---
title: Testimonies
title_greek: Μαρτυρίαι
author: "Damon of Athens "
eul_wid: eni-aa
eul_aid: eni
canonical: "https://eulogikon.org/works/damon-athens-testimonies-eni-aa"
period: Classical
dialect: Attic (frg)
domain: Science
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Testimonies

*Μαρτυρίαι*

**Author:** Damon of Athens 

**eul_wid:** `eni-aa` · [HTML page](https://eulogikon.org/works/damon-athens-testimonies-eni-aa)

## Text

### 1

STEPHAN. BYZ. Ὄα. ὁ μέντοι δημότης Ὄαθεν λέγεται ‘Δάμων Δαμωνίδου Ὄαθεν‘.

### 2

PLATO Laches 180 D καὶ γὰρ αὐτῶι μοι ἔναγχος ἄνδρα προυξένησε τῶι ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις. SCHOL. Alcib. 118 C Πυθοκλείδης μουσικὸς ἦν τῆς σεμνῆς μουσικῆς διδάσκαλος καὶ Πυθαγόρειος, οὗ μαθητὴς Ἀγαθοκλῆς, οὗ Λαμπροκλῆς, οὗ Δάμων.

### 3

ISOCRAT. XV 235 Περικλῆς δὲ δυοῖν ἐγένετο μαθητής, Ἀναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δάμωνος τοῦ κατ’ ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δόξαντος εἶναι τῶν πολιτῶν.

### 4

PLUTARCH. Pericl. 4 διδάσκαλον δ’ αὐτοῦ τῶν μουσικῶν οἱ πλεῖστοι Δάμωνα γενέσθαι λέγουσιν, οὗ φασι δεῖν τοὔνομα βραχύνοντας τὴν προτέραν συλλαβὴν ἐκφέρειν. Ἀριστοτέλης [fr. 401 R.] δὲ παρὰ Πυθοκλείδηι μουσικὴν διαπονηθῆναι τὸν ἄνδρα φησίν. ὁ δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι μὲν εἰς τὸ τῆς μουσικῆς ὄνομα πρὸς τοὺς πολλοὺς ἐπικρυπτόμενος τὴν δεινότητα, τῶι δὲ Περικλεῖ συνῆν καθάπερ ἀθλητῆι τῶν πολιτικῶν ἀλείπτης καὶ διδάσκαλος. οὐ μὴν ἔλαθεν ὁ Δάμων τῆι λύραι παρακαλύμματι χρώμενος, ἀλλ’ ὡς μεγαλοπράγμων καὶ φιλοτύραννος ἐξωστρακίσθη καὶ παρέσχε τοῖς κωμικοῖς διατριβήν. ὁ γοῦν Πλάτων [fr. 191 I 655 Kock] καὶ πυνθανόμενον αὐτοῦ τινα πεποίηκεν οὕτω· πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ, ὥς φασιν, [ὦ] Χίρων ἐξέθρεψας Περικλέα.

### 5

PLATO Alcib. I p. 118 C λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι καὶ Πυθοκλείδηι καὶ Ἀναξαγόραι· καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.

### 6

ARISTOT. Ath. r. p. 27, 4 πρὸς δὴ ταύτην τὴν χορηγίαν ἐπιλειπόμενος ὁ Περικλῆς τῆι οὐσίαι συμβουλεύσαντος αὐτῶι Δαμωνίδου τοῦ Οἴηθεν (ὃς ἐδόκει τῶν πολλῶν εἰσηγητὴς εἶναι τῶι Περικλεῖ· διὸ καὶ ὠστράκισαν αὐτὸν ὕστερον), ἐπεὶ τοῖς ἰδίοις ἡττᾶτο διδόναι τοῖς πολλοῖς τὰ αὑτῶν, κατεσκεύασε μισθοφορὰν τοῖς δικασταῖς. PLUT. Per. 9 τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν, συμβουλεύσαντος αὐτῶι Δημωνίδου τοῦ Οἴηθεν, ὡς Ἀριστοτέλης ἱστόρηκε.

### 7

DIOG. LAERT. II 19 ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς ... [fr. 141 FHG III 243]

### 8

GALEN. de Hipp. et Plat. V 453 Müll. Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσηι τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον· οἱ δὲ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: eni-aa`.
