---
title: Comic Fragments on Human Follies
title_greek: Ἀποσπάσματα περὶ Ἀνθρωπίνων Μωριῶν
author: Comic Fragments Anonymous III
eul_wid: kge-ab
eul_aid: kge
canonical: "https://eulogikon.org/works/comic-fragments-anon-iii-human-follies-kge-ab"
period: Hellenistic
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Comic Fragments on Human Follies

*Ἀποσπάσματα περὶ Ἀνθρωπίνων Μωριῶν*

**Author:** Comic Fragments Anonymous III

**eul_wid:** `kge-ab` · [HTML page](https://eulogikon.org/works/comic-fragments-anon-iii-human-follies-kge-ab)

## Text

### FCA 331

ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων.

### FCA 390a

ἅτερος πρὸς τὸν ἕτερον ὑπαλείφεται τὼ χεῖρέ θ’ ὑποκονίεται.

### FCA 390c

Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.

### FCA 390g

ὀκνεῖς λαλεῖν; οὕτω σφόδρ’ εἶ τηθαλλαδοῦς;

### FCA 390h

ἡ δὲ προὐκαλεῖτό με βαυβᾶν μετ’ αὐτῆς.

### FCA 400-401

Ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων. Τόλμα τι, κινδύνευε, πρᾶττ’, ἀποτύγχανε, ἐπίτυχε· πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.

### FCA 402

γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.

### FCA 403

τί ποτ’ ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον;

### FCA 403

[[Β]] δέδοικ’ ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί. αὐλεῖ Μαριανδυνοῖς καλάμοις * (θρηνῳδίαν) κρούων ἰαστί. αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ. ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον. ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν. θύραζε Κᾶρες, οὐκέτ’ Ἀνθεστήρια. εἶμι γάρ ἐπ’ αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου. νῦν δὲ σωθείην ἵνα διδάγματ’ ᾖ μοι ταῦτα τοῦ λοιποῦ χρόνου. ἡ γλῶττ’ ἀνέγνωχ’, ἡ δὲ φρὴν οὐ μανθάνει. πᾶς ἐστι δούλῳ δεσπότης μονοσύλλαβος. ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται, ἢ χωλός ἐστιν ἢ οὐ δίδωσι συμβολάς. πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότης παρέχει. οὗτος πατὴρ τοῦ παιδός· εἰ γὰρ ὤφελεν. περὶ μεγάλων * (γὰρ) πραγμάτων σκοπουμένοις εὐνουστάτη σύμβουλος ἡ παρρησία. Παρρησίαν δὲ παντὸς ὠνοῦ χρυσίου. Ὁ * (δὲ) βίος ἔστ’ ἀλαζονείας δεόμενος. Φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ * (μανθάνειν). χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι. Σικελίας αὔχημα τροφαλίς. ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω. Πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν. Μισθοῦ γὰρ ἀνθρώπων τις ἄνθρωπον φιλεῖ. Ὁ μέν τις ἀμπέλους τρυγῶν, ὁ δ’ ἀμέργων τὰς ἐλάας. Μετὰ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως [μέγ’] ὑπερέβαλλεν ὁ κεραμεὺς Ὑπέρβολος. Εἶτά μοι σκάπτων ἐρεῖ ἐφ’ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γάρ πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ. Ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: kge-ab`.
