---
title: Abduction of Helen
title_greek: Ἁρπαγὴ Ἑλένης
author: Colluthus of Lycopolis
eul_wid: uuu-aa
eul_aid: uuu
canonical: "https://eulogikon.org/works/colluthus-lycopolis-abduction-of-helen-uuu-aa"
lang: grc
period: Late Antique
dialect: Homeric
domain: Poetry
genre: Epic
content_hash: "sha256:324e873cb38fae27deedbcdd21c49700844baf27ed98b46a64da210808f012cd"
content_modified_at: "2026-09-24"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Abduction of Helen

*Ἁρπαγὴ Ἑλένης*

**Author:** Colluthus of Lycopolis

**eul_wid:** `uuu-aa` · [HTML page](https://eulogikon.org/works/colluthus-lycopolis-abduction-of-helen-uuu-aa)

## Text

### 1

Νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,

### 2

αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν

### 3

πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι

### 4

ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,

### 5

δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος

### 6

εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,

### 7

ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων

### 8

ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν

### 9

ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ

### 10

βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,

### 11

ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;

### 12

τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης

### 13

Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι

### 14

Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης

### 15

καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις

### 16

καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.

### 17

[para]ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων

### 18

νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων

### 19

Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·

### 20

πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευσε γενέθλη

### 21

αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,

### 22

Ζεὺς μὲν ἀπ’ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·

### 23

ἐκ δὲ Μελισσήεντος ἀπ’ εὐόδμου Ἑλικῶνος

### 24

Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·

### 25

χρυσείοις δ’ ἑκάτερθε τινασσόμενος πλοκάμοισι

### 26

βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.

### 27

τὸν δὲ μεθ’ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.

### 28

οὐδ’ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη

### 29

ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.

### 30

καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,

### 31

τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.

### 32

καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα

### 33

ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.

### 34

οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος

### 35

Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.

### 36

οἷος δ’ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων

### 37

ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,

### 38

τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου

### 39

μειδιόων ἐχόρευεν. Ἔριν δ’ ἀγέραστον ἐάσας

### 40

οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.

### 41

[para]ἡ δ’ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο

### 42

πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται

### 43

φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·

### 44

τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα

### 45

πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.

### 46

πολλάκι δ’ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα

### 47

ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης

### 48

οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέτρην·

### 49

ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,

### 50

ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων

### 51

οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.

### 52

ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,

### 53

Ἡφαίστῳ δ’ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,

### 54

καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.

### 55

καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,

### 56

εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·

### 57

ἀλλὰ καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς

### 58

Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.

### 59

[para]ἤδη δ’ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·

### 60

ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα

### 61

μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.

### 62

χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν

### 63

ἐς θαλίην ἔρριψε, χορὸν δ’ ὤρινε θεάων.

### 64

Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ

### 65

ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·

### 66

πασάων δ’ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα

### 67

μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·

### 68

Ἥρη δ’ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.

### 69

Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας

### 70

τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·

### 71

[para]εἴ τινά που Ξάνθοιο παρ’ Ἰδαίοιο ῥεέθροις

### 72

παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,

### 73

Τροίης βουκολέοντα κατ’ οὔρεα, τέκνον, ἀκούεις,

### 74

κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων

### 75

κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.

### 76

ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην

### 77

κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.

### 78

[para]ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·

### 79

αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας

### 80

εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.

### 81

πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.

### 82

Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην

### 83

καὶ περόνην θυόεντα διαστήσασα κομάων

### 84

χρυσῷ μὲν πλοκάμους, χρυσῷ δ’ ἐστέψατο χαίτην.

### 85

τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·

### 86

[para]ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.

### 87

σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·

### 88

δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.

### 89

Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,

### 90

φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·

### 91

καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·

### 92

μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων

### 93

κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.

### 94

ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς

### 95

ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;

### 96

κεστὸν ἔχω καὶ κέντρον ἄγω καὶ τόξον ἀείρω,

### 97

κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι

### 98

πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.

### 99

[para]τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.

### 100

οἱ δ’ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς

### 101

φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.

### 102

[para]ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,

### 103

ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην

### 104

κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.

### 105

ποιμαίνων δ’ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου

### 106

νόσφι μὲν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,

### 107

νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·

### 108

καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης

### 109

ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,

### 110

ποιμενίη δ’ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,

### 111

τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,

### 112

ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·

### 113

πολλάκι δ’ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων

### 114

καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·

### 115

ἔνθεν ἔχων σύριγγα κατ’ ἤθεα καλὰ νομήων

### 116

Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·

### 117

οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,

### 118

μούνη δ’ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,

### 119

Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.

### 120

ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,

### 121

κεκλιμένοι βαρύγουνον ἐπ’ ἰσχίον εὐνάζοντο.

### 122

[para]ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης

### 123

τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.

### 124

δειμαίνων δ’ ἀνόρουσε, θεῶν δ’ ἀλέεινεν ὀπωπήν·

### 125

καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας

### 126

μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.

### 127

τοῖα δὲ δειμαίνοντα προσέννεπε θέσκελος Ἑρμῆς·

### 128

[para]γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας

### 129

δεῦρο θεμιστεύσειας ἐπουνανίῃσι δικάζων·

### 130

δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς

### 131

φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.

### 132

[para]τοῖον ἀνηΰτησεν· ὁ δ’ ἤπιον ὄμμα τανύσσας

### 133

ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.

### 134

δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν

### 135

χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης

### 136

καὶ πτέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.

### 137

χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα

### 138

τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·

### 139

[para]δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας

### 140

καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην

### 141

ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.

### 142

φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·

### 143

δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,

### 144

μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.

### 145

πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.

### 146

[para]ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.

### 147

τοῖα δ’ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·

### 148

[para]εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,

### 149

πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.

### 150

ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;

### 151

κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.

### 152

οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·

### 153

ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.

### 154

[para]τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.

### 155

ἡ δ’ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα

### 156

κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.

### 157

χειρὶ δ’ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων

### 158

στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.

### 159

τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·

### 160

δέξο με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν

### 161

ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.

### 162

ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;

### 163

ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.

### 164

ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,

### 165

ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·

### 166

νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων.

### 167

[para]οὔπω μῦθος ἔληγεν, ὁ δ’ ἀγλαὸν ὤπασε μῆλον,

### 168

ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,

### 169

φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.

### 170

χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν

### 171

Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·

### 172

[para]εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.

### 173

ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.

### 174

φασί σε, μῆτερ Ἄρηος, ὑπ’ ὠδίνεσσιν ἀέξειν

### 175

ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι

### 176

σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.

### 177

οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·

### 178

οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,

### 179

οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.

### 180

οἷα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,

### 181

ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,

### 182

ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου

### 183

πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.

### 184

οἷα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις

### 185

καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,

### 186

ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.

### 187

ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι

### 188

τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,

### 189

κεκριμένων μελέων οὔτ’ ἄρσενες οὔτε γυναῖκες;

### 190

τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην.

### 191

ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς

### 192

Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·

### 193

ἱμείρων δ’ ὑπ’ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,

### 194

Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην

### 195

ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.

### 196

ἔνθα πολυπρέμνοιο δαϊζόμεναι δρύες Ἴδης

### 197

ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,

### 198

ὃς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι

### 199

νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.

### 200

αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,

### 201

νῆας δ’ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.

### 202

[para]ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον

### 203

καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην

### 204

πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν

### 205

ἔπλεεν Ἑλλήσποντον ἐπ’ εὐρέα νῶτα θαλάσσης,

### 206

τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.

### 207

κυανέη μὲν ὕπερθεν ἀναθρῴσκουσα θάλασσα

### 208

οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ

### 209

εἶθαρ ἀμιχθαλόεντος ἀπ’ ἠέρος ὄμβρον ἱεῖσα,

### 210

ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.

### 211

τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας

### 212

Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,

### 213

αἶψα δὲ Θρηικίοιο μετ’ οὔρεα Παγγαίοιο

### 214

Φυλλίδις ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον

### 215

καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,

### 216

ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην

### 217

δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,

### 218

ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.

### 219

τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων

### 220

ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,

### 221

Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.

### 222

ἔνθεν ἀνερχομένοιο παρ’ εἰαμενὰς Ἐρυμάνθου

### 223

Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,

### 224

κεκλιμένην ἐνόησεν ἐπ’ Εὐρώταο ῥεέθροις.

### 225

ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην

### 226

γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.

### 227

οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδὲ γαλήνης

### 228

δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,

### 229

καὶ χθονὸς εὐκόλποισιν ἐπ’ ἠιόνεσσι βαλόντες

### 230

πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.

### 231

[para]αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο

### 232

ᾤχετο φειδομένοισιν ἐπ’ ἴχνεσιν ἴχνος ἐρείδων,

### 233

μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,

### 234

μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας

### 235

ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.

### 236

[para]ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων

### 237

δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς

### 238

ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς

### 239

χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,

### 240

ἔθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος

### 241

οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,

### 242

ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας

### 243

δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ

### 244

κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων

### 245

οὐκ ἐδάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.

### 246

γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι

### 247

ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,

### 248

ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.

### 249

[para]ἤδη δ’ ἀγχιδόμοισιν ἐπ’ Ἀτρείδαο μελάθροις

### 250

ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.

### 251

οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·

### 252

ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,

### 253

καλὸς ἔην καὶ κεῖνος ἐπ’ ἀγλαΐῃσι προσώπων.

### 254

ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα

### 255

ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν

### 256

καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων

### 257

ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου

### 258

καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης

### 259

ἀργυρέης ἐπέτελλε· κόρον δ’ οὐκ εἶχεν ὀπωπῆς

### 260

ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης

### 261

κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δ’ ἀνέγνω,

### 262

ὡς οὐκ ἔστιν Ἔρως· βελέων δ’ οὐκ εἶδε φαρέτρην—

### 263

πολλάκι δ’ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων

### 264

παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·

### 265

ἀλλ’ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην

### 266

πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.

### 267

ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·

### 268

[para]ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.

### 269

ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,

### 270

ἀλλὰ τεὴν οὐκ οἶδα παρ’ Ἀργείοισι γενέθλην.

### 271

πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·

### 272

οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,

### 273

—Ἀντίλοχον δεδάηκα, τεὴν δ’ οὐκ εἶδον ὀπωπὴν

### 274

οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·

### 275

οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,

### 276

ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,

### 277

ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.

### 278

[para]τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·

### 279

αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·

### 280

εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,

### 281

Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·

### 282

εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα

### 283

ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·

### 284

ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.

### 285

εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,

### 286

εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,

### 287

ᾧ καὶ ἀπ’ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν

### 288

πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·

### 289

ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,

### 290

τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.

### 291

αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·

### 292

καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων

### 293

Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,

### 294

ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,

### 295

νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,

### 296

ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,

### 297

ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.

### 298

δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·

### 299

μή με καταισχύνειας, ἐμὴν 〈μὴ〉 Κύπριν ἐλέγξῃς.

### 300

οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;

### 301

οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·

### 302

οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,

### 303

καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν

### 304

ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δ’ ἐγένοντο γυναῖκες.

### 305

ἔννεπεν· ἡ δ’ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν

### 306

δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.

### 307

ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·

### 308

[para]ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης

### 309

τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;

### 310

ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι

### 311

καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,

### 312

ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων

### 313

πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.

### 314

ἀγρέο νῦν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.

### 315

ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.

### 316

οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ.

### 317

[para]τοίην συνθείην καλλίσφυρος ἔννεπε νύμφη.

### 318

νὺξ δέ, πόνων ἄμπαυμα μετ’ ἠελίοιο κελεύθους,

### 319

ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ

### 320

ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,

### 321

τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—

### 322

ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,

### 323

τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.

### 324

αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν

### 325

ἐκ θαλάμων ἐκόμισε φιλοξείνου Μενελάου,

### 326

κυδιόων δ’ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης

### 327

φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.

### 328

[para]Ἑρμιόνη δ’ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην

### 329

ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,

### 330

πολλάκι δ’ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,

### 331

ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·

### 332

[para]παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,

### 333

ἣ χθιζὸν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα

### 334

ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;

### 335

ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.

### 336

ἀγρόμεναι δ’ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν

### 337

Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·

### 338

[para]τέκνον ὀδυρομένη, γόον εὔνασον. ᾤχετο μήτηρ,

### 339

νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.

### 340

οὐχ ὁράᾳς; γοεραὶ μὲν ἐπιμύουσιν ὀπωπαί,

### 341

πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.

### 342

ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων

### 343

ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου

### 344

ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα

### 345

Ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,

### 346

ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο

### 347

ᾤχετο καὶ δήθυνεν ἐπ’ Εὐρώταο ῥεέθροις.

### 348

[para]τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·

### 349

οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους

### 350

ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;

### 351

ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·

### 352

ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.

### 353

μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δ’ οὔρεα ναίεις;

### 354

πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ

### 355

θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην.

### 356

ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης

### 357

σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;

### 358

ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην

### 359

δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων

### 360

σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.

### 361

μὴ διεροῖς στονόεντος ἐπ’ Εὐρώταο ῥεέθροις

### 362

νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;

### 363

ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης

### 364

Νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.

### 365

ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν

### 366

ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη

### 367

ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε

### 368

ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.

### 369

ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι

### 370

πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.

### 371

ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων

### 372

μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη

### 373

ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·

### 374

[para]χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα

### 375

κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.

### 376

ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;

### 377

οὕτω καλλικόμοιο μεθ’ ἁρμονίην Ἀφροδίτης;

### 378

[para]τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·

### 379

τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·

### 380

ὁ χθιζός με μολὼν ἀπατήλιος ἥρπασεν ἀνήρ.

### 381

[para]ἔννεπεν. ἡ δ’ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην

### 382

ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·

### 383

[para]ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,

### 384

εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·

### 385

χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν

### 386

ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.

### 387

[para]Ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,

### 388

μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.

### 389

καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης

### 390

Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.

### 391

πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δ’ ἔρριψε καλύπτρην

### 392

Κασσάνδρη νεόφοιτον ἀπ’ ἀκροπόληος ἰδοῦσα.

### 393

Τροίη δ’ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα

### 394

δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uuu-aa`.
