---
title: "Speeches: Part XXXVIII (Declamation: Patroclus)"
title_greek: "Λόγοι, Πάτροκλος"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-bd
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-38-uvo-bd"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:7eb6f1f676dc20685cadd1f850204fa61af51c227795a38f10871b7f795c7205"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XXXVIII (Declamation: Patroclus)

*Λόγοι, Πάτροκλος*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-bd` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-38-uvo-bd)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`38.1`

ΠΑΤΡΟΚΛΟΣ.

Ἀφαιρεθεὶς Ἀχιλλεὺς τῆς Βρισηίδος ἐπὶ τῆς οἰκείας διῆγε σκηνῆς ὠργισμένος. πρεσβεύεται πρὸς αὐτὸν Ἀγαμέμνων μετὰ πλείστων τὴν κόρην ἀποδιδοὺς δωρεῶν. καὶ γέγονεν ἄπρακτος αὐτῷ ἡ πρεσβεία καὶ Βρισηίδι καὶ δώροις. χρόνος ἐν μέσῳ βραχὺς καὶ προσθήκη ταῖς Ἑλλήνων ἀτυχίαις πολλή. ᾔσθετο Πάτροκλος καὶ συνήλγησε καὶ τὰ μὲν δακρύων, τὰ δὲ νουθετῶν διαλλάξαι πειρᾶται τὸν Ἀχιλλέα τοῖς Ἕλλησιν. μελετῶμεν τὸν Πάτροκλον.

Θεωρία.

`38.1.1`

Πόθεν τοῖς Ἕλλησιν ἤδη συνάχθεται Πάτροκλος οὔπω τοῦτο παθόντος τοῦ Θετταλοῦ; ἄμφω μὲν γὰρ συνήθεις καὶ φίλοι, κοινὰ δὲ τὰ φίλων ἡ παροιμία νομοθετεῖ. πόθεν οὖν πρώην τῆς Ἀχιλλέως ὀργῆς μετασχὼν οὐ μέχρι τέλους αὐτῷ τὴν κοινωνίαν ἐφύλαξε τοῦ θυμοῦ; ἔλυσεν, οἶμαι, τὴν ἀπορίαν ὁ ποιητὴς τὸν μὲν ἥμερον ἡμῖν παραδοὺς καὶ πρὸς οἶκτον εὐάγωγον—μειλίχιον γὰρ αὐτὸν ὀνομάζει—, τὸν δὲ τραχύν τε καὶ σοβαρὸν θυμολέοντα αὐτὸν ἐν τοῖς ἔπεσι προσειπών.

`38.1.2`

ἔδει τοίνυν ἐν χρείᾳ φιλανθρωπίας σύμβουλον εἶναι τὸν πρᾷον τοῦ μὴ τοιούτου. ἐντεῦθεν ὁ μὲν ἐκείνῳ παρίσταται κρήνης δίκην αὐτῷ δάκρυα χέων, ὁ δὲ Πηλέως ἀλλʼ οὐδὲ τὴν πρόφασιν ἔγνω τῶν ὀδυρμῶν. τοιγαροῦν πυνθάνεται τὴν αἰτίαν αὐτοῦ καὶ διασύρει τὰ δάκρυα καὶ κόρης ὀδυρομένης οὐδὲν ἀπεοικέναι φησίν.

`38.1.3`

ὁ μὲν οὖν Ὁμήρου Πάτροκλος βραχέα πρὸς τὸν Φθιώτην ἀφοσιούμενος τοσοῦτον ἐθέλει τὸν ἄνδρα πραΰνειν, ὅσον ἐκεῖνον αὐτῷ συμμαχεῖν ἐπιτρέψαι τοῖς Ἀχαιοῖς· ὁ δέ γε ἡμέτερος αὐτὸν ἐπιχειρεῖ τῆς σκηνῆς ἐξάγειν τὸν Ἀχιλλέα. φιλέλλην γάρ τις ἐγώ. καὶ πέπονθα τὴν ψυχὴν φυγάδας ἅμα καὶ κοπτομένους ἰδὼν καὶ πρὸ τοῦ Πατρόκλου τὴν ἐκείνων ἐδάκρυσα τύχην.

`38.1.4`

Τάχα δʼ ἂν καὶ ἄλλως ἄμεινον εἴη τὸν Πηλέως ἐπικουρῆσαι προτρέπειν, ὅπως, εἰ μὴ τοῦτο βούλοιτο πειθαρχεῖν, τὴν ἐλάττονα γοῦν συμμαχίαν, τὸν Πάτροκλον, ἀπονείμῃ τοῖς Ἕλλησι. καὶ Δημοσθένης γὰρ Ἀθηναίων συνελθεῖν Ὀλυνθίοις ὀκνούντων ὅμως διπλῆν ἀποστεῖλαι βοήθειαν ἐνουθέτησε, τὴν μὲν ῥυσομένην τὴν Ὄλυνθον, τὴν δὲ ποιήσουσαν τὴν Φιλίππου κακῶς, ὅπως αἰσχύνοιτο μᾶλλον ὁ δῆμος, εἰ τῶν πραγμάτων δυοῖν δεομένων μηδʼ ἑτέραν ἐκπέμψει.

`38.1.5`

τοιαύτῃ συμβουλεύων ὁ Μενοιτίου μεθόδῳ πιθανὸς πολλαχόθεν ἔσται τῷ νεανίσκῳ, ἐρεθίζων τὴν ῥώμην, ἐπαίρων τὸ φρόνημα, τὴν ἐπιθυμίαν ψυχαγωγῶν, εἰς ἔλεον τὴν ὀργὴν μεταφέρων, αἰδεῖσθαι παρασκευάζων, τὴν γνώμην παροξύνων μὲν ταῖς Ἕκτορος ἀριστείαις—ζηλοτυπεῖ γὰρ ἐκτόπως τὸν ἄνθρωπον—, κουφίζων δὲ πολλοῖς ἐγκωμίοις, φιλότιμον φύσιν θέλγων ἐν μνήμῃ τῆς Βρισηίδος— ἐρωτικὸς γὰρ ἁνήρ—, εἰς οἶκτον δὲ κάμπτων οἷς ὀλοφύρεται τῶν Ἑλλήνων τὰ πάθη, ἐρυθριᾶν δὲ ποιῶν οἷς ὀνειδίζει τὴν ἀμετρίαν αὐτῷ τῆς ὀργῆς, ὃ γὰρ ἂν φθέγξαιτο Πάτροκλος, ἐλεύθερον ὑποψίας παρʼ Ἀχιλλεῖ τῆς ἑταιρίας οὐδὲν ἐώσης δοκεῖν ὕπουλον ἔχειν.

`38.1.6`

οὐ μὴν τῇ φιλίᾳ τὸ πᾶν ἐπιτρέψας ῥᾳθυμότερον κυβερνήσει τὸν λόγον—οὐ γὰρ τὸν ἐξ οὐρίας που πλέοντα τῷ πνεύματι χρὴ παραδοῦναι τοὺς οἴακας—, ἀλλὰ δείξει μὲν πάλαι μετεγνωκότα τὸν βασιλέα, διηγήσεται δὲ τὰ συμβάντα τοῖς Ἀχαιοῖς μετὰ τὴν Ἀχιλλέως διάστασιν τὰς μὲν ἀτυχίας διεξιών, εἰ δέ τινος εὐημερίας ἢ νυκτερινῆς εὐπραγίας ἐλάβοντο, παρατρέχων, μή πως ἀμβλύνῃ τὴν ἄγουσαν ἐπὶ τὸν οἶκτον παράκλησιν καὶ δόξης ἐρῶντα στρατιώτην λυπήσῃ βουλόμενον ἀπόντος αὐτοῦ μηδὲν ἰσχύειν τὸ στράτευμα.

Ἡ μελέτη.

`38.2.1`

Ὤιμην μέν, Ἀχιλλεῦ, τὰς τῶν ἐμῶν δακρύων πηγὰς ἀποσβέσαι σοι τὴν ὀργήν—δεινὸν γὰρ ἂν εἴη τὸν Ἕκτορα φλέγειν τῶν Ἑλλήνων τὰ σκάφη καὶ σὲ πρὸς ἐκείνους φλέγεσθαι τῷ θυμῷ—, σὺ δέ μου τῆς γνώμης οὕτω διέστηκας, ὥστε καὶ ἀπέσκωψάς μου τοὺς ὀδυρμοὺς καὶ παραβάλλεις ἐμοὶ παιδίον κλαυθμυριζόμενον καί, τῶν σκωμμάτων τὸ μέγιστον, θῆλυ παιδίον, ἑπομένην ἐν ὁδῷ τῇ μητρὶ καὶ τῆς ἐσθῆτος ἀντεχομένην, ὡς ἀναγκάσαι σχολαίτερον τὴν τεκοῦσαν βαδίζειν, ὅπως αὐτὴν ἀνελομένη κομίσειε. τοιαύτης εἰκόνος ἔτυχον παρὰ σοὶ δακρύσας ὁμόφυλον στράτευμα συμφοραῖς κεχρημένον, εἰ μὴ διαλλαγείης, ἀμάχοις.

`38.2.2`

πρώην μὲν οὖν Ὀδυσσεὺς ἧκε δεῦρο πρεσβεύων τρίτος αὐτός, καὶ πολὺς ὑπὲρ Ἀγαμέμνονος ῥέων ᾤχετό σοι τὴν λύπην αὐξήσας ὁ ῥήτωρ. οὐ μὴν ἀλλὰ καὶ τῆς Ὀδυσσέως γλώττης ἀποτυχούσης καὶ τῆς Αἴαντος συγγενείας καὶ τῆς Φοίνικος πολιᾶς ἔχω τινὰ νουθεσίας ὁδὸν ἄβατον τοῖς εἰρημένοις ἀνδράσιν. οὐ γὰρ ἐκ τῆς Ἀγαμέμνονος ἀφῖγμαι σκηνῆς οὐδὲ πάθους παραινῶ σοι κρατεῖν, οὗ μὴ κοινωνὸς ἐγενόμην, ἀλλὰ κέκτημαι τάξιν τὴν ὀρθῶς εἰωθυῖαν τὰ πράγματα κρίνειν, ἥτις οὔτε τοῖς πρέσβεσι τούτοις ὑπῆρχεν οὔτε σοὶ προσοῦσα τυγχάνει. οὔτε γὰρ οἱ νοσοῦντι μὴ συναλγοῦντες ἰάσασθαι δύνανται τὸ λυποῦν, οἷα μὴ μέλον αὐτοῖς, οὔτε τὴν ἰδίαν ὁ νοσῶν ὀξέως ὁρᾷ θεραπείαν τυφλωττούσης αὐτῷ τῆς διανοίας. μόνος ἄρα σύμβουλος ὑπάρχει σαφής, ὅτῳ μήτε τὸν λογισμὸν μέγας ἀμβλύνει θυμὸς μήτε ῥᾳθυμεῖν ἐπιτρέπει νόμος φιλίας.

`38.2.3`

εἰμὶ τοίνυν ἐγώ σοι τοιοῦτος. καὶ γὰρ ὑβρισμένου δεινῶς ἠνιάθην καὶ μεταστάντι τῶν Ἀχαιῶν ἠκολούθησα καὶ πρεσβευομένοις οὐ διηλλάγην, ἕως ἦσαν ἱκανοὶ δυστυχεῖν. ἐπεὶ δὲ τὸ δύνασθαι πράττειν κακῶς αὐτοὺς ἀπολέλοιπε καὶ τοὺς Τρῶας οὐ χωρεῖ τὸ πεδίον καὶ μάταιον μὲν ἡ τάφρος ἀνάλωμα, περιττὴ δὲ τὸ τεῖχος δαπάνη καὶ τὴν ἐπὶ τὰς ὁλκάδας ὁδὸν ἀνέῳξε τοῖς ἐναντίοις ὁ πόλεμος καὶ πυρὸς ἀπειλὴ δηλοῖ τὰ δεινὰ καὶ διῆλθε χρόνος ἀρκῶν εἰς κόρον ὀργῆς, εἶξον λοιπόν, Ἀχιλλεῦ, Πατρόκλῳ δακρύοντι καὶ χρόνῳ παραδραμόντι καὶ βαρβάρων πυρὶ καὶ μεγίσταις τῶν Ἀχαιῶν συμφοραῖς.

`38.2.4`

τὸν γὰρ ἐκ τῆς ἡμετέρας ὀργῆς ἄχρι τῆς αὑτῶν πρεσβείας καιρὸν ἀδεέστερον ἐπολέμουν ἤπερ τὸν ἀφʼ οὗ διήμαρτον πρεσβευσάμενοι, τότε μὲν ὑπὸ τῆς ἐλπίδος τῶν σῶν ὡπλισμένοι διαλλαγῶν, νῦν δὲ τῆς ἀθυμίας καταβαλούσης αὐτοῖς τὴν ἰσχὺν οὐδὲ σμικρὰν ὑποφήναντός σου πειθοῦς προσδοκίαν, ἀλλὰ καὶ προσθήκην ἐπιβαλόντος τῷ μίσει. ὅθεν οὐδὲ τολμῶσι δευτέραν ἐκπέμψαι πρεσβείαν, ἵνα σοι μὴ πλέον ἐκτείνωσι τὸν θυμόν. οὕτω πάντα μετέρχονται θεραπείας σοι τρόπον.

`38.2.5`

Ὑπείξωμεν οὖν ἅπασι τούτοις, ὅπως καὶ τῷ Μενοιτίῳ τὰς ὑποσχέσεις ἐκτίσωμεν, ἅς, ἐπειδὴ λήθην αὐτῶν εἰληφέναι δοκεῖς, ἀναμνῆσαί σε βούλομαι. ἐτύγχανε μὲν παρὰ σοὶ καταλύων, ὅτε πρὸς τὴν ἐνταῦθα στρατείαν ἡ Ἑλλὰς μετέωρος ἦν· ὡς δὲ καλὴν εὗρεν ὑποδοχὴν καὶ πλείστης ἀπέλαυσε δεξιότητος καὶ συνήθης λοιπὸν ὑπῆρχεν ὁ ξένος, ὁ μὲν ἀνεδύετο τὸν υἱὸν ὑπερορίῳ πιστεῦσαι πολέμῳ, σὺ δὲ χρησταῖς ἐδελέαζες ἐλπίσι τὸν ἄνθρωπον παρακαταθήκην ἐπονομάζων ἐμὲ καὶ μικροῦ τὸν πόλεμον ἐγγυώμενος κατὰ σκοπὸν ἡμέτερον φέρεσθαι, ὥστε καὶ τὴν Τροίαν ἡμῖν ὑποτάξαι καὶ χάριτας ἀποδοῦναι τῆς νίκης. τὸ δὲ πέρας τῶν ὑποσχέσεων, εἰς αὐτὸν ἄγεις Ὀποῦντά με τῷ πατρὶ καὶ παραδίδως ὥσπερ ἄλλο τι χρέος τόκους αὐτῷ προσεκτίνων τὸ τρόπαιον, τὴν εὐδοξίαν, τὰ λάφυρα.

`38.2.6`

ποῖα δὴ λάφυρα πρὸς Μενοίτιον οἴσομεν ἐν τῇ σκηνῇ καθήμενοι, καὶ σὺ μὲν ᾄδων πρὸς λύραν, ἐγὼ δὲ ἀκούων; πῶς δʼ ἂν εἴη τὰς τοῦ πατρὸς ἐντολὰς ἐμὲ διαπράξασθαι; ὡς γὰρ ἐς Ἴλιον ἀνηγόμην, ἐφόδιά μοι δέδωκε πατρικὰ νουθετήσας τοιάδε· ὦ παῖ, πλεῖν μὲν ἐμοὶ καὶ πολεμεῖν οὐκ ἐπιτρέπει τὸ γῆρας, ἀφῃρημένος δὲ ταῦτα τῇ πολιᾷ βούλομαί σοι νουθεσίαν ἐμήν, ὥσπερ εἴ τινα παιδαγωγόν, ἐπὶ Τροίαν ἐκπέμψαι.

`38.2.7`

τί οὖν φημι; οὐ πᾶσιν ἅπαντα διδόασιν οἱ θεοί. τοιγαροῦν ἀνδρείᾳ μὲν Ἀχιλλεὺς φέρει τὰ πρῶτα, σὺ δὲ πρεσβύτερος ὢν οὐ φαυλοτέραν ἐκ τῆς ἡλικίας φρόνησιν ἔχεις. δότε τοίνυν γενναίας ὑμῶν ἀκοῦσαί μοι πράξεις τοῖς ἀλλήλων πλεονεκτήμασιν ὁμοῦ κεχρημένοι. ἰσχὺς γὰρ καὶ σύνεσις ἑκατέρα μὲν μικρὰ πέφυκε πράττειν, ἄμφω δὲ συνελθοῦσαι μεγάλα.

`38.2.8`

τί οὖν ἐροῦμεν ἐκείνῳ σὲ μὲν εἰσπράττοντι τὴν ὑπόσχεσιν, ἣν ἐπηγγείλω, ἐμὲ δὲ τὴν συμβουλήν, ἣν εἰσηγήσατο; Πηλεὺς δὲ ποίων ἀκούσεται λόγων τὴν παραίνεσιν ἀπαιτῶν, διʼ ἧς ἐνταῦθά σε πέμπων ἠξίου μὴ νεότητι σαυτὸν ἐκδιδόναι μηδὲ εἰκῆ δυσκολαίνειν καὶ λήγειν ἔριδος, οὐ μὰ Δία, τῆς Τρωικῆς, ἀλλʼ εἴ ποτέ τις πρὸς ἄνδρας οἰκείους σοι γένοιτο; τοιαύτας ἡμῖν ὑποθήκας παραδόντες ἐξέπεμψαν. ἆρʼ οὖν μετρίαν αἰσχύνην ὀφλήσομεν ὑπερορῶντες γεγηρακότων ἀνθρώπων καὶ ταῦτα γονέων καὶ γνώμας οὕτω λυσιτελεῖς δεδωκότων;

`38.2.9`

Καὶ μὴν οὐ μόνος ἐνετέλλετό σοι Πηλεὺς ἥμερον εἶναι καὶ πρᾷον, ἀλλὰ παιδίον ὢν ἔτι τοῦ Χείρωνος φοιτητὴς νῦν μὲν στρατιώτης ἐμάνθανες κατὰ θηρίων τὰς μελέτας ποιούμενος, νῦν δὲ μηδαμῶς ἀγριαίνειν ᾄσμασι καὶ χορδαῖς τιθασσεύειν ἐπισταμένης τῆς μουσικῆς. καί, νὴ τοὺς θεούς, ἄγαμαί σου τὸν παιδευτὴν λίαν εὐστόχως εἰκάσαντά σου τὴν φύσιν. ὁρῶν γάρ σου θυμοῦ περιουσίαν πολλήν, ὡς μὴ τοὺς πολέμους ἀρκέσειν ὅλην εἰς αὐτοὺς δαπανῆσαι, ἡγήσατο δεῖν ἁρμονίᾳ κρουμάτων ἀναλῶσαι τὸ λεῖπον, μή ποτε λάθῃ πρὸς ὁμοφύλους σοι κενωθέν.

`38.2.10`

Ἴθι δή, νομίσαντες ὑπὸ Πηλέως καὶ Μενοιτίου καὶ Χείρωνος ἐρωτᾶσθαι τὴν πρόφασιν, ἧς ἕνεκα τούτους παρείδομεν συμβουλεύοντας κοινῇ, τὴν πρὸς ἐκείνους ἀπολογίαν σκεψώμεθα. ἐροῦμεν, νὴ Δία, τὴν Ἀγαμέμνονος ὕβριν, τοὺς κήρυκας, τὴν Βρισηΐδος ἀφαίρεσιν. καλῶς. Ἀγαμέμνων δὲ τὰς ἡμῶν σιωπήσεται λοιδορίας, ἐν αἷς φιλοπότης ἐστὶ καὶ μεστὸς ἀναιδείας καὶ νοσεῖ δειλίαν ἐσχάτην; οὐκ ἔστι. τὰς ἀλλήλων γὰρ ὕβρεις ἄμφω προβάλλεσθε τὰς ἰδίας κρύπτων ἑκάτερος.

`38.2.11`

οὐκοῦν ἔνιοι μὲν Ἀγαμέμνονος, ἔνιοι δὲ ἴσως ἡμῶν καταγνώσονται. ἐγὼ δὲ πῶς ἔχω καὶ τίνα ψηφίζομαι τρόπον; εἰ μὲν τῶν Ἑλλήνων τις ἕτερος τὸν κρατοῦντα προπηλακίσας ἐτύγχανε—τίς δʼ ἂν ἐπὶ τοσαύτην ἀνέβη θράσους ὑπερβολήν, πλὴν εἴ τις ἐτύγχανε προαχθείς;—, ἐδεῖτο ἂν ἡ παρρησία σωφρονισμοῦ καὶ δικαίως ἂν ἀφῄρητο τοῦ γέρως· νῦν δὲ τὴν τιμωρίαν ἔγκλημα τῷ δεδρακότι πεποίηκεν ἡ τοῦ παροινηθέντος ἀνδρεία.

`38.2.12`

μᾶλλον δὲ τὴν ἀνδρείαν αὐτὴν ἡγοῦμαι τῆς ἀτιμίας γενέσθαι σοι πρόφασιν. ἄλλου μὲν γὰρ ὑπερεφρόνει ἂν ἴσως ὁ βασιλεὺς οἰόμενος τὰ σκῆπτρα φαυλίζειν, εἰ λήψεται δίκην τῆς λοιδορίας, ἔστι δὲ καὶ τιμωρία τὸν κεχρημένον ὑβρίζουσα, ὅταν ἀμύνηταί τις τὸν ἄγαν ἐλάττονα· εἰ δὲ σιγῇ τὴν ὕβριν ἤνεγκε, δεδοικέναι ἂν ἔδοξεν. οὐ γὰρ δὴ σοῦ γε καταφρονεῖν ἐνομίζετο. οὐκ ἀπεικότως ἄρα τὸ σὸν ἀφείλετο γέρας φοβερὸν ἅπασι τὸ χρῆμα τῆς βασιλείας ἐμφαίνων τῇ κατὰ τοῦ πρώτου τῶν Ἀχαιῶν ἐξουσίᾳ, πλὴν ἔδει φιλοσοφῆσαι κατὰ νοῦν εἰληφότα τοὺς ὑπὲρ τῶν Ἑλλήνων σου πόνους.

`38.2.13`

Καὶ ὡς ἐμεμψάμην ἀκρατῶς ἐνεχθέντι, δῆλον ἐποίησα κοινωνήσας σοι τῆς ἀποστάσεως. τί οὖν μεταβέβλημαι νῦν καὶ γέγονα τῆς ἐκείνου μερίδος; λογίζου τὰ συμβάντα μετὰ τὴν ἐκ τῆς μάχης ἡμῶν ἀπουσίαν ἄχρι τῆς παρούσης ἡμέρας, κἂν εὕρῃς ἐκεῖνον ἢ μήπω κεκολασμένον ἢ τὴν αὐτὴν κεκτημένον προαίρεσιν ἢ παραλείψαντά τι τῆς προσηκούσης ἀπολογίας ἢ τύχης μετέχοντα δεχομένης μείζονα δίκην, τότε με δακρυούσῃ προσείκαζε κόρῃ. ὡς γὰρ εὐτελὲς καὶ μικρὸν φανὲν τοῖς πολεμίοις σῶσαι τὴν Τροίαν καὶ φλόγα φέρειν ἀλλήλοις ἐκέλευον οὐδὲ ὅσον δραπέτας ἐκπλεῦσαι τοῖς Ἕλλησι καταλιπόντες, συγκαλέσας Ἀγαμέμνων τὸ πλῆθος, εἶτα παρελθὼν εἰς μέσους τέως μὲν ἔκλαιε σιωπῇ κύπτων εἰς γῆν. θέαμα πικρόν, Ἀχιλλεῦ, βασιλεὺς ἐν ὑπηκόοις δακρύων. ἦπου κατέσταζε τῆς ἁλουργίδος καὶ τοῦ σκήπτρου τὰ δάκρυα.

`38.2.14`

ὀψὲ δʼ οὖν ἀνοιμώξας ἀφῆκε φωνὰς ἀθλιωτέρας τῶν ὀδυρμῶν θρηνῶν μὲν τοὺς ἐρριμμένους, δεδιὼς δὲ καὶ τρέμων ὑπὲρ τῶν ὑπολοίπων καὶ κατεπείγων εἰς ἀναχώρησιν λίαν ἀπᾴδουσαν ἡγεμόνος συμβούλου καὶ τῆς ὑπερηφάνου παρασκευῆς. καθελκομένου τοίνυν ἤδη τοῦ ναυτικοῦ ἐπειδὴ τῶν Ἀχιλλέως ὁ Νέστωρ ἐμνήσθη διαλλαγῶν, εὐθὺς ὁ δρασμὸς ὑπεχώρει. τὸν γὰρ Μυκηναῖον εὗρεν ὁ Πύλιος οἴκοθεν ταὐτὰ βεβουλευμένον.

`38.2.15`

οὔκουν ἐξεπλάγη τῇ νουθεσίᾳ τὴν ἀκοὴν οὐδʼ εἰ δέοι πειθαρχεῖν ἐλογίσατο, ἀλλʼ ὥσπερ αὐτὸς τῷ Νέστορι προειπὼν εἰσηγήσασθαι τὴν βουλήν, ἵνα πιθανωτέρα φανῇ σοφοῦ παραινοῦντος πρεσβύτου, οὕτω δεδιὼς τὴν γνώμην ἐπεσφραγίσατο καὶ τὴν ἑαυτοῦ περὶ σὲ παροινίαν ἐπὶ τοῦ συλλόγου μεμψάμενος οὐ τοῦτο μόνον ᾠήθη πρὸς ἀπολογίαν ἀρκεῖν καὶ ταῦτα τοὺς ὑβρισμένους εἰδὼς μετρίαν πολλάκις θεραπείαν νομίζοντας τὴν ὁμολογίαν τοῦ πλημμελήσαντος, ἄλλως τε ὅταν σεμνότερος ᾖ τὴν ἀξίαν, μέγιστον δὲ πάντων ἀξιωμάτων ἡγεμονία.

`38.2.16`

οὐ μὴν ἀπέχρησεν Ἀγαμέμνονι τοῦτόν σε μόνον τιμῆσαι τὸν τρόπον, ἀλλὰ παρὰ τὰς σὰς ἐφοίτησε θύρας ὁ βασιλεὺς τῇ πρεσβείᾳ πόλεις ἑπτά σοι διδούς, ἄλλην ἄλλης ἔχουσαν γῆς ἀρετήν. ἡ μὲν γὰρ ἀγαθὴ σπείρειν ἐστίν, ἡ δὲ πεφίληται τῷ Διονύσῳ, ἡ δὲ λειμῶσιν ἁβρύνεται, καὶ τῶν ὑπολοίπων ἴδιον ἑκάστη κέκτηται πλεονέκτημα ποίμνιά τε πρόσεστι καὶ βουκόλια ψυχαγωγία καὶ κέρδος. τοσαύτη περιουσία μικρά τις ἐφάνη τῷ δεδωκότι, καὶ προσέθηκε γάμον τε θυγατρὸς καὶ προῖκα τῆς κόρης ὁλκάδα χρυσοῦ. εἰ μὲν οὖν ὀλίγον ἔμελε χρημάτων αὐτῷ, ἴσως ἂν ἔδοξεν ἀσωτίᾳ φύσεως μᾶλλον ἢ πρὸς ἡμετέραν τιμὴν ἀποστεῖλαι τὰς δωρεάς· ἐπεὶ δὲ φιλοκτεανώτατος πάντων ὁ ἀνὴρ κατὰ τὸν σόν, Ἀχιλλεῦ, λόγον, παρεῖδεν εὐνοίᾳ τῇ σῇ περιπόθητον κτῆμα καὶ γέγονέ σοι φιλόδωρος ὁ φιλάργυρος.

`38.2.17`

Οὐ τοίνυν πολλὰ καὶ λαμπρὰ χαριζόμενος Βρισηΐδα τῶν δώρων ὠνεῖται. οὐδὲ δίδωσι μέν, δίδωσι δὲ τῆς εὐνῆς ἐπιβάς, οὐδὲ κοσμίως ἀποδιδοὺς ἐν ὑπονοίαις δυσχεραίνειν παρῆκεν, ἀλλʼ ἀνεῖλε τοῦτο καθάπαξ ὅρκῳ καταλύσας τὴν ὑποψίαν. τίθει τοίνυν τῆς ἀφαιρέσεως ἣν ἐθέλεις αἰτίαν, εἴτε τὴν πρὸς σὲ γενομένην διαφορὰν εἴτε τινὰ πρὸς τὸ γύναιον ἔρωτα. εἰ μὲν γὰρ ἐρασθεὶς ἐκαρτέρησε, τὴν ἰδίαν, ὡς ἔοικεν, ἡδονὴν δευτέραν τῆς σῆς ἔθετο χάριτος· εἰ δὲ ἀγανακτῶν ἀπέσπα τὴν κόρην, ἐγίνωσκε δηλαδὴ πικρότερόν σε λυπήσων τῇ μίξει τῆς ἐρωμένης.

`38.2.18`

ὁ δὲ τὸν ἐχθρὸν ὑποκνίζων τὴν οἰκείαν φιλεῖ θεραπεύειν ὀργήν. οὐ μὴν προήχθη περαιτέρω χαρίσασθαι τῷ θυμῷ. οὐκοῦν φαίνεται πάλιν ἐντεῦθεν τὴν περὶ σὲ θεραπείαν τῆς οἰκείας προκρίνων καὶ τοσούτῳ μᾶλλον ἐντεῦθεν, ὅσῳ πρὸς μεῖζον ἐπάλαισε πάθος. θυμὸς γὰρ ἀκμάζων ἔρωτος μᾶλλον ἐκμαίνει. καὶ σὺ τούτου τεκμήριον τῇ πρὸς τὸν Ἀτρέως ὀργῇ Βρισηΐδος ὑπερορῶν.

`38.2.19`

Ἀλλʼ ὁμιλήσας τῇ κόρῃ, φησίν, ὅρκῳ σοφίζεται τὴν ἐγκράτειαν ἐν χρείᾳ μου γεγονὼς τῆς συμμαχίας. οὐδὲν ἄρα σοι κεχαρισμένον ὀκνεῖ διαπράξασθαι, κἂν ἐπιορκῆσαι δεήσῃ. ὀμνὺς μὲν γὰρ ἀληθῆ δίδωσιν οἵαν βούλει τὴν κόρην, τῇ δὲ περὶ σὲ κολακείᾳ τοὺς ὅρκους ὑπερορῶν ἐν μείζονι τῶν θεῶν, εἰ θέμις εἰπεῖν, ἄγει σε μοίρᾳ. καλῶς δὲ οὐδαμόθεν ἐπιορκεῖν ὑποπτεύω τὸν ἄνδρα. εἰ μὲν γὰρ σὺ τοῦτον ὀμνύναι προκαλεσάμενος δῆλον ἐντεῦθεν ἐποίεις, ὡς οὐ διαλλαγήσῃ μὴ τελοῦντι τὸν ὅρκον, εἰς ἐπιορκίας ἂν ἀνάγκην περιειστήκει· ὀμωμοκὼς δὲ νῦν αὐτεπάγγελτος οὐδὲν αἰσχρὸν ἑαυτῷ φαίνεται συνειδώς. μὴ γὰρ ὑπολάβωμεν, ὡς ἐκ φαύλου καὶ ἀσελγοῦς συνειδότος ἐπὶ τὸν ὅρκον προήχθη, ἀλλὰ τοιαύτας ὑποψίας γινώσκων ἐρῶντι παρεπομένας ἠβουλήθη σε ταύτην ἀποτρίψασθαι τὴν φροντίδα.

`38.2.20`

χωρὶς δὲ τούτων πῶς ἂν εἴη μὴ δεδιέναι θεοὺς τὸν ἤδη πολλῶν πειραθέντα κακῶν ἐκ τῆς περὶ τὸ θεῖον ὀλιγωρίας; ὁ μὲν γὰρ ἀσεβήσας πολλάκις, τιμωρίαν δὲ μηδαμῶς ὑποσχὼν ἧττον ἂν φυλάξαιτο πλημμελεῖν ἀγνοίᾳ τῆς ἐκ θεῶν ἐπιούσης τοῖς ἁμαρτάνουσι δίκης· ὁ δὲ Μυκηναῖος πεῖραν ἔχει διπλῆν, ὅπως κινεῖται τὸ θεῖον εὐσεβείας ἀμελουμένης, πάλαι μέν, ἡνίκα τὴν Ἄρτεμιν φορτικοῖς ἠρέθισε ῥήμασι τοξικῆς ἀριστείας αὐτῷ κουφιζούσης τὸ φρόνημα, πρώην δέ, ὅτε τὸν Χρύσην ἀτίμως ἀπέπεμψεν ἐπιθυμίας ἐρωτικῆς πλανώσης τὸν λογισμόν. ὥστε δὶς ἤδη πεπαιδευμένος πνεύμασί τε μαχομένοις τῷ στόλῳ καὶ νόσῳ κοινῇ τῶν ἀρχομένων μεστός ἐστιν εὐλαβείας καὶ δέδοικε τοὺς κολάσοντας τῇ μνήμῃ τῶν γεγονότων.

`38.2.21`

ἄνευ δὲ τῶν εἰρημένων ὁρᾷ δήπου τοὺς Τρῶας ἀνδρείᾳ μὲν καὶ συνέσει καὶ ῥώμῃ καὶ πολεμικῶν ἐμπειρίᾳ καὶ πλήθει στρατεύματος ἐλαττουμένους τῶν Ἀχαιῶν, μόνῃ δὲ τῇ τοῦ Διὸς κρατοῦντας εὐνοίᾳ κατὰ τὴν σὴν ἱκετείαν ἐπικουροῦντος αὐτοῖς. πῶς οὖν ὑπερόψεται τῶν οὐρανίων, ὧν αἰσθάνεται τὴν ἰσχὺν τοσαύτας σφάλλουσαν ἀρετάς; ἔδειξε δὲ τοῦ λοιμοῦ παρενοχλοῦντος τοῖς Ἕλλησιν, ὡς ἔμαθεν ὑποστέλλεσθαι τὰ θεῖα καὶ σέβειν. ἄκουε γάρ, ἡλίκην ἐγκράτειαν ἐπεδείξατο τῷ πρὸς Ἀπόλλωνα φόβῳ. εἶδεν ἀπιοῦσαν τὴν ἐρωμένην, ἔδωκε προῖκα τὴν κόρην, ἣν πολλῶν οὐ πέπρακε λύτρων.

`38.2.22`

εἰ μὲν οὖν ἀνόνητος Ἀγαμέμνονι ἐγεγόνει ἡ πρὸς τὸν Ἀπόλλω τιμή, πάλιν ἂν ἴσως ὑπερεφρόνει τῶν Ὀλυμπίων—οὕτω γὰρ πολλοὶ τιμῶντες τὸ θεῖον οὐ ταχεῖαν ἐξ ὧν τιμῶσιν ὠφέλειαν αἰσθόμενοι πρὸς ἀσέβειαν εὐκόλως ὑποσκελίζονται—· ἐπεὶ δὲ ἅμα τε τὴν Χρυσηΐδα παρεῖχε καὶ τῶν Ἑλλήνων ἡ νόσος ἀπῄει, πόθεν ἐπιορκεῖν ὑποπτεύομεν ἄνδρα παντοδαπὴν εἰληφότα πεῖραν δαιμονίας ῥοπῆς; δύο γὰρ ἀφορμαὶ κινοῦσιν ἀνθρώπους εἰς θεῶν ἐπιμέλειαν, τιμωρίαι τε δυσσεβείας καὶ γνώμης εὐσεβοῦς ἀμοιβαί. ὧν ἀμφοτέρων ἐκεῖνος φαίνεται μετασχών.

`38.2.23`

καὶ τί δεῖ κύκλῳ περιελθεῖν ἐξὸν ἓν καὶ ἁπλοῦν φράσαι τεκμήριον; πάρεστιν αὐτῆς σοι πυθέσθαι τῆς Βρισηΐδος, εἴ πως ἐρῶντος αὑτῆς Ἀγαμέμνονος ᾔσθετο καὶ βουλομένου πρὸς βίαν αὑτῇ πλησιάσαι, ὡς εἴ τις ἐκείνῃ τοιαύτη γέγονεν αἴσθησις, ἥδιστʼ ἂν πρὸς τὸν ἐραστὴν διηγήσαιτο καὶ προσθήσει τι πλέον. κάλλος γὰρ ἅμα καὶ σωφροσύνην αὑτῇ μαρτυρεῖ καὶ περὶ σὲ βέβαιον εὔνοιαν. τοσούτων δὲ ὅμως ἀφελκομένων εἰ τοιοῦτον ἐγχείρημα τούτῳ προσάψειεν, οὐ μέμφομαι τῆς αὐτῆς ἀντεχομένῳ σοι λύπης.

`38.2.24`

καίτοι μέγα καὶ σαφὲς ἔχω σημεῖον, ὡς ἀκέραιόν σοι τὴν εὐνὴν διεφύλαττεν. εἰ μὲν γὰρ ὤφθη ποτὲ τῆς γυναικὸς ἐρασθείς, τυχὸν ἂν ἦν ὑποπτεύειν, ὡς πάλαι μὲν ἐπεθύμει λαβεῖν, ἐκαρτέρει δὲ προσχήματος ἀπορῶν τὸν πόθον αὐτῷ συσκιάζοντος· ἐπεὶ δὲ τὸν πρὸ τῆς ἔριδος χρόνον ὑπονοίας ἐλεύθερος ἦν, οὐκ οἶδʼ, ὅπως εὐσχημόνως αὐτῷ τοιαύτην περιθήσω λοιδορίαν. οὐ γὰρ δὴ Χρυσηίδος τῷ πατρὶ δεδομένης ὁ περὶ ταύτην Ἀγαμέμνονος ἔρως εὐθέως ἀπέστη καὶ πρὸς τὴν Βρισέως αὐτὸν ἕλκων μετέβη ἢ τοῦτο ἐβεβούλευτο μετὰ τὴν ἐκείνης ἀπόδοσιν ταύτης ἁλῶναι, ὥσπερ δέον βασιλέα πάντως ἐρᾶν.

`38.2.25`

Τοσούτων οὖν ἐναργῶς τὸν ὅρκον αὐτῷ βεβαιούντων καὶ τῶν δώρων προτρεπόντων εἰς εὔνοιαν καὶ τῶν ἀτυχημάτων ἐπισπωμένων εἰς ἔλεον δεῖ παθεῖν τι καὶ σπείσασθαι καὶ μὴ ζητεῖν ὑπερβαίνειν τὴν τιμωρίαν, ἧς ἄχρι τὸ πέρας τῆς λύπης ὑπέσχου τῷ Διῒ παρατείνειν. ἀναμνήσθητι γὰρ τῆς ἀρᾶς, ἣν ἐποιήσω φλεγμαίνων καὶ ζέουσαν ἔτι πνέων ὀργήν. ἐδεήθης τῆς μητρὸς ἱκετεῦσαι τὸν Δία πρὸς τὸ Ἴλιον κλῖναι καὶ τοσαύτην ἐπὶ τοὺς Τρῶας εὔνοιαν ἄγειν, ὥστε τὸν πόλεμον ἀπειλεῖν ταῖς ναυσὶν ἐπελθεῖν. οὕτω τῆς μητρὸς ἐδεήθης, οὕτω τοῦ κρατοῦντος ἡ Θέτις. οὕτω νικῶσιν οἱ Τρῶες.

`38.2.26`

ὑπολάβωμεν οὖν ἐν δικαστηρίῳ συνεστάναι τὸ πρᾶγμα κρινομένου μὲν Ἀγαμέμνονος, κατηγοροῦντος δὲ σοῦ, δικάζοντος δὲ τοῦ Διός. οἷον ἐδέξατο πέρας ὁ τῆς δίκης ἀγών; ὥρισε ζημίαν ὁ δικαστής, ἣν ὁ διώκων ἐπέταξεν. ἔδωκε τιμωρίαν ὁ φεύγων, ὅσην ὁ τοῦ κατηγόρου θυμὸς ἐψηφίσατο. μὴ τοίνυν ἐκτείνῃς αὐτῷ τὴν δυσμένειαν ὑπὲρ τὴν ψῆφον τὴν σὴν μηδὲ μείζονος ὀρεγόμενοι δίκης τὸν Δία κινήσωμεν μικρὰν ὑποφαίνοντες τὴν τοῦ θεοῦ δωρεάν.

`38.2.27`

οὗ γὰρ εἵνεκα ταῦτα τῆς Θέτιδος ἐδεήθης, ἵνα μάθῃ δυστυχήσας ὁ βασιλεὺς

ἣν ἄτην, ὅτʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισε, —τούτοις ἐχρήσω πρὸς τὴν μητέρα τοῖς ῥήμασιν—ἔγνω τὴν ἄτην. ἐδάκρυσε γνούς, ἱκέτευσεν, ἀπέδωκεν, ἐδωρήσατο, διήμαρτε. πέπονθε μείζονα. ἐπειδὴ γὰρ ἀτυχῶς ἐπρεσβεύσατο καὶ τῶν ἑαυτοῦ δώρων κατέγνω πικροτέρων φανέντων σοι τῆς ἀτιμίας καὶ δυσμενέστερος ὤφθη Βρισηΐδα διδοὺς ἤπερ ἀποστερῶν, ἀπεῖπε πρὸς τοὺς μεθʼ ἡμέραν ἀγῶνας καὶ νυκτερινὸν ἐσκέψατο δόλον καθεύδειν ὑπὸ τῶν κακῶν οὐ δυνάμενος καὶ κλέπτειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκάζετο. ὁ μὲν δὴ ταῦτα, οἱ βάρβαροι δὲ περὶ τὰς ὁλκάδας σκηνώσαντες ἐν ᾄσμασιν ἐπαννύχιζον καὶ αὐλοῖς, ὥστε τὸν Ἀτρέως, ὅποι ἂν βλέψῃ, δυσχερεῖ θέᾳ περιπεσεῖν τοῦ μὲν ναυστάθμου τοὺς Ἕλληνας ἔχοντος ἐν ἀθυμίᾳ καὶ σιωπῇ, τοῦ δὲ πεδίου τοὺς Τρῶας ἐπινίκιον ἄγοντας ἑορτήν.

`38.2.28`

ὢ νυκτὸς ἐκείνης οὐδὲ τὸν Νέστορα καθεύδειν ἐώσης. ὢ τῆς ἐπιούσης ἡμέρας χαλεπωτέρας τοῖς Ἕλλησιν. οἱ γὰρ ὁπλῖται καὶ τοξόται τῶν Τρώων τραυματίας εἰργάσαντο τῶν Ἀχαιῶν τὰ κεφάλαια, καὶ συνέστησαν μάχαι τινὲς Ἀγαμέμνονος τετρωμένου καὶ Διομήδους, βασιλέως καὶ στρατιώτου, τῇ σάλπιγγι τὰς τῶν πολεμούντων ἀκονῶντος ψυχάς. τοιαῦται συνέστησαν μάχαι μηδὲ τῆς Ὀδυσσέως ἀπολαύουσαι παρουσίας, ὅπως εὕροι τινὰ μηχανὴν ἀναπληροῦσαν τῷ στρατοπέδῳ τὴν τῶν τετρωμένων ἰσχύν.

`38.2.29`

ὁ μὲν οὖν καιρὸς ἰατρὸν τοῖς νοσοῦσιν ἐκάλει, ἡ δὲ Τύχη καὶ τοῦτον ἐν χρείᾳ τῆς ἑαυτοῦ κατέστησε τέχνης, καὶ τὰ τραύματα μὲν ἡσυχίας ἐδεῖτο, ὁ δὲ πόλεμος οὐδὲ νοσεῖν ἐπέτρεπεν, ἀλλὰ μήπω ῥαΐσαντας ἐξῆγε καὶ ἀπῄτει βαδίζειν κακῶς καὶ σχεδὸν εἴσω βέλους ἑστάναι καὶ θεωρεῖν ἐπερειδομένους τοῖς δόρασι. μή σοι δοκοῦσιν ἑτέρων ἀτυχημάτων δεῖσθαι πρὸς ἔλεον;

`38.2.30`

Ἴσως τοίνυν, ὅσῳ τὰ συμβάντα δεινότερα δείκνυμι, τοσούτῳ μείζονά σοι δίδωμι πρόφασιν εἰς τὴν τοῦ καιροῦ δυσκολίαν τὰς Ἀγαμέμνονος δωρεὰς ἀναφέρειν, ἵνα θηρεύσῃς ἐντεῦθεν τὸ μὴ δεῖν αὐτῷ βοηθεῖν ὡς οὐ γνώμης ἐπιεικείᾳ, τῇ δὲ βίᾳ τῆς τύχης φιλοδώρῳ φανέντι.

`38.2.31`

ταύτην Ἀπόλλων τὴν πρόφασιν ἔχων ἐγκαλεῖν Ἀγαμέμνονι—κατόπιν γὰρ ἐσωφρόνησε τοῦ λοιμοῦ—καὶ τὴν εἰς αὑτόν τε καὶ τὸν ἱερέα τιμὴν εἰδὼς ἀνατρέχουσαν εἰς τὴν ἀνάγκην τῆς συμφορᾶς, οὐκ εἰς τὴν ἐκείνου προαίρεσιν ὅμως ἔλυσε τὴν ὀργὴν ὁ θεὸς καὶ συνέγνω τῷ βραδέως αὐτῇ τῇ νόσῳ μαθόντι τὸ δέον. εἶδεν εὐμενῶς ἀμέλει τὰ δῶρα, οὐ κατάλογον πόλεων καὶ ναῦν χρυσοῦ γέμουσαν ὅλην, ἀλλʼ εὐχὰς καὶ ἱερεῖα καὶ ὕμνους.

`38.2.32`

σὺ δὲ μὴ μόνον θυμούμενον τὸν Ἀπόλλω ζηλώσῃς, ἀλλὰ καὶ σπενδόμενον Ἀγαμέμνονι μηδὲ τοῦ Χρύσου τὰς κατὰ τῶν Ἑλλήνων ἀρὰς μιμησάμενος τὰς ὑπὲρ τούτων ἐκείνου παραλίπῃς εὐχάς. ὡς γὰρ ᾤχετο φέρων αὐτῷ τὸ θυγάτριον Ὀδυσσεύς, ὁ μὲν ᾔτησε τὸν Λητοῦς ἡμῖν συναλλαγῆναι, ὁ βάρβαρος γέρων τοῖς Ἕλλησιν, ὁ δὲ πάλιν ἐπένευσεν αἰτοῦντι τὴν χάριν. ἀνήγετο γοῦν ὁ Λαέρτου καλλιερήσας καὶ πρὶν ἀφῖχθαι πρὸς τὸ στρατόπεδον ᾔσθετο τῆς Ἀπόλλωνος εὐμενείας ἀσφαλείᾳ καὶ δρόμῳ τοῦ πλοῦ.

`38.2.33`

οὕτω πρὸς οἶκτον ὤφθη ταχὺς ὁ θεὸς αὐτός τε καὶ ὁ θεράπων αὐτοῦ καὶ ταῦτα τοῦ Μυκηναίου τὴν κόρην γυμνὴν ἀποστείλαντος δώρων καὶ μηδαμῶς πεπεικότος ὅρκῳ τὸν Χρύσην

μήποτε τῆς εὐνῆς ἐπιβῆναι μηδὲ μιγῆναι. οὐκοῦν ὑπέρογκόν ἐστι καὶ σοβαρὸν ἐπʼ ἐλάττονος μὲν θεραπείας διαλλαγῆναι θεόν, ἄνδρα δὲ μειζόνων τετυχηκότα τιμῶν μὴ ζηλῶσαι τὸν κρείττονα;

`38.2.34`

Καὶ ταῦτα μὲν ἔφην ὑποθέμενος τὸν Ἀτρέως ὕστερον μετεγνωκότα τῶν ἐν τῷ πολέμῳ κακῶν, οἷς διαστάντος σου περιπέπτωκεν, ἀκριβεῖ δὲ λόγῳ φανήσεται προλαβὼν μετανοίᾳ τὴν ἀτυχίαν. οὐ γὰρ ἂν τῇ Βρισέως ἐφυλάξατο συνελθεῖν, εἰ μὴ παραχρῆμα μετάμελος εἰσῆλθεν αὐτὸν καὶ κατέγνω τῶν πεπραγμένων.

`38.2.35`

ἀλλʼ, ὡς ἔοικε, χρόνον ἀνέμεινεν ἀρκοῦντά σοι τὸ τραχὺ τοῦτο μαλάξαι. τὴν γὰρ ὑπὲρ τοιούτων ἐγκλημάτων ὀργήν, ἃ διʼ ἀφαίρεσιν γίνεται κτήματος ἀναδίδοσθαι δυναμένου ῥᾳδίως, παύεσθαι χρὴ τῆς ἀποδόσεως εἰς πέρας ἐλθούσης, ἤδη δὲ καὶ πατὴρ πρὸς φονέα παιδὸς χαλεπαίνων ἐπαύσατο μακρῷ τε χρόνῳ καὶ δώροις. οὕτω καὶ τῆς ἐσχάτης εἰσὶ δυσμενείας συνθῆκαι καὶ λύεται μῖσος ἀπόδοσιν οὐκ ἔχον.

`38.2.36`

πρὸς ταῦτα καὶ Μενέλαος ἀφορῶν ἐπαύσατο ἂν Ἀλεξάνδρῳ μνησικακῶν, εἰ τὴν Ἑλένην ἔτυχε κομισάμενος καὶ συνήρεσκε πᾶσιν ἡ γνώμη. γενομένου γὰρ ἡμῖν τοῦ πρὸς τὴν Τροίαν κατάπλου κοινὸν ἐνίκησε δόγμα πρεσβείᾳ πρότερον χρήσασθαι καὶ ταύτῃ διάπειραν Ἀλεξάνδρου λαβεῖν. κατένευες οὐδενὸς ἧττον τοῖς δεδογμένοις. οὐχ ὑπέλαβες τότε μηδαμῶς ἀρκέσειν ἀνδρὶ γυναικὸς ἐστερημένῳ τὴν ταύτης ἀπόδοσιν.

`38.2.37`

ἧκεν οὖν ὁ τῆς Ἑλένης ἀνὴρ εἰς τοὺς Τρῶας οὐδὲν ὧν ἀφῄρητο πλέον αἰτήσων, ἄνθρωπος πλεῖστα μὲν ἀγαθὰ τὸν Ἀλέξανδρον εἰργασμένος ἀναπετάσας τε τὴν οἰκίαν αὐτῷ καὶ μεταδοὺς εὐνοίας τοσαύτης, ὥστε σύνοικον εὐπρεπῆ καὶ θυγάτριον εἰς ὄψιν ἀγαγεῖν τοῦ ξένου, πλεῖστα δὲ δεινὰ πεπονθώς, τὴν τῆς γυναικὸς ἁρπαγήν, τὴν ὑπὲρ τοῦ στόλου δαπάνην, τὸ μῆκος τοῦ πλοῦ, τὴν πλάνην, τὸν κίνδυνον, πανταχόθεν δὲ πρὸς τὴν τοῦ πολέμου νίκην εὔελπις ὤν, οἷα πολλὴν ἀγείρας παρασκευὴν καὶ σφριγῶσαν εὐεξίαν σωμάτων καὶ μεγίστην ἔχων ἐπικουρίαν τὸ δικαίως ἐπιστρατεῦσαι. τοσούτοις ὠθούμενος λογισμοῖς ἀμύνασθαι τὸν Ἀλέξανδρον οὐ περαιτέρω προῄει τοῦ τὴν Ἑλένην ἀπολαβεῖν.

`38.2.38`

Βούλομαι τοίνυν, εἰ δίδως, Βρισηίδι τὴν Ἑλένην παραβαλεῖν καὶ τὸ μέσον ὑπάρχον ὅσον ἐστὶ σκοπῆσαι. βάρβαρος αὕτη καὶ δορυάλωτος, ἡ δὲ τὴν τύχην ἐλευθέρα καὶ Λάκαινα. καλὴ μὲν ἡ Βρισέως, καλλίστη δὲ γυναικῶν ἡ Λήδας θυγάτηρ. ὅσῳ τοίνυν ἅπασι ταύτης ἐκείνη πλεονεκτεῖ, τοσούτῳ σου μᾶλλον ὁ Σπαρτιάτης ἠδικημένος ἔστεργε τὴν ἀπόδοσιν ὑβρισμένην εἰδὼς αὑτῷ τὴν εὐνήν. οὐ γὰρ ἦν ἑτέραν τῆς ἁρπαγῆς αἰτιάσασθαι πρόφασιν.

`38.2.39`

Ἀκόλουθον, οἶμαι, τῷ Μυκηναίῳ παραβαλεῖν τὸν Ἀλέξανδρον, ἵνα καὶ ταύτῃ δείξωμεν μείζονα τὴν εἰς τὸν Μενέλαον ὕβριν. οὐχ ὁ μὲν Ἕλλην ἐκ Μυκηνῶν, ὁ δὲ καθέστηκε Φρύξ; οὐχ ὁ μὲν ἐκ παιδὸς βασιλεύς, ὁ δὲ πάλαι βουκόλος; οὐχ ὁ μὲν ἐξ ἀντιλογίας καὶ μάχης ἀφείλετό σε τὴν κόρην, ὁ δὲ τὴν Ἑλένην Μενελάῳ μηδὲν ἐγκαλῶν; ἐπειδὴ τοίνυν ἑκάτερος ἀλλοτρίαν εἴληφε γυναῖκα, φέρε, σκοπήσωμεν, ὅπως ἀμφότεροι τοῖς ὑβρισμένοις ἐχρήσαντο. ὁ μὲν σωφρόνως τὸ γέρας ἀποδιδοὺς καὶ πλοῦτον ἄφθονον προστιθεὶς ἐπρεσβεύσατο, ὁ δὲ Πριάμου πρεσβεύσαντα τὸν ἠδικημένον ἰδὼν ἄπρακτον ἀπέπεμψε.

`38.2.40`

Τάχα δή τις τὴν Βρισηίδος πρὸς τὴν Ἑλένην ἐξέτασιν ὑπερβὰς καὶ τὴν Ἀλεξάνδρου πρὸς Ἀγαμέμνονα σιωπήσας παράθεσιν, εἶτα μόνῳ τῷ Μενελάῳ μόνον τὸν Ἀχιλλέα παραβαλὼν μείζονα σοῦ δεῖξαι τὴν ἀτιμίαν πειράσεται. οὗτος σοφίζεται μὲν εὐπρεπῶς, ἁλώσεται δὲ κακουργῶν. ἡ γὰρ εἰς τὸν Μενέλαον, ἡνίκα πρὸς τὸν Ἀλέξανδρον ἐπρέσβευσεν, ὕβρις διὰ σοῦ τε καὶ τῶν Ἑλλήνων ἁπάντων διέρχεται. ἡ γὰρ ἀτιμία τοῦ πρεσβευτοῦ πάντων ὑπάρχει τῶν ἐκπεμψάντων.

`38.2.41`

καὶ διὰ ταύτης ὁ Πάρις ἐκήρυξεν, ὡς καταφρονεῖ μὲν τῆς Ἀχιλλέως ἀνδρείας, ὑπερορᾷ δὲ τὴν Αἴαντος ῥώμην, οὐ δέδοικε δὲ τὸν σὸν ἑταῖρον ἐμέ, βραχὺς δὲ λόγος αὐτῷ τοῦ Διομήδους φρονήματος, οὐ φεύγει δὲ τοῦ Λοκροῦ τὴν ὀξύτητα καὶ τῶν Ἀτρειδῶν οὐ τιμᾷ τὴν ἀξίαν καὶ τῶν Ὀδυσσέως λόγων καταγελᾷ καὶ τὴν τοῦ Νέστορος εὐβουλίαν ἐν ἀμελείᾳ ποιεῖται καὶ τῶν ὑπολοίπων τὸ πλῆθος ἀφόβως ὁρᾷ.

`38.2.42`

Καὶ τί σοι τὸν Χρύσην, τί φημι τὸν Μενέλαον εἰς παράδειγμα τοῦ μὴ προσήκειν εἰς τέλος ἀλγεῖν ὑπὲρ κόρης ἀφῃρημένης; εἰσὶν ἐν τοῖς στρατοπέδοις ῥήτορες δύο γεγηρακότες, ἀμφότεροι παραπλήσιον ἔχοντες ἡλικίαν καὶ τοῖς οἰκείοις ἑκάτερος τὴν ἀπὸ τῆς γλώττης συντέλειαν χορηγῶν, τοῖς μὲν Ἕλλησι Νέστωρ, τοῖς δὲ πολεμίοις Ἀντήνωρ. οὗτοι μίαν ἀπεφήναντο γνώμην ἀμφότεροι μὴ χρῆναί τινας ὑπὲρ γυναικὸς ἡρπασμένης ἄσπονδον ἔχθραν ποιεῖσθαι προϊούσης εἰς ἔργον τῆς ἀποδόσεως. ὁ μὲν γὰρ ἀποδοῦναί σοι τὴν Βρισέως ἐνουθέτησεν Ἀγαμέμνονα, ὁ δὲ Μενελάῳ τὴν Ἑλένην Ἀλέξανδρον, οἷα προσῆκον ἐντεῦθέν σέ τε διαλλάττεσθαι τῷ Μυκηναίῳ καὶ τῷ Πριάμου τὸν Σπαρτιάτην.

`38.2.43`

Βούλομαι δή σε καὶ τοῦ προγόνου Διὸς ζηλωτὴν ἀποδεῖξαι παυσάμενον τῆς ὀργῆς. λέγεται γὰρ ἀφορήτῳ ποτὲ τῆς Ἑλλάδος λιμῷ τρυχομένης τὸν Αἰακὸν προσευξάμενον τῷ Διῒ τὸ κακὸν ἀπελάσαι. καταβαίνει τοίνυν ἐξ οὐρανοῦ σοι φιλανθρωπίας εἰκών, εἰς ἣν ἀποβλέπων θεάσῃ τὸν Δία θυμούμενον μέν—δείκνυσι γὰρ τὴν ὀργὴν ὁ λιμός—, παυσάμενον δὲ καὶ διαλλαγέντα τοῖς Ἕλλησι.

`38.2.44`

ζηλώσεις οὖν εἴτε τὸν Δία τὸν πρόγονον εἴτε τὸν παῖδα τοῦ Διός, τὸν Ἀπόλλω. μὴ γὰρ οἴου μικρὸν εἶναι συγκαταλέγεσθαι σωτῆρσιν Ἑλλήνων θεοῖς, εἴπερ τὸν λιμὸν μὲν ὁ Ζεύς, ὁ δὲ Ἀπόλλων ἔπαυσε τὸν λοιμόν, σὺ δὲ τὸν Ἕκτορα χαλεπώτερον ὄντα τοῖς Ἀχαιοῖς συναμφοτέρου νοσήματος. καὶ μαίνεταί πως τῷ μεγέθει τῶν πεπραγμένων καὶ τὸ θαρρεῖν λαβὼν παρὰ σοῦ μὴ νήφων, ὡς εἰκός, ἐπιλέλησται. πρόφασιν δὲ εἶναι λέγει τὸν Ἀγαμέμνονα. καὶ τοσοῦτον ἡμᾶς ἐκεῖνος διέπτυσεν, ὥστε τῷ Δόλωνι κατάσκοπον αὐτὸν ἐπὶ τὰς ναῦς ἀποστείλας ἀμοιβὴν ἀπορρήτων Ἑλληνικῶν ὑπέσχετό σου διδόναι τοὺς ἵππους τοὺς ἕτερον φέρειν ἀναβάτην οὐκ ἀξιοῦντας. εἰς τοῦτο ὕβρεως ἐκεῖνον ἐκούφισεν ἡ παρὰ τὴν ἀξίαν εὐδαιμονία.

`38.2.45`

Ἀλλὰ μέχρι τίνος ἑστιάσεταί σου τῆς ὀργῆς; οὐ χαλάσει λοιπὸν τὴν ὀφρύν; οὐ παύσεται ταῖς ναυσὶ γειτνιῶν; οὐκ ἀποδώσει σοι τὸ μεταίχμιον; οὐ ζητήσει τὸ δένδρον ἐκεῖνο, τὴν δρῦν, τὸ σύνηθες αὐτῷ τῆς φυγῆς ἐνδιαίτημα; οὐ γνώσεται, ὅτι στρατὸν ἡττημένον παραλαβὼν Ἀχιλλεὺς ὁμοίως ἐστὶν Ἕκτορι φοβερὸς ἡγουμένῳ στρατοπέδου νενικηκότος;

`38.2.46`

μάλιστα μὲν γὰρ οὐδένα τῶν δεῦρο συμπεπλευκότων ἀτελῆ καταλεῖψαι τὸν πόλεμον ἀξιῶ, αἰσχρὸν γὰρ ἔργων ἀρξαμένους ἐπαινουμένων, πρὶν ἐπιθεῖναι πέρας αὐτοῖς, ἡσυχάζειν καὶ ταῦτα τοῦ πολέμου δέκατον ἔτος ἤδη προβάντος· εἰ δʼ οὖν καὶ τοῖς ἄλλοις ἅπασιν ἔδοξεν ἠρεμεῖν οὔπω τοῦ τροπαίου σταθέντος, ἥκιστά γε σοὶ τοῦτο προσῆκόν ἐστι ποιεῖν, ὅσῳ πλείονά σοι καὶ μείζονα διήνυσται. ὅσοις μὲν γὰρ ἐλάττων ἡ δύναμις καὶ κατὰ λόγον τῆς ἰσχύος αἱ πράξεις, τούτοις εἰκότως ἐλάττων γίνεται πόθος τῆς νίκης ἐννοουμένοις, ὅτι τῆς εὐδοξίας ὀλίγην ἀπέρχονται φέροντες μοῖραν· σὺ δὲ πλείους ἢ εἴκοσι πόλεις ζημιώσας τὸ Τρωικόν, δώδεκα μὲν ναυμαχῶν, πεζεύων δὲ ἕνδεκα, τοσαύτης δὲ ζημίας οὔσης τοῖς πολεμίοις, ἂν ἀπέλθῃς τὴν Τροίαν αὐτὴν ὡς ἔχει καταλιπών, διʼ ἣν ἐχειρώσω τὰς τρεῖς καὶ εἴκοσι πόλεις, παρόμοιόν τι δόξεις ποιεῖν, ὥσπερ ἂν εἰ Μενέλαος εὔξοιτο πάντας διαφθεῖραι τοὺς Τρῶας πλὴν Ἀλεξάνδρου.

`38.2.47`

ἦν μὲν οὖν καταγέλαστος ἡ Ἑλλὰς ἠρεμοῦσα καὶ φέρουσα σιωπῇ τῆς Ἑλένης τὴν ὕβριν, δειλίας γὰρ ἐντεῦθεν ἐδέχετο ψόγον φόβῳ τὴν ἡσυχίαν ἄγειν δοκοῦσα, πλὴν ἡσυχάζουσα μᾶλλον μετρίαν εἶχεν αἰσχύνην ἢ κακῶς ἀπαλλάττουσα, τὸ μὲν γὰρ ὑποψία, τὸ δὲ ἀπόδειξις ἀνανδρίας. καὶ τότε μὲν ἴσως οἱ Τρῶες οὐ λίαν ἔζων ἀφόβως, ἀλλὰ πᾶς ἑαυτὸν καὶ τὸν πλησίον ἕκαστος καὶ πάντες ἀλλήλους ἐτάραττον τοὺς Ἕλληνας ἐννοούμενοι· εἰ γὰρ ἐστράτευσαν, εἰ πολέμῳ τὴν ἁρπαγὴν ἐσωφρόνισαν, εἰ μὴ μικρὸν αὐτοῖς ἔδοξε μία γυνή, οὐ πολιορκία καὶ κίνδυνος περιειστήκει τὴν Τροίαν; μηδεὶς τοίνυν τὴν Ἀλεξάνδρου παροινίαν ζηλώσῃ· μὴ τῷ δευτέρῳ τολμήματι τὸ πρῶτον ἀνασοβήσωμεν.

`38.2.48`

τοιοῦτον ἔμελλε δέος αὐτοῖς ἐνοχλεῖν καὶ σωφρονεῖν ἐνουθέτει μενόντων οἴκοι τῶν Ἀχαιῶν, ἠγωνισμένων δὲ δυστυχῶς καὶ τῆς μὲν πολλῆς στρατιᾶς ἐνταῦθα κειμένης, τῆς δὲ λοιπῆς ἀπρεπῶς ἀπιούσης, εἰ Τροία περισωθείη, πᾶσα τοῖς ἐναντίοις λύεται ταραχή, καὶ δίδωσιν αὐτοῖς ὁ πόλεμος θρασύτερον ἔρωτα γυναικῶν Ἑλληνίδων. γελοῖον δʼ ἂν εἴη καὶ γέμον ἀνοίας, εἰ τὴν Μυσίαν μὲν ἐληΐσω Τροίαν εἶναι δοκοῦσαν, τὴν ἀληθῆ δὲ Τροίαν ἱσταμένην περιορᾷς;

`38.2.49`

Ἀλλὰ τῆς πολεμίας ἁλούσης, φησίν, Ἀγαμέμνων ἐφεδρεύσει τοῖς ἄθλοις. ἡ γὰρ εὐδοξία τῶν ἔργων ἐπὶ τοὺς κρατοῦντας αὐτομολεῖ. ἄτοπον οὖν ἑτέρου μὲν εἶναι τοὺς πόνους, ἑτέρου δὲ τοὺς καρπούς. ἔλυσε ταύτην Ἀγαμέμνων τὴν ὑποψίαν περιβόλῳ καὶ τάφρῳ καὶ πρεσβείᾳ καὶ δώροις ὁμολογήσας, ὅτι μιᾶς μὲν ὡς ἀληθῶς ἤρτηνται δεξιᾶς οἱ τῆς Εὐρώπης ἀγῶνες, ἡ δὲ Ἑλλὰς καὶ τῆς Ἑλλάδος ὁ βασιλεὺς σχῆμα καὶ ὄχλος, ὥστʼ εἰ καὶ ὁ κόμπος τῆς βασιλείας δελεάσει τὴν φήμην καὶ πείσει χαρίσασθαι τῷ κρατοῦντι τὴν εὔκλειαν, πολλὰ ψευδομένην ἐλέγξει ἡ τῶν Ἑλλήνων ἐν τοῖς ἀψύχοις ἐλπίς, ἡ περὶ σὲ πολυτέλεια τοῦ βασιλέως, οἱ προστατεύειν εἰληχότες διακονήσαντες, ἡ τῶν πραγμάτων μεταβολὴ τῶν μὲν Ἑλλήνων δραπετεύειν ἀντὶ τοῦ διώκειν ἠναγκασμένων, τῶν εἰωθότων δὲ φεύγειν τοῦ πεδίου κρατούντων καὶ μετενεγκόντων ἐπὶ τὰς ναῦς ἀπὸ τῆς Τροίας τὸν κίνδυνον. οὕτως ἀμφότεροι τὰς ἀλλήλων διεδέξαντο τύχας ἑνὸς ἀνδρὸς ἀπουσίᾳ.

`38.2.50`

οὐ τοίνυν μόνον τειχίζων τε καὶ ταφρεύων καὶ πρεσβευόμενος καὶ τιμῶν οὐ μόνον ἔργοις τοσούτοις ἐκεῖνος τὴν τοῦ πολέμου σοὶ δόξαν ἀνέθηκεν, ἀλλʼ ἐπειδὴ τὴν γενομένην ἡμῖν ἁψιμαχίαν διῆλθεν ὁ Νέστωρ καὶ τὰς ἐκ ταύτης ἐμπεσούσας αὐτῷ κακοπραγίας ὠνείδισεν, ἥμαρτον, ἔφη, λυπήσας ἄνδρα τῷ Διῒ προσφιλῆ, οὗ μεταστάντος ἡ πλείστη τῶν Ἑλλήνων ἀνάλωται μοῖρα.

`38.2.51`

Οὐκοῦν ἐξ ὧν ηὐτύχησε διὰ σοῦ, ἐξ ὧν ἀπόντος σου πέπονθεν, οἷς μετὰ σὲ κατεσκεύασε, διʼ ὧν ἱκέτευσεν ὀργιζόμενον, οἷς ἵνα διαλλαγῇς ἐδωρήσατο, διʼ ὧν ἐγκαλοῦντι τῷ Νέστορι γέγονε σύμψηφος, διὰ τοσούτων τὸ πλῆθος ὡσπερεὶ κήρυξ ἐν μέσῳ βοᾷ ἐπὶ σοὶ μόνῳ κεῖσθαι τὸ Ἴλιον εἶναί τε πόλιν καὶ μή. οὐ γὰρ τοὺς ἡμετέρους ἱδρῶτας ἐκεῖνος καρποῦται.

`38.2.52`

Τὰ μὲν παρόντα σοι ταῦτα, τὰ δὲ μέλλοντα μείζονα. σπενδομένου γάρ σου καὶ μετέχοντος τῆς συμμαχίας πάλιν Ἕλληνες ὑψηλοί, πάλιν εἰς γῆν οἱ βάρβαροι νεύσουσι καὶ πρὸς τὴν προτέραν αὑτῶν δειλίαν ὑποστρέψαντες αἰσθήσονται τὴν ἤδη συμβᾶσαν αὐτοῖς εὐπραγίαν οὐ τὸν οἰκεῖον κατορθώσαντα στρατηγόν—οὕτω γὰρ ἠπάτηνται νῦν—, ἀλλὰ τὴν σὴν ἐργασαμένην διάστασιν. ὥστε καὶ τοῖς ἤδη σοι πεπραγμένοις καὶ τοῖς παρὰ τὴν σὴν ἀπουσίαν Ἑλληνικοῖς ἀτυχήμασι καὶ ταῖς ὕστερον ἐχομέναις ἀνδραγαθίαις ὑπὸ σοὶ φανήσεται μόνῳ τοῦ πολέμου τὸ κράτος.

`38.2.53`

Τί οὖν ἀπίθανον ἡμῖν φαντασίαν προβάλλῃ καὶ δέδοικας, μὴ σὺ μὲν ἕλῃς ἔργῳ τὴν Τροίαν, ὁ δὲ ἔχων τὴν ἀρχὴν τὴν φήμην; οὐ ταύτην ἔσχε τὴν διάνοιαν ὁ Πηλεύς, οὐ ταύτης ὑπῆρχε τῆς γνώμης ὁ Τελαμών, ἡνίκα τὸ χρυσοῦν μετῆλθε δέρας Ἰάσων. ἦ γὰρ ἂν οὐδέτερος ἐπὶ Κόλχους ἐξέπλευσεν, ὡσπερεὶ ἐκείνου μὲν δρεψομένου τὸν ἆθλον, Ἰάσονος δέ—τοῦ στόλου γὰρ οὗτος ἡγεῖτο—τὴν δόξαν, αὐτῶν δὲ μάτην τὰς Συμπληγάδας περαιουμένων. ἀλλʼ ἐκεῖνοι τοὺς μεγάλων κατατολμῶντας ἀγώνων ᾤοντο χρῆναι τοῦτο πεπεῖσθαι βεβαίως, ὅτι τὴν ἰδίαν ἕκαστος ἀρετὴν εὐκλείας ἔχει κανόνα καὶ πρὸς τὰ μέτρα τῶν ἔργων ἐπίσημος γίνεται.

`38.2.54`

Χωρὶς δὲ τούτων εἰ προσλαβόντες σου τὴν συμμαχίαν οἱ βάρβαροι τοσαῦτα δεινὰ τοὺς Ἕλληνας ἔδρασαν, ὅσα κατώρθωσαν ἀποστάντος σου μόνον, ἤρκει ἄν σοι καὶ τοῦτο τὴν τῆς ἀνδρίας ὑπερβολὴν παραστῆσαι τοῖς Ἀχαιοῖς. εἰ τοίνυν προστεθέντος σου τοῖς ἐναντίοις τοιαῦτα παθόντες, οἷα πεπόνθασιν ἡσυχάζοντος, ᾐσθάνοντό σου τῆς ἀρετῆς, πόση νῦν αὐτοῖς γέγονεν αἴσθησις παρὰ τὴν σὴν ἀπουσίαν τοσούτων ἐμπεπλησμένοις κακῶν;

`38.2.55`

Ὧν ἐγὼ θεατὴς γεγονὼς ἐκ τῆς Εὐρυπύλου σκηνῆς— νῦν γὰρ ἀνεμνήσθην ἐκείνου μετέχοντος τοῦ καταλόγου τῶν τετρωμένων—ἥκω δεδακρυμένος εἰκότως ἀήθη μάχην ἰδών, ἣν ἔξεστι μὲν ἱππομαχίαν, ἔξεστι δὲ ναυμαχίαν καλεῖν. τίς οὖν ἔστιν αὕτη; τῶν ὁλκάδων ἐπιβάντες οἱ Ἕλληνες πρὸς τὴν ἵππον ἐπολέμουν τὴν Τρωικήν. εἰς τοῦτο γὰρ ἀνάγκης αὐτοῖς περιειστήκει τὰ πράγματα.

`38.2.56`

εἶτά σου πεῖραν οὕτω σαφῆ καὶ λαμπρὰν εἰληφότες καὶ μείζω ληψόμενοι τὴν ἐκ τῶν ἔργων ὀφειλομένην σοὶ δόξαν τῷ Μυκηναίῳ δωρήσονται; πόθεν; ἀλλʼ εἴ τις ἄρα σοι τῆς εὐκλείας γενήσεται κοινωνός, ὁ σὸς ἑταῖρος ἐγὼ καὶ συνήθης μέρος τι κτήσομαι καὶ θρυλλήσουσιν ἅπαντες μιᾶς εἶναι ξυνωρίδος φιλτάτης τὴν ἅλωσιν τοῦ μὲν πολεμεῖν συμβουλεύσαντος, τοῦ δὲ γενναίως ἠγωνισμένου.

`38.2.57`

Θαυμάζω δέ, εἰ τῶν μὲν Ἑλλήνων τὸν ἡγεμόνα ζηλοτυπεῖς ἐφεδρεύοντα τῇ δόξῃ τῆς νίκης—θῶμεν γὰρ οὕτως—, ὁ στρατηγὸς δὲ τῶν Τρώων οὐ δάκνει σου τὸ φιλότιμον τὴν τοῦ πολέμου καρπούμενος εὔκλειαν. ἢ συμπονῶν μὲν τοῖς Ἀχαιοῖς Ἑλληνικῆς εὐδοξίας οὐ μετέχεις τὸ μέρος, ἐν δὲ τῇ σκηνῇ διατρίβων τῶν Ἕκτορος τροπαίων κληρονομήσεις; ναί, φησί. παρὰ γὰρ τὴν ἐμὴν ἡσυχίαν ἐπαίρεται καὶ γέγονε μέγας, ὥστε κρατεῖ μὲν ἐκεῖνος, ἐγὼ δὲ θαυμάζομαι. τί οὖν συμπλέκεσθαι δεῖ παρὸν ἡσυχάζειν καὶ τοῖς Ἕκτορος πόνοις εὐδοκιμεῖν;

`38.2.58`

μὴ τοσοῦτον ἰδίων γένοιο πράξεων ἐνδεὴς ὡς ἀλλότρια συλᾶν κατορθώματα. αἰσχρὸν γὰρ ἂν εἴη τὸν Ἑκάβης μὲν ἀριστεύειν, τὸν δὲ Θέτιδος ἔργοις τοῖς ἐκείνου κοσμεῖσθαι, εἴ γε δεῖ κόσμον καλεῖν ἡσυχίαν ἀπανθρωπίας φέρουσαν ὄνειδος, ὥστε, κἂν εὔκλειαν κτήσῃ γενναίου ταῖς Ἕκτορος ἀριστείαις, ὠμότητος αἰσχύνην οὐ διαφεύξῃ. ἐπικουρήσας δὲ τοῖς ὁμοφύλοις φιλανθρωπίας ἅμα δόξαν ἀποίσῃ καὶ ῥώμης.

`38.2.59`

ἔτι τοίνυν οὐδʼ ἐλάνθανες πλείστῳ τοὺς Ἕλληνας ὑπεραίρων τῷ μέσῳ, ἵνα δεηθῇς ἀπουσίας δηλούσης, ἡλίκον ἐστὶ κέρδος ἡ παρουσία, ἐπεὶ καὶ τὸν Ἕκτορα πάντες ἄριστον εἶναι μαρτυροῦμεν τῶν Τρώων οὐ τῇ διαστάσει τῆς μάχης, ἀλλʼ ὅτι τὰ πρῶτα φέρει τοῦ Τρωϊκοῦ στοχασάμενοι.

`38.2.60`

Ἐπειδὴ τοίνυν οὐδαμόθεν λείπεται σκῆψις εὐπρόσωπος μακροτέρας σοι λύπης, ἀπόθου τὸ μῖσος καὶ τῇ πρᾳότητι κόσμησον τὴν ὀργήν. ὁ γὰρ ἐν καιρῷ τὸ προσηνὲς ἐνδεικνύμενος οὐκ ἐᾷ τὸν θυμὸν ἄλογον εἶναι δοκεῖν· εἰ δὲ φαίνοιτό τις ἀπέραντα χαλεπαίνων, ἔμφυτον ἔχειν ὑπονοεῖται τὸ πάθος.

`38.2.61`

Σοὶ δὲ καὶ ἄλλως προσήκει μιμήσασθαί μου τὴν ἡμερότητα ζηλώσαντος πρώην σου τὴν ὀργήν. δεῖ γὰρ ἑκάτερον τὴν οἰκείαν μετρίως βιάσασθαι φύσιν, σὲ μὲν ἐπὶ τὸ πρᾷον, πρὸς δὲ τὸ ὀργίλον ἐμέ. τούτων γὰρ ἀμφοτέρων ἡ κρᾶσις πέφυκεν ἀρετή. παῦσαι τοίνυν ὅλον ἀπονέμων σεαυτὸν τῷ θυμῷ. κἂν ὑπογράψῃ σοι τὸν ἀλαζόνα, τὸν ὑβριστὴν Ἀγαμέμνονα, σὺ τὸν ἠτυχηκότα, τὸν ἱκέτην σαυτῷ διατύπωσον.

`38.2.62`

κἂν εἴπῃ τὴν ἱκετείαν οὐ τῆς Ἀγαμέμνονος εἶναι προαιρέσεως ἔργον, ἀλλὰ τῆς ἀτυχίας ἐκείνου, ἐροῦμεν αὐτῷ· τοῦτο γάρ ἐστι τὸ μεῖζον. εἰ γὰρ τῶν πραγμάτων καλῶς φερομένων τὴν σὴν ἐκεῖνος ἠγάπησεν εὔνοιαν, τυχὸν ἂν ὕποπτον ἦν, μή ποτε πάλιν ἑτέρας φιλονεικίας λαβόμενος ἀτιμάσῃ σε· ἐπεὶ δʼ οὖν ἀπέστη σοι τῶν Ἑλλήνων ὁ Ζεύς, μᾶλλον δὲ πρὸς τοὺς Τρῶας μετέβη σοῦ διαστάντος τῶν Ἀχαιῶν, εὐλαβήσεται ποιεῖν, διʼ ὧν ἡγεῖται λυπήσειν ὑπερόπταις φυλάττων τὰς ἐξ ὧν πταίουσι προφάσεις.

`38.2.63`

πάντων δʼ ἂν εἴη δεινότατον, εἰ μὴ ληψόμεθα κατὰ νοῦν, ὡς τὴν μὲν ὕβριν τὴν ὑπʼ ἐκείνου Χρυσηΐδος ἐποίησεν ἔρως καὶ θυμὸς περὶ σέ, τὴν δὲ τιμὴν σωφρονοῦσα καὶ καθεστηκυῖα κρίσις ἑκατέρου πάθους ἀπηλλαγμένη.

`38.2.64`

Ἀλλʼ ἔστω σοι τῶν Ἑλλήνων ὁ βασιλεὺς ὀλίγη φροντίς, τὸ δὲ στρατόπεδον τί, πρὸς θεῶν, αὐτοῖς ἐγκαλοῦντες τοσοῦτον περιοψόμεθα χρόνον; ὅτι, φησίν, οὐ γεγονυίας τῆς ἔριδος ἀνέστειλαν τὸν κρατοῦντα τῆς εἰς ἐμὲ λοιδορίας. οὕτω θρασυτέρους νομοθετεῖς τῶν βαρβάρων εἶναι τοὺς Ἕλληνας; ἐκεῖνοι τὸν Ἀλέξανδρον ἴσασι φέρειν καὶ καρτεροῦσι κινδυνευούσης πατρίδος ὑπὲρ ἑνὸς ἀνδρὸς ἡδονῆς. εἰ τοίνυν βαρβάρων ὅμιλος οἶδεν ἡγεμόνας τιμᾶν οὐδὲ τοῦτον, οἶμαι, τὸν νόμον οἴκοθεν παιδευθείς—νοσεῖ γὰρ ἐπιχώριον ἀμαθίαν—, ἀλλὰ τὰ τῶν Ἑλλήνων ἤθη ταύτῃ μιμούμενος, πῶς ἂν ἔδει τοὺς Ἕλληνας ἄχρι καὶ εἰς βασιλέα τὸ θράσος ἐκτεῖναι;

`38.2.65`

καίτοι τοῖς Ἕλλησιν ὅτε πρὸς ἀλλήλους ἡ ἔρις συνέστη, οὐ σφόδρα πρόδηλος ἦν ὁ λοιμὸς ἐξ Ἀγαμέμνονος τὴν αἰτίαν λαβών. μὴ γάρ μοι τὸν Κάλχαντα εἴπῃς. πολλοὶ τῆς ἀληθείας διήμαρτον μάντεις. μάντι δὲ βαρβάροις Ἀλέξανδρος ὑπῆρχε καταφανὴς τὸν πόλεμον εἰς Ἴλιον ἐνεγκών. πολλαχόθεν δʼ ἄν τις εὕροι τότε τοὺς Ἕλληνας εἰς καιρὸν μηδετέρῳ προστιθεμένους. ὄντων γὰρ ἰσορρόπων τῶν ἑκατέρωθεν ὑβρισμάτων καὶ τῶν μαχομένων παραπλησίως ἀξίων τιμῆς τοῦ μὲν τὴν ἀρετήν, τοῦ δὲ τὴν βασιλείαν ὁμοίως αἰδούμενοι εἰκότως ἠπόρησαν, πρὸς ποίαν ἐχρῆν ἀποκλῖναι μερίδα.

`38.2.66`

οἶσθʼ ὅπως ἂν ὑπεύθυνοι δικαίας ἐγένοντο μέμψεως; εἰ τὰς Ἀγαμέμνονος λοιδορίας ἐνεγκόντος σοῦ πρᾴως ἐσίγων. ἀλλʼ οὐκ ἄν, οἶμαι, τοῦτο παρεῖδον εἰωθὸς ὂν τοῖς ὁρῶσι φιλονεικίαν δυοῖν ἀνδράσι συνισταμένην πρὸς τὸν ἐγκρατῶς φερόμενον ῥέπειν. νῦν δὲ τὸ τῆς ἀντιλογίας ἐφάμιλλον ἐκποδὼν ἑκατέρου παρεσκεύασεν εἶναι.

`38.2.67`

ἀλλὰ μὴν καὶ εἰ φήσει τις αὐτοὺς ἁμαρτεῖν, οὐ πάντες ὁμοίως ἐξήμαρτον. οὐ γὰρ πᾶσιν ὁμοίως ἐξῆν πρὸς τὸν κρατοῦντα παρρησιάζεσθαι, καὶ τοῖς ἐν τέλει τῆς στρατιᾶς καὶ τοῖς ἐλάττονα τάξιν λαχοῦσι καὶ ναύταις καὶ σκευοφόροις. ἑκάστου τοίνυν πρὸς τὰ τῆς ἀξίας πλημμελήσαντος μέτρα πῶς ἂν εἴη καλὸν τοὺς ἀνίσως ἡμαρτηκότας μιᾷ τιμωρίᾳ σωφρονίσαι, θανάτῳ; εἰ μὲν γὰρ ἦσθα τοῦ πολέμου ταμίας, ὡς ἐπιτρέπειν αὐτῷ τὸν μὲν θανάτῳ κολάσαι, τὸν δὲ τραυματίαν ποιῆσαι, ἐνίων δὲ φείσασθαι, ἧττον ἂν ἐδόκει μοι εἶναι κακόν· ἐπεὶ δὲ διακρίνειν οὐκ οἶδεν ὁ πόλεμος τοὺς ἀναιτίους καὶ μηδὲν ἁμαρτάνοντας, ἀλλὰ τοὺς παραπεπτωκότας εἰκῆ διαφθείρει, δέδοικα, μὴ λάθῃ πολλοὺς ἀνελὼν οἷς ἔλαττον χαλεπαίνομεν.

`38.2.68`

Ἐγὼ δὲ καὶ τοὺς οἴκοι λίαν ὀδύρομαι λογιζόμενος, τί ποτε ἄρα τὰ νῦν ἑαυτοῖς ἀναπλάττουσι καὶ πῶς ἔχειν ἡμᾶς ἐννοοῦνται. φιλοῦσι δὲ μάλιστα τὴν ψυχὴν αἱ τοιαῦται κατατέμνειν φροντίδες. κουφότερον γὰρ ἐν πολέμῳ παρόντας τὰ συμβαίνοντα θεωρεῖν ἤπερ ἀπόντας ποικίλοις περιστρέφεσθαι λογισμοῖς. τῆς τε γοῦν ἀγωνίας ἐκείνοις συνάχθομαι καὶ μεμνημένος τῶν λόγων, οἷς ἐξέπεμπον ἐπὶ Τροίαν πατέρες τε παῖδας καὶ τέκνα μητέρες καὶ νύμφαι συνοίκους, οἱ μὲν ἀγωνίσασθαι γενναίως κελεύοντες, αἱ δὲ νουθετοῦσαι πολεμεῖν ἀσφαλῶς, αἱ δὲ τοὺς ἄνδρας αἰτοῦσαι διὰ τάχους ἐπανελθεῖν. εἰσέρχεται δέ με κἀκεῖνο καὶ δεινῶς ἀνιᾷ, ὅτι ὁ στόλος τὸ μάχιμόν ἐστι τῶν Ἀχαιῶν, ἡ νεότης ὅλη τοῦ γένους, αἱ τῆς Εὐρώπης ἐλπίδες. οὐκοῦν εἷς ὑπὲρ ἁπάντων συνέστηκεν οὗτος ἀγών, καὶ τῶν ἐφʼ ἑκάτερα ἡμῖν ἐκβαινόντων πᾶν τὸ Ἑλληνικὸν κοινωνεῖ.

`38.2.69`

Πλὴν εἰ μήτε τῶν οἴκοι μήτε τῶν ἐνταῦθά σοι λόγος πολύς, ἐκεῖνο γοῦν ὅρα, μὴ τὰς ναῦς Ἕκτωρ ἐμπρήσας τὴν Ἀγαμέμνονος καταλάβῃ σκηνὴν καὶ Βρισηίδα τοῦ πολέμου λαβὼν ἀριστεῖον ἀπέλθῃ καὶ συνοικήσῃ τῇ κόρῃ τοῦ τε κάλλους, οἷον εἰκός, ἡττηθεὶς καὶ τὸν ἐκείνης βουλόμενος ἐραστὴν ἀνιᾶσαι. ἐγὼ μὲν οἶμαι, κἂν ἐν γραφῇ που ταῦτα θεάσῃ, χαλεπῶς φέρεις τὴν θέαν. πῶς οὖν οἴσεις γιγνόμενον, ὃ γεγραμμένον οὐ καρτερεῖ;

`38.2.70`

ἆρʼ οὖν ἐπάνιμεν ἐκείνῳ τὸ γύναιον καταλείψαντες; οὐκοῦν δόξομεν Μενελάου φαυλότεροι τοσοῦτον ὑπὲρ Ἑλένης κεκινημένου; ἀλλʼ ἐπειδὰν γένηται τοῦτο, παραταξόμεθα καὶ χορηγήσομεν ἑτέραν ὑπόθεσιν τῷ πολέμῳ τὴν Βρισηίδα καὶ τὸν Πριάμου καταβαλὼν ἀναλήψῃ τὴν κόρην; ἀλλʼ ἄμεινον, οἶμαι, τοὺς οἰκείους τε σώζειν καὶ ταύτην ἑτέρῳ μὴ συνελθοῦσαν ἀναλαβεῖν ἤπερ τοὺς μὲν φθειρομένους περιορᾶν, τὴν δὲ τῷ Πριάμου συναφθεῖσαν κομίσασθαι. ἢ τότε μόνον Βρισηίδος ἐρᾷς, ὅταν αὐτὴν Ἀγαμέμνων ἀφέληται;

`38.2.71`

νόμιζε δήπου τὴν ἐρωμένην ἀντιβολοῦσαν καὶ δεομένην, ὦ φίλτατε, λέγειν· ἔγνων, ὅσον ἠγάπημαι. διʼ ἐμὲ βασιλεὺς ἱκέτης καταφρονεῖται, δυστυχοῦντες οὐ λυποῦσιν ὁμόφυλοι, δυσμενεῖς οὐ φθονοῦνται νικῶντες καί, τὸ μέγιστον. Ἕκτωρ εὐδοκιμῶν οὐ δάκνει τὸν Ἀχιλλέα. ἔχω δὴ παρὰ σοῦ τῆς εὐνοίας τὰ σύμβολα, ἔχω παρʼ Ἀγαμέμνονος οἵαν ἤθελον δίκην τοσοῦτον λελυπηκότος, ὅσον διαστῆσαι τοῦ ποθουμένου.

`38.2.72`

δὸς τοίνυν ὁμοίως καὶ Πατρόκλῳ τὴν χάριν. ἐπιθυμῶ μετὰ τῶν ὅπλων ἰδεῖν ἀριστεύοντα, δέξασθαι δὲ κεκονιμένον μεστὸν αἵματος Τρωϊκοῦ. ἡδύ σε πρότερον θεάσασθαι φοβερόν, εἶτα καλόν· τί μοι νίκας ἀρχαίων ἀνδρῶν μελῳδεῖς; τερπνότερον ᾆδέ μοι μέλος, τὰς σὰς ἀριστείας. τοῦτο κἀγὼ μετὰ σοῦ συνᾴδω τὸ μέλος καὶ μᾶλλον οὕτω τοὺς ἀκούοντας θέλγομεν. μείζων γὰρ τῶν ᾀσμάτων ἡ τέρψις ἀνδρείᾳ τε καὶ γυναικείᾳ φωνῇ κεκραμένων.

`38.2.73`

Τοιαῦτα τὴν κόρην τεκμαίρομαι πρὸς ἑαυτὴν μελετᾶν. εἶτα τὴν οὕτω ποθοῦσαν οὐ βούλει κομψευομένην ὁρᾶν, οἷον ἔλαχεν ἐραστήν; οὐ Νεοπτόλεμον τὸ παιδίον πρὸς τοὺς ἡλικιώτας ὡραϊζόμενον πατρικαῖς ἀριστείαις; οὐ τὸν πρεσβύτην Πηλέα παιδὸς ἀγαλλόμενον ἀρεταῖς ἐν συλλόγῳ γεγηρακότων; οὐ τὸν Ὀπούντιον φίλου τροπαίοις καλλωπιζόμενον; ἀναβήσεταί σοι καὶ πρὸς αὐτὸν ἡ δόξα τὸν οὐρανὸν τῷ προγόνῳ Διΐ· οὐδὲ τοὺς θαλαττίους αὕτη λήσει θεοὺς διηγουμένης σου τῆς μητρός.

`38.2.74`

Ἔτι βουλεύεσθαί μοι δοκεῖς τῇδε κἀκεῖσε περιάγων τὸν πόδα. πειράσομαι τοίνυν ἀφύκτῳ σε λίνῳ θηρᾶσαι. κομίζω σοι τὴν σκευήν. ὑποδείκνυμι τὴν μελίαν, τὸ δόρυ τὸ πατρικόν.

`38.2.75`

Ἀναλάβωμεν, ὦ Μυρμιδόνες, τὰ ὅπλα. ἂν ἴδῃ τὸ στρατόπεδον Ἀχιλλεὺς ὡπλισμένον, εἰς τὴν ἰδίαν ἥξει φερόμενος φύσιν ἠρεμεῖν ἔτι μὴ καρτερῶν. πολλάκις αὐτοῦ πολεμικόν τι παθόντος ᾐσθόμην τῷ κτύπῳ τῆς συμπλοκῆς καὶ δεδοικότος, μὴ λάθῃ μαχίμῳ φιλοτιμίᾳ διαλλαγεὶς Ἀγαμέμνονι. τοιγαροῦν ὅτε τῶν πολεμούντων ἡ ταραχὴ προσέρχεται ταῖς ναυσί, σφοδρότερόν πως ὑποκινεῖ τὰς χορδὰς καὶ μέλος τὸ προστυχὸν ᾄδων βοᾷ μεγέθει φωνῆς ἐκκλίνων τὸν θόρυβον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-bd`.
