---
title: "Speeches: Part XI (Dialexis)"
title_greek: "Λόγοι, Διάλεξις"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-ad
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-11-uvo-ad"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:0b4ccc55580e4f0550b73c308fb862b43b8531cffa5484611bf23b6c22103417"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part XI (Dialexis)

*Λόγοι, Διάλεξις*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-ad` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-11-uvo-ad)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`11.1`

ΔΙΑΛΕΞΙΣ

αἰσθομένη τινῶν τὸν θεσπέσιόν μου διδάσκαλον μεμφομένων μὴ παραβάλλοντα ταῖς δημοσίαις τῶν λόγων συνόδοις δείκνυσιν, ὡς

  
ἐν γήρᾳ καλὸν ἡσυχία.  

`11.1.1`

Ἔπεισε καὶ Πηλέα τὸ γῆρας ἡσυχίαν τε ἄγειν καὶ τῆς ἀπὸ τῶν πόνων παύσασθαι φιλοτιμίας· ἐδόκει γάρ οἱ καλῶς αὐτὸν μὲν τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, τὸν δὲ παῖδα παραλαβόντα τὰ ὅπλα τίνος πέφυκε πατρὸς ἐπιδεῖξαι.

`11.1.2`

εἰ δή τις τότε τῶν Ἀχαιῶν ὄκνον ὠνείδισε τῷ Πηλεῖ, εὐφήμει, ἂν ἔφη, ὦ ἄνθρωπε. ἐγὼ γὰρ ὥραν ἔχων ἔτι πολέμου πολλά τε καὶ καλὰ πολλάκις ἐπεδειξάμην, καί μοι ἆθλον ἐξ ἀρετῆς ἡ τοῦ Διὸς ἐρωμένη.

`11.1.3`

Πηλέα μὲν οὖν καλὸν ἐπαινεῖν, ζηλωτὸν δὲ μιμεῖσθαι· τὸν δὲ ἐκ Πύλου πρεσβύτην σχέτλιον καλεῖ γεραιὸν ὁ ποιητής, ὅτι πόνου οὔποτε λήγει. καίτοι σύ γε, ὦ θαυμάσιε καὶ μέλιτος γλυκίων ῥέων αὐδήν, αἰχμὰς δὲ ἔφης αἰχμάσουσι νεώτεροι οἵπερ ἐμεῖο.

`11.1.4`

ἄγετε οὖν, ὦ Μοῦσαι, ξύν μοι λάβεσθε τοῦ λόγου, ὃν οἵδε με ποιῆσαι προσέταξαν οἱ σοφοί. οὐ γὰρ ἔχω μαθεῖν, ὦ φιλότης, τί ποτε ἄρα ποιηταῖς μὲν ἔθος αὐτὰς κατὰ πολλὴν ἐξουσίαν αἰτεῖν, εἴτε τις ἑνὸς Θεσσαλοῦ μῆνιν ᾄδειν ἐθέλοι εἴτε διδάξαι τὸν ἀδελφὸν ὡς δύο εἰσὶν Ἔριδες ἐν ἀνθρώποις, αἱ δὲ δοκοῦσιν ἥκειν ὀξέως νῦν μὲν ἐκ Πιερίας, νῦν δὲ ἐξ Ἑλικῶνος, κἂν τύχωσι περὶ κρήνην ἰοειδέα ποσὶν ἁπαλοῖσιν ὀρχούμεναι· εἰ δέ τις ἄνευ μέτρου λόγους ἐργάζοιτο, λόγους δὲ ὅμως, καὶ τοῦτο εἴη τὸ ἔργον αὐτοῦ, τούτῳ γε οὐ πάνυ τι προσήκειν οἴονται οἱ πολλοὶ τὰς Μούσας αἰτεῖν.

`11.1.5`

καίτοι Σωκράτης ὁ Ἀθηναῖος ποιητικὸς μὲν οὐκ ἦν, ἐδεήθη δὲ τῶν Μουσῶν παρεῖναί τέ οἱ καὶ φράζειν, ἅττα δὴ ἔμελλε πρὸς Φαῖδρον ἐρεῖν, τὰ Λυσίου τε καὶ αὐτοῦ παιδικά.

`11.1.6`

Ἄγετε οὖν, ὦ Πιερίδες—ἴσως γὰρ ὑμῖν ἥδιον ὀνόματι καλεῖσθαι ποιητικῷ—, ξύν μοι λάβεσθε τοῦ ἀγῶνος· οὐ γὰρ ἀνιάσει τοῦτο τοὺς ποιητάς, ἐπεὶ κἄν τις ἐκείνων αἰτήσῃ τι τὸν Ἑρμῆν, οὐ φθονήσομεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-ad`.
