---
title: "Speeches: Part XXXIX (Dialexis)"
title_greek: "Λόγοι, Διάλεξις"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-be
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-39-uvo-be"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:00e4d195d714bf5a8b2efc8af0c7755b63ea0be85fd53a536d04d822feeb6ab8"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XXXIX (Dialexis)

*Λόγοι, Διάλεξις*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-be` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-39-uvo-be)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`39.1`

Η ΔΙΑΛΕΞΙΣ

ἔχει μὲν τὸ ῥόδον ὑπόθεσιν, ἐπισταμένη δὲ διακορεῖς ὑμᾶς ὄντας τοῦ μύθου καινότερον συνεισφέρει διήγημα.

`39.1.1`

Λέγουσι Μῆδοι, Μήδων ὅσοι μνήμῃ τὰ πρότερα διαδέχονται, ἡνίκα ἂν δοκῇ βασιλεῖ τὴν εἰωθυῖαν ἁβρότητα καινοτέρᾳ νικῆσαι τρυφῇ, ἀγῶνα καὶ ἅμιλλαν ἅπαν αὑτοῦ τὸ ὑπήκοον ἔχειν ἡδύ τι καὶ ἄηθες ὄψον ἐθέλοντας τῷ δεσπότῃ κομίσαι.

`39.1.2`

ἐκείνοις μὲν οὖν—οὐ γὰρ ἑστιῶσι βαρβάρους ἄνδρας αἱ Μοῦσαι—τοιαύτας ἐπιτρέψωμεν εὐωχίας ἐπινοεῖν τε αὑτοῖς καὶ ἐργάζεσθαι, ἡμῖν δὲ ὄψον ἔστω μῦθος τοῦ ῥόδου, ὃν οὔτε ὑμῖν οὔτε ἄλλοις ἐγὼ παρατέθεικα δαιτυμόσιν.

`39.1.3`

Ἡνίκα κριτὴν ἐκάθισε ταῖς θεαῖς τὸν βουκόλον ὁ μῦθος, ἐλύπει μὲν Ἥραν, ἐλύπει δὲ Ἀθηνᾶν ὁ τῆς Ἀφροδίτης κεστός, ᾧ ἔνι μὲν φιλότης, ἔνι δʼ ἵμερος, ὥστε οὐδὲ ἀγωνίζεσθαι ὅλως ἐβούλοντο, εἰ μὴ τὸ φάρμακον ἡ θεὸς ἀπόθοιτο πρότερον· οὕτω γὰρ ἐκεῖναι τὸν κεστὸν ἐπωνόμαζον.

`39.1.4`

ἀλλὰ καὶ ὑμεῖς, ἡ Ἀφροδίτη φησίν, οὐδὲν ἧττον ἐμοῦ καλλωπισάμεναι ἥκετε, ἡ μὲν διάδημα τῇ κόμῃ χρυσοῦν, ἡ δὲ κράνος καὶ αὐτὸ χρυσοῦν τῇ κεφαλῇ περιθεῖσα. ἀλλʼ ἔμοιγε, ἔφη, τῶν ὑμετέρων φαρμάκων οὐ πολὺς λόγος, εἴ τινα καὶ ἐμοὶ ἕτερον ἀντὶ τοῦ κεστοῦ κόσμον ἐξείη κοσμεῖσθαι.

`39.1.5`

καὶ ἅμα ταῦτα εἰποῦσα—κατένευσαν αἱ θεαί—παρὰ τὸν Σκάμανδρον ἄνθη δρεψομένη ἐφοίτα· καὶ γάρ τις αὐτόθι λειμὼν παρὰ τὰς ὄχθας ἐπεφύκει τοῦ ποταμοῦ, χαρίεντα δὲ ἅμα καὶ διαφανῆ τὰ ὑδάτια καὶ ἐπιτήδεια λουτρὸν εἶναι τῇ θεῷ.

`39.1.6`

λελουμένη γοῦν τρέπεται πρὸς ὅπερ ἀφίκετο καί πως ὀσμή τις αὐτῇ προσέβαλε μάλα ἡδεῖα. κρίνα τε οὖν καὶ ἴα καὶ ἄλλʼ ἄττα συλλέξασα, ἐπειδὴ ἑτέρα μᾶλλον αὐτὴν ὀσμή τις ἐψυχαγώγει, περιῄει τῆς εὐωδίας τὸ αἴτιον ἀνιχνεύουσα. ὁρᾷ δὴ τὸ ῥόδον καὶ παρὰ τὴν ῥῖνα προσάγει καὶ τοῦτο ἐκεῖνο εἶναι μαθοῦσα τὰ μὲν ἄλλα παρʼ οὐδὲν ἔθετο καὶ ἀπέρριψε, ῥόδοις δὲ πρὸς τὸ ὄρος τὴν Ἴδην ἐπανῆκεν ἐστεφανωμένη.

`39.1.7`

ἐκοσμεῖτο δὲ ἅμα, ὡς ἔοικεν, ἡ θεός τε τῷ ῥόδῳ καὶ τῇ Ἀφροδίτῃ τὸ ἄνθος, ὥστε τὰς ἀμφὶ τὴν Ἥραν καὶ Ἀθηνᾶν εἷλε τοσοῦτον, ὅσον οὐδʼ ἀναμεῖναι τοῦ βουκόλου τὴν ψῆφον, ἀλλὰ προσδραμούσας φιλῆσαι τὸ ἄνθος ἀφελομένας τὸν στέφανον καὶ αὖθις αὐτὸν τῇ θεῷ περιθεῖναι.

`39.1.8`

Ταῦτα, ὦ φιλότης, ὁ μῦθος. τί γὰρ ἄν τις ἕτερον ἐν τῷδε ὑμᾶς ἑστιάσειε τῷ καιρῷ;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-be`.
