προπέτειαν, ἐν ἐκείνῳ δὲ συγκρίνων νόμον νόμῳ τὸν χρησιμώτερον μᾶλλον τεθαύμακεν. εἶτα βούλεται διὰ τοῦ παραδείγματος τοῦ κατὰ τοὺς τριάκοντα ἑνὶ τούτων τῶν τρόπων τὸν Ἀνδροτίωνα δεῖξαι κεχρημένον.

`22.136b`

τοὺς ... ἀκολουθεῖν καὶ τὸν τρόπον περιέχει καὶ τὸ φορτικὸν τῆς εἰσπράξεως καὶ τὴν ὕβριν τὴν εἰς τοὺς ἄρχοντας ἀκολουθίαν, ἐν ᾧ καὶ τὸ τῆς ὀλιγαρχίας ἐνδέδεικται. εἶτʼ ἐπειδήπερ οὐκ ἔχει τὴν εἴσπραξιν αἰτιᾶσθαι, τὸν τρόπον διαβάλλει καὶ τὴν ποσότητα τῶν χρημάτων.

`22.137`

ἦγεν ἐπὶ τὰς τῶν πολιτῶν οἰκίας ὡς ἐπὶ στρατοπέδου εἴρηκε, τὸ βαρὺ τοῦ πράγματος διὰ τῶν ἑξῆς ἐμφαίνων. διὸ καὶ δεσμωτήριον ἀποκαλεῖ τὰς οἰκίας.

`22.138`

τῶν ἄλλων δὲ ἕνεκα τῶν ἀδυνάτων καὶ πενήτων· ὅθεν ἐπάγει «τοῦτο γάρ ἐστι δημοτικόν».

`22.139`

τοσούτων χρημάτων τοῦτον τὸν τρόπον τὸν τρόπον διαβάλλει καὶ τὴν ποσότητα τῶν χρημάτων ἀντὶ βραχέων· «τοῦτον τὸν τρόπον εἰσπραχθέντων» ἀντὶ τοῦ «μετὰ παρανοίας καὶ ὕβρεως».

`22.140`

τοσούτων ἐθνῶν εἰς πολιτείαν ὅτι ὀλιγαρχικήν τινα πολιτείαν ἀντὶ δημοκρατίας εἰσήγαγεν.

`22.141a`

τότε τοίνυν ὡς ἔστιν ἀκοῦσαι ἵνα μή τις αἰτιάσηται ὡς ψευδόμενον, ἐπὶ τὴν ἀκοὴν ἀναφέρων φεύγει τὴν μέμψιν.

`22.141b`

τότε ... ἀκοῦσαι ἀπὸ μέρους τινὸς πειρᾶται χαλεπώτερον τῶν τριάκοντα ἀποφῆναι τὸν Ἀνδροτίωνα. καὶ ἔστιν ὁ τρόπος τοιοῦτος· «ἐκεῖνοι τοὺς φαινομένους ἐπὶ τῆς ἀγορᾶς ἐφόνευον, τοὺς δὲ κρυπτομένους οὐ περιειργάζοντο, ἀλλʼ εἴων σῴζεσθαι λανθάνοντας· ὁ δέ γε Ἀνδροτίων καὶ τοὺς οἴκοι κατακεκρυμμένους ἀνιχνεύων ἐδέσμευε. κατὰ τοῦτο ἄρα ὑπερεβάλλετο τοὺς τυράννους.»

`22.142`

ἢ τέγος ὡς τοὺς γείτονας ὑπερβαίνει διασκευὴ τοῦτο δεινοποιοῦσα τὰ γενόμενα. «τέγος» δὲ τὸ τοῦ δώματος. «ὦ γεῖτον, οὐκ ἀδικῆσαι θέλων ἐπιβαίνω τῶν σῶν, Ἀνδροτίωνος βιαζομένου τετάραγμαι, φεύγω τὴν θύραν, σῶσον αὐτὸς γοῦν τὸν ὁμόφυλον.»

`22.143`

ἢ ἄλλα ἀσχημονοίη νόει πάντα ἃ ποιοῦσιν οἱ φωραθῆναι φοβούμενοι, γυναικῶν ὑποκρινόμενοι φωνήν τε καὶ σχῆμα, θεράποντες εἶναι δοκοῦντες, τὰ τῶν δούλων μεταχειριζόμενοι καὶ τὰ ἄλλα ἁπλῶς.

`22.144`

καὶ ταῦθʼ ὑπὸ τῆς αὑτοῦ γυναικὸς ὁρῷτο θαυμαστέος φαίνεται ὁ ῥήτωρ· δεινὸς γὰρ καὶ ἐν ἀπόροις εὑρεῖν ἀφορμάς. ἵνα γὰρ μή τις εἴπῃ «ἀλλʼ οὐδεὶς ἑώρα ταῦτα ποιοῦντα, καὶ τὸ δεινὸν ἔλαττον ἦν», ὅρα πῶς οἴκοθεν αὑτῷ προσπορίζει τὸν μάρτυρα, πικρότατον ἔλεγχον ἀπὸ τῆς γυναικὸς ἐξευρών.

`22.145`

ἣν ὡς ἐλεύθερος ἠγγυήσατο θέασαι τὸν κατήγορον. «ἀπὸ τῶν ῥημάτων ἐξηπάτησάς με», φήσειεν ἂν ἡ γυνή, «ὡς ἐλεύθερος συνήφθης, νῦν δὲ ἀπεδείχθης ἀνδράποδον· πολίτην ᾤμην ἔχειν καὶ Ἀθηναῖον ἐκάλουν τὸν ἄνδρα, ἐλάνθανον δέ, ὡς ἔοικεν, οἰκέτην δυστυχήσασα σύνοικον.» καὶ τὰ τοιαῦτα ἔξεστιν ἐργάζεσθαι. ἐπειδὴ δὲ οὐκ εἶχεν ἕτερον μάρτυρα παραστήσασθαι τῶν ἀτόπων, ἐξεῦρεν ἀπὸ τῆς γυναικὸς αὐξῆσαι τὴν δείνωσιν, ἀπὸ τῆς τύχης, ὅτι «ἐλεύθερος ὢν δούλων ὑπέμεινε πάθη», ἀπὸ τῆς ποιότητος τοῦ δράσαντος, ὃν οὐδʼ ὑπὲρ ἑαυτοῦ δίκην ἐᾷ λαβεῖν τὰ πεπραγμένα καὶ βεβιωμένα, ἀπὸ τρόπου τῆς εἰσπράξεως μεταληπτικῶς, εἶτα ἀπὸ διαφόρων προσώπων, ὅτι «ἔδει τὰ κτήματα ἀπογράφειν, ἀλλὰ μὴ τὰ σώματα ποιεῖν κακῶς».

`22.146`

ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη αὔξησιν τῶν δεινῶν ἀπὸ τῆς τοῦ δεδρακότος ἔχει ποιότητος. «ὁ ἡταιρηκὼς τοὺς σωφρονοῦντας ἠδίκει καὶ προὐπηλάκιζεν, ἀνήρ, κἂν ἀδικῆται, στέργειν ὀφείλων τὴν τύχην, ἐπιβοᾶσθαι τοὺς νόμους ἀδυνατῶν, ὑπὸ τῆς ἀτιμίας ἐπεξελθεῖν οὐ δυνάμενος, ἐν ἡσυχίᾳ στένων, ἀγαπῶν εἰ μὴ προσλάβοι τι δεύτερον».

`22.147`

τίνος οὖν ἕνεκʼ διδάσκει τρόπον εὐπρεποῦς ἀπαιτήσεως ἕτερον. ἀπογράφειν ἔδει τὰ κτήματα ὡς δημόσια τῶν μὴ θελόντων εἰσενεγκεῖν.

`22.148a`

ἔδεις δὲ καὶ ὕβριζες πολίτας ἐπὶ μὲν τῶν πολιτῶν τὸ «ὕβριζες» εἴρηκεν, ὅ ἐστι τοῖς Ἀθηναίοις ἀφόρητον· ἐπὶ δὲ τῶν μετοίκων «τοὺς ταλαιπώρους» ὠνόμασεν, ὃ τῇ ταπεινότητι τῆς τύχης ὑπῆρχεν ἀκόλουθον. αὐτίκα γοῦν εἰ μεταλλάξειας, οὐκέθʼ ὁμοίως ἕξει.

`22.148b`

ἔδεις ... πολίτας ἀντὶ τοῦ «ἐδέσμευες», ἀπὸ τοῦ θέματος τοῦ «δέω», εἶτα ἔδεον ἔδεες ἔδεις.

`22.149`

ἀνθρώπους πόρνας πρόφασιν κἀνταῦθα λαμβάνων μείζονα βλασφημίας, ἵνα κἀκ τῶν ὀνομάτων κωμῳδήσῃ τὸν Ἀνδροτίωνα, εἶτα ἀπὸ τῆς μάχης. τὸν μὲν ἑαυτοῦ πατέρα ᾤετο δεῖν δημοσίᾳ δεδέσθαι ἐπὶ χρήμασι, τοὺς δὲ ἄλλους πολίτας ὑβρίζειν, Ἀνδροτίωνος οὐκ εἰσφορὰς ὀφλήσαντος, ἀλλὰ δημοσίᾳ νενοσφισμένου. εἶτα αὔξησιν ἐπήγαγεν «οἴκοθεν εἰς τὸ δεσμωτήριον ἕλκεσθαι». τὸ μὲν γὰρ «ἐξ ἀγορᾶς» ἔχει παραμυθίαν, τὸ δὲ «οἴκοθεν» δεινότερον ἔχει τὸ κατηγόρημα καὶ πιστοῦται τὰς ἐπὶ τῶν γυναικῶν ὕβρεις.

`22.150`

καίτοι εἴ τισιν ἄρα δοκοῦσιν ἐπιτήδειαι οὔτε κατατρέχει φανερῶς οὔτε συνηγορεῖ καθαρῶς· τὸ μὲν γὰρ ἐπαχθές τε καὶ ἄγριον, τὸ δὲ ἡδομένου τῷ τοιούτῳ βίῳ. τὸ δὲ δεῖν βοηθεῖν ἐπὶ τὸ σχῆμα τῆς πολιτείας ἀνενήνοχεν.

`22.151`

εἰς τὰς ὁμοτέχνους πόρνας ἴσως αἰνίττεται ὡς Ἀνδροτίωνος οὐκ ἀνεχομένου ἄλλας ἢ ἄλλους πορνεύοντας· ζηλοτυπεῖ γάρ τις τὸν ὁμότεχνον.

`22.152a`

προάγωνας προάγωνές εἰσι λόγοι οἱ προευτρεπίζοντες ἡμῖν τῶν δικαστῶν τὴν ἀκοήν· ἀγὼν γὰρ ἡ κρίσις.

`22.152b`

προάγωνας προπαροξυτόνως ἀναγνωστέον· ἡ σύνθεσις γὰρ τῶν δύο λέξεων πάλιν ἀνέπεμψε τὸν τόνον· «προάγωνες» δὲ λέγονται οἱ πρὸ τοῦ ἀγῶνος λόγοι οἱ ἐν τῷ δήμῳ λογοποιούμενοι παρά τινος· ἀγὼν γὰρ ἡ κρίσις. οἷον εἰ, ὅταν τις προορᾶταί τινα αὑτῷ δίκην μέλλουσαν γίνεσθαι, περιέρχοιτο καὶ λέγοι ἀπροσποιήτως «τινές μοι φθονοῦσιν ἐν τῇ πόλει διὰ τόδε τὸ πρᾶγμα», ἵνα, ὅταν γένηται ἡ δίκη, λέγῃ ὅτι «οὐ προέλεγον ὅτι τινές μοι φθονοῦσι καὶ βούλονταί μοι ἐπιβουλεῦσαι;»

`22.153`

τῆσδε τῆς γραφῆς, ἐτόλμα λέγειν προδιαβολὴν τοῦτο τοῦ σύμπαντος βίου λαμβάνει, ἵνα φαίνηται Ἀνδροτίων ἐκ πολλοῦ προειδὼς ὅτι πάντως ἐγκληθήσεται διὰ τὴν ὑπερβολὴν τῶν τολμημάτων· ὥστε τὸ προλέγειν αὐτὸν ἀεὶ συνειδότος ἦν ὅτι ἠδίκει.

`22.154`

ἕκτον μέρος οἱ πολῖται εἰσέφερον τὸ εἰκοστὸν μέρος, οἱ δὲ μέτοικοι τὸ ἕκτον.

`22.155`

εἴτε γὰρ ἦσαν σχῆμα διλήμματον.

`22.156`

οὐ σοὶ ῥητέαι ὄντι αἰσχρῷ πλέον τῶν διαβεβλημένων. ἢ οὕτως· «οὐ σοὶ ῥητέαι, ὄντι γε ἀνθρώπῳ καὶ ὑποκειμένῳ ταῖς συμφοραῖς».

`22.157a`

ἔτι τοίνυν ἐκ τῶνδε ἀκριβέστερον ἐκ συγκρίσεως ἀπόδειξις τοῦ διὰ τὸν τρόπον, ἀλλὰ μὴ διὰ τὰς εἰσπράξεις μισεῖσθαι.

`22.157b`

εἰ γὰρ διὰ τὰς εἰσπράξεις, ἐμισήθη ἂν καὶ ὁ Σάτυρος· ἀλλὰ διὰ τὸν αὐτοῦ τρόπον καὶ τὰ ὑβρίσματα.

`22.157c`

ἔτι ... ἀκριβέστερον πάλιν κατασκευάζει ὅτι «οὐ διὰ τὴν πόλιν, ἀλλὰ διὰ τὴν ὠμότητα τοὺς πολεμίους ἐκτήσατο». ἐκ συγκρίσεως γὰρ ἀποδείκνυσι διὰ τὸν τρόπον, ἀλλʼ οὐ διὰ τὰς εἰσπράξεις μισεῖσθαι. εἶτα ἐπιχείρημα μεταληπτικόν· «εἰ ὑπὲρ τῆς πόλεως ἐποιεῖτο τὴν εἴσπραξιν, ἔδει τῶν κλεπτόντων στρατηγῶν καὶ ῥητόρων κατηγορεῖν. ἀλλὰ μὴν οὐ φαίνεται τοῦτο ποιῶν· οὐχ ὑπὲρ ὑμῶν ἄρα τὴν εἴσπραξιν ἐποιήσατο». εἶτʼ ἐπειδήπερ στοχαστικὸς κατὰ τοὺς ῥήτορας καὶ τοὺς στρατηγοὺς ἐδόκει ὁ τόπος, ἐπήγαγεν εὐθὺς τὴν ἀπόδειξιν εἰπὼν «οἳ παρὰ τούτοις κέκρινται».

`22.158a`

Σάτυρος δὲ ὁ τῶν νεωρίων ἐπιμελητὴς ἐν οἷς θεωρεῖται τὸ τῆς ἐνστάσεως· οὐ διὰ τὰς εἰσπράξεις μεμίσηται — πόθεν; ἐμισήθη γὰρ ἂν καὶ ὁ Σάτυρος —, ἀλλὰ διὰ τὸν αὐτοῦ τρόπον καὶ τὸ ὕβρισμα.

`22.158b`

Σάτυρος ... ἐπιμελητὴς ὁ τοὺς τόπους καθαίρων διʼ ὧν ἀνέλκονται αἱ τριήρεις, ἢ τῶν νεῶν αὐτῶν τὴν φροντίδα πεπιστευμένος.

`22.159`

ἐξ ὧν παρέθηκε τὰ σκεύη ἵνα μὴ εἴπῃ ὅτι «ἐκεῖνοι μὲν εὐγνώμονες ἦσαν, οἱ δʼ ἐμοὶ ἀναισχυντότεροι».

`22.160`

ἴσως τὸ «ἴσως» μόριον νῦν ἀντὶ τοῦ «γὰρ» κεῖται, καὶ ἔστιν ἡ φράσις Ἀττική· «καὶ γὰρ ἐκεῖνο εἰδόσιν ὑμῖν ὅμως ἐρῶ».

`22.161a`

ὅτι τοίνυν ὅλως ἄλλο ἐπιχείρημα σαλεῦον αὐτοῦ τὴν ἔννοιαν, ἐφʼ οἷς λέγει «διʼ ὑμᾶς πολεμοῦμαι». ἐκήδετο τῆς πόλεως, τοὺς ἁρπάζοντας μᾶλλον τὰ κοινὰ ἢ κλέπτοντας ἀπῄτει, οὐ τοὺς ὀλίγα ἔχοντας καὶ φειδομένους.

`22.161b`

τρίτον ἐπιχείρημα μεταληπτικόν.

`22.162`

οἳ παρὰ τούτοις κέκρινται ἵνα μὴ ἀντιπέσῃ «ἀλλʼ εἰ καὶ ἠδίκησαν ἔλαθον», ἐπάγει «κέκρινται». εἶτα ἕτερον ἀντιπῖπτον «ἀλλʼ ἐκρίθησαν μέν, ἠφείθησαν δέ»· ἵνα μὴ συκοφαντεῖν φαίνηται τὰ τῆς κρίσεως, ἐπήγαγε τὴν λύσιν «ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν». εἶτα, ἐπειδή τινες καὶ συκοφαντούμενοι θνήσκουσιν ἀδίκως, αὐτοὺς ἑαυτῶν ἐποίησε καταγινώσκοντας τῷ πεφευγέναι τὴν κρίσιν.

`22.163a`

οὕτως ὢν θρασὺς καὶ λέγειν δεινὸς ἑτέρα λυποῦντος διόρθωσις.

`22.163b`

οὕτως ... δεινὸς ἵνα μὴ εἴπῃ «ἀλλʼ ἐκεῖνοι μὲν ἠδίκουν πεντακόσιοι, ἐγὼ δὲ κατηγορεῖν οὐκ ἠδυνάμην ἐπιεικὴς ὢν καὶ δειλός», διὰ τοῦτο εἶπεν «οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός».

`22.164`

διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν ἢ ἀπὸ τῶν εἰσφορῶν τῶν συμμάχων ἢ πρὸς τῷ μὴ εἰσφέρειν καὶ ὑφαιροῦνται τὰ κοινά.

`22.165a`

οὔτε γὰρ ῥᾷον πρεπῶδές ἐστι τῇ δημοκρατίᾳ τὸ μᾶλλον περιεργάζεσθαι τὰ ἀδικήματα τῶν ὀλίγων ἤπερ τῶν πολλῶν.

`22.165b`

οὔτε ... ῥᾷον αὕτη ἀναίρεσις αἰτιῶν λέγεται· τὰς γὰρ ἄλλας ἀναιροῦντες μίαν ἣν βουλόμεθα καταλείπομεν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «οὔτε εὐκολώτερόν ἐστι πολλοῖς ἀνθρώποις προσκρούειν ὀλίγα ἀδικοῦσι, καὶ μᾶλλον ἐπιθετέον τοῖς ὀλίγοις μέν, πλείονα δὲ ἐξαμαρτάνουσιν· οὔτʼ αὖ ὡς δημοτικὸν περιείργασαι μὲν τὰ τῶν πενήτων κακά, παρεῖδες δὲ τὰ τῶν πλουσίων». τοὐναντίον γὰρ μᾶλλον ἔπρεπεν.

`22.166`

τῶν μὲν οἶδεν ἑαυτὸν αὕτη ἐστὶν ἡ ἀληθὴς αἰτία ἣν καταλείπει.

`22.167`

ὁμοῦ μετοίκους Ἀθηναίους δέων ἵνα παντὶ τῷ πλήθει συγκρούων φαίνηται, ὑπέμνησε τῶν εἰς ἅπαντας γεγενημένων ὕβρεων· τοῦτο πεποίηκε καὶ ἐν τῷ κατὰ Μειδίου, συγκρούων ἅπασι τοῖς ἔθνεσι τῆς πόλεως τὸν Μειδίαν, ἱππεῦσιν Ἀρειοπαγίταις δήμῳ, τοῦτο κἀν τῷ κατʼ Αἰσχίνου, συγκρούων Αἰσχίνην τῷ Χάρητι, πρὸς ὃν αὐτὸς μὲν ὁ δῆμος οὐκ εἶχεν οἰκείως, οἰκειώσασθαι βουλόμενος τῷ μὲν ἀντιδίκῳ προσέκρουσεν, αὑτῷ δὲ προσήγαγεν.

`22.168`

εἰ μάτην τὸ δεσμωτήριον τί παρενοχλεῖτε τὴν πόλιν; οἴκησις ὑμῖν ἀποδέδοται πρόσφορος. τὸ δεσμωτήριον καταλάβετε τοῦτο ὃ διʼ ὑμᾶς οἱ πατέρες ᾠκοδομήκασιν.

`22.169a`

καταφαίην ἂν μία λέξις ἀντὶ τοῦ «ναί, ὁμολογῶ καὶ συντίθημι ὅτι μάτην ᾠκοδομήθη τὸ δεσμωτήριον». ἀλλαχοῦ κατὰ διαίρεσιν εὑρίσκομεν ἀναγινωσκόμενον τοῦτο καὶ διαλυόμενον εἰς δύο λέξεις, ὅταν καὶ δύο πράγματα θέλῃ σημᾶναι τὸ κῶλον· ἐνταῦθα δὲ ἕν ἐστι.

`22.169b`

καταφαίνων ἂν ἐρωτῶντί σοι περὶ τοῦ δεσμωτηρίου σφόδρα ἂν ἀποκριναίμην, ὡς μάτην ᾠκοδόμηται τό γε τοῦ σοῦ πατρὸς μέρος· οὐ γὰρ ἴσχυσε φυλάττειν αὐτόν, ἀλλὰ γέλως ὤφθη φυγόντος αὐτοῦ τὸ δεσμωτήριον.

`22.169c`

κατάφασις, ὁμολογία.

`22.170a`

ἐξορχησάμενος Διονυσίων κακῶς τῇ πομπῇ καὶ τῇ πανηγύρει χρησάμενος· ἔθους γὰρ ὄντος ἀνίεσθαι τότε διὰ τὴν ἑορτήν, εἶτα ἐμβάλλεσθαι, διὰ τὸν δρασμὸν ἐνύβρισε τοῖς Διονυσίοις.

`22.170b`

ἔθος ἦν παρὰ τοῖς Ἀθηναίοις ἐν τοῖς Διονυσίοις καὶ ἐν τοῖς Παναθηναίοις τοὺς δεσμώτας ἀφίεσθαι τοῦ δεσμοῦ ἐν ἐκείναις ταῖς ἡμέραις, παρασχόντας ἐγγυητὰς πρὸς τὸ μὴ φυγεῖν, ἵνα καὶ τὸ εὐσεβὲς γένηται πρὸς τὸ θεῖον καὶ ἀσφαλὲς ὑπάρχῃ τοῖς χρεωστουμένοις μὴ φευγόντων τῶν δεσμωτῶν, ἀλλὰ μετὰ τὰς ἡμέρας τῆς ἑορτῆς πάλιν ἐμβαλλομένων εἰς τὸ δεσμωτήριον. λέγει οὖν ὅτι «ἐν ἐκείναις ταῖς ἡμέραις ὁ πατὴρ τοῦ Ἀνδροτίωνος ὡς ἄδειαν ἔχων ἐκ τοῦ δεσμωτηρίου ἀπέδρα». τὸ δʼ «ἐξορχησάμενος» ὡς πρὸς τὴν πανήγυριν ἔπαιξεν, ἐπειδήπερ ἐν ταῖς ἑορταῖς ἔθος ἐστὶν ὀρχεῖσθαι, ἀντὶ τοῦ «προσέπαιξε τῇ πανηγύρει καὶ χλεύης ἀφορμὴν ταύτην ἐποιήσατο», ἵνα καὶ ἀσεβῆ αὐτὸν δείξῃ.

`22.171`

αὐταῖς πέδαις δεδεμένους ἐν πέδαις ἔχων τοὺς πόδας.

`22.172`

ἄλλα δʼ ἔσθʼ ἃ καλῶς διῴκησεν ἀντὶ τοῦ «ἐὰν συγκριθῇ τὰ μέλλοντα λέγεσθαι πρὸς τὰ εἰρημένα, οὐδαμῶς μέλλει νομίζεσθαι ἄξιος εἶναι μίσους ἐν τοῖς προειρημένοις». «οὕτω» φησί «μείζονά ἐστιν ἅπερ μέλλω ἐπιφέρειν περὶ αὐτοῦ τῶν προειρημένων.»

`22.173`

τὴν καλήν κατʼ εἰρωνείαν.

`22.174`

τὸν δημόσιον δημόσιον λέγει τὸν ταῖς βασάνοις ὑποκείμενον. διὸ καὶ δοῦλον καλεῖ.

`22.175a`

ταῖς χοινικίσι χοινικὶς τοῦ τροχοῦ ἐν ᾗ στρέφεται ὁ ἄξων.

`22.175b`

χοινικίδας καλεῖ τὰς βάσεις αὐτάς, ἔνθα ἦσαν κείμενοι οἱ στέφανοι. χοινικίδες δὲ ἐκαλοῦντο, ἐπειδὴ σχῆμα ἔσῳζον χοινίκων, τῶν μέτρων τοῦ σίτου.

`22.175c`

τοῦ τροχοῦ.

`22.176`

ἀριστεῖον γέρας ὑπὲρ τῆς ἀριστείας· ὡς γὰρ τῶν πολέμων προστάτιν ἐτίμων τοῖς δώροις.

`22.177a`

διʼ ἐκεῖνον διὰ τὸν Τιμοκράτην συνηγοροῦντα· κρινομένῳ γὰρ συμπαρῆν.

`22.177b`

τὸν Τιμοκράτην λέγει.

`22.178`

σκαιὸς μῶρος καὶ ἀπαίδευτος. διαβάλλων αὐτὸν εἰς κακίαν ἐν τοῖς προειρημένοις βούλεται αὐτὸν ἐν τοῖς ἐπιλόγοις καὶ εἰς ἀπαιδευσίαν καὶ ἄνοιαν κωμῳδῆσαι.

`22.179`

παρθενὼν ὁ νεὼς τῆς παρθένου.

`22.180`

οὐκ ἀμφορίσκοι δύο ἀμφορίσκοι δέ εἰσιν ἀγγεῖα, ὡς ξέσται τινές· χρυσίδες δὲ χρυσαῖ φιάλαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vky-aw`.
