---
title: "Speeches: Part XXI (Dialexis)"
title_greek: "Λόγοι, Διάλεξις"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-am
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-21-uvo-am"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:77c57a96f5ec17a35d6ff208205fcbadb5b5addb4dc05cde7d055efcc5a8508f"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XXI (Dialexis)

*Λόγοι, Διάλεξις*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-am` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-21-uvo-am)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`21.1`

Η ΔΙΑΛΕΞΙΣ

ὅτι χρὴ τοὺς παριόντας ἐπιχειρεῖν τὰ τῶν μελετωμένων ἤθη μιμεῖσθαι.

`21.1.1`

Ἤδη που καὶ χορῶν ἐν Διονύσου γεγόνατε θεαταί, ἐν οἷς, οἶμαι, τινὰ καὶ ὀρχηστὴν ἑωράκατε νῦν μὲν ἀνδρείοις σχήμασι θέλγοντα τὴν σκηνήν, ἡνίκα τὸν Θεσσαλὸν ἢ τὸ τῆς Ἀμαζόνος μειράκιον ἤ τινα ἕτερον ἄνδρα ὀρχεῖται, νῦν δὲ ποθουμένην τε τὴν Βρισέως καὶ Φαίδραν ἐρῶσαν εὖ μάλα μιμούμενον καὶ πειρώμενον πεῖσαι τὸ θέατρον οὐχ ὅτι ἄρα μιμεῖται, ἀλλʼ ὅτι πέφυκε τοῦτο ὃ δὴ μιμεῖται.

`21.1.2`

οὕτω καὶ Ὅμηρος ὀρχεῖται τοῖς ἔπεσιν. ἢ οὐχ ὁρᾶτε τὸν ποιητὴν ὅ τι ἂν ἐθέλῃ τοῦτο εἶναι δοκοῦντα; ἐμοὶ μέν, εὖ ἴστε, παρασύρει τὴν φαντασίαν, καὶ εἴ που νεανίσκον ἐξ Αἰτωλίας ἢ γέροντα Πύλιον ὑποκρίνοιτο ἤ τινα ὅλως τῶν Ἀχαιῶν καὶ οἷς ἐπολέμουν οἱ Ἕλληνες, αὐτὸν ὁρᾶν μοι δοκῶ, ὃν ἂν ἐκεῖνος ὑποκρινόμενος τύχοι, εἴτε οὖν αἱ Μοῦσαι αὐτῷ τοῦτο ἐνέπνευσαν εἴτε καὶ μῦθος αἱ Μοῦσαι, φύσεως δὲ τὸ πλεονέκτημα ἦν, ἄγαμαί τε αὐτὸ καί τι παρόμοιον εὐξαίμην ἄν μοι προσεῖναι.

`21.1.3`

ἀλλʼ Ὁμήρῳ μὲν εὐτράπελός τε καὶ εὔχαρις καὶ πρὸς ἅπαν ἦθος εὔκολός ἐστιν ἡ γλῶττα, ἐμοὶ δέ, ὡς ἔοικεν, Ἀθηνᾶ τε ἐπιζητητέα καὶ ἡ τῆς θεοῦ ῥάβδος, ᾗ τὴν Ὀδυσσέως ἰδέαν τρέπει πολλάκις ἐκείνη, ἵνα με πρεσβύτην ὑποδείξειε νῦν, ὅτε τοιαύτην ἥκω ζηλώσων ὑμῖν ἡλικίαν.

`21.1.4`

ἦ που ἐκεῖνον μέμνησθε τὸν γέροντα τὸν φιλάργυρον, οὗ πενιχρᾶς ἠράσθη κόρης ὁ παῖς, ἦν γὰρ εὐπρόσωπος αὕτη. ὁ δὲ ἄρα οἱ παρθένον οὐκ εὐειδῆ συνάπτειν ἠξίου, ἦν γὰρ εὔπορος αὕτη. εἴπερ οὖν ἐκεῖνον ἔχετε κατὰ νοῦν, οὗτός ἐστιν ἡ παροῦσα μελέτη. ὥστε μοι καὶ γήρως ἔδει τὰ νῦν καὶ ἅμα φιλοχρήματον εἶναι τὸ ἦθος· ἐναργεστέρα γὰρ ἡ τοῦ λόγου φαίνεται μίμησις, ἡνίκα ὁ λέγων ἡλικιώτης ἐστὶ καὶ ὁμότροπος, ὅτου ἂν ἑαυτῷ πλάσας τυγχάνοι.

`21.1.5`

ἀτὰρ οὐδετέρας οἶμαι δεῖσθαι προσθήκης, εἰ τοσαύτην εὔνοιαν ἀπονέμοιτε τῷ πρεσβύτῃ, ὅσην αὐτοῦ πρώην ἐδώκατε τῷ παιδί· ὡς ἔμοιγε, ὦ φιλότης, ἄτοπον ἔδοξεν εἶναι ὑπὲρ νέου τε καὶ κόρης ὡραίας ἀγωνισάμενον ἄνδρα γεγηρακότα περιιδεῖν καὶ παρθένον ἄμοιρον κάλλους. καίτοι τοῦ λόγου μείζων ἐστὶν ἀρετὴ τὰ μὴ καλὰ ποιῆσαι τοιαῦτα ὀφθῆναι. ζωγράφος μὲν γὰρ ὅπως ἂν ἔχοι τὰ εἴδη φιλοτεχνείτω, τοῦτο γὰρ ἐκείνου τὸ ἔργον, ῥήτορι δὲ τὰ αἰσχρά, εἴτε σώματα εἴτε πράγματα φαίνοι, δίδωσιν ἐπισκιάζειν ἡ τέχνη.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-am`.
