---
title: "Speeches: Part XX (Declamation: The Young Champion)"
title_greek: "Λόγοι, Ἀριστεὺς νέος"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-al
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-20-uvo-al"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:6cecbd9216058a05ff99d3bc999ceb6cb13ddff5a744e22afaa2f7df0e1176a6"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XX (Declamation: The Young Champion)

*Λόγοι, Ἀριστεὺς νέος*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-al` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-20-uvo-al)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`20.1`

ΑΡΙΣΤΕΥΣ ΝΕΟΣ

Παῖδα φιλάργυρός τις εὔπορος ἔχων κόρην ἐβούλετο συνάψαι πρὸς γάμον αὐτῷ πλουσίαν μέν, αἰσχρὰν δὲ τὴν ὄψιν. ἀποστρεφόμενος τὴν μνηστείαν ὁ νέος μεταξύ τινος ἑορτῆς γινομένης ἑτέρας ἠράσθη παρθένου καλῆς, ἐνδεοῦς δὲ χρημάτων ἐν τῇ πανηγύρει ταύτην ἰδών. περὶ ἧς τὸν πατέρα πρὸς γάμον αἰτήσας διήμαρτε. πολέμου καταλαβόντος ἠρίστευσε καὶ δωρεὰν ἣν ἐθέλει παρὰ τῶν νόμων ἔχων αἰτεῖν ἀξιοῖ τὴν ἐρωμένην λαβεῖν ἀντιλέγοντος τοῦ πατρός. μελετῶμεν τὸν νέον.

Θεωρία.

`20.1.1`

Δέχονται καὶ παῖδας ἀμφισβητοῦντας γονεῦσιν οἱ νόμοι τῆς τέχνης. ὅσας γὰρ ἡ πεῖρα συνίστησι δίκας, τοσαύτας μιμεῖται τὰ πλάσματα.

`20.1.2`

πολλαῖς μὲν οὖν ἀφορμαῖς ἐπισπᾶται πρὸς ἑαυτὸν ὁ νεανίσκος τὸν δῆμον· ἐτρέψατο δυσμενεῖς ἐπιόντας, ἐξήρπασε κινδύνου πατρίδα, συνήγορον ἥκει νόμον κομίζων, μέτριον γέρας αἰτεῖ παρθένον ἐνδεῶς τεθραμμένην· ἀλλὰ τοσαύτην ἔχων ἀφθονίαν δικαιωμάτων οὔπω φροντίδος ἀπηλλάγη οὐδὲ τεθάρρηκεν οὕτως ἀκονιτὶ τὸν ἀγῶνα κρατεῖν, συνέστηκε γὰρ παιδίον πρὸς πατέρα καὶ πενία πρὸς πλοῦτον πᾶσι μὲν ἀνθρώποις ἡδύν, φιλαργύρῳ δὲ μάλιστα τίμιον.

`20.1.3`

ὅθεν εἰκότως τὰ μέν που νεανιεύσεται, τὰ δὲ κολακεύσει φρόνημα μὲν ἐκ τοῦ πολέμου λαβών, τῷ δὲ πατρὶ ταπεινὸς καὶ μετὰ νίκην ὑπάρχων, μή ποτε τῶν ἀκροωμένων τινὲς ἐκ τῆς παρούσης ἀντιλογίας τὸν ὅλον αὐτοῦ τεκμαιρόμενοι βίον δύσεριν ἀεὶ καὶ θρασὺν περὶ τοὺς γονεῖς ὑποπτεύσαντες ἧττον εὐμενεῖς αὐτῷ δοῖεν τὰς ἀκοάς.

`20.1.4`

τὸ μὲν οὖν κράτιστον ἦν ἔρωτος εἶναι κρείττω τὸν παῖδα· ἐπεὶ δὲ τούτου διήμαρτε, κατὰ δεύτερον, φασί, πλοῦν τὸ μὴ δοκεῖν ἀσελγὴς ἀγωνίζεται τῷ τε νῦν πρῶτον ἐρᾶν τῷ τε μὴ βίᾳ τὴν κόρην λαβεῖν καὶ τῷ μηδὲν ἁπλῶς εἰς ὄνειδος φέρον, οἷα τοῖς ποθοῦσιν ἔθος τολμᾶν, διαπράξασθαι. ἅμα γὰρ ἑαυτὸν ἀκοσμίας ἐλευθεροῖ καὶ τὴν ἐρωμένην πλέον κοσμεῖ δεικνύων αὐτῆς τὴν εὐπρέπειαν σώφρονος νέου κρατοῦσαν.

`20.1.5`

ταῦτα ποιήσει καὶ πειράσεται μέν, ὅσον ἔνεστι, πιθανῶς τῆς εὐπορούσης αἱρετωτέραν αὐτὴν παραστῆσαι· εἰ δέ που καὶ δόξει πέρα τοῦ δέοντος ταύτην κοσμεῖν, δοτέον ἐρῶντι.

`20.1.6`

τὸν μὲν οὖν πατέρα πρεσβύταις ἅμα καὶ φιλαργύροις ὑπόθεσιν ὡς ὁμοτρόποις αὐτῷ παραπέμπομαι· ἐγὼ δὲ μελέτην εἰκότως τὸν νέον ἐποιησάμην· ἥλικα γὰρ δὴ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα.

Μελέτη.

`20.2.1`

Ἔδει μὲν πρὸ τοῦ πολέμου τὸν φύσαντα τὴν ἐρωμένην ἐμοὶ συνάψαι πρὸς γάμον, ἵνα μὴ δόξω μισθὸν ἀπαιτεῖν τῆς ἀριστείας τὴν πόλιν καὶ μᾶλλον ὑμῖν ἐπαφρόδιτον φανῇ μου τὸ τρόπαιον προῖκα τῇ πατρίδι δοθέν· ὁ γὰρ ἀμοιβὴν φιλοτιμίας ἀπαιτῶν ἣν ἔδωκε χάριν ἀναλαμβάνει· ἀλλά μοι δοκεῖ τύχη τις ἀναβαλέσθαι τὸν γάμον, ὅπως ἐκ τῆς νίκης ἐράσμιος τῇ κόρῃ γενοίμην. οὐ γὰρ ἔπρεπεν, οἶμαι, χωρὶς ἀγῶνος τυχεῖν ἄθλου τοσούτου.

`20.2.2`

εἰ μὲν οὖν εὔσχημον ἦν ἐν ἐκκλησίᾳ παρθένον ἑστάναι κἀν τοσούτων ἀνδρῶν ὀφθῆναι συλλόγῳ καὶ τῇ παιδὶ σύνηθες ἦν ἀλλοτρίας ὄψεις ἀποτολμᾶν, οὐδὲν ἂν ἔδει φιλονεικίας ἡμῖν, ἀλλʼ ᾠχόμην ἂν διπλῆν εὐθυμίαν κερδάνας τὸν ὑπὲρ τῆς ἐρωμένης ἀγῶνα νικήσας διὰ τῆς ἐρωμένης· οὕτως αὐτῇ πρόσεστιν ἄμαχος ὥρα μὴ δεομένη προικὸς εἰς παραμυθίαν τῆς ἀπρεπείας· ἐπεὶ δὲ τὸ πρᾶγμα μὲν ἀναιδές, ἡ δὲ πολλαχόθεν οἶδεν ἐρυθριᾶν, ἐξ ἡλικίας, ἐκ φύσεως, ἐκ τροφῆς, καὶ νόμῳ κέκλειται γυναιξὶν ἐκκλησία, μεγάλη πρὸς τὸν ἀγῶνα ῥοπὴ καὶ πλεονεξία γίνεται τῷ πατρὶ τὸ μηδετέραν ἐνταῦθα παρεῖναι.

`20.2.3`

ἀμφοτέρων γὰρ ὁμοῦ φαινομένων μεῖζον ἂν εἶναι τὸ μέσον ἑκατέρας ἐδόκει τῆς μὲν ἔτι φαυλοτέρας τὸ πρόσωπον παρὰ τὴν ἐμὴν ὁρωμένης, τῆς δὲ πολὺ μᾶλλον πρὸς ἐκείνην εὐπρεπεστέρας.

`20.2.4`

ἀλλὰ κἂν εἰ νόμος ἐδίδου φανῆναι ταῖς κόραις, ὡς μᾶλλον ἐντεῦθεν ἐμὲ πρὸς τὸν ἀγῶνα πλεονεκτεῖν, εἱλόμην ἂν πρὸς ὄχλον μνηστήρων τὴν αὐτήν μοι ποθούντων ἔχειν ἐν ὅπλοις ἅμιλλαν ἢ δοκεῖν πρὸς τὸν πατέρα θρασύνεσθαι. ῥᾷον γὰρ τοὺς ἐν πολέμῳ κινδύνους γεγύμνασμαι φέρειν τῆς πρὸς τὸν φύσαντα παρρησίας. καὶ γνώσεσθέ μου τὴν πρὸς αὐτὸν ἐπιείκειαν, εἴ μου διὰ βραχέων ἀνέξεσθε τὸν ἐμὸν τρόπον εἰσηγουμένου· τὸ γὰρ παρθένου μὲν ἐρᾶν εὐπρεποῦς, ὁμοίως δὲ τὸν πατέρα τιμᾶν τὸν ἐκείνης ἀνανεύοντα γάμον τεκμήριόν ἐστι παιδὸς θεραπεύειν ἐπισταμένου γονεῖς. θεάσασθε τοίνυν, εἰ τοιοῦτον ὑμῖν ἦθος ἀσκῆσαι δοκῶ.

`20.2.5`

Ἐμοὶ βίος ἦν οἷον ἄν τις ἐπιτηδεύσειεν ὑπὸ πατρὶ φειδωλῷ τρεφόμενος παῖς καὶ ἄλλως ἀκολασίαν μισῶν. οὔκουν ἐφάνην περί τε τὰ ἀφροδίσια καὶ περὶ κώμους τε καὶ εὐωχίας καὶ τὰς ἄλλας ἡδυπαθείας ἐπτοημένος, ὥστε μοι καὶ ὠνείδιζον ἡλικιῶταί τινες κατηφῆ καὶ σκαιὸν ὀνομάζοντες καὶ μέχρι τίνος ἔσῃ παιδίον πατρὶ δεδουλωμένος καὶ ὅλως αὐτὰ τοῦ βίου τὰ καλὰ μὴ γινώσκων;

`20.2.6`

ἀλλὰ τῶν μὲν τοιούτων σκωμμάτων ἦν ἐμοὶ λόγος οὐδείς, σπουδὴ δὲ πρὸς εὐκοσμίαν καὶ τὸ ζῆν ἐλευθέρως. καὶ ἥ γε τῆς σωφροσύνης ὑπερβολὴ μῦθον ἔπειθέ με δοξάζειν τοὺς περὶ Ἔρωτος λόγους, ὡς ἄρα τινὲς ἀκρατεῖς παραπέτασμα τῆς ἀσελγείας θεὸν ἑαυτοῖς ἔπλασαν Ἔρωτα.

`20.2.7`

πρώην μὲν οὕτως ἐξηπατώμην, ἑορτῆς δέ τινος ἀγομένης, ἐν ᾗ φαίνεσθαι παρθένους ἀνδράσιν οὐ ψόγος, ἔδοξε τῷ πατρὶ κομψότερον ἢ κατὰ τὴν οἰκείαν φύσιν χρήσασθαι τῷ καιρῷ, καὶ ἐποίησεν οὕτως. οἷα δὲ ἐν πανηγύρει καὶ πότῳ γάμου πρὸς ἐμὲ μνημονεύει καὶ λόγον ἀφῆκε περὶ τοιαύτης παιδός, περὶ ἧς ἂν ἀπώκνησα δικαίως εἰπεῖν, ἵνα μὴ συνεισέλθῃ μοι τῇ μνήμῃ τὸ πρόσωπον, εἰ μὴ τῇ φαντασίᾳ τῆς ἐρωμένης ἀπεκρουόμην τοῦ λογισμοῦ τὴν ἐκείνης μορφήν. περὶ τοιαύτης ἡμῖν διελέχθη πολλάκις μὲν ἤδη μάτην παρενοχλήσας, ὑπονοήσας δὲ τότε πιθανώτερος εἶναι συνήγορον ἔχων τὴν ἑορτήν.

`20.2.8`

εὐθὺς οὖν τῷ λόγῳ τὰ ὦτα πληγεὶς ἀναστὰς ἠρέμα τῆς θοίνης περιῄειν τὰ τελούμενα θεωρῶν· τί δʼ ἄν τις ἐν ἑορτῇ διαπράξαιτο νέος ἄλλως τε καὶ διάγειν οἴκοι πεπαιδευμένος; ὅσα γὰρ οὐ λίαν βλέπειν εἰώθαμεν ἡδέα, ταῦτα μᾶλλον ἐπιθυμοῦμεν ἰδεῖν.

`20.2.9`

ἐνταῦθα κόρην ὁρῶ κεκοσμημένην ἐν ἱματίοις λιτοῖς αὐτὴν τῆς ἡλικίας ἄγουσαν τὴν ἀκμὴν ἀπλάστῳ λάμπουσαν ἤθει καὶ τὸ τῆς ψυχῆς ἄκακον ὑποφαίνουσαν ἀδόλῳ τε κάλλει καὶ σχήματος ἀφελείᾳ. καὶ ὅτε τοῦ χοροῦ τῶν παρθένων ἡσυχῆ διαστᾶσα μόνη κοσμίως εἱστήκει, ἔπαθον τὴν ψυχὴν τοιαύτην ἰδὼν πολλαῖς περιπεσὼν ἔρωτος ἀφορμαῖς· πανήγυρις ἦν καὶ πότος καὶ παρθένος ὡραία καὶ νεότης πολλὴ καὶ πατὴρ ἐλπίδα γάμου διδούς. αἰσθομένη τοίνυν ἐμοῦ περιεργότερον εἰς αὐτὴν ἀφορῶντος ἐρυθριάσασα καλλίων ἐφαίνετο τοῦ προσώπου συγκεκραμένου χρώμασιν αἰδοῦς τε καὶ φύσεως.

`20.2.10`

ὡς οὖν τάχιστα συνεσκότασεν—ἡ γὰρ περὶ τὴν θέαν τῆς παιδὸς ἀπληστία πασῶν ἐλαχίστην ἐδείκνυ τὴν ἡμέραν ἐκείνην—, ὡς οὖν διέλυσε τὴν πανήγυριν ἡ νὺξ ἐπελθοῦσα καὶ τῆς οἴκαδε πορείας ἀνέμνησεν ὁ πατήρ, ἐπανῄειν πρῶτον ἐνατενίσας τῇ κόρῃ καὶ τῇ διανοίᾳ τὸ πρόσωπον ὑπογράψας, ἵνα γενόμενος οἴκοι πρὸς ἐμαυτὸν εἰκονίσω.

`20.2.11`

λόγος ἦν παρὰ πᾶσαν τὴν ὁδὸν περὶ τῆς ἑορτῆς ἀμφοτέροις, πλὴν ὅσον ὁ μὲν ἐμοὶ τὴν δαπάνην ἠρίθμει καὶ πρόφασιν ἀσωτίας ἐκάλει τὰς ἑορτάς, ἐγὼ δὲ τὴν τῶν παρθένων εὐκοσμίαν ἐπῄνουν· τὸν πλησίον γὰρ ἕκαστος τὴν οἰκείαν φροντίδα διδάσκειν φιλεῖ.

`20.2.12`

ποίαν εἰκὸς ἐπὶ τούτοις ἐμοὶ γενέσθαι τὴν νύκτα; ὄνειροι γάρ, αἱ τῶν καθευδόντων ἐλπίδες, εὐπειθῆ μοι τὸν πατέρα παρεῖχον ἄχρι τῆς ἕω καὶ πενιχρᾶς ἀνεχόμενον νύμφης. μέσος οὖν γεγονὼς αἰσχύνης καὶ πόθου, τῆς μὲν ἀγχούσης τὴν γλῶτταν, τοῦ δὲ μισοῦντος τὴν σιωπήν, καὶ τῆς μὲν ἀπειθῆ μοι δηλούσης τὸν φύσαντα, τοῦ δὲ πειθοῦς χορηγοῦντος ἐλπίδα, τέως μὲν καθάπερ ἐν τρυτάνῃ πρὸς οὐδέτερον ἔρρεπον, καθελκούσης δέ με τῆς κόρης πρὸς ἑαυτὴν πεῖραν ἤδη τοῦ φύσαντος ἐποιούμην φανερῶς μὲν οὔπω τὸ πάθος ὁμολογῶν, τεκμηρίοις δέ τισιν ὑποσημαίνων τὴν γνώμην καὶ πρόσωπον ἀθυμοῦντος ἐμφαίνων, ἵνα μου πύθηται τῆς κατηφείας τὴν πρόφασιν.

`20.2.13`

οὐδεμιᾶς οὖν ὑποψίας εἰς ἐμὲ φερομένης, οὐ γὰρ εἴα τοιαύτην ὑπόνοιαν προελθεῖν ἡ τῆς ἐμῆς σωφροσύνης συνήθεια, ἐδόκει λοιπὸν τῶν τοιούτων παυσαμένῳ προκαλυμμάτων ἀποδύσασθαι τὴν αἰδῶ. μελετήσας τοίνυν πολλάκις πιθανὴν ὁμιλίαν, ὡς ἐπλησίαζον τῷ πατρὶ καὶ τὴν ἔννοιαν εἰς μέσον ἐνεγκεῖν ἠπειγόμην, ἑτέραν εὐθὺς χρόαν ἀλλάξας εἰς ἀφωνίαν ἐξέπιπτον.

`20.2.14`

πέρας δʼ οὖν ἐμαυτῷ κελεύσας παρρησιάσασθαι τηρήσας πολλὴν ἄγοντα σχολὴν τὸν πατέρα καί τι καὶ χαίροντα φιλόστοργον προσειπὼν καὶ πᾶν ὅτου δεοίμην ἀσμένως πειθόμενον, τούτοις αὐτὸν προθωπεύσας ὀμωμοκώς τε κατʼ ἐμαυτὸν ἐκλαλῆσαι τὸ πρᾶγμα τοῦ μηκέτι μοι χώραν σιωπῆς ὑπολείπεσθαι, ἠρξάμην λόγου τοιοῦδε, ὡς ἄρα δεῖ τὸν ἔτι μὲν νέον, ἱκανὴν δὲ κεκτημένον οὐσίαν εὐειδῆ μᾶλλον ἢ πλουτοῦσαν ἀγαγέσθαι γυναῖκα. οὐκ ἤνεγκεν ὁ πατὴρ σαφέστερον λόγον, δεινὸν δὲ καὶ χαλεπὸν ἐμβλέψας ἐμοὶ πᾶσαν ἐκένωσε τῷ βλέμματι τὴν ὀργήν.

`20.2.15`

τί οὖν ἐντεῦθεν, ὦ πάτερ; ἠγροικισάμην τι περὶ σέ; διέβαλόν σου πρὸς ἄλλους τὴν περὶ τὸν υἱὸν δυσκολίαν; εἶπόν τι προπετές; ῥᾳθυμοτέραν σοι τῆς εἰωθυίας θεραπείαν προσήγαγον; εἴ μοί τι πέπρακται τῶν εἰρημένων, γενοίμην τῆς ἀπροσώπου κόρης ἀνήρ.

`20.2.16`

Οἶδα τοίνυν, ὅτι τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ· πρεσβύτῃ διαμάχεται νέος, παῖς ἀντιλέγει πατρί. τὰ τοιαῦτα πολλάκις ἐρεῖ πάντα διακονεῖν ἀξιῶν γονεῦσι τοὺς παῖδας. ὑμεῖς δὲ βραχύν μοι καιρόν, ὅσου δεῖται μόνον ὁ λόγος, τὴν διάνοιαν μεταστήσαντες τῆς ἀμφοτέρων διαφορᾶς ἀπὸ τῶν πραγμάτων λάβετε τὴν ἐξέτασιν τοῦτο δὴ πρῶτον κατανοοῦντες, ὡς ἅπαντα τὰ τοιαῦτα πρεσβύτης ἐγὼ καὶ πατήρ, νέος οὗτος καὶ παῖς λόγων ἀπορία δικαίων ἐστίν.

`20.2.17`

ἀεὶ μὲν γὰρ ἀξιῶ τοὺς ἤδη γεγηρακότας τιμᾶν ὥσπερ ὁδοῦ τινος ἡγεμόνας, ἣν καὶ αὐτὸν ἴσως δεήσει πορεύεσθαι, καὶ πρός γε τὸν φύσαντα τοιοῦτον ἐμαυτὸν ἐπιτηδεύω παρέχειν, οἷος ἐμοὶ γένοιτο παῖς ἐκ τῆς ἐρωμένης. καὶ μάρτυρα τῆς περὶ τόνδε τιμῆς ἔχω τὸν πόλεμον. τίς γὰρ οὐκ οἶδεν, ὡς ἄνευ μὲν θεῶν εὐμενείας ἀμήχανόν τι χρηστὸν κατορθῶσαι, ταύτης δὲ τῆς συμμαχίας οὐκ ἔνι τυχεῖν τὸν περὶ τοὺς γονέας κακόν; οὐκοῦν τῇ μὲν νίκῃ θεοφιλὴς ἀναφαίνομαι, τῇ δὲ τῶν κρειττόνων εὐνοίᾳ καλὸς τῷ πατρὶ γηροτρόφος;

`20.2.18`

ἔχω μὲν οὕτως, ὡς ἔφην, οἶδα δὲ τὴν φύσιν οὐ τοῖς αὐτοῖς περικλείουσαν ὅροις δεσπότας τε καὶ γονεῖς· τοῖς μὲν γὰρ δέδοται βιάζεσθαι τοὺς οἰκέτας, γονεῦσι δὲ περὶ τέκνα πειθὼ πρέπει μᾶλλον ἢ βία. ὁρᾷς, ὦ πάτερ, ἐκκλησία συνέστηκεν ἀμφοτέροις καὶ μετὰ τῆς αὐτῆς ὁ δῆμος ἀκροᾶται σπουδῆς τῶν ἑκατέρου δικαίων. ποῖος ταῦτα θεράπων εὐτυχεῖ πρὸς δεσπότην;

`20.2.19`

τί δεῖ μήκους; ἡμῖν ἔναγχος πόλεμος ἦν. ἐκάλει πρὸς αὐτὸν ὁ καιρὸς τὸ τῆς πόλεως ἄνθος. εἰ τῶν γονέων οὖν ἕκαστος πατρικόν τι παθὼν οἴκοι καθῆστο τὸν παῖδα φυλάττων, καλῶς γε ἂν ἡ πόλις ἀπήλλαξεν οἰκουρούσης αὐτῇ τῆς ἡλικίας, ἵνα μὴ παῖς ἀντιτείνῃ πατρί. καὶ μήν, εἰ γονεῦσιν ἐχρῆν ἅπαντα πείθεσθαι, οὐκ ἂν τοὺς ἀριστέας ὁ νομοθέτης ἐκάλει πρὸς ἐξουσίαν ἧς ἐθέλουσι δωρεᾶς, πάντως δʼ ἄν, οἶμαι, προσέγραψεν· ὅτῳ δὲ τῶν ἀριστέων ἔτι τυγχάνει περιὼν ὁ πατήρ, τοῦτον τὸ δοκοῦν τῷ φύσαντι γέρας αἰτεῖν.

`20.2.20`

ἀλλʼ οὐ γὰρ ἡ μνήμη τοῦ νόμου τοιαύτην ἔννοιαν συνεισφέρει τῷ λόγῳ, εἰ δὲ τῆς μάχης ἤδη συνισταμένης ὁρῶν ὁ πατὴρ ἐνδύντα με πανοπλίαν καὶ φέροντα δόρυ καὶ πολέμῳ τὴν ἐμὴν ἐπιτρέποντα σωτηρίαν ἄδηλον ὄν, εἰ τοῦ λοιποῦ με θεάσοιτο, εἶτα τὰ μὲν ἐλεῶν, τὰ δὲ καὶ προτρέπων ἔφη νικῶντί μοι διδόναι τὰ παιδικά, εἶτά μου τρόπαιον στήσαντος καὶ τὴν ὑπόσχεσιν ἄγοντος εἰς μνήμην αὐτῷ τῶν δεδογμένων ἑκὼν ἐπελάθετο, ἆρʼ ἂν κατηγορίας ἀλλότριον διεπράττετο πρᾶγμα;

`20.2.21`

εἰ τοίνυν ἑνὸς ἀνδρὸς ἐπαγγελίαν ψιλῶς οὕτως ῥηθεῖσαν ἄτοπον ἔργῳ μὴ προσελθεῖν, ἦ που δεινότερον πόλεως ὅλης ὑποσχέσεις ἐγγράφους ἀκύρους γενέσθαι. οἱ γὰρ περὶ τῶν δωρεῶν κείμενοι νόμοι ἐπαγγελίαι τῆς πόλεώς εἰσι γεγραμμέναι. ἦν δʼ ἂν ἔλαττον, οἶμαι, κακὸν μὴ κεῖσθαι νόμους εὐγνώμονας ἢ παραβαίνεσθαι γεγραμμένους, ἵνα τῆς πολιτείας αὐτῆς, ἀλλὰ μὴ τῆς ὑμῶν προαιρέσεως τὸ ἔγκλημα γένηται.

`20.2.22`

Ἕτεροι μὲν οὖν ἴσως ἐν ἑτέροις πολέμοις εὐδοκιμήσαντες γύναια πολιτῶν ἢ μνηστευθείσας ἤδη παρθένους ἐξ ἀριστείας ἐκτήσαντο ταῖς ἑτέρων ζημίαις ἑαυτοῖς χαριζόμενοι καὶ δημοσίοις εὐεργετήμασιν ἐνίων ἀναμίξαντες συμφοράς, πάντων δὲ χαλεπώτατον ἐν κοιναῖς εὐφροσύναις ἐμπίπτουσα λύπη καὶ μᾶλλον ὑφʼ οὗ τις ἠδίκηται, τοῦτον ὁρᾶν παρὰ τῶν ἄλλων τιμώμενον· ἐγὼ δὲ κόρην αἰτῶ μήπω παστάδος, μήπω μνηστείας τυχοῦσαν.

`20.2.23`

ὅτε τοίνυν ἀδικούσαις ἐνίους τῶν οἰκητόρων τιμαῖς δωροῦνται τοὺς ἀριστέας οἱ νόμοι, πῶς οὐ πᾶσιν ἂν εἴη κεχαρισμένος ἀνὴρ ἐκ μὲν τοῦ πολέμου τὸ κοινὸν ὠφελήσας, ἐκ δὲ τῆς δωρεᾶς ἀδικήσων οὐδένα; δύο γὰρ δὴ προτρέπει τοὺς αἰτουμένους εἰς πέρας ἄγειν τὴν αἴτησιν, ὅτι βραχὺ μὲν αὐτοῖς τὸ διδόμενον, μέγα δὲ τῷ ληψομένῳ δοκεῖ. τοῦτο γὰρ ἅμα καὶ τοὺς χορηγήσαντας οὐ λυπεῖ καὶ τὸν εἰληφότα ποιεῖ μεγάλην ἔχειν τοῖς δεδωκόσι τὴν χάριν.

`20.2.24`

ἡδέως δʼ ἄν σου πυθοίμην, πρεσβύτερον γὰρ ὄντα πλείονας εἰκὸς ἑωρακέναι πολέμους· ἆρα τοῦτον ὑπέστη πρῶτον ἡ πόλις ἢ μνήμην ἄγεις τινὸς ἑτέρου συμβάντος;

`20.2.25`

εἰ μὲν γὰρ νῦν πρῶτος γέγονε, δεινὸν ἂν εἴη τὸν ἐν πρώτῳ πολέμῳ νενικηκότα μισθὸν ὃν ᾔτησε μὴ λαβεῖν. πάσης γάρ, οἶμαι, πράξεως ἀγαστῆς ὁ τὴν ἀρχὴν δεδωκὼς ἄξιος μᾶλλον τιμᾶσθαι οὔτε μιμησάμενος ἕτερον καὶ τοῖς μετὰ ταῦτα καλὴν αὐτὸς καταλιπὼν μίμησιν· εἰ δέ τις ἤδη καὶ πρὸ ἐμοῦ γενναίως ἀπεώσατο πόλεμον, εἰ μὲν ὃν ᾔτησε τρόπον τετίμηται, τὴν ἴσην ἐμοὶ φυλάξατε γνώμην· εἰ δέ τις ἀγνωμοσύνη πρὸς ἐκεῖνον ἀπήντησεν, ἰάσασθε καλῷ, φασί, τὸ κακόν, τῇ περὶ ἡμᾶς ἀμοιβῇ τὴν πρὸς ἐκεῖνον ἀχαριστίαν.

`20.2.26`

Ἴσως τοίνυν ταῦτα μὲν δίδως εὖ ἔχειν, ἐρεῖς δὲ γάμον ἐμοὶ λυσιτελέστερον ἐγγυᾶν παραφέρων μὲν τὴν προῖκα τῆς εὐπορούσης, παραφέρων δὲ τὴν τῆς ἄλλης ἀχρηματίαν καὶ ὅλως ἐγκώμιον πλούτου καὶ ψόγον πενίας ἡμῖν καταλέγων. οἴει γάρ, ὦ πάτερ, ὅρον ὑπάρχειν ζηλωτοῦ γάμου τὰ χρήματα καὶ νύμφης ἀρετὴν εἶναι τὴν προῖκα.

`20.2.27`

ἀλλὰ σώματος ὥραν πρὸς ἀπρέπειαν σκόπει καὶ γυναικείων παίδευσιν ἔργων πρὸς ἀσωτίαν ἀντίθες. πενία μὲν γὰρ εἰς ἔργα κινεῖ, ῥᾳθυμίαν δὲ πλοῦτος ὡς τὰ πολλὰ προσίεται καὶ τρυφήν. εἰ δὲ κἀκείνην τις εἴποι φιλεργίᾳ τε χαίρειν καὶ μετρίαν εἶναι τοὺς τρόπους, οὐ σφόδρα μὲν πιθανὰ πλουτούσῃ γυναικὶ μαρτυρήσει· δεδομένων δὲ τούτων ἀντισηκοῦται χρήμασι κάλλος.

`20.2.28`

καὶ τοῦτο ῥᾳδίως ἐκεῖσε βλέψας μαθήσῃ· τεθέασαι γυμνικοὺς ἀγῶνας πολλάκις, εἶδες ἆθλα προκείμενα τοῖς νικῶσι τρίποδας, λέβητας, ἄλλα πρὸς ἀργύριον φέροντα. συναριθμεῖται δὴ ταῖς ἐπινικίοις τιμαῖς ὡραία γυνή, καὶ τὸν ἀθλοθέτην οὐδεὶς ἐλοιδόρησε πώποτε φαυλίσας τὸ δῶρον, φιλόκαλος δέ τις καὶ λαμπρότερον εἶναι τῶν ἄλλων ᾠήθη.

`20.2.29`

οὐ τοίνυν μόνον οἱ πρὸς τέρψιν ἀγῶνες τοῦτο δηλοῦσιν, ἀλλὰ κἀν τοῖς πολέμοις ἴσον ἐνίκησεν ἔθος. ἁλούσης γὰρ πόλεως καὶ λαφύρων ἐν κοινῷ προκειμένων, οἵοις ἀμείβονται τοὺς νικῶντας οἱ πόλεμοι, οἱ μὲν ἄλλοι τὴν ἄλλην μερίζονται λείαν ὅση τείνει πρὸς κέρδος, ὁ δὲ τὰ πλεῖστα κατωρθωκὼς ἄπεισιν ἐνίοτε τὴν καλλίστην ἐκλεξάμενος τῶν αἰχμαλώτων.

`20.2.30`

ἤδη δέ τις ὅλην τρεψάμενος φάλαγγα καὶ παρὰ τῶν νόμων ἀκούσας, ὡς οὐδὲν ὅ τι οὐ λήψῃ, γῆς μὲν πλέθρα καὶ σίτησιν καὶ πᾶν εἰς χρήματα φέρον περὶ ἐλάττονος ἔθετο, ὁ δὲ γράψατέ με, φησί, καὶ τὴν μάχην καὶ πίπτοντας ὑπὸ τῆς ἐμῆς δεξιᾶς πολεμίους καὶ τὸ γέρας πεπλήρωται. οὗτος ἐκεῖνον εὔφρανεν ὁ μισθός, τοῦτον ἡγήσατο κέρδος.

`20.2.31`

οὕτως οὐ χρήμασιν ἀφώρισται τὸ συμφέρον, ἀλλὰ παντοίοις διῄρηται πόροις δίκην γονίμου πηγῆς πολλοῖς ῥύαξι σχιζομένης. ἔχει γὰρ οὕτως ἕκαστος ὡς εἰπεῖν, ὡς ἔτι μᾶλλον ὀρέγεσθαι, πλούτου μὲν πένης ἀνήρ, ὁ δὲ τὸ σῶμα νοσῶν ὑγείας, καὶ τὸν ἀνδρεῖον ὁ μὴ τοιοῦτος ζηλοῖ καὶ τιμὴ περιπόθητον τῷ αὐτῆς ἀμοίρῳ, καὶ πᾶς ὃ μήπω δοκεῖ κεκτῆσθαι χρηστόν, τούτου μειζόνως ἀντέχεται.

`20.2.32`

καὶ πάντων οὖν, ὅπερ ἔφην, ὧν οἴονται πλέον ἀπορεῖν ἀγαθῶν, ταῦτα μᾶλλον ἀσπαζομένων οὐ σμικρὰν κεκτημένος οὐσίαν, κἂν ταύτης ἐκπέσω, μετρίοις ἀρκεῖσθαι παρὰ τοῦ πατρὸς παιδευθεὶς τιμιώτερον ἄγω ἐγὼ κάλλος χρημάτων.

`20.2.33`

Ἐγὼ μὲν οὖν ἑκατέραν ὑποθέμενος κόρην φιλεργὸν ἅμα καὶ μὴ φρονοῦσάν τι σοβαρὸν ὅμως δοκῶ μοι χρήσασθαι λογισμοῖς, ἐξ ὧν ἀποδέδειγμαι προκρίνων εἰκότως τὰ παιδικά· τὸ δὲ εἰκὸς τὴν μὲν δίδωσι τοιαύτην τεκμαίρεσθαι, τῇ δὲ τὴν ἐναντίαν ὑποψίαν προσάπτει. ἡ μὲν γὰρ ἑαυτῇ συνειδυῖα λαμπροτέρου τυχούσῃ νυμφίου πειράσεται πάντως οἰκονόμος εἶναί μοι δεινοτάτη καὶ φειδωλὸς ἀγαθὴ τῇ τε πρὸς τὴν ταλασίαν σπουδῇ καὶ τῇ περὶ τὸν οἶκον ἐπιμελείᾳ καὶ διαίτης μέτρῳ συλλέγουσά μοι τὴν προῖκα· ἡ δὲ τῇ περιουσίᾳ κουφιζομένη θεραπαίνας κεκτημένη συχνὰς καὶ κόσμον πολυτελῆ καὶ ἐξόδους λαμπρὰς ἐξιοῦσα λήσει πρὸς ἔνδειαν κατʼ ὀλίγον ἐκφερομένη.

`20.2.34`

εἰ δὲ καὶ θῆλυ γένοιτο παιδίον ἡμῖν παραπλήσιον τῇ μητρὶ τὴν ἰδέαν, πολλῆς μοι προικὸς εἰς ἔκδοσιν τοῦ θυγατρίου δεήσει θεραπευούσης αὐτῇ τὴν μητρῴαν μορφήν, ὥστε τῶν ὑπαρχόντων βραχὺν ἀπολαύσομεν χρόνον μεριζομένης ἡμῖν τῆς οὐσίας πολυτελείᾳ τε γυναικὸς καὶ θυγατρὸς ἀπρεπείᾳ.

`20.2.35`

Ἀλλὰ πρὸς ἐκείνην ἀναποδίζω τοῦ λόγου τὴν ἔννοιαν, ὡς ἡ μὲν ὑφʼ ὧν ἐπάγεται χρημάτων ἐπαιρομένη τὰ πολλὰ κρατεῖν ἀξιώσει τοῦ συνοικοῦντος, ἡ δὲ χρηστὴν ἐμοὶ θεραπαίνης τάξιν πληρώσει τὸ διάφορον ἐνθυμουμένη τῆς τύχης. ἡλίκον οὖν ἐστι δεινὸν αἰσχρᾶς ἀνέχεσθαι γυναικός, ἧς οὐδὲ τὸ κρατεῖν ἡδονὴν τῷ γήμαντι φέρει, εὐφροσύνη δὲ ὅση καλῇ συνοίκῳ προστάττειν, ᾗ καὶ τὸ δεδουλῶσθαι τερπνόν.

`20.2.36`

ἀλλὰ μὴν δύο ταῦτα πάντες ὁμολογοῦσιν, ὡς οὐδὲν μὲν ἥδιον γάμου συζυγίαν ὁμογνώμονα κεκτημένου, οὐδὲν δὲ πικρότερον στάσεις καὶ διαφορὰς καὶ τοιαύτην ἔχοντος δυσκολίαν καὶ ταραχήν. οὐκοῦν ὁμονοίας μὲν ἀνδρός τε καὶ γυναικὸς προοίμιον ἔρως, ζηλοτυπία δὲ διχονοίας ἀρχή.

`20.2.37`

ἐξὸν οὖν εὐτυχεῖν ἀστασίαστον κοινωνίαν τί μοι πρὸς ἀπρεπῆ γυναῖκα ζυγομαχεῖν; αἰσθομένη γάρ μου τῆς πρὸς ἐκείνην εὐνοίας καὶ τὴν μὲν ἐκ τῆς ἰδέας σιωπῶσα παράθεσιν, ὅτῳ δὲ κρείττων ἐστί, τοῦτο λογιζομένη καὶ τὴν προῖκά μοι πυκνῶς ὀνομάζουσα πανταχόθεν ἀφόρητος ἔσται θυμουμένη τε καὶ ζηλοτυποῦσα καὶ μαινομένη, ἡ δὲ πόλις τὴν ἡμετέραν ᾄσει διαφοράν· οὐ ῥᾴδιον γὰρ γυναῖκα ζηλοτυποῦσαν ἀνδρὶ μαχομένην τοὺς ἔξω λαθεῖν.

`20.2.38`

μόλις τοίνυν τοῦ λοιποῦ με συγκαταλέξει τοῖς τὰ κοινὰ διοικοῦσιν ὁ νόμος, ὁ γὰρ οἴκοι φιλόνεικός τε καὶ δύσερις εἶναι δοκῶν καὶ δημοσίᾳ στασιάζειν ὑπονοεῖται, ὥστε μὴ μόνον ἰδίᾳ μοι βλαβερόν, ἀλλὰ καὶ κοινῇ παραπλήσιον ὃν ἐπαινεῖς γάμον ὑπάρχειν.

`20.2.39`

Ἄνευ δὲ τούτων ἐγὼ τὰς ἐν κάλλει διαφερούσας ἡγοῦμαι μᾶλλον ἀκέραιον τὴν εὐνὴν τοῖς ἀνδράσι φυλάττειν ἢ τὰς εἴδους ἐχούσας κακῶς. θορυβεῖτέ μοι τὸν λόγον ὡς οὐ πιθανῶς εἰρημένον· παράδοξον τὸ λεχθέν, οὐ μὴν ἀληθείας ἀλλότριον. αἱ μὲν γὰρ παρὰ τῶν ἀνδρῶν, ὡς εἰκός, ἀγαπώμεναι τὸ ἴσον ἀποδιδόασιν εὐνοοῦσαί τε σωφρονοῦσιν· αἱ δὲ καταφρονούμεναι μέν, ἀδυνατοῦσαι δὲ σωφρονεῖν, ὀλισθηρὸν γὰρ τὸ θῆλυ μὴ παρούσης εὐνοίας ἀνδρός, ἢ καὶ ἀμύνασθαι τοὺς συνοικοῦντας οἰόμεναι πρὸς τὰς ἔξω βλέπουσιν ἡδονάς.

`20.2.40`

Εἶεν, τῷ παιδὶ μὲν οὕτως ἀνόνητα παραινεῖς καὶ φέροντα βλάβην, τῇ θρεψαμένῃ δὲ πῶς; αἱ πόλεις, ὅσαι μὲν ἴσασι τιμᾶν ἀρετήν, ἀνδρείους τῷ πολέμῳ συντελοῦσιν ἀγωνιστάς· ἐκεῖναι δὲ κάμνουσι καὶ ζῶσι περιδεῶς, ἐν αἷς οἱ σπουδαῖοι τῶν πολιτῶν ἐν ἴσῳ κεῖνται τοῖς φαύλοις τῶν μὲν ἠσκημένων τὴν μάχην ἀθυμίᾳ τὴν ἐμπειρίαν ἀποβαλλόντων, τῶν δὲ μήπω πεπαιδευμένων οὐ λίαν ἀσκούντων ἄμισθον τέχνην.

`20.2.41`

συνιδὼν οὖν τις ταῦτα σοφὸς ἀνὴρ καὶ φιλόπολις, ὡς ἄνευ μὲν πολεμικῆς εὐεξίας ὁ βίος ἐπισφαλής, ἄνευ δὲ φιλοτιμίας οὐκ ἔστι ῥώμην ἀσκεῖν, φιλότιμον δὲ χωρὶς ἀμοιβῶν οὐ ῥᾴδιον εἶναι, τίθησι νόμον· ἂν τὴν πατρίδα, φησί, ῥύσῃ πολεμουμένην αἴτει θαρρῶν δωρεὰν οἵαν ἐθέλεις. ἀνέῳξά σοι τὴν πόλιν εἰς ἀμοιβὴν ἀριστείας. ἥνπερ ἂν λάβῃς, οὐ δόξεις μείζονα χάριν εἰληφέναι τῶν πόνων. ἐπὶ τούτῳ σοι καθίζομεν ἐκκλησίαν καὶ τὸν δῆμον συλλέγομεν ἐνταῦθα. σαυτοῦ κύριος εἶ, κἂν ἔτι σοι τύχῃ περιὼν ὁ πατήρ.

`20.2.42`

Ζήτει σοι τοίνυν, φησίν, ἑτέραν οἰκίαν καὶ τὸ κάλλος σε τρεφέτω τῆς γυναικός· οὐ γὰρ τῶν ἐμῶν ἀπολαύσεις ἔτι χρημάτων οὕτω μου διαπτύων τὴν συμβουλήν.

`20.2.43`

ταῦτα θυμός ἐστι μικρὸν ὕστερον λήγων. οἶδα τὴν φιλοστοργίαν τὴν σήν. οὐ φέρεις τοῦ παιδὸς χωριζόμενος. ἐγὼ τὴν ἐκ τῆς οἰκίας ἐβουλευσάμην διάστασιν ὑποκρίνασθαι, ὅπως ἀλγήσας τῷ πράγματι συγχωρήσῃς ἣν προέκρινα γῆμαι· τὰ δὲ χρήματα, πάτερ, ἵνα τι πλέον παρρησιάζωμαι τοῦ συνήθους, ὅσον ἀγαπᾷς τε καὶ περιέπεις, τοσοῦτον οὐ δεῖ τὸν σεσωκότα λυπῆσαι. ὁ γὰρ τοὺς ἐπιόντας ἐχθροὺς ἀπωσάμενος καὶ τὸν ὑπάρχοντά σοι διεφύλαξε πλοῦτον καὶ δέδωκεν ἄδειαν ἕτερον τούτῳ προσθεῖναι.

`20.2.44`

Τί οὖν; ἔτι πιθανὸς ὑπολείπεται λόγος τοῖς ἐθέλουσιν ἐγκαλεῖν; ὑφορῶμαι, φησί, μὴ πολλὴν ἀδοξίαν ὀφλήσῃς εἰς τοσοῦτο κατενεχθεὶς ἀκρατείας, ὡς ἐλάττω τῆς ἀξίας ἀγαγέσθαι γυναῖκα.

`20.2.45`

ὅτι μὲν ὑπὲρ τῆς ἐμῆς δόξης ἀγωνιᾷς, οὐ μετρίως εὐφραίνομαι· πατρικὴν γὰρ ἐντεῦθεν ὁρῶ σου κηδεμονίαν, ἣν τοσοῦτον ἐμοὶ πλέον ἐμφαίνεις, ὅσον οὐκ ἔχει σοι λόγον ὁ φόβος· ἡ γὰρ ἔμφυτος εὔνοια καὶ παρὰ καιρὸν οἶδε φροντίδας ἐμβαλεῖν φιλοστόργῳ πατρί. τί δὲ τοιοῦτον ἑάλωκα πράξας, οἷον ἂν ἀκρατὴς ἐτόλμησε νανίας; ἐνέδρᾳ χρησάμενος, ὅθεν ἀεὶ προϊοῦσαν ἑώρων, φυλάξας ἐρημίαν καὶ σκότος ᾠχόμην ἁρπάσας; ἡλικιώτας συναγαγὼν καὶ παραλαβὼν αὐλητρίδας παρὰ τὰς ἐκείνης ἐκώμασα θύρας; ἢ ταῦτα μὲν ἀνεδυόμην ποιεῖν, μεστὰ γὰρ ἀναισχυντίας, ἐλάττονι δὲ τὸν πόθον ἀνεκούφιζον ἀναιδείᾳ, καὶ διηκόνει τις ἐμοὶ πρὸς τὴν χρείαν οἰκέτης ἀπάγων τε καὶ φέρων τὰς ἀποκρίσεις, οἷα τοῖς ἐρῶσιν εἰς παραμυθίαν ἐξεύρηται;

`20.2.46`

ἀλλʼ οὔτε ταῦτα πράξας ἐφάνην οὔτε τοὺς οἰκέτας ὑφορώμενος λαλήσας αὐτὸς ἐκείνῃ που, ἃ ποιεῖν ἔθος τοῖς ἄλλοις, καὶ τὸν βίον ἀβίωτον οἴονται μὴ πυκνῶς ἐντυγχάνοντες αἷς ἀγαπῶσι· μακρὰν ἀμέλει συνουσίαν ἐκτείνοντες ὀψὲ μὲν ἀναχωροῦσι πέρας δὴ λαβούσης τῆς ὁμιλίας, εὐθὺς δὲ μεταστρέφονται πάλιν προσθήσοντές τι παραλειφθὲν τοῖς εἰρημένοις καὶ μεστὸς οὐδεὶς γέγονεν ἐρωμένῃ λαλῶν. μόλις γοῦν ἀναστρέφουσιν οἴκαδε πολλάκις ἑαυτοὺς ἐπιπλήττοντες ὡς οὐκ ὀλίγων ὁμοῦ καὶ σπουδαίων πρὸς ἐκείνας ῥημάτων ἐπιλαθόμενοι, ταῦτα συνήθη τοῖς ἐρασταῖς.

`20.2.47`

τούτων οὐδὲν ἐγὼ ποιῆσαι προήχθην καίτοι δεόμενος τοιαύτης ψυχαγωγίας, καὶ γὰρ ἀήθης ὑπῆρχον τοῦ πράγματος, βαρύτεροι δὲ τοῖς σωφρονοῦσιν οἱ ἔρωτες καθάπερ τοῖς ὑγιαίνειν εἰωθόσιν αἱ νόσοι. τί οὖν ἀκράτειάν μοι προφέρεις καὶ τὴν ἐκ ταύτης αἰσχύνην; ἐγὼ γὰρ ἡγοῦμαι τὸν σωφρονοῦντα μὲν εὐδοξεῖν, τὸν δὲ βίᾳ τὴν ἡδονὴν μετιόντα καταγέλαστον εἶναι, τὸν δὲ τῷ πράγματι κεχρημένον εὐσχήμως, ὥστε τοῦ φύσαντος λάθρα ποιῆσαι μηδέν, τοῦτον οὐδεμιᾷ διδόναι χώραν αἰτίᾳ.

`20.2.48`

Ἐγὼ δὲ καὶ λήθην τῆς κόρης λαβεῖν πολλάκις ἐφιλονείκησα οὐχ ὡς ἀναξίας μου τυγχανούσης ἢ ῥᾳδίας ἐπιλαθέσθαι, ἐκ παντὸς δὲ πειρώμενος θεραπεύειν σε τρόπου. ἦλθον οὖν ἐμαυτῷ πολλάκις εἰς λόγους· σὺ δὲ πειθαρχεῖν εἰωθὼς τῷ πατρὶ καὶ πάντα χαρίζεσθαι τούτων οὐκ οἶδʼ ὅπως ἐκπίπτεις.

`20.2.49`

ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἀπίθανος ἐμαυτῷ σύμβουλος ἐγενόμην, καὶ πρὸς θάτερόν μοι τὸ πρᾶγμα περιεστρέφετο. ὥσπερ γὰρ νοσῶν τις δειλίαν ἐν ἐρημίᾳ καὶ σκότῳ βαδίζων περιδεὴς ἐντεῦθεν, οἷα συμβαίνει, γινόμενος ὅσον ἀποτρίψασθαι πειρᾶται τὸν φόβον, τοσοῦτον αὔξει τὸ δέος, οὕτω διʼ ὧν ἐπεχείρουν ἀποσβέσαι τὸ φίλτρον, ἐλάνθανον μᾶλλον ἐξάπτων.

`20.2.50`

Οὐ μὴν ἔξω συγγνώμης τι πεπονθέναι. εἰ μὲν γὰρ εἰς γῆρας ἐλθὼν καὶ τὴν ἡλικίαν ἄγων τὴν σήν, ἡνίκα τῶν ἡδονῶν ἐλευθερία τις καὶ γαλήνη γίνεσθαι πέφυκεν, ἐπὶ τοῦτο προήχθην, εἰς ἔγκλημά μοι δικαίως τὸ τῆς ἐπιθυμίας ἔξωρον περιίστατο, ἀλλὰ καὶ νέος ἔτι τυγχάνων, εἰ γυναικὸς ἔνδον μοι καθημένης εἰς ἄλλην ἔτρεψα τὴν διάνοιαν, τῶν μὲν συμβαινόντων τὸ πάθος, πλημμέλημα δὲ παρʼ ἐμοί, καὶ καταψηφίζομαι τῶν οὕτω μὴ σωφρονούντων, πλὴν εἰ μὴ τύχοι τις ἔχων γυναῖκα τοιαύτην, οἵαν ὁ πατὴρ ἐγγυῆσαί μοι βούλεται.

`20.2.51`

ἐπεὶ δὲ νεότητι μὲν ἐπανθῶν, γυναικὶ δὲ μὴ συνοικῶν ἔπαθόν τι πρὸς κόρην τοιαύτην ἀνδρὸς ὁμοῦ καὶ μνηστῆρος ἄμοιρον ἔτι καὶ ταύτην γέρας κατὰ τὸν νόμον αἰτῶ, ποῖον, ὦ παρόντες, ἀδίκημα τοῦτο; ὅτι γυναῖκα, φησίν, ἣν στέργεις λαβὼν οὐκ ἐᾷς τοὺς ἐρῶντας τῶν νέων πειρᾶσθαι τὸ πάθος ἐκκόπτειν ἐλπίδα παρέχων αὐτοῖς τῆς ἐπιθυμίας τυχεῖν αἴτιός τε γενήσῃ τοῦ παρὰ τῶν παίδων ἀτιμάζεσθαι τοὺς γονεῖς.

`20.2.52`

ὁ δεηθεὶς ἐκκλησίας καὶ δήμου καὶ νόμου πρὸς τὸ πεῖσαι τὸν φύσαντα παρασκευάζει τοὺς παῖδας ἧττον ἐρυθριᾶσαι γονεῖς, ὁ περὶ τὸν ἔρωτα νήφων, ὡς μηδὲν ἄτοπον πρᾶξαι, τὴν ἥβην ἐγείρει πρὸς αἰσχρὰς ἡδονάς. ἐγὼ μὲν οὐ πρὸς ταῦτα, πρὸς ἀριστείαν δὲ μᾶλλον ἡγοῦμαι τοὺς ἐν ἡλικίᾳ προτρέπειν ἐνθυμουμένους, ὡς οὐ μάτην ὁ νόμος βοᾷ μηδεμιᾶς ἀποτυχεῖν ἀμοιβῆς τοὺς ἐν μάχαις εὐδοκιμοῦντας.

`20.2.53`

γυναῖκα μὲν οὖν ἣν στέργω λαβὼν παράκλησις γίνομαι τῇ νεότητι πρὸς πολεμικὴν ἀρετήν, διαμαρτόντος δέ μου τοῦ γέρως εἶτα μιᾶς δωρεᾶς ἀφαιρέσει πασῶν ἀπίστων γενησομένων καὶ τῆς περὶ πολέμους ἀσκήσεως συναπολλυμένης τῇ πίστει τῶν ἀμοιβῶν πρόχειρον ἔσται θήραμα τοῖς ἐναντίοις ἡ πόλις.

`20.2.54`

θαυμάζω δέ, εἰ τῆς τῶν ἄλλων σωφροσύνης κηδόμενος ὁ πατὴρ τῆς τοῦ παιδὸς ἀμελεῖ. εὔδηλον γὰρ ὡς αἰσχρᾷ μὲν ἕκαστος γυναικὶ συνοικῶν, κἂν ἐγκρατὴς ὑπάρχῃ καὶ σώφρων, ἀπρεπείᾳ πολλάκις τῆς γυναικὸς ἀναπείθεται θηρεύειν ἡδονὴν ἀλλοτρίαν καὶ μάλιστα νέος ἀνὴρ καὶ πρὸς ἄλλην εὐπρόσωπον ἔχων τὸν νοῦν, ὁ δὲ καλὴν ἅμα καὶ ποθουμένην γήμας παρθένον, κἂν ἀκόλαστος ᾖ, σωφρονεῖ δεδουλωμένος τῇ συνοικούσῃ.

`20.2.55`

πᾶν τοίνυν ἥσθην ἀκούσας που λέγοντος τοῦ πατρός, ὡς ἄρα σωφροσύνης μᾶλλον ἢ πολεμικῆς ἀγωνίας ἐπιμελητέον τὰ νῦν, ὅτι νενικημένοι, φησίν, ἄρδην οἱ δυσμενεῖς πρὸς δευτέραν ἀπογνώσονται πεῖραν. τοῦτο ἥσθην ἀκούσας· ἔστι γὰρ ἐγκώμιόν μοι μέγιστον τὸ λεχθέν, εἴπερ ἐκ μιᾶς νίκης ἀπειπεῖν τοὺς πολεμίους ἐπαίδευσα.

`20.2.56`

διὸ καὶ μᾶλλόν σοι πρέπει θεραπεῦσαι τὸν παῖδα. πρὶν μὲν γὰρ ἐπελθεῖν τῇ πόλει τοὺς δυσμενεῖς ἴσως περὶ τοῖς ὑπάρχουσιν ἐδεδοίκεις τοῦ πρὸς τὰ χρήματα πόθου φαντάζεσθαί σε πολεμίους ποιοῦντος· νῦν δὲ τῆς ἥττης κατὰ τὴν σὴν μαρτυρίαν ἡσυχάζειν ἐκείνους πειθούσης ἔστι μὲν ἔχειν ἀδεῶς τὰ κτηθέντα, ἔστι δὲ φόβου χωρὶς ἄλλα συλλέγειν. ὅλως δέ, εἰ μὲν ἕτερον ὑφορώμεθα πόλεμον, ἀνδρῶν ἡ πόλις δεήσεται σώζειν εἰδότων, γενήσονται δέ, τοὺς πρότερον εὖ ποιήσαντας ἂν ἴδωσι τιμωμένους· εἰ δὲ τρόπαιον ἓν ἤρκεσεν ἀθάνατον δειλίαν ἐμβαλεῖν τοῖς ἐχθροῖς, ἀνεῖλον τὴν πρόφασιν ἀφʼ ἧς δοκῶ σοι παρέχειν ἐλπίδα τοῖς νέοις τῆς ἐπιθυμίας τυχεῖν.

`20.2.57`

εἰ γὰρ χωρὶς ἀριστείας οὐ δίδωσιν ὁ νόμος ὅ τι βούλεταί τις γέρας αἰτεῖν, πολέμου δὲ μὴ συμβαίνοντος ἀριστεύειν οὐκ ἔνεστιν, οὐ συμβήσεται δὲ τῶν ἐχθρῶν εἰσάπαξ ἀπειρηκότων, ἀνῄρηται τοῖς νέοις ἡ τοῦ δουλεύειν ταῖς ἡδοναῖς ἀφορμή, ὥστε μιᾷ νίκῃ διπλῆν εὐεργεσίαν ὑμῖν προὐξένησα, ἐλευθερίαν ἅμα καὶ σωφροσύνην.

`20.2.58`

Ἀλλὰ κινδυνεύει λίαν ἐπίφθονον ὑπάρχειν ἀνδραγαθία· ἐπειρᾶτο γοῦν τις ἀρτίως τὴν ἐμὴν φιλοτιμίαν αἰσχῦναι καὶ πρὸς τὸν πλησίον ἔοικε, φησίν, οὗτος ὁ νεανίας, ὑποδείξας ἐμέ, πόθῳ τῷ πρὸς τὴν κόρην, οὐ τῇ περὶ τὴν πόλιν εὐνοίᾳ τὴν ἐν τῷ πολέμῳ προθυμίαν ἐνδείξασθαι. ὁ δὲ τοῦτό με λοιδορήσας ἐτύγχανέ που μᾶλλον ἀποδημῶν, ἡνίκα τὴν πόλιν ἡ μάχη περιειστήκει· οὐ γὰρ ἐνῆν παρὰ τὸν τότε καιρὸν καὶ τὴν ἡμέραν ἐκείνην ἐρωτικόν τι φρονῆσαι.

`20.2.59`

ἀναμνήσθητε γάρ· ἡσυχία μὲν ἦν καὶ ῥᾳθυμία πολέμου παρασκευῆς καὶ πᾶσα δικαίως ἡ πόλις ἀνεπεπτώκει, ὁ γὰρ μηδὲν ἄδικον ἑαυτῷ συνειδὼς οὐ φυλάττεται· ἧκε δέ τις ἀγγέλλων τοὺς πολεμίους ὡς ἤδη προσέρχονται, ὥστε ὅτι μήπω πάρεισιν θαυμάζειν ἐδόκει. ταραχῆς οὖν εὐθὺς περιθεούσης τὴν πόλιν, οἵαν ἀπροσδοκήτου πολέμου φήμη ποιεῖ, μίαν, ὡς ἐν θορύβῳ, πάντες ἀσφάλειαν ἡγησάμεθα τὴν καταφρόνησιν τῆς ἀσφαλείας· οἱ γὰρ τοιοῦτοι καιροὶ τάχος μᾶλλον ἢ λογισμὸν ἀπαιτοῦσιν.

`20.2.60`

ἐπὶ τοσούτου δὴ φόβου τῶν πραγμάτων αἰωρουμένων ἐξήλασέ μου τῆς διανοίας τὴν κόρην ἡ πατρὶς κινδυνεύουσα. ὥσπερ γὰρ θεράπαινά τις φιλόγελως οὐ παρούσης μὲν οἴκοι τῆς κεκτημένης κομψεύεται, ἄφνω δὲ φανείσης αὐτῆς ἠρεμεῖ σωφρονοῦσα τῷ δέει, οὕτως ἡ πόλις καθαπερεὶ δέσποινά τις ἐπιστᾶσά μου τῷ λογισμῷ τὴν ἐπιθυμίαν συνέστειλεν.

`20.2.61`

ὡς δὲ κατὰ νοῦν ἡμῖν ὁ πόλεμος ἔληξε καὶ τοῦ τροπαίου τὸ πλεῖστον ἔργον ἐμὸν ἐνομίσθη, τότε τρυφήσας τῇ τύχῃ καὶ νίκης εὐφροσύνῃ μεθύων ἀπέδωκά μου τὸν λογισμὸν τῇ παρθένῳ. τίνα δὴ τρόπον; ἀνεχώρουν μὲν τῆς μάχης, ὡς ἐβουλόμην. ἄνδρες δὲ καὶ γυναῖκες ἐξ αὐτῶν με πυλῶν ἐπὶ τὰς ἐμὰ παρέπεμπον θύρας τὸν ἀριστέα, τὸν φιλόπολιν ὀνομάζοντες.

`20.2.62`

ἐνταῦθα τοίνυν ἐξίστατο μὲν ὁ πρὸ τῆς μάχης ἐνοχλήσας μοι φόβος, εἰσῄει δέ με πάλιν ἡ κόρη, ἐδόκουν γὰρ ὑπὸ ταύτης ὁρᾶσθαι, καὶ σοβαρώτερον ὡς θεωρούσης ἐβάδιζον νικηφόρον αὐτῇ μηνύων τὸν ἐραστὴν ἔχαιρόν τε δοκῶν ἐκ τῆς νίκης καλλίων γενέσθαι καὶ πρὸς ἕκαστον ἔβλεπον τοῦτο παρὰ πάντων ἐλπίζων ἀκούειν. ταῦτά μοι τὴν ἐκείνης εἰσήγαγε μνήμην. οὔκουν ἐγὼ διὰ ταύτην εἱλόμην προκινδυνεῦσαι τῆς πόλεως, ἀλλʼ ὑφʼ ἡδονῆς τοῦ σῶσαι τὴν πόλιν ἀνενεωσάμην τὸν πόθον. καὶ τί τοσοῦτον διατείνεσθαι χρή; εἰ γὰρ ὡς ἀληθῶς αἰτία τῆς νίκης ἡ κόρη, τὴν ἀξίαν ἀπόδοτε χάριν αὐτῇ, νυμφίον ἐρῶντα.

`20.2.63`

Μία τοίνυν ἔτι παρὰ τοῦ φύσαντος ἐμὶ λείπεται προσβολή. τίς οὖν ἐστιν αὕτη; εἰ τῆς εὐπορούσης τὸν γάμον, φησίν, ἀποφεύγεις ὡς ἀνεράστου τὴν θέαν, ἀνάσχου βραχείας ἀναβολῆς· τάχα σοι καλὴν ὁμοῦ καὶ πλουτοῦσαν εὑρήσω γυναῖκα.

`20.2.64`

οὔπω ποτὲ μᾶλλον, ὦ πάτερ, ἠράσθης ἀναβολὴν εἰσηγούμενος νέῳ γάμον ἤδη φανταζομένῳ τῶν παιδικῶν. οὐ γὰρ ἀνέχεται βράδους ὁ τῆς Ἀφροδίτης, ἄλλως τε κἂν ἐκ νόμου τις ἐν ἐλπίδι γένηται τοῦ τυχεῖν· ὃ γὰρ ἕκαστος οἴεται θᾶττον λαβεῖν, τούτου τὴν μέλλησιν εἰκότως οὐ καρτερεῖ. πλὴν ἀφίημι ταῦτα λέγειν ἑτέρῳ μὴ φέρειν ἐπιθυμίαν εἰδότι, αὐτὸς δὲ τί φημι καὶ πῶς οὐ δέχομαι τὴν παραίνεσιν;

`20.2.65`

πρῶτον μὲν σπάνιον ἑτέραν εὑρεῖν ἰσορρόπου μεταλαχοῦσαν μορφῆς. ἐν ἁπάσαις μὲν γάρ, ὅσαι παρʼ ἡμῖν ὥραν ἄγουσι παστάδος, ἴσως ἄν τις εὑρεθείη τοιαύτη· ἐπεὶ δὲ συστέλλεις τὸν ἀριθμὸν ἐν μόναις ταῖς εὐπορούσαις ὁμοίαν ζητῶν, φύσει δύσκολον πρᾶγμα χαλεπώτερον οὕτω ποιεῖς. ἔπειτα κἂν ἐφάμιλλον τύχῃ τις ἔχουσα κάλλος, δόξει τὰ δεύτερα φέρειν παρὰ ποθοῦντι κριτῇ. τίς εὖ φρονῶν ἀνίσῳ δικαστῇ δείξει θυγάτριον ἡλικίαν ἔχουσαν γάμου; εὐλαβηθήσεται γάρ, μή ποτε φαύλη μοι νομισθεῖσα καὶ δόξαν ἐντεῦθεν αἴσχους ἐνεγκαμένη τοῦ συνοικήσοντος ἀπορήσῃ.

`20.2.66`

δεδόσθω δʼ οὖν καὶ τοὺς τῶν ἐπιγάμων γονεῖς τὰς ἑαυτῶν ἐπιδείξειν μοι παῖδας καὶ μὴ χείρονά μοι φανήσεσθαι τὴν ἐκείνῃ παραπλησίαν· τοῦ δὲ τοιαύτην ὑπάρχειν ἐν ἀδήλῳ κειμένου τίς ἐγγυήσεταί μοι τὸν τῆς ζητήσεως χρόνον, ὡς οὐ φθάσει τις ἕτερος γυναῖκα ταύτην λαβών; οὐ λείπουσι γὰρ τοιαύτῃ κόρῃ μνηστῆρες. ἢ δεησόμεθα τῶν αὐτῇ προσηκόντων τοσοῦτον ἀναμεῖναι καιρόν, ὅσον ἑτέραν ζητοῦμεν καὶ τοὺς μεταξὺ μνηστεύοντας ἀποβάλλειν; καὶ τίς οὕτως ἐλεεινὸς ἢ γέμων ἀνοίας, ὃ ἀνέξεται τῆς ἡμετέρας ἀναβολῆς;

`20.2.67`

ἔδει μὲν οὖν ἢ τὴν εὔπορον κόρην τῆς ἄλλης εὐτυχῆσαι τὴν φύσιν ἢ ταύτην ἐκείνης τὸν πλοῦτον, ἐν μιᾷ γὰρ ἑκάτερον συνελθὸν τὴν πρὸς ἀλλήλους ἡμῖν ἔλυσεν ἔριν· ἐπεὶ δὲ διενείμαντο ταῦτα, γίνεται μέν τις ἐντεῦθεν εὐσχήμων ἀπολογία· τοσοῦτον τῆς ἐν πλούτῳ διαφερούσης αἱρετωτέραν τὴν εὐειδῆ νομιστέον, ὅσον ἡ μὲν ἴσως ἂν εὕροι χρήματα—ἤδη γὰρ ἑρμαίῳ τινὲς περιέτυχον—, θησαυρὸν δὲ κάλλους οὐκ ἔνι. καὶ χρήματα μὲν τέχναι πολλαὶ χορηγοῦσι καὶ πόνοι, τὸ δὲ κάλλος φύσεως μᾶλλον ἢ τέχνης ἔργον ἐστίν, ὥστε ταύτην μὲν ἔνεστι τῆς εὐπορούσης ἔχειν τὸ πλεονέκτημα, τὸ δὲ ταύτης ἐκείνην ἀδύνατον κτήσασθαι.

`20.2.68`

εἰκότως, πάτερ, εἰκότως ἤδη γηράσας μικρὸν οἴει δῶρον ἀνδρὶ σύνοικον εὐπρεπῆ, τῷ γὰρ τὰς ἐπιθυμίας ἀπομαραίνοντι χρόνῳ κάλλους οὐκέτι φροντίς· ἐγὼ δὲ ἐνταῦθά εἰμι τῆς ἡλικίας, ὅτε περιμάχητόν ἐστι τὸ κτῆμα.

`20.2.69`

καὶ σύ με φιλονεικότερον ἐποίησας ἐραστὴν δυσάλωτόν μοι καταστήσας τὴν ἄγραν. οὕτως οἱ θηραταὶ τὰ δυσκολώτερα τῶν θηρίων μέγα ποιοῦνται λαβεῖν, βραχὺν δὲ τῶν ὑπὸ χεῖρα τίθενται λόγον, ὥστε καὶ κατὰ τόνδε τὸν τρόπον εὐκαταφρόνητον εἶναί μοι τὴν παρὰ σοῦ διδομένην. εἰ μὲν γὰρ ἐλάνθανεν οὖσα φαύλη τὸ εἶδος, κοῦφον ἂν ἦν τὸ κακόν· ἐπισήμου δὲ γενομένης τῆς ἀπρεπείας ἐν ἐκκλησίᾳ καὶ δήμῳ αἰσχύνομαι τοὺς ἀποσκώπτειν ἐπιτηδεύοντας.

`20.2.70`

ὅπου γὰρ ἂν αἴσθωμαι τούτους ἠρέμα φθεγγομένους ἀλλήλοις, περὶ ἐμοῦ τε καὶ τῆς γυναικὸς ὑποπτεύσω λαλεῖν. τί οὖν γένωμαι λεγόντων ἀκούων ἢ καὶ ἀκούειν δοκῶν· οἵαν ὁ τῆς πόλεως ἀριστεὺς ἔχει γυναῖκα; ἢ ποίαν ἕξω καταφυγήν, ὅταν ἐλαύνῃ με χαλεπῶς οἴκοθεν μὲν ἡ θέα τῆς γυναικός, ἐξ ἀγορᾶς δὲ τῆς θέας ἡ φήμη;

`20.2.71`

Οἱ πρώην ἡμῖν ἐπελθόντες τοιαύταις γυναιξὶ συνοικοῖεν· ἀμφοτέροις δὲ πρέπει, σοὶ μὲν εἶναι καλῆς κηδεστήν, ἐμοὶ δὲ νυμφίον. ἐπὶ ταύτῃ με στεφάνωσον, πάτερ, ἅπτε μοι δᾷδα γαμήλιον. ὑμέναιος ἔσται δημοτελὴς καὶ χορὸς ἐν τοῖς γάμοις ἡ πόλις συνηδομένη τῷ πρώην αὐτὴν σεσωκότι τυχόντι τῆς ἐρωμένης. ᾄσονται μὲν ἄνδρες εὔφημα μέλη, ᾄσονται δὲ γυναῖκες τοιαῦτα, οἱ μὲν τὴν ἐμὴν ὑμνοῦντες ἀνδρείαν, αἱ δὲ τῆς νύμφης τὸ κάλλος. οἱ δὲ πρεσβύται σύλλογον περὶ σὲ ποιησάμενοι ζηλώσουσι μὲν τῆς εὐπαιδίας, ἀποδέξονται δὲ χρημάτων προκρίναντα τὴν τοῦ παιδὸς θεραπείαν.

`20.2.72`

ἔλπιζε δὴ παρʼ ἐμοῦ προσθήκην τιμῆς, εἴπερ ἔνεστιν ἄρα προσθεῖναι. ἔλπιζε καὶ τὴν κόρην θυγατρὸς αἰδῶ σοι φυλάττειν. μὴ γὰρ ὅτι παρὰ φαῦλον αὐτὴν ἐποιήσω, προσδέχου τινὰ παρʼ αὐτῆς ἀτιμίαν. οὐχ οὗτος ὁ τρόπος ἐκείνης, ὡς εἰκάζειν ἐκ τῆς ἰδέας παρέχει, ἐγὼ δὲ καὶ διαλιπὼν ἡμέρας ὀλίγας, ἵνα μὴ νύμφην οὖσαν εὐθὺς ἐνοχλήσω, πολλοῖς αὐτὴν προτρέψομαι λόγοις ἐπιτηδείοις ἀνδρὶ πρὸς γυναικὸς νουθεσίαν ἀγαπῶντι πατέρα· θεράπευε, γύναι, τὸν κηδεστήν. οὕτως εὐφραίνομαι μᾶλλον ἢ τιμώμενος ὑπὸ σοῦ. ἔδοξε δή σου προκρίνειν ἑτέραν. δεῖξον οὐκ ὀρθῶς προτιμήσαντα τῷ μηδαμῶς εἰδέναι μνησικακεῖν.

`20.2.73`

Καὶ περὶ σοῦ μὲν τοιαῦτα, τὰ δὲ ἐμὰ πρὸς ἐκείνην ἄνωθεν καταλέξω αἰσθομένῃ μὲν ἴσως, ἀλλὰ τοῖς ποθοῦσιν ἡδὺ λόγων εὑρεῖν ἀφορμὰς βουλομένοις διηγεῖσθαι ταῖς ἐρωμέναις καὶ ὅσα γε ἴσασιν ἀκριβῶς ἐγνωκυίας. διηγήσομαι τοίνυν ὡς ἑορτάζουσαν εἶδον, ὡς ἰδὼν τῆς θέας ἡττήθην, τὸν πόλεμον, τὴν ἀριστείαν, τὸν διδόντα μοι νόμον ὅ τι βούλομαι γέρας, τὴν ἐκκλησίαν, τὴν αἴτησιν, ὡς ἁπάντων αὐτὴν προτέραν ἐθέμην. οὕτως εὐνοοῦσαν αὐτὴν ἐμοί τε καὶ σοὶ καταστήσω. ἔστιν ἄρα καὶ πενομένῃ παρθένῳ λαμπρὰν ἐπάγεσθαι προῖκα, σώματος ἀγλαΐαν, ἦθος χρηστόν, καλὴν οἰκουρίαν.

`20.2.74`

Ἀπόδοτε τοίνυν, ὦ παρόντες, τὴν ἀμοιβήν. οὐ φιλονεικήσει τὴν δωρεὰν ὁ πατήρ. ἤδη πρᾷον ἐμοὶ προσβλέπει καὶ πατρικόν, ἤδη μοι πειθομένου πρόσωπον ἔδειξεν. οὐδὲ οἴκοθεν ἧκε λυπεῖν με βεβουλευμένος, ἀλλὰ μᾶλλον ὑμῖν ἐπιδείξων, ὡς οὐδὲ φιλονεικίας παρούσης ἐξάγομαί τι φθέγξασθαι προπετές· οὕτω μου πεῖραν λαμβάνει πολλάκις ἀντιλογίας προσχήματι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-al`.
