---
title: "Speeches: Part XXVII (Dialexis)"
title_greek: "Λόγοι, Διάλεξις"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-as
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-27-uvo-as"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:7ab0db3ecbdeaa30ac99d23cc8e363b61b7b31e4444a3b6f32104025e73581a9"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XXVII (Dialexis)

*Λόγοι, Διάλεξις*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-as` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-27-uvo-as)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`27.1`

Η ΔΙΑΛΕΞΙΣ

τῶν νέων ἡμᾶς ἀξιούντων πυκνότερον παριέναι

δείκνυσιν οὐκ ἀνόνητον οὖσαν τὴν μετρίαν

τοῦ χρόνου διάστασιν.

`27.1`

Ἀλλʼ ἐπεὶ νῦν ὁ καιρὸς ἀνακωχή τέ ἐστι καὶ ἀτέλεια θεαμάτων, δότε μοι, ὦ φιλότης, ἐντεῦθεν τοῦ προλόγου τὴν ὑπόσχεσιν βεβαιῶσαι.

`27.2`

εἴ τινες οὖν ἐν ὑμῖν φιλοθεάμονες ἔριδος ἵππων εἰσίν, εὖ οἶδα ὅτι φιλονεικότερον ἅπασι τούτοις τὸν ἔρωτα ἡ τῶν παιδικῶν ἐκεχειρία ποιεῖ.

`27.3`

ἀλλὰ καὶ ἀνὴρ ἄγροικος ὀπώρας δένδρεσιν ὁμιλῶν— ἡδὺ μὲν θέαμα τὰ δένδρα αὐτῷ, ἄλλως τε ὅταν διὰ πάντων ἑξῆς ὕδωρ διέρχηται φερόμενόν τε ἠρέμα καὶ ἡσυχῆ κελαρύζον καὶ φαιδρῦνον μὲν τὰ φυτά, καλύπτον δὲ ὅσαι τῆς γῆς ὀλίγον ἀνέχουσι πρασιαί, ἡδὺ μὲν θέαμα ταῦτα, ἀνὴρ δὲ ὅμως ἄγροικος ἧττον γάνυται τὴν ψυχὴν τῇ συνεχείᾳ τῆς θέας· οἱ δὲ ἐν τῷ ἄστει ἄνθρωποι, ἐπειδὰν ἵμερος λάβῃ χώρου τοιοῦδε, πηλίκῃ, οἴεσθε, θυμηδίᾳ κατέχονται;

`27.4`

εἰ δὲ δεῖ καὶ μυθολογεῖν, Ἡροδότου Ἁλικαρνασσέως διηγήσομαι λόγον, ἐρῶ δὲ αὐτὸν ὑμῖν, εἴ μου ἀνέξεσθε μεταφέροντος τὴν ἐκείνου γλῶτταν εἰς Ἀθηναίων φωνήν. λέγει οὖν ὁ μῦθος—ἐοίκατε γάρ μου ἀνέχεσθαι—Ἀρίονα τὸν Μηθυμναῖον κιθαρίζειν τε ὅσα ᾖδε καὶ ἅττα ἔκρουεν ᾄδειν. πλέοντος οὖν ἐξ Ἰταλίας ἐς Κόρινθον καί τι καὶ ᾄδοντος ᾔσθετο καὶ δελφὶς τὴν εὐμουσίαν αὐτοῦ φιλικῶς τε εἶχε καὶ ἦν ἄρα εὐγνώμων ἀκροατὴς καί, ναὶ μὰ Δία, μισθὸν εἰδὼς ἀποδοῦναι. ὥστε καὶ ἔσωσε τὸν Ἀρίονα φέρων ἐλεήσας τὸν ἄνθρωπον ὁ δελφίς, ὃν ἐξέβαλον τῆς νεὼς συμπλέοντες ἄνθρωποι.

`27.5`

ἀλλὰ ταῦτα μὲν εὖ μάλα Ἡρόδοτος ᾄδει, ἐγὼ δὲ ἐκεῖνο ὑμῖν ἔρχομαι φράσων, ὅτι οὗτος ὁ Μηθυμναῖος ὁ τὸν δελφῖνα τοῖς κρούσμασι καταθέλξας ξένος τε ὢν καὶ φίλος Περιάνδρῳ τῷ Κορινθίῳ, οὐχ ὅτι ἐῴκει τῷ Περιάνδρῳ τὴν τύχην, ὅσον ὁ μὲν ἐβασίλευεν, ὁ δὲ ἐκιθάριζεν, ἀλλʼ ἐκ τῆς ἐπιστήμης ἐς φιλίαν ἀνέβη βασιλικήν, ἀτὰρ ἐπιτήδειος ὢν τῷ Κορινθίῳ καὶ σφόδρα κεχαρισμένος καὶ τῶν τότε κιθαρῳδῶν οὐδενὸς δεύτερος ἡγεῖτό οἱ τὰς χορδὰς κόρον ἐμβάλλειν, εἰ θαμὰ ἐπιδεικνύοιτο.

`27.6`

καὶ διʼ αὐτό μοι, δοκῶ, ἐς Ἰταλίαν ἀπῆρε, πρόφασιν μέν, ἵνα κερδαίνοι, ἀληθεῖ δὲ λόγῳ χρωμένῳ, ὅπως αὑτὸν ποθήσει πλέον ἡ Κόρινθος, αὑτόν τε ἅμα καὶ τὴν λύραν αὑτοῦ.

`27.7`

Εἰ τοίνυν, ὦ νέοι—πρὸς ὑμᾶς γὰρ ἤδη μεταστρέψω τὸν λόγον—, οὔτε Ἀρίονος λύρα οἶδεν εὐφραίνειν πυκνὰ κινουμένη οὔτε ἄλλο τι ὅσα εἴωθε τέρπειν, πῶς ἂν ἡμέτεροι λόγοι πυκνῶς ἐνοχλοῦντες τὰ θέατρα τοῖς ἀκούουσιν ἐράσμιοι γένοιντο;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-as`.
