---
title: Fragments on Alexander and Persia
title_greek: Ἀποσπάσματα περὶ Ἀλεξάνδρου καὶ Περσῶν
author: Callinicus of Petra
eul_wid: ueg-ac
eul_aid: ueg
canonical: "https://eulogikon.org/works/callinicus-petra-alexander-persia-ueg-ac"
period: Late Antique
dialect: Koine
domain: Oratory
format: Oration
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Alexander and Persia

*Ἀποσπάσματα περὶ Ἀλεξάνδρου καὶ Περσῶν*

**Author:** Callinicus of Petra

**eul_wid:** `ueg-ac` · [HTML page](https://eulogikon.org/works/callinicus-petra-alexander-persia-ueg-ac)

## Text

### 11

Οὔτε ἡ καθ’ ὑμᾶς γῆ πρὸς ἕτερον οὐδὲν εὐαρμόστως εἶχε πλὴν βασιλείας οὔτε ἡ βασιλεία πρὸς ἄλλο χωρίον οὐδὲν πλὴν ταύτης ἐχώρησεν· ἡ δὲ τῶν φόρων σύνταξις οὔθ’ ὑμετέρα πλεονεξία γίγνεται οὔτε τῶν διδόντων ζημία, ἀλλʼ εἰς τὸ μάχιμον γένος δαπανωμένη διʼ ἐκείνων πάλιν εἰς τοὺς διδόντας ἐπάνεισιν ὥστε δανείσμασι προσεοικέναι τὸ διδόμενον μᾶλλον ἢ φόρων ἀπαγωγῇ. Ἀλέξανδρος μὲν γὰρ οὐδὲν τῶν περὶ Κλέαρχον σεμνότερον διεπράξατο ἀνδρῶν κρατήσας ἀνανδρίᾳ συντρόφων, ἐκκλίνας τοὺς εἰδότας νικᾶν, πρὸς δὲ Πέρσας ἀγωνισάμενος τοὺς παιδευθέντας ἡττᾶσθαι ταὐτὸν παθὼν τοῖς ὄναρ εὐτυχοῦσιν, ἐν τῇ τῆς εὐτυχίας ἀκμῇ καταλύσας αὐτὴν καὶ τοσοῦτον ἄρξας τὸν ἅπαντα χρόνον ὅσος ὑμῖν οὐκ ἀρκεῖ τὴν ὑμετέραν ἐπελθεῖν. τοῖς μὲν οὖν πολλοῖς εἴρηται τυφλῶν εἶναι ζημίαν τὸ μὴ τὸν ἥλιον βλέπειν· ἐγὼ δ’ ἂν ἐπὶ τῶν θεωμένων φήσαιμι τὴν ἴσην εἶναι ζημίαν εἴ τις μὴ ταύτην θεάσαιτο. καὶ τῶν παρελθόντων εἰς φῶς ὅσοι μὲν ἀπείρατοι τῆς ὑμετέρας ἔμειναν, νόθον τινὰ βίον ὡς εἰπεῖν διαντλοῦσιν, ὅσοι δὲ ἐν πείρᾳ γεγένηνται, γνήσιοι τοῦ βίου μέτοχοι καὶ πλέον τῶν ἑτέρων διαλλάττουσιν ἢ τῶν βεβήλων οἱ τελεσθέντες.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ueg-ac`.
