---
title: "Speeches: Part XXIII (Declamation: The Miserly Old Man)"
title_greek: "Λόγοι, Φιλάργυρος πρεσβύτης"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-ao
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-23-uvo-ao"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:24bb0734f65e226091d8354a9fd231f7ad3599fcc17a96c974b05afa0e569e73"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XXIII (Declamation: The Miserly Old Man)

*Λόγοι, Φιλάργυρος πρεσβύτης*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-ao` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-23-uvo-ao)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`23.1`

ΦΙΛΑΡΓΥΡΟΣ ΠΡΕΣΒΥΤΗΣ.

Παῖδα φιλάργυρός τις εὔπορος ἔχων κόρην ἐβούλετο συνάψαι πρὸς γάμον αὐτῷ πλουσίαν μέν, αἰσχρὰν δὲ τὴν ὄψιν. ἀποστρεφόμενος τὴν μνηστείαν ὁ νέος μεταξύ τινος ἑορτῆς γινομένης ἑτέρας ἠράσθη παρθένου καλῆς, ἐνδεοῦς δὲ χρημάτων ἐν τῇ πανηγύρει ταύτην ἰδών. περὶ ἧς τὸν πατέρα πρὸς γάμον αἰτήσας διήμαρτε. πολέμου καταλαβόντος ἠρίστευσε καὶ δωρεὰν ἣν ἐθέλει παρὰ τῶν νόμων ἔχων αἰτεῖν ἀξιοῖ τὴν ἐρωμένην λαβεῖν ἀντιλέγοντος τοῦ πατρός. μελετῶμεν τὸν φιλάργυρον.

Θεωρία.

`23.1.1`

Καὶ τὸν ἐν τῇ μελέτῃ πρεσβύτην ἔρως κατείληφεν, οὐ παρθένου καλῆς, φιλεῖ γὰρ σωφρονεῖν τὰ τοιαῦτα τὸ γῆρας, ἀλλὰ πλουσίας προικός, κἂν δόξῃ τὸν παῖδα προτρέπειν εἰς εὐκοσμίαν κἂν ὀνειδίσῃ τῆς κόρης τὸν πόθον αὐτῷ, πρὸς ἕνα σκοπὸν ἅπαντα φθέγγεται, πρὸς ὃν ἐξ ἀρχῆς ἔκρινεν ἰθῦναι τὸν βίον.

`23.1.2`

ὅθεν αἱρετωτέραν ἡγεῖται τὴν εὐποροῦσαν ἴσως οὐδὲ λίαν αὐτὴν ὁρῶν ἀπρεπῆ τυφλωττούσης αὐτῷ τῆς διανοίας ἔρωτι τῆς προικός, ὥστε καὶ τῆς ἀπόρου τὸ κάλλος ἡ πενία συστέλλει παρὰ φιλαργύρῳ κριτῇ· σκάζει γὰρ ἀμφοτέροις ἡ κρίσις, τῷ μὲν εὐνοίᾳ παρθένου, τῷ δὲ πόθῳ χρημάτων.

`23.1.3`

πολλὰ μὲν οὖν τούτῳ πιέζει πάθη τὸν λογισμόν, ἐπιθυμία καὶ φόβος καὶ λύπη· ἐρᾷ μὲν χρημάτων, ὑφορᾶται δὲ πενιχρᾶς κόρης κηδείαν, ἀλγεῖ δὲ γλυκείας ἐλπίδος ἀποτυχὼν χρυσίον ὑποφαινούσης ἐκ τῆς ἀριστείας· ὃ γὰρ ἐβούλετο, τοῦτο καὶ ἤλπιζε γέρας αἰτῆσαι τὸν παῖδα.

`23.1.4`

ἀλλὰ τοσαύταις ὑποκνιζόμενος ἀφορμαῖς οὔπω πάνυ ὀργίλος ἔσται τῷ νέῳ, μὴ καὶ τραχύνῃ τὸν δῆμον πικρότερον προσιὼν τῷ σεσωκότι τὴν πόλιν, ἀλλὰ νῦν μὲν ἀφίησιν αὑτὸν εἰς ὀργήν, ὡς πατὴρ ὁμοῦ καὶ πρεσβύτης, ὀξύθυμον γὰρ κατὰ φύσιν ἡ πολιά, νῦν δὲ χαλιναγωγεῖ τὸν θυμὸν τῇ τοῦ παιδὸς ἀριστείᾳ τὴν πρᾳότητα νέμων.

`23.1.5`

τοῦ δὲ νεανίσκου παλαιὰν ἑαυτῷ μαρτυρήσαντος σωφροσύνην καὶ τὸ τιμᾶν εἰδέναι γονεῖς πείθεται τούτοις, ὡς εἰκός, ὁ πατήρ, ἵνα πρὸς ζῆλον αὐτὸν ἑαυτοῦ παρακαλέσῃ τὸν παῖδα καὶ δείξῃ πλείονος ὑπεύθυνον ὄντα κατηγορίας. ἡ γὰρ ἐκ βίου χρηστοῦ πρὸς τὸ ἐναντίον μεταβολὴ διπλασίαν ἀπεργάζεται τὴν αἰσχύνην.

`23.1.6`

οὕτω τὸν πατέρα μιμήσομαι τὸν φιλάργυρον οὔτε χρημάτων, οἶμαι, σφόδρα πεφυκὼς ἐραστὴς οὔτε παίδων ὑπάρχων πατήρ, ἀλλὰ τὴν μίμησιν ἑκατέρας ποιότητος ἐκ τῆς τέχνης παραλαβών.

Μελέτη.

`23.2.1`

Ἤλπιζον μὲν ἀριστεύσαντος τοῦ νεανίσκου καὶ πρὸς μείζονα νῦν ἀναβάντος ἀξίαν καὶ πλείονα προῖκα τὴν εὐποροῦσαν ἀπαιτῆσαι παρθένον, ὁ γὰρ ἀνόνητον ἑαυτῷ τὴν ἀριστείαν ποιῶν εὐήθης ἐκ τούτου φανεὶς ἐξ εὐτυχίας ἀλόγου νικᾶν ὑποπτεύεται· ἀλλὰ πᾶσιν, ὡς ἔοικε, λυσιτελῶς ἠγωνισμένος ὁ παῖς τῷ φύσαντι μόνον ἐπιζήμιον ἵστησι τρόπαιον. παραδοὺς γὰρ αὑτὸν τύχῃ πολέμου καὶ τοὺς ἐπιόντας ἐχθροὺς ἀπωσάμενος καὶ συναγαγὼν ἐκκλησίαν καὶ δῆμον ἀγείρας πατρὸς νουθεσίαν ὑπεριδὼν γύναιον ᾔτησεν ἄπροικον.

`23.2.2`

ἅπασι μὲν οὖν ὡς εἰπεῖν ἔμφυτος ἔνεστι πρὸς ἀργύριον ἔρως, καὶ τοῦτο πάντων ἡμῖν ἥδιστον ἅμα καὶ τιμιώτατον· ὅσοι δὲ πόνοις ἰδίοις συλλέγουσι χρήματα, τούτους μᾶλλον εἰκὸς ὡς οἰκειότερον τὸν πλοῦτον φιλεῖν· οἱ μὲν γὰρ πόνοι μεῖζον ποιοῦσι τὸ κτῆμα δοκεῖν, ἡ δὲ τοῦ μείζονος δόξα συναύξει τὸν πόθον.

`23.2.3`

ἐγὼ τοίνυν μέτριά μοι τοῦ πατρὸς καταλείψαντος ἐκ τούτων σπουδαῖος ἐγενόμην χρηματιστής. ἐγενόμην δὲ ὧδε. ἄρτι μὲν ἐκ παίδων εἰς ἐφήβους ἐξῄειν, ἐδόκουν δέ μοι δύο τοιαύτας ὁδοὺς βίου προκεῖσθαι, τὴν μὲν εὔκολον καὶ ῥᾳδίαν, τὴν δὲ τραχεῖαν καὶ χαλεπὴν λυσιτελὲς ἔχουσαν πέρας.

`23.2.4`

διασκεψάμενος οὖν, ἣν ἄμεινον εἴη βαδίζειν, τὴν ἐπὶ τὸ κέρδος ἐπορευόμην καταβραχὺ βραχέα συλλέγων, καὶ τὰς αἰσχρὰς ἐπιθυμίας, ἃς ἡδονὰς ὀνομάζουσιν, ἀμοίρους ἡγούμην τέρψεως εἶναι. τί γὰρ ἂν γένοιτο μετὰ ζημίας ἡδύ; οἷα δὴ ταύτην ἑλόμενος τὴν ὁδὸν δεινὸς γίνομαι φύλαξ τῶν ὄντων.

`23.2.5`

οὔκουν ἠρεμεῖν τὴν πολλὴν δύναμαι νύκτα κλοπὴν ὑφορώμενος καὶ πάντα θόρυβον λῃστὰς ὑποπτεύων, ὥστε τῆς ὑποψίας καὶ πρὸς τοὺς οἰκέτας ἐκτεινομένης ἐδόκει μοι γῆμαι κοινωνὸν ἔχειν ἐθέλοντι τῆς τῶν ὑπαρχόντων φρουρᾶς, καὶ δόξαν οὕτως ἦγον εἰς πέρας τὴν γνώμην. καὶ χάριν ἔχω τῷ Γάμῳ· εὗρον ὁμότροπον κόρην τάλαντα πολλὰ κεκτημένην, γυναικείων ἔργων τεχνῖτιν, οἰκουρὸν ἀκριβῆ· μικροῦ καὶ ἄσωτος τῇ πρὸς ἐκείνην παραθέσει δοκῶ. τοιγαροῦν στέργω καὶ ἀποδέχομαι καὶ ζηλῶ. καὶ τῆς συνήθους διαίτης τοσοῦτον ἀφεῖλον, ὅσον ἀναπληρῶσαι τὴν τοῦ γάμου δαπάνην καὶ τὴν ὑπὲρ τοῦ παιδὸς κεχυμένην, ὅσην ἀνάλωσα τρέφων τε καὶ παιδεύων καὶ ποιῶν ἀριστέα.

`23.2.6`

ταῦτά μοι πρὸς αὐτὸν παραινέσεων ἀφορμὰς ἐχορήγει καὶ νουθετῶν διετέλουν· ὦ παῖ, τἀμὰ χρήματα σὲ πεποίηκεν ἄνδρα. τοῖς ἐμοῖς χρήμασιν εἰς παλαίστρας ἐφοίτας. ἐκ τῶν ἡμετέρων ἐγένου πολεμικός. ζήτει τοίνυν καιρὸν ἀμοιβῶν, ἵνα μοι πληρώσῃς ἣν ἐκένωσας οἰκίαν.

`23.2.7`

τί οὖν ἔδρασαν αἱ πολλαὶ νουθεσίαι; πανήγυριν ἡ πόλις ἄγει δημοτελῆ κατά τινα χρόνου περίοδον ὡρισμένην. ἐπὶ ταύτην ἡμᾶς ἔναγχος ὁ καιρὸς ἐκάλει, καὶ ὑπηκούσατε. ἐγὼ δὲ φεύγειν τὰς ἑορτὰς εἰωθώς, ὅτι καθάπερ ἑταῖραι τοὺς ἐραστὰς ἐρεθίζουσι καὶ προτρέπονται δαπανᾶν, ἐπειδὴ κατηφῆ καὶ σύννουν εἶδον τὸν παῖδα καὶ τῆς ἀθυμίας τὴν αἰτίαν ᾐσθόμην, ὡς νέος ἐστὶν καὶ τοὺς ἡλικιώτας ἑορτάζειν ἀκούει καὶ πρόφασιν ἔχει τῆς λύπης, ἐβιασάμην τὴν φύσιν τὴν ἐμαυτοῦ χαρίσασθαι τῷ παιδί. καί πως ἁβροδίαιτος ὤφθην οὔπω πρότερον τοῦτο τολμήσας, ὥστε καὶ ἔδοξα θέαμα καινὸν ἐν πανηγύρει φανείς, καὶ πολλοὶ τὰς χορείας ἀφέντες ὀψόμενοί με συνέθεον ἄλλων ἄλλους μετὰ γέλωτος ἑλκόντων ἐπὶ τὴν θέαν ὡς παράδοξον ἅμα καὶ παρέχουσαν ἡδονήν.

`23.2.8`

ἐνταῦθα ἡμῖν ὁ νεανίας ἠράσθη, οὐ χρυσοῦ τινος σκεύους οὐδʼ ἐκπώματος ἀργυροῦ πολλῶν προκειμένων ἐν τῇ πανηγύρει τοιούτων, ἀλλʼ ἡμέτερος παῖς κόρης ἑάλω, κόρης, ὦ παρόντες, οὐ χρυσία περικειμένης, οὐ ποικίλον ἐνδεδυμένης καὶ πολυτελῆ χιτωνίσκον, ἀλλὰ τελούσης τὴν ἑορτὴν ἐν ἱματίοις λιτοῖς. τοιαύτην ἰδὼν ἔρωτι συνεχύθη τὸν λογισμὸν πολλὰς ἔχων προφάσεις τοῦ μὴ πενομένης ἐπιθυμῆσαι παιδός· πατὴρ ἦν φειδωλὸς καὶ δαπάνη καὶ λύπη πρὸς τὴν ζημίαν καὶ μνήμη πλουσίας παρθένου.

`23.2.9`

ἔληγεν ἡμέρα λοιπόν, συνέληγεν ἡ πανήγυρις. ἐβαδίζομεν οἴκαδε τὰ ἑαυτῶν διηγούμενοι φροντίδας ἀλλήλοις. οὗτος μὲν οὖν ὀνείρασιν ἔφη τὴν ψυχὴν πυρωθῆναι δωρουμένοις αὑτῷ τῆς ἐρωμένης τὸν γάμον, ἐγὼ δέ—πῶς γὰρ ἂν ἴδοι τις μὴ καθεύδων ἐνύπνιον;—οὐδὲ ὄναρ ἀπέλαβον τὴν ζημίαν, ὑπὸ δὲ τῆς ἀγρύπνου φροντίδος ἐπεπείσμην οὔποτε μακρὰν οὕτω νύκτα γενέσθαι καὶ πολλάκις ἀμέλει συγκαλυψάμενος τῶν ἀνηλωμένων ἀριθμὸν ἐποιούμην, εἶτα τὸ πρόσωπον ἀπεκάλυπτον ἰδεῖν ἐλπίζων τὴν ἕω.

`23.2.10`

ὡς οὖν μόλις ὑπέφαινε, συγκαλέσας τὸ γύναιον καὶ τὸν παῖδα καὶ τῆς ἑορτῆς τὴν δαπάνην καὶ τὴν ἐπὶ ταύτῃ νυκτερινὴν ἀθυμίαν διεξελθὼν καὶ νεύσας τῇ γυναικὶ πάλαι μου προμαθούσῃ τὴν γνώμην κοινωνῆσαί μοι τῆς πρὸς τὸν υἱὸν συμβουλῆς διελέχθην περὶ κόρης τινὸς ὡραίας τε γάμου καὶ πλούτῳ κομώσης καὶ ζητούσης τὸν παῖδα. ὁ δὲ μάλα σκυθρωπάσας καὶ κύψας εἰς γῆν καὶ δόξαν ἡμῖν δεδωκὼς ἐπιεικείᾳ φεύγειν τὸν γάμον ἔρωτος ἐμνημόνευσε κόρης οὐδὲ ὅσον ἀποζῆν κεκτημένης. τί λέγεις; εὐθέως ἐγώ, ταῦτα φέρων ἡμῖν ἐκ τῆς πανηγύρεως ἥκεις; οὕτως ἐτράφης; οὕτως ἐπαιδεύθης; τοιοῦτον ὁρᾷς τὸν πατέρα;

`23.2.11`

οὕτω τοίνυν ἐμοῦ χαλεπαίνοντος συνωργίζετο μὲν ἡ γυνή, οἷα δὲ γυνή τε καὶ μήτηρ ἐδεῖτό μου παύσασθαι τῆς ὀργῆς ἐγγυωμένη τὸν παῖδα κατὰ τὴν ἐμὴν φέρεσθαι γνώμην. ὁ δὲ σεμνὸς ἀριστεύς, οἷος ἐκ τῆς ἑορτῆς, τοιοῦτος ἐκ τῆς μάχης ἐπανῆλθεν, ἐρωτικός, καὶ ταῦτά μοι κομίζων ἥκει τὰ λάφυρα. εἶτα τὸν περὶ τῆς ἀριστείας ἀναγινώσκει μοι νόμον καὶ πάσης ἑαυτῷ δωρεᾶς ἄδειαν ἀποδίδωσιν ἐκ τῶν συλλαβῶν ἀπατώμενος.

`23.2.12`

μὴ γάρ, ὅτι τῷ ῥήματι πᾶσαν ὁ νόμος ἐπαγγέλλεται δωρεάν, αὐτοκράτωρ ἡγοῦ καὶ δεσπότης τῶν ἐν τῇ πόλει γεγονέναι τιμῶν. μὴ τοσαύτην λάβοι τις ἐξουσίαν δημοκρατίας ἀνθούσης. εἰ γὰρ οὐδένα ταῖς ἀμοιβαῖς ἔστησεν ὅρον ὁ νόμος καὶ πᾶσαν ἐποίησε δωρεὰν τοῖς ἀριστεῦσι βάσιμον καὶ τὸν δῆμον ἐπὶ ῥητοῖς εἰς ἐκκλησίαν ἤγειρε κυρώσοντα πάντως τὴν αἴτησιν, ἦν ἂν πολλάκις ὁ πόλεμος φιλανθρωπότερον ἀριστείας τοῦ μὲν ἐνίοτε τυραννίδα γέρας αἰτοῦντος καί, τό γε τῆς δυναστείας εὐτύχημα, καρπουμένου τὰς ἁπάντων οὐσίας, τοῦ δὲ τὸ σὺν ὀλίγοις ἄρχειν τῶν πολιτῶν, ἑταίροις αὑτοῦ καὶ συμπόταις, πρᾶγμα τυραννίδος πικρότερον· ἔστι γὰρ ἡ τῶν ὀλίγων ἀρχὴ πολλοὶ μιᾶς πόλεως τύραννοι.

`23.2.13`

πρὸς τί τοίνυν ὁ νομοθέτης ὁρῶν ἀνεξέταστον εἴασε πρᾶγμα τοσοῦτον καὶ τῇ γνώμῃ τῶν ἀριστέων ἐπιτρέπει τὴν αἵρεσιν; ἐκεῖνον, οἶμαι, λογισμὸς εἰσῆλθε τοιοῦτος, ὡς οὐκ εἰκὸς τὸν αὐτὸν ἄνδρα κοινῇ μὲν ὅλην διασῶσαι τὴν πόλιν, ἰδίᾳ δέ τινα τῶν ἀστῶν ἀδικῆσαι τῇ δωρεᾷ, εἰ δὲ μηδένα τῶν ἄλλων, πολὺ μᾶλλον τὸν φύσαντα.

`23.2.14`

ὁ γὰρ ὅλην μὲν ἀπαλλάξας κινδύνου τὴν πόλιν, ἰδίᾳ δέ τινα τῶν ἀστῶν ἀδικεῖν ἀξιῶν τῷ τρόπῳ τῆς ἀμοιβῆς οὐδὲν διενήνοχεν ἰατροῦ νόσου μὲν ὅλον ῥυομένου τὸ σῶμα, μισθὸν δὲ τῆς ἰατρείας αἰτοῦντος τὸν κάμνοντα μέρος οὗπερ ἰάσατο σώματος βλάψαι. ὃν γὰρ ἂν τρόπον ἐκεῖνος ἠδίκει τὸν ἰαθέντα τῇ βλάβῃ τοῦ μέρους, οὕτω καὶ σὺ τὴν πόλιν ἣν ἐρρύσω λυμαίνῃ τὸ πάντων σοι κυριώτατον μέρος αὐτῆς ἀδικῶν, τὸν οἰκεῖον πατέρα.

`23.2.15`

ἤδη τοίνυν τινὲς ἀγωνισάμενοι πόλεμον ἀμέτρῳ κεχρημένοι φιλοτιμίᾳ καὶ βουλόμενοι δόξαι μείζονα πλούτου φρονεῖν καὶ πρὸς εὔκλειαν ἄμισθον βλέπειν τοιοῦτοί τινες εἰκόνος τυχεῖν ἐδεήθησαν ἢ κότινον ἔλαβον γέρας φύλλα καὶ χρώματα περὶ πλείονος πεποιημένοι χρυσίου. καὶ τοσοῦτον ἁμάρτημα πλημμελοῦντες ἧττον ἁμαρτάνουσι τοῦ νεανίσκου. οἱ μὲν γὰρ οὐ ζημιοῦσι τὸν οἶκον, ὅτι δὲ μηδὲν ὠφελοῦσι τῆς ἀριστείας χορηγούσης τὸ κέρδος, τοῦτο δικαίως ἂν ψέγοιντο· ὁ δὲ τοῦ πολέμου τὴν νίκην οὐ μόνον ἀνόνητον, ἀλλὰ καὶ ζημίας καταστήσει μοι πρόφασιν πενομένης με γυναικὸς ποιῶν κηδεστὴν τοῖς ἡμετέροις εἰς ἀποτροφὴν κεχρημένης. ὢν νίκης ὑπὲρ ἅπασαν ἧτταν ἐμοὶ λυπηρᾶς, ὢ τροπαίου κατὰ τῶν ἐμῶν ἑστηκότος χρημάτων.

`23.2.16`

Ἀλλʼ ἐγώ σοι, φησίν, ἐκ τῶν πολεμίων ἔσωσα τὰ ὑπάρχοντα, ὑπὲρ οὗ τὴν κόρην ἣν βούλομαι χάριν αἰτῶ σε· καὶ δός μοι. οὐκοῦν τοῦ σῶσαι τὰ χρήματα μισθὸν ἀπαιτεῖς τὸ δαπανῆσαι τὰ χρήματα καὶ γίνῃ τῶν πολεμίων πικρότερος τῷ πατρί. ῥᾷον γὰρ φέρομεν ὑφιστάμενοί τι δεινὸν παρὰ τῶν τοῦτο προσδοκωμένων ποιεῖν ἢ παρʼ ὧν οὐδὲν ὑποπτεύομεν δυσχερές· ἡ γὰρ ἀνέλπιστος ἀθυμία, κἂν μικρὸν ἐλαττῶται τῆς κατʼ ἐλπίδα συμβάσης, δύναται πλέον τὸν πεπονθότα λυπῆσαι.

`23.2.17`

εἶχον δʼ ἂν καὶ ἄλλην, οἶμαι, παραψυχὴν ὑπὸ τοῦ πολέμου πένης γεγενημένος, ὅτι πολλὰς ἤδη πολλάκις οὐσίας ἡ κατὰ πόλεμον ἀνέτρεψεν ἧττα, ὥστε τοῖς παραδείγμασι τῆς συμφορᾶς ἐκουφιζόμην τῆς λύπης. ἀριστεία δὲ πενίας ποῦ γέγονε πρόφασις; ὅσῳ τοίνυν ἐξαίρετον τὸ δυστύχημα τῶν ἐν συνηθείᾳ κακῶν, τοσούτῳ μᾶλλον ἐμοὶ χαλεπώτερον γίνεται.

`23.2.18`

ἀλλὰ γὰρ ὁ τῆς κόρης ἔρως οὐκ εἰωθότα σε πρὸς τὸν πατέρα θρασύνεσθαι πρὸς τοσαύτην ἐξήνεγκε παρρησίαν καὶ λαβεῖν οὐκ ἐᾷ κατὰ νοῦν, ὅτι τοῖς ἐμοῖς ἐκτήθη τὰ χρήματα πόνοις. ἀπόδος οὖν αὐτός μοι μισθὸν φυλάττων ταῦτα τῇ νίκῃ καὶ μὴ τὴν χάριν ἣν ὀφείλεις ἐμοὶ ταύτην εὐεργεσίαν μοι λογισάμενος ἀμοιβὴν ἀξιώσῃς κομίζεσθαι· παραπλήσιον γάρ, ὥσπερ ἂν εἴ τις δάνειον ἀποδοὺς ἀπῄτει καὶ μισθὸν τὸν δανείσαντα.

`23.2.19`

οἱ μὲν οὖν ἄλλοι πάντες τέχνας τε παντοίας ἐξεῦρον καὶ μηχανὰς μικροῦ πολλάκις ἕνεκα κέρδους, ὥστε καὶ θαλάττῃ πολλούς, ἀπίστῳ πράγματι, παραδιδόναι τὴν σωτηρίαν· σοὶ δὲ μόνῳ τῶν πάντων ὑπὲρ ἐνδείας, ὡς ἔοικεν, ὁ τοῦ πολέμου τετόλμηται κίνδυνος.

`23.2.20`

τί οὖν, ὦ παρόντες, τὸ ποικίλον ἐγχείρημα τοῦ παιδός; καλῆς δεῖ μοι γυναικός, οὐ πλουσίας ἱκανῶς ἔχοντι βίου. δεῖ γὰρ ἄνδρα μὲν πένητα γυναῖκα ζητεῖν εὐποροῦσαν, κἂν ᾖ δυσειδής, τὸν δὲ πλούσιον εὐπρεπῆ, κἂν ᾖ πενιχρά.

`23.2.21`

οὗτος ὁ νόμος οὐδαμοῦ τῆς ἀξίας φυλάττει τοὺς ὅρους καὶ κρατοῦντος αὐτοῦ διχόθεν ἐκπίπτει συμμετρίας ὁ γάμος οὔτε τῶν δεομένων οὔτε τῶν εὐπόρων ἀγομένων γυναῖκας μετρουμένας τῇ Τύχῃ. λογίζου δὲ κἀκεῖνο, ὅτι γύναιον ἐνδεῶς τεθραμμένον, εἰ λάβοιτο πλουτούσης οἰκίας, εἰς ἀπληστίαν τε καὶ τρυφὴν ἀπειροκάλως ἐκφέρεται κατὰ τοὺς ἐκ νόσου ῥαΐζοντας ἀκρατῶς τοῖς σιτίοις χρωμένους.

`23.2.22`

Ἄνευ δὲ τούτων ἡ μὲν ἅπαξ ἀγαπωμένη τοῦ κάλλους αὐτῇ πρὸς τὸ παρὰ σοῦ φίλτρον ἀρκέσαι δοκοῦντος βραχεῖαν τῆς ταλασίας ποιήσεται πρόνοιαν ὡς οὐ δεομένη τῆς ἐκ τῶν ἔργων εὐνοίας· ἡ δὲ τὴν ὄψιν αἰσθομένη σοι μὴ λίαν ἀρέσκειν διὰ τῆς ἀρετῆς εὐφραίνειν πειράσεται τῇ τε περὶ τὸν οἶκον σπουδῇ καὶ χρηστότητι τρόπων ἑαυτὴν καλλωπίζουσα, ὥστε κατʼ ὀλίγον ἀνακτήσεται ἀνδρὸς φιλίαν ἤθους τε δεξιότητι καὶ μεγέθει προικὸς καὶ γυναικείων ἔργων ἐπιμελείᾳ.

`23.2.23`

καὶ τὸ μὲν τῆς εὐνοίας προοίμιον ἐντεῦθεν ἔσται σοι πρὸς ἐκείνην, τῆς εὐνοίας δὲ πόθον τικτούσης οὐδὲ τὴν θέαν αἰσχρά σοι φανήσεται τῆς ἔνδον εὐπρεπείας ὡραϊζούσης αὐτῇ τὴν ἔξω μορφήν, κἄν τι προσῇ δυσειδές, οὐδὲ τοῦτο χάριτος ἄμοιρον εἶναί σοι δόξει· τὰ γὰρ τῶν παιδικῶν ἐλαττώματα φιλεῖ τοῖς ἐρῶσιν ἐπαφρόδιτα φαίνεσθαι.

`23.2.24`

ἡ μὲν εὐποροῦσα τοιαύτη· ἡ δὲ τῶν ἔργων, ὥσπερ ἔφην, ὀλιγωροῦσα καταβραχύ σε τοῦ πρὸς αὑτὴν ἀφίστησι πόθου. σῶμα γὰρ εὐειδὲς ἄνευ τῆς ἐντὸς ἀρετῆς ὀλίγον ἀγαπᾶται καιρὸν καὶ μάλιστα μεταβαινούσης εἰς σύνοικον τῆς ἐρωμένης. κατορθωθεῖσα γὰρ βεβαίως ἐπιθυμία ταχέως ἀπομαραίνεται. ἀλλὰ νῦν μὲν ὡς ἐραστὴς ἀπὸ τῆς θέας ἐξετάζεις τὴν κόρην, ἀνὴρ δὲ γενόμενος προῖκα ζητήσεις καὶ σεμνότητα τρόπων.

`23.2.25`

ἐγὼ μὲν οὐδὲ τοσοῦτον οἶμαι τὴν εὐποροῦσαν ἡττᾶσθαι πρὸς ἅμιλλαν εἴδους, ὅσον ἐν πλούτῳ προέχει, καὶ σύ μοι δοκεῖς οὐχ οὕτω τῆς ἀπορούσης θαυμάσαι τὸ κάλλος ὅσον αὐτῆς ἐλεῆσαι τὴν ἔνδειαν. ἰδὼν γάρ, οἶμαι, ταπεινῶς ἑορτάζουσαν ἔπαθές τι τὸ πρῶτον ἐλεεινόν, εἶτα κατὰ μικρὸν ὁ πρὸς ἐκείνην οἶκτος εἰς ἔρωτά σοι μεθίστατο. μὴ τοίνυν τῆς πενίας τὴν συμφοράν, ὑπὲρ ἧς ἐκείνην οἰκτείρεις, ταύτην σαυτῷ φιλονείκει προσάπτειν.

`23.2.26`

ἀλλὰ γὰρ εὖ ποιῶν ὡμολόγησας, ὅτι πολλαί σοι τὸν ἔρωτα συνήγαγον ἀφορμαί, πανήγυρίς τε καὶ πότος καὶ πλησμονὴ καὶ πατὴρ ἐλπίδα γάμου διδούς. οὐκοῦν ταῦτα μὲν αἴτιά σοι τοῦ φίλτρου, τὸ δὲ φίλτρον αὖ τοῦ καλήν σοι δόξαι τὴν κόρην. θῶμεν τοίνυν ἑκατέραν αὐτῶν οὕτως ἰδέας ἔχειν ὡς σοὶ φαίνεται· ἐκεῖνο δὲ πῶς πείθειν ἡμᾶς ἀξιοῖς κοσμιωτέραν εἶναι τῆς εὐπορούσης τὴν ἐν πενίᾳ τραφεῖσαν; τοῦτο γὰρ ἀρτίως ἐβιάσω δεικνύναι.

`23.2.27`

καὶ τίς ἂν ἀγνοήσειε, πρὸς θεῶν, ὡς ἡ μὲν περιουσίαν τε κεκτημένη καὶ νικωμένη σώματος ὥρᾳ σωφροσύνην ἐκ τῶν εἰκότων ἀσκήσει, ἡ δὲ δαπανῶσα μὲν ἐμοὶ τὴν οὐσίαν ἀπληστίᾳ τε καὶ ῥᾳθυμίᾳ τῶν ἔργων, τῆς δὲ συνήθους ἀπολαύειν βουλομένη τρυφῆς προσόδῳ χρήσεται βίου τῷ κάλλει τοὺς ἀκολάστους θηρωμένη τῶν νέων;

`23.2.28`

σὺ δὲ διʼ ἐκείνην μὲν δέδοικας, ἣν οὐκ ἀσμένως ὁρᾷς, ὁ δὲ τῆς ἐρωμένης ἀδεής ἐστί σοι γάμος, ἄτοπά γε καὶ λίαν ἐναντία τῇ πείρᾳ. ὅσοι γάρ, οἶμαι, συνοικοῦσι ταῖς ποθουμέναις, ὅσον αὐτῶν ἐρῶσι καιρόν, περίφοβοί τέ εἰσι καὶ μετὰ κακῆς ζῶσιν ἐλπίδος ἑτέρους ἐρᾶν ἐξ ἑαυτῶν ὑποπτεύοντες, ὥστε μόλις αὐταῖς οἴκοθεν ἐνδιδόασιν ἐξιέναι, κἂν ἄρα ποτὲ τοῦτο ποιεῖν ἐπιτρέψωσιν, μικρὸν ἄπωθεν ἕπονται πρὸς ἀσφάλειαν, κἂν προσβλέψῃ τις παριὼν κἂν τύχῃ τις ἑτέρᾳ προφάσει μειδιάσας πρὸς ἕτερον, ὑπόνοια καὶ λύπη καὶ θυμὸς καὶ λοιδορία. καὶ κατατέμνονται λογισμοῖς ἀμφιβόλοις οὐδέτερον ἑαυτοὺς δυνάμενοι πεῖσαι βεβαίως, οὔτε μὴ σωφρονεῖν αὑτοῖς τὰς γυναῖκας οὔτε πορνείας παντελῶς ἀπηλλάχθαι. τὸ μὲν γὰρ δεδιέναι τὴν ὑποψίαν ποιεῖ, τὸ δὲ μὴ θέλγει τὴν ἀπιστίαν. ἐν τοιαύταις ἔσῃ φροντίσιν, ὦ παῖ, λαβὼν ἣν στέργεις γυναῖκα.

`23.2.29`

Πολλὰ δέ σου τῶν σοφισμάτων μόλις κατανοήσας ἐκεῖνο ῥᾳδίως ἐφώρασα τὸ κακούργημα, ὅτι τῶν παρθένων τὴν μὲν ἐκ τῆς ἰδέας ἀποσεμνύνων, τῇ δὲ κακίαν ὀνειδίζων μορφῆς τὴν εὐειδῆ μὲν ἐκάθισας ἐργαζομένην οἴκοι τῷ λόγῳ, τὴν δὲ μὴ τοιαύτην προήγαγες ἀπιθάνως εἰς ἀγοράν. εὔδηλον γὰρ ὡς ἐκείνη μᾶλλον ἁβρυνομένη τῇ φύσει καὶ μάρτυρας ἔχειν βουλομένη τοῦ κάλλους, εὐπρεπείας γὰρ οἴησιν ὁ σὸς ἐκείνῃ δέδωκεν ἔρως, ἐξόδοις χρήσεται πυκνοτέραις τὸ μὴ συναντῆσαι πολλοῖς ἡγουμένη ζημίαν, ἵνα σοι τῆς ἀγορᾶς ἀνιοῦσα διηγήσηται, πόσους εἷλε τῶν θεωμένων, ἐπαιρομένη μὲν τοῖς διηγήμασιν, ἐρυθριᾶν δὲ προσποιουμένη.

`23.2.30`

τοιαύτας εἰσάγει μοι περὶ αὑτῆς ὑποψίας ἡ κόρη θεασαμένη τὴν ἔναγχος ἑορτήν. ποῖ φέρῃ, παρθένε; τί μὲν ἀνδράσι καὶ κόραις κοινόν; τί δὲ πενίᾳ καὶ πανηγύρει; σὺ δὲ πῶς αὐτουργὸς οὖσα καὶ μίαν ἀφορμὴν ἔχουσα βίου τὰς χεῖρας ἑορτῇ παραβάλλεις; ἔοικας οὐ θεωρεῖν τὴν πανήγυριν, ἀλλὰ θεωρεῖσθαι μᾶλλον ἐθέλειν. γυνὴ δὲ καλὴν ἑαυτὴν οἰομένη καὶ μέγα τούτῳ φρονοῦσα περιέργοις τε σχήμασι καὶ θρυπτομένῳ βαδίσματι κεχρημένη καὶ πυκνῶς ἑαυτὴν περιβλέπουσα τούτοις ἀμβλύνει τὸ κάλλος· ἅπαν γὰρ πλεονέκτημα προσλαβὸν οἴησιν ἀμαυροῦται.

`23.2.31`

μὴ τοίνυν τὴν ἐκείνης αἰδῶ, φῂς γὰρ αἰσθομένην σου ποθοῦντος ἐρυθριᾶσαι, νόμιζε πάντως εὐκοσμίας εἶναι τεκμήριον. μᾶλλον γὰρ ἐραστοῦ λαβομένη καὶ τούτου τὴν αὑτῆς ὑπεραίροντος τύχην ὑφʼ ἡδονῆς ἠρυθρίασεν.

`23.2.32`

οἷα τοίνυν ἄνδρα τὸν ἐραστὴν εὐτυχοῦσα περιφανῆ τε χιτῶνα καὶ λαμπρά σοι χρυσία περιποιεῖν ἐπιτάξει καὶ πείσει πάντα ῥᾳδίως. ἐρῶντι γὰρ οὐδὲν φαίνεται δύσκολον ἐρωμένης ἐπίταγμα· δυσχεραίνει μὲν οὖν, εἰ μηδὲν ἐπιτάττοιτο.

`23.2.33`

εἰ δὲ τῆς προλαβούσης ἐνδείας λογισμὸς αὐτὴν εἰσιὼν μέτρια παρασκευάσει φρονεῖν, αἱ τῶν γυναικῶν ὁμιλίαι ῥᾳδίως αὐτὴν ἐξογκώσουσιν, ὅτε παρούσης ὑποφθέγξονται πρὸς ἀλλήλας τοσοῦτον ἐξαίρουσαι τὴν φωνήν, ὅσον ἐκείνην ἀκοῦσαι· μάτην ἔδοξεν αὐτῇ σύνοικον ἔχειν ἐρῶντα· ποία γὰρ ἀνδρὸς εὔνοια μὴ χορηγοῦντος ἐσθήματα καὶ χρυσόν;

`23.2.34`

ἐκ τοιούτων ἐπανερχομένη σοι λόγων κατηφὲς ἀναπλάσεται πρόσωπον καὶ τραπέζης παρούσης ἄσιτος καθεδεῖται νεύουσα κάτω καὶ πρὸς εὐνὴν καλοῦντος δυσμενῶς ὑπακούσεται. τίς οὕτως ἔχουσαν ἐρωμένην ἰδὼν οὐ πάντα πράττειν ὁμολογήσει; ποῖος δὲ πλοῦτος ἀρκέσει πρὸς τοιαύτην ὑπόσχεσιν;

`23.2.35`

Πρὸς ταῦτα τοίνυν ἰσχυρὸν ἔχων οὐδὲν εἰς γέλωτα τὴν ἐκκλησίαν ἐκίνεις ὑφορᾶσθαι σχηματιζόμενος, μή ποτέ σοι τὴν εὔπορον γήμαντι θῆλυ τεχθείη παιδίον ἐοικὸς τῇ μητρὶ καὶ πολλῆς ἐκ τούτου δεηθείη προικὸς καὶ λάθοις ἐντεῦθεν εἰς πενίαν ἀπενεχθείς. πρᾶγμα τοίνυν ἄδηλον δεδοικὼς εὐτύχημα φανερὸν ἀποστρέφῃ, τὸν πλοῦτον.

`23.2.36`

οὐκ οἶσθα, ὅτι τὸ παρὸν ἀεὶ διώκομεν ἀγαθὸν οὐδὲν ἐκ τούτου λογιζόμενοι φαῦλον; οὕτω παιδοποιεῖν ὀρεγόμεθα τέκνων οὐ προσδοκοῦντες ἀποβολήν. οὕτω πελάγους κατατολμῶμεν ἐπισφαλοῦς τε καὶ γειτνιῶντος θανάτῳ πλέον νέμοντες μέρος τῇ προσδοκίᾳ τοῦ κέρδους ἤπερ τῷ δέει τῆς τελευτῆς. εἰ τοίνυν διπλῆς ὑποκειμένης ἐλπίδος ἡ κρείττων ἀεὶ τῆς χείρονος περιγίνεται, πῶς οὐ λίαν εὔηθες ἀποβάλλειν ἤδη προτεινόμενον κέρδος φόβῳ ζημίας ἀδήλου;

`23.2.37`

θαυμάζω δέ, εἰ χρημάτων ἀποβολὴν ὑφορώμενος ἔνδειαν σαυτῷ προξενεῖς καὶ μέλλουσαν μὲν δυσχεραίνεις πενίαν, παροῦσαν δὲ στέργεις. καὶ τίς ὃ φυλάττεται μὴ παθεῖν, τοῦτο πάσχειν ἐπείγεται;

`23.2.38`

εἶτα προλέγων, ὅτι τὸ γύναιον γόνιμον ἔχει γαστέρα καὶ τίκτει καὶ θῆλυ τὸ τικτόμενον ἔσται καὶ τῇ μητρὶ παραπλήσιον καὶ πρὸς ἡλικίαν ἀφίξεται γάμου, τοσαῦτα δὴ μαντευόμενος προδήλου καταφρονεῖς εὐπραγίας, πόθεν, εἰπέ μοι, τὴν ὁμοιότητα τῆς μορφῆς εὐλαβούμενος; πόσαι μὲν ἀπρεπῶν θυγατέρες ὥρᾳ λάμπουσιν ὄψεως; πόσαι δὲ τοῦ μητρῴου κάλλους ἐκπίπτουσιν; οὐ γὰρ εἴδους γονέων κληρονομοῦσι πάντως οἱ παῖδες· ἀλλὰ γυνὴ μὲν αἰσχρὰ καλὸν ἂν ἴσως τέκοι παιδίον, ἐκ πενιχρᾶς δὲ μητρὸς εὔπορος οὐ τίκτεται παῖς.

`23.2.39`

θῶμεν τοίνυν εἴδους ὑπάρχειν ὥσπερ κλήρου διαδοχὰς καὶ παῖδας γονέων παραλαμβάνειν μορφὴν καὶ γίνεσθαί σοι θυγάτριον ἐκ τῆς ἐρωμένης ἐοικὸς τῇ μητρί. δῆλον οὖν ὅτι ζητήσεις ἄνδρα τῇ θυγατρὶ σώματος ἀγλαΐαν ἀντὶ χρημάτων αἱρούμενον ἀφθονίας. ἢ πόθεν αὐτῇ πλουτοῦντα νυμφίον εὑρήσεις; ἐξ ὧν ἡ μήτηρ εἰσάγει, νὴ Δία. ἀλλʼ ἡ προὶξ αὐτῇ λιτόν ἐστιν ἱμάτιον. λείπεται δή σοι τῶν πατρῴων ἐκβεβλημένῳ πένητι τὸ θυγάτριον ἐγγυῆσαι. καὶ μάλα πρέπων ὁ γάμος ἀριστέως παιδί.

`23.2.40`

ἐξέτασον τοίνυν παρʼ ἄλληλα, τί μὲν ἐκείνης, τί δὲ ταύτης ὁ γάμος σοι προξενεῖ. οὐκοῦν ὁ μὲν ἡδονήν, ὁ δὲ κέρδος εἰσάγει; καὶ τοῦ μὲν ἡ τέρψις ὀλίγη συμπαυομένη τῷ πόθῳ, τοῦ δὲ τὸ τῆς ὠφελείας διηνεκὲς τοῖς φειδομένοις. καὶ τῇ μὲν τελευτώσῃ συνοίχεται δήπου τὸ κάλλος, ἡ δὲ ἀπιοῦσα τοῖς τέκνοις καταλείπει τὴν προῖκα. τίς οὖν εὖ φρονῶν ἀντὶ τοῦ συμφέροντος τὸ τερπνόν, ἀντὶ τοῦ βεβαίου τὸ σφαλερόν, ἀντὶ τῆς ἑαυτοῦ καὶ τῶν παίδων εὐδαιμονίας τὴν ἑαυτοῦ μόνον βραχεῖαν εὐφροσύνην αἱρεῖται;

`23.2.41`

νόμιζε δὴ τοὺς ἐκ τῆς πενομένης σοι παῖδας ὁρᾶν ἀπορίᾳ σιτίων δακρύοντας νῦν μὲν εἰς σὲ βλέποντας, νῦν δὲ πρὸς τὴν μητέρα. τότε δή, τότε λήψῃ με κατὰ νοῦν καὶ τὰς ἐμὰς παραινέσεις. τότε δὴ γυναῖκα ζητήσεις, οἵαν ἐγγυῆσαί σοι βούλομαι· οὔτε γὰρ ἐκείνην ὁ σὸς ἂν θρέψειεν ἔρως οὔτε σὲ τὸ τῆς γυναικὸς εὐπρεπὲς οὔτε τοὺς παῖδας τοιοῦτοι γονεῖς.

`23.2.42`

Ἀλλὰ κἂν ἐκπέσω, φησί, τῶν πατρῴων, οἶδα μετρίοις ἀρκεῖσθαι τοῦτο παρὰ σοῦ παιδευθείς. ἐν πλούτῳ μετρίοις ἐδιδάχθης ἀρκεῖσθαι, πενόμενος δὲ τάχα δαπανᾶν ἐθελήσεις, ὅτε σοι τοῦτο μὴ πρόσεστιν. οἷς γὰρ οὐ δίδωσι τρυφῆς ἐξουσίαν ἡ Τύχη, τούτοις εἴωθε περιπόθητον γίνεσθαι τὸ τρυφᾶν. πολλοὶ γοῦν ἐξὸν μὲν αὐτοῖς πολυτελῶς διαιτᾶσθαι κολάζουσι τὴν γαστέρα, ἐστερημένοι δὲ τῶν ὑπαρχόντων ἁβροτέρας ἐπιθυμοῦσι διαίτης.

`23.2.43`

ἔτι τοίνυν, εἰ μὲν παῖς ὑπῆρχες ἀπόρου πατρός, ἴσως ἂν ἐκαρτέρεις τὴν ἔνδειαν τὴν συνήθειαν ἔχων οἴσεις τὴν ἀπορίαν. ἅπαν γάρ, οἶμαι, χρηστὸν λυπεῖ μὲν ἐξ ἀρχῆς μὴ παρόν, λυπεῖ δὲ πλέον ἀφαιρεθέν· εἰ γὰρ ἑτέρους πλουτοῦντας ὁ πένης ὁρῶν οὐ φέρει τὴν θέαν ἀλύπως, πολὺ μᾶλλον ἀλγήσει παλαιᾶς αὑτοῦ μεμνημένος εὐδαιμονίας.

`23.2.44`

Φέρε, πῶς ἔχειν εἰκὸς τοὺς ἐκ τοῦ πολέμου περισωθέντας τῶν δυσμενῶν; ἢ δῆλον ὅτι πικρῶς ὀλοφύρονται καὶ θρηνοῦσιν ἄλλος ἄλλην ἔχων πρόφασιν πένθους; εἴ τις οὖν ἐκείνοις ἀγγείλειε τὸν αἴτιον αὑτοῖς τῶν κακῶν τῆς πατρῴας ἐκβεβλημένον οἰκίας μετὰ τῆς ἑαυτοῦ πένεσθαι γυναικὸς καὶ ζῆν οὕτως ἐλεεινῶς, πηλίκον, οἴει, περιχαρεῖς γεγονότες ἀναβοήσονται καὶ φήσουσιν οὐ βραδέως μετελθεῖν σε τὴν δίκην.

`23.2.45`

Οὕτω τῆς πενομένης ὁ γάμος σοὶ μὲν ἀπορίαν πολλήν, τοῖς δὲ πολεμίοις παραψυχήν, ἐμοὶ δὲ λύπην εἰσάγει. τοσοῦτος γὰρ ἔχει με πόθος χρημάτων, ὥστε πάσχω τι πρὸς ταῦτα παρόμοιον οἷον πρὸς ἵππους ἢ κύνας οἱ φίλιπποί τε καὶ προσκείμενοι τοῖς κυσί. καὶ γὰρ ἐκεῖνοι τιθασσεύουσί τε καὶ διαλέγονται τούτοις οὐ λίαν αἰσθανομένοις ἀνθρωπείας φωνῆς.

`23.2.46`

ἐγὼ δὲ πολλάκις ἐξάγομαι τοῖς ἐμοῖς χρήμασιν ὁμιλεῖν καὶ καθάπερ ἄλλοι τοῖς παιδικοῖς παρακάθημαι, πλὴν εἰ μὴ δεήσει χρέος εἰσπράξασθαι. κἂν τύχω τι κομισάμενος, ἡδονή με λαμβάνει καὶ φόβος ἐκ τῆς εὐθυμίας, μὴ λάθῃ μου τῆς χειρὸς ἐκπεσόν, καὶ τοῦ συνήθους ὀξύτερον ἐπʼ οἴκου βαδίζω τοὺς εὑρίσκοντάς τι μιμούμενος· τὸ γὰρ ὀφειλόμενον ὑπὸ τῆς εὐφροσύνης ὡς ἕρμαιον δέχομαι.

`23.2.47`

εἶτα ποθεινὸν οὕτω καὶ χρήσιμον κτῆμα περιόψομαι δαπανώμενον ὁ μηδὲ τόκων μέρος ἐνδοῦναί τινι καρτερήσας. ἅμα τε τοὺς ὀφειλομένους ἀπολαμβάνω καὶ τοὺς ἐσομένους ἀναλογίζομαι καὶ τοῦ γε καιροῦ πλησιάζοντος ἤδη τὴν ὡρισμένην ἡμέραν εἰδὼς οὐδὲν ἧττον περὶ ταύτης ἀνερωτῶ γλυκεῖαν κερδᾶναι βουλόμενος ἀκοήν, ὥσπερ καὶ οἱ ταῖς ἑορταῖς μάλιστα χαίροντες πόρρωθεν ἐννοοῦνται τῆς πανηγύρεως τὸν καιρὸν καὶ προσιούσης ἤδη πυνθάνονται τὴν ἡμέραν σαφῶς αὐτὴν ἐπιστάμενοι, ὅπως εὐφραίνοιντο μᾶλλον ἀκούοντες, ὅπερ ἴσασί τε καὶ βούλονται. οἷον οὖν πάσχουσι πρὸς τὰς πανηγύρεις ἐκεῖνοι, τοιοῦτον ἐγὼ πρὸς τοὺς τόκους, τὰς ἐμὰς ἑορτάς. ἅπαν δὲ κέρδος ἐμοὶ μέγα φαίνεται καὶ βραχύ· ἡ γὰρ ἐπιθυμία καὶ τὸ προστυχὸν ἀγαπᾷ καὶ τὸ πλέον ἐπιζητεῖ. οὕτως ἔχοντά με γνώμης εἰδὼς φιλονεικεῖς ἐνδεὲς ἄγεσθαι γύναιον.

`23.2.48`

ἔστιν, ὦ παῖ, καὶ στέφανος εὐπρεπὴς ἐξ ἴων καὶ ῥόδων πλεκόμενος καὶ τάχα παιδίῳ μήπω χρημάτων αἴσθησιν ἔχοντι δόξειεν ἂν αἱρετώτερος εἶναι στεφάνου χρυσοῦ, ἀνὴρ δὲ πρὸς ὄνησιν πράγματα κρίνων οὐ προτιμήσει τῇ θέᾳ δελεασθεὶς τὸν ἀλλότριον κέρδους καὶ μικρὸν ὕστερον ἀπανθήσαντα. οἱ μὲν οὖν εὖ φρονοῦντες ἐν χρήσει τὴν ὠφέλειαν ὁρίζονται, οἱ δὲ φιλοτιμίαν ἀσκοῦντες ἐν δόξῃ. σὺ δὲ τούτων οὐδετέρας μεθέξεις ἄπορόν τε γυναῖκα καὶ ταύτην ἐξ ἀκρατείας λαβών.

`23.2.49`

Καὶ ποίας ἐγώ, φησίν, ἀδοξίας ὑπεύθυνος; οὐ προήχθην ἁρπάσαι τὴν κόρην, οὐ πρὸς αὐλὸν ᾄδων ἐφάνην παρὰ τὰς θύρας ἐκείνης, οὐδὲν οἷον ἂν δράσειε νεανίας μὴ φέρων τὸ πάθος διεπραξάμην.

`23.2.50`

οἴεται μᾶλλον ὁ νεανίσκος ἐν χορῷ τετάχθαι σωφρόνων, ὅτι, φησίν, οὐ περιῆλθεν αὐλούμενός τε καὶ ᾄδων. ἄνευ γὰρ αὐλοῦ καὶ ᾀσμάτων μικρὸν ὄνειδός σοι δοκεῖ κόρης ἁλῶναι τοσοῦτον ὅσον ἔνδειαν πλούτου προκρῖναι. ἀλλʼ οὐκ εἴ τινες ἀναιδέστερον παροινοῦσι, σὺ δὲ τούτων ἔλαττον ἥμαρτες, διὰ τοῦτο τὴν προσήκουσαν μέμψιν ἐκκλίνεις. εἰ γὰρ τὸ μεῖζον ἐλάττωμα λύσις ἀεὶ τοῦ ἐλάττονος ἦν, ἓν ἂν ὑπεύθυνον ἔγκλημα τὸ μέγιστον κατελείπετο. κἂν ἐγώ τινα λοιδορήσω, τῷ μὴ πατάξαι πλημμελεῖν οὐ δοκῶ; κἂν ἀδίκων ἄρξω χειρῶν, τῷ μὴ ποιῆσαι τραυματίαν ἀθῷος ἀπέρχομαι; καὶ τραῦμα τολμήσας, ὅτι μήπω καὶ φόνον, ἀνεύθυνός εἰμι;

`23.2.51`

οὐκοῦν ἅπαντας ἐφεξῆς διαγραπτέον τοὺς νόμους πλὴν ὅσοι περὶ φόνων εἰσὶ γεγραμμένοι, μᾶλλον δὲ καὶ τούτων τοὺς περὶ τῶν ἀκουσίων τεθέντας. τοῦτο γάρ, οἶμαι, κεφάλαιόν ἐστι τῶν κακῶν. ὁρᾷς εἰς ὅσην ὁ λόγος ἀτοπίαν προβαίνει τοῖς παρὰ σοῦ ῥηθεῖσιν ἀκολουθῶν.

`23.2.52`

σὺ δὲ πόθεν ᾀσμάτων, πόθεν αὐλημάτων ἐδέου; οὐ γὰρ ὅσον εἰς ἀνάξιον ἡδονὴν ἔμελέ σοι τῆς κόρης· γάμον ἐμελέτας καὶ διηνεκῆ συζυγίαν, ἵνα βεβαίως ἐκείνην ὑποτάξῃς τῷ γάμῳ, ὥστε σου τὴν ἐγκράτειαν λέγων εἶναι μείζονος πόθου μή ποτε δή τι καὶ τοιοῦτον διενοήθης· κοσμία μοι καὶ σεμνὴ καὶ σώφρων ἡ κόρη, τῆς εὐνοίας σοι τοῦτον ὑπαγορευούσης τὸν ἔπαινον; ἂν οὖν κωμάσω τοιαῦτα, λυπήσω διʼ ὧν εὐφραίνειν ἡγοῦμαι παρθένον ἐπισταμένην ἐρυθριᾶν. μὴ τοίνυν ὅσα τῆς ἐρωμένης εἰς θεραπείαν ἐποίεις, ταῦτα πρὸς ἀπόδειξιν καρτερίας μεταφέρειν βιάζου.

`23.2.53`

καὶ μὴν ὅσοι τοιούτοις ἀποκέχρηνται κώμοις, πρὸς θήραν ἀεὶ χρῶνται τῶν παιδικῶν· σὺ δὲ παῖς ὑπάρχων εὐπόρου πατρὸς τὸ μέγιστον δέλεαρ εἶχες· τοῦτο γὰρ ἑλεῖν ἱκανὸν καὶ μνηστεῦσαι παρθένον καὶ μάλιστα πενίᾳ πιεζομένην.

`23.2.54`

πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις, οἶδα ἐγὼ τῶν ἐρώντων πολλοὺς ἃς ἀγαπῶσι γυναῖκας ὀκνοῦντας ἁρπάζειν οὐ διʼ ἐγκράτειαν, ἀλλʼ ἐξ ἄκρας εὐνοίας, ὑφορωμένους, μή πως οὐ τύχοιεν χαίρουσαι τῇ βίᾳ τῆς ἁρπαγῆς. παῦσαι δὴ σαθροῖς τεκμηρίοις τὴν καρτερίαν ἐμφαίνων. βούλει δοκεῖν ἁπλῶς ἐγκρατής, ἀπόθου τῆς διανοίας τὴν κόρην.

`23.2.55`

πολλοί σε προτρέποντες σύμβουλοι πρὸς ἐγκράτειαν, ὁ πατήρ, ἡ τεκοῦσα καὶ μετὰ τούτων ἡ προτέρα σου σωφροσύνη. οἱ μὲν γὰρ ἀκόλαστον ἐξ ἀρχῆς ἐνστησάμενοι βίον, εἴ πού τι φανεῖεν ποιοῦντες αἰσχρόν, οὐ λίαν ἐπίσημοι γίνονται τῇ συνηθείᾳ τῆς ἀσελγείας· ὅσοι δὲ λελοιπότες τὴν σώφρονα τάξιν πρὸς τὴν ἑτέραν ἐξαίφνης αὐτομολοῦσιν, αἰσχρᾶς οὗτοι πληροῦσι φήμης τὴν πόλιν. ἡδεῖαι γὰρ οὖσαι καὶ ἄλλως αἱ λοιδορίαι ταῖς ἁθρόαις ἐπὶ κακίαν μεταβολαῖς, περιβόητοι μᾶλλον καὶ τερπνότεραι γίνονται.

`23.2.56`

μὴ τοίνυν ὄνειδος σαυτῷ περιάψῃς λαμπρόν, ἀλλʼ ὅταν ὁ τῆς Ἀφροδίτης εἰσάγῃ σου τῇ ψυχῇ τὴν παρθένον, ἀντίθες αὐτῷ τὴν πενίαν, τὰς ἐμὰς ὑποθήκας, τὴν προῖκα τῆς εὐπορούσης, τὸ πάλαι σου κόσμιον. ὄψει παραχωροῦντα, κἂν φιλόνεικος ὑπάρχῃ καὶ δύσερις. στῆσον οὖν ἕτερόν τι τρόπαιον κατὰ φαύλης ἐπιθυμίας, οἷον ἄρτι κατὰ δυσμενῶν ἀδικίας. ἄτοπον γὰρ ἑτέρων κρατοῦντα μόνον οὐ κρατεῖν ἑαυτοῦ. πρὸς ταύτην οὐ δεῖ σοι τὴν νίκην ὅπλων οὐδὲ κινδύνου. τοῦτο τὸ τρόπαιον σοὶ λογιζόμεθα μόνῳ· τῆς γὰρ διʼ ὅπλων σοι νίκης τοσοῦτοι κοινωνοῦσιν ὅσοι τῆς μάχης.

`23.2.57`

Ἀλλὰ ψιλοῦμεν, φησίν, ἀνδρῶν μαχίμων τὴν πόλιν· φύσει γὰρ οὖσα φιλότιμος ἡ νεότης ἐλπίδι τινὸς ἀμοιβῆς γυμνάζεται τὰ πολέμια, ἑκάστῳ δὲ μισθός ἐστι τὸ ποθούμενον. τίς οὖν οὐ δεινῶς ἀθυμήσει διαμαρτάνοντός μου τῆς κόρης ὡς ἂν οὐ πιστεύων κεχαρισμένην αὑτῷ δωρεὰν ἀπολήψεσθαι; τίς δὲ μὴ τοῦτο πιστεύσας τέχνην ἀσκήσει πολεμικήν;

`23.2.58`

πολὺ μὲν τῶν ῥημάτων τὸ μῆκος, εὐάλωτον δὲ ὅμως καὶ ῥᾴδιον λῦσαι. τῶν γὰρ ἐν ἡλικίᾳ τοὺς μὲν βιῶναι κοσμίως συμβαίνει, τοὺς δὲ πρὸς ἡδονὰς ἐπτοῆσθαι, καὶ τῶν εἰς τὴν δευτέραν μερίδα τελούντων τοὺς μὲν εὐπορωτέρων ἐρᾶν γυναικῶν, τοὺς δὲ παραπλησίων τὴν τύχην, τοὺς δὲ λειπομένων ἐν πλούτῳ.

`23.2.59`

οἱ μὲν οὖν σωφρονοῦντες τῶν νέων ἢ χρήμασι προεχούσας ἀγαπῶντες παρθένους ἢ τὴν ἴσην αὑτοῖς κεκτημένας οὐσίαν οὗτοι μὲν ἅπαντες οὐδαμῶς ἀθυμήσουσι διαμαρτάνοντός σου τῆς κόρης, τὸ δὲ λοιπὸν τῆς νεότητος μέρος, οἱ φαυλότερα τῆς ἀξίας γύναια στέργοντες, ἀνιάσονται μέν, ὡς εἰκός, ὁρῶντες δέ σου τὴν αἴτησιν οὐ προβαίνουσαν καὶ τῇ ψήφῳ τοῦ δήμου κατεγνωσμένην καὶ τῷ πολλοῖς ἐπίψογον δόξαι φαύλην ἡγούμενοι τὴν ὁμοίαν ὑφορώμενοι μέμψιν πειράσονται σωφρονεῖν.

`23.2.60`

ἀποτυχὼν μὲν οὖν τῆς ἐρωμένης οὐδὲν ἡμῖν εἰς ἀνανδρίαν λυμαίνῃ· ἂν δὲ τὸ πάθος ἐκτείνῃς ἄχρι τοῦ τῆς ἐπιθυμίας τυχεῖν, ἄβατον ποιεῖς τῇ σωφροσύνῃ τὴν πόλιν ἄνθρωπος δόξαν εἰληφὼς εὐκοσμίας. φθείρουσι γὰρ ἤθη σεμνὰ μειρακίων οὐχ οὕτως οἱ παροινεῖν εἰωθότες, ὅσον τις εἰς ἀκοσμίαν ἐκ παλαιᾶς σωφροσύνης μεταβαλών· εὐσχήμονα γὰρ ἀπολογίαν ἡγοῦνται τῷ τοιούτῳ συναμαρτάνειν, ἄλλως τε κἂν ὁρῶσι τὸν δῆμον, μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, προαγωγοῦ τινος ἔχοντα τάξιν.

`23.2.61`

ἐντεῦθε καὶ παῖδες ἀμελήσουσιν, οἶμαι, γονέων. ὁρῶντες γὰρ ὑπεριδόντα σε τοῦ πατρός, ᾧ πᾶσαν εἰώθεις αἰδῶ τε καὶ θεραπείαν προσάγειν, εἰκόνι σοι χρήσονται τῆς περὶ τοὺς οἰκείους γονεῖς ἀτιμίας. τοιούτων οὖν ἔργων τοῖς ἡλικιώταις ἔσῃ παράδειγμα, καὶ πρώην ὀνόμασιν εὐφήμοις καλούμενος ὁ σώφρων, ὁ τὸν πατέρα τιμῶν ἀντιπάλοις ἐπωνυμίαις κληθήσῃ. μὴ γὰρ ἡ κατὰ πόλεμον ἀριστεία τὴν ἐκ τοῦ μὴ σωφρονεῖν αἰσχύνην ἐπικουφίζει; περιφανῆ μᾶλλον αὐτὴν ἀπεργάζεται. τοῦ τροπαίου γὰρ ἡ λαμπρότης τὴν ἐξ ἔρωτος ἀδοξίαν κηρύττει, καὶ λανθάνειν οὐκ ἔνεστιν ἄνδρα τοιοῦτον νόσῳ τοιαύτῃ δεδουλωμένον.

`23.2.62`

Ἀλλὰ γὰρ οὐκ ἔχων σαυτῷ χρήσιμον δεῖξαι τὸν γάμον ἧς ὀρέγῃ παρθένου πρὸς τὸ δοκεῖν κήδεσθαι τοῦ κοινοῦ καταφεύγεις καὶ τῇ προσηγορίᾳ τῆς πόλεως ὑφαρπάζειν οἴει τὴν ἐκκλησίαν· πλὴν ἐπειδὴ τὴν πόλιν ἄγεις εἰς μέσον καὶ μαχίμους ἄνδρας ἔχειν αὐτὴν ἀξιοῖς δίκαια λέγων, ἐγὼ τοὺς εὐπόρους ἡγοῦμαι προθυμότερον πολεμεῖν τῶν ἀπόρως διακειμένων.

`23.2.63`

οἱ μὲν γὰρ τῆς δεομένης μερίδος οὐκ ἔχοντες ὑπὲρ ὧν εὐλαβήσονται κοῦφον ἀτύχημα καὶ μικρὸν ἡγοῦνται τὴν ἧτταν· οἷς δὲ πρὸς ἔνδειαν ἡ μεταβολὴ σαλεύει τοῦ βίου, τούτους προτρέπει γυμνάζεσθαι τὰ πολέμια τὸ τῆς ἥττης ἀφόρητον. διὰ τοῦτο καὶ δούλου σπουδαιότερον ἐλεύθερος ἀγωνίζεται· ὁ μὲν γὰρ ἐλευθερίας δέδοικε στέρησιν, ὁ δὲ παρὰ τῶν πολεμίων ἁλοὺς οὐδὲν οἴεται καινότερον πάσχειν, μᾶλλον δὲ πρᾳοτέραν τὴν ὑπʼ ἐκείνοις ἡγεῖται δουλείαν. οἰκέτῃ γὰρ ὁ παρὼν δεσπότης ἀεὶ τοῦ προσδοκωμένου βαρύτερος.

`23.2.64`

Αἰσθάνεσθαί μοι δοκῶ τὸ προσιστάμενον τῷ νεανίσκῳ. ἴσως ἐννοεῖται πρὸς ἑαυτόν· ἔτυχον ἅπαξ δημοσιεύσας τὸ πάθος. ὅπου τις ἐμοῦ μνημονεύει, προστίθησί μοι τὴν κόρην. τί οὖν ζημιῶμαι τὴν ἐρωμένην μὴ διαφεύγων ἐκ τούτου τὴν ἀδοξίαν; ταῦτα μὲν οὐδὲν ἀπεικὸς διανοεῖσθαι τὸν παῖδα, οὐ μὴ ἐγὼ τὸν τοιοῦτον ἀποδέχομαι λογισμόν.

`23.2.65`

ὁρίζομαι γὰρ ἄνδρα μὲν ἄριστον τὸν οὐ φρονοῦντά τι φαῦλον, ἔπειτα δεύτερον τὸν ἄτοπα μὲν ἐννοούμενον, ἐρυθριῶντα δὲ λέγειν καὶ πράττειν· ὁ δὲ γνώμῃ μὲν ἁμαρτάνων καὶ γλώττῃ, καθαρὸς δὲ τοῖς ἔργοις τρίτος μοι τέτακται. τὸν δέ γε διανοίᾳ τε καὶ λόγοις καὶ πράξεσι πλημμελοῦντα τοῦτον οὐδαμοῦ θήσομαι. ἐβουλόμην μὲν οὖν ἄριστον ἢ δεύτερόν σε τετάχθαι· ἐπεὶ δὲ τὰς ἀμείνους ἀπολέλοιπας τάξεις ὁμοῦ τε τὸ φίλτρον ἐνθυμηθεὶς καὶ τὴν ἔννοιαν ἐξειπών, τὴν γοῦν ὑπόλοιπον φύλαττε τάξιν μὴ πρὸς ἔργον ἄγων τὸ πάθος.

`23.2.66`

ταύτας ἐπᾷδε σαυτῷ τὰς νουθεσίας, ὦ παῖ, χρησιμωτέρας ὧν ἐφθέγξω ῥημάτων· ἐφʼ οἷς ἐγὼ λεγομένοις καταδυόμενος πρὸς ἐκεῖνον ἀπεπνιγόμην τὸν λόγον, ὅτε τὸν πόλεμον ἔφης, ἕως μὲν συνειστήκει, τὴν κόρην ἐκβαλεῖν σου τῆς διανοίας, κατὰ νοῦν δέ σοι λυθέντα πάλιν αὐτῆς ἀναμνῆσαι.

`23.2.67`

πῶς τοῦτο λέγεις, ὦ παῖ; νῦν γὰρ μᾶλλον ἐχρῆν ταπεινόν σοι φανῆναι τῆς ἀπορούσης τὸν γάμον. τὸν γὰρ ἀνάξιον ὄντα σου πρὸ τῆς ἀριστείας ἔτι καταδεέστερον ἔδειξεν ἡ τῆς μάχης ἀνδραγαθία, καὶ μικρὸν οὐδὲν ἔδει φρονῆσαι πλούτῳ πατρῴῳ τροπαίου συνελθόντος ἰδίου.

`23.2.68`

ὅλως δέ μοι δίδως θαυμάζειν, ὅπως ἐσχόλαζέ σοι μεμνῆσθαι τῆς κόρης ὁ λογισμός. τὸν γὰρ ἐκ πολέμου καὶ νίκης ἐλθόντα καὶ πανδήμων ἀπολαύοντα κρότων καὶ διπλῇ τὴν ψυχὴν ἀσχολούμενον εὐφροσύνῃ, τροπαίου τε πολεμίων καὶ τῆς ἐκ τῶν οἰκείων τιμῆς, τοῦτον ἔδει τὴν κόρην ἀποθέσθαι τῆς μνήμης. οἱ μὲν γὰρ ἐξεπίτηδες ἀφορμὰς ἑαυτοῖς μηχανώμενοι πρὸς λήθην τῶν παιδικῶν φιλονεικότερον ποιοῦσι τὸν ἔρωτα· ὅσοις δὲ προφάσεις αὐτόματοι παραπίπτουσιν εἰς ἕτερα τὸν νοῦν ἐφελκόμεναι, τούτους ὧν ποθοῦσιν ἐπιλελῆσθαι προσήκει.

`23.2.69`

ἀλλὰ μὴν οἶδά που τοῦτο παρὰ τῶν ἐρώντων λεγόμενον, παρʼ ὧν καὶ τἆλλα τυγχάνω μαθών, ὅσα τοιαῦτα διῆλθον, ὡς ἄρα τοῖς βουλομένοις κρατῆσαι τοῦ πάθους τὰ πρῶτα μὲν ὀδύνη τις γίνεται, βραχὺν δὲ τῆς ἐγκρατείας λαβούσης καιρὸν οὐ λίαν ἐπιπόνως αὐτοῖς ἡ λήθη προβαίνει. πῶς οὖν τοῦ πολέμου σοι τὸ φίλτρον ἀπωσαμένου πάλιν ἀνενεώσω τὸ νόσημα; ἡ γὰρ τοιαύτη φιλία λύσεως ἀρχὴν δεξαμένη μόλις πρὸς ἑαυτὴν ἀναστρέφει.

`23.2.70`

Εἰ δέ σοι πάντως ἐκέκριτο γῆμαι τὴν ἐρωμένην, ἔδει κατορθώσαντά σε τὸν πόλεμον προσελθόντα μοι, πρὶν τὴν παροῦσαν ἐκκλησίαν συστῆναι, κολακικῶς οὕτω καὶ πρᾴως, πάτερ, εἰπεῖν, οὔπω τὴν κόρην ἐκείνην τὴν ἐν τῇ πανηγύρει, περὶ ἧς ἤδη σοι διελέχθην, τῆς ψυχῆς ἀπεθέμην καὶ ταῦτα πολλὴν ποιησάμενος περὶ τοῦτο σπουδὴν αἰδοῖ τε καὶ θεραπείᾳ τῇ σῇ. ταύτην εἴ μοι γυναῖκα λαβεῖν ἐπινεύσεις, αἰτήσω τὸν δῆμον ἀμοιβὴν τῆς ἀριστείας χρυσίον τοσοῦτον, ὅσην ἐπαγγέλλεται προῖκά μοι φέρειν ἡ πλουτοῦσα παρθένος.

`23.2.71`

ἦν μὲν ἂν οὐδʼ οὕτω μοι φορητὸν ἀμφότερα βουλομένῳ, καὶ προῖκα λαμπρὰν καὶ δεύτερον κέρδος ἐκ τῆς ἀριστείας, ἴσως δʼ ἂν ἐπειθόμην ἐνδοῦναι. μή ποτε κέρδους ἑκατέρου γλιχόμενος ἀμφοτέρων ὁμοῦ διαμάρτω δωρεάν σου τὴν κόρην αἰτοῦντος, εἴ γε δεῖ τοῦτο δωρεὰν ὀνομάζειν.

`23.2.72`

τὸ μὲν γὰρ τῆς νίκης ἀντίρροπον γέρας σαφής ἐστι δωρεὰ καὶ δικαίως ἂν τοῦτο κληθείη, τὸ δὲ τοῦ λαβόντος ἀνάξιον οὐ μετρίως αὐτῷ πρὸς δόξαν ἐπιβουλεύει. ὥσπερ γὰρ οἱ τῶν ἁμαρτημάτων ἐλάττους σωφρονισμοὶ μετριώτερα ποιοῦσι τὰ πλημμελήματα, οὕτω τὴν ἐκ τῶν κατωρθωμένων συστέλλουσιν εὔκλειαν αἱ τῆς ἀξίας ὀπίσω χωροῦσαι τιμαί. ἀπὸ γὰρ τῶν μισθῶν οἱ πολλοὶ τῶν ἔργων ποιοῦνται τὴν βάσανον.

`23.2.73`

Ἔδει μὲν οὖν ἢ τὴν ὡραίαν παρθένον τοῖς ἐκείνης χρήμασιν ἐπανθεῖν ἢ τὴν εὐποροῦσαν τοσοῦτον ἐν εἴδει νικᾶν ὅσον ἐν πλούτῳ· ἐπεὶ δὲ μὴ τοῦτο συμβέβηκεν, ἐγώ σε διδάξω, πλούτου πρὸς κάλλος ὅσον ὑπάρχει τὸ μέσον.

`23.2.74`

προσώπου μὲν ἄνθος χρόνου δεδούλωται μήκει καὶ νόσῳ, πλούτῳ δὲ πρόσεστιν ἐλευθερία τις ἔμφυτος ἑκατέρου κακοῦ. καὶ χρήματα μὲν ὑπόκειται μᾶλλον φρουραῖς ἀνθρωπίναις, οὐ μὴν βίβαιος φύλαξ ἔσῃ τοῦ κάλλους. δεῖ γὰρ ἐπιοῦσάν τε νόσον καὶ γῆρας ἀποσοβεῖν, ὧν οὐδέτερον ἀνθρώπου δέδοται φύσει.

`23.2.75`

χωρὶς δὲ τούτων, γυναικῶν μὲν εἶδος ἄλλος ἄλλο προκρίνει πολλῆς ἐνταῦθα κρατούσης ἀνωμαλίας, οὔτε γὰρ ἅπασι μίαν ὄψει κεχαρισμένην οὔτε τὴν αὐτὴν τοῖς αὐτοῖς διὰ τέλους ἀρέσκουσαν· χρήματα δὲ πάντες ἀεὶ στέργουσιν ἄνθρωποι. ποῖον δὲ κάλλος, εἰπέ μοι, πρὸς εὐπρέπειαν ἁμιλλᾶται χρυσοῦ; διὰ τοῦτο χρυσῆν, οἶμαι, καλοῦσι τὴν Ἀφροδίτην οἱ ποιηταὶ καλλωπίζοντες τὴν θεόν.

`23.2.76`

εἰκότως, ὦ τέκνον, εἰκότως μικρὸν οἴει κτῆμα τὸν πλοῦτον ἐκ τῶν πατρῴων τρεφόμενος ἔτι, τῷ γὰρ οὔπω λαβόντι πεῖραν ἐνδείας ἐλάττω παρέχει τῆς ὠφελείας τὴν αἴσθησιν, ἂν δὲ τῶν ἡμετέρων ἐκπέσῃς, γνώσῃ, πόσης ἐπιμελείας ἀξία τῶν χρημάτων ἡ κτῆσις. οὐχ ὁρᾷς ὁποῖον θυγατέρες εἰσὶν ἡλικίαν ἔχουσαι γάμου; εἰ μέγαν αὐταῖς ἡ Τύχη ῥεύσειε πλοῦτον, δρόμος ἐνταῦθα μνηστήρων καὶ πρῶτον ἐρώτημα· πόση τῆς κόρης ἡ προίξ; καὶ λαμπρὰν μὲν ἀκούων τις ἐρωτᾷ δὴ καὶ τὰ δεύτερα, εἰ γένους ἔχει καλῶς καὶ τρόπων καὶ θέας· βραχεῖαν δὲ προῖκα καὶ φαύλην ἀκηκοὼς ἄπεισι περὶ τῶν ὑπολοίπων οὐδὲν ἀξιώσας πυθέσθαι· οὕτω πᾶσι τοῖς γῆμαι βουλομένοις ἐσπούδασται λίαν ἡ προίξ, ἐνίοις μὲν πρώτη, τοῖς δὲ πλείοσι μόνη.

`23.2.77`

Ἀλλʼ, ὦ πλεῖστον ἀποβουκολίσασαι τὸν βίον ἐλπίδες, ὅπως ἐμὲ πρώην ἀνεπτερώσατε πείθουσαι μεγάλα προσδέχεσθαι κέρδη τῷ τροπαίῳ τοῦ νέου. καί μοι, πρὸς θεῶν, ὦ παρόντες, δότε διὰ βραχέων εἰπεῖν, οἵαις με φαντασίαις αὗται διέπαιζον· εὕρηται γάρ τις παραμυθία τῶν λυπηρῶν ἡ τούτων διήγησις.

`23.2.78`

Ἐγὼ τοίνυν, ἐξ ὧν ὁ παῖς εὐδοκίμησε, χρυσίον ὠνειροπόλουν καὶ περιῄειν φαιδρός τε καὶ μειδιῶν ἕκαστον ἀξιῶν μοι συγχαίρειν ἑκάστῳ διεξιών, ὅτι παῖς ἐστιν ἐμὸς ὁ τὸν ἀγῶνα νικήσας. τοιαύταις οὖν ψυχαγωγίαις ἠπατημένος ἐνέδωκα τῷ παιδὶ συγκαλέσαι τοὺς φίλους εἰς ἐπινίκιον εὐωχίαν, καὶ συνῆλθε πολυτελὲς συμπόσιον παρʼ ἐμοί, πάντες νέοι καὶ πέρα καιροῦ τρυφῶντες, πῶς γὰρ ἐνῆν διαιτᾶσθαι μετρίως ἀνθρώπους τε νέους καὶ χαίροντας τῇ νίκῃ τῆς πόλεως λαβομένους ἀλλοτρίας τραπέζης; ἴσως δέ με καὶ ὑποκνίσαι βουλόμενοι προσέθηκαν τῇ τρυφῇ.

`23.2.79`

ἐγὼ δὲ καρτερεῖν ἐμαυτὸν ἐνουθέτουν τῇ προσδοκίᾳ τῆς ἀμοιβῆς τὴν ἐπὶ τῇ δαπάνῃ παραμυθούμενος λύπην. τῆς θοίνης οὖν λελυμένης πολὺς ἐνεκείμην τῷ νέῳ καὶ παρῄνουν, ὅσον τάχος, ἀγεῖραι τὴν ἐκκλησίαν, ἕως ἡμῖν ὁ πόλεμος ἐντετύπωται τῇ διανοίᾳ· αἱ γὰρ ἀναβολαὶ τὰς χάριτας ἐπὶ ἔλαττον καταφέρουσιν ἐλαττοῦσαι τὴν μνήμην.

`23.2.80`

ὁ δὲ θᾶττον ἢ βούλομαι τὸν δῆμον ἔφη συνάγειν ἑτέρᾳ σπεύδων προφάσει, νῦν γὰρ τοῦτο μανθάνω. ὁ μὲν γὰρ δῆμος ὑμεῖς ἦτε συνειλεγμένοι, ὁ δὲ παρῄει πρὸς τὸ βῆμα φυσῶν καὶ τοῦ πολέμου βραχέα μνησθείς· ἠπείγετο γὰρ πρὸς τὴν κόρην, ᾔτησε δωρεὰν τἀμὰ δαπανῆσαι. τοιαῦτα τῆς ἀριστείας ἀπέλαυσα τοῦ παιδός. οὕτω καλὸν ἔβοσκον ἐμαυτῷ γηροτρόφον.

`23.2.81`

ἀλλὰ μὴ τοσοῦτον ἔχε πρὸς τὸν φύσαντα φιλονείκως. ἔστιν ὅπου καὶ νίκη τῷ νικήσαντι βλαβερόν, ὦ μοι εὐδοκιμήσας πολεμίων κρατήσας καὶ πατρὸς ἡττηθεὶς τὸ δέον εἰσηγουμένου. πόσον ἔτι χρόνον ἐγὼ τὰ ὑπάρχοντα κεκτήσομαι; πρεσβύτης εἰμί· βραχὺ διέστηκε γῆρας θανάτου. διόπερ ἐξεπίτηδες κτώμεθα παῖδας, ὅπως, ἐπειδὰν ἡμεῖς οἱ πρεσβύται μηκέτι χρηματίζεσθαι διὰ τὸ γῆρας οἷοί τε ὦμεν, ὑμεῖς οἱ νέοι μείζω ποιήσητε τὴν οὐσίαν. πρὸς τοῦτο τοίνυν ὁρῶντες παιδοποιοῦμεν γνησίους βουλόμενοι κληρονόμους καταλιπεῖν μὴ καρτεροῦντες εἶναι χρημάτων ἐκτός. ἐπεὶ δὲ τῇ τελευτῇ χωριζόμεθα τούτων, μηχανώμεθά πως καὶ μετὰ θάνατον τὴν ἀπόλαυσιν τοῖς ἐξ ἡμῶν πεφυκόσι παραδόντες τὸν κλῆρον.

`23.2.82`

μὴ τοίνυν τούτου σαυτὸν ἀποστέρει πένητι γάμῳ, μή ποτε δόξῃς χρημάτων ἀνάξιος τῷ τούτων ἐκπίπτειν, ἀλλὰ δὸς ἅπασιν εὔχεσθαι τοὺς υἱεῖς τοιούτους ἰδεῖν. δός μοι σεμνύνεσθαι πρὸς τοὺς τῶν ἄλλων γονεῖς καὶ λέγειν, ὡς οὐδὲ ποθήσας ὁ παῖς ἠπείθησε τῷ πατρί. χορήγησον τοῖς συλλόγοις περὶ σοῦ διηγήματα καθαρῶν ἐγκωμίων καὶ μὴ τοῖς ὑπὲρ ἀνδρείας ἐπαίνοις ἀναμίξῃς ἀκρατείας διαβολήν.

`23.2.83`

δὸς τῇ τεκούσῃ μεγαλαυχεῖν πρὸς τὰς τῶν ἄλλων μητέρας, ἥ που στοχαζομένη λοιπὸν ἡμᾶς ἐπανήκειν τῆς αὐλείου θύρας προκύπτει τὴν ἡμετέραν ἄφιξιν ἀναμένουσα κἂν αἴσθηταί μου πράξαντός τι κατὰ νοῦν, προσδραμοῦσα σὲ περιπτύξεται καὶ ἅμα σοι περιβάλλουσα τὰς χεῖρας εἰς ἐμὲ βλέπουσα λέξει· ταῦτά σοι τὸν παῖδα ποιεῖν ὑπεσχόμην· ταῦτα πεποίηκεν. μὴ τοίνυν ψευδῆ τὴν ὑπόσχεσιν τῆς μητρὸς ἀποφήνῃς. εὐμενέστερον ὡς εἰπεῖν ἐκ τῆς ἐκκλησίας σε δέξεται τῷ πατρὶ πεπεισμένον ἤπερ ἐκ τῆς μάχης νενικηκότα. πολλὰς ἀπαριθμήσεταί σοι γυναῖκας ταύτης ἐλάττους τὴν θέαν τοῖς ἀνδράσιν ἠγαπημένας, πολλὰς καταλέξει νικώσας εὐπρεπείᾳ τὴν πενομένην, αἷς οἱ γήμαντες οὐ κατὰ νοῦν συνοικοῦσιν. διηγήσεται, πόσας εὐπορούσας οἰκίας ἀνάλωσε κάλλος ἄνευ προικὸς εἰσελθόν.

`23.2.84`

σοὶ μὲν ἡ μήτηρ τοιαῦτα· τὴν πλουτοῦσαν δὲ κόρην τάχα που πρὸς σὲ λυπουμένην ἐν δευτέρῳ πεποιημένην αὐτὴν τῆς ἀπορούσης τοιούτοις παραμυθήσεται λόγοις, ὡς νεότητι μὲν ἐπὶ τοῦτο προήχθης, ἤδη δέ σοι μεταμέλει καὶ τοῖς ἴχνεσιν ἀκολουθεῖς τοῦ πατρὸς πάντα χρημάτων δεύτερα κρίνων.

`23.2.85`

Βούλομαι τοίνυν τὸν πλοῦτον ὅσον ὄφελός ἐστι τῷ βίῳ διὰ βραχέων σοι δείξας καταλῦσαι τὸν λόγον. οὗτος, ὦ παῖ, κοινὸς ἁπάντων ἐστὶ τροφεύς, οὗτος πόλεων οἰκιστὴς ἅμα καὶ φύλαξ, καινὰς μὲν δημιουργῶν, ἐπανορθῶν δὲ πεπονηκυίας. ἕως κέκτησαι πλοῦτον, κέκτησαι φίλους, συγγενεῖς, ἐπαινέτας. ἂν δὲ ἀναλώσας λάθῃς, συνανάλωσας ἅπαντα. τὸ δὲ μέγιστον, ἀρετὴ γὰρ τοῖς μὲν εὐποροῦσιν ἂν ἀπῇ, παρεῖναι δοκεῖ· τοῖς δὲ πενομένοις καὶ παροῦσα λανθάνει.

`23.2.86`

Ὁρᾷς κατανεύοντα τοῖς λεγομένοις τὸν δῆμον. ποίει τοίνυν παλινῳδίαν τοῖς χρήμασι καὶ λῦσον ἐπαίνῳ δικαίῳ τὸν φθάσαντα ψόγον καὶ δίκασον ἑκατέρᾳ παρθένῳ μὴ πρὸς ἡδονήν, ἀλλὰ πρὸς ὠφέλειαν ἄγων τὴν ψῆφον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-ao`.
