title: "Bucolic Fragment: Pan and Echo, P. Vindob. 29801"
title_greek: Βουκολικὸν Ἀπόσπασμα περὶ Πανὸς καὶ Ἠχοῦς
author: Bucolic Poem
eul_wid: rnn-aa
eul_aid: rnn
canonical: "https://eulogikon.org/works/bucolicum-pan-and-echo-rnn-aa"
lang: grc
content_hash: "sha256:e0984ce2ea638491f675b7d2e886259dce754e18f8050a4a05ae417025cc36c8"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Bucolic Fragment: Pan and Echo, P. Vindob. 29801

*Βουκολικὸν Ἀπόσπασμα περὶ Πανὸς καὶ Ἠχοῦς*

**Author:** Bucolic Poem

**eul_wid:** `rnn-aa` · [HTML page](https://eulogikon.org/works/bucolicum-pan-and-echo-rnn-aa)

## Text

`1v`

… ομεν …

… μήλοισι … νοιδ …

… ν μεταμ … φαινετ …

… ων σπευδ … εκειν μα …

… ἐκ φηγοῖο λαβὼν εὐανθέα κηρόν

τὸν μὲν πρῶτον ἔθαλψεν ὑπʼ ἠελίοιο βολαῖσιν

… πωτᾶτο φιλόδρομος α … μέλισσα

… ομευσε τὸ κηρίον ὠδίνουσα

ἀμφὶ Διωνύσοιο καρήατι, πίμπλατο δὲ δρῦς

… ήεντος … ἐν ἀνθεμόεντι δὲ κηρῷ

… υτρήτοις μέλι λείβετο

ἠελίοιο τακεὶς ὑπελύετο κηρός

… δε ῥέειν ἀτάλαντος ἐλαίῳ.

εἶτα δὲ πηκτίδα πῆξε  … χρείσας λάσιος Πάν

… κοιησιν, ὅπως μένοι ἔμπεδα κηρός

… πρόσθεν ἀπʼ αἰθέρος ἵπτατο Περσεύς,

Ἄργος ὅτʼ εἰσαφίκανε καὶ ἔκτισεν ἀγλαὸν ἄστυ

… ιδ … ορωεν κεκμηῶτες

… φιλω  … μοιατα βάκχαις

περὶ Πανὸς ἐπήδα

ὁρμωμένη ἐς χορὸν ἐλθεῖν

χείλεσσιν ἐφήρμοσεν ἀκροτάτοισι

εφέηκε, θεοῦ δʼ ἐνιφυσιόωντος

ἰσχυρὸν ὑπʼ ἄσθματος αὐχένος ἶνες,

… σνεχροισιν ἐντέτατο χρώς.

… ανοιο μελίζεμεν ἀρχόμενος Πάν

κατὰ βαιὸν ἐπήιε χεῖλος ἀμείβων

… πάλιν ἔμπνεεν εὐρυτέροισιν

ΜΗ

`1r`

… και … ε … ε …

… ενα … εω … ιλ …

… δη καπ … αλλα μ …

ὑστερόφωνον ἐφίστατο παρθένον

… ατην, καμάτῳ δʼ ὕπο του …

ῥῖπτε χαμαὶ σύριγγα, φίλῳ δʼ ἐφομάρτεεν ἤχῳ.

τὸν δὲ ἰδὼν γαλερὸν προσέφη Σιληνὸς  …

εἰπέ μοι, ὦ νομέων μέγα κοίρανε, πῶς ἂν ἴοι τις

αἰχμήτης μενέχαρμος ἄτερ σακέων πολεμόνδε;

πῶς δὲ χορῶν ἐπʼ ἀγῶνας ἄνευ σύριγγος ἱκάνεις;

πῇ σοι πηκτὶς ἔβη, μηλόσκοπε, πῇ σεο φόρμιγξ;

πῇ μελέων κλέος εὐρύ, τὸ καὶ Διὸς οὔατʼ ἰαίνει;

ἦ ῥά σευ ὑπνώοντος ἀπειρεσίην μετὰ θοίνην

κλέψε τεὴν σύριγγα κατʼ οὔρεα Δάφνις ὁ βούτης

ἢ Λυδος ἤτοι Θύρσις, Ἀμύντιχος ἠὲ Μενάλκας;

κείνοις γὰρ κραδίην ἐπικαίεαι ἠιθέοισιν·

ἠέ μιν ἕδνον ἔδωκας ὀρεσσιπόλῳ τινὶ νύμφῃ;

σὸν γὰρ ὑπὸ πτερύγεσσιν ἀεὶ φέρετʼ ἦτορ Ἔρωτος·

πάντῃ γὰρ γαμέεις, πάντῃ δέ σε θ … ρι …

ἢ σὺ λαβὼν σύριγγα τεὴν κνέφας ἀμφὶ καλύψας

δειμαίνων σατύροις πελάσαι

μή τι σε κερτομέωσιν, ἐπὴν  …

εὐύμνων προχέοις κεχρημένος ἁρμονιάων.

μούνους δʼ ἀμφὶ νομῆας ἀίδριάς ἐσσι

οἵ σεο θάμβος ἔχουσι καὶ οὔνομα πεφρίκασι.

πῶς δʼ οὔ τοι φόβος ἐστὶ μέγας, μὴ Βάκχος ἐπελθών

οἶον ἄναυδον ἴδοιτο καὶ οὐκ ἀλέγοντά σʼ ἀοιδῆς

καὶ λασίας σέο χεῖρας ἄνω τείνειεν

δήσας οἰοπόλοισιν ἐν οὔρεσιν  …

ΜΘ

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: rnn-aa`.