---
title: "Speeches: Part X (Declamation: Polydamas)"
title_greek: "Λόγοι, Πολυδάμας"
author: Choricius the Sophist of Gaza
eul_wid: uvo-ac
eul_aid: uvo
canonical: "https://eulogikon.org/works/choricius-gaza-speeches-part-10-uvo-ac"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:b3a9c8120d725443cda85f9c3638f8d19b96786b367da1f74474943d8457741c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Speeches: Part X (Declamation: Polydamas)

*Λόγοι, Πολυδάμας*

**Author:** Choricius the Sophist of Gaza

**eul_wid:** `uvo-ac` · [HTML page](https://eulogikon.org/works/choricius-gaza-speeches-part-10-uvo-ac)

## Text

Part of [Speeches](/works/choricius-gaza-speeches-uvo-aa)

`10.1`

ΠΟΛΥΔΑΜΑΣ.

Μετὰ τὴν Ἕκτορος τελευτὴν ἐρασθεὶς Ἀχιλλεὺς τῆς Πολυξένης πρεσβεύεται πρὸς τοὺς Τρῶας μισθὸν ἐπαγγελλόμενος τοῦ γάμου τὴν συμμαχίαν. βουλευομένων τῶν Τρώων παραινεῖ δέχεσθαι Πολυδάμας ἀντιλέγοντος Πριάμου. μελετῶμεν τὸν Πολυδάμαντα.

Θεωρία.

`10.1.1`

Ἔστι καὶ παρὰ βαρβάροις τέχνη τις τοῦ λέγειν· οὐ γὰρ χώρας ἔργον ἡ παίδευσις, ἀλλὰ φύσεώς τε καὶ μελέτης κατόρθωμα.

`10.1.2`

ἀναστὰς οὖν ὁ Πολυδάμας ἀναμνήσει τοὺς Τρῶας ἣν ἔναγχος ἐποιήσατο συμβουλὴν περὶ τοῦ μὴ θαρρῆσαι πρὸς Ἀχιλλέα δεικνὺς ἐν οἷς ἠπείθησαν ἀτυχήσαντας, ἵνα γίνωνται νῦν εὐκολώτεροι πειθαρχεῖν.

`10.1.3`

οὕτω καὶ Δημοσθένης τοὺς οἰκείους πείθων πολίτας εἰς Ἀμφικτύονας τάξαι τὸν Φίλιππον τὴν ἐν τοῖς προλαβοῦσιν αὐτῶν ἀπείθειαν μεγάλων ἀφορμὴν συμφορῶν ἀποφαίνει.

`10.1.4`

ἀλλʼ ὁ μὲν τὴν ἀπὸ τῆς ἰσηγορίας ἄδειαν ἔχων τραχέως ἐπιτιμᾷ, Πολυδάμας δὲ τὴν Ἕκτορος φιλονεικίαν ἐπὶ τὴν τύχην ἀνοίσει· οὔτε γὰρ ὅσιον τὸν ἀπελθόντα λέγειν κακῶς οὔτε ἄλλως καλὸν Ἕκτορα λοιδορεῖν Πριάμου παρόντος καὶ ἀκουόντων τῶν Τρώων.

`10.1.5`

ὅσα μὲν οὖν ἐστι τῆς Ἀχιλλέως ὠμότητος ἔργα, ταῦτα συγκρύψει, τάς τε Ἕκτορος ὕβρεις περὶ τὸ μνῆμα Πατρόκλου καὶ τὰς τῶν ζωγρηθέντων ἐπὶ τῷ τάφῳ σφαγάς· τὰ δὲ τὴν ἐκείνου ῥώμην δηλοῦντα παράγων μέγαν ἀποδείξει καὶ φοβερὸν οὐδὲ τὸν Ἕκτορα τῆς προσηκούσης ἀποστερῶν εὐφημίας.

`10.1.6`

οὕτω γὰρ Ἀχιλλέα τε μᾶλλον κοσμήσει καὶ σφαλερωτέραν ἀποδείξει τὴν Τροίαν τοῦ σώζειν εἰωθότος ἀνῃρημένου μηδὲ τῶν ἀρτίως ἐλθόντων τῇ Τροίᾳ συμμάχων Αἰθιόπων, Ἰνδῶν, Ἀμαζόνων εἰς ἐπικουρίαν ἀποχρῆν δεικνυμένων.

`10.1.7`

λυπεῖ δὲ λίαν αὐτὸν Ἀχιλλεὺς ὀργίλος ὢν ἅμα καὶ σοβαρὸς καὶ προπετὴς εἰς βασιλέας καὶ τῷ Πριάμῳ διδοὺς ἐπαναστάσεως ὑποψίαν. οὐ μὴν ἀλλὰ καὶ τοῦτο καλῶς μεθοδεύσει τῶν μετρίως Ἀχιλλεῖ πεπραγμένων τὰ μὲν αὐτὸς ἐγνωκώς, τὰ δὲ τῶν πρέσβεων πεπυσμένος· τὸν γὰρ ἅπαξ ὑπὲρ ἐκείνου πεπεισμένον εἰπεῖν εἰκὸς ἅπαντα πολυπραγμονήσαντα γνῶναι. καὶ πάντα ποιήσει πανταχοῦ φυλάττων αἰδῶ τῷ βασιλεῖ διά τε τὴν ἀρχὴν καὶ τὸ γῆρας καὶ τὴν ἐπὶ τοῖς παισὶν ἀτυχίαν.

Μελέτη.

`10.2.1`

Εἰ μὲν τὴν Ἀχιλλέως ἐπιθυμίαν κινῶν καὶ φυλάττων ὄγκον τῷ πράγματι σχηματίζῃ φιλονεικεῖν, πατρὸς ἔργον ποιεῖς ἀνδρὸς ὡραίαν ἔχοντος παῖδα· τοῖς γονεῦσι γὰρ ἔθος ἀλαζονεύεσθαι πρὸς τοὺς ἐραστὰς τῶν θυγατέρων ἐπισταμένοις ὅτι τὸ μὴ πρόχειρον εἶναι τὴν ἡδονὴν αὔξει τὸν ἔρωτα.

`10.2.2`

ἐπεὶ δὲ πρᾷος ὢν καὶ χρηστὸς βασιλεὺς οὐδὲν τοὺς ὑπηκόους ἀξιοῖς ἀποκρύπτειν, ἔδοξέ μοι προδοσία τις εἶναι μὴ φαῦλον, οἶμαι, σύμβουλον ἐν οἷς πρώην εἰσηγησάμην φανέντα τὴν ἔτι λοιπὴν τῆς πατρίδος ἐλπίδα περιιδεῖν.

`10.2.3`

Πάλαι μὲν οὖν Ἀχιλλεὺς τῆς ἐπὶ Τροίαν ὀργῆς ἐκχαλάσαι μοι φαίνεται· οὐ γὰρ ἂν εὗρε σχολάζουσαν τὴν ἐπιθυμίαν ἔτι χαλεπαίνων· τοῦτο γὰρ δὴ τὸ πάθος ἡμέρου καὶ πολλὴν εὐθυμίαν ἀγούσης δεῖται ψυχῆς.

`10.2.4`

νῦν δὲ κατὰ νοῦν, ὡς εἰκός, ἔχει τὴν κόρην τούς τε γάμους καθʼ αὑτὸν ἤδη τελῶν καὶ σκοπῶν ὅπως ἂν ἀλύπως αὐτῇ μέλλοι συζῆν. ὁ γὰρ ἐρῶν μὴ βουλόμενος αὑτὸν ἀνιᾶν, οἷα κατορθώσας ποιήσει λογίζεται.

`10.2.5`

οὐδὲ παρθένον αἰτῶν οὐ σκοπῶν ἐστιν, ὅτι γαμήλια μέν τις δῶρα διδοὺς οὔπω δῆλον ποιεῖ τῷ πατρὶ τῆς κόρης, εἰ γυναῖκα λαβὼν ἀγαπήσει, ὁ δὲ ἐξ ἔρωτος προσιὼν ἧκεν ἔχων ἐκεῖνο, διʼ ὃ πάντα φιλοῦσι πυνθάνεσθαι καὶ ζητεῖν οἷς εἰσι θυγατέρες ὥραν ἔχουσαι γάμου.

`10.2.6`

Ἀλλὰ τοῦτο μὲν ἐν ᾧ προσήκει μέρει τοῦ λόγου δηλώσω· πρῶτον δὲ βούλομαι τό γε ἐμὸν ἐκ τῶν ἤδη μοι λεχθέντων συστῆσαι.

`10.2.7`

Ὁρῶν γάρ, ὦ Τρῶες, οὐδεμίαν ὑποφαινομένην ἐλπίδα κενουμένων ἡμῖν τῶν καταλόγων ἔδωκα γνώμην ἐνδοῦναί τε πρὸς βραχὺ τῷ καιρῷ καὶ τὴν Ἀχιλλέως εὐημερίαν ἀποφυγεῖν, εἰδὼς καὶ τοὺς Ἕλληνας, ὅτε φαύλως αὐτοῖς τὰ πράγματα εἶχεν, ἀναχωροῦντας εἰς τὰς ὁλκάδας ἀεί, καὶ τὸν πρεσβύτην Ἀντήνορα πολλάκις ὁρῶν τὴν ἡμετέραν συστέλλοντα τόλμαν.

`10.2.8`

ταῦτα παρελθὼν εἶπον, ὦ Τρῶες, καὶ οὔτε πρὸς αὐτὸν ἠγροικισάμην Ἕκτορα φήσας Ἀχιλλέως τὰ δεύτερα φέρειν οὔτε πρὸς ἄλλον τινὰ τοῦ στρατοπέδου, τὸ δὲ κοινόν, ὡς ἴστε, δέος εἰς ἐμαυτὸν ἀνεδεξάμην·

  
αἰνῶς γὰρ δείδοικα ποδώκεα Πηλείωνα.  

`10.2.9`

ἀλλὰ μελλόντων, ὡς ἔοικεν, ἀνθρώπων κακοπραγεῖν οὐ πέφυκεν ὁ λογισμὸς ὑγιαίνειν, ᾧ τὸ δέον ἔστι βουλεύσασθαι. οὐ γὰρ ἂν ὁ χρηστὸς ἐκεῖνος Ἕκτωρ ἀντεῖπεν εἰωθὼς πάντα μοι πειθαρχεῖν, ὡς ἐπʼ αὐτῆς ἐμαρτύρησε τῆς ὀργῆς οὐκ ἔτι μοι φίλα ταῦτʼ ἀγορεύεις εἰπὼν ὡς τῶν ἔμπροσθεν εἰρημένων εὖ ἔχειν δοξάντων, ἐπεὶ καὶ τὴν ἐκ τοῦ μὴ πεισθῆναι γενομένην ἡμῖν ἀτυχίαν χρησιμωτέραν, οἶμαι, τὴν συμβουλὴν ἀποδεῖξαι συνέβη.

`10.2.10`

εἰ μὲν γὰρ ἐξ ἀρχῆς αὐτῇ πειθαρχήσαντες ἐντὸς τείχους εἴχετε τὴν ἡσυχίαν, ἐνῆν εἰπεῖν, ὡς οὐδὲ μαχομένοις ἴσως ἄν τι χαλεπὸν ἀπήντησε· νῦν δὲ καὶ πρεσβύταις καὶ νέοις καὶ παισὶ γέγονε δῆλον, ὡς μία σωτηρίας ὑπῆρχεν ὁδὸς ἡ δεῦρο τὸ στρατόπεδον ἄγουσα.

`10.2.11`

εἰ μὲν οὖν ὁρᾷ τις ἐνόντα τοῖς πράγμασι πόρον, διʼ οὗπερ ἡμᾶς αὐτοὺς ἐνεγκεῖν ἔνεστι καὶ τὴν ἄμαχον δυσκολίαν ἀπαλλάξαι τῆς Τροίας Ἕκτορος μὲν ἡμῖν ἀπελθόντος, Ἀχιλλέως δὲ διαλλαγέντος τοῖς Ἀχαιοῖς, ἀναστὰς δεικνύτω, καὶ χάριν εἴσομαι δικαίως ἄνευ τῆς Ἀχιλλέως ἐπικουρίας σωθείς· εἰ δὲ τὸ μέλλον οὐδεὶς μὲν ἰσχυρίζεται σωφρονῶν, ἐκ δὲ τῶν πεπραγμένων ἀνθρωπίνως εἰκάζων τις εὑρήσει τοιοῦτον ἡμῖν, οἷον εἰς τοὺς ἐναντίους οἱ θεοὶ τρέψειαν, αἰσχρόν ἐστιν ἀπατᾶν ἑαυτοὺς εὐψυχίας ὄνομα θηρωμένους παρὸν εὐσχημόνως σωθῆναι· οὐ γὰρ αὐτοὶ δήπου πρεσβείαν ἐκπέμψαντες ᾐτήσαμεν Ἀχιλλέα Πολυξένης ἐρᾶν.

`10.2.12`

Ἀλλʼ, ὦ μάτην, φησί, δεδιώς, πάρεισιν ἡμῖν Ἀμαζόνες, ἀγαθαὶ τὰ πολέμια, ὥστε μὴ φοβερὸν εἶναι τὸν Ἀχιλλέα καὶ δύσμαχον.

`10.2.13`

ὡς ἁπλοῦς ὁ πρεσβύτης νίκην πολέμου διὰ γυναικῶν ἐνθυμούμενος. σκέψαι γάρ· οἴει τοὺς πάλαι νομοθέτας εἰκῆ τοῖς ἀνθρώποις διορίσαι τὰ ἔργα, γυναιξὶ μὲν ἱστόν, ἠλακάτην καὶ τὰ τούτοις παραπλήσια νείμαντας, ἀνδράσι δὲ ὅσα τῶν ἐπιτηδευμάτων ἐρρωμενέστερα, ἢ πρότερον τὰς εἰς τὸν βίον ἀφορμὰς ἐξευρόντας οὕτω δοκιμάσαι τὰ γένη καὶ ταῖς τέχναις ἐπιστῆσαι, πρὸς ἃς ἑκάτερον ἐπιτηδείως εὕρισκον ἔχον;

`10.2.14`

ὅρα μὴ βέλτιον περὶ τούτων οὕτω δοξάζειν. ἴσμεν γάρ, ὡς γυναικεῖόν τι ποιεῖν ἀνδρὸς ἐγχειροῦντος φαῦλον ὡς τὰ πολλὰ καὶ ἀνάρμοστον τὸ δημιούργημα γίνεται. εἶτα ἡμῖν μὲν ἔριον ἕλκειν οὐ σύνηθες, ταύταις δὲ δώσομεν ἀκριβῶς τὴν ἐν ὅπλοις ἐμπειρίαν μαθεῖν;

`10.2.15`

ἐγὼ μὲν οὐ πάνυ σοι πείθομαι, ἀλλὰ τῆς μὲν φύσεως ἀμείνους εἰσί, γυναῖκες δὲ ὅμως εἰσίν. εἰ μὲν γὰρ ἀνδρεῖον τὸ μάθημα ἦν, ἓν δέ τι τῶν ῥᾴστων παραλαβεῖν, εἶχεν ἂν λόγον αὐτοῦ γυναῖκας ἐπιστήμονας εἶναι· ἐπεὶ δὲ μηδὲ παντὸς ἀνδρὸς ἡ τῶν πολεμικῶν παίδευσις, πῶς ἂν εἴη γυναιξὶ δυνατή;

`10.2.16`

οὔσης γὰρ οὕτω δυσκόλου τῆς ἐπιστήμης πολὺ χαλεπώτερον παραλαβόντα καιρῷ πολέμου φυλάξαι. ταῖς μὲν γὰρ ἄλλαις τέχναις κατὰ πολλὴν ἄδειαν τοὺς μετιόντας ἔνεστι χρήσασθαι· ἐνταῦθα δὲ τὴν μνήμην τῆς διδαχῆς ὁ φόβος ἐκκρούει πολλάκις.

`10.2.17`

τῷ τοίνυν ἐπὶ θύρας φοιτῶντι διδασκάλου πολεμικῶν δεῖ μὲν σώματος εὐεξίας, δεῖ δὲ γενναίας ψυχῆς· ὧν ἀμφοτέρων ἡ γυναικεία διέστηκε φύσις.

`10.2.18`

ἐγὼ δὲ καὶ τῶν πρὸς Ἀνδρομάχην Ἕκτορος λόγων ἔτι που μέμνημαι. ὁρῶν γάρ τι περὶ πολέμου διαλεγομένην αὐτὴν ἐκέλευσεν οἴκαδε ἐλθοῦσαν, ἦν γὰρ ἐν ἀγορᾷ, τὰ αὑτῆς πράττειν, τὸν δὲ πόλεμον ἀνδράσιν ἐᾶν.

`10.2.19`

αὐτοῦ τοίνυν τοῦ Ἕκτορος προκαλεσαμένου ποτὲ τὸν ἄριστον τῶν Ἀχαιῶν εἰς χεῖρας ἰέναι καὶ πάντων ὑποστρεφόντων καὶ πρὸς τὸν πλησίον ὁρῶντος ἑκάστου καταδύεται τοῖς γινομένοις ὁ Μενέλαος καὶ ζητῶν, ὅπως αὐτοῖς τὴν ἐσχάτην ὀνειδίσει δειλίαν, γυναῖκας προσεῖπεν.

`10.2.20`

ὀλίγον δὲ πρότερον τούτων ὁ Διομήδης τὴν Ἀφροδίτην εἰς ἀνανδρίαν σκώπτων ἀπεῖπε μὴ παραβαλεῖν ἔτι πολέμῳ· τὸ γὰρ ἔργον αὐτῆς εἶναι γυναῖκας χειροῦσθαι.

`10.2.21`

θῶμεν δὴ προθυμίᾳ τινὶ καὶ γυμνασίων πυκνότητι τὴν ἔμφυτον ἀτολμίαν βιασαμένας ἀνδρῶν αὐτὰς ῥώμην ἀσκῆσαι καὶ φρόνημα προσλαβεῖν· τί οὖν; ὁμοίας ἡγῇ τῶν ἀνθρώπων εἶναι τὰς γνώμας εὖ τε καὶ φαύλως αὐτοῖς τῶν πραγμάτων ἐχόντων;

`10.2.22`

ἐγὼ μὲν καὶ τοὺς ἀνάνδρους θαρραλέως ἐν ταῖς εὐπραγίαις διακειμένους ὁρῶ καὶ τοὺς εὐψυχίᾳ συζῶντας παρὰ τὰ πταίσματα ταπεινούς.

`10.2.23`

οὐκοῦν τοῖς Ἕλλησι μὲν πολλαὶ πρὸς τὸ θαρρεῖν ἀφορμαί, Ἀμαζόσι δὲ φοβερὰν ποιοῦσιν αἱ συμφοραὶ τὴν παράταξιν, ὥστε κἂν ἄνδρες γένωνται, φοβοῦνται τοὺς νενικηκότας.

`10.2.24`

Πρὸς τούτῳ μοι καὶ Ἰνδοὺς καὶ Αἰθίοπας λέγε· τὸ γὰρ αὐτό μοι κατὰ πάντων εἰπεῖν ὑπάρξει δικαίως, εἴπερ καὶ Αἰθίοπες καὶ Ἰνδοὶ πάρεισιν ἐγνωκότες, ὡς ἦν Ἕκτωρ ἡμῖν εὖ μάλα συγκεκροτημένος τὰ τοῦ πολέμου καὶ δύναμιν ἠσκημένος ἀξίαν θαυμάσαι δεινὸς μὲν ἀθυμοῦντα στρατὸν ἀγαθῶν ἐλπίδων πληρῶσαι, εὖ δὲ παρασχὸν καὶ ταῖς ὁλκάσιν αὐταῖς φλόγα προσάγειν. ἀλλὰ τῷ Πηλέως οὐ μέγας παραβάλλειν ἐστί. ταῦτα λογιζομένοις ἀθυμία καὶ δέος εἰσέρχεται.

`10.2.25`

Βούλομαι τοίνυν ἐπανελθὼν ὅσα φρονῶ περὶ Ἀμαζόνων εἰπεῖν. εἰ μήπω πεῖραν δοῦσαι τῆς ἀσθενείας ἐτύγχανον, ἴσως ἂν ἀπερισκέπτως διαβάλλειν τὰς ἀνθρώπους ἐδόκουν· νῦν δὲ τίς οὕτω τῶν παλαιοτέρων ἀνήκοος ὡς ἀγνοεῖν, ὅτι Βελλεροφόντης αὐταῖς συμβαλὼν οὐδὲ συστρατιώτου τυχὼν ἔδειξεν, ὅπερ εἰσίν, οὔσας γυναῖκας;

`10.2.26`

Ὡς μὲν οὖν τῇ τε πόλει καὶ Πριάμῳ σπουδαῖα ταῦτα ποιεῖν, οὐδεὶς ἀντερεῖ· ἐκεῖνο δὲ τάχα λυπεῖ Πρίαμον εἰσιόν· νέος ἐστίν· ἔπαθέ τι πρός τινα τῶν αἰχμαλώτων. τίς ἂν οὖν εὖ φρονῶν τοιοῦτον ἕλοιτο τῇ θυγατρὶ νυμφίον;

`10.2.27`

ἐγὼ δέ εἰμι μὲν τῶν ὡς μάλιστα χαιρόντων τῷ σωφρονεῖν καὶ κάλλιστον ἡγοῦμαι κτῆμα τοῖς ἔχουσιν εἶναι, καὶ σὺ μὲν ἴσως ἔτι τῶν ἀφροδισίων ἄπειρος ὢν εἰς κοινωνίαν ἔννομον ἦλθες, οἱ δὲ πολλοὶ τὴν μέχρι τοῦ γάμου νεότητα φέρειν οὐ δύνανται.

`10.2.28`

ὁρῶμεν δήπου τοὺς ἄλλους πατέρας μάλιστα μὲν σώφροσι τὰς θυγατέρας ἐγγυᾶν βουλομένους, εἰ δὲ μή, τοῦτο γοῦν πυνθανομένους, εἴ ποτε κόρῃ διαλεχθεὶς ὁ περὶ γάμου λαλῶν ἔμεινε στέργων ἐκείνην, ἕως αὐτῷ συνελθεῖν ἔδοξε νόμῳ, καὶ τοῦτο σύμβολον ἱκανὸν ποιουμένους τῆς μελλούσης εὐνοίας.

`10.2.29`

τί δὲ θαυμαστόν, ὦ Τρῶες, ἔτι νέον ὄντα παθεῖν τι πρὸς τὴν ἐπὶ τῆς σκηνῆς αὐτῷ συνδιάγουσαν, ὅπου καὶ τὸν Μυκηναῖον ἀντεραστὴν ὑπώπτευεν ἔχειν; οὐ γὰρ ἐκεῖνος διώμνυτο μήποτε τῆς εὐνῆς ἐπιβῆναι ἠδὲ μιγῆναι.

`10.2.30`

ζηλοτυπίας γοῦν γινομένης εἰκότως αὑτοῦ προσεδίδου τῷ πάθει καὶ μᾶλλον ἐπείθετο τὴν κόρην εἶναι καλὴν ἐκ τοῦ μὴ μόνος ἐρᾶν καὶ πρός γε τούτοις ὁρῶν ἀπεχθῶς ἔχουσαν Ἀγαμέμνονι μειζόνως ἐπόθει.

`10.2.31`

πόσοι δὲ γυναῖκας ἔχοντες ἤδη καὶ παῖδας δοριαλώτοις ὡμίλησαν, ἐμοὶ μὲν οὐκ ἀρεστά, ποιοῦντες δὲ ὅμως. Τελαμὼν τὴν σὴν ἀδελφὴν Ἡσιόνην λαβὼν πῶς, οἴει, λέγεται στέργειν; οὐδὲν ἧττον ἢ τὴν Αἴαντος τούτου μητέρα. οὗτος αὐτὸς Ἀγαμέμνων τὴν Χρύσου περὶ πλείονος ἔφη Κλυταιμνήστρας ποιεῖσθαι.

`10.2.32`

εἶτα ἐκείνοις μὲν ἐρασθεῖσι συγγνώμη, εἰ δέ τις ὢν ἐφʼ ἡλικίας ταὐτὸν ἐκείνοις πέπονθε, τοῦτον ἀπαραίτητόν τι φήσομεν ἁμαρτεῖν καὶ οὐ ληψόμεθα κατὰ νοῦν τὸν ἁρπάσαντα τὴν Ἑλένην γυναικὸς ἔνδον οὔσης αὐτῷ;

`10.2.33`

καὶ μὴν ὁ μὲν οὐ νόμῳ πολέμου τὴν Ἑλένην ἔχει λαβών, ὁ δὲ τὴν Βρισέως ἐξ ἀριστείας καὶ πόνων ἐκτήσατο. πᾶν δὲ ληφθὲν ἐκ πολέμου τιμιώτατον στρατιώτῃ κἂν τρίπους ᾖ κἂν ἀσπίς, ἥδιστον κτῆμα· μνήμη γὰρ γίνεται νίκης καὶ τὴν αὐτὴν δύναται μαρτυρίαν τῆς ἀρετῆς μικρά τε καὶ μεγάλη μοῖρα λαφύρων.

`10.2.34`

ὁ μέντοι μάλιστα τὸ γέρας τιμήσας Ἀγαμέμνων ἐστὶν ἑπτὰ δωρούμενος πόλεις καὶ Τρωάδας εἴκοσι τρίποδάς τε καὶ λέβητας καὶ χρημάτων ὁλκάδα. τῶν γὰρ διδομένων τὸ μέγεθος μεῖζον τὸ ληφθὲν ἐποίει δοκεῖν.

`10.2.35`

καὶ εἰ μὲν οὐχ ὑπῆρχεν αὐτὸς ἔρωτι δουλωθεὶς τῆς Χρυσηΐδος, ἧττον ἂν Ἀχιλλέα παρώξυνεν ἄνθρωπος ὢν ἀγνοῶν, ἡλίκον ἐστὶν ἐραστῇ παιδικά· ὁμοίῳ δὲ πάθει περιπεσὼν καὶ πείρᾳ μαθών, ὡς τῷ ποθοῦντι πάντα δεύτερα τῆς ἐρωμένης, δῆλον ἐποίησε ταύτῃ σπουδάσας λυπῆσαι τὸν ἄνθρωπον, ᾗ μάλιστα δάκνειν ᾠήθη.

`10.2.36`

ὥστε εἰ καὶ μὴ λίαν ἐλύπει τὸ γύναιον ἀποσπῶν, τῷ νομίζειν λυπεῖν εἰκότως ἠνία· οὐ γὰρ τὸ τῆς ὕβρεως εἶδος εἰώθαμεν μᾶλλον σκοπεῖν ἢ τὴν τῶν ὑβριζόντων προαίρεσιν.

`10.2.37`

Οἶδα τοίνυν ὡς ἐκεῖνό σοι μάλιστα θορυβεῖ τὴν ψυχήν, μή ποτε μικρὸν ὕστερον ἀποστραφῇ σου τὴν παῖδα μηδὲ τὴν Βρισηΐδα στέρξας βεβαίως, οὐ γὰρ ἂν Πολυξένης ἠράσθη.

`10.2.38`

καὶ συγγνώμη μὲν περὶ θυγατρὸς ἀγωνιῶντι πατρί, πλὴν οὐ χαλεπὸν εὑρεῖν, ὡς οὐ καιρὸν ἔχει σοι τοῦτο τὸ δέος. οὐ γὰρ ὅμοιον κόρην αἰχμάλωτον ἀγαπῆσαι καὶ γυναικὶ συνοικεῖν ἐλευθέρᾳ.

`10.2.39`

πόθεν; ἀλλʼ ἁπλᾶ τε καὶ δίκαια πρὸς αὑτὸν Ἀχιλλεὺς διαλέξεται· οἰκία σοι λοιπὸν καὶ γυνὴ καὶ μικρὸν ὕστερον παῖδες. ἱκανῶς ἔδοξας τὰ νέων ποιεῖν. μὴ γὰρ αἰχμάλωτος αὕτη· μὴ γὰρ ἐπὶ ταύτην ἥξει Ταλθύβιος. Πριάμου θυγάτηρ, διʼ ἣν ὑπερεῖδες τῶν ὁμοφύλων, διʼ ἣν ἐσπείσω τοῖς πολεμίοις, διʼ ἣν ἐδεήθης τῶν Τρώων κατενεγκὼν τὸν Πρίαμον.

`10.2.40`

Καὶ μὴν ἐν Σκύρῳ, φησί, γυνὴ καὶ παιδίον ἐστὶν αὐτῷ. πῶς οὖν ἐκείνων ὑπεριδὼν εἰς ἡμᾶς ἔσται πιστός;

`10.2.41`

τοῦτο γάρ ἐστι τὸ λαμπρὸν τῆς ἐπιθυμίας τεκμήριον, ὅτι σύνοικον ἔχων καὶ παῖδα Πολυξένης ἠράσθη. καὶ τῇ μὲν Λυκομήδους συνδιατρίβων οὔτε πολέμῳ σχολάζων οὔτε πρὸς ἑτέραν ἔχων φροντίδα τὸν νοῦν ἐξ ἀργίας τε καὶ τρυφῆς ἦλθεν εἰς ἔρωτα καὶ πέπονθέ τι τοιοῦτον οἷον μειράκιον παρθένῳ συνόν· ἐνταῦθα δὲ πράγμασι συνεχόμενος Πάτροκλον ἀρτίως ἀποβαλών, ἡλικίαν ἄγων σωφρονεστέραν κόρης ἥλω Τρωάδος, Ἕκτορος ἀδελφῆς.

`10.2.42`

οὐκοῦν ὅσῳ παραλογώτερόν ἐστι τὸ φίλτρον, τοσούτῳ πέφυκε μεῖζον· ὅσῳ δὲ μεῖζον, τοσούτῳ μᾶλλον βέβαιον γίνεται.

`10.2.43`

χωρὶς δὲ τούτων, οὐδὲ καλῶ γάμον ἐγὼ τὴν παράνομον μίξιν, ὅταν λάθρᾳ κόρῃ τις ὁμιλήσῃ μήτε εἰς λόγους ἐλθὼν αὐτῆς τῷ πατρὶ μήτε τὴν μητέρα πρότερον πείσας. ἄπαγε. σφαλερὸς ὁ τοιοῦτος γίνεται γάμος. καταγνοὺς γὰρ ὕστερον τῆς παιδὸς ὡς ἑτοίμου πρὸς μίξιν καὶ παρὰ γνώμην αὐτῶν τῶν γονέων πεισθείσης οὐ τὴν αὐτὴν εἰς τέλος εὔνοιαν σώζει.

`10.2.44`

ἆρά γέ σοι παραπλησίως δοκεῖ τὴν αἰχμάλωτον ἢ τὴν κρύφα τοῦ πατρὸς βιασθεῖσαν καὶ τὴν σὴν ἀγαπήσειν;

`10.2.45`

μὴ τοίνυν πρὸς ἐπίκαιρον ἡδονὴν ὑπολάβῃς αὐτὸν ἐθέλειν τὴν Πολυξένην λαβεῖν. εἰ γὰρ ἦν τι τοιοῦτον, τί δή ποτε Τροίαν ὁρῶν κλίνασαν ἤδη πρὸς ἅλωσιν καὶ πάσας οἰχομένας αὐτῇ τὰς ἐλπίδας, τὸν Ἕκτορα καὶ πάντας ἄρδην ἀπειρηκότας, τί δή ποτε ταῦτα ὁρῶν ἔχων ἤδη τὴν θήραν μὴ πρὸς βραχὺ καρτερήσας καὶ τὴν Πολυξένην ἐκ νίκης ἑλών, εἰς ὅσον ὑπῆρχε, τῷ σβέσαι τὸν πόθον ἐχρήσατο; ἐν ᾧ καὶ θεραπεύειν εἶχεν αὑτὸν καὶ τοὺς Ἕλληνας μὴ προέσθαι καὶ τὴν ἐρωμένην ἀριστεῖον ἐκ πολέμου λαβεῖν; ἀλλὰ δῆλον ὡς τοῦ προτέρου βίου πολλὴν καταγνοὺς ἀτοπίαν εἰς οἰκειότητα νῦν καὶ παιδοποιίαν ὁρᾷ.

`10.2.46`

Ὁ αὐτὸς δή μοι λόγος ἁρμόσει καὶ περὶ τοῦ μηδʼ εἰς ἡμᾶς δόλον μήτε ἐνέδραν εἶναι τὸ πρᾶγμα. τίς γὰρ ἐξὸν αὑτῷ τὴν πολεμίαν ἀκονιτὶ παραστήσασθαι καὶ δόξαν κτήσασθαι ῥώμης τῶν πλειόνων ἤδη κινδύνων ἠγωνισμένων, ἐχομένων μὲν τῶν νήσων, δεδουλωμένων δὲ τῶν ἐν ἠπείρῳ συμμάχων καὶ τὸν Ἕκτορα τῆς Τροίας ἀποβαλούσης, εἶτα τὸν ἐξ ἀνδρείας στέφανον ῥίψας νικᾶν ἐξ ἀπάτης ἐπιθυμεῖ;

`10.2.47`

ἀνάνδρων ἔργα μοι λέγεις καὶ φρονήματος ἐστερημένων καὶ μέγα μηδὲν αὑτοῖς συνειδότων· ὁ δὲ ἀνὴρ φιλότιμος ἀεὶ καὶ τροπαίων αὑτῷ κατάλογον συνειδώς.

`10.2.48`

καίτοι τὴν μὲν ἐξ ἀριστείας νίκην ἀκίνδυνον οὖσαν ἑώρα πρὸς αὐτὴν ἡμῖν τὴν τελευτὴν τῶν πραγμάτων ἡκόντων, δόλον δὲ μηχανήσασθαι λίαν ἐπισφαλὲς ἐδόκει λογιζομένῳ, μὴ τὴν ἀπάτην ἡμῶν αἰσθομένων αὐτὸς ἀφύλακτος ὢν καὶ μόνος ἐν Τροίᾳ δεινὸν ὑποσταίη.

`10.2.49`

πολλὰ δʼ ἂν φαίην· τὸν γὰρ οὕτως ἡττηθέντα τῆς Πολυξένης, ὡς μήτε τὴν Βρισηΐδα μήτε τὴν ἐν Σκύρῳ γυναῖκα καὶ τὸ παιδίον αὑτοῦ κατὰ νοῦν εἰληφέναι, πῶς εἰκὸς ἄλλο τι δύνασθαι συνιδεῖν;

`10.2.50`

ὁ γὰρ ἐρῶν ὑποψίας ἐστὶ καὶ φόβου μεστὸς καὶ τὸ προστυχὸν ἐμποδὼν εἶναι πρὸς τὴν χρείαν ὑπονοεῖ ἄλλως τε τῆς ἐπιθυμίας ἐνακμαζούσης αὐτῷ.

`10.2.51`

βούλεται παντὶ σθένει τὴν ἀνδρείαν ἐπιδείξασθαι Πολυξένῃ καὶ παραστῆσαι σαφῶς, ὡς Ἀχιλλεύς ἐστιν ὁ τὴν ῥοπὴν ὁποτέροις ἂν προστεθῇ ποιῶν.

`10.2.52`

νῦν μὲν γὰρ αὐτὸν ἐκ τῶν περιβόλων εὐδοκιμοῦντα θεάσεται, τὸ πάντων ἥδιστον ἐραστῇ—οὐ γὰρ ἂν ἕλοιτό τις ὑπὸ τοῦ πατρὸς ἅμα καὶ τῆς μητρὸς ἀριστεύων ὀφθῆναι ἢ παρὰ τῆς γυναικὸς καὶ ταύτης νεογάμου καὶ ποθουμένης. διὰ τοῦτο τῆς πρὸς Μενέλαον μάχης ἀτυχῶς ἀναχωρήσας Ἀλέξανδρος οὐδένα μᾶλλον ἢ τὴν Ἑλένην ᾐσχύνθη. ὅπερ οὖν εἶπον, νῦν μὲν ἀνδρείως ἀγωνιζόμενον ὄψεται, νῦν δὲ πεύσεται, πῶς ἀπήλλαξαν οἱ Τρῶες. κἂν ἐκείνη μὴ πύθηται, λόγον αὐτὸς περὶ τῆς μάχης ἐμβάλλει καὶ κινεῖ πρὸς ἐρώτησιν, ἵνα λαβὼν ἀφορμὴν διηγήσηται, πόσους αὐτῇ καταβαλὼν ἥρωας ἥκοι.

`10.2.53`

Τάχα τοίνυν τις παρελθὼν προσποιήσεται σοῦ τε καὶ τῶν σῶν πρόνοιαν ἔχειν καὶ φήσει δέος εἶναι, μὴ τῶν σκήπτρων ὑμᾶς Ἀχιλλεὺς ἐκβαλὼν αὐτὸς ἐθελήσῃ διέπειν τὰ πράγματα.

`10.2.54`

πρὸς ὃν ἐγὼ φαίην ἄν· ὦ κηδεμὼν σὺ τοῦ βασιλέως καὶ τῶν παίδων αὐτοῦ, πόθεν ἡμᾶς ἀξιοῖς περὶ τῶν ἀφανῶν σοι πιστεύειν; ἢ δῆλον ὡς ἐκ τῶν ἔξωθεν Ἀχιλλεῖ πεπραγμένων; καλῶς· τί οὖν ἐστι τὰ πραχθέντα;

`10.2.55`

ψιλώσας ἡμᾶς τῆς περιοικίδος κατὰ γῆν τε καὶ θάλατταν καὶ τὰ τῶν ἡμετέρων συμμάχων ἀνδράποδα καὶ βοσκήματα τοῖς αὑτοῦ κτησάμενος πόνοις τί πεποίηκεν; ἆρα ταῖς ἀριστείαις μεγάλα φρονήσας ἠξίωσε τοὺς Ἀτρείδας τῆς ἀρχῆς ἐκβαλεῖν; αὐτοῖς μὲν οὖν τούτοις χάριν κομίζων τῷ σώματι τὴν εὔνοιαν ἐνεδείξατο.

`10.2.56`

τί δέ; τῆς μὲν ἡγεμονίας ἀμφισβητῆσαι δεινὸν ὑπείληφεν εἶναι, τῆς δὲ λείας τὴν πολλὴν ᾠήθη χρῆναι καρποῦσθαι; ἀλλὰ διαρρήδην ἐπὶ τῆς ἐκκλησίας ὀλίγον τε φίλον τε φέρειν ἐπὶ τὰς ναῦς ὡμολόγει.

`10.2.57`

καὶ τὸ μὲν ὁμονοίας τε καὶ φιλίας ἐνούσης εὐάγωγον εἶναι τοῖς ἄρχουσιν οὔπω μέγα τεκμήριον εὐπειθείας, ἀλλʼ ἐπειδὴ προσέκρουσεν ὑπὲρ τῶν Ἀχαιῶν Ἀγαμέμνονι καὶ περιττὸς ἤκουσε στρατιώτης, ἧκε μὲν ἐπὶ τὴν σκηνὴν φεύγειν αὐτῷ προσταχθέν, ὁρῶν δὲ τοὺς ἐπὶ τὴν Βρισέως ἐλθόντας τὴν διακονίαν ὑποστελλομένους ἐκέλευσε θαρροῦντας ποιεῖν ὅ τι ἂν βασιλεὺς ἐπιτρέπῃ, καὶ τοσαύτην ἠνέσχετο παροινίαν ἐπί τε Μυρμιδόνων καὶ Πατρόκλου καὶ Βρισηίδος.

`10.2.58`

ὅλως μὲν γὰρ ἐραστῇ χαλεπὸν ἐπὶ τῆς ἐρωμένης ὑβρίζεσθαι καὶ ταῦτα πρὸς ἀνδρὸς ἀντερᾶν ἴσα νομισθέντος· τὸ δὲ μὴ πασχούσῃ κακῶς ἐπαμύνειν ἐσχάτης εὐνοίας. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ τὴν κόρην ἐλάνθανεν, ὡς δυνάμενος ἔχειν ἑκὼν τοῖς ἀποσταλεῖσι παρέδωκεν εἰς Ἀγαμέμνονος ἄγειν, ὅπερ ἐκείνην μᾶλλον ἐποίει πρὸς αὐτὸν λελυπῆσθαι παροραθῆναι νομίζουσαν. οὐ γὰρ εἶχεν ἀσθένειαν αἰτιάσασθαι τῆς εἰς αὐτὴν ἀτιμίας.

`10.2.59`

ὑπογράψωμεν οὖν ἡμῖν αὐτοῖς ἐγώ τε καὶ σὺ τὴν εἰκόνα τοῦ πράγματος ὡς οἷόν τε μάλιστα στοχασάμενοι τῶν γενομένων.

`10.2.60`

ἦγον τὴν κόρην οἱ κήρυκες συγκαθευδήσουσαν Ἀγαμέμνονι, τῇ δὲ κατὰ τῶν παρειῶν ἔσταξε δάκρυα, καὶ πυκνὰ μεταστρεφομένη πρὸς τὸν ἐραστὴν ἔβλεπεν οἷα διʼ αὐτὸν ὑπομένει δηλοῦσα.

`10.2.61`

τίς οὕτω, πρὸς θεῶν, ἔρωτος κρείττων, ὡς μὴ παθεῖν τὴν ψυχήν; καὶ γὰρ εἰ μὲν ἐτύγχανε μόνος ἐρῶν, ἴσως ἂν εἶχεν ἀδεῶς ἐναβρύνεσθαι· ἀντερῶντος δὲ τοῦ Μυκηναίου πλείστης ἔδει θεραπείας αὐτῷ, μή ποτε παθοῦσά τι λυπηρὸν πρὸς Ἀγαμέμνονα κλίνῃ. ἆρʼ οὖν οὕτω πικρὰν ἀτιμίαν ἤνεγκεν ἄν, εἰ μὴ πάλαι πεπεικὼς αὑτὸν ἦν πάντα τοῖς ἄρχουσι πείθεσθαι;

`10.2.62`

Ἐξετάσωμεν τοίνυν παρʼ ἄλληλα τὰ σοί τε καὶ τῷ Μυκηναίῳ πρὸς ἐκεῖνον ὑπάρχοντα δίκαια· μὴ γάρ, εἰ πρὸς τὸν Ἀτρέως ὤφθη τινὰ φυλάξας αἰδῶ, αὐτόθεν ἤδη καὶ περὶ σὲ τοιοῦτον εἶναι πιστεύσωμεν, πρὶν ἂν ὁ λόγος σε δείξῃ μηδὲν ἔλαττον Ἀγαμέμνονος εἰς εὔνοιαν κεκτημένον.

`10.2.63`

οὐκοῦν ὁ μὲν οὐ τῆς αὐτῆς ἀγχιστείας ἐκείνῳ, σὺ δὲ τῆς αὐτῷ συνοικεῖν μελλούσης πατήρ; ὁ μὲν ἐφθόνησε τῆς αἰχμαλώτου, σὺ δὲ τὸ θυγάτριον ἐκδίδως; ὁ δὴ πρὸς ἐκεῖνον μέτριον αὑτὸν παρασχὼν πῶς ἂν οὗτος ὑπερόπτης γένοιτο περὶ σέ;

`10.2.64`

καὶ μὴν Ἀγαμέμνονι μὲν τῶν Μυκηνῶν βασιλείαν ἐκ μόνου τοῦ πατρὸς σύνοιδε καταβᾶσαν καὶ τούτου τὰ πρῶτα τοῦ βίου τελοῦντος εἰς ἰδιώτας· σὲ δὲ τὴν ἡγεμονίαν ἄνωθεν ἕλκειν ἀκούει.

`10.2.65`

καὶ πρὸς ἐκεῖνον μὲν εὔκολον οὖσαν ἑώρα τὴν ἐπανάστασιν παρόντων μὲν αὐτῷ τῶν Μυρμιδόνων, διαβεβλημένου δὲ πρὸς τοὺς Ἕλληνας Ἀγαμέμνονος, ἡνίκα τὸν μάντιν λύσιν εἰπόντα τοῦ νοσήματος εἶναι τὴν Χρυσηίδος ἀπόδοσιν μικροῦ τινος ἐδέησε τῷ σκήπτρῳ πατάξαι· περὶ σὲ δὲ μόνος ἐνταῦθα διάγων οὐκ ἂν νεωτερίζειν ἐπιχειρήσειεν εἰδὼς μὴ περιοψομένους ἡμᾶς.

`10.2.66`

Παρὰ πάντα δέ σοι ταῦτα κἀκεῖνό φημι· εἰ λάβοις οὕτω πικρῶς ἐξετάσαι τὸν κηδεστήν σοι γενέσθαι βουλόμενον, οὐκ ἂν φθάνοις διαγράφων μνηστῆρας· ὡς οὐ γέγονέ τις ἀνθρώπων, ὅτῳ πάντα πέφυκεν ἅπασιν ἀρεστά.

`10.2.67`

Πάνυ τοίνυν ἀχθοίμην ἄν, εἰ προέχων ἐν τοῖς ἄλλοις ἅπασιν Ἀγαμέμνονος ἐνταῦθα μόνον ἐκείνου δόξεις ἡττᾶσθαι. σὺ μὲν γὰρ ὑπὲρ τῆς πατρίδος πρὸς γάμον ὀκνεῖς ἐκδοῦναι τὴν παῖδα, Ἀγαμέμνων δὲ τὴν αὑτοῦ πρὸς σφαγὴν ἐξέδωκεν ἐν Αὐλίδι, οὐ κινδύνου τὴν οἰκείαν ἐλευθερῶν, οὐ γὰρ ἠνώχλουν πολέμιοι ταῖς Μυκήναις, ὑπὲρ δὲ μιᾶς γυναικὸς ὑβρισθείσης ἀγανακτῶν.

`10.2.68`

ὃν ἐξῆν, εἰ καὶ τῆς Ἑλένης αὐτὸς ὑπῆρχεν ἀνήρ, δευτέραν ποιεῖσθαι τὴν γυναῖκα τῆς θυγατρός, ὁ δὲ τῆς οἰκείας παιδὸς τὴν ἑτέρου γυναῖκα περὶ πλείονος εἶχεν ἕνα θέμενος ὅρον χαρίσασθαι τοῖς ὁμοφύλοις.

`10.2.69`

Ἤδη τοίνυν τινὸς ἤκουσα τὰ μὲν ἄλλα τὸν Φθιώτην ἀποδεχομένου, δύσκολον δὲ καὶ τραχὺν ὀνομάζοντος τεκμηρίῳ χρωμένου τῇ κατὰ τῶν Ἑλλήνων ὑπὲρ τῆς Βρισηίδος ὀργῇ· ἐμοὶ δὲ πρὸς τοῦτο λόγος ἐστὶν ἁπλοῦς καὶ σαφής.

`10.2.70`

εἰ μὲν γὰρ αὐτὸ μεμφόμεθα τὸ θυμοῦσθαι, δόξομεν τὸ πᾶσι πρόχειρον ἀγνοεῖν, ὡς διάκονός ἐστιν ὁ θυμὸς τοῦ λογισμοῦ καὶ τῷ μέν, εἴ τις ἠδίκηταί τι, γινώσκομεν, τῷ δὲ τοὺς ἁμαρτάνοντας ἀμυνόμεθα.

`10.2.71`

φέρε γάρ· ἄρχεις ἁπάντων ἡμῶν καὶ καλῶς ποιεῖς. εἴ τις οὖν ὑπὸ τοῦ πλησίον διαρραγέντος αὐτῷ τοῦ χιτωνίσκου καὶ πληγὰς εἰληφὼς προσδράμοι τοῖς βασιλείοις τὴν ἀτιμίαν βοῶν καὶ τὴν ἐσθῆτα δεικνύς, ἆρα πρᾴως οἴσεις καὶ μέμψῃ τὸν ἐφʼ οἷς πέπονθεν ὀργιζόμενον, ἄξεις μὲν οὖν τὸν πατάξαντα παραχρῆμα καὶ τοῦ πεπονθότος οὐδὲν ἧττον ἀγανακτήσεις;

`10.2.72`

καὶ τί δεῖ τὸ μὴ πραχθὲν ὡς γενόμενον ὑποτίθεσθαι τῶν ἄρτι συμβάντων ἀποχρώντων πρὸς ἔλεγχον; τὴν γὰρ ἐκ τοῦ πεδίου τῶν Ἑλλήνων τροπὴν καὶ τὸν μέχρι τῶν ὁλκάδων δρασμὸν καὶ τῶν ὁλκάδων αὐτῶν τὸν ἐκ τοῦ πυρὸς κίνδυνον, ταῦτα πάντα θυμούμενος ἔδρασεν Ἕκτωρ.

`10.2.73`

εἰ δὲ τὴν μὲν ὀργὴν οὐ πανταχοῦ φαῦλον εἶναί φαμεν, τὴν δὲ τῶν φιλτάτων ἀφαίρεσιν ἀνάξιον εἶναι θυμοῦ, οἶδα ὅτι τῆς Βρισηίδος ἁρπασθείσης εἰ μετρίως ἤνεγκεν Ἀχιλλεύς, ἐναντίος ἧκεν ἂν λόγος· ταχέως Ἀχιλλεὺς ἧς ἐρᾷ κόρον λαμβάνει. οὔκουν ἐκινήθη τῆς Βρισηίδος ἔρημον ὁρῶν τὴν εὐνήν. πόθεν οὖν ὡς ἀγαπήσει τὴν Πολυξένην πιστεύσομεν;

`10.2.74`

καὶ μὴν εἴτε λαμπρὸν ἡγεῖτο τὸ γέρας, εἰκότως ἐδυσχέραινε τὴν ἀφαίρεσιν, εἴτε μὴ τοιοῦτον, διπλασίαν ἐποιεῖτο δικαίως ὀργήν, εἰ μικρόν τι λαβὼν μηδὲ τοῦτο καρποῖτο βεβαίως. οὕτω πανταχόθεν φαίνεται καιρὸν ἔχων ὁ θυμὸς Ἀχιλλεῖ.

`10.2.75`

Οὐ τοίνυν μόνον ὑπὲρ τῆς Βρισηίδος εἰς καιρὸν ἐχαλέπαινεν, ἀλλὰ καὶ τὰ πρῶτα τῶν ὑβρισμάτων τῆς αὐτῆς ἄξια λύπης. φθειρομένου γὰρ τοῦ στρατοπέδου καὶ κατὰ μικρὸν ὑπορρέοντος προσκαλέσας τὸν μάντιν ἐπύθετο, τί δὴ μαθὼν ἐν τοῖς δεινοῖς σιωπᾷ. μήποτε, ἔφη, τινὰς ὀφείλομεν αἶγας ἢ βοῶν ἡμῖν ἔνδειαν ὁ θεὸς ἐγκαλεῖ;

`10.2.76`

ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἔχθιστος ἤκουσε βασιλέων καὶ πολέμιος ἡσυχίᾳ. ταῦτα ἀνδρὶ δόξης ὀρεγομένῳ τὴν σκηνὴν ἐποίει καὶ τὴν κιθάραν ἡδίω τοῦ πολέμου.

`10.2.77`

Πρὸς ἅπασι δὲ τούτοις ἐκεῖνο λέγω· κοινῆς ὠφελείας, ὦ βασιλεῦ, προκειμένης οὐ πάνυ δεῖ πολυπραγμονεῖν τὰ τοιαῦτα, εἰ τουτὶ τὸ γύναιον, ἀλλὰ μὴ τουτὶ μᾶλλον ποθεῖ, εἰ τοσοῦτον ἐχρῆν, ἀλλὰ μὴ τοσοῦτον θυμοῦσθαι.

`10.2.78`

οὐχ ὁρᾷς τὸν ἡγεμόνα τῶν Ἀχαιῶν ὡς ῥύσασθαι βουληθεὶς κεκακωμένην τὴν στρατιὰν οὐδὲ προσεποιεῖτο γινώσκειν, εἴτε τις Ἀχιλλεῖ ποτε Βρισηὶς ἤρεσεν εἴτε ἐν Σκύρῳ τις ἔδοξεν εἶναι καλή, ἀλλὰ δοῦναι πρὸς γάμον αὐτῷ τὸ θυγάτριον ἕτοιμος ἦν καὶ προῖκα πόλεις εὐνομουμένας ἑπτὰ καὶ χρυσοῦ ναῦν ἐπιδοῦναι;

`10.2.79`

καὶ μὴν Ἀγαμέμνων μὲν ἔτι θυμουμένῳ καὶ στέργοντι τὴν Βρισέως ἐδίδου τὴν παῖδα· σὺ δὲ τῆς ὀργῆς πεπαυμένου καὶ Πολυξένην ζητοῦντος ἀναδύῃ τὸν γάμον;

`10.2.80`

καίτοι τί μέγα συνέβη τότε τοῖς Ἕλλησι, διʼ ὃ τὰς Ἀχιλλέως καταλλαγὰς Ἀγαμέμνων ὠνεῖτο; μία ναῦς αὐτοῖς ἐνεπρήσθη πολλὰ πεπονηκότων ἡμῶν. Τροία δὲ τὰς ἐπικειμένας νήσους καὶ τὰς ἐν ἠπείρῳ πόλεις καὶ σωμάτων πολὺν ἀπέβαλεν ἀριθμὸν καὶ τὴν περιλειφθεῖσαν εἰς σωτηρίαν μερίδα, τὸν Ἕκτορα.

`10.2.81`

οὐκοῦν ἄτοπον, εἰ τοῦ Μυκηναίου δωρεὰς ἐπʼ ἐλάττοσι κακοῖς αὐτῷ δεδωκότος ἡμεῖς ἄνευ δαπάνης ἐπὶ μείζοσι συμφοραῖς οὐ σπεισόμεθα;

`10.2.82`

θαυμάζω δέ, εἰ συμμαχοῦντος μὲν αὐτοῦ δεδοίκαμεν τὴν ὀργήν, μένοντος δὲ πολεμίου θαρροῦμεν. ὁ γὰρ ὑπὲρ τῆς αἰχμαλώτου χαλεπῶς ἐνεγκὼν πῶς οὐ πολὺ μειζόνως ἀγανακτήσει διαμαρτὼν Πολυξένης, ἣν ἐπὶ γνησίοις παισὶν ἀξιοῖ λαβεῖν;

`10.2.83`

ὁρᾶτε τοίνυν, ὦ Τρῶες, μὴ πολὺ χαλεπωτέρῳ χρησώμεθα πολεμίῳ. ὁ γὰρ δυνάμενος μὲν χρήσασθαι βίᾳ χειρῶν, ἀξιῶν δὲ πρεσβείᾳ τυχεῖν οὐ φέρει τὴν ὕβριν ἀποτυγχάνων.

`10.2.84`

πολὺ δὲ μᾶλλον εἰκότως ἀλγήσει μάτην αὑτοῦ τὸν ἔρωτα τοῖς ἐχθροῖς ἐξειπών. ἐλπὶς γὰρ καὶ πόθος, ὁ μὲν ἡγούμενος, ἡ δὲ ἑπομένη, καὶ ὁ μὲν τὴν ψυχὴν παροξύνων, ἡ δὲ ἀσμένως ἀπατωμένην κουφίζουσα, μέγαν κινοῦσι τῷ μὴ κατορθοῦντι θυμόν· παραλαβὼν γὰρ ἐκ τῆς ἐλπίδος ἃ βούλεται οὐχ ὡς ἀλλοτρίων ἡγεῖται διαμαρτεῖν, ἀλλʼ ὡς οἰκείων ἐστερημένος ἀγανακτεῖ.

`10.2.85`

Οἷς μὲν οὖν εἶχον αὐτὸς ἐξελέσθαι κινδύνου τὴν πόλιν, τούτοις ἅπασιν ἐχρησάμην· ἐβουλόμην δʼ ἂν ἄδειαν ἔχειν τὸν Ἀχιλλέα δεῦρο φοιτῆσαι. τί γὰρ οὐκ ἂν ἔφη νεανίας ἐρῶν; καὶ πολλοὺς ἂν ἔκαμψεν, οἶμαι, τῶν νέων, ὅσοι γινώσκουσιν οἷόν ἐστι ποθοῦντα διαμαρτεῖν.

`10.2.86`

ἀλλὰ γὰρ φανταζομένῳ μοι τὸν Πηλέως ἔννοια γίνεται, ὡς καθʼ αὑτὸν τυγχάνει διάγων, ἵνα κατὰ πολλὴν ἡσυχίαν ἔχῃ Πολυξένης μεμνῆσθαι. καὶ τῆς ἐπιθυμίας ἐν τῷ τὴν ψυχὴν ἠρεμεῖν ἐγειρομένης πυκνῶς ἐπὶ τὰς θύρας ὁρᾷ καὶ νωθεῖς ἀποκαλεῖ τοὺς πεμφθέντας ἕκαστον ἀεὶ τῶν εἰσιέναι μελλόντων εἰκάζων εἶναι τοὺς πρέσβεις παντοίοις αὑτὸν ψυχαγωγῶν λογισμοῖς, νῦν μὲν ἀναπλάττων ἐκ Τροίας αὐτοὺς ἀπηλλάχθαι, νῦν δὲ παρὰ τὴν σκηνὴν ἤδη τυγχάνειν.

`10.2.87`

Συλλογισώμεθα τοίνυν ἀμφότεροι τὰ τῷ νυμφίῳ προσόντα· νέος, εὔνους, ἀνδρεῖος, ἡλικίας ὥρᾳ λαμπρός. ἐγὼ μέν, εἰ μὴ πολλὴν εὐκοσμίαν Πολυξένῃ συνῄδειν, ᾤμην ἂν αὐτὴν ἐρᾶν τοῦ νεανίσκου· νῦν δὲ τοῦτο μὲν οὐκ ἂν φαίην, ἰσχυρισαίμην δʼ ἄν, ὅτι στέρξει τὸν σύνοικον· εἴτε γὰρ τὴν ψυχὴν εἴτε τὸ σῶμα βούλοιτο κρίνειν, οὐ μέμψεταί τι τὸν ἄνδρα.

`10.2.88`

πρὸς ταῦτα τοίνυν, εἰ δοκεῖ, παραβάλλωμεν, ὡς, εἰ γένοιτο Τροίαν, ὃ μὴ γένοιτο, ταῖς Ἀχιλλέως ἁλῶναι χερσίν, συμβήσεται Πολυξένην ἀντὶ γυναικὸς ἐλευθέρας παλλακῆς ἔχειν σχῆμα τῷ Θετταλῷ καὶ τοὺς ὕστερον ὀψομένους εἰπεῖν· αὕτη ποτὲ Πριάμου θυγάτηρ. ἣν ἐβουλήθη πρὸς γάμον λαβεῖν Ἀχιλλεύς, φιλονεικήσαντος δὲ τοῦ πατρὸς εἰς αἰχμαλώτου τάξιν κατέβη.

`10.2.89`

Ταῦτα ἐνθυμηθεὶς καὶ πεῖραν λαβών, ὡς ἐν πολέμῳ θάπτουσι μᾶλλον οἱ πατέρες τοὺς παῖδας, ἔασον γηροτροφῆσαί σε τοὺς λοιποὺς καὶ δόξαν Ἕκτορι γενέσθαι χρηστήν. ἂν μὲν γὰρ ἐπὶ τῆς ἴσης μείνωμεν ἐξουσίας, δόξομεν ὀλίγον ἐζημιῶσθαι πεσόντος ἐκείνου· τὰς δὲ πρὸς Ἀχιλλέα συνθήκας πεποιημένοι δείκνυμεν, ὡς Ἕκτωρ τοῦ κοινοῦ προειστήκει τῶν Τρώων.

`10.2.90`

οἶδα ὅτι μικρὸν ἂν ἴσως ἀλγήσειεν, εἰ διʼ Ἀχιλλέως αἴσθοιτο σωζομένην αὑτοῦ τὴν πατρίδα· ἀλλʼ ἐπεὶ κύριος Ἀχιλλεὺς ῥύσασθαί τε καὶ διαφθεῖραι τὴν πόλιν, βέλτιον τῷ σῶσαι μᾶλλον ἢ τῷ πορθῆσαι τὴν Τροίαν αὐτὸν εὐδοξῆσαι.

`10.2.91`

Φέρε δή σοι λοιπὸν μελετῶμεν γάμον. καὶ τὴν ὑπὲρ Ἕκτορος λύπην ἀπόθου ζηλωτὸν εἶναι νομίσας τῇ πατρίδι τεθνάναι. ταῦτά σε Τρώων αἰτοῦσι πατέρες, ταῦτα παῖδες τὴν ὀρφανίαν πεφοβημένοι, ταῦτα μητέρες καὶ σύνοικοι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uvo-ac`.
