---
title: Narratives-Hecale Ancient Scholia
title_greek: Διηγήσεις Ἑκάλης Ἀρχαῖα Σχόλια
author: Callimachus Scholia
eul_wid: vmw-ad
eul_aid: vmw
canonical: "https://eulogikon.org/works/callimachus-scholia-narratives-hecale-vmw-ad"
period: Late Antique
dialect: Koine
domain: Grammar
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Narratives-Hecale Ancient Scholia

*Διηγήσεις Ἑκάλης Ἀρχαῖα Σχόλια*

**Author:** Callimachus Scholia

**eul_wid:** `vmw-ad` · [HTML page](https://eulogikon.org/works/callimachus-scholia-narratives-hecale-vmw-ad)

## Text

### 230 col10 (18)

Ἑκάλης Ἀκταίη τις ἔναιεν Ἐρεχθέος ἔν ποτε γουνῷ Θησεὺς φυγὼν τὴν ἐκ Μηδείης ἐπιβουλὴν διὰ πάσης ἦν φυλακῆς τῷ πατρὶ Αἰγεῖ, ἅτ’ αἰφνίδιον ἀνακομισθὲν ἐκ Τροιζῆνος μειράκιον αὐτῷ οὐ προσδοκήσαντι. βουλόμενος δ’ ἐπὶ τὸν λυμαινόμενον τὰ περὶ Μαραθῶνα ταῦρον ἐξελθεῖν ὅπως χειρώσαιτο, καὶ εἰργόμενος, κρύφα τῆς οἰκίας ἐξελθὼν περὶ ἑσπέραν ἀπῆρεν. αἰφνίδιον δὲ ὑετοῦ ῥαγέντος κατ’ ἐσχατιὰν οἰκίδιον θεασάμενος Ἑκάλης τινὸς πρεσβύτιδος ἐνταῦθα ἐξενοδοκήθη. πρὸς δὲ τὴν ἕω ἀναστὰς ἐξῄει ἐπὶ τὴν χώραν, χειρωσάμενος δὲ τὸν ταῦρον ἐπανῄει ὡς τὴν Ἑκάλην· αἰφνίδιον δὲ ταύτην εὑρὼν τεθνηκυῖαν ἐπιστε[νάξ]ας ὡς ἐψευσμένος τῆς προσδοκίας, ὃ ἐφ[ . [30]

### 230 col11

... ]εν μετὰ θάνατον εἰς ἀμοιβὴν τῆς ξενίας ταύτῃ παρασχέσθαι, τοῦτο ἐπετέλεσεν δ[ῆ]μον συνστησάμενος ὃν ἀπ’ αὐτῆς ὠνόμα[σ]εν, καὶ τέμενος ἱδρύσατο Ἑκαλείου Δι[ό]ς. [5]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vmw-ad`.
