---
title: Hymns
title_greek: Ὕμνοι
author: Callimachus of Cyrene the Poet and Scholar
eul_wid: iso-am
eul_aid: iso
canonical: "https://eulogikon.org/works/callimachus-cyrene-hymns-iso-am"
lang: grc
period: Hellenistic
dialect: Koine
domain: Poetry
genre: "Hymn, Epigram"
content_hash: "sha256:e384ebece5bc4828c7567453d3671ce8e9a3e92633561b991042e06a5de50fd0"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hymns

*Ὕμνοι*

**Author:** Callimachus of Cyrene the Poet and Scholar

**eul_wid:** `iso-am` · [HTML page](https://eulogikon.org/works/callimachus-cyrene-hymns-iso-am)

## Text

`5.6`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης  

ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.  

ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι  

ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.  

νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης  

νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.  

`5.23`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς  

κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις·  

οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν  

κοιμίζεις, ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.  

γείτονες οἰκτείρουσι, σὺ δʼ οὐδʼ ὄναρ· ἡ πολιὴ δὲ  

αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.  

`5.146`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις  

ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ.  

εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,  

ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.  

`6.121`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα  

κεῖται ἐν Ὀρτυγίῃ τόξα παρʼ Ἀρτέμιδι,  

οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται,  

αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.  

`6.146`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης  

εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ·  

ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς  

ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.  

`6.147`

ΤΟΥ ΑΥΤΟΥ

  

Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς  

Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,  

γινώσκειν· ἢν δʼ ἆρα λάθῃ καὶ δίς μιν ἀπαιτῇς,  

φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.  

`6.148`

ΤΟΥ ΑΥΤΟΥ

  

Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις  

πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ,  

εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος. ἐς δʼ ἐμὰ φέγγη  

ἀθρήσας φάσεις· «Ἕσπερε, πῶς ἔπεσες;»  

`6.149`

ΤΟΥ ΑΥΤΟΥ

  

Φησὶν ὅ με στήσας Εὐαίνετος — οὐ γὰρ ἔγωγε  

γινώσκω — νίκης ἀντί με τῆς ἰδίης  

ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·  

πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.  

`6.150`

ΤΟΥ ΑΥΤΟΥ

  

Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς  

Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.  

`6.301`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τὴν ἁλίην Εὔδημος, ἐφʼ ἧς ἅλα λιτὸν ἐπέσθων  

χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,  

θῆκε θεοῖς Σαμόθρῃξι λέγων, ὅτι τήνδε κατʼ εὐχήν,  

ὦ ἅλιοι, σωθεὶς ἐξ ἁλὸς ὧδε θέτο.  

`6.310`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου  

ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν  

ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῇδε κεχηνὼς  

κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς  

παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν·  

«Ἱερὸς ὁ πλόκαμος», τοὐμὸν ὄνειαρ ἐμοί.  

`6.311`

ΤΟΥ ΑΥΤΟΥ

  

Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως  

ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου  

Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῇ  

ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.  

`6.347`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἄρτεμι, τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·  

ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.  

`6.351`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τίν με, λεοντάγχʼ ὦνα συοκτόνε, φήγινον ὄζον  

θῆκε—«Τίς;» —Ἀρχῖνος. —«Ποῖος;» —Ὁ Κρής. —«Δέχομαι.»  

`7.80`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ  

ἤγαγεν· ἐμνήσθην δʼ, ὁσσάκις ἀμφότεροι  

ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,  

ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·  

αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων  

ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.  

`7.89`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω  

τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον·  

«Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ  

νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,  

ἡ δʼ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δʼ ἄγε, σὺμ μοὶ  

βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.»  

εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας·  

«Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος  

— οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες  

ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ —,  

κείνων ἔρχεο», φησί, «μετʼ ἴχνια.» χὠ μὲν ἐπέστη  

πλησίον· οἱ δʼ ἔλεγον· «Τὴν κατὰ σαυτὸν ἔλα.»  

ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου  

δράξασθαι, παίδων κληδόνα συνθέμενος.  

τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,  

οὕτω καὶ σύ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.  

`7.170`

ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΚΑΛΛΙΜΑΧΟΥ

  

Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα  

εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο·  

ἐκ δʼ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ  

σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.  

Νύμφας δʼ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλʼ ἐπὶ γούνοις  

ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.  

`7.271`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς  

παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν·  

νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου  

οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.  

`7.272`

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

  

Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ  

ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,  

ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ  

νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων  

κηρύσσω πανάληθες ἔπος τόδε· «Φεῦγε θαλάσσῃ  

συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.»  

`7.277`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν  

εὗρεν ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ  

δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς  

ἥσυχος, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.  

`7.317`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τίμων — οὐ γὰρ ἔτʼ ἐσσί —, τί τοι, σκότος ἢ φάος, ἐχθρόν; —  

«Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.»  

`7.318`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·  

ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.  

`7.344b`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἀλλʼ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τʼ εἶχεν,  

οὐκ ἂν ἐγὼ τύμβῳ τῷδʼ ἐπέθηκα πόδας.  

`7.415`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν  

εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.  

`7.447`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων  

«Θῆρις Ἀρισταίου Κρὴς» ἐπʼ ἐμοὶ δολιχός.  

`7.451`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον  

κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.  

`7.453`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος  

ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.  

`7.454`

ΤΟΥ ΑΥΤΟΥ

  

Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς  

ἀκρήτου προποθεῖσʼ ᾤχετʼ ἔχουσα κύλιξ.  

`7.458`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς  

Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει  

καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι  

ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας.  

`7.459`

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

  

Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,  

δίζηνται Σαμίων πολλάκι θυγατέρες,  

ἡδίστην συνέριθον ἀείλαλον· ἡ δʼ ἀποβρίζει  

ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.  

`7.460`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν  

ῥέζων οὔτʼ ἀδικῶν οὐδένα. Γαῖα φίλη,  

Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη  

γίνεο μήτʼ ἄλλοι δαίμονες, οἵ μʼ ἔχετε.  

`7.471`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Εἴπας «Ἥλιε, χαῖρε» Κλεόμβροτος Ὡμβρακιώτης  

ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,  

ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος  

ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.  

`7.517`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ  

δυομένου Βασιλὼ κάτθανε παρθενικὴ  

αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα  

οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸν  

πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη  

πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.  

`7.518`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη  

ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.  

οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν  

ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.  

`7.519`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ,  

Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις,  

τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου  

εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.  

`7.520`

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι  

ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι,  

δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς  

Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.  

`7.521`

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

  

Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν  

καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή·  

καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι  

τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.  

`7.522`

ΤΟΥ ΑΥΤΟΥ

  

«Τιμονόη.» τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,  

εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα  

στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ  

χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.  

`7.523`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,  

ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.  

`7.524`

ΤΟΥ ΑΥΤΟΥ

  

Ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; —«Εἰ τὸν Ἀρίμμα  

τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.» —  

Ὦ Χαρίδα, τί τὰ νέρθε; —«Πολὺς σκότος.» —Αἱ δʼ ἄνοδοι τί; —  

«Ψεῦδος.» —Ὁ δὲ Πλούτων; —«Μῦθος.» —Ἀπωλόμεθα. —  

«Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν  

βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.»  

`7.525`

ΤΟΥ ΑΥΤΟΥ

  

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με  

ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.  

εἰδείης δʼ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων  

ἦρξεν, ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης.  

οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας  

μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.  

`7.725`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς  

ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο;  

ἦ ῥα τὸ καὶ Κένταυρον; —«Ὅ μοι πεπρωμένος ὕπνος  

ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.»  

`7.728`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,  

ὦνερ, καὶ μετέπειτα Δινδυμήνης  

ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο...  

πολλῶν προστασίη νέων γυναικῶν.  

καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσα κείνων  

εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων.  

`9.336`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω  

ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ  

λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνέρι δʼ ἱππεῖ  

θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.  

`9.507`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν  

ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον  

τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ  

ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.  

`9.565`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν· εἰ δʼ ἐπὶ κισσὸν  

τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει,  

ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν  

φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.  

`9.566`

ΤΟΥ ΑΥΤΟΥ

  

Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ  

ῥῆσις· ὁ μὲν «Νικῶ» φησὶ τὸ μακρότατον·  

ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται  

«Πῶς ἔβαλες;» φησί· «Σκληρὰ τὰ γιγνόμενα.»  

τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο  

τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.  

`11.362`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Εὐδαίμων, ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας,  

Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν  

οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει  

τὸν φίλον· ἀλλʼ αἰ χἢν δρᾶμʼ ἐδίδαξε μόνον,  

ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας  

κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.  

`12.43`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ  

χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·  

μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδʼ ἀπὸ κρήνης  

πίνω· σικχαίνω πάντα τὰ δημόσια.  

Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν  

τοῦτο σαφῶς, ἠχώ φησί τις· «Ἄλλος ἔχει.»  

`12.51`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἔγχει καὶ πάλιν εἰπέ· «Διοκλέος». οὐδʼ Ἀχελῷος  

κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.  

καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ  

φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.  

`12.71`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν  

ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας;  

ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων  

οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;  

ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν  

τὸν καλόν, ὦ μόχθηρʼ, ἔβλεπες ἀμφοτέροις.  

`12.73`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ  

εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε· πλὴν ἀφανές.  

ἦ ῥά τινʼ ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον  

πολλάκι· «Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.»  

οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος  

κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.  

`12.102`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν  

διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος,  

στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ·  

«Τῆ, τόδε βέβληται θηρίον,» οὐκ ἔλαβεν.  

χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν  

οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέταται.  

`12.118`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου·  

εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.  

ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν  

εἷλκεν, ὁ δʼ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν.  

ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα  

τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικῶ.  

`12.134`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν  

πνεῦμα διὰ στηθέων—εἶδες; —ἀνηγάγετο,  

τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα  

τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί·  

ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ  

εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.  

`12.139`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ,  

ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ·  

οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει  

τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.  

τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς  

οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.  

`12.148`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Οἶδʼ, ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε,  

μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί.  

ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·  

ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτʼ ἀνεραστότατον.  

`12.149`

ΤΟΥ ΑΥΤΟΥ

  

«Ληφθήσει, περίφευγε, Μενέκρατες,» εἶπα Πανήμου  

εἰκάδι, καὶ Λῴου τῇ—τίνι; τῇ δεκάτῃ  

ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ, ἐμὸς Ἑρμῆς,  

εὖ γʼ, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.  

`12.150`

ΤΟΥ ΑΥΤΟΥ

  

Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν  

τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.  

αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·  

ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.  

τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ  

τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον.  

ἔσθʼ ἁμὶν χἀκάστοτʼ ἀφειδέα πρὸς τὸν Ἔρωτα  

τοῦτʼ εἶπαι· «Κείρευ τὰ πτερά, παιδάριον·  

οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ  

οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.»  

`12.230`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,  

τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις·  

ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ,  

καὶ σύ ποτʼ ἠράσθης. οὐκέτι μακρὰ λέγω.  

`13.7`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ὁ Λύκτιος Μενίτας  

τὰ τόξα ταῦτʼ ἐπειπὼν  

ἔθηκε· «Τῆ, κέρας τοι  

δίδωμι καὶ φαρέτρην,  

Σάραπι· τοὺς δʼ ὀιστοὺς  

ἔχουσιν Ἑσπερῖται.»  

`13.9`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίου  

ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.  

`13.10`

ΤΟΥ ΑΥΤΟΥ

  

Ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας  

ἅρπαξας, ποτί τε Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω ...  

`13.24`

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τὰ δῶρα τἀφροδίτῃ  

Σῖμον ἡ περίφοιτος εἰκόνʼ αὑτῆς  

ἔθηκε τήν τε μίτρην,  

ἣ μαστοὺς ἐφίλησε, τόν τε πανὸν  

καὶ τούς ποτʼ ἀντίναξεν  

ἀυτοῦσʼ ἀνʼ ὄρη τάλαινα θύρσους.  

`13.25`

ΤΟΥ ΑΥΤΟΥ

  

Δήμητρι τῇ Πυλαίῃ,  

τῇ τοῦτον οὑκ Πελασγῶν  

Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης  

καὶ τῇ κάτω θυγατρὶ  

τὰ δῶρα Τιμόδημος  

εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: iso-am`.
