---
title: Testimonies
title_greek: Μαρτυρίαι
author: Ctesias of Cnidus
eul_wid: ehy-aa
eul_aid: ehy
canonical: "https://eulogikon.org/works/ctesias-cnidus-testimonies-ehy-aa"
lang: grc
period: Classical
dialect: Ionic
domain: Biography
genre: Collection / Anthology
content_hash: "sha256:ce7b462ad40522e650458bc04eb4b8497ba5f151b5ef691fb9e22782575bca18"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Testimonies

*Μαρτυρίαι*

**Author:** Ctesias of Cnidus

**eul_wid:** `ehy-aa` · [HTML page](https://eulogikon.org/works/ctesias-cnidus-testimonies-ehy-aa)

## Text

`3c,688,T.1`

<cite>Σοῦδα</cite>

Κτησιάρχου ἢ Κτησιόχου, Κνίδιος· ἰατρός, ὃς ἰάτρευσεν ἐν Πέρσαις Ἀρταξέρξην τὸν Μνήμονα κληθέντα, καὶ συνέγραψε Περσικὰ ἐν βιβλίοις κ καὶ γ.

`3c,688,T.2`

<cite>Στράβων</cite>

Κνίδος ..... ἐντεῦθεν δὲ καὶ Κτησίας ὁ ἰατρεύσας μὲν Ἀρταξέρξην, συγγράψας δὲ τὰ Ἀσσυρικὰ καὶ τὰ Περσικά.

`3c,688,T.3`

<cite>Διόδωρος ὁ Σικελιώτης</cite>

Κτησίας δὲ ὁ Κνίδιος τοῖς μὲν χρόνοις ὑπῆρξε κατὰ τὴν Κύρου στρατείαν ἐπὶ Ἀρταξέρξην τὸν ἀδελφόν, γενόμενος δʼ αἰχμάλωτος, καὶ διὰ τὴν ἰατρικὴν ἐπιστήμην ἀναληφθεὶς ὑπὸ τοῦ βασιλέως, ἑπτακαίδεκα ἔτη διετέλεσε τιμώμενος ὑπʼ αὐτοῦ.

`3c,688,T.4`

<cite>Γαληνός</cite>

Κτησίας ὁ Κνίδιος, συγγενὴς αὐτοῦ καὶ γὰρ αὐτὸς ἦν Ἀσκληπιάδης τὸ γένος.

`3c,688,T.5b`

<cite>Φώτιος</cite>

ἤκμασε δὲ ἐν τοῖς χρόνοις Κύρου τοῦ ἐκ Δαρείου καὶ Παρυσάτιδος, ὃς ἀδελφὸς Ἀρτοξέρξου, εἰς ὃν ἡ Περσικὴ βασιλεία κατῆλθεν, ἐτύγχανεν.

`3c,688,T.6a`

<cite>Πλούταρχος</cite>

ὁ μὲν ἀναστὰς μετʼ ὀλίγων, ἐν οἷς καὶ Κτησίας ἦν, λόφον τινὰ πλησίον καταλαβὼν ἡσύχαζε.

`3c,688,T.6b`

μετὰ δὲ τὴν μάχην ... καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε.

`3c,688,T.7a`

<cite>Φώτιος</cite>

ὡς Κτησίας αὐτός, ἰατρὸς ὢν Παρυσάτιδος, πολλὰ Κλεάρχῳ ἐν τῷ δεσμωτηρίῳ ὄντι πρὸς ἡδονὴν καὶ θεραπείαν διʼ αὐτῆς ἔπραξε.

`3c,688,T.7b`

<cite>Πλούταρχος</cite>

ἀλλὰ δαιμονίως ὁ Κτησίας, ὡς ἔοικε, φιλότιμος ὤν, καὶ οὐχ ἧττον φιλολάκων καὶ φιλοκλέαρχος, ἀεί τινας ἐν τῇ διηγήσει χώρας ἑαυτῷ δίδωσιν, ἐν αἷς γενόμενος πολλὰ καὶ καλὰ μεμνήσεται Κλεάρχου καὶ τῆς Λακεδαίμονος.

`3c,688,T.7c`

<cite>Φώτιος</cite>

αἰτίαι διʼ ἃς Εὐαγόραι βασιλεῖ Σαλαμῖνος βασιλεὺς Ἀρτοξέρξης διηνέχθη. καὶ ἄγγελοι Εὐαγόρα πρὸς Κτησίαν ... Κτησίου πρὸς αὐτὸν ἐπιστολή ... Κόνωνος πρὸς Κτησίαν ἐπιστολή ... Κτησίου λόγος πρὸς βασιλέα περὶ Κόνωνος· καὶ ἐπιστολὴ πρὸς αὐτόν ... ὡς ἐτηρήθησαν οἱ παρὰ Λακεδαιμονίων ἄγγελοι πεμφθέντες πρὸς βασιλέα· βασιλέως ἐπιστολὴ πρὸς Κόνωνα καὶ Λακεδαιμονίους, ἃς Κτησίας αὐτὸς ἐκόμισεν ... Κτησίου εἰς Κνίδον τὴν πατρίδα ἄφιξις, καὶ εἰς Λακεδαίμονα· καὶ κρίσις πρὸς τοὺς Λακεδαιμονίων ἀγγέλους ἐν Ῥόδῳ, καὶ ἄφεσις.

`3c,688,T.7d`

<cite>Πλούταρχος</cite>

ὁρῶν δὲ καὶ τοὺς ἑαυτοῦ λογισμοὺς δυνάμεως καὶ τὴν βασιλέως δύναμιν ἀνδρὸς ἔμφρονος δεομένην, ἔπεμψεν ἐπιστολὴν βασιλεῖ περὶ ὧν διενοεῖτο. καὶ ταύτην ἐκέλευσε τὸν κομίζοντα μάλιστα μὲν ἀποδοῦναι διὰ Ζήνωνος τοῦ Κρητὸς ἢ Πολυκρίτου τοῦ Μενδαίου — τούτων δʼ ἦν ὁ μὲν Ζήνων ὀρχηστής, ὁ δὲ Πολύκριτος ἰατρός —, ἂν δʼ οὗτοι μὴ παρῶσι, διὰ Κτησίου τοῦ ἰατροῦ. λέγεται δʼ ὁ Κτησίας τὴν ἐπιστολὴν λαβὼν παρεγγράψαι τοῖς ὑπὸ τοῦ Κόνωνος ἐπεσταλμένοις, ὅπως καὶ Κτησίαν ἀποστείλῃ πρὸς αὐτόν, ὡς ὠφέλιμον ὄντα ταῖς ἐπὶ θαλάσσῃ πράξεσιν· ὁ δὲ Κτησίας αὐτὸν ἀφʼ ἑαυτοῦ βασιλέα φησὶ προσθεῖναι τὴν λειτουργίαν αὐτῷ ταύτην.

`3c,688,T.8`

<cite>Φώτιος</cite>

ἀνεγνώσθη βιβλίον Κτησίου τοῦ Κνιδίου τὰ Περσικὰ ἐν βιβλίοις κγ. ἀλλʼ ἐν μὲν τοῖς πρώτοις ϛ τά τε Ἀσσύρια διαλαμβάνει καὶ ὅσα πρὸ τῶν Περσικῶν, ἀπὸ μέντοι τοῦ ζ τὰ Περσικὰ διεξέρχεται. καὶ ἐν μὲν τῷ ζ καὶ η καὶ θ καὶ ι καὶ ια καὶ ιβ καὶ ιγ διέξεισι τὰ περὶ Κύρου καὶ Καμβύσου καὶ τοῦ μάγου, Δαρείου τε καὶ τοῦ Ξέρξου, σχεδὸν ἐν ἅπασιν ἀντικείμενα Ἡροδότῳ ἱστορῶν, ἀλλὰ καὶ ψεύστην αὐτὸν ἀπελέγχων ἐν πολλοῖς, καὶ λογοποιὸν ἀποκαλῶν· καὶ γὰρ νεώτερος μέν ἐστιν αὐτοῦ. φησὶ δὲ αὑτὸν τῶν πλειόνων ἃ ἱστορεῖ αὐτόπτην γενόμενον ἢ παρʼ αὐτῶν Περσῶν, ἔνθα τὸ ὁρᾶν μὴ ἐνεχώρει, αὐτήκοον καταστάντα, οὕτω τὴν ἱστορίαν συγγράψαι. οὐχ Ἡροδότῳ δὲ μόνῳ τἀναντία ἱστορεῖ, ἀλλὰ καὶ πρὸς Ξενοφῶντα τὸν Γρύλλου ἐπʼ ἐνίων διαφωνεῖ. ἤκμασε δὲ

`3c,688,T.9`

<cite>Διόδωρος ὁ Σικελιώτης</cite>

Κτησίας δʼ ὁ συγγραφεὺς τὴν τῶν Περσικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, ἀρξάμενος ἀπὸ Νίνου καὶ Σεμιράμεως.

`3c,688,T.10`

<cite>Φώτιος</cite>

ἀνεγνώσθη δὲ αὐτοῦ καὶ τὰ Ἰνδικὰ ἐν ἑνὶ βιβλίῳ, ἐν οἷς μᾶλλον ἰωνίζει.

`3c,688,T.11a`

<cite>Στράβων</cite>

ῥᾷον δʼ ἄν τις Ἡσιόδῳ καὶ Ὁμήρῳ πιστεύσειεν ἡρωολογοῦσι καὶ τοῖς τραγικοῖς ποιηταῖς ἢ Κτησίαι τε καὶ Ἡροδότῳ καὶ Ἑλλανίκῳ καὶ ἄλλοις τοιούτοις.

`3c,688,T.11b`

Θεόπομπος δὲ ἐξομολογεῖται φήσας ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες.

`3c,688,T.11c`

<cite>Ἀντίγονος ὁ Καρύστιος</cite>

διὰ δὲ τὸ αὐτὸν πολλὰ ψεύδεσθαι παρελείπομεν τὴν ἐκλογήν· καὶ γὰρ ἐφαίνετο τερατώδης.

`3c,688,T.11d`

<cite>Πλούταρχος</cite>

ἀλλὰ τὸν Κτησίαν εἰ καὶ τἆλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν.

`3c,688,T.11e`

<cite>Πλούταρχος</cite>

ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ ἔργον ... οἷα πάσχει πολλάκις ὁ λόγος αὐτοῦ, πρὸς τὸ μυθῶδες καὶ δραματικὸν ἐκτρεπόμενος τῆς ἀληθείας.

`3c,688,T.11f`

<cite>Ἀριστοτέλης</cite>

ἐν δὲ τῇ Ἰνδικῇ, ὥς φησι Κτησίας οὐκ ὢν ἀξιόπιστος.

`3c,688,T.11g`

<cite>Ἀρριανός</cite>

εἰ δή τῳ ἱκανὸς καὶ Κτησίας ἐς τεκμηρίωσιν.

`3c,688,T.11h`

<cite>Λουκιανός</cite>

Κτησίας ὁ Κτησιόχου ὁ Κνίδιος, ὃς συνέγραψεν περὶ τῆς Ἰνδῶν χώρας καὶ τῶν παρʼ αὐτοῖς ἃ μήτε αὐτὸς εἶδεν μήτε ἄλλου ἀληθεύοντος ἤκουσεν.

`3c,688,T.12`

<cite>Διονύσιος ὁ Ἁλικαρνασσεύς</cite>

ἡ γάρ τοι Θουκυδίδου λέξις καὶ ἡ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται .... οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου συγγραφέως Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μὲν ὡς ἔνι μάλιστα, οὐ μὴν καλῶς γʼ ἐφʼ ὅσον ἔδει — λέγω δὲ κοινότερον ἀλλʼ οὐχὶ καθάπαξ, ἐπεὶ καὶ παρʼ ἐκείνοις ἥρμοσταί τινα ἡδέως, καὶ παρὰ τούτοις καλῶς· ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει, καὶ γὰρ ἡδεῖά ἐστι καὶ καλή.

`3c,688,T.13`

<cite>Φώτιος</cite>

ἔστι δὲ οὗτος ὁ συγγραφεὺς σαφής τε καὶ ἀφελὴς λίαν, διὸ καὶ ἡδονῇ αὐτῷ σύγκρατός ἐστιν ὁ λόγος. κέχρηται δὲ τῇ Ἰωνικῇ διαλέκτῳ, εἰ καὶ μὴ διʼ ὅλου, καθάπερ Ἡρόδοτος, ἀλλὰ κατʼ ἐνίας τινὰς λέξεις οὐδὲ πρὸς ἐκτροπὰς δέ τινας ἀκαίρους, ὥσπερ ἐκεῖνος, ἀπάγει τὸν λόγον. τῶν μέντοι γε μύθων, ἐν οἷς ἐκείνῳ λοιδορεῖται, οὐδʼ οὗτος ἀφίσταται, καὶ μάλιστα ἐν τοῖς ἐπιγραφομένοις αὐτῷ «Ἰνδικά». ἡ δὲ ἡδονὴ τῆς ἱστορίας αὐτοῦ τὸ πλεῖστον ἐν τῇ τῶν διηγημάτων αὐτοῦ γίνεται διασκευῇ, τὸ παθητικὸν καὶ ἀπροσδόκητον ἐχούσῃ πολὺ καὶ τὸ ἐγγὺς τοῦ μυθώδους αὐτὴν διαποικίλλειν. καὶ διαλελυμένος δέ ἐστι πλέον τι τοῦ δέοντος αὐτῷ ὁ λόγος, ὡς καὶ εἰς ἰδιωτισμὸν ἐκπίπτειν. ὁ δὲ τοῦ Ἡροδότου λόγος ταύτῃ τε καὶ τῇ ἄλλῃ τοῦ ἔπους δυνάμει καὶ τέχνῃ κανών ἐστιν Ἰωνικῆς διαλέκτου.

`3c,688,T.14a`

<cite>Δημήτριος ὁ Φαληρεύς</cite>

πρῶτον δὲ περὶ ἐναργείας· γίνεται δʼ ἡ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μηδʼ ἐκτέμνειν .... .... τῶν τε συμβαινόντων καὶ συμβάντων, ὥστε πολλάκις καὶ ἡ διλογία ἐνάργειαν ποιεῖ μᾶλλον ἢ τὸ ἅπαξ λέγειν .... ὅπερ δὲ τῷ Κτησίαι ἐγκαλοῦσιν ὡς ἀδολεσχοτέρῳ διὰ τὰς διλογίας, πολλαχῆ μὲν ἴσως ἐγκαλοῦσιν ὀρθῶς, πολλαχῆ δὲ οὐκ αἰσθάνονται τῆς ἐναργείας τοῦ ἀνδρός· τίθεται γὰρ ταὐτὸ δὶς αὐτῷ πολλάκις, ποιοῦν ἔμφασιν πλείονα, οἷα τὰ τοιάδε καὶ ὅλως δὲ ὁ ποιητὴς οὗτος—ποιητὴν γὰρ ἂν αὐτὸν καλοίη τις εἰκότως—ἐναργείας δημιουργός ἐστιν ἐν τῇ γραφῇ συμπάσῃ, οἷον καὶ ἐν τοῖς τοιοῖσδε· δεῖ τὰ γινόμενα οὐκ εὐθὺς λέγειν ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμῶντα τὸν ἀκροατὴν καὶ ἀναγκάζοντα συναγωνιᾶν. τοῦτο ὁ Κτησίας ἐν τῇ ἀγγελίαι τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ ..... καὶ οὕτω κατὰ μικρὸν καὶ κατὰ βραχὺ προϊών, μόλις τὸ δὴ λεγόμενον ἀπέρρηξεν αὐτό, μάλα ἠθικῶς καὶ ἐναργῶς τόν τε ἄγγελον ἐμφήνας ἀκουσίως ἀγγελοῦντα τὴν συμφοράν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα.

`3c,688,T.14b`

<cite>Πλούταρχος</cite>

τοιοῦτος μὲν ὁ Κτησίου λόγος, ᾧ καθάπερ ἀμβλεῖ ξιφιδίῳ μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνῄρηκεν.

`3c,688,T.15`

<cite>Πλούταρχος</cite>

ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ αὐτοῦ καὶ τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν.

`3c,688,T.16`

<cite>Σοῦδα</cite>

Παμφίλη· ... θυγάτηρ Σωτηρίδου, οὗ λέγεται εἶναι καὶ τὰ συντάγματα .... Ἐπιτομὴν τῶν Κτησίου ἐν βιβλίοις γ ...

`3c,688,T.17`

<cite>Πορφύριος, Εὐσέβιος</cite>

Πολλίωνος δὲ ἐπιστολὴ πρὸς Σωτηρίδαν Περὶ τῆς Κτησίου κλοπῆς· τοῦ δʼ αὐτοῦ καὶ Περὶ τῆς Ἡροδότου κλοπῆς ἐστι βιβλίον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ehy-aa`.
