---
title: "Speeches: Part XLII (Declamation: The Orator)"
title_greek: "Λόγοι, Ῥήτωρ"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-bh
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-42-uvo-bh"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:ed647eef0f614495d0525849005e11273dadfecc13a7f623560fb1fd7f26e22c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XLII (Declamation: The Orator)

*Λόγοι, Ῥήτωρ*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-bh` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-42-uvo-bh)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`42.1`

ῬΗΤΩΡ.

Τῷ κατορθώσαντι πόλεμον ἐπέτρεπεν ὁ νόμος, ὅ τι βούλεται γέρας, αἰτεῖν καὶ παρεῖχεν αἰτοῦντι. πολιορκουμένης πόλεως ῥήτωρ μόνος ἀποτολμήσας τὴν ἔξοδον εἰς λόγους ἦλθε τοῖς ἐναντίοις καὶ πείθει καταλῦσαι τὴν προσεδρείαν καὶ χρῆται τῷ νόμῳ δωρεᾶς ἀξιοῦντι τυχεῖν. ἀντιλέγει στρατιώτης ἀνὴρ ὡς τῷ κρατοῦντι διʼ ὅπλων, οὐ τῷ πείθοντι λόγοις νέμοντος ἆθλα τοῦ νόμου.

Θεωρία.

`42.1.1`

Ἔχεις ἐκ τῆς κωμῳδίας παραλαβών, ὡς ὑπέρογκόν τι καὶ σοβαρὸν καὶ πολλή τις ἀλαζονεία στρατιώτης ἀνήρ. εἴ τι ὑμῶν τὸν Μενάνδρου φαντάζεται Θρασωνίδην, οἶδεν, ὃ λέγω. στρατιωτικὴν γάρ φησιν ἀηδίαν νοσοῦντα τὸν ἄνθρωπον εἰς ἀπέχθειαν αὑτῷ κινῆσαι τὴν ἐρωμένην. καὶ γέγονεν ἀμέλει προσηγορία τῷ δράματι τοῦ Θρασωνίδου τὸ μῖσος.

`42.1.2`

ταῦτα λαβὼν ἐγὼ κατὰ νοῦν εἰκότως, οἶμαι, τῷ πλάσματι στρατιώτην εἰσήγαγον. τίνα γὰρ ἄλλον εἰκὸς τῷ πόλεμον κατωρθωκότι φθονεῖν ἢ ὅτῳ τέχνη πρόσεστι τὰ πολέμια; ὥστε τὰ μὲν ὑπεροψία τις ἔμφυτος μετεωρίζει τὸν ἄνδρα, τὰ δὲ βασκανία δάκνει καὶ φθόνος.

`42.1.3`

καὶ τοιούτοις δύο νοσήμασι, τῷ μὲν ὀδυνώμενος, τῷ δὲ τὰς ὀφρῦς ἀνασπῶν, διασύρειν ἐπιχειρεῖ τὴν τοῦ ῥήτορος νίκην οὐ ψιλὴν ἁπλῶς δυσμενῶν ἀναχώρησιν ἀξιῶν ὁρίζεσθαι τρόπαιον, ἧτταν δὲ καὶ δρασμὸν καὶ τραύματα καὶ σφαγὰς καὶ πλῆθος αἰχμαλώτων καὶ λάφυρα. τοιαῦτα φυσᾷ καὶ σοβεῖ καὶ θυμοῦσθαι δοκεῖ ἐκφυγόντων δὴ τῶν πολεμίων τὴν αὑτοῦ δεξιάν.

`42.1.4`

εἴτε γὰρ τῶν ἐπὶ ῥώμῃ θαυμαζομένων ἁνὴρ εἴτε τῶν μαχομένων κακῶς, διχόθεν εἰς ἀντιλογίαν ἐξάγεται τῆς μὲν δειλίας τοιούτου παραπετάσματος δεομένης καὶ κρυπτομένης ὀργῇ πεπλασμένῃ, τῆς ἀνδρείας δὲ θυμουμένης, ὅτι προσῆκον ἔργον αὑτῇ ῥητορικὴ προλαβοῦσα διήνυσε.

`42.1.5`

τὸν μὲν οὖν στρατιώτην τοιοῦτον ἄν τις μελετήσειε τρόπον· ἐγὼ δέ— ῥητορεύειν γὰρ οἶδα μᾶλλον ἢ πολεμεῖν—τὸν ὁμότεχνον ἐμαυτῷ δικαίως ἐξελεξάμην πολλαῖς ἀνθοῦντα πρὸς αἴτησιν δωρεᾶς ἀφορμαῖς· ἥ τε γὰρ ἐπικουρία τοῦ νόμου καὶ τὸ τῶν ἀκροατῶν εὐμενές—τίς γὰρ πολέμου καὶ μάχης ἀπαλλαγεὶς τὸν αἴτιον οὐ προσίεται;—δίδωσι τὴν οἷον ἐθέλει γέρας αἰτεῖν παρρησίαν.

`42.1.6`

δεῖ δὲ μὴ λίαν αὐτὸν καλλωπίσαι τὸ πεπραγμένον, ἀλλʼ ὅσον μὴ τὸν δῆμον ἄνανδρον δεῖξαι. τὸ γὰρ ἄτολμον ὀνομάσαι τὴν πόλιν καὶ τρέμουσαν τὴν τῶν ἐχθρῶν προσβολὴν αὔξει μὲν τὴν γενομένην εὐεργεσίαν, ὅσῳ δὲ μείζους ὑποφαίνει τοὺς φόβους, τοσούτῳ μᾶλλον αὐτῷ κοσμουμένου τοῦ κατορθώματος διαβάλλει τοῖς ἀκροωμένοις αὑτὸν τὴν κοινὴν ἀνανδρίαν πρόφασιν τῆς οἰκείας ποιούμενον εὐφημίας.

`42.1.7`

ἀλλʼ εὑρήσει τέχνην ὁ ῥήτωρ καὶ τὴν οἰκείαν ὡραΐζουσαν πρᾶξιν καὶ τοῖς ἀκούουσιν ἄλυπον, εἰ τὴν πόλιν ἀπαράσκευον εἶναι πρὸς μάχην ὑπόθοιτο τῶν ἐναντίων ἄφνω ποιησαμένων ἐκ πόλεως ὁμόρου τὴν ἔφοδον.

`42.1.8`

τοιούτοις χρώμενος δικαιώμασιν ἀστεῖόν τι καὶ κομψὸν ἀναμίξαι πειράσεται τοῖς λεγομένοις εἰρωνευόμενός τε καὶ διαπαίζων τὸν στρατιώτην καὶ κωμῳδῶν ἀγριαίνοντα καὶ τὰς παρʼ ἐκείνου λοιδορίας πρᾴως ἀποκρουόμενος.

`42.1.9`

πρέπει γάρ, οἶμαι, τῷ μὲν ἦθος ὀργίλον τε καὶ τραχὺ τυγχάνειν, τῷ δὲ τρόπον ἥμερόν τε καὶ προσηνῆ τοιοῦτον ἀποτελούσης ἑκάτερον τῆς ἐπιστήμης.

`42.1.10`

οὕτως ὑμῖν τὴν παροῦσαν διατυπώσας ὑπόθεσιν εὐξαίμην ἂν ῥήτορος ἄξιον ὀφθῆναι τὸν λόγον.

Ἡ μελέτη.

`42.2.1`

Ἥκω τοὺς ἐπιόντας ἐχθροὺς μόνος ὑμῖν ὠθήσας τῇ γλώττῃ, καὶ λέλυται πόλεμος ἄνευ κινδύνου σωμάτων, ἄνευ χρημάτων δαπάνης, καὶ δευτέρας οὐκέτι πολιορκίας ἐλπὶς ἡμῖν ἐνοχλεῖ. πρὸς μὲν γὰρ τὴν ἐν ὅπλοις ἧτταν πολλάκις ἄνθρωποι παροξύνονται τὴν νίκην ἡγούμενοι καὶ πρὸς αὑτούς ποτε μεταβήσεσθαι· ὅταν δὲ σφῶν αὐτῶν κατεγνωκότες παραχωρῶσι, βεβαίως πεφύκασιν ἠρεμεῖν.

`42.2.2`

ὅθεν ἡμῖν ὁ γενναῖος φιλοπόλεμος νῦν ἀσφαλῶς ἀνεφάνη καὶ σχηματίζεταί πως ἀγανακτεῖν, ὅτι μὴ πεῖραν οἱ δυσμενεῖς λαβόντες αὑτοῦ τῆς ῥώμης ἀπῆλθον. καὶ παρεὶς ἀγῶνα χειρῶν δεηθείς μου τῆς τέχνης εἰς τὴν ἐν λόγοις ἅμιλλαν νικᾶν ὁ στρατιώτης ἐλπίζει τὸν ῥήτορα.

`42.2.3`

ἐγὼ δὲ τὴν αὐτὴν καὶ πρὸς τοῦτον πάρειμι φέρων ἀσπίδα, διʼ ἧς ἐκείνους ἀπεωσάμην καὶ διʼ ἧς πάλιν εἰκότως ἡγοῦμαι κρατεῖν. ἄτοπον γάρ, εἰ παρὰ τοῖς ἐμὲ πολιορκοῦσιν ἀκροαταῖς πιθανῶς ῥητορεύσας ἀπίθανος δόξω τῷ διʼ ἐμοῦ σωθέντι συλλόγῳ.

`42.2.4`

ὁ μὲν οὖν τῆς πόλεως νόμος εἰς θέατρόν μοι τὸν δῆμον ἀγείρει δωρεὰν οὐ τὴν μὲν ἐν ἐξουσίᾳ διδούς, τῆς δὲ κωλύων τυχεῖν, ἀλλὰ τῆς αἱρέσεώς μοι τὴν ἄδειαν ἐπιτρέπει καί μου πυνθάνεται· τίνος ἐρᾷς; καὶ τὴν ἐν πάσαις ἐμοὶ δοκοῦσαν εἶναι καλλίστην ἐκτίνειν ἐγγυᾶται τὴν πόλιν.

`42.2.5`

ὁ μὲν οὖν νόμος οὕτως· ὁ δὲ παρὰ τὸ βῆμα πολεμικὸς δικαστήριον ποιεῖ μοι τὸ θέατρον καὶ πρὸς τὴν ἐμὴν ἐμποδὼν ἕστηκεν ἀμοιβὴν τοσοῦτον τοῖς νόμοις μαχόμενος, ὅσον τοῖς πολεμίοις ἐχρῆν.

`42.2.6`

εἰ μὲν οὖν στρατιώτης δόξαι βουλόμενος πραγμάτων ἐθέλει καὶ νόμων ἄπειρος φαίνεσθαι καὶ τὴν ἐν τούτοις ἀμαθίαν αὑτοῦ δεῖγμα τῆς οἰκείας τέχνης ἡγεῖται, καλῶς εὗρεν, ὅθεν εἰδέναι τὰ πολέμια δόξει· εἰ δὲ βασκαίνει τοὺς λόγοις ὑφαρπάσαντας νίκην ὅπλοις ὀφειλομένην, ἴστω, ὅτι μεῖζον ἐντεῦθεν δοτέον μοι γέρας, εἰ τρόπαιον ἀλλοτρίοις ὀργάνοις προσῆκον ὅπλοις ἔστησα τοῖς ἐμοῖς ἐν μέσοις εἰπὼν πολεμίοις καὶ τούτοις ὅπλα φέρουσι καὶ περιεστηκόσι τὸ ἄστυ καὶ τῷ μὴ τολμῆσαι τοὺς ἔνδον ἐξιέναι μεῖζον τόλμημα κτησαμένοις. τοιοῦτον ὑμῖν ἆθλον ἠγωνισάμην ὀπίσω τὴν ἰδίαν ἀσφάλειαν τάξας ὧν ᾠήθην τῇ πόλει συμφέρειν.

`42.2.7`

ὡς γὰρ τῶν πολεμίων ὁ δρόμος οὐ δέδωκε τῇ Φήμῃ καιρὸν ἀγγελίας, ἀλλʼ ἡ θέα τὴν ἡμετέραν εὐθὺς κατείληφεν ἀκοήν—τό τε γὰρ τάχος τῶν ἐναντίων ἥ τε βραχεῖα τῶν πόλεων ἐν μέσῳ διάστασις, ὅμοροι γάρ, καὶ τὸ μηδεμίαν αὐτοὺς ἐφʼ ἡμᾶς πολέμου πρόφασιν ἔχειν ἀφείλετο τῆς ἐφόδου τὴν αἴσθησιν—ὡς οὖν διέλαθε τὸ στρατόπεδον, ἕως ἔμελλε κείρειν ἤδη τὴν γῆν, δεινή τις ἄφνω σύγχυσις ἦν τῶν ἀγρῶν ἐνταῦθα κεκενωμένων καὶ τῆς ἐκείνων ἐρημίας πιεζούσης τὴν πόλιν· θόρυβον γὰρ ἐκίνει τὸ πλῆθος καὶ φόβον ὁ θόρυβος πολλῆς μὲν νεότητος, πολλῆς δὲ πολιᾶς εἰσιούσης ὑποζυγίων τε καὶ θρεμμάτων ἐφεπομένων.

`42.2.8`

τῆς δὲ ταραχῆς τὸ κεφάλαιον αἱ γυναῖκες ἦσαν ὀλοφυρόμεναί τε κοπτόμεναί τε καὶ λιπαροῦσαι τοὺς ἐντυγχάνοντας, ὅ τι δύναιντο, βοηθεῖν καὶ παῖδας ἕλκουσαι μὲν τοὺς ἄρτι μαθόντας βαδίζειν, φέρουσαι δὲ τοὺς οὔπω τοσαύτην ἄγοντας ἡλικίαν, ἑκατέρους ἐλεεινὰ στάζοντας δάκρυα, τοὺς μὲν ἤδη φρονοῦντας αἰσθήσει τῶν δυσχερῶν, τοὺς δὲ πρώην τεχθέντας, ὅτι τὰς μητέρας ὀδυρομένας ἑώρων.

`42.2.9`

τὰ δὲ πρῶτα τῶν πολιτῶν σύλλογος ἦν, γνώμην ἕκαστος, ἣν ἡγεῖτο συνοίσειν, διδούς, λόγοι τε πανταχοῦ καὶ λοιδορίαι τῶν μὲν ῥητόρων αἰτιωμένων τοὺς στρατηγούς, ἐπιτιμώντων δὲ τούτων ἡμῖν. οἱ μὲν γὰρ ἐκκλησιάζειν ἠξίουν τοὺς ῥήτορα—μὴ γὰρ δεῖν ἄνευ βουλῆς ἀγωνίζεσθαι—, οἱ δὲ πολεμεῖν ἤδη τοὺς στρατηγοὺς οὐ περιμένοντος τοῦ καιροῦ σχολὴν ἐκκλησίας.

`42.2.10`

ὡς οὖν ἐν τούτοις ἡμῖν ὑπῆρχεν ἡ πόλις, ἑαυτὸν δὲ οὐδεὶς ᾐτιᾶτο—ἡγεῖτο γὰρ ἕκαστος τῇ μέμψει τοῦ πέλας ἀνέγκλητος εἶναι—, εἶδον, ὅτι τὸν προεστάναι τῶν κοινῶν ἐγχειροῦντα πρέπει τοσούτου καλοῦντος κινδύνου ἀφειδῶς ἑαυτὸν ἐπιτρέψαι τοῖς πράγμασι καὶ μὴ καραδοκεῖν, ὅ τι δόξει τοῖς ἄλλοις, μηδὲ τὴν οἰκείαν ἔχειν ἐλπίδα τῆς ἑτέρων ἠρτημένην φροντίδος, ἀλλὰ τὴν αὑτοῦ ῥᾳθυμίαν κοινὴν προσδοκᾶν ἔσεσθαι βλάβην.

`42.2.11`

ταῦτα τοῖς λογισμοῖς ἐξετάσας τοῖς ἔργοις ἐπεδειξάμην· οὐ γάρ, ἐπειδὴ τοῦ ἄστεος ἐκτὸς ἐγενόμην, μετεμέλησε τῶν ἔνδον ἐμοὶ δεδογμένων, οὐ τὴν χρόαν μετέβαλον πρὸς τὴν τῶν ὅπλων κίνησιν, οὐ τὴν γνώμην ἐστράφην τῇ θέᾳ τοῦ πλήθους, οὐ τῆς ὁδοῦ προβαινούσης σχολαίτερον ἐπὶ τοὺς ἐναντίους ἐβάδιζον εἰωθότων ἀεὶ τῶν ἐπὶ τὰ δεινὰ φερομένων πόρρωθεν μὲν ὡς ἔχουσι τάχους πορεύεσθαι, καταβραχὺ δὲ συστέλλειν φόβῳ τὸν δρόμον.

`42.2.12`

οὐ τοιοῦτον ἐγὼ πέπονθα πάθος οὐδὲ μεταξὺ πολλάκις τῆς πορείας ἱστάμενος ἐμαυτῷ διελέχθην· ἐμοὶ τί δεῖ πολέμου καὶ προσηκόντων ἑτέροις ἀγώνων; ῥήτωρ εἰμί. οὐδεὶς λόγων δημιουργὸς ὅπλων εὐθύνας ὑπέχει. εἰσὶ καὶ ἡμῖν ἀγῶνες οὐ μικρῶν δεόμενοι πόνων. δῶμεν τοῖς στρατηγοῖς τὰ αὑτῶν διαπράξασθαι. τὰ γὰρ ἐμὰ λόγοι πρὸς δῆμον, πρὸς δικαστάς, πρὸς πολεμίους, ὅταν εἰρήνην βούλωνται σπείσασθαι.

`42.2.13`

ταῦτα καὶ παραπλήσια τούτοις ἡ τέχνη μέν μοι ἐννοεῖν παρεῖχεν, ἡ δὲ περὶ τὴν πόλιν οὐ συνεχώρει σπουδή. ὅθεν ἐχώρουν δοκιμάσων μου τῇ σωτηρίᾳ τῶν πολεμίων τὴν γνώμην.

`42.2.14`

ὁ μὲν οὖν πολὺς ὅμιλος καὶ στρατιώτης, ὡς εἶδον, εὐθὺς ἀνεβόησε λαβεῖν τε καὶ κτεῖναι· τὰ δὲ τέλη τῆς στρατιᾶς τὸ θυμούμενον καὶ ἀγριαῖνον τοῦ πλήθους ἀνέστελλον ὑποθωπεύοντές τε καὶ παραινοῦντες μὴ δεῖν ὀργῇ καὶ τάχει ποιεῖν, ὃ λογισμῷ καὶ σχολῇ πάρεστι πράττειν. καὶ ἅμα τὸν ὄχλον οὑτωσὶ τιθασσεύοντες ἠρέμα μοι τοῦ θράσους ἐπέπληττον.

`42.2.15`

καὶ πόθεν ἐς τόδε τόλμης προήχθην, θαυμάζοντες ἐπυνθάνοντο, καὶ τελευταῖον ἀλλήλους ἐκέλευον ἐνδοῦναι τὰ δοκοῦντά μοι λέγειν ἐπιθυμοῦντες, ὅ τι ποτὲ φθέγξομαι, γνῶναι.

`42.2.16`

οὕτω δὴ τούτων διακειμένων πρὸς τὴν ἀκρόασιν καὶ τῷ παραλόγῳ μου τῆς εὐτολμίας ἡσυχίαν ἀγόντων, ὅπως, ὅθεν μοι θαρρεῖν ἐπῆλθεν, ἀκούσονται, καὶ τῶν πρᾳοτέρων καρτερεῖν ἀξιούντων τοὺς τραχυτέρους, ὅσα μὲν ἔφην ἔργον ἁπάντων μεμνῆσθαι—τῶν γὰρ ὀξέως ῥηθέντων ὀξεῖα φιλεῖ γίνεσθαι λήθη—, οἷς δὲ μάλιστα κηλουμένας αὐτοῖς ᾐσθόμην τὰς ἀκοάς, κατὰ τὸ συμβαῖνον τῆς μνήμης ὑμῖν διηγήσομαι.

`42.2.17`

Οἴεσθε, ἔφην, μεγάλην εἶναι ῥοπὴν τὴν εὔνοιαν τῶν θεῶν; κατένευσαν ἅπαντες. πότερον οὖν τοῖς ἀδίκως ἐπιστρατεύουσιν ἢ τοῖς ἐπιόντας ἀμυνομένοις ταύτην εἰκὸς συνελθεῖν; εὔδηλον, ἔφην, ὡς τοῖς ἐν δίκῃ τὸν πόλεμον ποιουμένοις. πάλιν ἔδοξαν πειθαρχεῖν τῷ προτέρῳ χρησάμενοι σχήματι.

`42.2.18`

ἐνταῦθα δέ, μετὰ ποίων ἥκουσιν ἐγκλημάτων, ἠρόμην, καὶ τὸν πόλεμον αἰτίαν ἔχειν ἀπῄτουν, ἐξ ἧς θεῶν εὔνοια γίνεται. οἱ δὲ δικαίαν μὲν ὤκνουν πρόφασιν πλάττειν τὸν ἔλεγχον ὑφορώμενοι, τὴν ἀληθῆ δὲ λέγειν ᾐσχύνοντο.

`42.2.19`

εἰς τοιαύτην ἐγὼ περιστήσας καὶ συνελάσας αὐτοὺς ἀπορίαν διεξῆλθον, ἡλίκον μὲν ἅπασιν ἡσυχία καλόν, ἡλίκον δὲ πόλεμος δυσχερές. τοῦ δὲ μὴ δοκεῖν ἀσθενείᾳ τῆς πόλεως τὴν μὲν ἀνυμνῆσαι, τὸν δὲ ψόγῳ περιβαλεῖν τὰς συνοικούσας ἡμῖν ἀρετὰς ἀπηριθμησάμην. καὶ τὰ πλεῖστα τῶν εἰρημένων ἔπαινος ἦν τῶν ἐνθάδε τὰ πολεμικὰ μετιόντων, καὶ μετεῖχε τῆς εὐφημίας τὸ μέρος ὁ τῆς δωρεᾶς μοι φθονῶν.

`42.2.20`

ἐντεῦθεν αὐτοῖς μέγαν ἔσεισα φόβον διδάσκων, ὡς ἤδη λαμπρῶς κεκινημένους ὑμᾶς καὶ τὴν ἐκτὸς περιβόλων ὠδίνοντας ἔξοδον μόλις ἐπέσχον ἐπειγομένους. τοιγαροῦν εἰς τοῦτο μετέθηκα τὰ πράγματα φέρων, ὥστε τὸ τῶν πολιορκούντων στρατόπεδον ᾤχετο πεπεισμένον λυσιτελεῖν αὑτῷ τὴν διάδυσιν.

`42.2.21`

τοσοῦτον ὑπὲρ ὑμῶν ἀναδεξάμενος κίνδυνον καὶ τὸν πόλεμον σεμνῶς διαλύσας—οὐ γὰρ ταπεινόν τι προήχθην εἰπεῖν οὐδὲ φόβῳ πολιορκίας καθεῖλον τὸ φρόνημα—ἐπανῄειν εἰς ἄστυ θέαμα πᾶσιν ἀνέλπιστον.

`42.2.22`

οὔκουν ἤνεγκα τὸν ὄχλον τῶν προσιόντων, περιεστώτων, ἀσπαζομένων, πυνθανομένων, ἀπιστούντων μηνύοντί μοι τὴν τῶν ἐχθρῶν ἀναχώρησιν.

`42.2.23`

ἐποίει δὲ ἄρα τὴν ἀπιστίαν τό τε παράδοξον καὶ τὸ λίαν οὕτως ἔχειν ἐπιθυμεῖν. φυλαττόμενοι γάρ, μὴ τύχωσι μάτην τοσαύτης ἀπολαύσαντες ἡδονῆς, ἠπίστουν, ἠρώτων, ὅρκον εἰσέπραττον, πάλιν ἠπίστουν, ἠρυθρίων ὁμολογεῖν, ὡς οὐ πειθαρχοῦσιν ὀμωμοκότι. πολλοὺς ἐπὶ τὰς ἐπάλξεις ἀνήγαγεν ἡ τῆς ἀπιστίας ὑπερβολὴ μόνοις τοῖς ὀφθαλμοῖς τὸ σαφὲς ἐπιτρέψαντας.

`42.2.24`

Ἐντεῦθεν ὑμῖν ὡσπερεὶ κῆρυξ ὁ νόμος βοᾷ· δότε τῷ σεσωκότι τὴν πόλιν ἣν βούλεται δωρεάν. οὕτως ἐπηγγειλάμην τοῖς οὕτως εὐεργετοῦσιν. ὡς γὰρ τοῦ νόμου ταῦτα φωνή, λαβὼν ὑμῖν ἀναγνώσομαι.

`42.2.25`

οὗτος ὁ νόμος ἐστὶν ὁ συνέχων τὴν πόλιν, οὗτος ὁ πλείστους αὐτῇ προξενῶν εὐεργέτας. τοῦτον οὐκ ἂν ἁμάρτοι τις ἑλλανοδίκην ἀρετῆς ὀνομάζων ἆθλα νέμοντα πᾶσιν οὐ πυγμῆς ἢ πάλης ἀγωνισταῖς, ἀλλὰ τοῖς ὡς ἕκαστος ἔχει τέχνης πολέμου κρατοῦσι.

`42.2.26`

ταῦτα σαφῶς τοῦ νόμου βοῶντος εὕρηταί τις οὐκ οἶδʼ ὅπως διαστρέφειν πειρώμενος, ὅτι, φησί, τοὺς πόλεμον κατορθοῦντας τιμῶσιν οἱ νόμοι, τὸ δὲ πρᾶγμα τὸ σὸν οὐ πολέμου κατόρθωμα. τίνα γὰρ ἐπιόντα σοι τῶν ἐναντίων κατήνεγκας; τίνα τραυματίαν εἰργάσω; ποίαν αὐτὸς ἐδέξω πληγήν; τίς ὤφθη διώκοντός σου δραπέτης; τίς ὑπὸ σοῦ πεπτωκὼς ἐγυμνώθη;

`42.2.27`

τίς ὅλως, εἰπέ μοι, τῆς νίκης ὁ τρόπος; ἱππεύων ἠρίστευσας; ὅπλοις ἐφάνης εὐδοκιμῶν; ἀκοντίζων ὅλην ἐτάραξας φάλαγγα; πυκναῖς εὐστόχως ἐχρήσω βολαῖς; πόσους ἄγων ἧκες ἡμῖν αἰχμαλώτους; ποῦ σοι τὰ λάφυρα; ποῦ σοι τὸ τρόπαιον ἕστηκεν;

`42.2.28`

οὐδέν, ὦ παρόντες, ἀπέοικεν οὗτος τῶν θεωμένων ἱππικὴν ἀγωνίαν, οἵτινες ἀκινδύνως ἄνωθεν σχηματίζονται τὰ τῶν ἐφεστηκότων τοῖς ἅρμασιν οὐδὲν ὧν σχηματίζονται ποιεῖν ἐπιστάμενοι.

`42.2.29`

ἐγὼ δὲ τὸν στρατιώτην ἠξίουν αὐτὸν ἐν τοῖς κινδύνοις ἐπιδείξασθαι τὴν ἀνδρείαν, οὐ τῶν ἀγώνων ἤδη σαφῶς λελυμένων πολεμικῶν μαθημάτων ἡμῖν καταλέγειν ὀνόματα, ὥσπερ ἂν εἴ τις ἀθλητὴν ἑαυτὸν ὀνομάζων ἀγομένων μὲν Ὀλυμπίων ἡσυχάζοι, πεπαυμένων δὲ καὶ πέρας λαβόντων ἐγγυμνάζοι τοὺς ἄλλους ἀντὶ παλαιστοῦ παιδοτρίβης γενόμενος.

`42.2.30`

ἀπόκριναι δή μοι βραχὺ τοῦ βήματος ἀποστάς—κατʼ ὀλίγον γὰρ ἐπιὼν μικροῦ μοι τὼ χεῖρε προσάγεις—· ποῦ διώρισεν ὄργανα νίκης ὁ νόμος ἵππον, ἀκόντιον, τόξον, ἀσπίδα; ποῦ μόνοις ἐπιτρέπει τούτοις νικᾶν; καὶ τοὺς μὲν ὧδε κρατοῦντας ἀμείβεται δωρεαῖς, ἂν δὲ ῥητορεύων τις ἀριστεύῃ, πρὸς τοῦτόν ἐστιν ἀγνώμων;

`42.2.31`

θῶμεν δὲ ὅμως τὸν νόμον σαφῶς οὑτωσὶ διορίσαι· ἂν κατορθώσῃ τις πόλεμον ὁπλίτης ἢ τοξότης ἢ καλῶς ἀκοντίζειν εἰδὼς ἢ τελῶν εἰς ἱππέας, τὴν δοκοῦσαν αὑτῷ καρπούσθω τιμήν. ταῦτα δῶμεν εἰρῆσθαι τῷ νόμῳ καὶ μηδεμίαν αὐτῷ γεγράφθαι μνήμην ῥητόρων.

`42.2.32`

φημὶ τοίνυν ἐγώ—καὶ μή μοι θορυβείτω πρὶν ἀκοῦσαι μηδείς—οὐδʼ οὕτως ἂν ἀλόγως τυχεῖν ἐθέλειν δωρεᾶς. σκοπεῖτε γάρ· τοὺς νόμους οἱ γεγραφότες, ὅσα τῶν πραττομένων συμβαίνειν εὐκόλως οὐ πέφυκεν, οὐδαμοῦ προσδιώρισαν.

`42.2.33`

οἷον περὶ σωφροσύνης νομοθετοῦντες γυναικός τε μοιχείαν καὶ βίαν τιμωρούμενοι κόρης οὐ προστιθέασιν, ἂν θυγατέρα πατὴρ ἁλῷ βιασάμενος ἢ νεανίσκος οἰκείας μητρὸς ἐρασθείς, ὅ τι δέοι παθεῖν, ὡς οὔτε ῥᾳδίως τὰ τοιαῦτα τολμώμενα κἂν ἄρα πραχθῇ, πρόδηλον ὄν, ὡς δίκην ὑφέξει τῶν ἐλαττόνων ἁμαρτημάτων εὐθυνομένων.

`42.2.34`

οὕτω τοίνυν τοῖς εἰωθόσι πολεμίους ἀποσοβεῖν δωρεὰν τάξας ὁ νόμος τοὺς ῥήτορας ἐσιώπησεν ἡγούμενος αὐτῶν ὑπερβαίνειν τὴν τέχνην τὸ τόλμημα. τίς γὰρ ἂν ἤλπισεν ἄνδρα λέγειν μόνον εἰδότα γυμνὸν εἰς ὡπλισμένους ἐχθροὺς ἐμβαλόντα στρατόπεδον ὅλον ἰσχύι λόγων ἀπώσεσθαι;

`42.2.35`

εἰ τοίνυν ὡς παράδοξον ἔτυχε τοῦτο τῷ νόμῳ παραλειφθέν, οὐκ ἀπεικότως ᾔτουν τὸ γέρας μείζονα τόλμαν ἐπιδειξάμενος τῶν ὅπλοις εὐδοκιμούντων. τῆς γὰρ ἐλάττονος ἀρετῆς, τῆς ἐν χερσὶν ἀριστείας φημί, γέρας ἐκ τῶν νόμων ἐχούσης οὐκ ἔστιν ἄμισθον εἶναι τὴν μείζονα· τῆς δὲ κρείττονος τιμωμένης οὐ τὴν ἥττονα πάντως τιμᾶσθαι προσήκει.

`42.2.36`

τοιγαροῦν, εἰ μὴ τοῖς ἁπλῶς πολεμίους ὠθοῦσιν ἆθλα παρεῖχεν ὁ νόμος, ἀλλὰ τοῖς καινῷ τινι καὶ παραδόξῳ τρόπῳ τοῦτο ποιεῖν δυναμένοις, σὺ μὲν οὐκ ἂν ᾔτησας ἀριστεύων—οὐ γὰρ οἶμαι παράδοξον ὅπλοις διώκειν ἐχθροὺς ἐπιόντας—, ἐγὼ δʼ ἂν εἰκότως εἰσεπραξάμην· οὐ γὰρ σύνηθες ῥήτορι πόλεμον ἀπωθεῖν. εἶτά με ἐρωτᾷς· ποῦ σου τὸ τρόπαιον ἕστηκε; μέγα μου τρόπαιον ἡ πόλις ἀσφαλῶς ἑστηκυῖα.

`42.2.37`

καὶ τί τοσοῦτον ὑπὲρ μιᾶς διατείνομαι δωρεᾶς; εἰ γάρ τις ὀρθὸς γένοιτό μοι κριτής, πολλαῖς ἂν τὴν ἐμὴν εὐεργεσίαν ἀμείψαιτο δωρεαῖς. οἱ μὲν γὰρ νόμῳ χειρῶν πολέμου κρατοῦντες ἄλλος ἄλλον ἀντιστρατιώτην τρεψάμενος, τῆς ἰδίας ἕκαστος ἀριστείας μίαν δικαίως κομίζεται δωρεάν· ὁ δὲ στρατὸν ὅλον ἀποσοβήσας ῥώμῃ ῥητορικῇ, ὅσα τῷ καταλόγῳ τῶν ἀριστέων ὀφείλεται γέρα τῆς νίκης ὅπλοις ἀθροιζομένης, μόνος ἂν εἰκότως ἅπαντα φέροιτο.

`42.2.38`

καὶ γάρ, εἴ τι τῶν δημοσίων ὑπερηφάνοις ᾠκοδομεῖτο δαπάναις, ἐκάλει δὲ τοὺς οἰκήτορας ὁ κῆρυξ εἰς δημοτελῆ χρημάτων φορὰν ἑκάστῳ θαλλοῦ στέφανον ὑπισχνούμενος φιλοτιμίας μισθόν—εἰ τοίνυν πάνδημον εἰσφορὰν τῆς χρείας εἰσπραττομένης φιλόδωρός τις ἀνὴρ καὶ πλούτῳ πολὺς ἧκεν οἴκοθεν ἄγων τὸν ἐκ πάντων συλλεγόμενον ἔρανον, ἔδει τοσούτοις αὐτὸν κοσμηθῆναι στεφάνοις, ὅσοις ἤμελλον ἅπαντες κοινῆς γεγονυίας τῆς ἐπιδόσεως.

`42.2.39`

καὶ ποῦ μοι δεῖ τοιαύτης εἰκόνος; εἰ γὰρ μὴ τοὺς πολεμίους ῥητορεύων ἀπεωσάμην, ἐν ὑμῖν δὲ δημηγορῶν ἔπεισα θαρρῆσαι τὴν ἔξοδον ἁρπάσαντάς τε τὰ ὅπλα συναντῆσαι τοῖς ἐπιοῦσιν, ἔδει τροπῆς γενομένης τυχεῖν μὲν ὑμᾶς ἀμοιβῆς, τυχεῖν δὲ τὸν σύμβουλον, ὑμᾶς μὲν ἀνδρείως ἠγωνισμένους, ἐμὲ δὲ φρόνημα γενναῖον ὑμῖν ἐμβαλόντα.

`42.2.40`

οὐδὲ γὰρ ὁ Νέστωρ ἄτιμος ἦν ἐν τοῖς Ἀχαιοῖς τῷ σώματι μὲν οὐ μέγα τι συντελῶν—τί γὰρ ἂν ἔδρασεν ἄνθρωπος εὖ μάλα πρεσβύτης τρίτῃ συζῶν γενεᾷ;—, σοφίᾳ δὲ πλεῖστα τοὺς Ἕλληνας ὠφελῶν ὑπὲρ τὴν Ἀχιλλέως μελίαν καὶ τὴν Αἴαντος ἀσπίδα καὶ τὸ δόρυ τοῦ Διομήδους καὶ τὰ βέλη τοῦ Τεύκρου, ὥστε τὸν ἄρχειν λαχόντα τοῦ στόλου τοῦ Διὸς δεηθῆναι, τὴν Ἀθηνᾶν ἱκετεῦσαι, προσεύξασθαι τῷ Λητοῦς δέκα δωρήσασθαι τοῖς Ἕλλησιν ἄνδρας οὐ τῷ Φθιώτῃ παραπλησίους, οὐ ζηλοῦντας τὸν Σαλαμίνιον, οὐ τὸν Αἰτωλὸν μιμουμένους, οὐ τὸν ἕτερον παῖδα τοῦ Τελαμῶνος, ἀλλὰ τὴν γλῶτταν προσεοικότας τῷ γέροντι, ἰσχυριζόμενον τῆς εὐχῆς αὐτῷ προβαινούσης τὴν Πριάμου πόλιν εὐκόλως ἁλῶναι.

`42.2.41`

εἶτα διʼ ὑμῶν μὲν τοὺς ἐχθροὺς ἀπελάσας τῆς προσηκούσης ἂν ἔτυχον χάριτος, μόνος δὲ τὸ πᾶν εἰργασμένος ἄμισθος ἄπειμι; μὴ δῆτα, μὴ τὸ τῶν φθονούντων ὑμεῖς πάθοιτε νόσημα, οἳ τοὺς εὐεργέτας ἀποκνοῦσι τιμᾶν, οὐ μέμψιν δεδιότες ἀχαριστίας, τῷ δὲ δοκεῖν εὖ παθεῖν αἰσχυνόμενοι.

`42.2.42`

ἐγὼ μέν, εἰ καὶ φιλίου στρατεύματος πάροδον διεκώλυσα μόνην, οὐκ ἂν ἠρυθρίασα γέρας αἰτῶν—ἴσμεν γάρ, ὅπως χαλεπὰ τὰ τοιαῦτα καὶ λίαν ἐπιζήμια γίνεται—, εἶτα στρατὸν μὲν οἰκεῖον ἐνθένδε παριέναι βουλόμενον πείσας ἑτέραν ἐλθεῖν δικαίως ἂν ἔτυχον ἀμοιβῆς· ἐχθρῶν δὲ λύσας πολιορκίαν ἄτιμος ἔσομαι;

`42.2.43`

ἀλλʼ εἰ καὶ μὴ πάντας, τοσούτους δὲ τῶν πολεμίων ἔπεισα μόνους καταλεῖψαι τὴν μάχην, ὅσους ἂν ἀγαθὸς ἐτρέψατο στρατιώτης, εἰκότως ἄν μοι τιμὴν εἰσπρᾶξαι δοκῶ τὸν δῆμον ἐλαττουμένου τοῦ δέους αὐτῷ μειώσει τῶν ἐναντίων.

`42.2.44`

ἣν τοίνυν ἀήττητον οὗτος ἀντιλογίαν καλεῖ, διʼ ἧς ἐπαγγέλλεται χειροῦσθαι τὸ δικαστήριον, πρὸς ἣν ἀσθενῆ μοί φησι καὶ σαθρὰν εἶναι τὴν ἐπιστήμην, αὕτη τοιοῦτον αὐτῷ μεμηχάνηται τρόπον.

`42.2.45`

ἀποθαυμάζων δὴ περιέρχεται καὶ πάντων, οἷς ἂν συναντήσῃ, πυνθανόμενος, εἰ πολεμικόν τις ἀξιοῖ γέρας λαβεῖν μὴ συστάντος πολέμου. τίς γάρ, φησίν, ἰατρὸν ἐθεάσατο μισθὸν εἰσπραξάμενον μὴ νοσούντων ἀνθρώπων ἢ κυβερνήτην μὴ πλεόντων ἢ τὸν οὐ πολεμοῦντα τροπαίου τιμήν;

`42.2.46`

ἡ μὲν τῶν παραδειγμάτων κομψότης πολλὴ καὶ δεινὴ τοὺς ἀπόνως ἀκούοντας δελεάσαι, οὐ μὴν πρὸς ἔλεγχον ἄμαχος· οὐ γὰρ ἔστιν ἀνάλωτον εἶναι τὸ ψεῦδος. ὁ γὰρ τῶν σωμάτων θεραπευτὴς οὐ μόνον, οὓς ἰᾶται νοσοῦντας, ἀργύριον εἰσπρᾶξαι δίκαιος, ἀλλὰ καὶ οἷς δίαιταν παραδίδωσιν ἄνοσον αὐτοῖς τὸ σῶμα φρουροῦσαν ἐν ὑποψίᾳ νόσου καὶ φόβῳ.

`42.2.47`

φέρε δή, πρὸς θεῶν, εἰ λοιμοῦ τῇ πόλει προσβάλλειν ἐπειγομένου καὶ τοὺς ἀγροὺς ἤδη κατειληφότος μία ξυνωρὶς ἰατρῶν, ὁ μὲν φαρμάκοις ὀδυνηροῖς καὶ σιτίοις ἀνιῶσι τὸν κεχρημένον καὶ ποτοῖς δίψης χαλεπωτέροις καὶ καύσεσι καὶ τομαῖς ὑπισχνεῖτο τὴν ἴασιν, ὅταν ὑμῖν συνοικήσῃ τὸ νόσημα, ὁ δέ, πρὶν εἰς ἄστυ τὸ δεινὸν εἰσιέναι, διαλύειν ὑμῖν ἐπηγγέλλετο, πότερος ἄν, ὦ παρόντες, ἡδίων ἐφάνη καὶ μείζονος ἄξιος δωρεᾶς;

`42.2.48`

οὐ παύσῃ, φήσειεν ἄν τις εἰκότως, ἐμοὶ τὰ πρόχειρον ἔχοντα τὴν ἀπόκρισιν ἐρωτῶν; τίς γὰρ ἐξὸν ὑγιαίνειν ἕλοιτʼ ἂν νόσον ἐμπεσοῦσαν ἀποφυγεῖν;

`42.2.49`

εἰ δὲ δεῖ τοῖς Ἀσκληπιάδαις ἐνδιατρίψαι τὸν λόγον καὶ δευτέραν ἐντεῦθεν ἐπίνοιαν ἐξευρεῖν, ὁ μὲν ἔτι προσιόντα τὸν λοιμὸν ἀπελάσας κοινὴν ἅπασι πορίζεται ῥῶσιν, ὁ δὲ νόσον εἰσπηδήσασαν ἔνδον καὶ τὰ σώματα δίκην φλογὸς νεμομένην ἀποσβέσαι πειρώμενος πολλοὺς μὲν ἴσως δυνήσεται τοῦ πυρὸς ἐξελέσθαι, πολλοῖς δὲ μάτην ἐπικουρίαν προσάξει παντοδαπὴν τῆς ἰατρῶν ἐπιστήμης τῷ πάθει παραχωρούσης.

`42.2.50`

ἄνευ δὲ τούτων ὁ μὲν ἀλύπου καὶ καθαρᾶς καὶ νοσῶδες ἐχούσης οὐδὲν ὑγείας αἴτιος ἅπασι γίνεται, ὁ δὲ πολλοῖς τῶν μόλις ἀποσωθέντων λείψανόν τι τοῦ πάθους ἐντὸς ἱδρυθὲν ἄπεισι πολλάκις καταλιπών.

`42.2.51`

ὅσον οὖν ἐν τούτοις πρὸς ἀλλήλους ἐστὶ τὸ διάφορον, τοσοῦτον ἀμείνων ὁ μέλλοντα πόλεμον παύσας τοῦ καταλύσαντος γεγονότα τά τε ἄλλα καὶ ὅτι νῦν μὲν ὀρθὴ πρὸς εὐθυμίαν ἡ πόλις καὶ μία διὰ πάντων εὐφροσύνη διέρχεται καὶ λύπης ἐλευθέρα καὶ ἄκρατος ἡδονὴ φοιτᾷ πανταχοῦ, ὅπου δὲ βίαιον ἵσταται τρόπαιον, ἐκεῖ σύγχυσις ἀθυμίας τε καὶ χαρᾶς ἐν μιᾷ γίνεται πόλει.

`42.2.52`

ἐνταῦθα μὲν χορεία καὶ κῶμος, ἐνταῦθα δὲ πένθη καὶ δάκρυα, ἐνταῦθα δὲ φροντίδες ἀνιαραὶ τῶν μὲν τοὺς οἰκείους, ὡς οὐκ ἐβούλοντο, δεξαμένων, τῶν δὲ θρηνούντων πεσόντας, τῶν δὲ τραυματίαις συναχθομένων· νίκη γὰρ χειροποίητος καὶ τοῖς κρατοῦσιν ὀδύνας φιλεῖ προξενεῖν.

`42.2.53`

οὕτως ἄρα λυσιτελέστερον πανταχόθεν ὃν ἠρίστευσα τρόπον κρατεῖν καὶ πόλεμον ἄδακρυν, τὸ τοῦ λόγου, νικᾶν ἤπερ αἵματι καὶ πληγαῖς κρίνειν τὰς μάχας.

`42.2.54`

ἐπειδὴ δὲ καὶ κυβερνήτῃ με προσεικάζει μισθοὺς ἀπαιτοῦντι μὴ πεπλευκότας ἀνθρώπους, οὐ λανθάνει κακῶς ἡμᾶς ὑπογράφων τὰ μηδὲν ἐοικότα πρὸς μίμησιν βιαζόμενος καὶ παράλληλα κρίνων τὰ πλεῖστον διεστηκότα.

`42.2.55`

εἰ γάρ με χρὴ παραβάλλεσθαι πρὸς ἄνδρα τοὺς οἴακας ἰθύνειν εἰδότα, δεῖ τὴν παράθεσιν κυβερνῶντα μὲν ἔχειν ἐμέ, ὁλκάδα δὲ λῃστρικὴν ναυτιλλομένην ἡμῖν ἐπιοῦσαν βουλευομένην αὐτοῖς ἀνδράσι καὶ φορτίοις ἑλεῖν μου τὸ σκάφος, εἶτα πάντων ὑπὸ δέους ἐν κοίλῃ νηῒ κρυπτομένων ἐμὲ μόνον ἐπιβάντα τοῦ λέμβους καὶ προσιόντα τοῖς πειραταῖς καὶ πόρρω τρεψάμενον ἅπαν ἐκεῖνο τὸ λῃστρικὸν καὶ ταύτῃ τὴν ἡμετέραν διασώσαντα ναῦν. οὕτω παραβάλλων ἡμᾶς οὐ δόξεις ἀνομοίων ἐξεταστὴς εἶναι πραγμάτων.

`42.2.56`

Ἴσως τοίνυν καὶ περιττὴν ἡμῖν προσβολὴν ἐποίσει ταύτην, ὡς, εἰ τὴν πόλιν συνέβη διὰ μάχης ἐλθεῖν τήν τε Τύχην ἐξ ἴσου τὰ τάλαντα τεῖναι τῆς νίκης, οὐδεὶς ἂν ἐπινίκιον ᾔτησε δωρεὰν ἀμφοτέρων ἐφάμιλλα λελυπηκότων ἀλλήλους, ὥστε, φησίν, ἀλόγως ὁ ῥήτωρ ποιεῖται τὴν αἴτησιν. τὸ γὰρ ἑκατέρους ἴσα παθεῖν παραπλήσιον τῷ μηδετέρους δεινόν τι παθεῖν.

`42.2.57`

οὕτως ἔρρωτο ἄν σοι καὶ χώραν εἶχεν ὁ λόγος, εἴπερ ἐξ ἀντιρρόπου παρασκευῆς ἡμῶν τε κἀκείνων ὁ πόλεμος ἦν. τότε ἂν ἀλόγως τιμᾶσθαι ἠξίουν τῆς μάχης ἢ λελυμένης ἡμῖν ἢ παραπλησίως ἑκατέροις ἠγωνισμένης.

`42.2.58`

νῦν δὲ τοῦτό σοι τὸ σοφὸν ἠλίθιον καὶ γέμον ἐστὶν ἀνοίας. τοσοῦτον γὰρ ἄνισος ἦν ἡ παράταξις, ὅσον οἱ μὲν ὡπλισμένοι προσῄεσαν, ἡμῖν δὲ τὸ πλῆθος ἄφρακτον ἔτι καὶ ἀπαράσκευον ἦν ἀνελπίστου συμβάσης πολιορκίας καὶ τῆς ἡμετέρας ἀπραγμοσύνης εἰς ῥᾳθυμίαν ἀγούσης τοῖς ἡσυχάζουσιν εἰωθὸς μὴ ῥᾳδίως ὑποπτεύειν τι δυσχερὲς ἐκ τῆς ἰδίας τὴν ἀλλοτρίαν τεκμαιρομένοις προαίρεσιν.

`42.2.59`

καὶ τοῖς μὲν πολεμίοις ἡ πατρὶς ἦν ἐν σκέπῃ τοῦ κινδύνου διεστηκυῖα τῆς συμπλοκῆς, γύναιά τε καὶ παῖδες καὶ ὅσον ἐξ ἡλικίας ἢ φύσεως ἢ νόσου πολεμεῖν ἀδύνατον ἦν κατὰ πολλὴν ἀσφάλειαν οἴκοι διέτριβεν, ἔτι τε θεῶν ἱερὰ καὶ τάφοι πατρῷοι καὶ τὰ τῶν προσόδων αὐτοῖς ὑπῆρχεν ἀκέραια μηδενὸς ληιζομένου τὴν γῆν· ἡμῖν δὲ ὑπὲρ ἁπάντων εἷς ἀνερριπτεῖτο κύβος, καὶ οὐκ ἦν ἅπαξ ἀποτυχόντας φυλάξασθαι τοῦ λοιποῦ μὴ τοιαῦτα παθεῖν.

`42.2.60`

φύσει γὰρ ἀεὶ τοιοῦτον ὁ πόλεμος· τοὺς μὲν ἐκ περιουσίας αὐτῷ κεχρημένους, κἂν διαμάρτωσιν, οὐ καθεῖλε τελέως· ὅσοις δὲ τὰ προσόντα πάντα σαλεύει καὶ μιᾶς ἤρτηται μόνης ἐλπίδος εἶναί τε καὶ διεφθάρθαι, τούτοις ἄρδην ἠτυχηκόσιν ἀνίας τε καὶ βλάβης μεστὸς ὑπάρχων ἐλέγχεται καὶ ὅπως αὐτὸν ἐσαῦθις φυλάξωνται, χώραν οὐ δίδωσιν ἅπαντα διαφθείρας ἀθρόως. ἐπειδὴ τοίνυν τοσούτοις ἠλαττώμεθα τρόποις, νίκην εἰκότως ὁρίζομαι καὶ καλῶ τὴν τοῦ πολέμου διάλυσιν.

`42.2.61`

ἀκριβεῖ δὲ λόγῳ φαίη τις ἂν εὐτυχέστερον ἡμᾶς ἀπαλλάξαι τῶν δυσμενῶν, εἴπερ ἡμῖν μὲν ἀζημίως κατέστη τὰ πράγματα, τοῖς δὲ δαπάνης, οἷον εἰκός, ἐδέησε πλείστης εἰς ἐφοδίων τε χρείαν καὶ σύστασιν οἰκείας παρασκευῆς καὶ ξενοτροφεῖν ἴσως ἠναγκασμένοις.

`42.2.62`

οὐ σμικρὸν δὲ κἀκεῖνο, ὅτι τὸ μὲν ἡμέτερον αἰσχρᾶς ἀπήλλακται δόξης, οἱ δὲ διπλοῦν ὄνειδος ἀποφέρονται ἀδικίας μὲν ἐπελθόντες, οἷς εἶχον οὐδὲν ἐγκαλεῖν, ἀνανδρίας δὲ μὴ θαρρήσαντες ἔργῳ τὴν ἐπιβουλὴν παραδοῦναι.

`42.2.63`

οἱ γὰρ ἑτέροις ἐπιστρατεύοντες, εἰ, πρὶν εἰς χεῖρας ἐλθεῖν, διαλύσονται, μείζονος κληρονομοῦσιν αἰσχύνης, ὥσπερ ὁ τὸν πλησίον εἰς ἅμιλλαν προκαλούμενος, εἰ μεταγνοὺς ἀμαχεὶ καταλύσει τὴν πρόκλησιν.

`42.2.64`

δοκοῦσι γὰρ οἱ τοιοῦτοι σφῶν αὐτῶν καταγνόντες ἀποθέσθαι τὴν ἔριν οὐ τιμῶντες τὴν ἡσυχίαν καταφρόνησίν τε καὶ μῖσος ἑαυτοῖς περιάπτουσι μισούμενοι μὲν τῆς προαιρέσεως, περιφρονούμενοι δὲ τοῦ μὴ πέρας λαβεῖν αὐτοῖς τὸ ἐγχείρημα.

`42.2.65`

ἐγὼ δὲ καὶ τὸ θῆλυ τῶν πολεμίων ἡγοῦμαι πικρῶς αὐτοῖς ὀνειδίζειν καὶ λέγειν ἀλλήλαις διηγουμένας· οἵους ἡμῖν τρέφει στρατιώτας ἡ πόλις· ἦλθον ἐχθρῷ συμβούλῳ χρησάμενοι, ἦλθον φυγόντες ἕνα τοσοῦτοι, ἦλθον ὁπλῖται ῥήτορα δραπετεύσαντες. οὐκ ἂν ἡμεῖς, ἃς ἀνάνδρους καλοῦσι, τοῦτο πεπόνθαμεν.

`42.2.66`

τοιαῦτα στοχάζομαι τὰς ἐκείνων γυναῖκας πυκνὰ πρὸς ἀλλήλας διεξιέναι καὶ κόρον οὐκ ἔχειν διαβολῆς· φύσει γὰρ ἅπασαι ῥᾳδίως ἄρχονται λοιδορεῖν καὶ λοιδοροῦσαι πέρας οὐκ ἴσασιν. οὐ μὴν τὰς τῶν γυναικῶν οἶμαι διαβολὰς μεταστήσειν αὐτοῖς ἣν ἀπῆλθον ἔχοντες γνώμην ἐρριζωμένης αὐτοῖς τῆς περὶ τὴν ἐμὴν νουθεσίαν πειθοῦς.

`42.2.67`

ἄνευ δὲ τῶν εἰρημένων πλεονέκτημα μέγα καὶ νίκης ἐνέχυρον τοῖς ἐξαίφνης ἐπιστρατεύουσι τὸ τῆς ἀδικουμένης πόλεως ἀπαράσκευον, εἴπερ οἱ μὲν ἐν ἐξουσίᾳ πολλῇ ταράττοντος οὐδενὸς σφᾶς αὐτοὺς καταστήσαντες εἶτα ἐπέρχονται, ἡ δὲ τοῦ συνειδότος αὐτὴν ὑπτίαν ἐργαζομένου ῥᾳστώνην ἄγουσα τέως οὐκ οἶδεν, ἥτις γένηται θορύβῳ συνεχομένη, οἷον ὑφίσταται πολλάκις ἀπράγμων ἀνὴρ καὶ λίαν ἐπιεικής, ὅταν αὐτῷ δίκην τις ἀπροσδόκητον λάχῃ.

`42.2.68`

Εἰς καιρὸν δὲ ἄρα δικαστηρίου μνήμην πεποίημαι καὶ κατηγόρου καὶ φεύγοντος. οἶμαι γὰρ ἅπασιν εἶναι καταφανές, ὡς πολεμίῳ μὲν ἐπιόντι προσέοικεν ὁ κατήγορος, ἀμυνομένου δὲ τάξιν ὁ κρινόμενος ἔχει. εἰ τοίνυν ἐν δικαστηρίῳ φεύγοντός ἐστι νίκη τὸ μὴ παθεῖν τι δεινόν, καὶ πολεμουμένων ἂν λέγοιτο τρόπαιον τὸ μὴ πεπονθέναι τι δυσχερές.

`42.2.69`

φέρε δὴ καὶ ἄλλην ἐκ τοῦδε τοῦ γυμνασίου θηράσωμεν ἀφορμήν. εἴ τινά τις γραψάμενος ἔπειτα καταγνοὺς ἑαυτοῦ μηδαμῶς ἐπεξέλθοι, τοῦτο μείζων ἀπόδειξις, ὡς οὐδὲν ὁ τὴν γραφὴν ὑποστὰς ἐπλημμέλησεν, ἤπερ τῶν δικαζόντων ἡ ψῆφος ἀθῷον αὐτὸν ἀπολύουσα.

`42.2.70`

τοὺς μὲν γὰρ ἴσως ὑποπτεύσειεν ἄν τις ἢ δώρων προέσθαι τὸ δίκαιον ἢ λόγων ἀπάτῃ παρακρουσθέντας ἢ πρὸς ἔλεον κατενεχθέντας τοῦ κρινομένου, ὁ δὲ γραψάμενος μέν, ἑαυτοῦ δὲ κατεγνωκὼς ἀνύποπτος γίνεται δικαστής, ᾧ προσήγαγε τὴν γραφήν.

`42.2.71`

τί δή μοι βούλεται τὸ παράδειγμα; ἢ δῆλον, ὅτι πρὸς τοὺς ἐναντίους ὁρᾷ σαφεστέραν ἡμῖν μαρτυρίαν ἀρετῆς καταλείψαντας ἤπερ εἰ μάχῃ νικηθέντες ἀπῆλθον; οὕτω γὰρ ἂν ὑπῆρχεν αὐτοῖς ἀντὶ δικαστῶν αἰτιᾶσθαι τὴν Τύχην ἀλόγως τὸν ἀγῶνα βραβεῦσαι. ὁρᾷς, ὡς πανταχόθεν σεμνότερόν μου τὸ τρόπαιον διαφαίνεται τῶν ἐν χερσὶν ἱσταμένων;

`42.2.72`

Τάχα τοίνυν ἀπορήσας λοιπόν, ὅπως μέμψεται τὸ πραχθέν, προσποιήσεται τοῦ μέλλοντος κήδεσθαι χρόνου καὶ δεδιέναι, μή ποτε πάλιν ἐπιστρατεύσωσιν ὡς οὐδὲν ὑπομείναντες ἱκανὸν ἡσυχίαν ἄγειν αὐτοὺς ἀναγκάσαι· τὴν μὲν γὰρ ἔνοπλον νίκην ἀθάνατον δέος τοῖς ἡττημένοις ἐμβάλλειν, τὴν δὲ τῶν λόγων πειθὼ μὴ φοβερὰν εἶναι τοῖς πεπεισμένοις.

`42.2.73`

ἐγὼ δὲ τὰς μεγάλας ἔχθρας ἡγοῦμαι βίᾳ μὲν ὑποχωρούσας ἐπισφαλεῖς εἶναι καὶ χρόνον βραχὺν ἠρεμεῖν καὶ μῖσος ὕπουλον ἔχειν καὶ μικρᾶς παραπεσούσης ἔριδος ἀναφύεσθαι, τοὺς ἑκουσίως δὲ παυσαμένους ἐρυθριᾶν αὖθις ὀφθῆναι· ἐπεὶ καὶ τοὺς ἄγαν ἐρῶντας ὁρῶμεν, εἴ τις αὐτοὺς βίᾳ διαλῦσαι πειράσεται, φιλονεικότερόν τε ποθοῦντας καὶ μᾶλλον ἐξαπτομένους, ἕως ἑαυτῶν καταγνόντες αὐτοὶ τὴν ἰδίαν ἰάσονται νόσον.

`42.2.74`

εἰ μὲν οὖν ὑφʼ ἡμῶν βιασθέντες ἀπῆλθον, ὀλίγον ἂν ἴσως εἴξαντες τῷ καιρῷ καὶ προϊόντος τοῦ χρόνου τὸν ἐκ τῆς συμφορᾶς ἀποτριψάμενοι φόβον πάλιν ἐπειρῶντο τῆς Τύχης, εἰ πρὸς αὐτοὺς παρʼ ἡμῶν αὐτομολεῖν ἐθελήσει—τοιαύτη γὰρ ἡ θεός· οὐδενὶ βεβαίως ἀνέχεται συνοικεῖν—· ὥστε καὶ τῷ ταύτης ἀνωμάλῳ πιστεύσαντες καὶ τῆς προτέρας ἀμείνω πορισάμενοι δύναμιν δευτέραν ἴσως πολιορκίαν ἐπῆγον.

`42.2.75`

ταῦτα μέν, εἰ πρὸς ἀνάγκην τὴν ἀναχώρησιν ἐποιήσαντο· νῦν δὲ παιδευθέντες λυσιτελεῖν αὑτοῖς τὴν διάλυσιν οὐ καινοτομήσουσι τὸ συμφέρον οὐδὲ βουλήσονται προσάπτειν αὑτοῖς ὑπόνοιαν ἀμαθίας τῷ δοκεῖν ἐξ ἀπάτης ἐμῆς καταλῦσαι τὴν προσεδρίαν.

`42.2.76`

τί δὲ τῆς προτέρας αὑτῶν κατεγνωκότες παρασκευῆς αὖθις ἂν ἐπέρχοιντο; εἰ μὲν γὰρ ἐνδείᾳ μηχανημάτων μὴ καθεῖλον τὴν πόλιν, δέος ἂν ἦν καὶ φροντίς, μὴ πλείους οἴκοι κατασκευάσαντες μηχανὰς πάλιν τειχομαχεῖν ἐθελήσωσιν· εἰ δὲ κατὰ πολλὴν ἄδειαν βουλευσάμενοι καὶ τὴν ἐμὴν πικρῶς ἐξετάσαντες συμβουλήν—τίς γὰρ ἐχθροῦ νουθετοῦντος ἀμελῶς ἀκροᾶται;—πεισθέντες αὑτοῖς τὰ λεχθέντα συμφέρειν ἔργῳ μου τὴν παραίνεσιν ἔκριναν ἔχειν καλῶς, οὐκ ἀνέξονται τὴν ἰδίαν ὑβρίσαι χειροτονίαν.

`42.2.77`

ὅλως δὲ τίνες εὐτραπέλως οὕτω καὶ μειρακιωδῶς μεταφέρονται, ὥστε τῆς αὐτῆς πόλεως ἐθέλειν κρατεῖν καὶ πάλιν μὴ βούλεσθαι καὶ πάλιν ἐπιθυμεῖν καὶ τῇδε κἀκεῖσε τὴν γνώμην καθάπερ ἐν μέθῃ σαλεύεσθαι;

`42.2.78`

ἔστι τοίνυν ἔμφυτον ὡς εἰπεῖν πᾶσιν ἀνθρώποις, ὅταν τι διαπράξασθαι βούλωνται, ὅσον μὲν ἐγγὺς γίνονται τοῦ τυχεῖν, ἐκμαίνεσθαι μᾶλλον καὶ τῇ σπουδῇ προστιθέναι, ὅσον δὲ πόρρω διίστανται, κατὰ μικρὸν ἀναπίπτειν καὶ παύεσθαι.

`42.2.79`

εἶτα πλησίον μὲν ὄντες ἀπῆλθον, ἥξουσι δὲ μεταστάντες; καὶ τὰ μὲν ὅπλα φέροντες, οἷς ἐξάπτεται στρατιώτου θυμός, ἔγνωσαν δεῖν ἠρεμεῖν, ἀποσκευασάμενοι δὲ δόξαν αὐτοῖς ἡσυχάζειν στρατεύσονται; καὶ νῦν μὲν ἀφυλάκτους ὄντας ἡμᾶς—οὐ γὰρ ᾐσθόμεθα προσβαλλόντων—πολιορκοῦντες ἀπεῖπον εἴξαντές μου τοῖς λόγοις· ἡγούμενοι δὲ τοῦ λοιποῦ διʼ ἀσφαλείας μᾶλλον ἢ πρότερον ἡμῖν εἶναι τὴν πόλιν πειράσονται παραστήσασθαι;

`42.2.80`

οὐκ ἔστιν. οὐ γάρ, οἶμαι, τὸν σὸν ἔχουσι λογισμόν. ἀλλὰ γὰρ οὐκ οἶδα, ὅ τι χρή σε καλεῖν, εἴτε θρασὺν εἴτε δειλίας μεστόν. ἄρτι μὲν γὰρ ἠγανάκτεις, ὅτι σου τῶν χειρῶν τοὺς ἐναντίους ἐξήρπασα· νυνὶ δέ, μή πως ἐπιστρατεύσωσι, δέδοικας.

`42.2.81`

πῶς γὰρ οὐ στρατεύσονται θαρροῦντες, φησίν, εἴ τις ἐκείνοις ἀγγείλειεν, ὅτι σε δωρεαῖς τετιμήκαμεν; ὑποπτεύσουσι γὰρ ἡμᾶς εἰκότως ἐξ ἀνανδρίας ἐσχάτης εὐεργέτην ὁρίζεσθαι τὸν διαλύοντα μάχην καὶ τὸ συμπλοκῆς ἀπηλλάχθαι μέγα τρόπαιον κρίνειν.

`42.2.82`

τί οὖν οὐχὶ καὶ τὸν νόμον αὐτὸν ἐξαλείφεις ὡς κουφίζοντα τοὺς ἐχθροὺς καὶ θαρρεῖν προτρεπόμενον αἷς δωρεῖται τοὺς πόλεμον κατορθοῦντας τιμαῖς; δῆλον γάρ, ὅτι δεδιέναι τὰς μάχας ὑποπτευόμεθα δωρεαῖς ἀμειβόμενοι τὸν διαλῦσαι δυνάμενον.

`42.2.83`

ἀνελὼν τοίνυν τὸν νόμον ἕτερον τίθει χρήμασι ζημιοῦντα τὸν ἀπελαύνοντα δυσμενεῖς, ἵνα δὴ φιλοπόλεμοι δόξωμεν θυμούμενοί τε καὶ ζημίᾳ κολάζοντες τὸν οὐκ ἐῶντα προβαίνειν εἰς μῆκος τὴν συμπλοκήν. ὁρᾷς, εἰς ὅσον ἀτοπίας ἀκολουθῶν σοι προῆλθεν ὁ λόγος;

`42.2.84`

ταῦτα μέντοι πάντα καὶ σοὶ πάρεστι νῦν ἐπʼ ἐξουσίας εἰπεῖν καὶ τούτοις ἀκροάσασθαί σου λέγοντος· εἰ δὲ τῶν πολεμίων τὸ ἄστυ περιθεόντων καὶ τῆς σωτηρίας ἡμῖν ἐν ἀπορίᾳ πολλῇ κειμένης καὶ πάντων ἀλλήλους, ὅ τι δέοι ποιεῖν, ἐρωτώντων, εἰ τότε τὸν δῆμον ἀγείρας παρελθὼν ὑπεσχόμην τὸν ὑπὲρ ἁπάντων ἀναδέξεσθαι κίνδυνον καὶ τῶν περιεστώτων ὑμᾶς ἀπαλλάξειν κακῶν—εἴ γε ταῦτα διαπραξάμενος, ὅ τι ἄν μοι δοκῇ, λήψομαι γέρας, ἕκαστος ἄν μοι πρῶτος ἠπείγετο χειροτονῆσαι τὴν αἴτησιν, εἰ καὶ μὴ νόμος ἔκειτο παρʼ ὑμῖν τοὺς τοιαῦτα κατορθοῦντας τιμᾶν ἐπιτρέπων.

`42.2.85`

τὰ δεινὰ γάρ, ἕως μὲν πάρεστι, χαλεπά τε καὶ δύσκολα φαίνεται· κατορθωθέντα δὲ ῥᾴδια καὶ παντὸς εἶναι δοκεῖ, ἄλλως τε κἂν ἰάσηταί τις εὐκόλως. μᾶλλον γὰρ εἰώθασιν οἱ πολλοὶ τὸν μόλις αὐτοὺς εὖ ποιοῦντα τιμᾶν ἢ τὸν εὐχερῶς τι δωρούμενον.

`42.2.86`

ὅθεν ὑμῖν ἥδιστα ἂν ἐπέδειξα πόλιν ἀρτίως ἁλοῦσαν, ὅπως ταῖς ἑτέρων γνοίητε συμφοραῖς, οἵων ὑμᾶς ἐρρυσάμην. ἡ γὰρ οὕτως ἔχουσα τύχης τὸ μὲν πλεῖστον αὑτῆς μέρος εἰς ἔδαφος κλίνει, ὀλίγον δὲ περιλείπεται τοῦ πάλαι σχήματος ὑπόμνημα τοῖς παριοῦσι.

`42.2.87`

καὶ γυνὴ μὲν ἐν ἀνδρὸς ὀφθαλμοῖς βιαίως ὑβρίζεται, κόρη δὲ μητρὸς ἐναντίον, καὶ παῖδες ἐν ὄψεσιν ἀποσφάττονται πατρικαῖς καὶ βρέφη πολλάκις ἐκ μητρῴων ἀνθέλκεται τιτθῶν, ἀλλὰ κἂν ἐπίτεξ οὖσα τυγχάνῃ τις, αὐτῷ τῷ τόκῳ συνδιαφθείρεται.

`42.2.88`

ἔστι καὶ σωμάτων ἀτάφων ἰδεῖν ὅσον τι πλῆθος καὶ πρεσβύτας ἐξ αὐτῆς ἑλκομένους τῆς πολιᾶς, διʼ ἐρριμμένων ἀγομένους νεκρῶν καὶ τούτων ἐνίοτε παίδων οἰκείων, δακρύειν μὲν βουλομένους, οὐ μὴν συγχωρουμένους τῷ μεγέθει τῆς λύπης. εἰσὶ γάρ, εἰσὶ συμφοραὶ μείζους δακρύων. οὐ μετρίων, οἶμαι, κακῶν ὑμᾶς ἠλευθέρωσα.

`42.2.89`

σκοπεῖτε δή, μὴ λάθητε τοὺς ἐχθροὺς ἐφʼ ὑμᾶς ἐρεθίζοντες. εἰ γὰρ ἀκούσονται λόγοις φαυλότερον ὀφθῆναί με παρʼ ὑμῖν ἀνδρὸς λόγων ἀπείρου, κατεγνωκότες, ὡς εἰκός, ἑαυτῶν, οἵῳ ῥήτορι πεισθέντες ἀπῆλθον, ἐπιστρατεύσονται πάλιν ὕβριν ἡγούμενοι βεβαίως πειθαρχῆσαι συμβούλῳ μηδὲ τοὺς αὑτοῦ πείθειν εἰδότι πολίτας. ὅσοι γὰρ παραινοῦντι πεισθέντες ὑφʼ ἑτέρων ἀτιμαζόμενον ὁρῶσι τὸν πείσαντα, οὐ τοιοῦτον ἔτι σύμβουλον εἶναι νομίζουσιν, οἷον πρὸ τῆς ἀτιμίας ἡγοῦντο.

`42.2.90`

χωρὶς δὲ τούτων μεγάλην αὑτοῖς ῥοπὴν ὑπάρξειν ἡγήσονται τὴν ὑμετέραν ἀγνωμοσύνην. τίς γὰρ ἔτι καλοῦντος καιροῦ ζηλώσει με ῥήτωρ εἰς τὴν ἐμὴν ἀφορῶν ἀτιμίαν; τίς δὲ στρατιώτης ἀγωνιεῖται προθύμως τοὺς ῥήτορας εὐλαβούμενος, μὴ δωρεᾶς αὑτῷ γένωνται κώλυμα δίκαια λέγοντες, ὡς, εἰ τὸ μεῖζον κατόρθωμα—μείζων γὰρ ἡ πάντας διασώζουσα νίκη τῆς ἐνίους μὲν ῥυομένης, ἐνίους δὲ μηδαμῶς δυναμένης, οἷα φιλεῖ κατάστασις πολέμου ποιεῖν εἰς χεῖρα ἰόντας—εἰ τοίνυν τὸ μεῖζον ἄμισθον γέγονεν, οὐδὲ τὸ ἔλαττον δήπου τιμᾶσθαι προσήκει.

`42.2.91`

τοῦ γὰρ ὅλως μὴ τιμᾶν εὐεργέτην δεινότερον τὸ δωρεῖσθαι μὲν ἀμοιβὰς τοῖς μικρὰ κατορθοῦσιν, ἀποστερεῖν δὲ τοὺς μείζω πεποιηκότας· τὸ μὲν γὰρ ἁπλοῦν πάθος ἐστίν, ἀχαριστία, τὸ δὲ νοσήματα δύο ψυχῆς, ἀγνωμοσύνη καὶ φθόνος.

`42.2.92`

καὶ μὴν οὐκ οἶδα, ὅθεν ὁ φθόνος ἐπʼ ἐμοὶ πρόφασιν εὗρεν. ἔνθα μὲν γὰρ πολλῶν ἐστι κοινὸν τὸ πραττόμενον, εἰκότως ἀλλήλοις βασκαίνουσιν, ἕκαστος τὸ πλέον ἔχειν φιλονεικῶν οἷα τῆς πλείονος μοίρας αὑτῷ πεπραγμένης· ὅπου δὲ τὸ πᾶν ἑνός ἐστιν ἀνδρός, ποίαν εἰκὸς πάροδον εἶναι τῷ φθόνῳ;

`42.2.93`

εἰ γὰρ πολλῶν μίαν πρᾶξιν πεποιηκότων, ὅταν εἷς ἐν ἅπασι λαμπρῶς ὑπερέχῃ καὶ τὸ πλεῖστον περιφανῶς ἐργάσηται μέρος, εἴκουσιν οἱ λοιποὶ καὶ φέρουσιν ἐγκρατῶς τιμωμένου, πῶς ἂν ἔχοι λόγον φθονεῖσθαι τὴν ἐμὴν δωρεὰν οὐδὲν κοινὸν ἐσχηκότος τοῦ πεπραγμένου;

`42.2.94`

θαυμάζω δέ, εἰ κακίας μὲν ὑπέχουσι δίκην οἱ ῥήτορες, ἀρετῆς δὲ ἆθλα μὴ κέκτηνται, καὶ προδότης μὲν ἁλοὺς σωφρονίζομαι, οὐ τιμῶμαι δὲ κοινὴν ἅπασι δεδωκὼς σωτηρίαν.

`42.2.95`

καὶ μήν, εἰ τὸ σῶσαι λόγοις τὴν πόλιν ἀνόνητον ὑπάρχει τῷ σεσωκότι, καὶ τὸ προδοῦναι λόγοις, ὡς ἔοικεν, ἀνεύθυνον ἔσται τῷ πλημμελήσαντι. ἆρʼ οὖν, εἰ τοῖς ἐναντίοις ἔδωκα γνώμην ὑποχειρίους ὑμᾶς ἐκείνοις ἐργαζομένην, ἀθῷον ἄν με παρεῖδες τὴν προδοσίαν αἰσθόμενος. εἰ μὲν γὰρ ἀφῆκας ἀζήμιον, πανταχόθεν τῇ πατρίδι διαλυμαίνῃ μήτε τοὺς ἁμαρτάνοντας κρίνων καὶ τιμᾶσθαι τοὺς εὖ ποιοῦντας μὴ συγχωρῶν· εἰ δὲ πλημμελοῦντα τὴν πρέπουσαν εἰσέπραττες δίκην, πῶς εὖ ποιήσαντα τὴν προσήκουσαν χάριν ἀποστερεῖς;

`42.2.96`

δεῖ γὰρ οὐ σωφρονίσαι μὲν πονηρίαν, ὑπερορᾶν δὲ χρηστότητος, οὐδὲ πράττειν ἐξ ἡμισείας τὸ δίκαιον, ἐπεὶ καὶ τὰς τιμωρίας οἱ νόμοι διώρισαν οὐ μισοῦντες, οὓς σωφρονίζουσι, ἀλλʼ ἀμείνους αὐτούς τε ποιοῦντες καὶ τοὺς ἄλλους δέει τοῦ τοιαῦτα παθεῖν, ὥστε τιμῶσί τε καὶ κολάζουσι πρὸς ἕνα σκοπόν, ὅπως ἀγαθοὺς ἅπαντας εἶναι προτρέψωνται.

`42.2.97`

μᾶλλον δέ, τιμὴ μὲν ἅπασα καὶ τὸν εἰληφότα πρὸς εὔνοιαν τῇ πόλει μείζω παρακαλεῖ καὶ τοὺς ἄλλους εἰς μίμησιν ἄγει καὶ ζῆλον, τιμωρία δὲ θάνατον ἐπιφέρουσα τὸν τεθνεῶτα μὲν οὐκέτι δήπου χρήσιμον ὑμῖν ἀπεργάζεται, τοὺς δὲ λοιποὺς ἴσως παρόμοια πράττειν εἴργει τῷ φόβῳ. καὶ πονηροὺς μὲν ἐλέου τυχόντας δέον τιμωρίαν αὐτοὺς ὑποσχεῖν ἔνι γενέσθαι χρηστοὺς καὶ τοῖς φειδομένοις εὔνοιαν ἔχειν, ἀγαθοὶ δὲ τὰ εἰκότα μὴ τιμηθέντες οὐκ ἔστιν, ὅπως δυνήσονται τοῖς οὐ δεδωκόσι τὰς ἀμοιβὰς εὐνοεῖν. ἀφῃρημένης τοίνυν εὐνοίας συναφαιρεθήσεται τὸ βούλεσθαι κινδύνου καλέσαντος εὖ ποιεῖν, ὥστε πλέον τῇ πόλει λυμαίνεται τοῦ πονηροὺς μὴ κολάζειν τὸ χρηστοὺς μὴ τιμᾶν.

`42.2.98`

πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις ἐκεῖνο λέγω· εἰ πολέμου συστάντος τὴν ἡσυχίαν αὐτὸς ἄγειν εἱλόμην ὡς ἂν μὴ τέχνην ἐπαγγελλόμενος μάχης κοινωνεῖν ἀναγκάζουσαν, οὔτε δωρεᾶς ἄξιος ἦν οὔτε τιμωρίας ὑπεύθυνος. ἄτοπον οὖν τὴν σώσασαν ὑμᾶς ῥητορείαν μηδὲν πλέον κερδᾶναι τῆς ἡσυχίας.

`42.2.99`

τίς δὲ οἶδε, φησίν, εἰ μισθώσας αὑτὸν τοῖς ἐναντίοις ἔπεισας οἴκοι δοκεῖν ἡσυχάζειν, ἕως ἂν δωρεὰν αἰτήσας λάβῃς, εἶτα μικρὸν ὕστερον ἄφνω προσπεσόντας τὴν πόλιν ἑλεῖν; ταῦτα δίδως ὑπονοεῖν ἄνευ γνώμης τοῦ δήμου μόνος ἐκείνοις εἰς λόγους ἐλθών.

`42.2.100`

καὶ τίς ὠνεῖται προδότην ἔχων ἤδη τὴν πολεμίαν; τίς γὰρ ἀνῦσαι ῥᾳδίως τὴν χρείαν ἐξ οἰκείας δυνάμενος ἀρετῆς ἀλλότριον ἑαυτῷ πρὸς τοιαύτην μισθοῦται διακονίαν; ὅσα μὲν γὰρ διʼ ἡμῶν αὐτῶν κατορθοῦμεν, συνέσεως δίδωσι δόξαν ἢ ῥώμης ἤ τινος ἄλλου πλεονεκτήματος, ὅτῳ καὶ πέπρακται· ἡ δὲ διὰ προδοσίας κλοπὴ τῷ προδιδόντι μᾶλλον αἰσχύνην, οὐ τοῖς ἐκ τούτου κρατήσασιν εὔκλειαν φέρει, καὶ τούτοις μὲν οὐ σεμνόν, ἐκείνῳ δὲ φαῦλον ὄνομα γίνεται. οὔκουν πρίασθαι διʼ ἐμοῦ τὴν πόλιν ἠξίουν, ἣν ᾤοντο διʼ αὑτῶν εὐκόλως χειροῦσθαι, ὅπερ εἰς ἔργον ἐλθεῖν ἡ ἐμὴ προδοσία διεκώλυσεν.

`42.2.101`

ἐπειδὴ γὰρ εἰς λόγους ἐλθεῖν ἐκείνοις ἐβουλευσάμην τὸ ἐφʼ ἑκάτερα ἐκβησόμενον τῷ λογισμῷ διατυπώσας τοιαῦτα πρὸς ἐμαυτὸν διελέχθην· ἂν μὲν εὖ παρασχὸν διανύσω τὸ τόλμημα, πρῶτον μὲν γέρας ἕξω τὴν εὔκλειαν, ἔπειτα δὲ ὕστερον ἣν ἐθέλω τιμήν· ἂν δὲ διαπέσῃ μοι τὸ ἀγώνισμα καὶ γένωμαι πολεμίας ἔργον χειρός, σεμνὸν ἐντάφιον περικείμενος ἄπειμι, τὴν ὑπὲρ τῆς πόλεως εὔνοιαν καὶ τὸ μὴ πολέμῳ δουλωθεῖσαν ἰδεῖν.

`42.2.102`

οὗτος ὁ λογισμὸς ἐξήγαγέ με τῶν περιβόλων, τούτῳ παραδοὺς ἐμαυτὸν ἀφόβως ἐπορευόμην οὐ σχολαζούσης μοι ταράττεσθαι τῆς φαντασίας ὑπὸ τῆς περὶ ταῦτα φροντίδος.

`42.2.103`

τὰ μὲν οὖν πλεῖστα τῶν πρὸς ἐκείνους ῥηθέντων ἄρτι διεξιὼν ἐπαυσάμην, τὸ δὲ πέρας τῆς συμβουλῆς—νῦν γὰρ ἐπῆλθέ μοι κατὰ νοῦν—τοσούτου γέμει φρονήματος, ὡς οὐ μετρίαν αὐτοῖς ἐμβαλεῖν ἀθυμίαν.

`42.2.104`

εἰ γάρ μου τῆς νουθεσίας, ἔφην, ὑπερορᾶτε καὶ κρατεῖ παρʼ ὑμῖν ἡ τῶν ἀλλοτρίων ἐπιθυμία, ἐμὲ τόνδε πρῶτον λαβόντες ἀποκτείνατε καὶ τῆς ὑμετέρας αὐτῶν ἀδικίας ἐκ τῆς ἐμῆς ἀπάρξασθε τελευτῆς.

`42.2.105`

εἶδον εὐθὺς ἐμβλέψας ἕκαστον πάντας ἐν θαύματι μᾶλλον εἰς νοῦν εἰληφότας, ὡς εἰ λόγους ἐπιτηδεύων ἀνὴρ φιλοκίνδυνος οὕτω καὶ πρὸς θάνατον ἐγκρατής, ποῖον εἰκὸς εἶναι τὸ μάχιμον; τεκμηράμενοι τοίνυν ἐξ ἑνὸς ἀνδρὸς τὴν πόλιν ἀπῄεσαν τοιούτους εὐχόμενοι σφίσιν οἴκοι γενέσθαι συμβούλους.

`42.2.106`

ἀπράκτων οὖν βαδιζόντων ἐπʼ οἴκου ἡ μὲν εὐθυμία παρεκελεύετό μοι θᾶττον ὡς ὑμᾶς εἰσιόντα τοῖς εὐαγγελίοις εὐφρᾶναι, τῷ δὲ παραδόξῳ τοῦ πράγματος μένειν ἠναγκαζόμην καὶ γινώσκων βεβαίως αὐτοῖς δεδόχθαι τὴν ἀναχώρησιν ὅμως εἱστήκειν ἀπιόντας ὁρῶν, εἰς ὅσον τῆς πορείας ἐνῆν διικνεῖσθαι τὴν ὄψιν.

`42.2.107`

καίτοι τίνα μὲν ἐμαυτόν, τίνα δὲ σὲ τὴν ἡμέραν ἐκείνην εἰκότως ἂν θείην; βούλει σὲ μὲν ἀνδρεῖον ἀγωνιστὴν ἕνα τῆς πάλαι τεθρυλλημένης τῶν ἡρώων φορᾶς, ἐμὲ δὲ φιλόψυχόν τε καὶ ἄτολμον, οἷα τοὺς ἐν λόγοις ἀεὶ τρεφομένους ὑμεῖς οἱ τὰ πολέμια γυμναζόμενοι σκώπτειν εἰώθατε.

`42.2.108`

τότε τοίνυν ὁ ῥήτωρ, ὁ τρέμων τὰς μάχας, τὸν ἥρωα, τὸν στρατιώτην διέσωσε. σὺ μὲν γὰρ ἐτύγχανές που μάλα κρυπτόμενος, ἐγὼ δὲ καὶ σὲ καὶ τὴν πόλιν τῶν περιεστηκότων ἀπήλλαξα φόβων. εἶτά μου προδοσίαν καλεῖ τὸ μηδὲ περιμεῖναι τοῦ δήμου τὴν γνώμην; ὡς εἰ τοὺς ἐχθροὺς ἔπειθες ἐξιὼν καθημένους ἀργεῖν, ἕως ἐκκλησιάσομεν, καὶ χρόνον ἡμᾶς ἀναμεῖναι τοσοῦτον, ὅσον ἂν ἤρκει μοι παρὰ τὰς ἑκάστου θύρας φοιτᾶν καὶ συγκαλεῖν ἅπαντας καὶ συνάγειν καὶ λέγειν καὶ ἀντιλέγειν— ἀλλʼ εἰ καὶ τοὺς πολεμίους ἐνῆν περιμεῖναι τὴν ἡμετέραν σύνοδον καὶ βουλὴν ἐγώ τε τούτους ἐκ τῆς ἐκκλησίας ἀποσταλεὶς ἐτρεψάμην, οὐδʼ οὕτως ἄν μοι δωρεᾶς τυχεῖν συνεχώρεις.

`42.2.109`

εἰ γὰρ νῦν τὸ πᾶν αὐτὸς διανύσας παρὰ τὴν ἀξίαν σοι φαίνομαι γέρας αἰτεῖν, ποίας ἂν ἀμοιβῆς ἄξιος ὤφθην, εἰ τὸ κατόρθωμα κοινὸν ἐγεγόνει τῇ χειροτονίᾳ τοῦ πλήθους; ὁ γὰρ μέγα τι πρᾶξαι διανοούμενος, οὐ μὴν εὖ βεβουλεῦσθαι θαρρῶν, ἕως ἕτεροι κατανεύσουσιν, οὐχ ἑαυτῷ προξενεῖ τῆς συμβουλίας τὴν εὔκλειαν, ἀλλὰ μᾶλλον, οἷς ἐπίστευσε κρίνειν, ἣν ἐσκέψατο γνώμην.

`42.2.110`

εὐήθης δὲ ὢν περὶ λόγους τοῦτο σφόδρα κακοήθως ποιεῖς προδοσίας ἐμοὶ περιάπτων ὑπόνοιαν, ὅπως ἀντὶ τοῦ κομίσασθαι χάριν ἀρκέσῃ μοι τὸ δίκην μὴ δοῦναι.

`42.2.111`

οὐ μὴν ἀποχρήσει μοι τοῦτο· οὐχ οὕτω τοῖς ἀπατᾶν ἐθέλουσι πρόκειμαι. αἰτήσω δὲ χάριν λειπομένην μὲν τῆς ἀξίας—τί γὰρ ἀντίρροπον σωτηρίας, ἧς ὑπὲρ ὑμῶν κατεφρόνησα;—, ἀρκοῦσαν δὲ ὅμως τῷ ληψομένῳ.

`42.2.112`

καὶ μὴν εἰ μισθαρνεῖν ἐπεχείρησα καὶ τοιοῦτόν μοι καθʼ ὑμῶν ἐμελετήθη σκευώρημα, οὐκ ἂν προσῄει μοι παρʼ ὑμῖν πρὸς αἴτησιν δωρεᾶς ἡ διάνοια οὐδʼ ἂν ἠνείχετο τοσοῦτον ἀναισχυντεῖν, ἀνεδύετο δʼ ἂν ἐρυθριῶσα καὶ ὑπεστέλλετο ταραττομένη τῷ συνειδότι.

`42.2.113`

Μέλλων δὲ καταλύειν ἤδη τὸν λόγον βούλομαι βραχέα προσθεῖναι τοῖς εἰρημένοις. πολλὰ πρὸς φυλακὴν αὑταῖς ἐπινοοῦσιν αἱ πόλεις, χαρακώματα καὶ τείχη καὶ τάφρους καὶ πολλὴν μὲν ἀσπίδα, πολλὴν δὲ ἵππον καὶ βελῶν ἀφθονίαν· εἷς δὲ πάσαις ἐν ἅπασι τούτοις ὑπάρχει σκοπὸς ἐπιόντα πόλεμον ἀποκρούσασθαι· ὥστε τὴν χρείαν ὑμῖν, ἣν οὕτω πολλὰ καὶ παντοδαπὰ μόλις ἀνύει ταῖς πόλεσιν, εἷς ἀνὴρ ἄοπλος ἴσχυσεν.

`42.2.114`

ὅθεν, ἐπειδὴ τῶν δυσμενῶν ἀπιόντων εἴσω πυλῶν ἐγενόμην, χορὸς οἱ συνήθεις περὶ ἐμὲ γεγονότες, εἶτα πυθόμενοι τὴν ἄπρακτον διʼ ἐμοῦ τῶν ἐχθρῶν ἀναχώρησιν ἔχαιρον, ἐπῄνουν, ἐζήλουν τὸν μόνον δημαγωγόν, τὸν μόνον φιλόπολιν, τὸν μόνον εὐεργέτην ἀποκαλοῦντες.

`42.2.115`

ἐμνημόνευσέ τις τοῦ νόμου καὶ τῆς ἐντεῦθεν ὀφειλομένης μοι χάριτος. ποίαν αἰτεῖς δωρεάν; ἕτερος ἤρετο. πάντως, ὑπολαβών τις ἔφη, χρυσίον· δεῖ γὰρ χρημάτων αὐτῷ. εἰκόνα μᾶλλον, ἔφη τις ἕτερος· φιλότιμος γάρ. ἑκάτερος δέ μου τῆς γνώμης διήμαρτεν· οὐ γὰρ χρυσίον, οὐ χρώματα, τοιοῦτον δὲ λήψομαι γέρας, ὡς ἐν αὐτῷ τῷ λαβεῖν εὖ ποιῆσαι τοὺς δεδωκότας.

`42.2.116`

τί οὖν αἰτῶ; τοὺς ὑμετέρους υἱεῖς εἰς ἐμὴν φοιτῆσαι παλαίστραν καὶ ῥήτορας μᾶλλον ἢ στρατιώτας παιδεύεσθαι. δάκνομαι γὰρ πολλοὺς ἐπὶ στρατείαν ἥκοντας νέους ὁρῶν, τοὺς Ἑρμῇ δὲ καὶ Μούσαις ἀνακειμένους βραχὺν ἀριθμόν.

`42.2.117`

ἀλλὰ τῇ πείρᾳ μαθόντες, ὅσῳ τῶν ὅπλων οἱ λόγοι τῇ πατρίδι λυσιτελέστερον, πληρώσατε νέων μοι τὸν χορόν. σύ τε ἂν σωφρονῇς, εἰ παῖς ὤν σοι τυγχάνει, τοῖς ἐμοῖς ἐγκαταλέξεις αὐτὸν θιασώταις, οὐ βιάσῃ τὸ πατρικὸν μετελθεῖν ἐπιτήδευμα.

`42.2.118`

καὶ σὲ δʼ ἂν ὀψέ τι μαθεῖν ἐνουθέτησα, εἰ μὴ τῆς ἡλικίας ἑώρων ἐκβάντα τοὺς ὅρους, ὧν ἄχρι παιδεύεσθαι ῥᾴδιον, καὶ φύσιν ἄμουσον καὶ νωθῆ σοι προσοῦσαν ᾐσθόμην καὶ τῇ πατρίδι πανταχόθεν ἀνόνητον, ὃς οὔτε πεποίηκάς τι λυσιτελὲς οὔτε τὸν πράξαντα τὴν ἐκ τῶν νόμων ἐᾷς κομίσασθαι χάριν.

`42.2.119`

τοιγαροῦν, εἴ ποθεν ἡ πόλις λάβοι φωνήν, φήσειεν ἄν σοι δικαίως καταβοῶσα· ἐπειδὴ παρεῖδες ἐμὲ κινδυνεύουσαν, βούλει καὶ σωθεῖσαν ἀχάριστον δεῖξαι τῷ ῥυσαμένῳ; μὴ σύ γε· ἀδικεῖς μὲν τοὺς νόμους, ἀδικεῖς δὲ τὸν ῥήτορα, τοὺς μὲν οὐκ ἐῶν εἶναι κυρίους, τὸν δὲ τοῦ γέρως ἀποστερῶν. μὴ γὰρ τοὺς ῥήτορας ἀγαπῶσα τοὺς στρατιώτας μισῶ; τὴν αὐτὴν πρὸς ἕκαστον εὔνοιαν ἔχω τῶν ἐμῶν οἰκητόρων καὶ πᾶσιν ἀμέλει νομοθετῶ δωρεάς, ὃς ἂν ἐμὲ διασώσῃ πολεμουμένην, οὐδὲ πρὸς σὲ ἂν ὤφθην ἀγνώμων τοιαῦτα πεποιηκότα, ἀλλὰ κἂν ὅπλοις κἂν λόγοις κἂν ὁπωσοῦν εὐπρεπῶς διαφύγω προσιόντα μοι κίνδυνον, τὸν εὐεργέτην ἀμείψομαι.

`42.2.120`

τοιαῦτα τὴν ἡμετέραν εἰκάσειεν ἄν τις πρὸς τοῦτον εἰπεῖν. τὴν πολεμίαν δὲ τί; εἰκότως, ὦ ξένε, μοι συναλγεῖς, ἥτις μάτην μὲν δεδαπάνημαι τοσοῦτον ἀποστείλασα πλῆθος, μάτην δὲ πολέμου κράτος ὠνειροπόλησα.

`42.2.121`

ἤνεγκα δʼ ἂν γενναίως τὴν ἧτταν ὑπὸ σοῦ νικωμένη—τὰ γὰρ εἰωθότα συμβαίνειν κακὰ πρᾳότερον τοὺς πεπονθότας λυπεῖ—· νῦν δέ μοι τὸ καινὸν τῆς ἀδοξίας ὀδυνηρότερον γίνεται· εἷς ἀνὴρ ὅλης ἐκράτησέ μου τῆς στρατιᾶς, μάχῃ ἀπαίδευτος πολεμεῖν ἠσκημένης, γυμνὸς ὡπλισμένης.

`42.2.122`

οὐκοῦν ἐμοῦ μὲν ὕβρισε τὸ στρατόπεδον, σοῦ δὲ τὴν τέχνην περιττὴν ἀπέδειξεν ἐν ἀγῶνι πολέμου. ὀρθῶς ἄρα τοῦτον ἐθέλεις ἀμύνασθαι τῇ ζημίᾳ τῆς δωρεᾶς.

`42.2.123`

Τοιαῦτα πόλεως ἑκατέρας, ὡς εἰκός, φθεγξαμένης ὑμεῖς, ὦ παρόντες, τουτονὶ μὲν εἶναι τὴν πολεμίαν, ἐμὲ δὲ τὴν πατρίδα νομίσαντες δότε τῇ πόλει τὸ γέρας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-bh`.
