---
title: "Speeches: Part XXVIII (Dialexis)"
title_greek: "Λόγοι, Διάλεξις"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-at
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-28-uvo-at"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:e4a229c00bd77cd993b924dc25659afb55a6f1f973f791c71d31fc9e4140ad70"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XXVIII (Dialexis)

*Λόγοι, Διάλεξις*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-at` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-28-uvo-at)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`28.1`

Η ΔΙΑΛΕΞΙΣ

τοῦ λόγου δευτέρας δεηθέντος συνόδου ἀπολογίαν ὑπὲρ τοῦ μήκους πεποίηται.

`28.1.1`

Ἦ που ὑμῖν, ὦ φιλότης, ἄτοπόν τι καὶ γελοῖον δοκῶ πεπονθέναι, εἰ μακρολογίας ἔγκλημα φεύγων ἔπειτα ἕτερον προστίθημι μῆκος, τὸν πρόλογον. φέρε δῆτα, ὑμῖν τὴν αἰτίαν ὑφʼ ἧς εἰς τόδε προήχθην ἀποκαλύψω.

`28.1.2`

Ἐπειδὴ τῇ προτεραίᾳ τοῦ λόγου μεσοῦντος ἀνέστη τὸ θέατρον, ἡ γάρ μοι φωνὴ οὐ διηκόνησε τῇ προθυμίᾳ, ἐγὼ μὲν οἴκαδε ἐνθένδε ἐπορευόμην, ἡγοῦντο δέ, οἷα νενόμισται, οἱ νέοι βοῶντες, τῶν δέ τις ἐπιτηδείων ὄπισθεν εἵπετο οὐ πρότερον τοῦτο ποιεῖν εἰωθώς. πολλάκις μὲν εἰς τὸ πρόσθεν ἐξώρμα ἐγκαλεῖν τι, ὡς ἔοικεν, ἐπειγόμενος καὶ ὠδίνων, πολλάκις δὲ ἀνεδύετο, μή τις ἄλλος τὸν μῦθον ἀκούσῃ.

`28.1.3`

ὡς δὲ παρὰ τὰς θύρας ἤδη τὰς ἐμὰς ἐγεγόνειν καὶ ὁ χορὸς ἀπῄει τῶν νέων καὶ ὅσος ἕπεται ὄχλος τοῖς νέοις καὶ ἦν ὑπόλοιπον εἰσιέναι, ἐνταῦθά μου ἤδη λαβόμενος τὶ δήποτε, ἔφη, Λακωνικὴν ἡμῖν διαπλάσας ὑπόθεσιν οὐ λακωνίζεις τῷ μέτρῳ τοῦ λόγου; ἢ οὐκ οἶσθα ὅτι τῶν Ἀτρέως παίδων ὁ Σπαρτιάτης πλῆθος ἐμίσει ῥημάτων; καὶ κινδυνεύεις ἄρα Ὁμήρου ἐπιλελῆσθαι, ὃς τά τε ἄλλα τοῦ ἀνδρὸς ἄγαται καὶ ὅτι παῦρα ἐφθέγγετο, καίτοι, ἐκεῖνος ἔφη, μάλα λιγέως ἐφθέγγετο.

`28.1.4`

ταῦτα εἰπόντος αὐτοῦ, ὦ βέλτιστε, ἔφην ὑπολαβών, ἐμὲ μὲν ὁ Χῖος οὐκ ἔλαθε ποιητής, εἴ γε δὴ Χῖος ἐτύγχανεν Ὅμηρος, σὺ δὲ ἄρα ἐκείνης ἐπιλέλησαι τῆς πρεσβείας, ὅτε Κλέων ὁ Ἀθηναῖος—ἔδοξε γάρ ποτε τῇ Τύχῃ κοσμῆσαι καὶ Κλέωνα—, ὅτε οὖν ἡ Τύχη Λακεδαιμονίους ἄγουσα ἧκε δεσμώτας, ἦλθεν Ἀθήναζε πρεσβεία Λακεδαιμόνιοι ἔφασάν τε βραχυλογίας μὲν ἄσκησιν ἐπιχωριάζειν τῇ Σπάρτῃ, οὐ μὴν κωλύειν γε τὸν πάτριον νόμον ἐς μῆκος ἐκτείνειν, εἴ που δέοιτο μήκους ἡ χρεία.

`28.1.5`

ἔδοξά τι λέγειν ἐκείνῳ, καὶ κατανεύσας ἀπῄει καί μοι ἐνέδωκε τοῦ λόγου τὸ λεῖπον εἰς ὑμᾶς ἀγαγεῖν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-at`.
