---
title: "Speeches: Part XXXIII (Dialexis)"
title_greek: "Λόγοι, Διάλεξις"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-ay
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-33-uvo-ay"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:da45f4863ae60686db5839f10d03b9e1dec89bf646321336eeac5167abe86d67"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XXXIII (Dialexis)

*Λόγοι, Διάλεξις*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-ay` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-33-uvo-ay)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`33.1`

Η ΔΙΑΛΕΞΙΣ

ὅτι μόνη πέφυκεν ἄσυλος ἀρετὴ τῷ κεκτημένῳ.

`33.1.1`

Ἀλλʼ εἰ καὶ γυμνὸς ἧκεν εἰς Φαιακίαν ὁ Ἰθακήσιος, ἐκεῖνος ἦν ὁ πολύμητις ὁ Ὁμήρου, καὶ τοῦτο αὐτὸν οὐκ ἀφείλετο μόνον ἡ θάλαττα. ὥστε καὶ ἡ παῖς ἡ Ἀλκίνου ὦ ξένε, ἔφη, οὐ κακῷ γὰρ οὐδὲ ἄφρονι φωτὶ ἔοικας, οὐκ ἔστιν, ὅτου ἄμοιρος ἔση, ὧν ἄνθρωποι δέονται πτωχοὶ καὶ ἀλῆται.

`33.1.2`

ἀλλὰ καὶ ὁ τῆς θαλαττίας υἱός—οὔπω γάρ μοι ὁ πρόλογος Ὅμηρον ἐθέλει ἀπολιπεῖν— εἶχε μὲν αὐτοῦ τὴν ἀσπίδα Πάτροκλον ἀνελὼν ὁ Πριάμου, ἐφόβει δὲ οὗτος ὁ ἄοπλος, ἀνδρίᾳ γὰρ ὥπλιστο, πολεμίους ὁπλίτας. οὕτω μὲν ὁ Πηλέως, οὕτω δὲ ὁ Λαέρτου. ὁ μὲν ἀσπίδα οὐ φέρων ἀγαθὸς ἔμεινε στρατιώτης, ὁ δὲ ἐσθῆτα οὐκ ἔχων σοφὸς ἔμεινε ῥήτωρ.

`33.1.3`

εἰς ταῦτα, οἶμαι, Διογένης ὁρῶν, ἐπειδή τις αὐτῷ προσιὼν ἐπυνθάνετο, ὅτῳ ἄν τις ἐχθρὸν ἀνιάσειε τρόπῳ, ὁ μὲν ᾤετο ἄρα ἀκούειν ἢ κατάλογον δορυφόρων ἢ πλούτου περιουσίαν ἢ τύχης ἄλλο τι δῶρον, ὁ δὲ τούτων μὲν ἔφη οὐδέν, καλὸν δέ οἱ καὶ ἀγαθὸν εἶναι παρῄνει· κτῆμα γὰρ αὐτόν τε ἀθάνατον ἕξειν καὶ ταύτῃ ὃν ἂν τυγχάνῃ ἔχων ἐχθρὸν ἀνιᾶν.

`33.1.4`

τοιαῦτα καὶ Φωκίων, ὡς ἔοικεν, ὁ Ἀθηναῖος ἐφρόνει. δωρεὰν γὰρ αὐτῷ τάλαντα ἑκατὸν ἀποστείλαντος Ἀλεξάνδρου ἤρετο τοὺς κομίσαντας· τί δὲ ἐδόκει τῷ Μακεδόνι τόσων ὄντων Ἀθηναίων καὶ τόσων ἐμὲ δωρήσασθαι μόνον χρυσίῳ;

`33.1.5`

φησάντων δὲ ἐκείνων ὅτι σὲ ἄνδρα ἡγοῖτο χρηστὸν ἢ ἕτερον εἶναι, ὑπολαβὼν ὁ Φωκίων καὶ πῶς ἂν εἴην, ἔφη, χρηστός, εἰ φιλοχρήματος εἶναι δοκοίην; ταῦτα ἀκούσαντες, ἰδόντες δὲ ἄνδρα πενίᾳ τρυφῶντα ἀπῄεσαν οἴκαδε αὖθις ὀρθῶς ἐκεῖνο οἰόμενοι πλουσιώτερον Ἀλεξάνδρου εἶναι Φωκίωνα, τοῦ διδόντος τὸν οὐ δεόμενον.

`33.1.6`

τί ἂν ἔτι ὑμῖν, ὅσα ὤνησε ζῶντας ἀνθρώπους ἀρετή, διηγοίμην; εὖ γὰρ ἡ τραγῳδία τε ᾄδει καὶ ὑμεῖς ἐκείνῃ συνᾴδετε, ὡς ἀρετὴ καὶ θανοῦσι λάμπει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-ay`.
