---
title: Foundation of Ephesus
title_greek: Ἀπόσπασμα
author: Creophylus of Ephesus
eul_wid: hbc-aa
eul_aid: hbc
canonical: "https://eulogikon.org/works/creophylus-ephesus-foundation-of-ephesus-hbc-aa"
period: Classical
dialect: Ionic (frg)
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Foundation of Ephesus

*Ἀπόσπασμα*

**Author:** Creophylus of Ephesus

**eul_wid:** `hbc-aa` · [HTML page](https://eulogikon.org/works/creophylus-ephesus-foundation-of-ephesus-hbc-aa)

## Text

## ΕΦΕΣΙΩΝ ΩΡΟΙ.

### 1

Athenaeus VII: Κρεόφυλος δ’ ἐν τοῖς Ἐφεσίων Ὥροις «Οἱ τὴν Ἔφεσον (φησὶ) κτίζοντες, πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου, τὸ τελευταῖον πέμψαντες εἰς θεοῦ, ἠρώτων, ὅπου τὸ πόλισμα θῶνται.

### 1

Ὁ δ’ αὐτοῖς ἔχρησεν, ἐνταῦθα οἰκίζειν πόλιν, ᾗ ἂν ἰχθὺς δείξῃ, καὶ ὗς ἄγριος ὑφηγήσηται. Λέγεται οὖν, ὅπου νῦν ἡ κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη, καὶ ὁ ἱερὸς λιμὴν, ἁλιέας ἀριστοποιεῖσθαι, καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτὸν, καὶ ἁφθῆναι ὑπ’ αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχεν ὗς ἄγριος ὤν· ὃς, ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς, ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολὺ, ὃ δὴ καλεῖται Τρηχεῖα, καὶ πίπτει ἀκοντισθεὶς, ὅπου καὶ νῦν ἐστιν ὁ τῆς Ἀθηνᾶς ναός. Καὶ διαβάντες οἱ Ἐφέσιοι ἐκ τῆς νήσου, ἔτεα εἴκοσιν ἓν οἰκήσαντες, τῷ εἰκοστῷ δευτέρῳ κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κόρησσον, καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορᾷ ἱδρύσαντο, Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hbc-aa`.
