---
title: Letter on Jewish Law
title_greek: Ἐπιστολή
author: Demetrius of Phaleron
eul_wid: hjy-aa
eul_aid: hjy
canonical: "https://eulogikon.org/works/demetrius-phaleron-jewish-law-hjy-aa"
period: Classical
dialect: Koine
domain: Philosophy
format: Epistle
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Letter on Jewish Law

*Ἐπιστολή*

**Author:** Demetrius of Phaleron

**eul_wid:** `hjy-aa` · [HTML page](https://eulogikon.org/works/demetrius-phaleron-jewish-law-hjy-aa)

## Text

### 1

Πρὸς Πτολεμαῖον τὸν Αἰγυπτίων βασιλέα Ἐπιστολή.

### 2

Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. Προστάξαντος σοῦ, ὦ βασιλεῦ, περί τε τῶν ἔτι λειπόντων εἰς ἀναπλήρωσιν τῆς βιβλιοθήκης συγγραμμάτων, ὅπως συναχθῇ, καὶ περὶ τῶν διαπεπτωκότων ὅπως τῆς δεούσης ἐπιμελείας τύχῃ, πάσῃ κεχρημένος περὶ ταῦτα σπουδῇ δηλῶ σοι τὰ τῆς Ἰουδαίων νομοθεσίας βιβλία λείπειν ἡμῖν σὺν ἑτέροις. χαρακτῆρσι γὰρ Ἑβραϊκοῖς γεγραμμένα καὶ φωνῇ τῇ ἐθνικῇ ἐστὶν ἡμῖν ἀσαφῆ. συμβέβηκε δ’ αὐτὰ καὶ ἀμελέστερον ἢ ἔδει σεσημάνθαι διὰ τὸ βασιλικῆς οὔπω τετυχηκέναι προνοίας. ἔστι δὲ ἀναγκαῖον εἶναι καὶ ταῦτα παρὰ σοὶ διηκριβωμένα· φιλοσοφωτέραν γὰρ καὶ ἀκέραιον τὴν νομοθεσίαν εἶναι συμβέβηκεν ὡς ἂν οὖσαν θεοῦ. διὸ καὶ τοὺς ποιητὰς αὐτῆς καὶ συγγραφεῖς τῶν ἱστοριῶν οὐκ ἐπιμνησθῆναί φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης, οὐδὲ τῶν κατ’ αὐτὴν πολιτευσαμένων ἀνδρῶν, ὡς ἁγνῆς οὔσης καὶ μὴ δέον αὐτὴν βεβήλοις στόμασι διασαφεῖσθαι. ἐὰν οὖν σοι δοκῇ, βασιλεῦ, γράψεις τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ὅπως ἀποστείλῃ τῶν πρεσβυτέρων ἓξ ἀφ’ ἑκάστης φυλῆς τοὺς ἐμπειροτάτους τῶν νόμων, παρ’ ὧν τὸ τῶν βιβλίων σαφὲς καὶ σύμφωνον ἐκμαθόντες καὶ τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς λαβόντες τῶν πραγμάτων ἀξίως ταῦτα τῆς σῆς προαιρέσεως συναγάγωμεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hjy-aa`.
