---
title: "Speeches: Part XVI (Dialexis)"
title_greek: "Λόγοι, Διάλεξις"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-ah
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-16-uvo-ah"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:6c1159c738482b5fa692ab03ee05651f1c33a01ff7abbf7c861dc954a4e3a7d0"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XVI (Dialexis)

*Λόγοι, Διάλεξις*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-ah` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-16-uvo-ah)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`16.1`

Η ΔΙΑΛΕΞΙΣ

ἀπὸ τῆς παρούσης ὥρας λαβοῦσα τὴν ἀφορμὴν προσφόροις αὐτῇ διηγήμασι καλλωπίζεται.

`16.1.1`

Ἀλλʼ ἐπεὶ κατʼ ὀλίγον ὁ χρόνος περιφερόμενος ἧκεν ἡμῖν εἰς τὴν ἐγκύκλιον εὐωχίαν, φέρε ἴδω, εἴ που δυναίμην ἁβρότερον ὑμᾶς ἑστιᾶσαι. λίχνοι γάρ ἐστε τῶν λόγων καὶ ἄπληστοι.

`16.1.2`

Δότε οὖν, ὦ φιλότης, βραχὺ μυθολογῆσαι καὶ παραμίξαι τοῖς ὄψοις ἥδυσμά τι ποιητικόν, τὴν Ἀφροδίτην· τὰ ῥόδα γὰρ ἀναμιμνήσκει με τῆς θεοῦ.

`16.1.3`

ᾄδουσι ποιηταὶ ἐμοὶ μὲν οὐ πιθανά, ὅμως δὲ ᾄδουσι καὶ πείθουσι φιλομύθους ἀκροατὰς Ἀδώνιδος αὐτὴν ἐρασθῆναι. ἦ που νεανίας ἦν ὡραῖος ὁ Ἄδωνις καὶ ἰδεῖν ἐπαφρόδιτος. παιδικὰ ἐγίνετο τῆς θεοῦ.

`16.1.4`

ἐκεῖθεν εἰκότως ὁ Ἄρης—τί γὰρ πολέμῳ καὶ Ἀφροδίτῃ;—ἀπέρριπτο τῇ θεῷ καὶ δεινῶς ἐζηλοτύπει τὸν νεανίσκον ἐπαγωγὸν μὲν καὶ ἐράσμιον ἔχων οὐδέν, συνωφρυωμένος δὲ φύσει καὶ ἰδεῖν σοβαρὸς καὶ ὄζων πολέμου. εἰ γάρ που τὴν ἐρωμένην προσέπαιζε καὶ μειδιᾶν, ὡς εἰκός, ἐπειρᾶτο, ἦν αὐτῷ καὶ τὸ μειδίαμα φοβερὸν καὶ οἷον ἀνιᾶσαι μᾶλλον ὁρῶσαν ἤπερ εὐφρᾶναι.

`16.1.5`

καί μοι δοκῶ, εἰ τὸν μῦθον Ὅμηρος ἔπλασεν, ἐποίησεν ἂν τὸν Δία μεμφόμενόν τε τὸν Ἄρην καὶ λέγοντα· οὔ τοι, τέκνον ἐμόν, ἐρωτικὰ δέδοται ἔργα· ἀλλὰ σὺ μὲν πολέμους μετέρχου καὶ μάχας, ταῦτα δὲ Ἀδώνιδι καὶ Ἀφροδίτῃ μελήσει. ἔφη ἂν οὕτω πως Ὅμηρος προσθεὶς τὸ μέτρον τοῖς εἰρημένοις.

`16.1.6`

οὐκ οὖν ἤνεγκε τὴν ζηλοτυπίαν ὁ Ἄρης, ἀλλʼ ἀπώλεσε τῇ Ἀφροδίτῃ τὸν Ἄδωνιν. πῶς οἴεσθε τὴν θεὸν πρὸς τοῦτο διατεθῆναι; οὐ περιέθετο τὸν κεστόν, ᾧ ἔνι μὲν φιλότης, ἔνι δʼ ἵμερος καὶ ὅσα καταλέγει τὰ ἔπη, οὐ ποδῶν ἐφρόντισεν εὐκοσμίας. τίνι γὰρ ἤθελεν ὀφθῆναι καλή;

`16.1.7`

καὶ τότε ἄρα πρῶτον γυμνοῖς ἐβάδισε τοῖς ποσίν. ὑπὸ γοῦν τῆς ἀηθείας τε καὶ τρυφῆς ἀκάνθῃ περιτυχοῦσα αἱμάσσει τὸν πόδα ἐπʼ εὐτυχίᾳ τοῦ ῥόδου, καὶ γίνεται χρῶμα τῷ ἄνθει τῆς Ἀφροδίτης τὸ αἷμα.

`16.1.8`

καὶ διὰ τοῦτο ἀρχόμενος ἔφην τὸ ῥόδον ἀναμνῆσαί με τῆς θεοῦ. τούτοις ᾠήθην χρῆναι τὸ ῥόδον ἀμείψασθαι. ἀγνώμων γὰρ ἐπʼ αὐτῷ καὶ ὅλως ἄχρηστος ἐφαινόμην, εἰ αὐτὸς μὲν ὡραϊζοίμην ταῖς τῶν ῥόδων βολαῖς ὥστε καὶ χαλεπαίνειν τοῖς νέοις, εἰ μὴ βάλλοιεν εὐστόχως, ἐμοὶ δὲ τὸ ἄνθος ἠμελημένον τε εἴη καὶ ἄμοιρον εὐφημίας.

`16.1.9`

Οὐδὲν ἐθέλει πλέον ὑμῖν ὁ πρόλογος διηγήσασθαι. τί γὰρ ἡδύ, φησί, διαλέξομαι μετά γε Ἄδωνιν καὶ Ἀφροδίτην καὶ ῥόδα;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-ah`.
